ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κ∆ Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας

Πέμπτη 27 Οκτωβρίου 2016

Κ∆ Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς ἐπαγγελίας




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


Κ∆ Κατὰ πίστιν  ἀπέθανον  οὗτοι πάντες,  μὴ λαβόντες τὰς ἐπαγγελίας,  ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες ἐμφανίζουσιν ὅτι πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν  ἐκείνης  ἐμνη  μόνευον,  ἀφ' ἧς ἐξῆλθον,  εἶχον  ἂν  καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρανίου. ∆ιὰ τοῦτο οὐκ ἐπαι σχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐτῶν· ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.

 αʹ. Ἡ πρώτη ἀρετὴ, καὶ ἡ πᾶσα ἀρετὴ τὸ ξένον εἶναι τοῦ κόσμου τούτου καὶ παρεπίδημον, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς τὰ ἐνταῦθα πράγματα, ἀλλὰ ἀπηρτῆσθαι αὐτῶν ὥσπερ ξένων,  καθάπερ οἱ μακάριοι  μαθηταὶ ἐκεῖνοι, περὶ ὧν φησι· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Ἐκεῖνοι μὲν οὖν ξένους ἔλεγον εἶναι ἑαυτούς· ὁ δὲ Παῦλος καὶ πολλῷ  τι πλέον  εἶπεν. Οὐ γὰρ ξένον  ἑαυτὸν  ἁπλῶς  εἶπεν,  ἀλλὰ  νεκρὸν εἶπε τῷ κόσμῳ, καὶ τὸν κόσμον αὐτῷ νεκρόν. Ἐμοὶ γὰρ, φησὶν, ὁ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.


 Ἀλλ' ἡμεῖς ὡς καὶ πολῖται, καὶ σφόδρα ζῶντες ὡς πολῖται, οὕτω πάντα ἐνταῦθα  πραγματευόμεθα· καὶ ὅπερ ἦσαν τῷ κόσμῳ οἱ δίκαιοι, ξένοι καὶ νεκροὶ, τοῦτο ἡμεῖς ἐσμεν τῷ οὐρανῷ· ὅπερ δὲ ἦσαν ἐκεῖνοι τῷ οὐρανῷ, ζῶντες καὶ πολιτευόμενοι, τοῦτο ἡμεῖς ἐσμεν τῷ κόσμῳ. ∆ιὰ τοῦτο τεθνήκαμεν, ὅτι τὴν  ὄντως ζωὴν ἠρνησάμεθα, καὶ τὴν πρόσκαιρον ταύτην εἱλόμεθα· διὰ τοῦτο παροξύνομεν  τὸν  Θεὸν, ὅτι προκειμένης  ἡμῖν  τῆς ἐν τοῖς οὐρανοῖς ἀπολαύσεως, οὐδὲ οὕτω τῶν ἐπὶ τῆς γῆς ἀποστῆναι βουλόμεθα, ἀλλὰ, καθάπερ τινὲς σκώληκες, ἀπὸ τῆς γῆς εἰς τὴν γῆν, καὶ πάλιν ἀπὸ ταύτης εἰς ταύτην περιστρεφόμεθα, καὶ ὅλως οὐδὲ μικρὸν ἀνακύψαι βουλόμεθα, οὐδὲ ἀποστῆσαι ἑαυτοὺς τῶν ἀνθρωπίνων πραγμάτων, ἀλλ' ὥσπερ ὑπό τινος κάρου καὶ ὕπνου καὶ μέθης καταβαπτισθέντες, καταπεπλήγμεθα φανταζόμενοι. Καὶ καθάπερ οἱ γλυκεῖ κατεχόμενοι ὕπνῳ, οὐ μόνον ἐν νυκτὶ, ἀλλὰ καὶ αὐτοῦ τοῦ ὄρθρου καταλαβόντος, καὶ λαμπρᾶς γενομένης ἡμέρας κεῖνται ἐπὶ κλίνης, καὶ οὐκ αἰσχύνονται τῇ ἡδονῇ χαριζόμενοι, καὶ τὸν καιρὸν τῆς ἐργασίας καὶ τῆς σπουδῆς, τοῦτον καιρὸν ποιούμενοι ὕπνου καὶ νωθείας· οὕτω δὴ καὶ ἡμεῖς, τῆς ἡμέρας ἐγγιζούσης, τῆς νυκτὸς προκοπτούσης, μᾶλλον δὲ τῆς ἡμέρας· Ἐργάζεσθε γὰρ, φησὶν, ἕως ἐστὶν ἡμέρα· ἡμέρας οὔσης, τὰ τῆς νυκτὸς  πράττομεν ἅπαντα, καθεύδοντες, ὀνείρατα βλέποντες, φαντασίαις ἐντρυφῶντες· καὶ μεμύκασιν ἡμῖν  οἱ τῆς διανοίας  ὀφθαλμοὶ  καὶ οἱ τοῦ σώματος, παραφθεγγόμεθα, παραλαλοῦμεν· κἂν βαθεῖαν ἡμᾶς πλήξῃ τις πληγὴν, οὐδὲ αἰσθανόμεθα, κἂν πᾶσαν ἡμῶν διαρπάσῃ τὴν οὐσίαν, κἂν αὐτὴν ἐμπρήσῃ τὴν οἰκίαν· μᾶλλον δὲ οὐδὲ ἀναμένομεν ἑτέρους τοῦτο ποιεῖν, ἀλλ' αὐτοὶ τοῦτο πράττομεν κεντοῦντες ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν καὶ πλήττοντες, ἀσχημόνως κείμενοι, καὶ γεγυμνωμένοι πάσης εὐδοξίας, πάσης τιμῆς, καὶ τὰ αἰσχρὰ ἡμῶν ἔργα οὔτε αὐτοὶ συγκαλύπτοντες, οὔτε ἑτέροις  ἐπιτρέποντες  τοῦτο  ποιεῖν,  ἀλλ'  εἰς  μέσην ἀσχημοσύνην  τοῖς  ὁρῶσι καὶ παριοῦσι προκείμενοι εἰς γέλωτα, εἰς σκώμματα μυρία. Οὐκ οἴεσθε καὶ αὐτοὺς τοὺς πονηροὺς καταγελᾷν τῶν ὁμοτρόπων, καὶ καταγινώσκειν  αὐτῶν; Ἐπειδὴ γὰρ ἡμῖν ἐντέθεικεν ὁ Θεὸς δικαστήριον ἀδέκαστον, οὐδέποτε διαφθειρόμενον, κἂν εἰς αὐτὸν τῆς   κακίας   ἔλθωμεν    τὸν   πυθμένα·   τούτου   χάριν   καὶ   αὐτοὶ   οἱ   πονηροὶ καταδικάζουσιν  ἑαυτοὺς, κἂν  αὐτοὺς  καλέσῃ τις  τοῦτο, ὅπερ εἰσὶν, αἰσχύνονται, ὀργίζονται,  ὕβριν τὸ πρᾶγμά φασιν. Οὕτως εἰ καὶ μὴ δι' ἔργων, ἀλλὰ διὰ λόγων καταδικάζουσιν ἅπερ πράττουσι, διὰ τοῦ συνειδότος, μᾶλλον δὲ καὶ διὰ τῶν ἔργων. Ὅταν γὰρ λανθάνοντες  καὶ κρυπτόμενοι πράττωσι, μέγιστον ἐκφέρουσι δεῖγμα γνώμης, ἣν περὶ τοῦ πράγματος ἔχουσιν. Οὕτω γὰρ δήλη ἐστὶν ἡ κακία, ὡς πάντας αὐτῆς εἶναι κατηγόρους, καὶ τοὺς μετιόντας αὐτήν· τοιοῦτον δέ ἐστιν ἡ ἀρετὴ, ὡς καὶ παρ' ἐκείνων  θαυμάζεσθαι τῶν  μὴ ζηλούντων  αὐτήν.  Καὶ γὰρ καὶ ὁ πόρνος ἐπαινέσεται τὴν σωφροσύνην, καὶ ὁ πλεονέκτης  καταγνώσεται  τῆς ἀδικίας, καὶ ὁ ὀργίλος τὴν ἀνεξικακίαν θαυμάσεται, καὶ τὴν μικροψυχίαν μέμψεται, καὶ τὴν ἀσέλγειαν ὁ ἀσελγής. Πῶς οὖν αὐτὰ μέτεισι, φησίν; Ἀπὸ ῥᾳθυμίας πολλῆς, οὐ κρίνας εἶναι καλόν· ἐπεὶ οὐδ' ἂν ᾐσχύνθη τῷ πράγματι, οὐδ' ἂν ἠρνήσατο κατηγοροῦντος ἑτέρου. Πολλοὶ δὲ καὶ προληφθέντες,  τὴν αἰσχύνην  οὐ φέροντες, καὶ ἀπήγξαντο· τοσαύτη  τοῦ   καλοῦ   καὶ  πρέποντος   ἔνεστιν   ἡμῖν   ἡ  μαρτυρία·  οὕτως   ἡλίου λαμπρότερα   τὰ   καλὰ,   καὶ   πάντων   δυσειδέστερα  τὰ   ἐναντία. 

 βʹ.  Ξένοι  καὶ παρεπίδημοι ἦσαν οἱ ἅγιοι. Πῶς καὶ τίνι  τρόπῳ; ποῦ δὲ ὁμολογεῖ ὁ Ἀβραὰμ ξένος  εἶναι  καὶ  παρεπίδημος; Ἴσως μὲν  καὶ αὐτὸς  ὡμολόγησεν·  ὁ δὲ ∆αυῒδ ὅτι ὡμολόγησε, παντί που δῆλον· καὶ ἄκουε αὐτοῦ λέγοντος, ὅτι Ξένος εἰμὶ καὶ παρεπίδημος, καθὼς  πάντες  οἱ πατέρες μου. Οἱ γὰρ ἐν σκηναῖς κατοικοῦντες,  οἱ ἀργυρίου καὶ τάφους ὠνούμενοι δῆλον ὅτι ξένοι τινὲς οὕτως ἦσαν, ὥστε μηδὲ ὅπου θάψωσι τοὺς νεκροὺς ἑαυτῶν ἔχειν. Τί οὖν; ἆρα τῆς γῆς ἐκείνης μόνον ἔλεγον εἶναι ξένοι τῆς ἐν Παλαιστίνῃ; Οὐδαμῶς, ἀλλὰ τῆς οἰκουμένης πάσης, καὶ εἰκότως· οὐδὲν γὰρ ἐθεώρουν ἐν αὐτῇ τούτων ὧν ἐβούλοντο, ἀλλὰ πάντα ξένα καὶ ἀλλότρια. Αὐτοὶ μὲν  οὖν  τὴν  ἀρετὴν  ἀσκεῖν ἠβούλοντο·  ἐνταῦθα  δὲ, ἔνθα  ἦν  κακία  πολλὴ,  καὶ ἀπεξένωτο  πρὸς αὐτοὺς τὰ πράγματα· οὐδένα φίλον,  οὐδένα οἰκεῖον εἶχον, πλὴν ὀλίγων τινῶν. Πῶς δὲ ξένοι ἦσαν; Οὐκ ἐπιμελούμενοι τῶν ἐνταῦθα καὶ τοῦτο οὐ διὰ ῥημάτων, ἀλλὰ καὶ διὰ πραγμάτων αὐτῶν ἐδείκνυον. Πῶς καὶ τίνι τρόπῳ; Εἶπε τῷ Ἀβραάμ· Ἄφες  τὴν  πατρίδα τὴν  δοκοῦσαν, καὶ ἐλθὲ ἐπὶ τὴν  ἀλλοτρίαν·  καὶ οὐκ ἀντέσχετο τῶν οἰκείων, ἀλλ' ὡς ξένην μέλλων ἀφιέναι, οὕτως ἀπροσπαθῶς αὐτὴν εἴασεν. Εἶπεν αὐτῷ· Ἀνένεγκε τὸν υἱόν σου· καὶ ὡς οὐκ ἔχων  υἱὸν, οὕτως αὐτὸν ἀνήνεγκεν,  ὡς  οὐκ ἐνδεδυμένος  τὴν  φύσιν, οὕτως  αὐτὸν  ἀνήνεγκε  Τὰ χρήματα κοινὰ ἐκέκτητο τοῖς παριοῦσιν ἅπασι, καὶ οὐδὲν τὸ πρᾶγμα ἡγεῖτο· τῶν πρωτείων ἑτέροις παρεχώρει, εἰς κινδύνους ἑαυτὸν ἐνέβαλλε, μυρία ἔπασχε δεινά· οὐκ οἰκίας ᾠκοδόμει λαμπρὰς, οὐδὲ ἐτρύφα, οὐχ ἱματίων ἐπεμελεῖτο, οὐκ ἄλλου οὐδενὸς, ἃ τῶν ἐνταῦθά   ἐστιν·   ἀλλὰ   πάντα   τὰ   τῆς   ἐκεῖ   πόλεως   ἐπολιτεύετο,   φιλοξενίαν ἐπεδείκνυτο,  φιλαδελφίαν,  ἐλεημοσύνην,  ἀνεξικακίαν,  ὑπεροψίαν  χρημάτων  καὶ τῆς παρούσης δόξης καὶ τῶν  ἄλλων  ἁπάντων.  Καὶ ὁ τούτου δὲ παῖς τοιοῦτος ἦν· ἐλαυνόμενος, πολεμούμενος εἶκε καὶ παρεχώρει, ἅτε ἐν ξένῃ ὤν· οἱ γὰρ ξένοι, ὅσα ἂν πάθωσι, φέρουσιν, ἅτε οὐκ ὄντες ἐν πατρίδι. Καὶ τῆς γυναικὸς ἀφαιρουμένης, καὶ τοῦτο ἔφερεν, ἅτε ξένος· τὰ δὲ ἄνω πάντα ἐπολιτεύετο, σωφροσύνην, κοσμιότητα ἐπιδεικνύμενος  πᾶσαν. Καὶ γὰρ μετὰ τὸ παιδοποιῆσαι, οὐκέτι ὡμίλησε τῇ γυναικί· καὶ παρελθούσης δὲ τῆς ἀκμῆς τῆς νεότητος, τότε αὐτὴν ἠγάγετο, δεικνὺς ὅτι οὐ πάθους ἕνεκεν τοῦτο ἐποίει, ἀλλὰ ὑπηρετούμενος τῇ ἐπαγγελίᾳ  τοῦ Θεοῦ. Τί δὲ ὁ Ἰακώβ; οὐχὶ ἄρτον ἐζήτει μόνον καὶ ἱμάτιον, ἃ ξένων ἐστὶν ὄντως αἰτήματα τῶν εἰς πενίαν   ἐλθόντων   πολλήν;  οὐχὶ  ἐλαυνόμενος   ἀνεχώρει,   καθάπερ  ξένος;  οὐχὶ ἐθήτευεν;  οὐχὶ  μυρία ἔπασχε δεινὰ,  περιιὼν  πανταχοῦ  καθάπερ ξένος; Ταῦτα δὲ πάσχοντες   ἔφερον,   δεικνύντες   ὅτι  πατρίδα   ἐπιζητοῦσιν   ἑτέραν·  Βαβαὶ,  πόση διαφορά! ἐκεῖνοι μὲν ὤδινον καθ' ἑκάστην ἡμέραν, ἀπαλλαγῆναι βουλόμενοι ἐντεῦθεν,  καὶ πρὸς τὴν αὑτῶν  πατρίδα ἐπανελθεῖν·  ἡμεῖς δὲ τοὐναντίον·  ἂν γὰρ πυρετὸς ἐμπέσῃ, πάντα ἀφέντες, καθάπερ τὰ παιδία τὰ μικρὰ, τὰ κλαυθμυριζόμενα, τὸν θάνατον  δεδοίκαμεν· καὶ εἰκότως τοῦτο πάσχομεν. Ἐπειδὴ γὰρ οὐχ ὡς ξένοι διάγομεν ἐνταῦθα, οὐδὲ ὡς ἐπὶ πατρίδα σπεύδομεν, ἀλλ' ὡς ἐπὶ κόλασιν ἀπιόντες ἐσμὲν, διὰ τοῦτο ἀλγοῦμεν,  ὅτι τοῖς πράγμασιν οὐκ ἐχρησάμεθα εἰς  δέον, ἀλλὰ τὴν τάξιν ἀντεστρέψαμεν· διὰ τοῦτο ὀδυρόμεθα, ὅτε χαίρειν ἐχρῆν, διὰ τοῦτο φρίττομεν, καθάπερ τινὲς ἀνδροφόνοι καὶ λῄσταρχοι, μέλλοντες δικαστηρίῳ παρίστασθαι, καὶ πάντα  λογιζόμενοι  ἅπερ ἔπραξαν, καὶ διὰ τοῦτο δεδοικότες  καὶ τρέμοντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι, ἀλλ' ἠπείγοντο· ὁ δὲ Παῦλος καὶ ἐστέναξε. Καὶ ἄκουε αὐτοῦ λέγοντος, Καὶ αὐτοὶ οἱ ἐν τῷ σκήνει ὄντες, στενάζομεν βαρούμενοι. Τοιοῦτοι ἦσαν οἱ περὶ τὸν Ἀβραάμ· ξένοι, φησὶν, ἦσαν τῆς οἰκουμένης ἁπάσης, καὶ πατρίδα ἐζήτουν. Ποίαν δὴ ταύτην; ἆρα ἣν εἴασαν; Οὐδαμῶς· τί γὰρ ἐκώλυεν αὐτοὺς, εἴ γε ἐβούλοντο, ὑποστρέψαι πάλιν, καὶ γενέσθαι πολῖται; ἀλλ' ἐκείνην ἐζήτουν τὴν ἐν  τοῖς  οὐρανοῖς.  Οὕτω πρὸς τὴν  ἀποδημίαν  τὴν  ἐνθένδε  ἔσπευδον, καὶ  οὕτως ἤρεσκον Θεῷ· διὸ οὐκ ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς Θεὸς καλεῖσθαι αὐτῶν. Βαβαὶ, ὅσον ἀξίωμα! Θεὸς καλεῖσθαι αὐτῶν κατεδέξατο. Τί λέγεις; Θεὸς τῆς γῆς καλεῖται, καὶ Θεὸς τοῦ οὐρανοῦ, καὶ ὡς μέγα τι τέθεικας τὸ οὐκ ἐπαισχύνεσθαι Θεὸς καλεῖσθαι αὐτῶν; Μέγα, καὶ ὄντως μέγα, καὶ πολλῆς μακαριότητος τοῦτο τεκμήριον. Πῶς; Ὅτι γῆς μὲν καὶ οὐρανοῦ οὕτω καλεῖται Θεὸς, ὡς καὶ Ἑλλήνων, καὶ οὐρανοῦ μὲν καὶ γῆς Θεὸς, ᾗ ἔκτισε καὶ ἐδημιούργησεν αὐτά· τῶν δὲ ἁγίων ἐκείνων οὐχ οὕτως, ἀλλ' ὡς φίλος τις γνήσιος. Ἐπὶ δὲ ὑποδείγματος ὑμῖν αὐτὸ ποιήσω φανερόν. Οἷον ἐπὶ τῶν ἐν ταῖς μεγάλαις  οἰκίαις, ὅταν  τινὲς  εὐδοκιμῶσι τῶν  προεστηκότων  τῆς οἰκίας, καὶ σφόδρα εὐδοκιμῶσι, καὶ πάντα αὐτοὶ διέπωσι, καὶ πρὸς τοὺς δεσπότας πολλὴν τὴν παῤῥησίαν ἔχωσιν, ἀπ' αὐτῶν ὁ δεσπότης καλεῖται· καὶ πολλοὺς ἄν τις εὕροι οὕτω καλουμένους. Τί δὲ λέγω; ὥσπερ ἦν εἰπεῖν, Ὁ Θεὸς, οὐχ ὁ τῶν ἐθνῶν,  ἀλλ' ὁ τῆς οἰκουμένης· οὕτως ἦν εἰπεῖν  Ὁ Θεὸς Ἀβραάμ. Ἀλλ' οὐκ ἴστε ὅσον ἐστὶ τὸἀξίωμα τοῦτο, ἐπεὶ  μηδὲ τυγχάνομεν  αὐτοῦ. Ὥσπερ γὰρ νῦν  ὁ Κύριος τῶν  Χριστιανῶν ἁπάντων  λέγεται  Θεὸς, καὶ ὅμως ὑπερβαίνει τὸ ὄνομα τὴν ἡμετέραν ἀξίαν· εἰ δὲ ἑνὸς  κληθείη  Θεὸς, ἐννόησον  ὅσον  τὸ  μέγεθος.  Ὁ  τῆς  οἰκουμένης  Θεὸς οὐκ ἐπαισχύνεται τριῶν καλεῖσθαι Θεὸς, εἰκότως· οὐ γὰρ τῆς οἰκουμένης, ἀλλὰ μυρίων τοιούτων  εἰσὶν ἀντίῤῥοποι  οἱ ἅγιοι. Κρείττω γὰρ εἷς ποιῶν  τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Ὅτι δὲ οὕτως ἑαυτοὺς ξένους ἐκάλουν, δῆλον. Ἔστω δὲ, οὗτοι διὰ τὴν ξένην ἔλεγον εἶναι ξένοι· τί δαὶ καὶ ὁ ∆αυΐδ; οὐχὶ βασιλεὺς ἦν; οὐχὶ προφήτης; οὐχὶ ἐν τῇ οἰκείᾳ πατρίδι διέτριβε; τίνος οὖν ἕνεκέν φησι, Ξένος καὶ παρεπίδημός εἰμι; Πῶς εἶ ξένος; Καθὼς, φησὶ, πάντες οἱ πατέρες μου. Ὁρᾷς ὅτι κἀκεῖνοι ξένοι ἦσαν; Ἔχομεν πατρίδα, φησὶν, ἀλλ' οὐ τὴν ὄντως πατρίδα. Πῶς δὲ σὺ ξένος; Τῆς γῆς. Οὐκοῦν κἀκεῖνοι τῆς γῆς· καθὼς γὰρ ἐκεῖνοι, οὕτω καὶ οὗτος, καὶ καθὼς οὗτος, οὕτω κἀκεῖνοι.

γʹ. Γενώμεθα τοίνυν ξένοι κἂν νῦν καὶ ἡμεῖς, ἵνα μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι ἡμῶν. Αἰσχύνη γὰρ αὐτῷ, ὅταν ἀνδρῶν πονηρῶν καλῆται Θεὸς, καὶ ἐπαισχύνεται αὐτοὺς καὶ αὐτὸς, ὡσπεροῦν δοξάζεται, ὅταν ἀγαθῶν ᾖ καὶ χρηστῶν  καὶ ἀσκούντων  ἀρετήν. Εἰ γὰρ ἡμεῖς παραιτούμεθα  καλεῖσθαι δεσπόται πονηρῶν  ἡμῶν  δούλων,  καὶ ἀφίεμεν  αὐτούς·  κἂν εἴπῃ τις προσελθὼν, Ὁ δεῖνα  μυρία ἐργάζεται κακὰ, ἆρα σὸς δοῦλός ἐστιν; εὐθέως  φαμὲν, ὅτι οὐδαμῶς, ἀποτριβόμενοι  τὸ  ὄνειδος·  σχέσις γάρ  ἐστι  τῷ  δούλῳ  πρὸς  τὸν  δεσπότην,  καὶ διαβαίνει ἡ ἀδοξία καὶ εἰς τοῦτον ἀπ' ἐκείνου· πολλῷ μᾶλλον ὁ Θεός. Ἀλλ' ἐκεῖνοι οὕτως ἦσαν λαμπροὶ, οὕτω παῤῥησίας μεστοὶ, ὡς μὴ μόνον αὐτὸν μὴ ἐπαισχύνεσθαι παρ' ἐκείνων καλούμενον, ἀλλὰ καὶ ἑαυτὸν λέγειν, ὅτι Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ  ὁ  Θεὸς Ἰακώβ.  Γενώμεθα  καὶ  ἡμεῖς,  ἀγαπητοὶ,  ξένοι,  ἵνα  μὴ ἐπαισχυνθῇ ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἐπαισχυνθῇ, καὶ τῇ γεέννῃ παραδῷ. Τοιοῦτοι ἦσαν ἐκεῖνοι οἱ λέγοντες, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; Ἀλλ' ὁρᾶτε τί φθέγγεται  πρὸς αὐτοὺς ὁ Χριστός· Οὐκ οἶδα ὑμᾶς· ὅπερ ἂν ποιήσειαν δεσπόται οἰκετῶν  πονηρῶν  προστρεχόντων  αὐτοῖς, βουλόμενοι τὸ ὄνειδος ἀποτρίψασθαι. Οὐκ οἶδα ὑμᾶς, φησί. Πῶς οὖν κολάζεις, οὓς οὐκ οἶδας; Οὐκ οἶδα, ἑτέρως εἶπον, τουτέστι, Ἀρνοῦμαι ὑμᾶς καὶ παραιτοῦμαι. Ἀλλὰ μὴ γένοιτο ταύτην ἡμᾶς ἀκοῦσαι τὴν φωνὴν  τὴν ὀλεθρίαν καὶ φρικώδη. Εἰ γὰρ οἱ δαίμονας ἐκβαλόντες, καὶ προφητείας ἐργασάμενοι, ἐπειδὴ βίον οὐκ ἔσχον συμβαίνοντα  τοῖς  λόγοις,  ἠρνήθησαν· πόσῳ μᾶλλον  ἡμεῖς; Καὶ πῶς,  φησὶν,  ἔνι προφητείας ἐπιδειξαμένους, καὶ σημεῖα πεποιηκότας, καὶ δαιμόνια ἐκβαλόντας, ἀρνηθῆναι; Εἰκὸς αὐτοὺς ὕστερον μεταβεβλῆσθαι, καὶ γεγενῆσθαι πονηρούς· ὅθεν οὐδὲν ἀπώναντο  οὐδὲ τῆς προτέρας ἀρετῆς. Οὐ γὰρ τὰ προοίμια δεῖ μόνον  ἔχειν λαμπρὰ, ἀλλὰ καὶ τὸ τέλος λαμπρότερον. Εἰπὲ γάρ μοι, ὁ ῥήτωρ οὐχὶ τὰ ἐν τῷ τέλει τοῦ λόγου σπουδάζει ποιεῖν λαμπρὰ, ὥστε μετὰ κρότων ἀναχωρεῖν; ὁ δὲ λειτουργῶν πόλει, οὐχὶ τὰ ἐπ' ἐξόδῳ τῆς λειτουργίας λαμπρότερα ἐπιδείκνυται; Ὁ ἀθλητὴς ἐὰν μὴ ἐκεῖνα δείξῃ λαμπρότερα, καὶ μέχρι τέλους νικήσῃ, κἂν πάντας νικήσας νικηθῇ ὑπὸ τοῦ τελευταίου, οὐχὶ πάντα αὐτῷ ἀνόνητα; ὁ κυβερνήτης ἂν ἅπαν τὸ πέλαγος διαβαλὼν,   πρὸς  τῷ  λιμένι   καταῤῥάξῃ  τὸ  σκάφος,  οὐχὶ  πάντα   ἀπώλεσε  τὸν ἔμπροσθεν πόνον; Τί δὲ ὁ ἰατρός; Ἐὰν ἀπαλλάξας τῆς νόσου τὸν κάμνοντα, ὅταν μέλλῃ τέλεον ἀπαλλάττειν,  τότε διαφθείρῃ, οὐχὶ τὸ πᾶν διέφθειρεν; Οὕτω καὶ ἐπὶ τῆς  ἀρετῆς, ὅσοι μὴ τῇ  ἀρχῇ ἀκόλουθον  τὸ τέλος  ἐπέθηκαν  καὶ σύμφωνον  καὶ συνῳδὸν,  ἀπώλοντο  καὶ διεφθάρησαν. Τοιοῦτοί εἰσιν οἱ ἀπὸ μὲν  τῶν  βαλβίδων αὐτῶν λαμπροὶ καὶ γαῦροι προπηδήσαντες, μετὰ ταῦτα δὲ ἐκλυθέντες,  καὶ χαῦνοι γενόμενοι· διὸ καὶ τοῦ βραβείου ἀπεστερήθησαν, καὶ παρὰ τοῦ ∆εσπότου οὐκ ἐπεγνώσθησαν. Ἀκούσωμεν ταῦτα οἱ χρημάτων ἐρῶντες· ἡ γὰρ μεγίστη ἀνομία αὕτη τυγχάνει·  Ῥίζα γάρ ἐστι πάντων,  φησὶ, τῶν  κακῶν  ἡ φιλαργυρία.  Ἀκούσωμεν οἱ βουλόμενοι μείζονα τὴν ὑπάρχουσαν οὐσίαν ποιεῖν· ἀκούσωμεν, καὶ παυσώμεθα τῆς πλεονεξίας ποτὲ, ἵνα μὴ ταῦτα ἀκούσωμεν ἅπερ κἀκεῖνοι. Νῦν αὐτὰ ἀκούσωμεν καὶ φυλαξώμεθα,  ἵνα  μὴ τότε ἀκούσωμεν· νῦν  ἀκούσωμεν μετὰ φόβου, ἵνα  μὴ τότε ἀκούσωμεν μετὰ τιμωρίας, Ἀπέλθετε ἀπ' ἐμοῦ, φησὶν, οὐδέποτε ἔγνων  ὑμᾶς, οὐδὲ τότε, φησὶν, ὅτε τὰς προφητείας ἐπεδείκνυσθε, καὶ τοὺς δαίμονας ἐξεβάλλετε. Εἰκὸς αὐτὸν ἐνταῦθα καὶ ἕτερόν τι αἰνίττεσθαι, ὅτι καὶ τότε βίου ἦσαν πονηροῦ· παρὰ δὲ τὴν ἀρχὴν καὶ δι' ἀναξίων ἐνήργει ἡ χάρις.  Εἰ γὰρ καὶ διὰ Βαλαὰμ ἐνήργησε, πολλῷ  μᾶλλον  δι' ἀναξίων,  καὶ τοῦτο διὰ τοὺς μέλλοντας  κερδαίνειν.  Εἰ δὲ καὶ σημεῖα  καὶ  τέρατα  οὐκ  ἴσχυσε  κολάσεως  ἀπαλλάξαι,  πολλῷ  μᾶλλον,  κἂν  ἐν ἀξιώματι ἱερατικῷ τις ὢν τυγχάνῃ, κἂν εἰς τὴν ἀνωτάτω τιμὴν φθάσῃ, κἂν εἰς τὴν χειροτονίαν  ἐνεργήσῃ ἡ χάρις, κἂν  εἰς τὰ ἄλλα  πάντα  διὰ τοὺς τῆς  προστασίας δεομένους, ἀκούσεται καὶ αὐτὸς, Οὐδέποτέ σε ἔγνων, οὐδὲ τότε, ὅτε ἐνήργησεν ἐν σοὶ ἡ χάρις. Βαβαὶ, πόση τῆς τοῦ βίου καθαρότητος ἡ ζήτησις ἐκεῖ! πῶς αὐτὴ καὶ καθ' ἑαυτὴν  ἀρκεῖ εἰς τὴν  βασιλείαν  ἡμᾶς εἰσαγαγεῖν! πῶς  δὲ ἀποῦσα προδίδωσι τὸν ἄνδρα, κἂν μυρία ἔχῃ τέρατα καὶ σημεῖα ἐπιδείκνυσθαι! Οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς πολιτεία ἀρίστη. Ἐὰν ἀγαπᾶτέ με, φησὶν, οὐκ εἶπε, Σημεῖα ποιήσατε, ἀλλὰ  τί;  Τὰς ἐντολάς  μου  τηρήσατε.  Καὶ πάλιν·  Φίλους  ὑμᾶς  λέγω,  οὐχ  ὅταν δαιμόνια ἐκβάλητε, ἀλλ' Ἐὰν τηρήσητε τοὺς λόγους τοὺς ἐμούς. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ  Θεοῦ δωρεᾶς  ἐστι· ταῦτα  δὲ  μετὰ  τὴν  τοῦ  Θεοῦ δωρεὰν  καὶ  τῆς  ἡμετέρας σπουδῆς. Σπουδάσωμεν γενέσθαι φίλοι τοῦ Θεοῦ, καὶ μὴ μένωμεν ἐχθροί. Ἀεὶ ταῦτα λέγομεν, ἀεὶ ταῦτα παραινοῦμεν καὶ ἡμῖν αὐτοῖς καὶ ὑμῖν, πλέον δὲ οὐδὲν γίνεται· διὸ καὶ δέδοικα. Καὶ ἐβουλόμην μὲν σιγῆσαι, ὥστε μὴ τὸν κίνδυνον ὑμῖν αὐξῆσαι· τὸ γὰρ πολλάκις  ἀκούοντα  μηδὲ οὕτω ποιεῖν,  παροξῦναι  τὸν  ∆εσπότην ἐστίν· ἀλλὰ δέδοικα καὶ αὐτὸς τὸν ἕτερον κίνδυνον  τὸν τῆς σιγῆς, εἴ γε εἰς λόγου διακονίαν τεταγμένος, μέλλοιμι σιγᾷν. Τί οὖν ποιήσομεν, φησὶν, ἵνα σωθῶμεν; Ἀρξώμεθα τῆς ἀρετῆς, ἕως καιρὸν ἔχομεν· διανείμωμεν ἑαυτοῖς τὰς ἀρετὰς, καθάπερ τὴν γεωργίαν οἱ γηπόνοι· ἐν τῷ μηνὶ τούτῳ κρατήσωμεν λοιδορίας, ὕβρεως, ὀργῆς ἀδίκου, καὶ θῶμεν ἑαυτοῖς  νόμον, καὶ εἴπωμεν, Σήμερον τόδε κατορθώσωμεν· καὶ ἐν τῷ μηνὶ τῷ ἄλλῳ τὴν ἀνεξικακίαν ἑαυτοὺς παιδεύσωμεν, καὶ ἐν ἑτέρῳ ἄλλην ἀρετήν· καὶ ὅταν ἐν ἕξει ταύτης γενώμεθα τῆς ἀρετῆς, ἐφ' ἑτέραν ἔλθωμεν, καθάπερ ἐπὶ τῶν μαθημάτων,  τά τε ἤδη κτηθέντα  φυλάττοντες,  καὶ ἕτερα προσλαμβάνοντες. Μετ' ἐκείνην ἔλθωμεν ἐπὶ τὴν τῶν χρημάτων ὑπεροψίαν· πρῶτον κατάσχωμεν τὰς χεῖρας ἀπὸ πλεονεξίας, καὶ τότε ποιήσωμεν ἐλεημοσύνην· μὴ πάντα ἁπλῶς συγχέωμεν, ταῖς αὐταῖς χερσὶ καὶ ἁρπάζοντες, καὶ ἐλεοῦντες δῆθεν· μετὰ τοῦτο ἐπ' ἄλλην ἀρετὴν, καὶ μετ'  ἐκείνην  ἐπ'  ἄλλην.  Αἰσχρότης, φησὶ,  καὶ  μωρολογία  καὶ  εὐτραπελία  μηδὲ ὀνομαζέσθω παρ'  ὑμῖν. Ταῦτα τέως κατορθώσωμεν. Οὐκ ἔστι χρεία δαπάνης, οὐκ ἔστι πόνων,  οὐκ ἔστιν ἱδρώτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα ἤνυσται. Οὐ δεῖ μακρὰν ὁδὸν βαδίσαι, οὐδὲ πέλαγος διαβαλεῖν ἄπειρον, ἀλλὰ σπουδάσαι καὶ προθυμηθῆναι, καὶ χαλινὸν  ἐπιθεῖναι τῇ γλώττῃ πρὸς τὰς ὕβρεις τὰς ἀκαίρους. Τὰς ὀργὰς, τὰς ἐπιθυμίας  τὰς ἀτόπους, τὴν τρυφὴν,  τὴν πολυτέλειαν  ἐκβάλωμεν, τὴν ἐπιθυμίαν τῶν χρημάτων, ἀπὸ τῆς ψυχῆς τῆς ἡμετέρας, τὰς ἐπιορκίας, τοὺς ὅρκους τοὺς συνεχεῖς. Ἂν οὕτως ἑαυτοὺς γεωργῶμεν, τὰς πρότερον ἀκάνθας ἐκτίλλοντες, καὶ  τὸν  οὐράνιον  σπόρον ἐμβάλλοντες,  δυνησόμεθα  τυχεῖν  τῶν  ἐπηγγελμένων ἀγαθῶν. Ἥξει γὰρ ὁ γεωργὸς, καὶ ἀποθήσεται ἡμᾶς εἰς τὴν ἀποθήκην, καὶ ἐπιτευξόμεθα πάντων  τῶν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΚΕʹ.Πίστει προσενήνοχεν  Ἀβραὰμ τὸν  Ἰσαὰκ πειραζόμενος, καὶ τὸν  μονογενῆ προσέφερεν   ὁ   τὰς   ἐπαγγελίας   ἀναδεξάμενος,   πρὸς   ὃν   ἐλαλήθη,   Ἐν  Ἰσαὰκ κληθήσεταί σοι σπέρμα· λογισάμε νος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός· ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο.

αʹ. Μεγάλη ὄντως ἡ πίστις τοῦ Ἀβραάμ. Ἐπὶ μὲν γὰρ τοῦ Ἄβελ καὶ τοῦ Νῶε καὶ τοῦ Ἐνὼχ λογισμῶν ἦν μάχη μόνων, καὶ τοὺς ἀνθρωπίνους  ὑπερβῆναι ἐχρῆν λογισμούς· ἐνταῦθα δὲ οὐ τοὺς ἀνθρωπίνους  μόνον ὑπερβῆναι ἐχρῆν λογισμοὺς, ἀλλὰ καὶ ἕτερόν τι πλέον ἐπιδείξασθαι· τὰ γὰρ τοῦ Θεοῦ ἐδόκει τοῖς τοῦ Θεοῦ μάχεσθαι, καὶ πίστις ἐμάχετο πίστει, καὶ πρόσταγμα ἐπαγγελίᾳ. Οἷόν τι λέγω· Εἶπεν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ δώσω σοι τὴν γῆν ταύτην· καὶ οὐκ ἔδωκεν αὐτῷ ἐν αὐτῇ κληρονομίαν, οὐδὲ βῆμα ποδός. Ὁρᾷς πῶς τὰ γινόμενα  τῇ ἐπαγγελίᾳ  ἐμάχετο; Πάλιν φησίν· Ἐν Ἰσαὰκ κληθήσεταί  σοι σπέρμα, καὶ  ἐπίστευσε· καὶ  πάλιν  λέγει·  Θῦσον ἐμοὶ  τοῦτον,  τὸν  μέλλοντα  τὴν οἰκουμένην  πᾶσαν ἐκ τοῦ σπέρματος αὐτοῦ πληροῦν. Εἶδες μάχην προσταγμάτων καὶ ἐπαγγελίας; Ἐναντία ταῖς ἐπαγγελίαις  προσέταξε, καὶ οὐδὲ οὕτως ἰλιγγίασεν  ὁ δίκαιος, οὐδὲ ἠπατῆσθαι ἔφη. Ὑμεῖς μὲν γὰρ, φησὶν, οὐκ ἂν ἔχοιτε τοῦτο εἰπεῖν, ὅτι ἄνεσιν  ἐπηγγείλατο,  καὶ  θλῖψιν  ἔδωκεν·   ἐνταῦθα  γὰρ  ἅπερ ἐπηγγείλατο, ταῦτα καὶ ποιεῖ. Πῶς; Ἐν τῷ κόσμῳ, φησὶ, θλῖψιν  ἕξετε. Ὁ μὴλαβὼν  τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθῶν ἐμοὶ, οὐκ ἔστι μου ἄξιος. Ὁ μὴ μισῶν τὴν ψυχὴν αὑτοῦ, οὐ μὴ εὕρῃ  αὐτήν·  καί·  Ὃς οὐκ  ἀποτάσσεται, φησὶ,  πᾶσι τοῖς  ὑπάρχουσιν  αὐτοῦ,  καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· καὶ πάλιν· Ἐπὶ ἡγεμόνας  καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ· καὶ πάλιν· Ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ. Καὶ τὰ μὲν  τῆς  θλίψεως  ὧδε· τὰ δὲ τῆς  ἀνέσεως ἐκεῖ. Ἐπὶ δὲ τοῦ Ἀβραὰμ τοὐναντίον· ἐναντία  ταῖς  ὑποσχέσεσι προσετέτακτο ποιεῖν,  καὶ  οὐδὲ  οὕτως  ἐθορυβήθη, οὐδὲ ἰλιγγίασεν, οὐδὲ ἠπατῆσθαι ἐνόμισεν· ὑμεῖς δὲ οὐδὲν ἔξωθεν τῆς ἐπαγγελίας ὑπομένετε,  καὶ  θορυβεῖσθε. Ἐκεῖνος  ἐναντία  ὧν  ἐπηγγείλατο  ἤκουσε παρὰ  τοῦ αὐτοῦ τοῦ ἐκεῖνα ἐπαγγειλαμένου, καὶ οὐκ ἐθορυβεῖτο, ἀλλ' ὡς σύμφωνα ἔπραττε· καὶ γὰρ ἦν σύμφωνα, ἐναντία μὲν τοῖς λογισμοῖς τοῖς ἀνθρωπίνοις, σύμφωνα δὲ ἀπὸ τῆς πίστεως· καὶ πῶς, αὐτὸς ἡμᾶς ἐδίδαξεν ὁ Ἀπόστολος, εἰπών· Λογισάμενος ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἀπὸ τῆς αὐτῆς πίστεως, φησὶν,  ἧς ἐπίστευσεν ὅτι  οὐκ ὄντα  χαρίσεται  παῖδα, ἀπὸ τῆς  αὐτῆς  καὶ  νεκρὸν ἐγείρειν, καὶ ὅτι σφαγιασθέντα ἀναστήσει, ἐπέπειστο. Ὁμοίως γὰρ ἄπορον ἦν, ἀνθρωπίνῳ   λέγω  λογισμῷ,  καὶ  ἐκ  μήτρας  νεκρᾶς  καὶ   γεγηρακυίας  καὶ ἀχρήστου ἤδη γεγενημένης  πρὸς παιδοποιίαν  δοῦναι  παιδίον,  καὶ σφαγιασθέντα ἀναστῆσαι· ἀλλ' ὅμως ἐπείθετο· προωδοποίει γὰρ ἡ πίστις ἡ παρελθοῦσα τοῖς μέλλουσιν. Ἄλλως δὲ καὶ ὁ μὲν ἑώρα τὰ χρηστὰ πρῶτα, τὰ δὲ δυσχερῆ ὕστερα πρὸς τῷ γήρᾳ. Ὑμεῖς δὲ τοὐναντίον, φησὶ, τὰ μὲν σκυθρωπὰ πρῶτα, τὰ δὲ χρηστὰ τελευταῖα. Τοῦτο πρὸς τοὺς λέγειν τολμῶντας, ὅτι Μετὰ θάνατον ἡμῖν ἐπηγγείλατο τὰ ἀγαθὰ, ἠπάτησεν ἴσως ἡμᾶς. ∆είκνυσιν, ὅτι καὶ ἐκ νεκρῶν  ἐγείρειν δυνατὸς ὁ Θεός· εἰ δὲ καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεὸς, πάντως πάντα ἀποδώσει. Εἰ δὲ Ἀβραὰμ ἐπίστευσε πρὸ τοσούτων  ἐτῶν,  ὅτι δυνατὸς  ἐκ νεκρῶν  ἐγείρειν  ὁ Θεὸς, πολλῷ  μᾶλλον  ἡμεῖς  πιστεύειν  ὀφείλομεν.  Ὁρᾷς ὅτι,  ὅπερ ἔφθην  εἰπὼν,  οὔπω εἰσῆλθεν ὁ θάνατος, καὶ εὐθέως αὐτοὺς εἰς τὴν τῆς ἀναστάσεως εἵλκυσεν ἐλπίδα, καὶ εἰς τοσαύτην πληροφορίαν ἤγαγεν, ὡς καὶ σφαγιάζειν τοὺς ἑαυτῶν υἱοὺς κελευομένους, καὶ ἀφ' ὧν προσεδόκων ἐμπλήσειν τὴν οἰκουμένην, ἑτοίμως τούτους προσάγειν; Καὶ ἕτερον δὲ δείκνυσιν ἐνταῦθα διὰ τοῦ εἰπεῖν, Ἐπείραζεν ὁ Θεὸς τὸν Ἀβραάμ. Τί οὖν; οὐκ ᾔδει ὁ Θεὸς ὅτι γενναῖος  ἦν καὶ δόκιμος ὁ ἀνήρ; Σφόδρα γε. Τίνος οὖν ἕνεκεν ἐπείραζεν αὐτὸν, εἰ ᾔδει; Οὐχ ἵνα αὐτὸς μάθῃ, ἀλλ' ἵνα τοῖς ἄλλοις δείξῃ, καὶ κατάδηλον αὐτοῦ τὴν ἀνδρείαν πᾶσι καταστήσῃ. Καὶ δείκνυσιν ἐνταῦθα καὶ τῶν  πειρασμῶν  τὴν  αἰτίαν,  ἵνα  μὴ νομίζωσιν,  ὡς  ἐγκαταλελειμμένοι  ταῦτα πάσχειν.  Ἐνταῦθα  μὲν  γὰρ  καὶ  ἀνάγκη  πειράζεσθαι, διὰ  τὸ  πολλοὺς  ἔχειν  τοὺς ἐλαύνοντας καὶ τοὺς ἐπιβουλεύοντας· ἐκεῖ δὲ ποία ἀνάγκη ἦν τοὺς οὐκ ὄντας αὐτῷ πειρασμοὺς ἐπινοεῖν; Οὗτος τοίνυν ὁ πειρασμὸς δῆλος ἦν ὅτι αὐτοῦ προστάττοντος ἐγίνετο. Οἱ μὲν οὖν ἄλλοι συγχωροῦντος αὐτοῦ συνέβαινον, οὗτος δὲ καὶ προστάττοντος. Εἰ τοίνυν οὕτω δοκίμους τὰ τῶν πειρασμῶν ποιεῖ, ὡς καὶ μὴ οὔσης αἰτίας τὸν Θεὸν γυμνάζειν τοὺς ἑαυτοῦ ἀθλητάς· πολλῷ μᾶλλον ἡμᾶς φέρειν πάντα χρὴ γενναίως.  Ἐμφαντικῶς  δὲ εἶπεν ἐνταῦθα, ὅτι Πίστει προσενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος· οὐδεμία γὰρ ἄλλη αἰτία ἦν προσαγωγῆς ἢ αὕτη. Εἶτα ἐπεξέρχεται τῷ νοήματι. Οὐκ ἔχει, φησὶν, εἰπεῖν, ὅτι καὶ ἄλλον εἶχεν υἱὸν, καὶ ἐξ ἐκείνου προσεδόκα τὴν ἐπαγγελίαν πληρωθήσεσθαι, καὶ διὰ τοῦτο θαῤῥῶν τοῦτον προσήνεγκε. Καὶ τὸν μονογενῆ, φησὶ, προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Τί λέγεις μονογενῆ; τί οὖν ὁ Ἰσμαήλ; πόθεν ἦν; Μονογενῆ λέγω, φησὶν, ὅσον εἰς τὸν τῆς ἐπαγγελίας λόγον· διὰ γὰρ τοῦτο προσέθηκεν, εἰπὼν Μονογενῆ, δεικνὺς ὅτι διὰ τοῦτον καὶ λέγει· Πρὸς ὃν ἐλαλήθη, ὅτι Ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα, τουτέστιν, ἐξ αὐτοῦ. Ὁρᾷς πῶς θαυμάζει τὸ παρὰ τοῦ πατριάρχου γινόμενον;  Ἐν Ἰσαὰκ, ἤκουσε, κληθήσεταί σοι σπέρμα, καὶ προσέφερε σφάγιον  τὸν υἱόν. Εἶτα, ἵνα μή τις νομίσῃ, ὅτι ἀπογνοὺς τοῦτο ἐποίει, καὶ διὰ τοῦ προστάγματος τούτου τὴν πίστιν ἐξέβαλεν ἐκείνην, ἀλλὰ μάθῃ, ὅτι ὄντως καὶ τοῦτο πίστεως ἦν, φησὶν ὅτι κἀκείνην εἶχε τὴν πίστιν, καίτοι γε δοκοῦσαν ταύτῃ μάχεσθαι· ἀλλ' οὐκ ἐμάχετο· οὐ γὰρ λογισμοῖς ἀνθρωπίνοις ἐμέτρει τοῦ Θεοῦ τὴν δύναμιν, ἀλλὰ τῇ πίστει πάντα ἐπέτρεπε. ∆ιὸ οὐδὲ δέδοικεν εἰπεῖν, ὅτι Καὶ ἐκ νε   κρῶν  ἐγείρειν  δυνατὸς  ὁ Θεός. Ὅθεν αὐτὸν  καὶ ἐν  παραβολῇ ἐκομίσατο,  τουτέστιν,  ἐν  ὑποδείγματι,  ἐν  τῷ  κριῷ,  φησί.  Πῶς; Τοῦ γὰρ  κριοῦ σφαγιασθέντος οὗτος ἐσώθη· ὥστε διὰ τοῦ κριοῦ αὐτὸν ἔλαβεν, ἀντὶ τούτου σφάξας ἐκεῖνον. Ταῦτα δὲ τύποι τινὲς ἦσαν· ἐνταῦθα γὰρ ὁ Υἱός ἐστι τοῦ Θεοῦ ὁ σφαγιαζόμενος.  Καὶ θέα μοι τὴν  φιλανθρωπίαν,  ὅση ἦν· ἐπειδὴ  γὰρ μεγάλη  τις ἔμελλε δίδοσθαι χάρις τοῖς ἀνθρώποις, βουλόμενος μὴ χάριτι αὐτὸ ποιῆσαι, ἀλλ' ὡς ὀφειλέτης, παρασκευάζει πρῶτον ἄνθρωπον τὸν υἱὸν τὸν ἑαυτοῦ ἐπιδοῦναι ὑπὲρ τοῦ προστάγματος τοῦ Θεοῦ, ἵνα μηδὲν δόξῃ μέγα ποιεῖν, τὸν ἑαυτοῦ ἐπιδιδοὺς Υἱὸν, εἴ γε ἄνθρωπος πρὸ αὐτοῦ τοῦτο ἐποίησεν, ἵνα μὴ χάριτι μόνον νομισθῇ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ὀφειλῇ. Οὓς γὰρ ἂν φιλῶμεν,  καὶ τοῦτο αὐτοῖς χαρίζεσθαι βουλόμεθα, τὸ δοκεῖν παρ' αὐτῶν τι πρότερον λαβόντας μικρὸν, οὕτως αὐτοῖς τὸ πᾶν διδόναι· καὶ καυχώμεθα ἐπὶ τῇ λήψει μᾶλλον  ἢ ἐπὶ τῇ δόσει, καὶ οὐ λέγομεν, Τόδε ἐδώκαμεν αὐτῷ, ἀλλὰ Τόδε ἐλάβομεν παρ' αὐτοῦ. Ὅθεν αὐτὸν, φησὶ, καὶ ἐν παραβολῇ ἐκομίσατο, τουτέστιν, ὡς ἐν αἰνίγματι· ὥσπερ γὰρ παραβολὴ ἦν ὁ κριὸς τοῦ Ἰσαάκ· ἢ ὡς ἐν τῷ τύπῳ. Ἐπειδὴ γὰρ ἀπήρτιστο ἡ θυσία καὶ ἔσφακτο ὁ Ἰσαὰκ τῇ προαιρέσει, διὰ τοῦτο αὐτὸν χαρίζεται τῷ πατριάρχῃ.

βʹ. Ὁρᾷς ὅτι ὃ ἀεὶ λέγω, τοῦτο καὶ νῦν δείκνυται;   Ὅταν  γὰρ  παραστήσωμεν  ἡμῶν   τὴν   διάνοιαν   ἀπηρτισμένην,   καὶ δείξωμεν ὅτι ὑπερορῶμεν τῶν γηΐνων πραγμάτων, τότε ἡμῖν καὶ τὰ γήϊνα χαρίζεται, πρότερον δὲ οὒ, ἵνα μὴ τὸ λαβεῖν προσδεδεμένους ἡμᾶς αὐτοῖς ἔτι προσδήσῃ. Λῦσον, φησὶ, σαυτὸν πρῶτον τῆς δουλείας, καὶ τότε λάβε, ἵνα μηκέτι ὡς δοῦλος λάβῃς, ἀλλ' ὡς δεσπότης· καταφρόνησον πλούτου, καὶ ἔσῃ πλούσιος· καταφρόνησον δόξης, καὶ ἔσῃ ἔνδοξος· καταφρόνησον  τῆς τιμωρίας  τῶν  ἐχθρῶν,  καὶ τότε αὐτῆς ἐπιτεύξῃ· καταφρόνησον  ἀνέσεως, καὶ τότε αὐτὴν λήψῃ· ἵνα λαβὼν, μὴ ὡς δέσμιος λάβῃς, μηδὲ ὡς δοῦλος, ἀλλ' ὡς ἐλεύθερος. Καθάπερ γὰρ ἐπὶ τῶν παιδίων τῶν μικρῶν, ὅταν μὲν  ἐπιθυμῇ  τὸ  παιδίον   παιδικῶν   ἀθυρμάτων,   μετὰ  πολλῆς   σπουδῆς  ἐκεῖνα κρύπτομεν, οἷον σφαῖραν καὶ ὅσα τοιαῦτα, ἵνα μὴ ἐμποδίζηται τῶν ἀναγκαίων· ὅταν δὲ αὐτῶν καταφρονήσῃ καὶ μηκέτι ἐπιθυμῇ, ἀδεῶς αὐτῶν μεταδιδόαμεν, εἰδότες ὡς οὐδεμία  βλάβη  λοιπὸν   αὐτῷ  ἐντεῦθεν   γίνεται,   τῆς  ἐπιθυμίας  ἐκείνης  οὐκέτι ἰσχυούσης ἀπαγαγεῖν  αὐτὸν  τῶν  ἀναγκαίων·  οὕτω  καὶ ὁ Θεὸς, ὅταν  ἴδῃ  μηκέτι ἐπιθυμοῦντας τῶν ἐνταῦθα, λοιπὸν ἀφίησιν αὐτοῖς κεχρῆσθαι· ὡς γὰρ ἐλεύθεροι καὶ ἄνδρες αὐτὰ ἔχομεν, οὐχ ὡς παῖδες. Ὅτι γὰρ, ἐὰν καταφρονήσῃς τῆς τιμωρίας τῶν ἐχθρῶν, τότε ἐπιτεύξῃ, ἄκουε τί φησιν· Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· καὶ ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν  κεφαλὴν  αὐτοῦ. Καὶ πάλιν,  ὅτι ἐὰν καταφρονήσῃς τοῦ πλούτου, τότε αὐτοῦ ἐπιτεύξῃ, ἄκουε τοῦ Χριστοῦ λέγοντος·  Οὐκ ἔστιν ὃς ἀφῆκε πατέρα, ἢ μητέρα, ἢ οἰκίαν, ἢ ἀδελφοὺς, ὃς οὐχὶ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ὅτι ἐὰν καταφρονήσῃς δόξης, τότε αὐτῆς ἐπιτεύξῃ, ἄκουε αὐτοῦ πάλιν τοῦ Χριστοῦ λέγοντος· Ὁ θέλων ἐν ὑμῖν πρῶτος εἶναι, ἔστω ὑμῶν διάκονος· καὶ πάλιν, Ὃς γὰρ ἂν ταπεινώσῃ ἑαυτὸν, οὗτος ὑψωθήσεται. Τί λέγεις; ἐὰν ποτίσω τὸν ἐχθρὸν  τότε αὐτὸν κολάζω; ἐὰν ἀφῶ τὰ ὑπάρχοντα, τότε αὐτὰ ἔχω; ἐὰν ταπεινώσω ἐμαυτὸν, τότε ὑψηλὸς ἔσομαι; Ναὶ, φησί· τοιαύτη γὰρ ἡ ἐμὴ δύναμις, διὰ τῶν ἐναντίων  τὰ ἐναντία  παρέχει εὔπορός εἰμι καὶ εὐμήχανος, μὴ δείσῃς· τῷ ἐμῷ θελήματι ἡ τῶν πραγμάτων ἀκολουθεῖ φύσις, οὐκ ἐγὼ τῇ φύσει ἕπομαι· ἐγὼ πάντα ἐργάζομαι, οὐκ ἐγὼ ὑπ' ἐκείνων  ἄγομαι· διὸ καὶ μεταπλάττειν  καὶ μεταῤῥυθμίζειν αὐτὰ δύναμαι. Καὶ τί θαυμάζεις εἰ ἐν τοῖς τοιούτοις γίνεται τὸ τοιοῦτο; τὸ αὐτὸ γὰρ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν εὑρήσεις. Ἐὰν γὰρ ἀδικήσῃς, ἠδικήθης· ἐὰν ἀδικηθῇς, τότε οὐκ ἠδικήθης· ἐὰν ἀμύνῃ, τότε οὐκ ἠμύνω, ἀλλὰ σαυτὸν ἠμύνω. Ὁ γὰρ ἀγαπῶν τὴν ἀδικίαν, φησὶ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν. Ὁρᾷς ὅτι οὐκ ἀδικεῖς, ἀλλ' ἠδικήθης; ∆ιὰ τοῦτο καὶ ὁ Παῦλός φησι· ∆ιὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; Εἶδες ὅτι οὐκ ἔστι τοῦτο ἀδικεῖσθαι; Ὅταν ὑβρίσῃς, τότε ὑβρίσθης. Καὶ τοῦτο ἐκ μέρους ἴσασιν οἱ πολλοί· ὡς ὅταν λέγωσι πρὸς ἀλλήλους, Ἄγωμεν ἐντεῦθεν, μὴ ὑβρίσῃς σαυτόν. ∆ιὰ τί; Ὅτι πολὺ τὸ  μέσον σοῦ κἀκείνου·  ὅσα γὰρ  ἂν  ὑβρίσῃς, ἐκεῖνος  δόξαν  ἡγεῖται.  Τοῦτο ἐπὶ πάντων ἐννοῶμεν, καὶ γινόμεθα ὑψηλότεροι τῶν ὕβρεων. Πῶς, ἐγὼ λέγω· ἐὰν πρὸς αὐτὸν τὸν τὴν ἁλουργίδα ἔχοντα  μάχην ἔχωμεν, τῷ ὑβρίζειν αὐτὸν ἡμᾶς αὐτοὺς ὑβρίζειν ἡγούμεθα· καὶ γὰρ πλύνοντες ἐκεῖνον, καὶ ἡμεῖς τοῦ πλύνεσθαι ἄξιοι γινόμεθα. Τί λέγεις, εἰπέ μοι; τῶν οὐρανῶν πολίτης ὢν, καὶ τὴν ἄνω φιλοσοφίαν ἔχων,  μετὰ  τοῦ  τὰ  γήϊνα  φρονοῦντος  πλύνεις  σαυτόν; Κἂν γὰρ μυρία χρήματα κέκτηται,  κἂν ἐν δυναστείᾳ ᾖ, οὔπω οἶδε τὸ καλὸν  τὸ σόν. Μὴ ὑβρίσῃς σαυτὸν, ἐκεῖνον  ὑβρίζων·  σαυτοῦ φεῖσαι,  μὴ ἐκείνου·  σαυτὸν  τίμησον, μὴ ἐκεῖνον.  Οὐχὶ παροιμία τοιαύτη ἐστὶν, Ὁ τιμῶν, ἑαυτὸν τιμᾷ; Εἰκότως· οὐ γὰρ ἐκεῖνον τιμᾷ, ἀλλ' ἑαυτόν. Ἄκουε σοφοῦ τινος λέγοντος· Ποίησον τῇ ψυχῇ σου τιμὴν κατὰ τὴν ἀξίαν αὐτῆς. Τί ἐστι, Κατὰ τὴν ἀξίαν αὐτῆς; Εἰ ἐπλεονέκτησε, φησὶ, μὴ πλεονεκτήσῃς· εἰ ὕβρισε, μὴ ὑβρίσῃς. Εἰπέ μοι, παρακαλῶ, εἴ τις πένης  πηλὸν  ἐῤῥιμμένον  ἀπὸ τῆς αὐλῆς  ἔλαβε  τῆς  σῆς,  ἆρα  ἂν  ὑπὲρ  τούτου  δικαστήριον  αὐτῷ  συνεκρότησας; Οὐδαμῶς. ∆ιὰ τί; Ἵνα μὴ ὑβρίσῃς σαυτὸν, ἵνα μὴ πάντες σου καταγνῶσι. Τοῦτο καὶ νῦν γίνεται· πένης γάρ ἐστιν ὁ πλούσιος, καὶ ὅσῳ πλουτεῖ, τοσούτῳ πένης γίνεται τὴν ὄντως πενίαν. Πηλός ἐστιν ὁ χρυσὸς, ἐν αὐλῇ ἐῤῥιμμένος, οὐκ ἐν τῇ οἰκίᾳ σου κείμενος· ἡ γὰρ οἰκίᾳ σου ὁ οὐρανός ἐστιν. Ὑπὲρ τούτου οὖν συγκροτήσεις δικαστήριον,  καὶ  οὐ καταγνώσονταί  σου οἱ ἄνω  πολῖται;  οὐκ ἐκβαλοῦσί σε τῆς ἑαυτῶν  πατρίδος, τὸν οὕτω ταπεινὸν,  τὸν οὕτως εὐτελῆ, ὡς ὑπὲρ ὀλίγου  πηλοῦ μάχεσθαι αἱρεῖσθαι; Εἰ γὰρ ὁ κόσμος ἦν σὸς, εἶτα αὐτόν τις ἔλαβεν, ἐπιστραφῆναι ἐχρῆν. 

γʹ. Οὐκ οἶδας ὅτι δεκάκις  τὴν  οἰκουμένην  ἐὰν  θῇς, καὶ ἑκατοντάκις,  καὶ μυριάκις,  καὶ  δὶς  τοσοῦτον,  οὐδὲ   πρὸς τὸ  πολλοστὸν  μέρος τῶν  ἐν  τοῖς οὐρανοῖς ἐστιν ἀγαθῶν; Ὁ τοίνυν τὰ ἐνταῦθα θαυμάζων, ἐκεῖνα ὕβρισεν, εἴ γε ταῦτα ἄξια   σπουδῆς  ἡγεῖται,   τοσοῦτον   ἐκείνων   ἀπολιμπανόμενα·   μᾶλλον   δὲ  οὐδὲ θαυμάσαι ἐκεῖνα δυνήσεται· πῶς γὰρ, πρὸς ταῦτα ἐπτοημένος; ∆ιατέμωμεν ὀψὲ γοῦν ποτε, παρακαλῶ, τὰ σχοινία καὶ τὰς πλεκτάνας· τοῦτο γὰρ τὰ γήϊνα πράγματα. Μέχρι πότε  κάτω  κύπτομεν;  μέχρι  τίνος  ἀλλήλοις  ἐπιβουλεύομεν,  καθάπερ  τὰ  θηρία, καθάπερ οἱ  ἰχθύες;  Μᾶλλον  δὲ, τὰ  θηρία  οὐκ  ἐπιβουλεύει  ἀλλήλοις,  ἀλλὰ  τοῖς ἀλλοφύλοις· οἷον, ἄρκτος ἄρκτον οὐκ ἀναιρεῖ ταχέως, οὐδὲ ὄφις ὄφιν ἀναιρεῖ, τὸ ὁμόφυλον  αἰδούμενος· σὺ δὲ μετὰ τοῦ ὁμοφύλου καὶ μυρία ἔχων  δικαιώματα,  τὸ συγγενὲς, τὸ λογικὸν, τὸ τὸν Θεὸν εἰδέναι, τῆς φύσεως τὴν ἰσχὺν, μυρία ἄλλα ἕτερα, τὸν συγγενῆ καὶ τῆς αὐτῆς φύσεως κεκοινωνηκότα,  τοῦτον  ἀναιρεῖς, καὶ μυρίοις περιβάλλεις κακοῖς. Τί γὰρ, εἰ μὴ τὸ ξίφος ὠθεῖς, μηδὲ βαπτίζεις εἰς τὴν δέρην τὴν δεξιάν; ἕτερα χαλεπώτερα τούτου ποιεῖς, λύπαις διηνεκέσι περιβάλλων. Ἐκεῖνο γὰρ εἰ εἰργάσω, ἀπήλλαξας ἂν αὐτὸν φροντίδος· νῦν δὲ λιμῷ καὶ δουλείᾳ περιβάλλεις, ἀποδυσπετήσεσι  καὶ  ἁμαρτίαις   ἑτέραις  πολλαῖς.   Ταῦτα  λέγω,   καὶ  λέγων   οὐ παύσομαι, οὐχὶ  φονᾷν  ὑμᾶς παρασκευάζων, οὐδὲ ὡς ἐπὶ ἔλαττον  ἐκείνου  κακὸν ἔρχεσθαι πρὸς τοῦτο προτρεπόμενος, ἀλλὰ  μὴ θαῤῥεῖν, ὡς μὴ μέλλοντας  δώσειν δίκην. Ὁ ἀφαιρούμενος γὰρ, φησὶν, ἐμβίωσιν τὸν πλησίον αὐτοῦ καὶ ἄρτον, φονεύει αὐτόν. Κατάσχωμεν παρ' ἑαυτοῖς τὰς χεῖράς ποτε, παρακαλῶ, κατάσχωμεν· μᾶλλον δὲ μὴ κατάσχωμεν, ἀλλ' ἐκτείνωμεν  αὐτὰς καλῶς, μὴ πρὸς πλεονεξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην· μὴ ἄκαρπον ἔχωμεν  τὴν χεῖρα, μηδὲ ξηράν· ἡ μὲν γὰρ μὴ ποιοῦσα ἐλεημοσύνην,  ξηρά· ἡ δὲ καὶ πλεονεκτοῦσα,  μιαρὰ καὶ ἀκάθαρτος. Μηδεὶς μετὰ τοιούτων ἐσθιέτω χειρῶν· ὕβρις γὰρ τῶν κεκλημένων τοῦτο. Εἰπὲ γάρ μοι, εἴ τις ἐπὶ ταπήτων  καὶ στρωμνῆς ἁπαλῆς  καὶ χρυσοπάστων σινδόνων  κατακλίνας  ἡμᾶς ἐν οἴκῳ λαμπρῷ καὶ μεγάλῳ, καὶ πολὺ πλῆθος διακόνων παραστησάμενος, εἶτα πίνακα ἐξ ἀργύρου παρασκευασάμενος καὶ χρυσοῦ, καὶ πολλῶν  ἐμπλήσας ἐδεσμάτων καὶ πολυτελῶν  καὶ παντοδαπῶν,  ἠνάγκαζεν  ἐσθίειν· εἰ μόνον  ἀνεξόμεθα  αὐτοῦ  τὰς χεῖρας εἰς βόρβορον χρίοντος ἢ καὶ κόπρον ἀνθρωπίνην,  καὶ οὕτω συγκατακλινομένου,  ἆρα ἄν τις ταύτην  ἠνέσχετο τὴν κόλασιν, ἀλλ' οὐχ ὕβριν τὸ πρᾶγμα ἐνόμιζεν ἄν; Ἔγωγε οἶμαι, καὶ εὐθέως ἂν ἀπεπήδησε. Νῦν δὲ βορβόρου τοῦ ὄντως οὐχὶ τὰς χεῖρας ὁρᾷς ἐμπεπλησμένας, ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέσματα, καὶ οὐκ ἀποπηδᾷς, οὐκ ἀποφεύγεις,  οὐκ ἐπιτιμᾷς· ἀλλ' ἐὰν  ἐν  δυναστείᾳ ᾖ, καὶ μέγα τὸ πρᾶγμα τίθεσαι, καὶ τὴν ψυχὴν ἀπολλύεις τὴν σαυτοῦ, τοιαῦτα σιτούμενος. Παντὸς γὰρ   βορβόρου  πλεονεξία   χείρων·   ψυχὴν   γὰρ,  οὐ  σῶμα  μολύνει,   καὶ   ποιεῖ δυσέκπλυτον.  Σὺ τοίνυν  ὁρῶν  τοῦ  βορβόρου τούτου  ἀνακεχρωσμένον  μὲν  τὸν κατακλινόμενον, καὶ τὰς χεῖρας καὶ τὴν ὄψιν, ἐμπεπλησμένην δὲ τὴν οἰκίαν, ἐμπεπλησμένην δὲ καὶ τὴν τράπεζαν (βολβίτων γὰρ, καὶ εἴ τι τούτων χεῖρον, ἀκαθαρτότερα ἐκεῖνα καὶ μιαρώτερα τὰ ἐδέσματα), ὡς δὴ τιμηθεὶς  διάκεισαι, καὶ ὡς μέλλων τρυφᾷν; καὶ οὐδὲ τὸν Παῦλον δέδοικας, εἰς μὲν Ἑλλήνων τράπεζαν, εἰ βουλοίμεθα, ἀκωλύτως συγχωροῦντα ἀπελθεῖν, εἰς δὲ τὰς τῶν πλεονεκτῶν  οὐδὲ βουλομένους ἐῶντα; Ἐὰν γάρ τις ἀδελφὸς ὀνομαζόμενος, ᾖ, φησὶ, πόρνος· ἀδελφὸν ἐνταῦθα λέγων πάντα τὸν πιστὸν ἁπλῶς, οὐ τὸν μονάζοντα. Τί γάρ ἐστι τὸ ποιοῦν τὴν ἀδελφότητα; τὸ λουτρὸν τῆς παλιγγενεσίας, τὸ δυνηθῆναι καλέσαι Πατέρα τὸν Θεόν. Ὥστε ὁ μὲν κατηχούμενος,  κἂν μοναχὸς  ᾖ, οὐκ ἀδελφός· ὁ δὲ πιστὸς, κἂν κοσμικὸς ᾖ, ἀδελφός ἐστιν. Εἴ τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος. Οὐδὲ γὰρ ἴχνος τότε μονάζοντος ἦν, ἀλλὰ πάντα πρὸς κοσμικοὺς διελέγετο ὁ μακάριος οὗτος. Ἐάν τις, φησὶν, ἀδελφὸς ὀνομαζόμενος, ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἀλλ' οὐκ ἐπὶ τῶν Ἑλλήνων οὕτως, ἀλλὰ τί; Ἐάν τις ὑμᾶς καλέσῃ τῶν ἀπίστων, τοὺς Ἕλληνας λέγων, καὶ θέλητε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε. Ἐὰν δέ τις ἀδελφὸς ὀνομαζόμενος, ᾖ, φησὶ, μέθυσος.

δʹ. Βαβαὶ, πόση ἡ ἀκρίβεια! ἡμεῖς δὲ οὐ μόνον οὐ φεύγομεν τοὺς μεθύσους, ἀλλὰ καὶ ἀπερχόμεθα πρὸς αὐτοὺς, μεθέξοντες  τῶν  παρ' αὐτῶν.  ∆ιὰ τοῦτο πάντα  ἄνω  καὶ κάτω  γεγένηται, πάντα συγκέχυται καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν. Εἰπὲ γάρ μοι, εἰ καλέσειέ σέ τις τῶν τοιούτων  ἐπὶ ἑστίασιν ἡτοιμασμένην, σὲ τὸν πένητα καὶ εὐτελῆ νομιζόμενον, εἶτα  ἀκούσειε παρὰ  σοῦ ὅτι  ἐπειδὴ  ἀπὸ  πλεονεξίας  ἐστὶ  τὰ  παρατιθέμενα,  οὐκ ἀνέξομαι μολύνειν  τὴν ἐμαυτοῦ ψυχὴν, οὐκ ἂν ᾐδέσθη; οὐκ ἂν ἐνετράπη; οὐκ ἂν κατῃσχύνθη; Τοῦτο μόνον ἱκανὸν ἦν διορθῶσαι, καὶ ποιῆσαι  ταλανίσαι μὲν ἐπὶ  τῷ  πλούτῳ  ἑαυτὸν,  θαυμάσαι  δὲ  ἐπὶ  τῇ  πενίᾳ  σε, εἴ  γε  ἑώρα  ἑαυτὸν  μετὰ τοσαύτης σπουδῆς καταφρονούμενον παρὰ σοῦ. Ἀλλὰ γεγόναμεν δοῦλοι ἀνθρώπων, οὐκ οἶδα πόθεν, τοῦ Παύλου ἄνω καὶ κάτω βοῶντος· Μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. Πόθεν  οὖν  γεγόναμεν  δοῦλοι  ἀνθρώπων;  Ἐπειδὴ  πρότερον  γαστρὸς  ἐγενόμεθα δοῦλοι καὶ χρημάτων καὶ δόξης καὶ τῶν ἄλλων ἁπάντων· προεδώκαμεν τὴν ἐλευθερίαν, ἣν ἐχαρίσατο ἡμῖν ὁ Χριστός. Τί οὖν μένει τὸν γενόμενον δοῦλον, εἰπέ μοι; Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα. Ἔχεις ἀπόφασιν αὐτοτελῆ, ὅτι οὐδέποτε εἰς βασιλείαν εἰσέρχεται· ἡ γὰρ οἰκία τοῦτό ἐστιν. Ἐν γὰρ τῇ οἰκίᾳ, φησὶ, τοῦ Πατρός μου μοναὶ πολλαί εἰσιν. Ὁ τοίνυν δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα· δοῦλον ἐκεῖνον λέγει τὸν τῆς ἁμαρτίας δοῦλον· ὁ δὲ μὴ μένων ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ἐν τῇ γεέννῃ μένει εἰς τὸν αἰῶνα, οὐδαμόθεν ἔχων παραμυθίαν. Ἀλλὰ γὰρ εἰς τοσοῦτον κακίας τὰ πράγματα ἦλθεν, ὡς καὶ ἐλεημοσύνας  αὐτοὺς  ἀπὸ  τούτων  ποιεῖν,  καὶ  πολλοὺς  δέχεσθαι.  ∆ιὰ  τοῦτο  ἡ παῤῥησία ἡμῶν ἐκκέκοπται, καὶ οὐδὲ ἐπιτιμῆσαί τινι δυνάμεθα. Ἀλλ' ὅμως κἂν ἀπὸ τοῦ νῦν φεύγωμεν τὴν ἐντεῦθεν βλάβην· ὑμεῖς τε οἱ τὸν βόρβορον τοῦτον ἀνελίττοντες,  παύσασθε τῆς  τοιαύτης  λύμης,  καὶ ἐπίσχετε τὴν  ἐν  τοῖς  τοιούτοις συμποσίοις ὁρμὴν, εἴ πως κἂν νῦν δυνηθῶμεν  ἐξιλεώσασθαι τὸν Θεὸν, καὶ τυχεῖν τῶν   ἐπηγγελμένων   ἀγαθῶν·   ὧν   γένοιτο   πάντας   ἡμᾶς  ἐπιτυχεῖν,   χάριτι   καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ'  οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |