ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μετὰ τὰς Καλάνδας τὰ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων,

Τετάρτη 1 Ιουνίου 2016

Μετὰ τὰς Καλάνδας τὰ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων,




Ιωάννης Χρυσόστομος
Τόμος 48


Μετὰ τὰς Καλάνδας τὰ ἑξῆς ἐν Ἀντιοχείᾳ λεχθεὶς κατὰ μεθυόντων, καὶ περὶ τῶν εἰς καπηλεῖα εἰσιόντων καὶ εἰς τὴν πόλιν χορείας τελούντων, καὶ ὅτι τὸν διδάσκαλον οὐ χρὴ ἀπογινώσκειν τῶν μαθητῶν, κἂν πρὸς τὸ παρὸν πείθωνται, καὶ εἰς τὸν πτωχὸν Λάζαρον καὶ τὸν πλούσιον


1.Λόγος Πρῶτος


α’. Τὴν ἐχθὲς ἡμέραν, ἑορτὴν οὖσαν Σατανικήν, ἐποιήσατε ὑμεῖς ἑορτὴν πνευματικήν, μετὰ πολλῆς τῆς εὐνοίας τοὺς παρ’ ἡμῶν δεξάμενοι λόγους, καὶ τὸ πλέον ἐνταῦθα τῆς ἡμέρας διατρίψαντες, καὶ μέθην μεθυσθέντες σωφροσύνης γέμουσαν, καὶ μετὰ τοῦ Παύλου χορεύσαντες. Διπλοῦν τοίνυν οὕτω τὸ κέρδος ὑμῖν γέγονεν, ὅτι καὶ τῆς ἀτάκτου τῶν μεθυόντων ἀπηλλάγητε χορείας, καὶ σκιρτήματα ἐσκιρτήσατε πνευματικά, πολλὴν εὐταξίαν ἔχοντα· καὶ μετέσχετε κρατῆρος, οὐκ ἄκρατον ἐκχέοντος, ἀλλὰ διδασκαλίας πεπληρωμένου πνευματικῆς· καὶ αὐλὸς ἐγίνεσθε καὶ κιθάρα τῷ Πνεύματι τῷ ἁγίῳ· καὶ τῶν ἄλλων τῷ διαβόλῳ χορευόντων, ἡμεῖς ὄργανα καὶ σκεύη πνευματικὰ κατασκευάσαντες ἑαυτούς, διὰ τῆς ἐνταῦθα διατριβῆς, ἐδώκατε τῷ Πνεύματι κροῦσαι τὰς ὑμετέρας ψυχάς, καὶ τὴν παρ’ ἑαυτοῦ χάριν ἐμπνεύσαι ταῖς ὑμετέραις καρδίαις· ὅθεν καὶ παναρμόνιον ἠχήσατε μέλος, οὐκ ἀνθρώπους μόνον, ἀλλὰ καὶ τὰς ἄνω δυνάμεις εὐφραῖνον.


Φέρε οὖν καὶ σήμερον μετὰ μέθης ὁπλίσωμεν τὴν γλῶσσαν, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα καταβάλωμεν βίον· κατηγορήσωμεν τῶν ἐν αὐτῇ διημερευόντων, οὐχ ἵνα αὐτοὺς καταισχύνωμεν, ἀλλ’ ἵνα αὐτοὺς αἰσχύνης ἀπαλλάξωμεν· οὐχ ἵνα αὐτοὺς ὀνειδίσωμεν, ἀλλ’ ἵνα αὐτοὺς διορθωσώμεθα· οὖν ἵνα αὐτοὺς ἐκπομπεύσωμεν, ἀλλ’ ἵνα πομπῆς ἀσχήμονος ἀπαγάγωμεν, καὶ τῶν τοῦ διαβόλου χειρῶν ἐξαρπάσωμεν· ὁ γὰρ ἐν μέθη διημερεύων καὶ τρυφῇ καὶ ἀδηφαγίᾳ, ὑπ’ αὐτὴν τοῦ διαβόλου τυραννίδα γεγένηται. Καὶ γένοιτο μὲν τι πλέον γενέσθαι ἐκ τῶν ἡμετέρων ῥημάτων· ἂν δ’ ἄρα τοῖς αὐτοῖς ἐπιμένωσι καὶ μετὰ τὴν παραίνεσιν, οὐδὲ οὕτως ἡμεῖς ἀποστησόμεθα τῆς πρὸς αὐτοὺς συμβουλῆς· καὶ γὰρ αἱ κρῆναι, κἂν μηδεὶς ἀρύηται, ἀναβλύζουσι, καὶ οἱ ποταμοί, κἂν μηδεὶς πίνῃ τρέχουσι. Δεῖ τοίνυν καὶ τὸν λέγοντα, κἂν μηδεὶς προσέχῃ τὰ παρ’ ἑαυτοῦ πάντα πληροῦν.
Καὶ γὰρ νόμος ἡμῖν τοῖς τὴν τοῦ λόγου διακονίαν ἐγκεχειρισμένοις παρὰ τοῦ φιλανθρώπου κεῖται Θεοῦ, μηδέποτε τὰ παρ’ ἑαυτῶν ἐλλιμπάνειν, μηδὲ σιγᾷν, κἂν ἀκούῃ τις, κἂν παρατρέχῃ. Ὁ γοῦν Ἱερεμίας, ἐπειδὴ πολλὰ τοῖς Ἰουδαίοις ἀπειλῶν, καὶ ἃ μέλλοντα προαναφωνῶν δεινά, παρὰ τῶν ἀκουόντων ἐκωμῳδεῖτο, καὶ δι’ ὅλης ἐγελᾶτο τῆς ἡμέρας, ἐβουλεύσατό ποτε τῆς προφητείας ἀποστῆναι ἐκείνης, ἀνθρώπινόν τι παθῶν, καὶ τὰ σκώμματα καὶ τὰς λοιδορίας οὐκ ἐνεγκών. Καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος δι’ ὧν φησιν· «Ἐγενόμην εἰς γέλωτα ὅλην τὴν ἡμέραν»· εἶπον· «οὐ μὴ λαλήσω, οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου. Καὶ ἐγένετο ἐν ἐμοὶ ὡς πῦρ καιόμενον καὶ φλεγμαῖνον ἐν τοῖς ὀστέοις μού· παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν». Ὁ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἐβουλευσάμην ἀποστῆναι τῆς προφητείας, φησίν, ἐπειδὴ οὐκ ἤκουον οἱ Ἰουδαῖοι· καὶ ἅμα τοῦτο ἐβουλευσάμην, καθάπερ πῦρ εἰς τὴν ψυχὴν ἐνέπεσε τὴν ἐμὴν ἡ τοῦ πνεύματος ἐνέργεια, καὶ πάντα τὰ ἔνδον κατέφλεγεν, ἐπιδαπανῶσά μου τὰ ὀστᾶ, καὶ κατεσθίουσα οὕτως, ὡς μὴ δύνασθαί με ἐνεγκεῖν τὸν ἐμπρησμὸν ἐκεῖνον. Εἰ δὲ ὁ γελώμενος καὶ χλευαζόμενος ἐκεῖνος καὶ καθ’ ἑκάστην λοιδορούμενος τὴν ἡμέραν, ἐπειδὴ ἐβουλεύσατο σιγῆσαι, τοσαύτην ὑπέστη τιμωρίαν, τινὸς ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, τοιοῦτον μὲν οὐδέπω παθόντες οὐδέν, διὰ δὲ τὴν ῥαθυμίαν τινῶν μικροψυχήσαντες, καὶ τῆς διδασκαλίας ἀποστάντες τῆς πρὸς ἐκείνους, καὶ μάλιστα, ὄτα τοσοῦτοι οἱ προσέχοντες ὦσι;


β’. Ταῦτα δὲ λέγω, οὐκ ἐμαυτὸν παραμυθούμενος, οὐδὲ παρακαλῶν· καὶ γὰρ πέπεικα τὴν ἐμαυτοῦ ψυχήν, ἕως ἂν ἐμπνέω, καὶ δοκῇ τῷ Θεῷ κατὰ τὸν παρόντα βίον ἡμᾶς εἶναι, ταύτην πληροῦν τὴν διακονίαν, καὶ ἂν τε προσεχῃ τις, ἂν τε μὴ προσέχῃ, τὸ ἐπιταχθὲν ποιεῖν· ἀλλ’ ἐπειδὴ τινὲς εἰσιν οἱ τὰς τῶν πολλῶν ἐκλύοντες χεῖρας, καὶ πρὸς τῷ μηδὲν αὐτοὺς χρήσιμον εἰς τὸν βίον εἰσφέρειν τὸν ἡμέτερον, καὶ τὴν ἑτέρων παραλύοντες σπουδήν, χλευάζοντες καὶ διακωμῳδοῦντες, καὶ λέγοντες· ἀπόστηθι συμβουλεύων, παῦσαι παραινῶν· οὐ βούλονταί σοι προσέχειν, μηδὲν κοινὸν ἔχε πρὸς αὐτούς· ἐπειδὴ τινὲς εἰσι ταῦτα λέγοντες, τὴν πονηρὰν καὶ ἀπάνθρωπον ταύτην γνώμην καὶ διαβολικὴν ἐπιβουλὴν τῆς ψυχῆς τῶν πολλῶν ἐκκόψαι βουλόμενος, μακρότερον τοῦτον ποιῶ τὸν λόγον. Καὶ γὰρ καὶ χθὲς οἶδα πολλοὺς εἰρηκότας ταῦτα τὰ ῥήματα, οἵ, ἐπειδὰν τινας εἶδον ἐν καπηλείῳ διατρίψαντας, γελῶντες καὶ χλευάζοντες ἔλεγον· πάνυ γε γὰρ ἐπείσθησαν· ὅλως οὐδεὶς εἰς καπηλεῖον εἰσῆλθε· ἅπαντες ἐσωφρόνησαν.
Τὶ λέγεις ἄνθρωπε; Τοῦτο γὰρ ὑπεσχόμεθα πάντας ἐν μιᾷ σαγηνεύειν ἡμέρα; Εἰ γὰρ δέκα μόνον ἐπείσθησαν, εἰ γὰρ πέντε μόνον, εἰ γὰρ εἷς, οὐχ ἱκανὸν εἰς παραμυθίαν; Ἐγὼ δὲ καὶ ὑπερβολὴν ἑτέραν ποιοῦμαι. Κείσθω μηδένα πεπεῖσθαι τοῖς ἡμετέροις λόγοις, ὅπερ ἀδύνατον εἰς τοσαύτας ἀκοὰς σπειρόμενον λόγον ἄκαρπον γενέσθαι ποτέ· πλὴν ἀλλὰ κείσθω τοῦτο αὐτό· οὐδὲ οὕτως ἀκερδὴς ἡμῖν ὁ λόγος.
Εἰ γὰρ καὶ εἰσῆλθον εἰς καπηλεῖον, ἀλλ’ οὐ μετὰ τῆς αὐτῆς ἀναισχυντίας εἰσῆλθον, ἀλλὰ καὶ ἐπὶ τῆς τραπέζης πολλάκις τῶν ἡμετέρων ἐμνήσθησαν λόγων, τῆς ἐπιτιμήσεως, τῆς ἐπιπλήξεως, καὶ μνησθέντες ᾐσχύνθησαν, ἠρυθρίασαν κατὰ διάνοιαν· οὐ μετὰ τοσαύτης ἰταμότητος τὰ εἰωθότα ἔπραξαν. Τοῦτο δὲ ἀρχὴ σωτηρίας καὶ μεταβολῆς ἀρίστης, τὸ ὅλως αἰσχυνθῆναι, τὸ ὅλως καταγνῶναι τῶν γινομένων. Πρὸς τούτοις δὲ οὐκ ἔλαττον καὶ ἕτερον ἡμῖν ἐκ τούτου γεγένηται κέρδος; Ποῖον δὴ τοῦτο; Τὸ καὶ τοὺς σωφρονοῦντας σεμνοτέρους ποιῆσαι, καὶ πεῖσαι διὰ τῶν εἰρημένων ὅτι ἄριστα πάντων εἰσὶ βεβουλευμένοι, μὴ συναπαγόμενοι τοῖς πολλοῖς. Οὐκ ἀνέστησα τοὺς νοσοῦντας, ἀλλὰ τοὺς ὑγιεῖς ἀσφαλεστέρους ἐποίησα· οὐκ ἀπήγαγέ τινας τῆς κακίας ὁ λόγος; Ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας ἀκριβεστέρους εἰργάσατο. Εἴπω τι καὶ πρὸς τούτοις τρίτον. Οὐκ ἔπεισα σήμερον; Ἀλλ’ αὔριον ἴσῳ δυνήσομαι πεῖσαι. Ἀλλ’ οὐδὲ αὔριον; Ἀλλὰ μετὰ τὴν αὔριον, ἢ καὶ μετ’ ἐκείνην ἴσως. Ὁ σήμερον ἀκούσας καὶ διακρουσάμενος, αὔριον ἴσως ἀκούσεται καὶ καταδέξεται· ὁ δὲ σήμερον καὶ αὔριον καταφρονήσας, μετὰ πλείους ἴσως ἡμέρας προσέξει τοῖς λεγομένοις. Καὶ γὰρ καὶ ἁλιεὺς πολλάκις δι’ ὅλης τῆς ἡμέρας κενὸν ἀνασπάσας τὸ δίκτυον, ἐν ἑσπέρα πολλάκις ἀναχωρεῖν μέλλων, τὸν δι’ ὅλης αὐτὸν τῆς ἡμέρας διαφυγόντα ἰχθὺν ἁλιεύσας ἀπῆλθεν. Εἰ δὲ μέλλοιμεν διὰ τὰς ἀεὶ γινομένας ἀποτυχίας ἐν ἀργίᾳ εἶναι, καὶ τῶν πραγμάτων ἀφίστασθαι πάντων, ἅπας ἡμῖν ὁ βίος ἀπολεῖται· καὶ οὐχὶ τὰ πνευματικὰ μόνον, ἀλλὰ καὶ τὰ βιωτικὰ οἰχήσεται πάντα. Καὶ γὰρ ὁ γεωργός, εἰ μέλλοι διὰ τὰς ἅπαξ καὶ δὶς καὶ πολλάκις γινομένας τῶν ἀέρων ἀνωμαλίας τῆς γεωργίας ἀποπηδᾶν, λιμῷ ταχέως ἀπολούμεθα πάντες. Καὶ κυβερνήτης δέ, εἰ διὰ τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις συμβάντα χειμῶνα φύγοι τὴν θάλατταν, ἄπλωτον ἡμῖν ἔσται τὸ πέλαγος, καὶ ἄχρηστος καὶ ἐντεῦθεν ἡμῖν ὁ βίος πάλιν γενήσεται. Καθ’ ἑκάστην δὲ τέχνην ἐπιών, εἰ ταῦτα παραινοίης καὶ συμβουλεύοις, πάντα ἄρδην ἀπολεῖται καὶ ἀοίκητος ἔσται ἡ γῆ. Ἅπερ οὖν ἅπαντες εἰδότες, κἂν ἅπαξ, κἂν δίς, κἂν πολλάκις ἀποτύχωσι τοῦ τέλους τῶν πραγμάτων, ἐν οἷς εἰσι καὶ διατρίβουσι, πάλιν αὐτῶν ἐπιλαμβάνονται μετὰ τῆς αὐτῆς προθυμίας.


γ’. Ἅπερ ἅπαντα δὴ καὶ ἡμεῖς εἰδότες, ἀγαπητοί, μή, παρακαλῶ, μὴ ταῦτα φθεγγώμεθα, μηδὲ λέγωμεν· τὶ δεῖ λόγων ἡμῖν τοσούτων; Οὐδὲν ἐκ τῶν λόγων οὕτων ὄφελος γίνεται. Καὶ γὰρ ὁ γηπόνος ἅπαξ καὶ δὶς καὶ πολλάκις τὴν αὐτὴν σπείρας ἄρουραν, καὶ ἀποτυχὼν τοῦ κέρδους, πάλιν αὐτὴν εἰργάσατο, καὶ ἐν ἑνὶ πολλάκις ἐνιαυτῷ τοῦ παντὸς χρόνου τὴν ζημίαν ἀνέσωσε. Καὶ ἔμπορος δὲ ναυάγια πολλὰ πολλάκις ὑπομείνας, οὐκ ἀπέστη τοῦ λιμένος, ἀλλὰ καὶ πλοῖον καθείλκυσε, καὶ ναύτας ἐμισθώσατο καὶ χρήματα δανεισάμενος τῶν αὐτῶν ἥψατο πραγμάτων, καίτοι τοῦ μέλλοντος ὁμοίως ὄντος ἀδήλου. Καὶ ἕκαστος δὲ τῶν ὁτιοῦν μετιόντων οὕτω ποιεῖ εἰώθασιν, ὥσπερ ὁ γεωργὸς καὶ ὁ ἔμπορος. Εἶτα ἐκεῖνοι μὲν τοσαύτῃ χρῶνται πρὸς τὰ βιωτικὰ σπουδῇ, καίτοι τοῦ τέλους ὄντος ἀδήλου, ἡμεῖς δέ, ἂν εἰπόντες μὴ ἀκουσθῶμεν, εὐθέως ἀποστησόμεθα; Καὶ ποίαν ἕξομεν συγγνώμην; Τίνα δὲ ἀπολογίαν; Καίτοι ἐκείνοις μὲν ἐν ταῖς ἀποτυχίαις οὐδεὶς ἐστιν ὁ τὴν ζημίαν παραμυθησόμενος, οἷον ἐὰν ἐπικλύσῃ τὸ πλοῖον ἡ θάλασσα, οὐδεὶς τὴν πενίαν τοῦ ναυαγοῦντος διορθώσεται· ἂν κατάχωση τὴν ἄρουραν ἐπομβρία, καὶ ἀποπνίξῃ τὰ σπέρματα, ἀνάγκη κεναῖς τὸν γεωργὸν οἴκαδε ἀναχωρῆσαι χερσίν. Ἐφ’ ἡμῶν δὲ τῶν λεγόντων καὶ παραινούντων οὐχ οὕτως.
Ἀλλὰ κἂν καταβάλῃς τὰ σπέρματα, καὶ ὁ ἀκροατὴς μὴ δέξηται, μηδὲ ἐνέγκῃ τὸν καρπὸν τῆς ὑπακοῆς, σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον παρὰ τοῦ Θεοῦ τῆς συμβουλῆς, καὶ τοσαύτην ἀπολήψῃ τὴν ἀμοιβήν, καὶ παρακούσαντος ἐκείνου, ὅσην ἔλαβες ἄν, εἰ ὑπήκουσε· τὸ γὰρ σαυτοῦ πᾶν ἐπλήρωσας. Τοῦ μὴ πεῖσαι τοὺς ἀκούοντας οὐκ ἐσμὲν ὑπεύθυνοι, ἀλλὰ τοῦ συμβουλεῦσαι μόνον· τὸ μὲν γὰρ παραινέσαι ἡμέτερον, τὸ δὲ πεισθῆναι ἐκείνων. Καὶ καθάπερ ἂν ἡμῶν μὴ παραινεσάντων μυρία κατορθώσωσιν ἐκεῖνοι, μόνοις αὐτοῖς ἅπας ὁ μισθὸς κείσεται, ἡμῖν δὲ οὐδὲν ἔσται τὸ κέρδος, ἐπειδὴ μὴ συνεβουλεύσαμεν· οὕτως ἂν ἡμῶν παραινεσάντων ἐκεῖνοι μὴ προσέχωσιν, ἅπασα αὐτοὺς ἡ τιμωρία καταλήψεται, ἡμῖν δὲ οὐδὲν ἔσται ἔγκλημα, ἀλλὰ καὶ πολὺς ὁ μισθὸς ἀπαντήσεται παρὰ τοῦ Θεοῦ· τὸ γὰρ ἡμῶν ἅπαν ἐπληρώσαμεν. Καταβαλεῖν μόνον κελευόμεθα τὰ ἀργύρια ἐπὶ τοὺς τραπεζίτας, εἰπεῖν καὶ συμβουλεῦσαι. Εἶπε τοίνυν, καὶ παραίνεσον τῷ ἀδελφῷ. Ἀλλ’ οὐκ ἤκουσεν; Ἀλλὰ σὺ τὸν μισθὸν ἔχεις ἀπηρτισμένον, μόνον ἂν ἀεὶ τοῦτο ποιῇς, ἂν μηδέποτε ἀποστῇς, ἕως ἂν πείσῃς, ἕως ἂν ἐμπνέῃς. Πέρας ἔστω τῆς συμβουλῆς ἡ ὑπακοὴ τοῦ τὴν παραίνεσιν ὑποδεχομένου. Ὁ διάβολος κατὰ τῆς σωτηρίας ἀεὶ τρέχει τῆς ἡμετέρας, οὐδὲν αὐτὸς κερδαίνων, ἀλλὰ καὶ τὰ μέγιστα βλαπτόμενος ἀπὸ τῆς σπουδῆς· ἀλλ’ ὅμως τοσαύτην ἔχει μανίαν, ὡς καὶ πολλάκις ἀδυνατοῖς ἐπιχειρεῖν πράγμασι, καὶ ἐπιθέσθαι μὴ μόνον ἐκείνοις, οὓς προσδοκᾷ πάντως ὑποσκελίζειν καὶ περιτρέπειν, ἀλλὰ καὶ οὓς εἰκὸς περιέσεσθαι τῶν μηχανημάτων αὐτοῦ. Τὸν γοῦν Ἰὼβ ἀκούων ἐπαινούμενον παρὰ τοῦ τὰ ἀπόῤῥητα πάντα εἰδότος Θεοῦ, προσεδόκησε δυνήσεσθαι καὶ περιτρέπειν· καὶ οὐκ ἀπέστη πάντα κινῶν καὶ μηχανώμενος ὁ δόλιος, ὥστε ὑποσκελίσαι τὸν ἄνθρωπον· καὶ οὐκ ἐγίνωσκεν ὁ μιαρὸς καὶ παμπόνηρος δαίμων ἐκεῖνος, καίτοι τοῦ Θεοῦ τοσαύτην τῷ δικαίῳ ψηφισαμένου τὴν ἀρετήν. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐρυθριάζομεν, εἰπὲ μοι, εἰ, τοῦ διαβόλου μηδέποτε ἀπογινώσκοντος τῆς ἀπωλείας ἡμῶν, ἀλλ’ ἀεὶ προσδοκῶντος αὐτήν, αὐτοὶ τῆς τῶν ἀδελφῶν ἀπογνωσόμεθα σωτηρίας; Καίτοι ἐκεῖνον μὲν καὶ πρὸ τῆς πείρας ἀποστῆναι τῶν παλαισμάτων ἔδει· Θεὸς γὰρ ἦν ὁ μαρτύρων τῷ δικαίῳ τὴν ἀρετήν· ἀλλ’ ὅμως οὐκ ἀπέστη, ἀλλ’ ὑπὸ πολλῆς μανίας τῆς καθ’ ἡμῶν καὶ μετὰ τὴν τοῦ Θεοῦ μαρτυρίαν ἤλπισε περιέσθαι τοῦ γενναίου τότε ἐκείνου. Ἡμᾶς δὲ οὐδὲν ἐστι τοιοῦτον τὸ ποιοῦν εἰς ἀπόγνωσιν ἐμπίπτειν, καὶ ὅμως ἀφιστάμεθα. Καὶ ὁ μὲν διάβολος, καίτοι τοῦ Θεοῦ κωλύοντος, οὐκ ἀναχώρει τῆς καθ’ ἡμῶν μάχης· σὺ δέ, τοῦ Θεοῦ προτρέποντός σε καὶ διεγείροντος εἰς τὴν ἀντίληψιν τῶν πεπτωκότων, ἀποπηδᾷς; Ἤκουσεν ὁ διάβολος τοῦ Θεοῦ λέγοντος; «Ἄνθρωπος δίκαιος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος», καὶ ὅτι οὐδεὶς ἐστι τοιοῦτος τῶν ἐπὶ τῆς γῆς· καὶ μετὰ τοσαύτας καὶ τοιαύτας ψήφους ἐνέμεινεν ὅμως λέγων· μήποτε τῇ συνεχείᾳ καὶ τῷ μεγέθει τῶν ἐπαγομένων αὐτῷ κακῶν δυνηθῶ αὐτοῦ περιγίνεσθαι, καὶ τὸν μέγαν τοῦτον καθελεῖν πύργον;


δ’. Τὶς οὖν ἡμῖν ἔσται συγγνώμη, ἀγαπητοί, τὶς δὲ ἀπολογίᾳ, εἰ τοσαύτῃ τοῦ πονηροῦ δαίμονος καθ’ ἡμῶν κεχρημένου μανίᾳ, ἡμεῖς μηδὲ τὸ πολλοστὸν τῆς τοσαύτης σπουδῆς εἰς τὴν σωτηρίαν τῶν ἡμετέρων ἀδελφῶν εἰσενέγκοιμεν, καὶ ταῦτα τὸν Θεὸν σύμμαχον ἔχοντες; Ὅταν γοῦν ἴδῃς σκληρὸν καὶ ἀπηνῆ τὸν ἀδελφόν, καὶ μὴ προσέχοντά σοι, λέγε πρὸς σεαυτόν· μήποτε τῷ χρόνῳ δυνηθῶμεν πεῖσαι; Οὕτω καὶ Παῦλος ἐκέλευσε ποιεῖν· «Δοῦλον δὲ Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλ’ ἤπιον εἶναι πρὸς πάντας, ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας». Οὐχ ὁρᾷς τοὺς πατέρας, πῶς πολλάκις τῶν υἱῶν αὐτοὶ ἀπεγνωσμένων, παρακάθηνται δακρύοντες, θρηνοῦντες, καταφιλοῦντες, τὰ παρ’ ἑαυτῶν εἰσφέροντες ἅπαντα ἕως ἐσχάτης ἀναπνοῆς; Τοῦτο καὶ σὺ περὶ τὸν ἀδελφὸν ποίησον. Καίτοι ἐκεῖνοι μὲν ἀπὸ τῶν θρήνων καὶ τῶν δακρύων οὔτε τὴν ἀῤῥωστίαν ἀπελάσαι, οὔτε τὸν θάνατον ἐπελθόντα ἀποκρούσασθαι δύνανται· σὺ δὲ ψυχὴν ἀπογνωσθεῖσαν τῇ καρτερίᾳ καὶ τῇ προσεδρίᾳ δυνήσῃ πολλάκις διὰ τῶν θρήνων καὶ τῶν δακρύων ἐπισπᾶσθαι καὶ ἀναστῆσαι. Συνεβούλευσας, καὶ οὐκ ἔπεισας; Δάκρυσον καὶ καθάψῃ πολλάκις· στέναξον πικρόν, ἵνα αἰδεσθεὶς σου τὴν κηδεμονίαν, ἐπιστρέψῃ πρὸς τὴν σωτηρίαν. Τὶ δυνήσομαι ἐγὼ μόνος ποιεῖν; Οὐ γὰρ δὴ πᾶσιν ὑμῖν καθ’ ἑκάστην συγγίνεσθαι δύναμαι μόνος τὴν ἡμέραν, οὐδὲ ἄρκῳ πλήθει τοσούτῳ διαλέγεσθαι μόνος
Ὑμεῖς δέ, εἰ βουληθείητε τῶν ἀλλήλων διανείμασθαι σωτηρίαν, καὶ ἕκαστος ἕνα ἀπολαβεῖν τῶν ἠμελημένων ἀδελφῷ, ταχέως ἡμῖν τὰ τῆς οἰκοδομῆς αὐξηθήσεται. Καὶ τὶ χρὴ λέγειν τῶν μετὰ πολλὴν παραίνεσιν ἀνακτωμένων ἑαυτούς; Οὐδὲ γὰρ ἐκείνων τῶν ἀνίατα νοσούντων ἀφίστασθαι χρὴ καὶ ἀμελεῖν· καὶ προειδότες ὦμεν σαφῶς, ὅτι πολλῆς ἀπολαύσαντες τῆς σπουδῆς καὶ τῆς συμβουλῆς οὐδὲν κερδανοῦσι πλέον. Εἰ δὲ παράδοξος ὑμῖν ὁ λόγος οὗτος εἶναι δοκεῖ, φέρε, ἀφ’ ὧν ὁ Χριστὸς ἐποίησέ τε καὶ εἶπεν, ἀπὸ τούτων αὐτὸν πιστωσόμεθα. Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι τὸ μέλλον ἀγνοοῦμεν, ὅθεν οὐδὲ διισχυρίζεσθαι δυνάμεθα περὶ τῶν ἀκουόντων, εἴτε πεισθήσονται, εἴτε ἀπειθήσουσι τοῖς παρ’ ἡμῶν λεγομένοις· ὁ δὲ Χριστὸς ταῦτα ἀμφότερα εἰδὼς σαφῶς, οὐ διέλιπε τὸν οὐκ ἀκουσόμενον αὐτοῦ διορθούμενος μέχρι τέλους.
Τὸν γοῦν Ἰούδαν εἰδὼς οὐκ ἀποστησόμενον τῆς προδοσίας, οὐ διέλιπε συμβουλαῖς, παραίνεσιν, εὐεργεσίαις, ἀπειλαῖς, παντὶ τρόπῳ διδασκαλίας ἀναστέλλων αὐτὸν ἐκ τῆς προδοσίας, καὶ συνεχῶς ἀνακρουόμενος, ὥσπερ τινὶ χαλινῷ, τῷ λόγῳ. Τοῦτο δὲ ποιεῖ, παιδεύων ἡμᾶς, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται οἱ ἀδελφοί, τὰ παρ’ ἑαυτῶν ἅπαντα ἀποπληροῦν, ὡς ἀπηρτισμένου τῆς συμβουλῆς ἡμῖν τοῦ μισθοῦ. Καὶ ὅρα πῶς συνεχῶς αὐτὸν καὶ σοφῶς ἀνέστελλε δι’ ὧν ἔλεγεν· «Εἷς ἐξ ὑμῶν παραδώσει με. Καὶ πάλιν· οὐ περὶ πάντων ὑμῶν λέγω· οἶδα οὓς ἐξελεξάμην». Καὶ πάλιν. «Εἷς ἐξ ὑμῶν διάβολός ἐστι». Καὶ ἠνείχετο πάντας ἐν ἀγωνίᾳ καθιστᾷν, ὥστε μὴ ἐκπομπεῦσαι τὸν προδότην, καὶ ἀναισχυντότερον ποιῆσαι τῇ τῶν ἐλέγχων περιφανεία. Ὅτι γὰρ καὶ τοῖς ἄλλοις ἀγωνίαν καὶ φόβον ἐνέβαλε τὰ λεγόμενα, καίτοι μηδὲν ἑαυτοῖς συνειδόσι πονηρόν, ἄκουσον πῶς ἕκαστον ἀγωνιῶν ἔλεγε «Μήτι ἐγὼ εἰμι, Κύριε»; Οὐ διὰ ῥημάτων δὲ μόνον, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτὸν ἐπαίδευεν. Ἐπειδὴ γὰρ τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπεδείξατο πολλάκις καὶ διὰ πάντων, λεπροὺς καθαίρων, δαίμονας ἀπελαύνων, νοσοῦντας ἰώμενος, νεκροὺς ἐγείρων, παραλελυμένους σφίγγων, καὶ πάντας μὲν εὐηργετησεν, ἐκόλασε δὲ οὐδένα, καὶ συνεχῶς ἔλεγεν, «Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον»· ἵνα μὴ νομίσῃ ὁ Ἰούδας, ὅτι εὐεργετεῖν μὲν μόνον οἶδεν ὁ Χριστός, κολάζειν δὲ οὐκέτι, καὶ τοῦτο αὐτὸν διδάσκει τὸ μέρος, οἷον ὅτι καὶ κολάζειν δύναται καὶ τιμωρεῖσθαι τοὺς ἁμαρτάνοντας.


ε’. Καὶ ὅρα πῶς σοφῶς καὶ προσηκόντως καὶ τοῦτον μὲν ἐπαίδευσε, καὶ ἀνθρώπων οὐδένα κολάσαι οὐδὲ τιμωρήσασθαι ἠνέσχετο. Πῶς οὖν; Ἵνα μάθῃ τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν ὁ μαθητής. Εἰ μὲν γὰρ ἐκόλασέ τινα, ἔδοξεν ἂν ἐναντιοῦσθαι ἑαυτῷ λέγοντι· «Οὐκ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ’ ἵνα σώσω τὸν κόσμον». Πάλιν, εἰ μηδένα ἐκόλασεν, ἀδιόρθωτος ἔμενεν ὁ μαθητής, οὐ μανθάνων διὰ τῶν ἔργων τὴν κολαστικὴν αὐτοῦ δύναμιν. Τὶ οὖν ἵνα γένηται;
Ὥστε καὶ τὸν μαθητὴν φοβηθῆναι καὶ μὴ καταφρονήσαντα γενέσθαι χείρω, καὶ ἀνθρώπων μηδένα πληγῆναι, μηδὲν κόλασιν ὑπομεῖναι καὶ τιμωρίαν, εἰς τὴν συκῆν τὴν δύναμιν ταύτην ἐπιδείκνυται ὁ Χριστὸς εἰπών, «Μηκέτι ἐκ σοῦ καρπὸς γένηται», καὶ ῥήματι ψιλῷ ξηράνας αὐτὴν παραχρῆμα. Οὕτω γὰρ οἳ τε ἄνθρωποι πάντες ἔμενον ἀβλαβεῖς, αὐτὸς τε τὴν ἑαυτοῦ δύναμιν ἐπεδείκνυτο, τοῦ φυτοῦ δεξαμένου τὴν τιμωρίαν. Καὶ ὁ μαθητὴς δὲ εἰ προσεῖχε, μεγάλην ἂν ἀπὸ τῆς κολάσεως ταύτης ἐκαρπώσατο τὴν ὠφέλειαν· ἀλλ’ ὅμως οὐδὲ οὕτω διωρθώθη. Ὁ δὲ Χριστὸς καὶ τοῦτο προειδώς, ὄχι τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερον μετὰ τούτου πολλῷ μεῖζον τούτου ἐποίησεν. Ὅτε γοῦν ἐπέθεντο αὐτῷ οἱ Ἰουδαῖοι μετὰ μαχαιρῶν καὶ ξύλων τὰς χεῖρας ὁπλίσαντες κατ’ αὐτοῦ, τότε πάντας αὐτοὺς ἐπήρωσε· τὸ γὰρ εἰπεῖν, «Τίνα ζητεῖτε»; Τοῦτο ἐμφαίνοντος ἦν. Ἐπειδὴ γὰρ ἔλεγε συνεχῶς ὁ Ἰούδας· «Τὶ θέλετε μοι δοῦναι, καὶ ἐγὼ ὑμῖν παραδώσω αὐτόν»; Βουλόμενος ὁ Κύριος καὶ τοὺς Ἰουδαίους πεῖσαι, κἀκεῖνον διδάξαι, ὅτι ἑκὼν ἔρχεται ἐπὶ τοῦ πάθους, καὶ τὸ πᾶν αὐτοῦ ἐστιν, οὐ τῆς ἐκείνου πανουργίας δυνηθείσης αὐτοῦ περιγίνεσθαι, αὐτοῦ τοῦ προδότου μετὰ πάντων ἑστῶτος, φησί, «Τίνα ζητεῖτε»; Οὕτως οὐκ ᾔδει ὃν ἔμελλε παραδιδόναι, ἀλλ’ ἐπήρωσεν αὐτοῦ τὴν ὄψιν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ὑπτίους ἅπαντας ἔῤῥιψε διὰ τῆς φωνῆς ταύτης. Καὶ ἐπειδὴ μηδὲ τοῦτο αὐτοὺς ἐπιεικεστέρους ἐποίησε, μηδὲ τὸν μιαρὸν ἐκεῖνον τῆς προδοσίας ἀπέστησεν, ἀλλ’ ἔμενεν ἀνίατος ὤν, οὐδὲ οὕτω πάλιν ὁ Χριστὸς ἀπέστη τῆς πὲρ αὐτὸν εὐνοίας τε καὶ ἐπιμελείας· ἀλλ’ ὅρα πῶς ἐντρεπτικώτατα τῆς ἀναιδοῦς καθάπτεται ψυχῆς, καὶ φθέγγεται ῥήματα ἱκανὰ καὶ λιθίνην μαλάξαι διάνοιαν. Ἐπειδὴ γὰρ ὥρμησεν αὐτὸν φιλῆσαι, τὶ φησιν; «Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως»; Οὐδὲ αὐτὸ τῆς προδοσίας αἰσχύνη τὸ σχῆμα; Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς καθαπτόμενος αὐτοῦ, καὶ τῆς προτέρας ἀναμιμνήσκων συνηθείας. Ἀλλ’ ὅμως τοσαῦτα τοῦ Κυρίου καὶ ποιήσαντος καὶ εἰπόντος, οὐκ ἐγένετο βελτίων ἐκεῖνος, οὐ παρὰ τὴν τοῦ συμβουλεύσαντος ἀσθένειαν, ἀλλὰ παρὰ τὴν αὐτοῦ ῥαθυμίαν. Ὁ δὲ Χριστός, καίτοι ταῦτα πάντα προειδώς, οὐ διέλιπεν ἐξ ἀρχῆς μέχρι τέλους τὰ παρ’ ἑαυτοῦ ἅπαντα ἐπιδεικνύμενος. Ἅπερ οὖν ἅπαντα καὶ ἡμᾶς εἰδότας, ἀγαπητοί, συνεχῶς καὶ διαπαντὸς τοὺς ἠμελημένους τῶν ἀδελφῶν τῶν ἡμετέρων ῥυθμίζειν καὶ φιλεῖν χρή, κἂν μηδὲν ἐκ τῆς συμβουλῆς γίνεται κέρδος. Εἰ γὰρ ὁ τὸ τέλος εἰδὼς τοιοῦτον ἐσόμενον, τοσαύτῃ περὶ τὸν οὐδὲν μέλλοντα καρποῦσθαι ἐκ τῆς παραινέσεως ταύτης ἐχρήσατο προνοίᾳ, ποίας ἂν εἴημεν ἄξιοι συγγνώμης ἡμεῖς, ὅταν μηδὲ τὴν τῶν πραγμάτων ἔκβασιν εἰδότες, οὕτω τῆς τῶν πλησίον σωτηρίας ῥαθυμῶμεν, ἐκ πρώτης καὶ δευτέρας αὐτοὺς συμβουλῆς ἐγκαταλιμπάνοντες; Μετὰ δὲ τῶν εἰρημένων ἁπάντων καὶ τὰ καθ’ ἡμᾶς αὐτοὺς ἐννοήσωμεν, ὅτι καθ’ ἑκάστην ἡμέραν τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου διὰ τῶν προφητῶν, διὰ τῶν ἀποστόλων, καθ’ ἑκάστην παρακούομεν τὴν ἡμέραν· καὶ ὅμως οὐκ ἀφίσταται καὶ διαλεγόμενος καὶ παρακαλῶν ἀεὶ τοὺς ἀφηνιῶντας καὶ προσέχοντας. Καὶ βοᾷ Παῦλος λέγων· «Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ». Εἰ γὰρ χρὴ τι καὶ θαυμαστὸν εἰπεῖν, οὐ τοσούτων ἐπαίνων ἄξιος ὁ προειδώς, ὅτι πεισθήσεται πάντως ὁ δεχόμενος τὴν συμβουλήν, καὶ οὕτω συμβουλεύων, ὡς ὁ πολλάκις μὲν εἰπὼν καὶ συμβουλεύσας καὶ ἀποτυχών, οὐκ ἀφιστάμενος δὲ οὐδὲ οὕτω.
Τὸν μὲν γὰρ πρότερον ἡ τοῦ πεισθήσεσθαι ἐλπὶς τὴν ἀκούοντα, κἂν ἁπάντων νωθέστερος ᾗ, διεγείρει πρὸς παραίνεσιν· οὗτος δὲ ὁ συνεχῶς συμβουλεύων καὶ παρακουόμενος, εἶτα οὐκ ἀφιστάμενος, θερμοτατης καὶ γνησιωτάτης ἀγάπης τεκμήριον ἐπιδείκνυται, ἐλπίδι μὲν οὐδεμιᾷ τοιαύτῃ τρεφόμενος, διὰ δὲ τὸ πρὸς τὸν ἀκούοντα φίλτρον μόνον τῆς περὶ τὸν ἀδελφὸν οὐκ ἀφιστάμενος ἐπιμελείας. Ἀλλ’ ὅτι μὲν χρὴ μηδέποτε ἀφίστασθαι τῶν πεπτωκότων, κἂν προειδότες ὦμεν, ὅτι οὐ πεισθήσονται ἡμῖν, ἱκανῶς ἀποδέδεικται. Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν τῶν τρυφώντων κατηγορίαν βαδίσαι. Ἕως γὰρ ἂν ἑστήκῃ, ἡ ἑορτὴ αὕτη, καὶ τὰ ἕλκη τῆς μέθης ἐν ταῖς τῶν μεθυόντων ἐργάζεται ψυχαῖς ὁ διάβολος, καὶ ἡμᾶς τὰ φάρμακα ἐπιτιθέναι χρή.




ς’. Χθὲς μὲν οὖν τὸν Παῦλον αὐτοῖς ἐπετειχίσαμεν λέγοντα· «Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖται, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε». Σήμερον δὲ τὸν Παύλου Δεσπότην δείξομεν αὐτοῖς, οὐχὶ παραινοῦντα μόνον, οὐδὲ συμβουλεύοντα ἀπέχεσθαι τρυφῆς, ἀλλὰ καὶ κολάζοντα τὸν ἐν τρυφῇ ζῶντα, καὶ τιμωρούμενον. Ἡ γὰρ τοῦ πλουσίου καὶ τοῦ Λαζάρου καὶ τῶν ἑκατέροις συμβάντων ἱστορία οὐδὲν ἕτερον ἢ τοῦτο ἐνδείκνυται. Μᾶλλον δέ, ἵνα μὴ παρέργως τοῦτο ποιήσωμεν, ἄνωθεν ὑμῖν αὐτὴν ἀναγνώσομαι τὴν παραβολήν. «Ἄνθρωπος τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον, εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς· πτωχὸς δὲ τις ἦν ὀνόματι Λάζαρος, ὃς ἐβέβλητο εἰς τὸν πυλῶνα αὐτοῦ ἡλκωμένος καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι, περιέλειχον τὰ ἕλκη αὐτοῦ». Τίνος μὲν οὖν ἕνεκεν ἐν παραβολαῖς ἐλάλει ὁ Δεσπότης, καὶ τὶ δήποτε τῶν παραβολῶν τὰς μὲν ἔλυε, τὰς δὲ οὐκ ἔλυε, καὶ τὶ ποτ’ ἐστιν ἡ παραβολή, καὶ ὅσα τοιαῦτα, εἰς ἕτερον καιρὸν ταμιευσόμεθα, ὥστε μὴ τοῦ κατεπείγοντος ἀποστῆναι λόγου νῦν· ἐκεῖνο δὲ τέως πρὸς ὑμᾶς ἐροῦμεν μόνον, εἰς ἐστι τῶν εὐαγγελιστῶν ὁ τὴν παραβολὴν ταύτην εἰρηκέναι τὸν Χριστὸν εἰπών. Τὶς οὖν ἐστιν; Ὁ Λουκᾶς μόνος. Καὶ γὰρ καὶ τοῦτο ἀναγκαῖον εἰδέναι, ὅτι τῶν εἰρημένων τὰ μὲν οἱ τέσσαρες εἶπον, τὰ δὲ κατ’ ἰδίαν ἕκαστος ἀπολαβών.
Τινὸς ἕνεκεν; Ἵνα καὶ τῶν λοιπῶν ἀναγκαῖα ἡμῖν ἡ ἀνάγνωσις γένηται, καὶ τὸ τῆς συμφωνίας ἐξαίρετον διαφανῇ. Εἰ μὲν γὰρ πάντες ἅπαντα ἐπόν, οὐκ ἐν πᾶσι μετὰ σπουδῆς προσείχομεν, ἀρκοῦντος ἑνὸς διδάξαι ὁ πᾶν· εἰ δὲ πάντες πάντα ἐξηλλαγμένα εἶπον, οὐκ ἂν ἐφάνη τὸ τῆς συμφωνίας ἐξαίρετον. Διὰ τοῦτο καὶ κοινῇ πάντες πολλὰ ἔγραψαν, καὶ κατ’ ἰδίαν ἕκαστος ἀπολαβών. Ὅπερ οὖν Χριστὸς διὰ τῆς παραβολῆς διδάσκει, τοῦτό ἐστιν. Ἄνθρωπός τις, φησίν, ἦν πλούσιος κακίᾳ πολλῇ συζῶν, οὐδεμιᾶς πεῖραν ἐδέχετο συμφοράς, ἀλλὰ πάντα αὐτῷ ὥσπερ ἐκ πηγῶν ἐπέῤῥει. Ὅτι γὰρ οὐδὲν τῶν ἀδοκήτων συνέβαινεν αὐτῷ, οὐδ’ ἀθυμίας ὑπόθεσις, οὐδ’ ἀνωμαλία τις βιωτική, αὐτοῦ τοῦτο ἠνίξατο τὸ εἰπεῖν, ὅτι ηὐφραίνετο καθ’ ἡμέραν. Ὅτι δὲ κακία συνέζη, δῆλον μὲν καὶ ἐκ τοῦ λαχόντος αὐτῷ τέλους, καὶ πρὸ τοῦ τέλους δὲ ἐκ τῆς περὶ τὸν πένητα γενομένης ὑπεροψίας. Ὅτι γὰρ οὐ μόνον ἐκεῖνον τὸν ἐν τῷ πυλῶνι, ἀλλ’ οὐδ’ ἄλλον τινὰ ἠλέει, αὐτὸς ἐκεῖνος τοῦτο ἔδειξεν. Εἰ γὰρ τὸν ἐν τῷ πυλῶνι διηνεκῶς ἐῤῥιμμένον, καὶ πρὸ τῶν ὀφθαλμῶν κείμενον, ὃν καθ’ ἑκάστην ἡμέραν, καὶ ἅπαξ, καὶ δίς, καὶ πλεονάκις, ὁρᾷν ἠναγκάζετο εἰσιὼν καὶ ἐξιών· οὐ γὰρ ἐν ἀμφόδῳ, οὐδ’ ἐν κρυπτῷ καὶ στενωπῶ κατέκειτο τόπῳ, ἀλλ’ ἔνθα συνεχεῖς τὰς εἰσόδους καὶ τὰς ἐξόδους ποιούμενος ὁ πλούσιος, ἄκων αὐτὸν ὁρᾷν ἠναγκάζετο· εἰ τοίνυν τοῦτον οὐκ ἠλέησε, τὸν ἐν τοσούτῳ χαλεπῷ πάθει κατακείμενον, καὶ ἀπορίᾳ τοσαύτῃ συζῶντα, μᾶλλον δὲ διὰ παντὸς τοῦ βίου ἀῤῥωστίᾳ ταλαιπωροῦντα, καὶ ἀῤῥωστίᾳ χαλεπωτάτῃ· πρὸς τίνα ἂν τῶν ἐντυγχανόντων ἐπεκάμφθη ποτέ; Καὶ γὰρ εἰς τὴν προτέραν ἡμέραν παρέδραμε, τὴν δευτέραν εἰκὸς ἦν τι παθεῖν· εἰ δὲ καὶ ἐν ταύτῃ παρεῖδεν, ἀλλὰ τὴν τρίτην, ἢ τὴν τετάρτην, ἢ τὴν μετ’ ἐκείνην, πάντως αὐτὸν ἐπικαμφθῆναι ἔδει, καὶ εἰ τῶν θηρίων ἀγριώτερος ἦν. Ἀλλ’ οὐδὲν ἔπαθε τοιοῦτον· ἀλλὰ καὶ ἐκείνου τοῦ δικαστοῦ, τοῦ μήτε τὸν Θεὸν φοβουμένου, μήτε ἀνθρώπους αἰδουμένου καὶ ἰταμώτερος καὶ ἀπηνέστερος γέγονεν. Ἐκεῖνον μὲν γὰρ ἡ τῆς χήρας συνεχείᾳ, καὶ ταῦτα ὦμον ὄντα καὶ ἄγριον, δοῦναι τὴν χάριν ἔπεισε, καὶ πρὸς τὴν ἱκετηρίαν ἐπέκαμψε· τοῦτον δὲ οὐδὲ τοῦτο ἴσχυσεν ἐπικάμψαι πρὸς τὴν τοῦ πένητος ἀντίληψιν· καίτοι γε οὐκ ἴση ἦν ἡ αἴτησις, ἀλλ’ αὕτη πολλῷ εὐκολώτερα καὶ δικαιοτέρα. Ἡ μὲν γὰρ κατὰ τῶν ἐχθρῶν αὐτὸν παρεκάλει, οὗτος δὲ ἠξίου λῦσαι λιμόν, καὶ μὴ περιιδεῖν ἀπολλύμενον· κἀκείνη μὲν ἠνώχλει παρακαλοῦσα, οὗτος δὲ πολλάκις τῆς ἡμέρας ἐφαίνετο τῷ πλουσίῳ σιγῇ κείμενος· πολὺ δὲ τοῦτο ἱκανὸν μαλάξαι μᾶλλον καὶ λιθίνην διάνοιαν. Ἐνοχλούμενοι γὰρ πολλάκις καὶ παροξυνόμεθα· ὅταν δὲ τοὺς δεομένους βοηθείας ἴδωμεν σιγῇ πολλῇ παρεστῶτας, καὶ μηδὲν φθεγγομένους, ἀλλ’ ἀποτυγχάνοντας μὲν ἀεί, μὴ δυσχεραίνοντας δέ, ἀλλὰ σιγῇ φαινομένους μόνον ἡμῖν, κἂν αὐτῶν τῶν λίθων ὦμεν, ἀναισθητότεροι, τὴν ὑπερβολὴν τῆς ἐπιεικείας αἰδεσθέντες κατακαμπτόμεθα. Καὶ ἕτερον δὲ τι πρὸς τούτοις τούτων οὐκ ἔλαττον ἦν, τὸ καὶ τὴν ὄψιν αὐτὴν ἐλεεινὴν εἶναι τοῦ πένητος, λιμῷ καὶ ἀῤῥωστίᾳ μακρὰ κατεργασθεῖσαν. Ἀλλ’ ὅμως οὐδὲν τούτων τὸν ἀνήμερον ἐκεῖνον ἐμάλαξε.


ζ’. Πρώτη μὲν οὖν κακία αὕτη ὠμότητος, καὶ ἀπανθρωπιὰ ὑπερβολὴν οὐκ ἔχουσα. Οὐ γὰρ ἐστιν ἴσον ἐν πενίᾳ ζῶντα μὴ βοηθεῖν τοῖς δεομένοις,καὶ τοσαύτης ἀπολαύοντα τρυφῆς, λιμῷ τηκομένους ἑτέρους περιορᾷν. Πάλιν οὐκ ἔστιν ἴσον, ἅπαξ ἡ δεύτερον ἰδόντα πτωχόν, παραδραμεῖν, καὶ καθ’ ἑκάστην ἡμέραν βλέποντα μηδὲ ὑπὸ τῆς κατὰ τὴν ὄψιν συνεχείας πρὸς τὸν ἔλεον καὶ τὴν φιλανθρωπίαν διαναστῆναι ταύτην. Πάλιν οὐκ ἔστιν ἴσον ἐν συμφοραῖς ὄντα καὶ ἀθυμίαις καὶ κακῶς τὴν ψυχὴν διακείμενον μὴ βοηθεῖν τοῖς πλησίον, καὶ τοσαύτης ἀπολαύοντα εὐφροσύνης καὶ διηνεκοῦς εὐπραγίας, λιμῷ τηκομένους ἑτέρους περιορᾶν, καὶ ἀποκλεῖσαι τὰ σπλάγχνα, καὶ μηδὲ ὑπὸ τῆς χαρᾶς αὐτῆς γενέσθαι φιλανθρωπότερον. Ἴστε γὰρ δήπου τοῦτο ὅτι κἂν ἁπάντων ὦμεν ἀγριώτεροι, ταῖς εὐπραγίαις ἡμερώτεροι καὶ χρηστότεροι πεφύκαμεν γίνεσθαι. Ἀλλ’ ἐκεῖνος οὐδὲ ὑπὸ τῆς εὐημερίας βελτίων ἐγένετο, ἀλλ’ ἔμενεν ἐκτεθηριωμένος, μᾶλλον δὲ καὶ θηρίου παντὸς ὠμότητα καὶ ἀπανθρωπίαν τοῖς τρόποις ἀπέκρυψεν. Ἀλλ’ ὅμως ὁ μὲν ἐν πονηρίᾳ ζῶν καὶ ἀπανθρωπίᾳ πάσης ἀπήλαυεν εὐπραγίας, ὁ δὲ δίκαιος καὶ ἀρετῆς ἐπιμελούμενος ἐν ἐσχάτοις ἦν κακοῖς. Ὅτι γὰρ δίκαιος ὁ Λάζαρος ἦν, πάλιν καὶ ἐνταῦθα τὸ τέλος ἀπέδειξε, καὶ πρὸ τοῦ τέλους αὐτῇ ἡ κατὰ τὴν πενίαν ὑπομονή. Ἆρα οὐ δοκεῖτε αὐτὰ παρόντα τὰ πράγματα ὁρᾷν; Πλήρης τῷ πλουσίῳ ἡ ναῦς τῆς ἐμπορίας ἦν, καὶ ἐξ οὐρίας ἔπλει. Ἀλλὰ μὴ θαυμάσητε· εἰς ναυάγιον γὰρ ἠπείγετο, ἐπειδὴ τὸν φόρτον οὐ, ἠθέλησε διαθέσθαι μετ’ εὐλαβείας. Βούλει σοὶ καὶ ἑτέραν εἴπω κακίαν αὐτοῦ; Τὸ καθ’ ἑκάστην ἡμέραν τρυφᾷν ἀδεῶς. Καὶ γὰρ καὶ τοῦτο κακία ἐσχάτη, οὐχὶ νῦν, ὅτε τοσαύτην ἀπαιτούμεθα φιλοσοφίαν, ἀλλὰ καὶ ἐν ἀρχῇ ἐπὶ τῆς Παλαιᾶς ὅτε οὐ τοσαύτης φιλοσοφίας ἐπίδειξις ἦν. Ἄκουσον γοῦν τὶ φησιν ὁ προφήτης· «Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν, οἱ ἐγγίζοντες καὶ ἁπτόμενοι σαββάτων ψευδῶν. Τὶ ἐστιν, οἱ ἁπτόμενοι σαββάτων ψευδῶν»;
Οἱ Ἰουδαῖοι νομίζουσιν, ὅτι δι’ ἀργίαν αὐτοῖς τὸ σάββατον δέδοται. Οὐκ ἔστι δὲ αὕτη ἡ αἰτία, ἀλλ’ ἵνα τῶν βιωτικῶν ἑαυτοὺς ἀπαγαγόντες, τὴν σχολὴν ἅπασαν εἰς τὰ πνευματικὰ ἀναλίσκωσιν. Ὅτι γὰρ οὐκ ἀργίας ἐστὶ τὸ σάββατον, ἀλλ’ ἐργασίας πνευματικῆς ὑπόθεσις, ἀπ’ αὐτῶν τῶν πραγμάτων δῆλον. Ὁ γοῦν ἱερεὺς διπλοῦν ἔργον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ποιεῖ καὶ καθ’ ἑκάστην ἡμέραν ἁπλῆς ἀναφερομένης θυσίας, διπλῆν ἀναφέρειν κελεύεται τότε. Εἰ δὲ καθάπαξ ἀργίας ἦν τὸ σάββατον, πρὸ τῶν ἄλλων τὸν ἱερέα ἀργεῖν ἐχρῆν. Ἐπὶ οὖν οἱ Ἰουδαῖοι τῶν βιωτικῶν ἀπαλλαγέντες πραγμάτων, τοῖς πνευματικοῖς οὐ προσεῖχον, σωφροσύνῃ καὶ ἐπιεικείᾳ καὶ ἀκροάσει θείων λογίων, ἀλλὰ τοὐναντίον ἐποίουν, γαστριζόμενοι, μεθύοντες, διαῤῥηγνύμενοι, τρυφῶντες, διὰ τοῦτο κατηγόρησεν αὐτῶν ὁ προφήτης. Εἰπὼν γάρ, «Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακήν», καὶ ἐπαγαγών, «Οἱ ἐφαπτόμενοι σαββάτων ψευδῶν», ἔδειξε διὰ τῆς ἐπαγωγῆς, πῶς ἦν αὐτοῖς τὰ σάββατα ψευδῆ. Πῶς οὖν αὐτὰ ἐποίουν ψευδῆ; Τῷ κακίαν ἐργάζεσθαι, τρυφῶντες, μεθύοντες, καὶ τὰ μυρία αἴσχιστα καὶ χαλεπὰ πράσσοντες. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθές, ἄκουσον τῶν ἑξῆς. Δείκνυσι γὰρ ὃ λέγω δι’ ὧν εὐθὴς ἀπάγει καὶ λέγει· «Οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπαταλῶντες ἐπὶ τῶν στρωμνῶν αὐτῶν, οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνά, οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μυρία χριόμενοι». Ἔλαβες τὸ σάββατον, ἵνα τῆς πονηρίας ἀπαλλάξῃς τὴν ψυχήν· σὺ δὲ αὐτὴν κατεργάζῃ πλέον. Τὶ γὰρ ἂν γένοιτο τῆς βλακείας ταύτης χεῖρον, ἢ τὸ ἐπὶ κλινῶν ἐλεφαντίνων καθεύδειν; Αἱ ἀλλὰ ἁμαρτίαι κἂν μικρὰν τινα ἡδονὴν ἔχωσιν, οἷον ἡ μέθη, ἡ πλεονεξία καὶ ἀσωτία· τὸ δὲ ἐπὶ κλινῶν ἐλεφαντίνων καθευδῆσαι, ποίαν ἡδονὴν ἔχει; Ποίαν παραμυθίαν; Μὴ γὰρ ἡδίω καὶ γλυκύτερον ἡμῖν τὸν ὕπνον ἐργάζεται τῆς κλίνης τὸ κάλλος; Φορτικώτατον μᾶλλον μὲν οὖν καὶ ἐπαχθέστατον τοῦ, ἐὰν νοῦν ἔχωμεν. Ὅταν γὰρ ἐννοήσῃς ὅτι, σοῦ καθεύδοντος ἐπὶ κλίνης ἐλεφαντίνης, ἕτερος οὐδ’ ἄρτου μετὰ ἀδείας ἀπολαύειν ἔχει, οὐ καταγνώσεταί σου τὸ συνειδός, καὶ ἐπαναστήσεται κατηγόρουν τῆς ἀνωμαλίας ταύτης; Εἰ δὲ τὸ ἐπὶ ἐλεφαντίνων κλινῶν καθεύδειν ἔγκλημα, ὅταν καὶ ἀργύρῳ περιβεβλημέναι πάντοθεν ὦσι, ποίαν ἕξομεν ἀπολογίαν; Βούλει κάλλος κλίνης ἰδεῖν; Ἐγὼ σοι δείκνυμι νῦν, οὐκ ἰδιωτικῆς, οὐδὲ στρατιωτικῆς, ἀλλὰ βασιλικῆς κλίνης εὐπρέπειαν. Κἂν γὰρ φιλοτιμότατος ἧς πάντων, εὖ οἶδα ὅτι τῆς τοῦ βασιλέως κλίνης οὐκ ἐθελήσεις ἔχειν εὐπρεπεστέραν· καὶ τὸ δὴ μεῖζον, οὐ τοῦ τυχόντος βασιλέως, ἀλλὰ τοῦ πρώτου, καὶ τοῦ πάντων βασιλέων βασιλικωτέρου, καὶ μέχρι νῦν ᾀδομένου πανταχοῦ τῆς οἰκουμένης· δείκνυμί σοι κλίνην τὴν τοῦ μακαρίου Δαυΐδ. Ποταπὴ τοίνυν ἦν ἐκείνη; Οὐκ ἀργύρῳ καὶ χρυσίῳ, ἀλλὰ δάκρυσι καὶ ἐξομολογήσεσι πάντοθεν ἦν κεκαλλωπισμένη. Καὶ ταῦτα αὐτὸς φησιν οὕτω λέγων· «Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνὴν μου βρέξω». Ὥσπερ γὰρ μαργαρῖται τὰ δάκρυα αὐτῇ ἐπεπήγει πάντοθεν.
η’. Καὶ σκόπει μοι φιλόθεον ψυχήν· ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλαὶ αἱ φροντίδες ἀρχόντων, ταξιαρχῶν, ἐθνῶν, δήμων, στρατιωτῶν, πολέμων, εἰρήνης, τῶν πολιτικῶν πραγμάτων, τῶν κατὰ τὴν οἰκίαν, τῶν πόῤῥωθεν, τῶν πλησίον, περιεῖλκον αὐτὸν καὶ ἀπῆγον τὴν σχολήν, ἢν πάντες εἰς τὸ καθεύδειν ἀναλίσκομεν, εἰς ἐξομολόγησιν καὶ εὐχὰς καὶ δάκρυα ἀνήλισκεν ἐκεῖνος. Καὶ οὐχὶ μίαν τοῦτο ἐποίησε νύκτα, τὴν δὲ δευτέραν ἐπαύσατο, οὐδὲ δύο καὶ τρεῖς, τὰς δὲ μεταξὺ διέλιπεν, ἀλλὰ καθ’ ἑκάστην νύκτα τοῦτο ἔπραττε. «Λούσω γὰρ καθ’ ἑκάστην νύκτα, φησί, τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνὴν μου βρέξω», τὴν δαψίλειαν τῶν δακρύων καὶ τὴν συνέχειαν ἐμφαίνων. Πάντων γὰρ ἡσυχαζόντων, καὶ ἐν ἠρεμίᾳ ὄντων, μόνος τῷ Θεῷ, τότε ἐνετύγχανε, καὶ παρῆν ὁ ἀκοίμητος ὀφθαλμὸς ὀδυρομένῳ καὶ θρηνοῦντι καὶ τὰ οἰκία ἐξαγγέλλοντι κακά. Τοιαύτην καὶ σὺ κατασκεύασον κλίνην. Ὁ μὲν γὰρ ἄργυρος περικείμενος καὶ φθόνον παρὰ ἀνθρώπων ἐγερεῖ, καὶ ὀργὴν ἐκκαίει τὴν ἄνωθεν.
Τὰ δὲ τοιαῦτα δάκρυα, οἷα τὰ τοῦ Δαυΐδ, καὶ αὐτὸ τὸ τῆς γεέννης οἶδε κατασβέσαι πῦρ. Βούλει σοι καὶ ἕτερον δείξω κλίνην; Τὴν τοῦ Ἰακὼβ λέγω. Ἔδαφος εἶχεν ὑποκείμενον, καὶ λίθον ὑπὸ τὴν κεφαλὴν αὐτοῦ· διὰ τοῦτο καὶ τὸν νοητὸν εἶδε λίθον, καὶ τὴν κλίμακα ἐκείνην, δι’ ἧς ἀνέβαινον καὶ κατέβαινον ἄγγελοι. Τοιαύτας ἐπινοῶμεν κλίνας καὶ ἡμεῖς, ἵνα καὶ τοιαῦτα βλέπωμεν ὀνείρατα. Ἂν δὲ ἐπὶ τῆς ἀργυρᾶς ὦμεν κατακείμενοι, οὐ μόνον οὐδεμίαν ἡδονὴν καρπωσόμεθα, ἀλλὰ καὶ ἀθυμίαν ὑπομενοῦμεν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι ἐν κρυμῷ ἐσχάτῳ, ἐν νυκτὶ μέσῃ, σοῦ καθεύδοντος ἐπὶ κλίνης, ὁ πένης ἐπὶ στιβάδος ἔῤῥιπται ἐν τοῖς τῶν βαλανείων προπυλαίοις, καλάμην περιβεβλημένος, τρέμων, πηγνύμενος τῷ κρύει, ἀγχόμενος τῷ λιμῷ· κἂν ἁπάντων μᾶλλον λίθινος ἧς, εὖ οἶδα, ὅτι καταγνώσῃ σαυτοῦ, σὺ μὲν ὑπὲρ τὴν χρείαν τρυφῶν, ἐκεῖνον δὲ μηδὲ τῶν κατὰ χρείαν ἀπολαύειν ἀφείς. Οὐδεὶς στρατευόμενος, φησίν, ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις. Στρατιώτης εἶ πνευματικός· στρατιώτης δὲ τοιοῦτος οὐ καθεύδει ἐπὶ κλίνης ἐλεφαντίνης, ἀλλὰ ἐπὶ ἐδάφους· οὐ χρίεται μύροις· τῶν γὰρ ἡταιρηκότων καὶ διεφθαρμένων ἡ τοιαύτη σπουδή, τῶν ἐπὶ τῆς σκηνῆς, τῶν ἐν ἀμελείᾳ ζώντων· σὺ δὲ οὐχὶ μύρων, ἀλλ’ ἀρετῆς ἀποπνεῖν δεῖ. Οὐδὲν ψυχῆς ἀκαθαρτότερον, ὅταν τὸ σῶμα τοιαύτην ἔχῃ τὴν εὐωδίαν. Τῆς γὰρ δυσωδίας τῆς ἔνδον καὶ τῆς ἀκαθαρσίας δεῖγμα ἡ τοῦ σώματος καὶ τῶν ἱματίων εὐωδία γένοιτ’ ἄν. Ὅταν γὰρ ἐπελθὼν ὁ διάβολος διαθρύψῃ τὴν ψυχήν, καὶ βλακείας διαφθορᾶς τὴν κηλῖδα ἐναπομάσσεται διὰ τῶν μύρων· καὶ καθάπερ οἱ κορύζῃ τινὶ καὶ κατάῤῥῳ διηνεκῶς ἁλισκόμενοι, καὶ τὰ ἱμάτια τὰς χεῖρας καὶ τὴν ὄψιν μολύνουσι, τὸ διὰ τῶν ρινῶν ρέον συνεχῶς ἐναπομασσόμενοι· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ πονηροῦ τούτου ῥεύματος τὴν κακίαν εἰς τὸ σῶμα ἐναπομάσσεται. Τὶς γὰρ γενναῖόν τι καὶ χρηστὸν ὑπολήψεται περὶ τοῦ μύρων ὄζοντος καὶ γυναικιζομένου, μᾶλλον δὲ ἑταιριζομένου, καὶ ὀρχηστικὸν ἀναιρουμένου βίον; Πνείτω σου πνευματικῆς εὐωδίας ἡ ψυχή, ἵνα καὶ σαυτὸν καὶ τοὺς συγγινομένους σοι ὠφελῇς τὰ μέγιστα.
Οὐδὲν γάρ, οὐδὲν τρυφῆς χαλεπώτερον. Ἄκουσον τὶ περὶ αὐτῆς φησι πάλιν ὁ Μωϋσῆς· «Ἐλιπάνθη ἐπαχύνθη, ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος». Καὶ οὐκ εἶπεν, ὅτι ἀπέστη, ἀλλ’ «Ἀπελάκτισεν ὁ ἠγαπημένος», τὸ γαῦρον καὶ δυσήνιον αὐτοῦ παρεμφαίνων ἡμῖν. Καὶ πάλιν ἀλλαχοῦ· «Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ, μήποτε ἐπιλάθῃ Κύριος τοῦ Θεοῦ σου». Οὕτως ἡ τρυφὴ πρὸς λήθην ἐξάγειν εἴωθε. Καὶ σὺ τοίνυν, ἀγαπητέ, ἐὰν καθίσῃς ἐπὶ τῆς τραπέζης, ἀναμνήσθητι ὅτι μετὰ τὴν τράπεζαν εὔχεσθαί σε δεῖ· καὶ οὕτω συμμέτρως ἔμπλησον τὴν γαστέρα, ἵνα μὴ βαρυνόμενος ἀδυνατήσῃς γόνυ κλῖναι, καὶ τὸν Θεὸν παρακαλέσαι. Οὐχ ὁρᾶτε τὰ ὑποζύγια, ὅτι μετὰ τὴν φάτνην ὁδοιπορίας ἅπτεται, καὶ ἀχθοφορεῖ, καὶ τὴν οἰκείαν διακονίαν ἀποπληροῖ; Σὺ δὲ μετὰ τὴν τράπεζαν ἄχρηστος πρὸς πᾶν ἔργον καὶ ἀνεπιτήδειος γίνῃ. Καὶ πῶς οὐκ ἔσῃ καὶ τῶν ὄνων αὐτῶν ἀτιμότερος; Τινὸς ἕνεκεν; Ὅτι τότε μάλιστα νήφειν χρὴ καὶ ἐγρηγορέναι. Ὁ γὰρ μετὰ τὴν τράπεζαν καιρὸς εὐχαριστίας ἐστὶ καιρός· τὸν δὲ εὐχαριστοῦντα οὐχὶ μεθύειν, ἀλλὰ νήφειν δεῖ καὶ ἐγρηγορέναι. Ἀπὸ τραπέζης μὴ ἐπὶ κλίνην, ἀλλ’ ἐπ’ εὐχὴν τρεπώμεθα, ἵνα μὴ τῶν ἀλόγων ἀλογώτεροι γινώμεθα.


θ’. Οἶδα ὅτι πολλοὶ καταγνώσονται τῶν λεγομένων, ὡς καινὴν τινα καὶ παράδοξον συνήθειαν εἰσαγόντων τῷ βίῳ· ἀλλ’ ἐγὼ μειζόνως τῆς πονηρᾶς καταγνώσομαι συνηθείας τῆς νῦν κατεχούσης ἡμᾶς. Ὅτι γὰρ μετὰ τροφὴν καὶ τράπεζαν οὐχ ὕπνον οὐδὲ εὐνήν, ἀλλ’ εὐχὰς καὶ θείων Γραφῶν ἀνάγνωσιν διαδέχεσθαι χρή, τοῦτο σαφέστερον ἐδήλωσεν ὁ Χριστός. Τὰ γοῦν ἄπειρα πλήθη τότε ἑστιάσας ἐπὶ τῆς ἐρήμου, οὐκ ἐπὶ κλίνην καὶ ὕπνον αὐτοὺς ἔπεμψεν, ἀλλ’ ἐπὶ θείων ἀκρόασιν ἐκάλεσε λογίων. Οὐ γὰρ διέῤῥηξεν αὐτῶν τὰς γαστέρας, οὐδὲ εἰς μέθη ἐξέβαλεν, ἀλλὰ πληρώσας αὐτῶν τὴν χρείαν, πρὸς τὴν πνευματικὴν ἦγε τροφήν. Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ τοσοῦτον ἐθίσωμεν ἑαυτοὺς ἐσθίειν, ὅσον πρὸς τῇ ζῆν μόνον, οὐχ ὅσον διασπᾶσθαι καὶ βαρύνεσθαι.
Οὐ γρᾶ διὰ τοῦτο ἐγενόμεθα καὶ ζῶμεν, ἵνα φάγωμεν καὶ πίωμεν· ἀλλὰ διὰ τοῦτο ἐσθίωμεν, ἵνα ζῶμεν. Οὐ τὸ ζῆν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῆν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Ἡμεῖς δὲ ὡς διὰ τοῦτο ἐλθόντες εἰς τὸν κόσμον, οὕτως ἅπαντα εἰς τοῦτο καταναλίσκομεν. Ἀλλ’ ἵνα σφοδρότερα γένηται τῆς τρυφῆς ἡ κατηγορίᾳ, καὶ μάλα καθίκηται τῶν ἐν αὐτῇ ζώντων, φέρε, πάλιν ἐπὶ τὸν Λάζαρον τὸν λόγον ἀγάγωμεν. Οὕτω γὰρ ἡμῖν ἀληθεστέρα τε καὶ ἐναργεστέρα ἡ παραίνεσις ἔσται καὶ ἡ συμβουλῇ, ὅταν μὴ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ἴδητε παιδευομένους καὶ κολαζομένους τοὺς ἀδηφαγία προσέχοντας. Ὁ μὲν οὖν πλούσιος τοσαύτῃ πονηρίᾳ συνέζη, καὶ καθ’ ἑκάστην ἐνετρύφα τὴν ἡμέραν, καὶ ἐνεδιδύσκετο λαμπρῶς, χαλεπωτέραν ἑαυτῷ ἀνάπτων τὴν κόλασιν, καὶ μέζον τὸ πῦρ ἐργαζόμενος καὶ ἀπαραμύθητον ἑαυτῷ ποιῶν τὴν δίκην, καὶ ἀσύγγνωστον τὴν τιμωρίαν.
Ὁ δὲ πένης ἔῤῥιπτο παρὰ τὸν πυλῶνα αὐτοῦ, καὶ οὐτ’ ἀπεδυσπέτησεν, οὐτ’ ἐβλασφήμησεν, οὐτ’ ἠγανάκτησεν· οὐκ εἶπε πρὸς ἑαυτόν, ὃ πολλοὶ λέγουσι· τὶ ποτε τοῦτό ἐστιν; Οὗτος μὲν πονηρίᾳ συζῶν καὶ ὠμότητι καὶ ἀπανθρωπίᾳ, καὶ τῶν ὑπὲρ τὴν χρείαν ἀπολαύει πάντων, καὶ οὐδ’ ἀθυμίαν ὑπομένει, οὐδ’ ἄλλο τι τῶν ἀδοκήτων, οἷα πολλὰ τὰ παρὰ ἀνθρώποις ἐστίν, ἀλλὰ καὶ καθαρὰν καρποῦται τὴν ἡδονήν· ἐγὼ δὲ οὐδὲ τῆς ἀναγκαίας ἔχω τροφῆς μετασχεῖν. Ἀλλὰ τούτῳ μὲν εἰς παρασίτους καὶ κόλακας καὶ μέθην τὰ ὄντα ἅπαντα δαπανῶντι, ὥσπερ ἐκ πηγῶν ἅπαντα ἐπιῤῥεῖ· ἐγὼ δὲ παράδειγμα τοῖς ὁρῶσι κεῖμαι καὶ αἰσχύνη καὶ γέλως, λιμῷ τηκόμενος. Ἆρα ταῦτα προνοίας; Ἆρα ἐφορᾷ δίκη τις τὰ ἀνθρώπινα πράγματα; Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησε. Πόθεν τοῦτο δῆλον; Ἐξ ὧν ἀπήγαγον αὐτὸν οἱ ἄγγελοι δορυφοροῦντες, καὶ εἰς τὸν κόλπον τοῦ Ἀβραὰμ ἀποκατέστησαν· οὐκ ἐν δέ, εἰ βλάσφημος ἦν, τοσαύτης ἀπέλαυσε τιμῆς. Οὕτω μὲν οὖν οἱ πολλοὶ διὰ τοῦτο θαυμάζουσι τὸν ἄνθρωπον μόνον, ὅτι ἐν πενίᾳ ἦν· ἐγὼ δὲ δείκνυμι τιμωρίας ἐννέα τὸν ἀριθμὸν αὐτὸν ὑπομείναντα, οὐχ ἵνα κολάζηται, ἀλλ’ ἵνα λαμπρότερος γίνηται· ὅπερ οὖν καὶ ἐγένετο.
Δεινὸν μὰν γὰρ ὄντως καὶ ἡ πενία, καὶ ἴσασιν ὅσοι πεῖραν ταύτης εἰλήφασι· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται τὴν ὀδύνην, ὅσην ὑπομένουσιν οἱ πτωχείᾳ συζῶντες, καὶ φιλοσοφεῖν οὐκ εἰδότες. Ἐπὶ δὲ τοῦ Λαζάρου οὐ τοῦτο μόνον ἦν τὸ δεινόν, ἀλλὰ καὶ ἀῤῥωστία αὐτῷ συνέζευκτο, καὶ αὕτη μεθ’ ὑπερβολῆς. Καὶ ὅρα πῶς ἑκατέρας τὰς συμφορὰς δείκνυσιν εἰς ἄκρον ἐλθούσας. Ὅτι μὲν γὰρ πᾶσαν πενίαν ἡ τοῦ Λαζάρου πενία ἐνίκησεν, ἔδειξεν εἰπών, ὅτι οὐδὲ τῶν ψιχίων ἀπήλαυε τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ὅτι δὲ καὶ ἡ ἀῤῥωστία πρὸς τὸ αὐτὸ μέτρον ἐφθάκει τῇ πενίᾳ, μεθ’ ὃ λοιπὸν ἐκταθῆναι οὐκ ἦν, καὶ τοῦτο αὐτὸ πάλιν ἐδήλωσεν, εἰπὼν ὅτι οἱ κύνες ἀπέλειχον τὰ ἕλκη αὐτοῦ. Οὕτως ἦν ἐξησθενηκώς, ὡς μηδὲ τοὺς κύνας ἀποσοβῆσαι δύνασθαι, ἀλλὰ νεκρὸς ἔμψυχος ἔκειτο, ἐπιόντας μὲν αὐτοὺς θεωρῶν, ἀμύνασθαι δὲ οὐκ ἰσχύων. Οὕτως αὐτῷ τὰ μέλη παρεῖτο, οὕτω τεταρίχευτο τῇ ἀῤῥωστίᾳ, οὕτω δεδαπάνητο τῷ πειρασμῷ. Εἶδες μετ’ ἄκρας ὑπερβολῆς καὶ τὴν πενίαν καὶ τὴν ἀῤῥωστίαν πολιορκοῦσαν αὐτοῦ τὸ σῶμα; Εἰ δὲ καθ’ ἑαυτὸ τούτων ἕκαστον ἀφόρητον καὶ δεινόν, ὅταν ὁμοῦ συμπεπλεγμένα ᾗ, πῶς οὐκ ἀδάμας τις ἦν ὁ ταῦτα ὑπομένων; Πολλοὶ πολλάκις ἀῤῥωστοῦσιν, ἀλλὰ τῆς ἀναγκαίας οὐκ ἀποροῦσι τροφῆς· ἄλλοι πενίᾳ μὲν συζῶσιν ἐσχάτῃ, ἀλλ’ ὑγιείας ἀπολαύουσι, καὶ θάτερον θατέρου παραμυθία γίνεται· ἐνταῦθα δὲ ἀμφότερα ταῦτα συνεδεδραμήκει. Ἀλλ’ ἔχεις μοὶ τινα εἰπεῖν καὶ ἐν ἀῤῥωστίᾳ ὄντα καὶ ἐν πενίᾳ. Ἀλλ’ οὐκ ἐν ἐρημίᾳ τοσαύτῃ. Εἰ γὰρ καὶ μὴ παρ’ ἑαυτοῦ μηδὲ οἴκοθεν, ἀλλ’ ὑπὸ τῶν ὁρώντων ἐλεεῖσθαι δύναιτο ἂν εἰς τὸ μέσον προκείμενος· τούτῳ δὲ τὰ προειρημένα δεινὰ χαλεπωτέρα ἐποίει γίνεσθαι τῶν προστησομένων ἡ ἐρημίᾳ· καὶ αὐτὴν ταύτην πάλιν χαλεπωτέραν ἐπιφαίνεσθαι τὸ ἐν πυλῶνι κεῖσθαι τοῦ πλουσίου. Εἰ μὲν γὰρ ἐπὶ τῆς ἐρήμου καὶ τῆς ἀοικήτου κείμενος, ταῦτ’ ἔπασχε καὶ παρεωρᾶτο, οὐκ ἂν οὕτως ἤλγησε· τὸ γὰρ μηδένα παρεῖναι καὶ ἄκοντα φέρειν ἔπειθε τὰ συμβαίνοντα· τὸ δὲ ἐν μέσῳ τοσούτων κείμενον μεθυόντων, εὐημερούντων, παρὰ μηδενὸς μηδὲ τῆς τυχούσης ἐπιμελείας τυγχάνειν, δριμυτέραν ἐποίει τῶν ὀδυνῶν γίνεσθαι τὴν αἴσθησιν, καὶ τὴν ἀθυμίαν ἐξέκαιε μᾶλλον. Οὐ γὰρ οὕτως ἀπόντων τῶν βοηθούντων, ὡς παρόντων μέν, οὐκ ἐθελοντῶν δὲ ὀρέξαι χεῖρα, δάκνεσθαι πεφύκαμεν ἐν ταῖς συμφοραῖς· ὅπερ οὖν κἀκεῖνος τότε ἔπασχεν. Οὐδεὶς γὰρ ἦν, οὐχ ὁ λόγῳ παρακαλῶν, οὐχ ὁ ἔργῳ παραμυθούμενος, οὐ φίλος, οὐ γείτων, οὐ συγγενής, οὐ τῶν ὁρώντων οὐδείς, πάσης τῆς τοῦ πλουσίου διεφθαρμένης οἰκίας.


ι’. Ἔτι πρὸς τούτοις ἑτέραν αὐτῷ προσθήκην ὀδύνης ἐνεποίει τὸ καὶ ἕτερον εὐπραγοῦντα ὁρᾷν· οὐκ ἐπειδὴ βάσκανος ἦν καὶ πονηρός, ἀλλ’ ἐπειδὴ πεφύκαμεν ἅπαντες ἐν ταῖς ἑτέρων εὐημερίαις ἀκριβέστερον τὰς οἰκείας καταμανθάνειν συμφοράς. Ἐπὶ δὲ τοῦ πλουσίου καὶ μεῖζον προσῆν αὐτῷ ἕτερον τὸ δυνάμενον αὐτὸν δακεῖν. Οὐ γὰρ δὴ μόνον ταῖς εὐημερίαις ταῖς ἐκείνου συγκρίνων τὴν ἑαυτοῦ δυσπραγίαν, μείζονα τὴν αἴσθησιν ἐλάμβανε τῶν οἰκείων κακῶν, ἀλλὰ καὶ λογιζόμενος, ὅτι ὁ μὲν μετ’ ὠμότητος καὶ ἀπανθρωπιᾶς ζῶν, ἐν ἅπασιν εὐοδοῦται, οὗτος δὲ μετὰ ἀρετῆς καὶ ἐπιεικείας τὰ ἔσχατα πάσχει δεινά· καὶ ἔνθεν ἀπαραμύθητον τὴν ἀθυμίαν πάλιν ὑπέμενεν. Εἰ γὰρ δίκαιος ἦν, εἰ γὰρ ἐπιεικής, εἰ γὰρ θαυμαστὸς ὁ ἀνήρ, εἰ γὰρ πάσης γέμων ἀρετῆς, οὐκ ἂν αὐτὸν ἐλύπησε· νυνὶ δὲ καὶ πονηρία συζῶν, καὶ πρὸς ἔσχατον κακίας ἐληλακώς, καὶ τοσαύτην ἀπανθρωπίαν ἐπιδεικνύμενος, καὶ τὰ τῶν ἐχθρῶν αὐτῶν διατιθείς, καὶ ὥσπερ λίθον αὐτὸν παρατρέχων ἀναισχύντως καὶ ἀνίλεως, καὶ μετὰ ταῦτα τοσαύτης ἀπολαύων εὐπορίας· ἐννόησον πῶς εἰκὸς ἦν, ὥσπερ ἐπαλλήλοις κύμασι βαπτίζειν αὐτὸν τοῦ πένητος τὴν ψυχήν· ἐννόησον τὸν Λάζαρον, οἷον εἰκὸς ἦν εἶναι, ὁρῶντα παρασίτους, κόλακας, οἰκέτας ἀναβαίνοντας, καταβαίνοντας, ἐξιόντας, εἰσιόντας, κατατρέχοντας, θορυβοῦντας, μεθύοντας, πηδώντας, καὶ πᾶσαν ἄλλην ἀσέλγειαν ἐπιδεικνυμένους. Ὥσπερ γὰρ δι’ αὐτὸ τοῦτο ἐλθών, ἵνα μάρτυς ᾗ τῶν ἀλλοτρίων ἀγαθῶν, οὕτως εἰς τὸν πυλῶνα ἔῤῥιπτο, τοσοῦτον ζῶν, ὅσον αἰσθάνεσθαι εἶχε τῶν οἰκείων κακῶν μόνον, ἐν λιμένι ναυάγιον ὑπομένων, πλησίον πηγῆς δίψῃ χαλεπωτάτῃ τὴν ψυχὴν ἀγχόμενος.
Εἴπω τι καὶ ἕτερον πρὸς τούτοις κακόν; Οὐκ εἶχεν εἰς ἕτερον Λάζαρον ἰδεῖν. Ἡμεῖς μὲν γὰρ κἂν μυρία πάθωμεν κακά, ἀλλ’ ἔχομεν εἰς ἐκεῖνον ἰδόντες, ἱκανὴν δέχεσθαι παράκλησιν, καὶ πολλῆς ἀπολαῦσαι τῆς παραμυθίας. Τὸ γὰρ κοινωνοὺς εὑρίσκειν τῶν οἰκείων κακῶν ἢ ἐν πράγμασιν, ἢ ἐν διηγήμασι, πολλὴν φέρει τοῖς ὀδυνωμένοις παράκλησιν. Ἐκεῖνος δὲ οὐδένα ἕτερον εἶχεν ἰδεῖν τὸ τὰ αὐτὰ αὐτῷ πεπονθότα· μᾶλλον δὲ οὐδ’ ἀκοῦσαί τινος ἐπὶ τῶν προγόνων τῶν ἑαυτοῦ τοσαῦτα ὑπομείναντος. Ἱκανὸν δὲ τοῦτο σκοτῶσαι ψυχήν. Ἔστι καὶ ἕτερον πρὸς τούτοις εἰπεῖν, ὅτι οὐδὲν τι περὶ ἀναστάσεως φιλοσοφεῖν ἠδύνατο, ἀλλὰ μέχρι τοῦ παρόντος βίου τὰ παρόντα ἐνόμιζε συγκεκλεῖσθαι πράγματα· τῶν γὰρ πρὸ τῆς χάριτος ἦν. Εἰ δὲ νῦν ἐφ’ ἡμῶν μετὰ τοσαύτην θεογνωσίαν, καὶ τὰς χρηστὰς τῆς ἀναστάσεως ἐλπίδας, καὶ τὰς κειμένας τοῖς ἁμαρτάνουσι τιμωρίας ἐκεῖ, καὶ τὰ ἡτοιμασμένα τοῖς κατορθοῦσιν ἀγαθά, οὕτω μικροψύχως τινὲς καὶ ταλαιπώρως διάκεινται, ὡς μηδὲ ταύταις διορθοῦσθαι ταῖς προσδοκίαις· τὶ πάσχειν εἰκὸς ἦν ἐκεῖνον καὶ ταύτης ἀπεστερημένον τῆς ἀγκύρας; Ἐκεῖνος γὰρ οὐδὲν οὐδέπω τοιοῦτον φιλοσοφεῖν ἠδύνατο διὰ τὸ μηδέπω τὸν καιρὸν τούτων ἀφῖχθαι τῶν διδαγμάτων. Ἦν τι καὶ πρὸς τούτοις ἄλλο, τὸ καὶ τὴν δόξαν αὐτοῦ διαβεβλῆσθαι παρὰ τοῖς ἀνοήτοις τῶν ἀνθρώπων.
Καὶ γὰρ εἰώθασιν οἱ πολλοί, ἐπειδὰν ἰδῶσί τινας ἐν λιμῷ καὶ νόσῳ διηνεκεῖ καὶ τοῖς ἐσχάτοις ὄντας κακοῖς, μηδὲ χρηστὴν περὶ αὐτῶν δόξαν ἔχειν, ἀλλ’ ἀπὸ τῆς συμφορὰς τὰ κατὰ τὸν βίον κρίνειν, καὶ διὰ πονηρίαν νομίζειν πάντως αὐτοὺς οὕτω ταλαιπωρεῖσθαι· καὶ πολλὰ ἀλλὰ τοιαῦτα πρὸς ἀλλήλους λέγουσιν, ἀνοήτως μέν, λέγουσι δὲ ὅμως· ὅτι οὗτος, εἰ τῷ Θεῷ φίλος ἦν, οὐκ ἂν εἴασεν αὐτὸν ἐν πενία, καὶ τοῖς ἄλλοις κακοῖς ταλαιπωρεῖσθαι. Οὕτω γοῦν καὶ ἐπὶ τοῦ Ἰώβ, καὶ ἐπὶ τοῦ Παύλου συνέβη. Καὶ γὰρ ἐκείνῳ ἔλεγον, «Μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ, ἰσχὺν δὲ ῥημάτων σου τὶς ὑποίσει; Εἰ γὰρ σὺ ἐνουθέτησας πολλούς, καὶ χεῖρας ἀσθενεῖς παρεκάλεσας, ἀσθενοῦντας δὲ ἐξανέστησας ῥήμασι, γόνασι δὲ ἀδυνατοῦσι περιέθηκας θάρσος· νυνὶ δὲ ἥκει ἐπὶ σὲ πόνος, σὺ δὲ ἐσπούδακας. Πότερον οὐχ ὁ φόβος σοῦ ἐστιν ἐν ἀφροσύνῃ»; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· εἰ τὶ σοι, φησίν, ἀγαθὸν ἦν πεπραγμένον, οὐκ ἂν ταῦτα ἔπαθες ἅπερ ἔπαθες· ἀλλ’ ἁμαρτημάτων τίνεις δίκας καὶ παρανομίας. Καὶ τοῦτο ἦν ὃ μάλιστα ἔδακνε τὸν μακάριον Ἰώβ. Καὶ περὶ τοῦ Παύλου δὲ οἱ βάρβαροι τοῦτο ἔλεγον· ἐπειδὴ γὰρ εἶδον τὴν ἔχιν ἐκκρεμαμένην αὐτοῦ τῆς χειρός, οὐδὲν χρηστὸν περὶ αὐτοῦ ὑπενόησαν, ἀλλὰ τῶν τὰ ἔσχατα κακὰ τετολμηκότων αὐτὸν εἶναι ἐνόμιζον· καὶ δῆλον ἐξ ὧν ἔλεγον· «Τοῦτον γάρ, φασίν, ἐκ τῆς θαλάσσας σωθέντα ἡ δίκη ζῆν οὐκ εἴασεν». Οὐχ ὡς ἔτυχε δὲ καὶ τοῦτο ἡμᾶς εἴωθε θορυβεῖν. Ἀλλ’ ὅμως τοσούτων ὄντων τῶν κυμάτων, καὶ ἐπαλλήλων φερομένων οὐ κατεποντίσθη τὸ σκάφος· ἀλλ’ ὡς ἐν καμίνῳ κείμενος, καθάπερ δρόσου διηνεκοῦς ἀπολαύων, οὕτως ἐφιλοσόφει.


ια’. Οὐ γὰρ εἶπε πρὸς ἑαυτὸν οὐδὲν τοιοῦτον, οἷον πολλοὺς λέγειν εἰκός, ὅτι οὗτος ὁ πλούσιος, ἂν μὲν ἀπελθὼν ἐκεῖ κολασθῇ καὶ δῷ τιμωρίαν, ἓν ἓν γέγονεν· ἂν δὲ κἀκεῖ τῶν αὐτῶν ἀπολαύσῃ τιμῶν, δύο γέγονεν οὐδέν. Ἢ οὐ ταῦτα περιφέρετε ἐν ταῖς ἀγοραῖς ὑμεῖς οἱ πολλοί, τὰ ἀπὸ τῆς ἱπποδρομίας καὶ τῶν ἔξω θεάτρων εἰς τὴν ἐκκλησίαν εἰσάγοντες. Αἰσχύνομαι μὲν οὖν εἰς μέσον ταῦτα προτιθεὶς τὰ ῥήματα καὶ ἐρυθριῶ· πλὴν ἀλλ’ ἀνάγκη ταῦτα εἰπεῖν, ἵνα ὑμεῖς ἀπαλλαγῆτε τοῦ ἀτάκτου γέλωτος καὶ τῆς αἰσχύνης καὶ τῆς βλάβης τῆς ἀπὸ τῶν ῥημάτων τούτων. Ταῦτα πολλοὶ πολλάκις γελῶντες λέγουσιν· ἀλλὰ καὶ τοῦτο διαβολικῆς κακουργίας ἐστίν, ἐν τάξει ῥημάτων ἀστείων διεφθαρμένα εἰσάγειν εἰς τὸν βίον ἡμῶν δόγματα. Ταῦτα γὰρ συνεχῶς καὶ ἐν ἐργαστηρίοις, καὶ ἐπὶ τῆς ἀγοράς, καὶ ἐν ταῖς οἰκίαις πολλοὶ περιφέρουσιν· ὅπερ ἐσχάτης ἀπιστίας ἐστὶ καὶ παρανοίας καὶ γέλωτος ὄντως καὶ παιδικῆς διανοίας. Τὸ μὲν γὰρ λέγειν, ὅτι ἐὰν ἀπελθόντες οἱ πονηροὶ κολασθῶσι, καὶ μὴ σφόδρα πεπεικέναι ἑαυτούς, ὅτι κολασθήσονται πάντως, ἀπιστούντων ἐστὶ καὶ διαμφισβητούντων· τὸ δέ, εἰ καὶ τοῦτο συμβαίη, ὅπερ οὖν καὶ συμβήσεται, νομίζειν τῆς ἴσης αὐτοὺς τοῖς δικαίοις ἀνταποδόσεως ἀπολελαυκέναι, τοῦτο ἐσχάτης ἀνοίας.
Τὶ λέγεις, εἰπὲ μοί; Ἐὰν ἀπελθὼν ὁ πλούσιος ἐκεῖ κολάζηται, ἓν ἓν γέγονε; Καὶ πῶς ἂν ἔχοι λόγον; Πόσα γὰρ αὐτὸν ἐνταῦθα βούλει θεῖναι ἀπολελαυκέναι τῶν χρημάτων ἔτη; Βούλει θῶμεν ἑκατόν; Ἐγὼ δὲ καὶ διακόσια τίθημι, καὶ τριακόσια καὶ δὶς τοσαῦτα, καί, εἰ βούλει, καὶ χίλια, ὅπερ ἀδύνατον. «Αἱ ἡμέραι γάρ, φησί, τῶν ἐτῶν ἡμῶν, ὀγδοήκοντα ἔτη»· πλὴν ἀλλὰ κείσθω καὶ χίλια. Μὴ ζωὴν ἔχεις, εἰπὲ μοι, ἐνταῦθα δεῖξαι τέλος οὐκ ἔχουσαν, οὐδὲ πέρας ἐπισταμένην, οἵαπερ ἐστὶν ἡ τῶν δικαίων ἐκεῖ; Εἶ τις οὖν, ειπὲ μοί, ἐν ἔτεσιν ἑκατὸν μίαν νύκτα ὄναρ ἰδὼν χρηστόν, καὶ πολλῆς καθ’ ὕπνους ἀπολαύσας τρυφῆς, τὰ ἑκατὸν ἔτη κολάζοιτο, ἆρα δυνήσῃ λέγειν ἐπὶ τούτῳ, ἓν καὶ ἕν, καὶ τὴν μίαν νύκτα τῶν ὀνειράτων ἐκείνων τοῖς ἑκατὸν ἔτεσιν ἀντίῤῥοπον ποιεῖσθαι; Οὐκ ἔστιν εἰπεῖν· τοῦτο δὴ καὶ περὶ τῆς μελλούσης ζωῆς λογίζου. Ὅπερ γὰρ ἐστιν ὄναρ ἓν πρὸς ἑκατὸν ἔτη, τοῦτό ἐστιν ὁ παρὼν βίος πρὸς τὴν μέλλουσαν ζωήν· μᾶλλον δὲ καὶ πολλῷ πλέον· ὅσον ἐστὶ σταγὼν μικρὰ πρὸς πέλαγος ἄπειρον, τοσοῦτόν ἐστι χίλια ἔτη πρὸς τὴν μέλλουσαν δόξαν ἐκείνην καὶ ἀπόλαυσιν. Καὶ τὶ γὰρ ἂν ἔχοι τις πλέον εἰπεῖν, ἢ ὅτι πέρας οὐκ ἔχει καὶ τέλος οὐκ οἶδε, καὶ ὅσον ἐστὶ τὸ μέσον ὀνείρων καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τοσοῦτόν ἐστι τῆς καταστάσεως ταύτης καὶ τῆς ἐκεῖ τὸ διάφορον;
Ἄλλως δὲ καὶ πρὸ τῆς ἐκεῖ κολάσεως, ἐντεῦθεν οἱ πονηρευόμενοι καὶ ἐν τραπέζης ἀπολαύοντα πολυετοῦς ἁπλῶς εἴπῃς, καὶ τὸν ἱμάτια περιβεβλημένον σηρικά, καὶ ἀνδραπόδων ἀγέλας περιφέροντα, καὶ σοβοῦντα ἐπὶ τῆς ἀγορᾶς· ἀλλ’ ἀνάπτυξόν μοι τούτου τὸ συνειδός, καὶ ὄψει πολὺν θόρυβον τῶν ἁμαρτημάτων, φόβον διηνεκῆ, χειμῶνα, ταραχήν, καθάπερ ἐν δικαστηρίῳ τὸν νοῦν ἐπὶ τὸν θρόνον ἀναβάντα τὸν βασιλικὸν τοῦ συνειδότος, καὶ ὥσπερ τινὰ δικαστὴν καθήμενον, καὶ τοὺς λογισμοὺς παριστῶντα, καθάπερ δημίους, καὶ ἀναρτῶντα τὴν διάνοιαν, καὶ καταξαίνοντα ὑπὲρ τὴν ἠμαρτημένων, καὶ ἐμβοῶντα μεγάλα, μηδενὸς εἰδότος, ἀλλ’ ἢ τοῦ ταῦτα ἐπισταμένου βλέπειν Θεοῦ μόνου. Καὶ γὰρ ὁ μοιχεύων, κἂν μυριάκις ᾗ πλούσιος, κἂν μηδένα κατηγοροῦντα ἔχῃ, οὐ παύεται ἑαυτοῦ κατηγορῶν ἔνδον· καὶ ἡ μὲν ἡδονὴ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκής, φόβος πανταχόθεν καὶ τρόμος, ὑποψίᾳ καὶ ἀγωνία· τοὺς στενωποὺς δέδοικε, τὰς σκιᾶς αὐτὰς τρέμει, τοὺς οἰκέτας τοὺς ἑαυτοῦ, τοὺς συνειδότας, τοὺς ἀγνοοῦντας, τὴν ἠδικημένην αὐτήν, τὸν ὑβρισμένον ἄνδρα· περιέρχεται πικρὸν κατήγορον περιφέρων τὸν συνειδός, αὐτοκατάκριτος ὤν, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι δυνάμενος. Καὶ γὰρ καὶ ἐπὶ κλίνης, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτί, καὶ ἐν αὐτοῖς τοῖς ὀνείρασι πολλάκις τὰ τῆς ἁμαρτίας εἴδωλα βλέπει, καὶ τὸν τοῦ Κάϊν ζῇ βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς, καὶ μηδενὸς εἰδότος, ἔνδον ἔχει τὸ πῦρ συνειλεγμένον ἀεί. Τοῦτο καὶ οἱ ἁρπάζοντες, καὶ οἱ πλεονεκτοῦντες πάσχουσι· τοῦτο καὶ οἱ μεθύοντες, καὶ ἕκαστος δὲ ἁπλῶς τῶν ἐν ἁμαρτίαις ζώντων· ἀμήχανον γὰρ ἐκεῖνο διαφθαρῆναι τὸ δικαστήριον· ἀλλὰ κἂν μὴ μετίωμεν τὴν ἀρετήν, ὅμως ὀδυνώμεθα, ἐπειδὴ μὲ μετερχόμεθα, κἂν μετίωμεν τὴν κακίαν, ὅμως παυσάμενοι τῆς ἡδονῆς τῆς κατὰ τὴν ἁμαρτίαν, αἰσθανόμεθα τῆς ὀδύνης. Μὴ τοίνυν λέγωμεν ἐπὶ τῶν πλουτούντων ἐνταῦθα καὶ πονηρευομένων, καὶ τῶν δικαίων τῶν ἀπολαυόντων ἐκεῖ, ὅτι ἓν ἕν, ἀλλ’ ὅτι δύο οὐδέν. Τοῖς μὲν γὰρ δικαίοις καὶ τὰ ἐκεῖ καὶ τὰ ἐνταῦθα πολλὴν παρέχει τὴν ἡδονήν· οἱ δὲ ἐν πονηρίαις καὶ ἐν πλεονεξίαις, καὶ ἐνταῦθα καὶ ἐκεῖ κολάζονται. Καὶ γὰρ καὶ ἐνταῦθα κολάζονται τῇ προσδοκίᾳ τῆς ἐκεῖ τιμωρίας, καὶ τῇ πονηρᾷ παρὰ πάντων ὑποψίᾳ, καὶ αὐτῷ τῷ ἁμαρτάνειν καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν διαφθείρειν· καὶ μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀφορήτους ὑπομένουσι τιμωρίας. Πάλιν οἱ δίκαιοι, κἂν μυρία πάσχωσιν ἐνταῦθα δεινά, χρησταῖς συντρέφονται, ταῖς ἐλπίσιν, ἡδονὴν ἔχοντες καθαράν, βεβαίαν, ἀκίνητον· καὶ μετὰ ταῦτα τὰ μυρία αὐτοὺς διαδέξεται ἀγαθά, καθάπερ οὖν καὶ τὸν Λάζαρον. Μὴ γὰρ μοι τοῦτο εἴπῃς, ὅτι ἥλκωτο, ἀλλὰ τοῦτο σκόπει, ὅτι χρυσοῦ παντὸς τιμιωτέραν ἔνδον εἶχε τὴν ψυχήν· μᾶλλον δὲ οὐ τὴν ψυχὴν μόνον, ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ· ἀρετὴ γὰρ σώματος οὐ πολυσαρκία καὶ εὐεξία, ἀλλὰ τοσαύτας καὶ τοιαύτας φέρειν βασάνους. Οὐ γάρ, εἲ τις ἐπὶ τοῦ σώματος τραύματα ἔχοι τοιαῦτα, βδελυκτὸς ὁ τοιοῦτος· ἀλλ’ εἲ τις ἐπὶ τῆς ψυχῆς ἕλκη μυρία ἔχων, μηδεμίαν αὐτῶν ἐπιμέλειαν ποιοῖτο· οἷος ἦν ἐκεῖνος ὁ πλούσιος, ἔνδοθεν ἡλκωμένος ἅπας. Καὶ καθάπερ οἱ κύνες τούτου περιέλειχον τὰ τραύματα, οὕτως ἐκείνου δαίμονες τὰ ἁμαρτήματα· καὶ καθάπερ οὗτος ἐν λιμῷ τροφῆς, οὕτως ἐκεῖνος ἐν λιμῷ πάσης ἀρετῆς ἔζη.


ιβ’. Ταῦτ’ οὖν εἰδότες ἅπαντα φιλοσοφῶμεν, καὶ μὴ λέγωμεν, ὅτι εἰ τὸν δεῖνα ἐφίλει ὁ Θεός, οὐκ ἂν αὐτὸν ἀφῆκε γενέσθαι πένητα. Αὐτὸ μὲν οὖν τοῦτο μέγιστον ἀγάπης τεκμήριον ἐστιν· «Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱόν, ὃν παραδέχεται». Καὶ πάλιν, «Τέκνον, ἐὰν προσέρχῃ δουλεύειν Κυρίῳ, ἑτοίμασον τὴν ψυχὴν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον». Ἐκβάλωμεν οὖν, ἀγαπητοί, τὰς περιττὰς ταύτας προλήψεις ἀφ’ ἑαυτῶν, καὶ τῇ δημώδη ταῦτα ῥήματα. «Αἰσχρότης γάρ, φησί, καὶ μωρολογία, καὶ εὐτραπελία μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν». Μήτε οὖν αὐτοὶ ταῦτα λέγωμεν, ἀλλὰ κἂν ἑτέρους ἴδωμεν ταῦτα λέγοντας, ἐπιστομίσωμεν, κατεξαναστῶμεν σφοδρῶς, ἐπισχῶμεν τὴν ἀναίσχυντον αὐτῶν γλῶτταν. Εἲ τινα ἴδῃς, εἰπὲ μοι, λῄσταρχον κατατρέχοντα τὰς ὁδούς, τοῖς παριοῦσιν ἐφεδρεύοντα, τὰ ἐκ τῶν ἀγρῶν ἁρπάζοντα, εἰς σπήλαια καὶ καταδύσεις χρυσίον καὶ ἀργύριον κατορύττοντα, καὶ ἀγέλας ἀποκλείοντα πολλὰς ἐκεῖ, καὶ ἱμάτια καὶ ἀνδράποδα πολλὰ κεκτημένον ἐκ τῆς καταδρομῆς ἐκείνης, ἆρα αὐτόν, εἰπὲ μοι, μακαρίζεις διὰ τὸν πλοῦτον ἐκεῖνον, ἢ ταλανίζεις διὰ τὴν μέλλουσαν αὐτὸν διαδέχεσθαι δίκην; Καίτοι οὔπω συνείληπται, οὐδὲ εἰς χέρας τοῦ δικαστοῦ παραδέδοται, οὐδὲ εἰς δεσμωτήριον ἐνέπεσεν, οὐδὲ κατήγορον ἔσχεν, οὐδὲ ὑπὸ ψῆφον ἐγένετο, ἀλλὰ τρυφᾷ, μεθύει, εὐπορίας ἀπολαύει πολλῆς· ἀλλ’ ὅμως οὐ διὰ τὰ παρόντα καὶ τὰ ὁρώμενα αὐτὸν μακαρίζομεν, ἀλλὰ διὰ τὰ μέλλοντα καὶ προσδοκώμενα ταλανίζομεν.
Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων καὶ πλεονεκτούντων λόγισαι. Λῃσταὶ τινὲς εἰσιν ὁδοῖς ἐφεδρεύοντες, τὰ τῶν παριόντων ἁρπάζοντες, ὥσπερ ἐν σπηλαίοις καὶ καταδύσεσι, τοῖς ἑαυτῶν θαλάμοις κατορύττοντες τὰς ἑτέρων περιουσίας. Μὴ τοίνυν μακαρίζωμεν αὐτοὺς διὰ τὰ παρόντα, ἀλλὰ ταλανίζωμεν διὰ τὰ μέλλοντα, διὰ τὸ φοβερὸν ἐκεῖνο δικαστήριον, διὰ τὰς ἀπαραιτήτους εὐθύνας, διὰ τὸ σκότος τὸ ἐξώτερον, ὃ μέλλει αὐτοὺς ὑποδέχεσθαι. Καίτοι οἱ μὲν λῃσταὶ πολλάκις ἐξέφυγον ἀνθρώπων χεῖρας· ἀλλ’ ὅμως καὶ τοῦτο εἰδότες, καὶ ἑαυτοῖς καὶ ἐχθροῖς ἀπευξάμεθα ἂν τὸν ἐκείνων βίον, καὶ τὴν εὐπορίαν τὴν ἐπάρατον. Ἐπὶ δὲ τοῦ θεοῦ οὐκ ἔστι τοῦτο εἰπεῖν· οὐδεὶς γὰρ αὐτοῦ διαφεύξεται τὴν ψῆφον, ἀλλὰ πάντες πάντως οἱ ἐν πλεονεξίαις καὶ ἁρπαγαῖς ζῶντες τὴν παρ’ αὐτοῦ δίκην ἐπισπάσονται τὴν ἀθάνατον ἐκείνην καὶ τέλος οὐκ ἔχουσαν, καθάπερ οὖν καὶ ὁ πλούσιος ἐκεῖνος. Ἅπερ οὖν ἅπαντα παρ’ ἑαυτοῖς συλλέγοντες, ἀγαπητοί, μὴ τοὺς ἐν πλούτῳ, ἀλλὰ τοὺς ἐν ἀρετῇ ζῶντας μακαρίζωμεν· μὴ τοὺς ἐν πενίᾳ, ἀλλὰ τοὺς ἐν κακίᾳ ταλανίζωμεν· μὴ τὰ παρόντα βλέπωμεν, ἀλλὰ τὰ μέλλοντα σκοπῶμεν· μὴ τὴν ἔξωθεν περιβολήν, ἀλλὰ τὸ ἑκάστου συνειδὸς ἐξετάζωμεν, καὶ τὴν ἐκ τῶν κατορθωμάτων ἀρετὴν καὶ χαρὰν διώκοντες, ζηλώσωμεν τὸν Λάζαρον καὶ πλούσιοι καὶ πένητες. Οὐ γὰρ ἕνα καὶ δύο καὶ τρεῖς μόνον οὗτος, ἀλλὰ πλείστους ἄθλους ἀρετῆς ὑπέμεινε, τὴν πενίαν λέγω, τὴν ἀῤῥωστίαν, τὴν ἐρημίαν τῶν προστησομένων, τὸ ἐν οἰκίᾳ δυναμένῃ τὰ τοιαῦτα σβέσαι κακὰ ἅπαντα ὑπομεῖναι ἐκεῖνα, καὶ μηδενὸς εἰς παραμυθίας λόγον ἀξιοῦσθαι, τὸ τρυφῆς τοσαύτης ἀπολαύοντα τὸν ὑπερορῶντα ὁρᾷν, καὶ οὐ τρυφῆς ἀπολαύοντα μόνον, ἀλλὰ καὶ ἐν πονηρίᾳ ζῶντα, καὶ μηδὲν πάσχοντα δεινόν· τὸ καὶ μὴ πρὸς Λάζαρον ἕτερον ἔχειν ἰδεῖν, τὸ μηδὲν περὶ ἀναστάσεως δύνασθαι φιλοσοφεῖν, τὸ μετὰ τῶν εἰρημένων κακῶν καὶ πονηρὰν παρὰ τοῖς πολλοῖς ἀπὸ τῶν συμφορῶν ἐκείνων λαμβάνειν ὑπόληψιν, τὸ μὴ μέχρι δύο καὶ τριῶν ἡμερῶν, ἀλλὰ διὰ παντὸς τοῦ βίου, καὶ ἑαυτὸν ἐν τούτοις, καὶ τὸν πλούσιον ἐν τοῖς ἐναντίοις ὁρᾷν. Τίνα οὖν ἕξομεν ἀπολογίαν, εἰ τούτου πάντα ὁμοῦ τὰ δεινὰ μετὰ τοσαύτης φέροντος ἀνδρείας, ἡμεῖς μηδὲ τὰ ἡμίση τούτων οἴσομεν; Οὐ γὰρ ἔχεις, οὐκ ἔχεις δέξαι, οὐδὲ εἰπεῖν ἄλλον τινὰ τοσαῦτα καὶ τοιαῦτα πεπονθότα κακά. Διὰ γὰρ τοῦτο αὐτὸν καὶ εἰς μέσον προὔθηκεν ὁ Χριστός, ἵνα ὅπουπερ ἂν ἐμπέσωμεν τῶν δεινῶν, ὁρῶντες παρὰ τούτῳ τὴν ὑπερβολὴν οὖσαν τῶν θλίψεων, ἱκανὴν ἐκ τῆς ἐκείνου φιλοσοφίας καὶ ὑπομονῆς ἀναλάβωμεν παράκλησιν καὶ παραμυθίαν· κοινὸς γὰρ τῆς οἰκουμένης διδάσκαλος πρόκειται τοῖς ὁτιοῦν πάσχουσι δεινόν, πρὸς αὐτὸν παρέχων πᾶσιν ὁρᾷν, καὶ πάντας αὐτοὺς νικῶν τῇ τῶν οἰκείων κακῶν ὑπερβολῇ. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσαντες τῷ φιλανθρώπῳ Θεῷ, καρπωσώμεθα τὴν ἐκ τοῦ διηγήματος ὠφέλειαν, συνεχῶς αὐτὸν καὶ ἐν συνεδρίοις, καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ πανταχοῦ περιφέροντες, καὶ μετὰ ἀκριβείας ἅπαντα τὸν ἐκ τῆς παραβολῆς ταύτης καταμανθάνοντες πλοῦτον, ἵνα καὶ τὰ παρόντα ἀλύπως παραδράμωμεν δεινά, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπία τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρί, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, τιμή, προσκύνησις, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |