ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἱερεμίου, "Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ"

Τετάρτη 26 Οκτωβρίου 2016

Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἱερεμίου, "Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ"




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτην Ησαία Ομιλίαι
Τόμος 56


Εἰς τὸ ῥητὸν τοῦ προφήτου Ἱερεμίου, "Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ."

αʹ. Τῆς ὁδοῦ ταύτης τῆς αἰσθητῆς καὶ λεωφόρου τὰ μέν ἐστιν ὕπτια καὶ λεῖα, τὰ δὲ προσάντη καὶ τραχύτερα· οὕτω δὲ καὶ τῶν θείων Γραφῶν τὰ μέν ἐστιν αὐτόθεν πᾶσιν εὐσύνοπτα, τὰ δὲ πλείονος  ἐξεργασίας καὶ πόνου  δεόμενα. Ἀλλ' ὅταν  μὲν ἰσόπεδον καὶ λείαν ὁδεύωμεν ὁδὸν, οὐ πολλῆς ἡμῖν δεῖ ἀκριβείας· ὅταν δὲ ὑπτίαν καὶ στενὴν καὶ πρὸς αὐτὴν ἀνατεινομένην τὴν ἀκρώρειαν, καὶ ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην, νηφούσης ἡμῖν δεῖ ψυχῆς καὶ διεγηγερμένης, τῆς δυσχωρίας ῥᾳθυμεῖν οὐκ ἐπιτρεπούσης.Κἂν γὰρ μικρόν τις παραβλέψῃ, μόνου τοῦ ποδὸς ὀλισθήσαντος. ἅπαν  τὸ σῶμα κατακρημνίζεται, κἂν εἰς φάραγγας κατακύψῃ κάτω, σκοτοδίνῳ κατεχόμενος καταφέρεται. Οὕτω δὴ καὶ ἐπὶ τῶν  θείων  Γραφῶν τὰ μὲν εὔκολα καὶ ῥᾴδια τῶν νοημάτων,  καὶ ἀπονητὶ  διοδεῦσαι ἔνι, τὰ δὲ τραχύτερα καὶ προσάντη οὐχ ὁμοίως εὔπορον   διαβῆναι.  


∆ιὸ  νήφειν   ἅπαντας   δεῖ   καὶ   ἐγρηγορέναι,   ὅταν   τοιαῦτα διαβαίνωμεν χωρία, ὥστε μὴ περὶ τῶν ἐσχάτων ἡμῖν γενέσθαι τὸν κίνδυνον. ∆ιὰ γὰρ τοῦτο καὶ ἡμεῖς ποτὲ μὲν ἐν τοῖς εὐκολωτέροις ὑμᾶς ἐγγυμνάζομεν, ποτὲ δὲ ἐπὶ τὰ δυσκολώτερα ἄγομεν, ἵνα καὶ τὸν πόνον ὑμῖν παραμυθησώμεθα, καὶ τὴν ῥᾳθυμίαν ἐκβάλωμεν. Ὥσπερ γὰρ οἱ διαπαντὸς εὐκολίας ἀπολαύοντες, χαυνότεροι γίνονται· οὕτως οἱ διηνεκῶς πρὸς τραχύτερα ἑλκόμενοι, πρὸς τὸν πόνον  ἀπογινώσκουσι. ∆εῖ τοίνυν  ἀναμεμίχθαι  τὸ τῆς διδασκαλίας εἶδος, καὶ νῦν  μὲν τοῦτο, νῦν  δὲ ἐκεῖνο μεταχειρίζειν, ὥστε μήτε χαλᾶσθαι πέρα τοῦ μέτρου τὴν διάνοιαν ἡμῖν, μήτε διατεινομένην  ὑπὲρ τὸ δέον διαῤῥήγνυσθαι πάλιν πρὸς τὸν πόνον ἀπαγορεύουσαν.∆ιὰ τοῦτο πρώην ὑμῖν περὶ Παύλου καὶ Πέτρου διαλεχθέντες, καὶ τῆς ἐν Ἀντιοχείᾳ γενομένης αὐτοῖς πρὸς ἀλλήλους ἀμφισβητήσεως, καὶ τὴν δοκοῦσαν ἐκείνων εἶναι μάχην πάσης εἰρήνης χρησιμωτέραν ὑμῖν ἀποδείξαντες, καὶ ἐπὶ τὴν ὑπτίαν ἐκείνην καὶ τραχείαν ἀγαγόντες  ὁδὸν, ἐπειδὴ πεπονηκότας εἴδομεν, τῇ μετ' ἐκείνην ἡμέρᾳ πρὸς ἑτέραν εὐκολωτέραν  ἐχειραγωγοῦμεν  ὑπόθεσιν, τοῦ μακαρίου Εὐσταθίου τὰ ἐγκώμια  διηγούμενοι,  καὶ  μετ'  ἐκεῖνον  τοῦ  γενναίου  μάρτυρος  Ῥωμανοῦ  τοὺς ἐπαίνους διεξιόντες, ὅτε δὴ καὶ λαμπρότερον ἡμῖν τὸ θέατρον γέγονε, καὶ πλείων ὁ κρότος, καὶ μείζων ὁ θόρυβος. Καθάπερ γάρ τις καμὼν, εἶτα εἰς λειμῶνα εἰσελθὼν, γάννυται  καὶ διαχεῖται, τραχὺ μὲν ὁρῶν οὐδὲν οὐδὲ ἐπίπονον, ἄνεσιν δὲ καὶ τέρψιν καὶ ψυχαγωγίαν  πολλήν· οὕτω καὶ ὑμεῖς μοι διέκεισθε τότε· ἀπὸ γὰρ τῶν πόνων καὶ τῶν  δυσκολιῶν  τῆς  ἀκροάσεως  ἐκείνης,  ὥσπερ  εἰς  λειμῶνα   εἰσελθόντες  τῶν μαρτύρων τὰ ἐγκώμια, μετὰ πολλῆς τῆς ἀδείας τῆς τέρψεως ἐνεφορεῖσθε ἐκείνης. Οὐδὲ γὰρ λαβαὶ  καὶ ἀντιλαβαὶ  ἦσαν τότε, οὐδὲ παλαίσματα  καὶ διαδύσεις, ἀλλ' οὐδενὸς   ἀντικρούοντος,   ἄφετος   καθ'   ἑαυτὸν   ὁ   λόγος   ἠγωνίζετο, ἀπολελυμένος   καὶ   ἐλεύθερος   ὤν.   διὰ   τοῦτο   δὲ   καὶ   λαμπρότερος   ἦν   καὶ  πανηγυρικώτερος, καὶ πλειόνων ἀπέλαυεν ἐπαίνων. Ἡ γὰρ διάνοια τῶν ἀκροατῶν, ὅταν μετ' εὐκολίας τοῖς λεγομένοις παρακολουθῇ, πολλῆς ἀνέσεως ἀπολαύουσα, προθυμότερον πρὸς τὸν ἔπαινον  τοῦ λέγοντος διεγείρεται. Ἐπεὶ οὖν ἱκανῶς ὑμᾶς ἀνεκτησάμεθα ἐν ταῖς ἡμέραις ταύταις, οὐδὲν ἐπίπονον καὶ τραχὺ πρὸς τὴν ὑμετέραν κινήσαντες ἀγάπην, φέρε δὴ τήμερον ὑμᾶς  πάλιν  ἐπὶ  τὴν  προτέραν  ἀγάγωμεν  γυμνασίαν,  πρὸς  τὰ  ἐπιπονώτερα  τῶν Γραφῶν καὶ πολλῆς δεόμενα συνέσεως χειραγωγοῦντες  ὑμᾶς, οὐχ ἵνα συντρίψωμεν τῷ καμάτῳ, ἀλλ' ἵνα γυμνάσωμεν εἰς τὸ δύνασθαι καὶ ταῦτα μετὰ ἀσφαλείας διαβαίνειν τὰ χωρία. Ὥσπερ οὖν τότε παρὰ μὲν τὴν ἀρχὴν ἐδόκει μάχη τις εἶναι καὶ φιλονεικία  τῶν ἀποστόλων, ἐπειδὴ δὲ ἀνέβημεν τοὺς σκοπέλους ἐκείνους, εἴδομεν ἄνω λοιπὸν  τὸν καρπὸν τοῦ Πνεύματος, ἀγάπην, χαρὰν, εἰρήνην, καὶ οὐ μάταιος ἡμῖν  οὐδὲ περιττὸς  ὁ πόνος  ἐγένετο,  ἀλλ' εἰς εὐφροσύνην  κατέληξεν·  οὕτω  καὶ σήμερον προσδοκῶ ταῖς εὐχαῖς ταῖς ὑμετέραις, ἂν μετὰ καρτερίας καὶ πολλῆς τῆς ὑπομονῆς  τὴν  προκειμένην  ἡμῖν  διανύσωμεν  ὁδὸν, καὶ ἐπὶ  τὴν  κορυφὴν  αὐτὴν ἀναβῆναι δυνηθῶμεν, ἰσόπεδα καὶ λεῖα καὶ ὕπτια πάντα εὑρήσειν ἐκεῖ. Τί ποτ' οὖν ἐστι τὸ προκείμενον ἡμῖν νῦν; Τὸ παρὰ τοῦ προφήτου σήμερον ἀναγνωσθέν· Κύριε, οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Τὸ μὲν ζήτημα τοῦτο· ὑμεῖς δὲ, ὥσπερ τότε παρέσχετε τὴν σπουδὴν, καὶ νῦν συντείνατε ἑαυτούς· οὐδὲ γὰρ τοῦτο ἔλαττον ἐκείνου τὸ ζήτημα, ἀλλὰ καὶ πλείονος δεῖται  φροντίδος.  Τί δήποτε; Ὅτι ἡ μὲν  Παύλου καὶ Πέτρου δοκοῦσα μὲν  εἶναι διαφορὰ, οὐκ οὖσα δὲ, οὐ πολλοῖς γνώριμος ἦν, ὅθεν οὐδὲ πολλὴν ἐκ τῆς ἀγνοίας εἰκὸς ἦν γενέσθαι τὴν βλάβην· αὕτη δὲ ἡ ῥῆσις πανταχοῦ περιφέρεται, ἐν οἰκίαις, ἐν ἀγοραῖς, ἐν  χώραις,  ἐν  πόλεσιν, ἐν  γῇ καὶ θαλάττῃ  καὶ νήσοις· καὶ ὅπουπερ ἂν ἀπέλθῃς, ἀκούσῃ ταῦτα λεγόντων  πολλῶν· Γέγραπται, Οὐκ ἐν τῷ ἀνθρώπῳ ἡ ὁδὸς αὐτοῦ. Οὐ ταύτην δὲ μόνον μεμελετήκασι τὴν ῥῆσιν, ἀλλὰ καὶ ἑτέρας πρὸς ταύτην συνείρουσι τοιαύτας,  ὅτι  Οὐ τοῦ θέλοντος,  οὐδὲ τοῦ  τρέχοντος·  καὶ μετ' ἐκεῖνο πάλιν,  Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην  ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν.  Τοῦτο δὲ ποιοῦσι, τῆς οἰκείας  ῥᾳθυμίας προκαλύμματα  τὰς θείας Γραφὰς προβαλλόμενοι,  καὶ τὴν  σωτηρίαν  ἡμῶν  καὶ τὴν  ἐλπίδα  διὰ τούτων  διορύττειν ἐπιχειροῦντες   τῶν   ῥημάτων.  Οὐδὲν  γὰρ  ἕτερον  κατασκευάσαι  βούλονται   διὰ τούτων, ἀλλ' ἢ ὅτι οὐδενός ἐσμεν κύριοι. Πάντα οἴχεται τὰ καθ' ἡμᾶς· εἰκῆ βασιλείας ὑπόσχεσις,  εἰκῆ  γεέννης   ἀπειλὴ,  εἰκῆ  νόμοι   καὶ  τιμωρίαι   καὶ  κολάσεις  καὶ συμβουλαί.

βʹ. Τί γὰρ ἄν τις παραινέσειε τῷ μηδενὸς ὄντι κυρίῳ; τί δὲ ἄν τις ὑπόσχοιτο τῷ πάσης ἐξουσίας ἀπεστερημένῳ; Οὔτε ὁ κατορθώσας ἄξιός ἐστιν ἐπαίνου, οὔτε ὁ διαμαρτὼν ὑπεύθυνος κολάσεως καὶ τιμωρίας, ἂν μὴ ἐφ' ἡμῖν ᾖ τὰ πρακτέα. Εἰ δὲ τοῦτο πεισθεῖεν ἄνθρωποι, οὐδεὶς οὐκέτι λοιπὸν οὐκ ἀρετῆς ἀνθέξεται, οὐ κακίαν φεύξεται. Εἰ γὰρ νῦν  καθ' ἑκάστην ἡμέραν περὶ γεέννης  ἐνηχούντων  ἡμῶν, περὶ βασιλείας δια λεγομένων, καὶ τὰς κολάσεις τὰς ἀφορήτους καὶ τὰ ἔπαθλα τὰ ὑπερβαίνοντα  διάνοιαν  ἀνθρωπίνην  προτιθέντων,  συμβουλευόντων, παρακαλούντων,  πάντα  κινούντων  λόγον, μόλις τινὲς  ὑπομένουσι τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας, μόλις ἀφίστανται τῆς ἐν τοῖς ἁμαρτήμασιν ἡδονῆς· ἂν καὶ ταύτην ἐκκόψῃς  τὴν  ἄγκυραν  τὴν  ἱερὰν, οὐχ ὁλόκληρον  βαπτισθήσεται τὸ σκάφος, καὶ πάντες οἰχήσονται γενόμενοι  τέλεον ὑποβρύχιοι, καὶ πολλὰ ἔσται καθ' ἡμέραν τὰ ναυάγια;  Οὐδὲν γὰρ, οὐδὲν  οὕτως  ἐσπούδακεν ὁ διάβολος,  ὡς  τοῦτο  πεῖσαι τὴν ἀνθρωπίνην  ψυχὴν, ὅτι οὔτε ἐν τοῖς ἁμαρτήμασίν ἐστιν ὑπεύθυνος κολάσεως, οὔτε ἐν τοῖς κατορθώμασιν ἐπαίνων ἄξιος καὶ στεφάνων, ἵνα καὶ τῶν σπουδαίων ἐκλύσῃ τὰς  χεῖρας,  καὶ  σβέσῃ τὴν  προθυμίαν,  καὶ  τῶν  ἀναπεπτωκότων   ἐπιτείνῃ   τὴν ὀλιγωρίαν καὶ αὐξήσῃ τὴν ῥᾳθυμίαν.∆ιὸ χρὴ προσέχειν μετὰ ἀκριβείας τοῖς λεγομένοις. Κρημνὸς ἑκατέρωθέν ἐστι καὶ βόθρος, ἂν μὴ νηφόντως  ἀναγνῶμεν  τὸ ῥητόν. Τί γὰρ εἴπωμεν; ὅτι ἐψεύσατο ὁ προφήτης; Ἀλλ' ἐπικίνδυνον· προφήτης γὰρ οὐ ψεύδεται· τὰ γὰρ τοῦ Θεοῦ φθέγγεται ῥήματα. Ἀλλ' οὐκ ἐψεύσατο ὁ προφήτης; οὐκοῦν οὐκ ἐφ' ἡμῖν τὰ πρακτέα; Ἀλλὰ καὶ ἐφ' ἡμῖν τὰ πρακτέα, καὶ ὁ προφήτης οὐκ ἐψεύσατο· καὶ ἀμφότερα ταῦτα παραστήσομεν, ἐὰν προσέχητε. ∆ιὰ γὰρ τοῦτο ἑκατέρωθεν ἔδειξα τὸν κρημνὸν, ἵνα νήφοντες  διανύσωμεν τὴν προκειμένην ἡμῖν ὁδόν. Μὴ γὰρ δὴ τοῦτο μόνον ἐξετάσωμεν,  τὸ, Οὐκ ἐν  τῷ  ἀνθρώπῳ  ἡ ὁδὸς αὐτοῦ· ἀλλὰ  καὶ  τὴν  ἀκολουθίαν ἅπασαν, καὶ ὑπὲρ τίνων εἴρηται, καὶ παρὰ τίνος, καὶ πρὸς τίνα, καὶ διὰ τί, καὶ πότε, καὶ  πῶς.  Οὐ γὰρ  ἀρκεῖ  τὸ  λέγειν,  ὅτι  ἐν  ταῖς  Γραφαῖς γέγραπται,  οὐδὲ  ἁπλῶς παρασπῶντας ῥήματα καὶ σπαράσσοντας τὰ μέλη τοῦ σώματος τῶν  θεοπνεύστων Γραφῶν, ἔρημα καὶ γυμνὰ τῆς οἰκείας αὐτῶν συναφείας λαβόντας, ἐπ' ἐξουσίας καὶ ἀδείας  ἐπηρεάζειν  αὐτοῖς.  Οὕτω γὰρ  πολλὰ  δόγματα  διεφθαρμένα  εἰς  τὸν  βίον εἰσενήνεκται τὸν ἡμέτερον, τοῦ διαβόλου πείθοντος τοὺς ῥᾳθυμοτέρους διεστραμμένως ἀπαγγέλλειν  τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἢ προστιθέντας, ἢ ὑφαιροῦντας ἐπιζοφοῦν τὴν ἀλήθειαν.

Οὐ τοίνυν  ἀρκεῖ τὸ εἰπεῖν,  ὅτι ἐν τῇ Γραφῇ γέγραπται,  ἀλλὰ χρὴ καὶ τὴν ἀκολουθίαν  ἀναγνῶναι   πᾶσαν· ἐπεὶ  εἰ  μέλλοιμεν  διακόπτειν  τὴν  πρὸς  ἄλληλα συνέχειαν αὐτῶν καὶ συγγένειαν, πολλὰ οὕτω τεχθήσεται πονηρὰ δόγματα. Καὶ γὰρ ἐν τῇ Γραφῇ γέγραπται, ὅτι Οὐκ ἔστι Θεὸς, καὶ ὅτι Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν εἰς τέλος, καὶ ὅτι Οὐκ ἐκζητήσει ὁ Θεός. Τί οὖν; εἰπέ μοι· οὐκ ἔστι Θεός; Οὐδὲ ἐφορᾷ τὰ κατὰ γῆν πράγματα; Καὶ τίς τοῦτο ἀνάσχοιτο εἰπεῖν, ἢ ἀκοῦσαι; Καίτοι γε ἐν τῇ Γραφῇ γέγραπται· ἀλλὰ μάθε πῶς γέγραπται. Εἶπε, φησὶν, ἄφρων ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἔστι Θεός. Οὐ τῆς Γραφῆς ἐστιν ἡ γνώμη καὶ ἡ ψῆφος, ἀλλὰ τῆς τοῦ ἄφρονος διανοίας· οὐ τὰ ἑαυτῆς εἶπεν ἡ Γραφὴ, ἀλλὰ τὰ ἑτέρου ἀπήγγειλε. Καὶ πάλιν· Ἕως τίνος παρώξυνεν  ὁ ἀσεβὴς τὸν Θεόν; Εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ, Οὐκ ἐκζητήσει. Ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, τοῦ μὴ βλέπειν  εἰς τέλος. Καὶ ἐνταῦθα πάλιν  ἀσεβοῦς ἀνθρώπου καὶ διεφθαρμένου κρίσιν καὶ ψῆφον  ἐκτίθεται. Οὕτω καὶ ἰατροῖς ἔθος ἐστὶ, τοῖς ὑγιαίνουσι διαλεγομένοις τὰ τῶν παραπαιόντων καὶ ἐξεστηκότων ἁμαρτήματα λέγειν, ἵνα τούτους ἀσφαλεστέρους ἐργάσωνται. Ἐπεὶ οὖν ὑγεία μὲν ψυχῆς εὐσέβεια, νόσος δὲ ἐσχάτη καὶ ἀῤῥωστία τὸ τὸν Θεὸν μὴ εἰδέναι, λέγει τὰ ῥήματα τῶν ἀσεβούντων, οὐχ ἵνα ἀκούωμεν ἁπλῶς, ἀλλ' ἵνα φυλαξώμεθα. Λέγει τί εἶπεν ὁ ἄφρων, ἵνα σὺ γένῃ φρόνιμος, καὶ μὴ δέξῃ τὸ ῥῆμα· λέγει τί εἶπεν ὁ ἀσεβὴς, ἵνα σὺ φύγῃς τὴν ἀσέβειαν. Οὐ μόνον δὲ τῆς ἀκολουθίας ἐκκόπτειν οὐ χρὴ, ἀλλὰ καὶ ὑγιῆ προφέρειν αὐτὰ, καὶ μηδὲν προστιθέναι. Πολλοὶ γοῦν καὶ ἕτερά τινα ἀπὸ  τῶν  Γραφῶν  περιφέρουσι,  διεστραμμένως  ἀναγγέλλοντες.   Γέγραπται  γὰρ, φησὶν, Εἰ πυροῦσαι, γάμησον· οὐδαμοῦ δὲ τοῦτο οὕτως ἐστὶ γεγραμμένον· ἀλλὰ πῶς εἴρηται, σκόπησον· Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμείτωσαν· κρεῖσσον γάρ ἐστι γαμῆσαι, ἢ πυροῦσθαι. Οὐκ ἔστιν οὖν ταὐτὸν, φησὶ, τὸ, εἰ πυροῦσαι, γάμησον; Μάλιστα μὲν, εἰ καὶ ταὐτὸν ἦν τὸ, εἰ πυροῦσαι, γάμησον, οὐκ ἐχρῆν ἀφέντας αὐτοὺς τὴν ὑγιῆ τῆς Γραφῆς ἀπαγγελίαν,  διαστρέφειν,  καὶ  οἰκείοις  ῥήμασι προφέρειν  τὰ  τῆς  Γραφῆς νοήματα·  νυνὶ  δὲ  καὶ  πολὺ  τὸ  μέσον εὑρήσομεν. Ἂν  μὲν  γὰρ  ἁπλῶς  εἴπῃς,  Εἰ πυροῦσαι, γάμησον, πᾶσιν ἔδωκας ἐξουσίαν τοῖς παρθενεύειν προῃρημένοις, ἡνίκα ἂν ὑπὸ ἐπιθυμίας ὀχληθεῖεν,  τὰς πρὸς τὸν Θεὸν διαλῦσαι συνθήκας, καὶ πρὸς τὸν γάμον αὐτομολῆσαι, καὶ τῆς προτέρας ὑποσχέσεως ἐπιλαθέσθαι.

γʹ. Εἰ δὲ μάθοις, τίσιν ὁ Παῦλος διαλέγεται, ὅτι οὐχ ἅπασιν ἁπλῶς, ἀλλὰ τοῖς οὐδέπω γεγενημένοις  ἐν ὑποσχέσεσι, δυνήσῃ ταύτην  τὴν  ἐπιβλαβῆ  καὶ ὀλέθριον ἀνελεῖν   ἐξουσίαν.  Λέγω  γὰρ,  φησὶ,  τοῖς   ἀγάμοις   καὶ  ταῖς   χήραις,   οὐ  ταῖς ὑποσχομέναις χηρείαν, ἀλλὰ ταῖς μήτε τοῦτο, μήτε ἐκεῖνο μηδέπω ψηφισαμέναις, ἀλλ' ἐν μεταιχμίῳ τινὶ τῆς γνώμης ἑκατέρας οὔσαις. Οἷον· ἀπέβαλέ τις ἄνδρα, φησίν· οὔπω κέκρικε παρ' ἑαυτῇ, οὔτε ἐκύρωσεν, εἴτε χηρείαν ἑλέσθαι δέοι, εἴτε δεύτερον ἐπεισαγαγεῖν νυμφίον·  ταύτῃ παραινῶ, φησὶν, ὅτι καλὸν τὸ οὕτως εἶναι· εἰ δὲ μὴ δύναιτο φέρειν τὸ φορτίον, γαμείτω· τὰς μέντοι ἐπιβαλλομένας ἤδη καὶ ἀπογραψαμένας   εἰς  τὴν  τῆς  χηρείας  ὑπομονὴν,   καὶ  πρὸς  τὸν  Θεὸν  θεμένας συνθήκας, οὔ φησι λοιπὸν εἶναι κυρίας τοῦ πρὸς δεύτερον γάμον ἐπανελθεῖν.  ∆ιὰ τοῦτο Τιμοθέῳ γράφων περὶ αὐτῶν, οὕτω πως φησί· Νεωτέρας δὲ χήρας παραιτοῦ. Ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χριστοῦ, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην  πίστιν  ἠθέτησαν. Ὁρᾷς πῶς  αὐτὰς  ἐνταῦθα  κολάζει  καὶ τιμωρεῖται,  καί φησιν  ὑπευθύνους  εἶναι  δίκῃ,  καὶ  κρίματι,  ὅτι  τὰς  πρὸς  τὸν  Θεὸν  συνθήκας ἠθέτησαν, καὶ τὴν ὑπόσχεσιν διεψεύσαντο; Ὥστε ἐκ τούτου δῆλον, ὅτι ἐκεῖνο τὸ ῥητὸν οὐ πρὸς τὰς ὑποσχομένας εἴρηται.∆ιὰ τοῦτο οὐχ ἁπλῶς αὐτὸ χρὴ προφέρειν, ἀλλ' εἰδέναι καὶ τὰ πρόσωπα, πρὸς ἃ   διαλέγονται    αἱ   Γραφαί.     Πάλιν   ἑτέραν   περιφέρουσι   ῥῆσιν,   οὐχὶ διαστρέφοντες αὐτῆς τὴν συνθήκην, ἀλλ' ἕτερον οὐκ ἐγγεγραμμένον προστιθέντες. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου κακουργία, ἢ πλεονασμῷ, ἢ ὑφαιρέσει, ἢ διαστροφῇ, ἢ μεταβολῇ τῶν  κειμένων  τὰ ὀλέθρια εἰσάγειν δόγματα. Τί δὲ τοῦτό ἐστι τὸ ῥῆμα; Ἐμόν ἐστι, φησὶ, τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον· καὶ ᾧ ἐὰν θέλω, δώσω αὐτά. Τούτου τὸ μὲν εἴρηται, τὸ δὲ οὐκ εἴρηται, ἀλλ' ἔξωθέν ποθεν προσέῤῥιπται. Τὸ μὲν γὰρ, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, εἶπεν ὁ προφήτης· τὸ δὲ, ᾧ ἐὰν θέλω, δίδωμι αὐτὰ, οὐκέτι πρόσκειται, ἀλλ' ἐκ τῆς τῶν πολλῶν  ἀμαθίας περιφέρεται. Τίς δὲ καὶ ἐκ τούτου γίνεται βλάβη;
Πολλοὶ μιαροὶ καὶ γόητες καὶ ἀκόλαστοι, καὶ οὐδὲ τὸν ἥλιον τοῦτον ὁρᾷν ἄξιοι, οὔτε ζῇν, οὔτε ἀναπνεῖν, πολλῆς ἀπολαύουσιν εὐπορίας, ἀνατρέποντες πάντα, οἰκίας  χηρῶν  ἁρπάζοντες,  ὀρφανοὺς  λυμαινόμενοι,  τῶν  καταδεεστέρων ἐπαιρόμενοι.  Βουλόμενος  τοίνυν   ὁ  διάβολος  πεῖσαι  τοὺς  ἀνθρώπους,  ὅτι  πᾶς πλοῦτος ἄνωθέν ἐστι καὶ ἐκ τῆς τοῦ Θεοῦ δωρεᾶς, ἵν' ἐκ τούτου πολλὴν βλασφημίαν προστρίψηται τῷ ∆εσπότῃ, ῥῆσιν ἀπὸ τῆς Γραφῆς λαβὼν  τὴν λέγουσαν, Ἐμὸν τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, ἑτέραν τὴν  οὐκ οὖσαν ἐν τῇ Γραφῇ προστέθεικε λέγων· Καὶ ᾧ ἐὰν θέλω, δώσω αὐτά. Ὁ δὲ προφήτης Ἀγγαῖος οὐχ οὕτω φησίν· ἀλλ' ἡνίκα ἐπανῆλθον ἐκ τῆς βαρβάρου γῆς οἱ Ἰουδαῖοι, καὶ τὸν ναὸν ἔμελλον ἀνιστᾷν, καὶ εἰς τὴν προτέραν ἄγειν εὐπρέπειαν, ἐπειδὴ διηπόρουν, πολεμίων περιεστώτων, πενίας οὔσης πολλῆς, οὐδεμιᾶς οὐδαμόθεν εὐπορίας φαινομένης,  βουλομένοις  εἰς χρηστὰς ἀγαγεῖν  αὐτοὺς  ἐλπίδας  καὶ  πεῖσαι θαῤῥεῖν  περὶ  τοῦ  τέλους,  φησὶν  ἐκ προσώπου τοῦ Θεοῦ· Ἐμόν ἐστι τὸ ἀργύριον, καὶ ἐμὸν τὸ χρυσίον, καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην. Καὶ τί τοῦτο πρὸς τὸ προκείμενον; Ὅτι οὐ  δεῖ  ἁπλῶς   τὰς   τῶν   Γραφῶν   ῥήσεις  παραφέρειν,   οὐδὲ  ἐκκόπτοντας   τῆς ἀκολουθίας, οὐδὲ τῆς συγγενείας ἀποσπῶντας, οὐδὲ ἔρημα καὶ γυμνὰ τὰ ῥήματα τῆς τῶν ἑπομένων ἢ προλαβόντων βοηθείας λαμβάνοντας συκοφαντεῖν ἁπλῶς καὶ ἐπηρεάζειν. Πῶς γὰρ οὐκ ἄτοπον, ἐν δικαστηρίῳ μὲν περὶ βιωτικῶν  δικαζομένους πραγμάτων, ἅπαντα εἰς μέσον προτιθέναι τὰ δικαιώματα, καὶ τόπους καὶ καιροὺς καὶ αἰτίας καὶ πρόσωπα καὶ μυρία παράγειν ἕτερα, περὶ δὲ ζωῆς αἰωνίου  προκειμένων ἡμῖν ἀγώνων, ἁπλῶς καὶ ὡς ἔτυχε τὰ ἀπὸ τῶν Γραφῶν παραφέρειν; Καὶ νόμον γὰρ οὐδεὶς ἀναγνώσεται βασιλικὸν ἁπλῶς καὶ ὡς ἔτυχεν, ἀλλ' ἂν μὴ τὸν χρόνον εἴπῃ, καὶ τὸν θέντα ἐπιδείξῃ, καὶ ὑγιῆ καὶ ὁλόκληρον αὐτὸν παράσχηται, κολάζεται καὶ δίκην δίδωσι τὴν ἐσχάτην· ἡμεῖς δὲ οὐκ ἀνθρώπων νόμον, ἀλλὰ τὸν ἄνωθεν ἐκ τῶν οὐρανῶν  ἐνεχθέντα  ἀναγινώσκοντες,  τοσαύτῃ ῥᾳθυμίᾳ χρησόμεθα, ὡς  μέλη  καὶ μέρη παρασπᾷν; Καὶ ποῦ  ταῦτα  ἀπολογίας  ἄξια καὶ  συγγνώμης;  Τάχα πέρα τοῦ μέτρου ἐξέτεινα τὸν λόγον, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἵνα τῆς πονηρᾶς ὑμᾶς ἀπαγάγω συνηθείας. Μὴ τοίνυν  ἀποκάμωμεν,  ἕως ἂν τὸ τέλος εὕρωμεν· διὰ γὰρ τοῦτο ἐγενόμεθα,  οὐχ ἵνα  φάγωμεν  καὶ πίωμεν,  καὶ περιβαλώμεθα,  ἀλλ' ἵνα  φύγωμεν κακίαν, ἑλώμεθα δὲ ἀρετὴν, τῆς θείας ἐπιλαβόμενοι φιλοσοφίας. Ὅτι γὰρ οὐχ ἵνα φάγωμεν  καὶ πίωμεν  ἐγενόμεθα,  ἀλλ' ἐφ' ἑτέροις πολλῷ  μείζοσι καὶ βελτίοσιν, ἄκουσον  τοῦ  Θεοῦ  καὶ  τὴν  αἰτίαν   λέγοντος,   ἐφ'   ᾗ  τὸν  ἄνθρωπον   ἐποίησε. ∆ιαπλάττων γὰρ αὐτὸν, οὕτω πώς φησι· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. δʹ. Ὅμοιοι δὲ Θεοῦ γινόμεθα  οὐκ ἐσθίοντες  καὶ πίνοντες  καὶ περιβαλλόμενοι· Θεὸς γὰρ οὔτε ἐσθίει, οὔτε πίνει, οὔτε περιβάλλεται· ἀλλὰ δικαιοσύνην ἀσκοῦντες, φιλανθρωπίαν  ἐπιδεικνύμενοι, χρηστοὶ καὶ ἐπιεικεῖς ὄντες, τοὺς  πλησίον  ἐλεοῦντες,  πᾶσαν ἀρετὴν  διώκοντες·  ἐπεὶ  τὸ  φαγεῖν  καὶ  τὸ  πιεῖν κοινὸν  πρὸς  τὴν  τῶν  ἀλόγων  φύσιν  ἡμῖν  ἐστι, καὶ  οὐδὲν  ἐκείνων  κατὰ  τοῦτο ἀμείνους ἐσμέν. Ἀλλὰ πόθεν ἡμῶν ἡ ὑπεροχή; Ἐκ τοῦ κατ' εἰκόνα Θεοῦ γενέσθαι καὶ ὁμοίωσιν.  Μὴ  τοίνυν   ἀποκάμωμεν  τοὺς  ὑπὲρ  ἀρετῆς  κινοῦντες   λόγους,  ἀλλ' ἀγαγόντες τὴν προφητικὴν ταύτην ῥῆσιν εἰς μέσον, μετὰ ἀκριβείας αὐτὴν διερευνησώμεθα, καὶ μάθωμεν  τίς ὁ εἰρηκὼς, καὶ ὑπὲρ τίνων,  καὶ πότε, καὶ πρὸς τίνα, καὶ πῶς τῶν πραγμάτων διακειμένων,  καὶ πάντα ἁπλῶς ἐξετάζοντες τὰ πρὸς τὴν εὕρεσιν συντελοῦντα. Ὁ μὲν οὖν εἰρηκὼς Ἱερεμίας ἐστὶν ὁ προφήτης, οὐ μὴν ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ ἑτέρων τὴν ἱκετηρίαν ποιούμενος, ὑπὲρ Ἰουδαίων τῶν ἀγνωμόνων,  τῶν ἀναισθήτων,  τῶν  ἀδιορθώτως  ἐχόντων,  τῶν  ὀφειλόντων   κολασθῆναι  καὶ  τὴν ἐσχάτην ὑπομεῖναι τιμωρίαν, περὶ ὧν φησιν αὐτῷ ὁ Θεός· Μὴ προσεύχου περὶ τοῦ λαοῦ  τούτου,  ὅτι  οὐκ  εἰσακούσομαί  σου· καί  τινες  μέν  φασι  τοῦτο  περὶ  τοῦ Ναβουχοδονόσορ λέγεσθαι· ἐπειδὴ γὰρ ἔμελλεν  ἐπιστρατεύειν  αὐτοῖς ὁ βάρβαρος, καὶ  τὴν  πόλιν  ἀφανίζειν,  καὶ  λαβὼν  αἰχμαλώτους  ἀπιέναι,  βουλόμενος  πεῖσαι πάντας, ὅτι οὐ παρὰ τὴν οἰκείαν ἰσχὺν καὶ δύναμιν  τῆς πόλεως περιγίνεται,  ἀλλὰ παρὰ τὰ τούτων  ἁμαρτήματα, τοῦ Θεοῦ στρατηγοῦντος τὸν πόλεμον, καὶ χειραγωγοῦντος  αὐτὸν  ἐπὶ  τὴν  οἰκείαν  πόλιν,  φησίν·  Οἶδα, Κύριε, ὅτι  οὐχὶ  τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ἡ ὁδὸς αὕτη, φησὶν, ἣν ὁ βάρβαρος βαδίζει νῦν ἐπιστρατεύων ἡμῖν, οὐχὶ παρ' ἑαυτοῦ ἐστιν, οὐδὲ ἐκεῖνος κατώρθωσε τὸν πόλεμον τοῦτον καὶ τὴν νίκην, ἀλλ' εἰ μὴ σὺ παρέδωκας ἡμᾶς ταῖς ἐκείνου χερσὶν, οὐκ ἂν ἐκράτησεν, οὐδὲ περιεγένετο. ∆ιὰ τοῦτο, φησὶ, δέομαι καὶ ἀντιβολῶ, ἐπειδὴ τοῦτο ἔδοξε, μετὰ μέτρου γενέσθαι τὴν τιμωρίαν. Παίδευσον ἡμᾶς, πλὴν ἐν κρίματι, καὶ μὴ ἐν θυμῷ. Ἀλλ' ἐπειδή τινες  πρὸς τοῦτο ἀντιλέγουσι,  καὶ οὐχὶ περὶ τοῦ βαρβάρου φασὶν εἰρῆσθαι, ἀλλὰ  περὶ τῆς κοινῆς  φύσεως τῶν  ἀνθρώπων,  ἀνάγκη  καὶ πρὸς τούτους  ἀπομαχήσασθαι. Τί οὖν  ἐστι  πρὸς  τούτους  εἰπεῖν;  ὅτι  ὑπὲρ  ἀνθρώπων ἡμαρτηκότων ἠξίου, ὑπὲρ ὧν ἐκωλύθη πολλάκις ἀξιοῦν· διὰ τοῦτο τὴν πόλιν παρασκευάζει θρηνῆσαι πρῶτον· ἐπειδὴ γὰρ συνεχῶς ἔλεγε, Μὴ ἀξίου ὑπὲρ αὐτῶν, τὴν δεομένην αὐτὴν τῆς φιλανθρωπίας  καθίησι πρώτην, ἵνα ἐκεῖθεν ἀφορμήν τινα καὶ πρόφασιν  εὔλογον  λάβῃ τῆς πρὸς τὸν  Θεὸν ὑπὲρ αὐτῶν  ἱκετηρίας, καὶ πρὸς αὐτὴν ἀποτείνει τὸν λόγον, καί φησιν· Οὐαὶ τῷ συντρίμματί σου· ἀλγηρὰ ἡ  πληγή  σου. Εἶτα ἐκείνη  φησίν· Ὄντως τοῦτό μου τὸ τραῦμά ἐστιν; ἡ σκηνή μου ὤλετο, αἱ δέῤῥεις μου διεσπάσθησαν, οἱ υἱοί μου καὶ τὰ πρόβατά μου ἐξῆλθεν ἀπ' ἐμοῦ, καὶ οὐκ εἰσίν. Οἱ ποιμένες μου ἠφρονεύσαντο, καὶ τὸν Κύριον οὐκ ἐξεζήτησαν. Φωνὴ ἀκοῆς ἔρχεται καὶ σεισμοῦ μεγάλου ἀπὸ βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν καὶ κοίτην στρουθῶν. Εἶτα ἐπειδὴ ἐτραγῴδησε τὴν οἰκείαν συμφορὰν ἐκείνη, φησί, Κύριε, οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ. Τί οὖν; ἐπειδὴ θρηνεῖ, φησὶ, δόγμα ὀλέθριον εἰσήγαγεν εἰς τὴν οἰκουμένην, τὴν ἐξουσίαν ἡμῶν ἀφαιρούμενος, καὶ λέγων οὐκ ἐφ' ἡμῖν εἶναι τὰ πρακτέα;  Οὐδαμῶς,  ἀλλὰ  καὶ  θρηνῶν   ἀσφαλίζεται.  Εἰπὼν  γὰρ,  ὅτι  Οὐχὶ  τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ, οὐκ ἐσιώπησεν, ἀλλ' ἐπήγαγεν, Οὐδὲ ἄνθρωπος πορεύσεται, καὶ κατορθώσει τὴν πορείαν αὐτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἐφ' ἡμῖν ἐστι τὸ πᾶν, ἀλλὰ τὸ μὲν ἐφ' ἡμῖν, τὸ δὲ ἐπὶ τῷ Θεῷ. Τὸ μὲν γὰρ ἑλέσθαι τὰ κάλλιστα, καὶ βουληθῆναι, καὶ σπουδάσαι, καὶ πάντα ὑπομεῖναι πόνον, τῆς ἡμετέρας ἐστὶ προθέσεως· τὸ δὲ εἰς τέλος ἀγαγεῖν αὐτὰ, καὶ μὴ συγχωρῆσαι διαπεσεῖν, καὶ πρὸς αὐτὸ τὸ πέρας ἐλθεῖν τῶν κατορθωμάτων, τῆς ἄνωθέν ἐστι χάριτος. Ἐμερίσατο γὰρ πρὸς ἡμᾶς τὴν ἀρετὴν ὁ Θεὸς, καὶ οὔτε ἐφ' ἡμῖν ἀφῆκε τὸ πᾶν εἶναι, ἵνα μὴ εἰς ἀπόνοιαν ἐπαιρώμεθα, οὔτε αὐτὸς τὸ πᾶν ἔλαβεν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἀποκλίνωμεν· ἀλλ' ὀλίγον ἀφεὶς ἐπὶ τοῖς ἡμετέροις πόνοις, τὸ πλέον αὐτὸς κατορθοῖ. Ὅτι γὰρ εἰ τὸ πᾶν  ἦν  ἐφ'  ἡμῖν,  πολλοὺς  ἂν  τοῦτο  εἰς  ἀπόνοιαν   ἐπῆρε  καὶ  ἐξετραχήλισεν, ἀκούωμεν   τοῦ   Φαρισαίου,  τί   φησιν,   εἰς   ὅσην   ἀλαζονείαν    ἐπήρετο,   πῶς ἐμεγαληγόρει, καὶ τῆς οἰκουμένης ἁπάσης ἐφρόνησε μείζονα. ∆ιὰ τοῦτο οὐ τὸ πᾶν ἡμῶν ἐποίησεν, ἀλλ' ἀφῆκέ τι ἐφ' ἡμῖν εἶναι, ἵνα εὐπρόσωπον λάβῃ πρόφασιν τοῦ δικαίως ἡμᾶς στεφανοῦν.Καὶ τοῦτο ἐδήλωσε διὰ τῆς παραβολῆς ἐκείνης, καθ' ἥν φησιν, ὅτι περὶ τὴν ἑνδεκάτην ὥραν εὑρὼν ἀνθρώπους, ἔπεμψεν εἰς τὸν ἀμπελῶνα ἐργάζεσθαι. Καίτοι τί ἐν τῇ ἑνδεκάτῃ ὥρᾳ εἰργάσαντο; Ἀλλ' ὅμως ἤρκεσε τῷ Θεῷ καὶ ἡ βραχεῖα τοῦ καιροῦ ῥοπὴ πρὸς τὸ δοῦναι τὸν μισθὸν αὐτοῖς ἀπηρτισμένον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο ἀληθῶς ὁ προφήτης φησὶ, καὶ οὐκ ἀφαιρεῖται τὴν ἐξουσίαν ἡμᾶς, ἀλλὰ περὶ τοῦ τέλους τῶν πραγμάτων ἐνταῦθα φιλοσοφεῖ, ἄκουσον τῆς ἐπαγωγῆς. Εἰπὼν γὰρ, Οὐκ ἐν ἀνθρώπῳ  ἡ ὁδὸς αὐτοῦ, εὐθὺς ἐπιφέρει, Παίδευσον ἡμᾶς, Κύριε, πλὴν  ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ. Εἰ γὰρ μηδὲν ὅλως ἐφ' ἡμῖν ἦν, περιττῶς ἔλεγε, Παίδευσον ἡμᾶς, πλὴν  ἐν κρίσει. εʹ. Τί γὰρ ἂν ἀδικώτερον  τοῦ κολάζεσθαι τοὺς οὐκ ὄντας κυρίους τῶν πρακτέων, καὶ τιμωρίαν ὑπέχειν ἀνθρώπους, ὧν ἡ ὁδὸς καὶ ὁ βίος οὐκ ἐπὶ τῇ αὐτῶν ἐξουσίᾳ κεῖται; Ὥστε ὅταν φαίνηται τὸν Θεὸν παρακαλῶν ὑπὲρ τοῦ μὴ σφοδροτέραν γενέσθαι τὴν τιμωρίαν κατ' αὐτῶν, οὐδὲν ἕτερον ἢ τοῦτο ἐμφαίνει, ὅτι ἄξιοι  τοῦ  κολάζεσθαι  καὶ  τιμωρίαν  ὑπέχειν  εἰσί· τοῦτο  δὲ  οὐδὲν  ἕτερον  ἢ  τὸ αὐτεξούσιον συνίστησιν.Εἰ γὰρ  μὴ κύριοι τῶν  πρακτέων  ἦσαν, οὐχὶ  πραοτέραν  ἔδει  τὴν τιμωρίαν  ἀξιοῦν  αὐτοὺς ὑποσχεῖν, ἀλλὰ μηδὲ ὅλως  κολάζεσθαι· μᾶλλον  δὲ οὐδὲ ἀξιώσεως ἔδει· ὁ γὰρ Θεὸς οὐ δεῖται τοῦ παρακαλοῦντος αὐτὸν, ὥστε μὴ κολάσαι τοὺς ἀνευθύνους. Καὶ τί λέγω, ὁ Θεὸς, ὅπου γε οὐδὲ ἄνθρωπος νοῦν ἔχων; Ὅταν οὖν φαίνηται  παρακαλῶν ὁ προφήτης ὑπὲρ Ἰουδαίων, ὡς ὑπὲρ ἡμαρτηκότων  εὔδηλον ὅτι παρακαλεῖ· ἁμαρτία δὲ τότε φαίνεται, ὅταν ἡμεῖς, ὄντες κύριοι τοῦ μὴ παραβῆναι τὸν νόμον, παραβαίνωμεν. Ὥστε πάντοθεν δῆλον ἡμῖν, ὅτι καὶ ἐφ' ἡμῖν καὶ ἐπὶ τῷ Θεῷ τὰ ἡμέτερα κεῖται κατορθώματα. Τοιοῦτόν ἐστι καὶ τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Καὶ τίνος ἕνεκεν τρέχω; φησί· τίνος δὲ ἕνεκεν  θέλω,  εἰ μὴ τὸ πᾶν  ἐν  ἐμοὶ κεῖται; Ἵνα  διὰ τοῦ θέλειν  καὶ τοῦ τρέχειν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν ῥοπὴν καὶ τὴν εὔνοιαν, ὥστε συμπρᾶξαι καὶ χεῖρα ὀρέξαι καὶ πρὸς τὸ τέλος ἀγαγεῖν. Ἐὰν γὰρ ἀνέλῃς τοῦτο, καὶ παύσῃ τρέχων καὶ θέλων, οὔτε ὁ Θεὸς ὀρέξει χεῖρα, ἀλλ'  ἀποστήσεται καὶ αὐτός. Πόθεν τοῦτο δῆλον;  Ἄκουσον τί φησι  τῇ  Ἱερουσαλήμ.  Ποσάκις ἠθέλησα  ἐπισυναγαγεῖν   τὰ  τέκνα  σου, καὶ  οὐκ ἠθελήσατε; Ἰδοὺ, ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς, ἐπειδὴ οὐκ ἠθέλησαν, πῶς ἀπέστη καὶ ὁ Θεός; ∆ιὰ τοῦτο χρεία ἡμῖν καὶ τοῦ θέλειν καὶ τοῦ τρέχειν, ἵνα καὶ τὸν Θεὸν ἐπισπασώμεθα. Τοῦτο οὖν φησι καὶ ὁ προφήτης, ὅτι τὸ κατορθῶσαι οὐκ ἐν ἡμῖν,  ἀλλ' ἐν  τῇ  τοῦ  Θεοῦ βοηθείᾳ· τὸ  δὲ  ἑλέσθαι  ἐν  ἡμῖν  καὶ  ἐν  τῇ  ἡμετέρᾳ προαιρέσει. Οὐκοῦν εἰ  ἐν  τῇ  τοῦ  Θεοῦ βοηθείᾳ  τὸ  κατορθῶσαι,  φησὶ,  κἂν  μὴ κατορθώσω, οὐδεμίαν ἂν εἴην δίκαιος ὑπομένειν αἰτίαν· ὅταν γὰρ τὰ παρ' ἐμαυτοῦ  παράσχω πάντα, καὶ θελήσω, καὶ προέλωμαι, καὶ τῶν πραγμάτων ἅψωμαι, ὁ δὲ τοῦ τέλους κύριος ὢν μὴ συμπράξῃ, μηδὲ χεῖρα ὀρέξῃ, παντὸς ἀπήλλαγμαι ἐγκλήματος. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἀμήχανον γὰρ, θελησάντων ἡμῶν καὶ προελομένων καὶ βουληθέντων, τὸν Θεὸν ἐγκαταλιπεῖν.Εἰ γὰρ τοῖς  μὴ βουλομένοις  παραινεῖ  καὶ συμβουλεύει, ἵνα  θελήσωσι καὶ βουληθῶσι, πολλῷ μᾶλλον τοὺς αἱρουμένους οὐκ ἐγκαταλιμπάνει.  Ἐμβλέψατε γὰρ, φησὶ, εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε. Τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε ταῖς ἐντολαῖς αὐτοῦ, καὶ ὑπερεῖδεν αὐτόν; Καὶ πάλιν ὁ Παῦλός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ἡ ἐλπὶς ἡ εἰς τὸν Θεόν. Ἀμήχανον γὰρ τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοίᾳ  ἐπὶ τὸν  Θεὸν ἐλπίζοντα,  καὶ τὰ παρ' ἑαυτοῦ πάντα  εἰσφέροντα. Καὶ πάλιν, Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύ  νασθε,ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. ∆ιὰ τοῦτο  παραινεῖ  σοφός  τις  ἀνὴρ,  λέγων·  Τέκνον,  εἰ  προσέρχῃ δουλεύειν  Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς. Κολλήθητι αὐτῷ, καὶ μὴ ἀποστῇς. Καὶ ἕτερος παραινεῖ λόγος· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Ταῦτα δὲ πάντα κανόνες  εἰσὶ καὶ ὅροι καὶ δόγματα ἀκίνητα· καὶ δεῖ τοῦτο πεπηγέναι ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ, ὅτι ἀμήχανόν τινα σπουδῇ χρώμενον καὶ μεριμνῶντα  ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, καὶ τὰ παρ' ἑαυτοῦ πάντα ἐπιδεικνύμενον, ἐγκαταλειφθῆναί  ποτε παρὰ τοῦ Θεοῦ. Οὐκ ἀκούεις τί φησι πρὸς τὸν Πέτρον; Σίμων, Σίμων, ποσάκις ᾐτήσατο ὁ Σατανᾶς σινιάσαι ὑμᾶς ὡς τὸν σῖτον, κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Ὅταν μὲν γὰρ ἴδῃ τὸν φόρτον μείζω τῆς ἡμετέρας δυνάμεως ὄντα, ὀρέγει χεῖρα, καὶ ἐπικουφίζει τὸν πειρασμόν· ὅταν δὲ ἴδῃ ἐξ οἰκείας ῥᾳθυμίας καὶ ὀλιγωρίας  τὴν οἰκείαν  προδιδόντας  σωτηρίαν, καὶ μὴ βουλομένους σωθῆναι, ἀφίησι καὶ ἐγκαταλιμπάνει. Οὐ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, καὶ ὅπερ ἐπὶ τῆς  διδασκαλίας  ἐποίει,  τοῦτο  καὶ  ἐνταῦθα  γίνεται.  Καθάπερ γὰρ  ἐκεῖ  τοὺς  μὴ θέλοντας ἀκούειν, ἀλλ' ἀποπηδῶντας, οὐχ εἷλκεν, οὐδὲ ἐβιάζετο, τοῖς δὲ προσέχουσι διέλυσε τὰ ἀσαφῆ, καὶ τὰ αἰνίγματα ἐποίει φανερά· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων· τοὺς μὲν  ἀναλγήτους  καὶ οὐκ ἐθέλοντας  οὐκ ἀναγκάζει,  οὐδὲ βιάζεται, τοὺς δὲ προαιρουμένους ἐπισπᾶται μετὰ πολλῆς τῆς σφοδρότητος. ∆ιὰ τοῦτο καὶ ὁ Πέτρος φησίν· Ἐπ' ἀληθείας καταλαμβάνομαι, ὅτι ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν Θεὸν, καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.Καὶ ὁ προφήτης αὐτὸ τοῦτο παραινεῖ λέγων· Ἐὰν θέλητε, καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Ταῦτα οὖν εἰδότες, καὶ ὅτι καὶ τὸ θέλειν καὶ τὸ τρέχειν ἐν ἡμῖν ἐστι, καὶ  διὰ  τοῦ  θέλειν  καὶ  τοῦ  τρέχειν  τὸν  Θεὸν ἐπισπώμεθα  πρὸς  τὴν  ἡμετέραν βοήθειαν, ἐπισπασάμενοι δὲ αὐτὸν, πρὸς τὸ τέλος ἥξομεν τῶν πραγμάτων· διαναστῶμεν, ἀγαπητοὶ, καὶ πᾶσαν σπουδὴν ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς  ἡμετέρας,  ἵνα  μικρὸν  ἐνταῦθα  πονήσαντες  χρόνον,  κατὰ  τὸν  ἀγήρω  καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων ἀπολαύσωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/
.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |