ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Περί Ιερωσύνης Λόγος Πρῶτος

Τετάρτη 1 Ιουνίου 2016

Περί Ιερωσύνης Λόγος Πρῶτος



Ιωάννης Χρυσόστομος
Τόμος 48
Περί Ιερωσύνης  Λόγος Πρῶτος

Τάδε ἔνεστιν ἐν τῷ Πρώτῳ Λόγῳ.

α. Βασίλειος ὁ πάντας τοὺς τοῦ Χρυσοστόμου φίλους ὑπερβαλλόμενος.
β. Ἡ ὁμόνοια Βασιλείου καὶ Χρυσοστόμου, καὶ συζήτησις πὲρ πάντων.
γ. Ὁ ζυγὸς ἄνισος ἐν τῇ τοῦ μοναστικοῦ βίου μεταδιώξει.
δ. Ἡ πρόθεσις περὶ κοινῆς οἰκήσεως ἀμφοτέρων.
ε. Αἱ τῆς μητρὸς ἐπῳδαί.
ς. Η ἀπάτη Χρυσοστόμου, ᾗ ἐχρήσατο ἐν τῇ χειροτονίᾳ.
ζ. Βασιλείου κατηγορίᾳ ἐπιεικὴς καὶ ἀφέλῃς.
η. Χρυσοστόμου ἀπολογία ἀντιληπτική.
θ. Ἀπάτης εὐκαίρου μέγα κέρδος. Θέσις καὶ κοινὸς τόπος.



α’. Ἐμοὶ πολλοὶ μὲν ἐγένοντο φίλοι γνήσιοί τε καὶ ἀληθεῖς καὶ τοὺς τῆς φιλίας νόμους καὶ εἰδότες καὶ φυλάττοντες ἀκριβῶς· εἶς δὲ τις τουτωνὶ τῶν πολλῶν, ἅπαντας αὐτοὺς ὑπερβαλλόμενος τῇ πρὸς ἡμᾶς φιλίᾳ, τοσοῦτον ἐφιλονείκησεν ἀφιέναι κατόπιν αὐτούς, ὅσον ἐκεῖνοι τοὺς ἁπλῶς πρὸς ἡμᾶς διακειμένους. Οὗτος τὴν τὸν ἅπαντά μοι χρόνον παρηκολουθηκότων ἦν· καὶ γὰρ μαθημάτων ἡψάμεθα τῶν αὐτῶν, καὶ διδασκάλοις ἐχρησάμεθα τοῖς αὐτοῖς. Ἦν δὲ ἡμῖν καὶ προθυμία καὶ σπουδὴ πὲρ τοὺς λόγους οὓς ἐπονούμεθα μία, ἐπιθυμία τε ἴση καὶ ἐκ τῶν αὐτῶν τικτομένη πραγμάτων. Οὐ γὰρ ὅτε εἰς διδασκάλους μόνον ἐφοιτῶμεν, ἀλλὰ καὶ ἡνίκα ἐκεῖθεν ἐξελθόντας βουλεύεσθαι ἐχρῆν, ὁποίαν ἑλέσθαι τοῦ βίον βέλτιον ἡμῖν ὁδόν, καὶ ἐνταῦθα ὁμογνωμονοῦντες ἐφαινόμεθα.

β’. Καὶ ἕτερα δὲ πρὸς τούτοις ἡμῖν τὴν ὁμόνοιαν ταύτην ἐφύλαττεν ἀῤῥαγῆ τε καὶ βεβαίαν. Οὔτε γὰρ ἐπὶ πατρίδος μεγέθει ἕτερος ἑτέρου μᾶλλον φρονεῖν εἶχεν, οὔτε ἐμοὶ μὲν πλοῦτος ὑπέρογκος ἦν, ἐκεῖνος δὲ ἐσχάτῃ συνέζῃ πενίᾳ, ἀλλὰ καὶ τὸ τῆς οὐσίας μέτρον τὸ τῆς προαιρέσεως ἰσοστάσιον ἐμιμεῖτο. Καὶ γένος μὲν ἡμῖν ὁμότιμον ἦν, καὶ πάντα τῇ γνώμῃ συνέτρεχεν.

γ’. Ἐπειδὴ δὲ ἔδει τὸν μακάριον τὸν τῶν μοναχῶν μεταδιώκειν βίον, καὶ τὴν φιλοσοφίαν τὴν ἀληθῆ, οὐκ ἔτι ἡμῖν ὁ ζυγὸς οὗτος ἴσος ἦν, ἀλλ’ ἡ μὲν ἐκείνου πλάστιγξ ἐκουφίζετο μετέωρος, ἐγὼ δὲ ἔτι ταῖς τοῦ κόσμου πεπεδημένος ἐπιθυμίαις, καθεῖλκον τὴν ἐμαυτοῦ, καὶ ἐβιαζόμην κάτω μένειν, νεωτερικαῖς αὐτὴν ἐπιβρίθων φαντασίαις. Ἐνταῦθα λοιπὸν ἡ μὲν φιλία βέβαιος ἔμενεν ἡμῖν, καθάπερ καὶ πρότερον, ἡ δὲ συνουσίᾳ διεκόπτετο· οὐ γὰρ ἦν τοὺς μὴ πὲρ τὰ αὐτὰ σπουδάζοντας κοινὰς ποιεῖσθαι τὰς διατριβάς. Ὡς δὲ ποτε καὶ αὐτὸς μικρὸν ἀνέκυψα τοῦ βιωτικοῦ κλύδωνος, δέχεται μὲν ἡμᾶς ἄμφω τῷ χεῖρε προτείνας, τὴν δὲ ἰσότητα οὐδὲ οὕτως ἰσχύσαμεν φυλάξαι τὴν προτέραν. Καὶ γὰρ καὶ τῷ χρόνῳ φθάσας ἡμᾶς, καὶ πολλὴν τὴν σφοδρότητα ἐπιδειξάμενος, ἀνωτέρω πάλιν ἡμῶν ἐφέρετο, καὶ εἰς ὕψος ἤρετο μέγα.

δ’. Πλὴν ἀλλ’ ἀγαθὸς τε ὤν, καὶ πολλοῦ τὴν ἡμετέραν τιμώμενος φιλίαν, ἁπάντων ἑαυτὸν ἀποστήσας τῶν ἄλλων, ἡμῖν τὸν ἅπαντα χρόνον συνῆν, ἐπιθυμῶν μὲν τούτου καὶ πρότερον, ὅπερ δὲ ἔφην, ὑπὸ τῆς ἡμετέρας κωλυόμενος ῥᾳθυμίας. Οὐ γὰρ ἦν τὸν δικαστηρίῳ προσεδρεύοντα καὶ περὶ τὰς ἐν τῇ σκηνῇ τέρψεις ἐπτοημένον συγγίνεσθαι πολλάκις τῷ βιβλίοις προσηλωμένῳ, καὶ μηδὲ εἰς ἀγορὰν ἐμβαλόντι ποτέ. Διὰ τοῦτο οὖν πρότερον διειργόμενος, ἐπειδὴ ποτε ἡμᾶς ἔλαβε εἰς τὴν αὐτὴν τοῦ βίου κατάστασιν, ἀθρόως ἣν πάλαι ὤδινεν ἐπιθυμίαν ἀπέτεκε τότε, καὶ οὐδὲ τὸ βραχύτατον τῆς ἡμέρας ὑμᾶς ἀπολιμπάνειν ἠνείχετο μέρος. Διετέλει τε παρακαλῶν, ἵνα τὴν οἰκίαν ἀφέντες ἕκαστος τὴν ἑαυτοῦ κοινὴν ἀμφότεροι τὴν οἴκησιν ἔχοιμεν, καὶ ἔπεισέ γε, καὶ τὸ πρᾶγμα ἦν ἐν χερσίν.

ε’. Ἀλλὰ με αἱ συνεχεῖς τῆς μητρὸς ἐπῳδαὶ διεκώλυσαν δοῦναι ταύτην ἐκείνῳ τὴν χάριν, μᾶλλον δὲ λαβεῖν ταύτην παρ’ ἐκείνου τὴν δωρεάν. Ἐπειδὴ γὰρ ᾔσθετο ταῦτα βουλόμενον, λαβοῦσα με τῆς δεξιᾶς εἰσήγαγεν εἰς τὸν ἀποτεταγμένον οἶκον αὐτῇ, καὶ καθίσασα πλησίον ἐπὶ τῆς εὐνῆς ἧς ἡμᾶς ὤδινεν, πηγὰς τε ἠφίει δακρύων, καὶ τῶν δακρύων ἐλεεινότερα προσετίθει τὰ ῥήματα, τοιαῦτα πρὸς ἡμᾶς ἀποδυρομένη. Ἐγώ, παιδίον, φησί, τῆς ἀρετῆς τοῦ πατρὸς τοῦ σοῦ οὐκ ἀφείθην ἀπολαῦσαι ἐπὶ πολύ, τῷ Θεῷ τοῦτο δοκοῦν. Τὰς γὰρ ὠδῖνας τὰς ἐπὶ σοὶ διαδεξάμενος ὁ θάνατος ἐκείνου, σοὶ μὲν ὀρφανίαν, ἐμοὶ δὲ χηρείαν ἐπέστησεν ἄωρον καὶ τὰ τῆς χηρείας δεινά, ἃ μοναὶ αἱ παθοῦσαι δύναιντ’ ἂν εἰδέναι καλῶς. Λόγος γὰρ οὐδεὶς ἂν ἐφίκοιτο τοῦ χειμῶνος ἐκείνου καὶ τοῦ κλύδωνος, ὃν ὑφίσταται κόρη, ἄρτι μὲν τῆς πατρῴας οἰκίας προελθοῦσα, καὶ πραγμάτων ἄπειρος οὖσα, ἐξαίφνης δὲ πένθει τε ἀσχέτῳ βαλλομένη, καὶ ἀναγκαζομένη φροντίδος καὶ τῆς ἡλικίας καὶ τῆς φύσεως ἀνέχεσθαι μείζονος. Δεῖ γάρ, οἶμαι, ῥᾳθυμίας τε οἰκετῶν ἐπιστρέφειν, καὶ κακουργίας παρατηρεῖν, συγγενῶν ἀποκρούεται ἐπιβουλάς, τῶν τὰ δημόσια εἰσπραττόντων τὰς ἐπηρείας καὶ τὴν ἀπήνειαν ἐν τάσι τῶν εἰσφορῶν καταβολαῖς φέρειν γενναίως. Ἐὰν δὲ καὶ παιδίον καταλιπὼν ὁ τεθνεὼς ἀπέλθῃ, θῆλυ μὲν ὃν πολλὴν καὶ οὕτω παρέξει τῇ μητρὶ τὴν φροντίδα, ὅμως δὲ καὶ ἀναλωμάτων καὶ δέους ἀπηλλαγμένην· ὁ δὲ υἱὸς μυρίων αὐτὴν φόβων καθ’ ἑκάστην ἐμπίπλησι τὴν ἡμέραν, καὶ πλειόνων φροντίδων. Τὴν γὰρ τῶν χρημάτων ἕω δαπάνην, ὅσην ὑπομένειν ἀναγκάζεται, ἐλευθερίως αὐτὸν θρέψαι ἐπιθυμοῦσα. Ἀλλ’ ὅμως οὐδὲν με τούτων ἔπεισε δευτέροις ὁμιλῆσαι γάμοις, οὐδὲ ἕτερον ἐπεισαγαγεῖν νυμφίον τῇ τοῦ πατρὸς οἰκίᾳ τοῦ σοῦ· ἀλλ’ ἔμενον ἐν τῇ ζάλη καὶ τῷ θορύβῳ, καὶ τὴν σιδηρᾶν τῆς χηρείας οὐκ ἔφυγον κάμινον, πρῶτον μὲν ὑπὸ τῆς ἄνωθεν βοηθουμένη ῥοπῆς· ἔφερε δὲ μοι παραμυθίαν οὐ μικρὰν τῶν δεινῶν ἐκείνων καὶ τὸ συνεχῶς τὴν σὴν ὄψιν ὁρᾷν, καὶ εἰκόνα μοι τοῦ τετελευτηκότος φυλάσσεσθαι ἔμψυχον, καὶ πρὸς ἐκεῖνον ἀπηκριβωμένην καλῶς. Διὰ τοι τοῦτο καὶ ἔτι νήπιος ὤν, καὶ μηδὲ φθέγγεσθαί πω μαθών, ὅτε μάλιστα τέρπουσι τοὺς τεκόντας οἱ παῖδες, πολλὴν μοι παρεῖχες τὴν παράκλησιν. Καὶ μὴν οὐδὲ ἐκεῖνό γ’ ἂν ἔχοις εἰπεῖν καὶ αἰτιάσασθαι ὅτι τὴν μὲν χηρείαν γενναίως ἠνέγκαμεν, τὴν δὲ οὐσίαν σοι τὴν πατρῴαν ἠλαττώσαμεν διὰ τὴν τῆς χηρείας ἀνάγκην, ὅπερ πολλοὺς καὶ τῷ ὀρφανία δυστυχησάντων οἶδε παθόντας ἐγώ. Καὶ γὰρ καὶ ταύτην ἀκέραιον ἐφύλαξα πᾶσα, καὶ τῶν ὀφειλόντων εἰς τὴν εὐδοκίμησιν δαπανηθῆναι τὴν σὴν ἐνέλιπον οὐδέν, ἐκ τὴν ἐμαυτῆς καὶ ὧν ἦλθον οἴκοθεν ἔχουσα δαπανῶσα χρημάτων. Καὶ μὴ τοι νομίσῃς ὀνειδίζουσάν με ταῦτα λέγειν νῦν· ἀλλ’ ἀντὶ πάντων σε τούτων μίαν τὸ κοιμηθὲν ἤδη πένθος ἀνάψαι πάλιν, ἀλλὰ περίμεινον τὴν ἐμὴν τελευτήν· ἴσως μετὰ μικρὸν ἀπελεύσομαι χρόνον. Τοὺς μὲν γὰρ νέους ἐλπὶς καὶ εἰς γῆρας ἥξειν μακρόν, οἱ δὲ γεγηρακότες ἡμεῖς οὐδὲν ἕτερον ἢ τὸν θάνατον ἀναμένομεν. Ὅταν οὖν με τῇ γῇ παραδῷς, καὶ τοῖς ὀστέοις τοῦ πατρὸς ἀναμίξῃς τοῦ σοῦ, στέλλου μακρὰς ἀποδημίας, καὶ πλέε θάλατταν ἣν ἂν ἐθέλῃς· τότε ὁ κωλύων οὐδείς· ἕως δ’ ἂν ἐμπνέωμεν, ἀνάσχου τὴν μεθ’ ἡμῶν οἴκησιν· μὴ δὴ προσκρούσης τῷ Θεῷ μάτην καὶ εἰκῆ τοσούτοις ἡμᾶς περιβάλλων κακοῖς ἠδικηκότας οὐδέν. Εἰ μὲν γὰρ ἔχεις ἐγκαλεῖν ὅτι σὲ εἰς βιωτικὰς περιέλκω φροντίδας, καὶ τῶν πραγμάτων ἀναγκάζω προστῆναι τῶν σῶν, μὴ τοὺς τῆς φύσεως νόμους, μὴ τὴν ἀνατροφήν, μὴ τὴν συνήθειαν, μηδὲ ἄλλο μηδὲν αἰδεσθῇς, ἀλλ’ ὡς ἐπιβούλους φεῦγε καὶ πολεμίους· εἰ δὲ ἅπαντα πράττομεν ὑπὲρ τοῦ πολλὴν σοι παρασκευάσαι σχολὴν εἰς τὴν τοῦ βίου τούτου πορείαν, εἰ καὶ μηδὲν ἕτερον, οὗτος γοῦν κατεχέτω σὲ παρ’ ἡμῖν ὁ δεσμός. Κἂν γὰρ μυρίους σε λέγῃς φιλεῖν, οὐδεὶς σοι παρέξει τοσαύτης ἀπολαῦσαι ἐλευθερίας, ἐπειδὴ μηδὲ ἔστι τις ὅτῳ μέλει τῆς σῆς εὐδοκιμήσεως ἐξ ἴσης ἐμοί.

ς’. Ταῦτα μὲν καὶ τὰ τούτων πλείονα πρὸς ἐμὲ μὲν ἡ μήτηρ· ἐγὼ δὲ πρὸς τὸν γενναῖον ἔλεγον ἐκεῖνον. Ὁ δὲ οὐ μόνον οὐκ ἐδυσωπεῖτο τοῖς ῥήμασι τούτοις, ἀλλὰ καὶ πλέον ἐνέκειτο, τὰ αὐτὰ ἀπαιτῶν ἅπερ καὶ πρότερον. Ἐν τούτῳ δὲ ἡμῶν ὄντων, καὶ τοῦ μὲν συνεχῶς ἱκετεύοντος, ἐμοῦ δὲ οὐκ ἐπινεύοντος, ἁφῶν τις ἐπιστᾶσα φήμη διετάραξεν ἀμφοτέρους· ἡ δὲ φήμη ἦν εἰς τὸ τῆς ἐπισκοπῆς ἡμᾶς ἀξίωμα μέλλειν προάγεσθαι. Ἐγὼ μὲν οὖν ἅμα τῷ τὸν λόγον ἀκοῦσαι τοῦτον δέει τε καὶ ἀπορίᾳ συνειχόμην· δέει μέν, μήποτε καὶ ἄκων ἀλῶ, ἀπορίᾳ δέ, ζητῶν πολλάκις πόθεν ἐπῆλθε τοῖς ἀνδράσιν ἐκείνοις ἐνθυμηθῆναί τι τοιοῦτο περὶ ἡμῶν· εἰς γὰρ ἐμαυτὸν ἀφορῶν οὐδὲν εὕρισκον ἔχοντα τῆς τιμῆς ἄξιον ἐκείνης. Ὁ δὲ γενναῖος οὑτοσὶ προσελθὼν μοι κατ’ ἰδίαν καὶ κοινωσάμενος περὶ τούτων ὡς ἀνηκόῳ γε ὄντι τῆς φήμης, ἐδεῖτο κἀνταῦθα καὶ πράττοντας καὶ βουλευομένους ὀφθῆναι τὰ αὐτά, καθάπερ καὶ πρότερον· ἕψεσθαι γὰρ αὐτὸν ἑτοίμως ἡμῖν, καθ’ ὁποτέραν ἂν ἡγώμεθα τῶν ὁδῶν, εἴτε φύσειν, εἴτε ἑλέσθαι δέοι. Αἰσθόμενος τοίνυν αὐτοῦ τῆς προθυμίας ἐγώ, καὶ ζημίαν ἡγησάμενος οἴσειν παντὶ τῷ κοινῷ τῆς ἐκκλησίας, εἰ νέου οὕτως ἀγαθοῦ καὶ πρὸς τὴν τῶν πολλῶν ἐπιστασίαν ἐπιτηδείου ἀποστεροίην τοῦ Χριστοῦ τὴν ἀγέλην διὰ τὴν ἀσθένειαν τὴν ἐμαυτοῦ, οὐκ ἀπεκάλυψα τὴν γνώμην, ἣν εἶχον περὶ τούτων ἐκείνῳ· καίτοι γε μηδέποτε πρότερον ἀνασχόμενος λαθεῖν τι τῶν βουλευμάτων αὐτὸν τῶν ἐμῶν· ἀλλ’ εἰπὼν δεῖν τὴν ὑπὲρ τούτων βουλὴν εἰς ἕτερον ἀναβάλλεσθαι καιρόν, οὐ γὰρ νῦν τοῦτο κατεπείγειν, ἔπεισά τε εὐθέως μηδὲν ὑπὲρ τούτων φροντίζειν, καὶ ὑπὲρ ἐμαυτοῦ παρέσχον θαῤῥεῖν ὡς ὁμογνωμονήσοντος, εἲ ποτε συμβαίη τοιοῦτόν τι παθεῖν. Χρόνου δὲ παρελθόντος οὐ πολλοῦ, καὶ τοῦ μέλλοντος ἡμᾶς χειροτονήσειν ἐλθόντος, καὶ κρυπτομένου μου, αὐτὸς μηδὲν τούτων εἰδὼς ἄγεται μὲν ὡς ἐφ’ ἑτέρα προφάσει, δέχεται δὲ τὸν ζυγόν, ἐλπίζων ἐξ ὧν ὑπεσχημένος ἤμην αὐτῷ, καὶ ἡμᾶς πάντως ἕψεσθαι, μᾶλλον δὲ νομίζων ἡμῖν ἀκολουθεῖν. Καὶ γὰρ τινες τῶν ἐκεῖ παρόντων, ἀσχάλλοντα πρὸς τὴν σύλληψιν ὁρῶντες, ἠπάτησαν βοῶντες ὡς ἄτοπον εἴη τὸν μὲν θρασύτερον εἶναι δοκοῦντα παρὰ πᾶσιν, ἐμὲ λέγοντες, μετὰ πολλῆς τῆς ἐπιεικείας εἴξαι τῇ τῶν Πατέρων κρίσει, ἐκεῖνον δὲ τὸν πολὺ συνετώτερον καὶ ἐπιεικέστερον θρασύνεσθαι καὶ κενοδοξεῖν σκιρτῶντα καὶ ἀποπηδῶντα καὶ ἀντιλέγοντα. Τούτοις εἴξας τοῖς ῥήμασιν, ἐπειδὴ ἤκουσεν ὅτι διέφυγον, εἰσελθὼν πρὸς μὲ μετὰ πολλῆς τῆς κατηφείας, καθέζεται πλησίον μου, καὶ ἐβούλετο μὲν τι καὶ εἰπεῖν, ὑπὸ δὲ τῆς ἀπορίας κατεχόμενος, καὶ λόγῳ παραστῆσαι τὴν βίαν, ἣν ὑπέμεινεν, οὐκ ἔχων, ἅμα τῷ χᾶναι ἐκωλύετο φθέγγεσθαι ὑπὸ τῆς ἀθυμίας, πρὶν ἢ τοὺς ὀδόντας ὑπερβῆναι, διακοπτούσης τὸν λόγον. Ὁρῶν τοίνυν ἐγὼ περίδακρυν ὄντα, καὶ πολλῆς πεπληρωμένον τῆς ταραχῆς, καὶ τὴν αἰτίαν εἰδώς, ἐγέλων τε ὑπὸ πολλῆς τῆς ἡδονῆς, καὶ τὴν δεξιὰν κατέχων, ἐβιαζόμην καταφιλεῖν, καὶ τὸν Θεὸν ἐδόξαζον ὅτι μοι τὰ τῆς μηχανῆς τέλος εἶχε καλὸν καὶ οἷον ηὐχόμην ἀεί. Ὡς δὲ εἶδε περιχαρῆ τε ὄντα καὶ φαιδρόν, καὶ πρότερον ἠπατημένος ὑφ’ ἡμῶν ᾔσθετο, καὶ μᾶλλον ἐδάκνετο καὶ ἐδυσχέραινε.

ζ’. Καὶ ποτε μικρὸν ἀπ’ ἐκείνου καταστὰς τοῦ θορύβου τῆς ψυχῆς. Ἀλλ’ εἰ καὶ τὸ ἡμέτερον, φησί, μέρος διέπτυσας, καὶ λόγον ἡμῶν ἔχεις οὐδένα λοιπόν, ὡς ἔγωγε οὐκ οἶδα ἀνθ’ ὅτου, τῆς γοῦν ὑπολήψεως ἔδει σε φροντίσαι τῆς σῆς· νῦν δὲ τὰ πάντων ἠνέῳξας στόματα, καὶ δόξης σε ἐρῶντα κενῆς τὴν λειτουργίαν τὴν λειτουργίαν ταύτην παρῃτῆσθαι λέγουσιν ἅπαντες, ὁ δὲ ἐξαιρησόμενός σε τῆς κατηγορίας ταύτης οὐκ ἔστιν. Ἐμοὶ δὲ οὐδὲ εἰς ἀγορὰν ἐμβαλεῖν ἀνεκτὸν τοσοῦτοι οἱ προσιόντες ἡμῖν, καὶ καθ’ ἑκάστην ἐγκαλοῦντες τὴν ἡμέραν. Ὅταν γὰρ ἴδωσι φανέντα που τῆς πόλεως, λαβόντες καταμόνας ὅσοι πρὸς ἡμᾶς οἰκείως ἔχουσι, τῷ πλειῶνί με τῆς κατηγορίας ὑποβάλλουσι μέρει. Εἰδότα γὰρ αὐτοῦ τὴν γνώμην, φησίν, οὐδὲ γὰρ ἂν σε ἔλαθέ τι τῶν ἐκείνου, οὐκ ἔδει ἀποκρύψασθαι, ἀλλ’ ἡμῖν ἀνακοινώσασθαι ἔχρη, καὶ πάντως οὐκ ἂν ἠπορήσαμεν μηχανῆς πρὸς τὴν ἄγραν. Ἐγὼ δὲ ὅτι μὲν σε οὐκ ᾔδειν ἐκ πολλοῦ ταῦτα βουλευόμενον, αἰσχύνομαι καὶ ἐρυθριῶ πρὸς ἐκείνου εἰπεῖν, μήποτε καὶ ὑπόκρισιν τὴν ἡμετέραν εἶναι νομίσωσι φιλίαν. Εἰ γὰρ καὶ ἔστιν, ὥσπερ οὖν καὶ ἔστιν, καὶ οὐδὲ ἂν αὐτὸς ἀρνηθείης, ἐξ ὧν εἰς ἡμᾶς ἔπραξας νῦν· ἀλλὰ τοὺς ἔξωθεν καὶ μετρίαν γοῦν περὶ ἡμῶν ἔχοντα δόξαν καλὸν τὰ ἡμέτερα κρύπτειν κακά. Εἰπεῖν μὲν οὖν πρὸς αὐτοὺς τἀληθές, καὶ ὡς ἔχει τὰ καθ’ ἡμᾶς, ὀκνῶ· ἀναγκάζομαι δὲ λοιπὸν σιωπᾷν καὶ κρύπτειν εἰς γῆν καὶ τοὺς ἀπαντῶντας ἐκτρέπεσθαι καὶ ἀποπηδᾶν. Κἂν γὰρ τὴν προτέραν ἐκφύγω καταγνῶσιν, ψεύδους ἀνάγκη με κρίνεσθαι λοιπόν. Οὐδὲ γὰρ ἐθελήσουσί μοι πιστεῦσαί ποτε, ὅτι καὶ Βασίλειον μετὰ τῶν ἄλλων ἔταξας, οἷς οὐ θέμις εἰδέναι τὰ σά. Ἀλλὰ τούτων μὲν οὐ πολὺς μοι λόγος, ἐπειδὴ σοι τοῦτο γέγονεν ἡδύ· τὴν δὲ λοιπὴν πῶς οἴσομεν αἰσχύνην; Οἱ μὲν γὰρ ἀπονοίας, οἱ δὲ φιλοδοξίας σε γράφονται· ὅσοι δὲ εἰσιν ἀφειδέστεροι τῶν αἰτιωμένων, ταῦτά τε ἡμῖν ἀμφότερα ἐγκαλοῦσιν ὁμοῦ, καὶ προστιθέασι τὴν εἰς τοῦ τετιμηκότας ὕβρις, δίκαια πεπονθέναι λέγοντες αὐτούς, καὶ εἰ μείζονα τούτων ἀτιμασθέντες ἔτυχον παρ’ ἡμῶν, ὅτι τοσούτους καὶ τηλικούτους ἀφέντες ἄνδρας, μειράκια χθὲς καὶ πρώην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενα, ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι, καὶ φαιὰ περιβάλλωνται, καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην ἤγαγον τιμήν, ὅσην δὲ ὄναρ λήψεσθαι προσεδόκησαν. Καὶ οἱ μὲν ἐκ πρώτης ἡλικίας εἰς ἔσχατον γῆρας τὴν ἑαυτῶν ἐκτείναντες ἄσκησιν, ἐν τοῖς ἀρχομένοις εἰσίν· ἄρχουσι δὲ αὐτῶν οἱ παῖδες αὐτῶν, καὶ μηδὲ τοὺς νόμους ἀκηκοότες καθ’ οὓς ταύτην δεῖ διοικεῖν τὴν ἀρχήν. Ταῦτα καὶ πλείονα τούτων λέγοντες συνεχῶς ὑμῖν ἐπιφύονται. Ἐγὼ δὲ ὅτι μὲν ἀπολογήσομαι πρὸς ταῦτα οὐκ ἔχω, δέομαι δὲ σου φράσαι μοι. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἴδη ταύτην οἶμαί σε φυγεῖν τὴν φυγήν, καὶ πρὸς ἄνδρας οὕτω μεγάλους τοσαύτην ἀναδέξασθαι τὴν ἔχθραν, ἀλλὰ μετὰ τινος λογισμοῦ καὶ σκέψεως ἐπὶ τοῦτο ἐλθεῖν, ὅθεν καὶ λόγον ἕτοιμον εἶναί σοι πρὸς ἀπολογίαν στοχάζομαι. Εἰπὲ οὖν εἲ τινα πρόφασιν δικαίαν πρὸς τοὺς ἐγκαλοῦντας δυνήσομαι λέγειν. Ὧν γὰρ αὐτὸς ἠδίκημαι παρὰ σοῦ, οὐδένα ἀπαιτῶ λόγον, οὐχ ὧν ἠπάτησας, οὐχ ὧν προὔδωκας, οὐχ ὧν ἀπήλαυσας παρ’ ἡμῶν ἅπαντα τὸν ἔμπροσθεν χρόνον. Ἡμεῖς μὲν γὰρ καὶ τὴν ψυχὴν τὴν ἡμετέραν, ὡς εἰπεῖν, φέροντες, ἐνεθήκαμέν σου ταῖς χερσί· σὺ δὲ τοσαύτη πρὸς ἡμᾶς ἐχρήσω τῇ πανουργίᾳ, ὅσηπερ ἂν εἰ πολεμίους σοὶ τινας φυλάξασθαι προὔκειτο. Καίτοι γε ἐχρῆν, εἰ μὲν ὠφέλιμον ταύτην ᾔδεις οὖσαν τὴν γνώμην, μηδὲ αὐτῆς τὸ κέρδος φυγεῖν· εἰ δὲ ἐπιβλαβῆ, καὶ ἡμᾶς οὓς ἁπάντων ἀεὶ προτιμᾷν ἔλεγες, ἀπαλλάξαι τῆς ζημίας. Σὺ δὲ καὶ ὅπως ἐμπεσούμεθα ἅπαντα ἔπραξας· καὶ δόλου σοὶ καὶ ὑποκρίσεως ἐδέησεν οὐδὲν πρὸς τὸν ἀδόλως καὶ ἁπλῶς ἅπαντα καὶ λέγειν καὶ πράττειν εἰωθότα πρὸς σέ. Ἀλλ’ ὅμως, ὅπερ ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν, εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκεῖνα, ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις· ἀλλὰ πάντα ταῦτα ἀφίημι, καὶ φέρω σιγῇ καὶ πράως· οὐκ ἐπειδὴ πράως εἰς ἡμᾶς ἐπλημμέλησας, ἀλλ’ ἐπειδὴ τοῦτον ἔθηκα ἐμαυτῷ τὸν μόνον ἀπὸ τῆς ἡμέρας ἐκείνης ἧς τὴν φιλίαν ἔστερξα τὴν σήν, ὑπὲρ ὧν ἂν θέλῃς ἡμᾶς λυπεῖν, μηδέποτέ σε εἰς ἀπολογίας ἀνάγκην καθιστᾷν. Ἐπεί, ὅτι γε οὐ μικρὰν τὴν ζημίαν ἡμῖν ἐπήγαγες, οἶσθα καὶ αὐτός, εἲ γε μέμνησαι τῶν ῥημάτων, καὶ τῶν παρὰ τῶν ἔξωθεν περὶ ἡμῶν, καὶ τῶν ὑφ’ ἡμῶν λεγομένων ἀεί·ταῦτα δὲ ἦν, ὅτι πολὺ κέρδος ἡμῖν ὀμοψύχοις εἶναί τε καὶ φράττεσθαι τῇ πρὸς ἀλλήλους φιλία. Καὶ οἱ μὲν ἄλλοι πάντες ἔλεγον, καὶ ἑτέροις πολλοῖς οὐ μικρὰν ὠφέλειαν τὴν ἡμετέραν οἴσειν ὁμόνοιαν· ἐγὼ δὲ ὠφέλειαν μὲν οὐδέποτε ἐνενόησα, τὸ γε εἰς ἐμὲ ἧκον, παρέξειν τισίν· ἔλεγον δέ, ὅτι τοῦτο γοῦν ἀπ’ αὐτῆς κερδανοῦμεν κέρδος οὐ μικρόν, τὸ δυσχείρωτοι γενέσθαι τοῖς καταγωνίσασθαι βουλομένοις ἡμᾶς. Καὶ ταῦτά σε ὑπομιμνήσκων οὐκ ἐπαυσάμην ποτέ. Χαλεπὸς ὁ καιρός· οἱ ἐπιβουλεύοντες πολλοί· τὸ τῆς ἀγάπης γνήσιον ἀπόλωλεν· ἀντεισῆκται δὲ ὁ τῆς βασκανίας ὄλεθρος· ἐν μέσῳ παγίδων διαβαίνομεν, καὶ ἐπὶ ἐπάλξεων πόλεων περιπατοῦμεν· οἱ μὲν ἕτοιμοι τοῖς ἡμετέροις ἐφησθῆναι κακοῖς, εἲ ποτὲ τι συμβαίη, πολλοὶ καὶ πολλαχόθεν ἐφεστήκασιν· ὁ δὲ συναλγήσων οὐδείς, ἢ καὶ εὐαρίθμητοι λίαν. Ὅρα μὴ διαστάντες ποτὲ πολὺν τὸν γέλωτα ὀφλήσωμεν, καὶ τοῦ γέλωτος μείζονα τὴν ζημίαν· «Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρά, καὶ ὡς μεμοχλευμένη βασιλεία». Μὴ δὲ διαλύσῃς ταύτην τὴν γνησιότητα, μηδὲ διακόψῃς τὸν μοχλόν. Ταῦτα καὶ τὰ τούτων πλείονα ἔλεγον συνεχῶς, οὐδὲν μὲν ποτε ὑποπτεύων τοιοῦτον, ἀλλὰ καὶ πάνυ σε τὰ πρὸς ἡμᾶς ὑγιαίνειν νομίζων, ἃκ περιουσίας δὲ καὶ ὑγιαίνοντα θεραπεύειν βουλόμενος· ἐλάνθανον δέ, ὡς ἔοικε, νοσοῦντι τὰ φάρμακα ἐπιτιθείς· καὶ οὐδὲ οὕτως ὁ δείλαιος ὤνησα, οὐδὲ γέγονεν ἐμοὶ τι πλέον ἐκ ταύτης τῆς ἄγαν προμηθείας. Πάντα γὰρ ἐκεῖνα ῥίψας ἀθρόως, καὶ οὐδὲ εἰς νοῦν βαλόμενος, ὥσπερ ἀνερμάτιστον πλοῖον εἰς πέλαγος ἡμᾶς ἄπειρον ἀφῆκας, οὐδὲν τῶν ἀγρίων ἐκείνων ἐννοήσας κυμάτων, ἅπερ ἡμᾶς ὑπομένειν ἀνάγκη. Εἰ γὰρ ποτε συμβαίη συκοφαντίαν, ἢ χλευασίαν, ἢ καὶ ἄλλην τινὰ ὕβριν καὶ ἐπήρειαν ἐπενεχθῆναί ποθεν ἡμῖν (πολλάκις δὲ τὰ τοιαῦτα συμβαίνειν ἀνάγκη), πρὸς τίνα καταφευξόμεθα; Τίνι κοινωσόμεθα τὰ ἡμετέρας ἀθυμίας; Τὶ ἡμῖν ἀμύναι θελήσει, καὶ τοὺς μὲν λυποῦντας ἀνακόψει, καὶ ποιήσει μηκέτι λυπεῖν, ἡμᾶς δὲ παραμυθήσεται, καὶ παρασκευάσει τὰς ἑτέρων φέρειν ἀπαιδευσίας; Οὐκ ἔστιν οὐδείς, σοῦ πόῤῥωθεν ἑστηκότος τοῦ δεινοῦ τούτου πολέμου, καὶ μηδὲ κραυγὴν ἀκοῦσαι δυναμένου. Ἄρα οἶδας ὅσον εἴργασται σοι κακόν; Ἆρα νῦν γοῦν μετὰ τὸ πλῆξαι ἐπιγινώσκεις ὡς καιρίαν ἡμῖν ἔδωκας τὴν πληγήν; Ἀλλὰ ταῦτα μὲν ἀφείσθω· οὐδὲ γὰρ ἔστι τὰ γενόμενα ἀναλῦσαι λοιπόν, οὐδὲ πόρον τοῖς ἀπόροις εὑρεῖν. Τὶ πρὸς τοὺς ἔξωθεν ἐροῦμεν; Τὶ πρὸς τὰς αἰτίας ἀπολογησόμεθα τὰς ἐκείνων;

η’. ΧΡΥΣΟΣΤΟΜΟΣ: Θάρσει, ἔφην ἐγώ· οὐ γὰρ ὑπὲρ τούτων εἰμὶ μόνον ἕτοιμος εὐθύνας ὑπέχειν, ἀλλὰ καὶ ὧν ἀνευθύνους ἡμᾶς ἀφῆκας, καὶ τούτων πειράσομαί σοι λόγον δοῦναι, ὡς ἂν οἶός τε ὦ. Καί, εἰ βούλει γε, ἀπ’ αὐτῶν πρῶτον τῆς ἀπολογίας ποιήσομαι τὴν ἀρχήν. Καὶ γὰρ ἂν εἴην ἄτοπος καὶ λίαν ἀγνώμων, εἰ τῆς παρὰ τῶν ἔξωθεν δόξης φροντίζων, καὶ ὅπως παύσωνται ἡμῖν ἐγκαλοῦντες, πάντα ποιῶν, τὸν ἁπάντων μοι φίλτατον, καὶ τοσαύτῃ πρὸς ἡμᾶς αἰδοῖ κεχρημένον, ὡς μηδὲ ὑπὲρ ὧν ἠδικῆσθαι φησιν ἐγκαλέσαι θελῆσαι, ἀλλὰ πάρ’ Οὐδὲν Τὰ αὐτοῦ θέμενον ἔτι τῶν ἡμετέρων φροντίζειν, μὴ δυναίμην ὡς οὐκ ἀδικῶ πεῖσαι, ἀλλὰ μείζονι περὶ αὐτὸν φαινοίμην κεχρημένος ῥᾳθυμίᾳ ἧς αὐτὸς περὶ ἡμᾶς ἐπιδείξατο σπουδῆς. Τὶ ποτε οὖν σὲ ἠδικήσαμεν, ἐπειδὴ καὶ ἐντεῦθεν ἐγνώκαμεν εἰς τὸ τῆς ἀπολογίας ἀφεῖναι πέλαγος; Ἆρα ὅτι σε παρεκρουσάμεθα, καὶ τὴν ἡμετέραν ἐκρύψαμεν γνώμην; Ἀλλ’ ἐπὶ κέρδει καὶ τοῦ ἀπατηθέντος σου, καὶ οἷς ἀπατήσαντές σε προὐδώκαμεν. Εἰ μὲν γὰρ δι’ ὅλου τὸ τῆς κλοπῆς κακόν, καὶ οὐκ ἔστιν εἰς δέον αὐτῷ χρήσασθαί ποτε, δοῦναι ἕτοιμοι δίκην ἡμεῖς, ἣν ἂν αὐτὸς ἐθέλῃς· μᾶλλον δὲ σὺ μὲν οὐδέποτε παρ’ ἡμῶν ἀνέξῃ δίκην λαβεῖν, ἡμεῖς δὲ ἑαυτῶν καταγνωσόμεθα ταῦτα, ἃ τῶν ἀδικούντων οἱ δικάζοντες, ὅταν αὐτοὺς ἐλῶσιν οἱ κατήγοροι. Εἰ δὲ οὐκ ἀεὶ τὸ πρᾶγμα ἐπιβλαβές, ἀλλὰ παρὰ τὴν τῶν χρωμένων προαίρεσιν γίνεται φαῦλον ἢ καλόν, ἀφεὶς ἐγκαλεῖν τὸ ἠπατῆσθαι, δεῖξον ἐπὶ κακῷ τοῦτο τεχνασαμένους· ὡς ἕως ἂν τοῦτο ἀπῇ, μὴ ὅτι μέμψεις καὶ αἰτίας ἐπάγειν, ἀλλὰ καὶ ἀποδέχεσθαι τὸν ἀπατῶντα δίκαιον ἂν εἴη τοὺς γε εὐγνωμόνως διακεῖσθαι βουλομένους. Τοσοῦτον γὰρ ἔχει κέρδος εὔκαιρος ἀπάτη, καὶ μετὰ τῆς ὀρθῆς γινομένη διανοίας, ὡς πολλούς, ὅτι μὴ παρεκρούσαντο, καὶ δίκην δοῦναι πολλάκις. Καὶ εἰ βούλει γε τῶν στρατηγῶν τοὺς ἐξ αἰῶνος εὐδοκιμήσαντας ἐξετάσαι, τὰ πλείονα αὐτῶν τροπαὶ τῆς ἀπάτης εὑρήσεις ὄντα κατορθώματα, καὶ μᾶλλον τούτους ἐπαινουμένους, ἢ τοὺς ἐκ τοῦ φανεροῦ κρατοῦντας. Οἱ μὲν γὰρ μετὰ πλείονος τῆς δαπάνης καὶ τῆς τῶν χρημάτων, καὶ τῆς τῶν σωμάτων κατορθοῦσι τοὺς πολέμους, ὡς μηδὲν αὐτοῖς πλέον ἀπὸ τῆς νίκης γίνεσθαι, ἀλλὰ παρ’ οὐδὲν ἧττον τῶν ἡττημένων τοὺς κρατήσαντας δυστυχεῖν, καὶ τῶν στρατευμάτων ἀνηλωμένων, καὶ τῶν ταμιείων κεκενωμένων. Πρὸς δὲ τούτοις οὐδὲ τῆς ἐπὶ τῇ νίκη δόξης αὐτοὺς ἀφιᾶσιν ἀπολαῦσαι πάσης· μέρος γὰρ αὐτῆς οὐ μικρὸν συμβαίνει καὶ τοὺς πεπτωκότας καρποῦσθαι, διὰ τὸ ταῖς ψυχαῖς νικῶντας τοῖς σώμασιν ἡττηθῆναι μόνοις ὡς, εἲ γε ἐνῆν βαλλομένους μὴ πίπτειν, μηδὲ ἐπελθὼν ὁ θάνατος αὐτοὺς ἔπαυσεν, οὐκ ἂν ἔστησαν τῆς προθυμίας ποτέ. Ὁ δὲ ἀπάτῃ κρατῆσαι δυνηθείς, οὐ συμφορᾷ μόνον, ἀλλὰ καὶ γέλωτι περιβάλλει τοὺς πολεμίους. Οὐ γὰρ ὥσπερ ἐκεῖ τοὺς ἐπαίνους ἐξ ἴσης ἀμφότεροι ἀποφέρονται τοὺς ἐπὶ τῇ ῥώμῃ, οὕτω καὶ ἐνταῦθα τοὺς ἐπὶ τῆς φρονήσει, ἀλλ’ ὅλον τὴν νικώντων ἐστὶ τὸ βραβεῖον, καί, τὸ τούτων οὐκ ἔλαττον, τὴν ἀπὸ τῆς νίκης ἡδονὴν ἀκέραιον τῇ πόλει φυλάττουσιν. Οὐ γὰρ ἐστιν ὥσπερ ὁ τῶν χρημάτων πλοῦτος καὶ τὸ τῶν σωμάτων πλῆθος, ἡ τῆς ψυχῆς φρόνησις· ἀλλ’ ἐκεῖνα μέν, ὅταν τις αὐτοῖς ἐν τοῖς πολέμοις χρῆται συνεχῶς, δαπανᾶσθαι συμβαίνει καὶ ἀπολείπειν τοὺς ἔχοντας, αὕτη δέ, ὅσῳπερ ἂν τις αὐτὴν ἀνακινῇ, τοσούτῳ μᾶλλον αὔξεσθαι πέφυκεν. Οὐκ ἐν τοῖς πολέμοις δὲ μόνον, ἀλλὰ καὶ ἐν εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις ἂν τῆς ἀπάτης τὴν χρείαν, καὶ οὐ πρὸς τὰ τῆς πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ πρὸς γυναῖκα ἀνδρί, καὶ πρὸς ἄνδρα γυναικί, καὶ πατρὶ πρὸς υἱόν, καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί. Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἂν ἑτέρως ἐξελέσθαι τὸν ἄνδρα τὸν αὐτῆς, ἀλλ’ ἢ μετὰ τοῦ παραλογίσασθαι τὸν πατέρα. Καὶ ὁ ταύτης δὲ ἀδελφός, τὸν ὑπ’ ἐκείνης διασωθέντα σῶσαι βουλόμενος κινδυνεύοντα πάλιν, τοῖς αὐτοῖς ὅπλοις ἐχρήσατο, οἷσπερ καὶ ἡ γυνή.

Καὶ ὁ Βασίλειος: Ἀλλ’ οὐδὲν τούτων πρὸς ἐμέ, φησίν. Οὐδὲ γὰρ ἐχθρὸς ἐγὼ καὶ πολέμιος, οὔτε τῶν ἀδικεῖν ἐπιχειρούντων, ἀλλ’ ἅπαν τοὐναντίον τῇ σῇ γὰρ γνώμῃ τὰ ἐμαυτοῦ πάντα ἐπιτρέψας ἀεὶ ταύτῃ εἰπόμην εἴπερ ἐκέλευσας.

θ’. ΧΡΥΣΟΣΤΟΜΟΣ: Ἀλλ’ ὦ θαυμάσιε καὶ ἀγαθώτατε, διὰ τοῦτο γὰρ καὶ αὐτὸς φθάσας εἶπον, ὅτι οὐκ ἐν πολέμῳ μόνον, οὐδ’ ἐπὶ τοὺς ἐχθρούς, ἀλλὰ καὶ ἐν εἰρήνῃ καὶ ἐπὶ τοὺς φιλτάτους χρῆσθαι ταύτῃ καλόν. Ὅτι γὰρ οὐ τοῖς ἀπατῶσι μόνον, ἀλλὰ καὶ τοῖς ἀπατωμένοις τοῦτο χρήσιμον, προσελθὼν τινι τῶν ἰατρῶν ἐρώτησον, πῶς ἀπαλλάττουσι τῆς νόσου τοὺς κάμνοντας, καὶ ἀκούσῃ παρ’ αὐτῶν, ὅτι οὐκ ἀρκοῦνται τῇ τέχνῃ μόνῃ, ἀλλ’ ἔστιν ἀποῦ καὶ τὴν ἀπάτην παραλαβόντες, καὶ τὴν παρ’ αὐτῆς βοήθειαν καταμίξαντες, οὕτως ἐπὶ τὴν ὑγίειαν τοὺς ἀσθενοῦντας ἐπανήγαγον. Ὅταν γὰρ τὸ δυσάρεστον τῶν ἀῤῥωστούντων καὶ τῆς νόσου δὲ αὐτῆς τὸ δυστράπελον μὴ προσίηται τὰς τῶν ἰατρῶν συμβουλάς, τότε τὸ τῆς ἀπάτης ὑποδῦναι προσωπεῖον ἀνάγκη, ἳν’ ὥσπερ ἐπὶ τῆς σκηνῆς τὴν τῶν γενομένων ἀλήθειαν κρύψαι δυνηθῶσιν. Εἰ δὲ βούλει, καὶ ἐγὼ σοι διηγήσομαι δόλον ἕνα ἐκ πολλῶν, ὧν ἤκουσα κατασκευάζειν ἰατρῶν παῖδας. Ἐπέπεσέ ποτὲ τινι πυρετὸς ἀθρόως μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ ἡ φλὸξ ἤρετο· καὶ τὰ μὲν δυνάμενα σβέσαι τὸ πῦρ ἀπεστρέφετο ὁ νοσῶν, ἐπεθύμει δὲ καὶ πολὺς ἐνέκειτο, τοὺς εἰσιόντας πρὸς αὐτὸν ἅπαντας παρακαλῶν, ἄκρατον ὀρέξαι πολύν, καὶ παρασχεῖν ἐμφορηθῆναι τῆς ὀλεθρίου ταύτης ἐπιθυμίας. Οὐ γὰρ τὸν πυρετὸν ἐκκαύσειν μόνον ἔμελλεν, ἀλλὰ καὶ παραπληξίᾳ παραδώσειν τὸν δείλαιον, εἲ τις αὐτῷ πρὸς ταύτην εἶξε τὴν χάριν. Ἐνταῦθα τῆς τέχνης ἀπορουμένης καὶ οὐδεμίαν ἐχούσης μηχανήν, ἀλλὰ παντελῶς ἐκβεβλημένης, εἰσελθοῦσαν τοσαύτην ἐπεδείξατο τὴν αὐτῆς δύναμιν ἡ ἀπάτη, ὅσην αὐτίκα παρ’ ἡμῶν ἀκούσῃ. Ὁ γὰρ ἰατρὸς ἄρτι ἀπὸ τῆς καμίνου προελθὸν ἄγγος ὀστράκου λαβών, καὶ βάψας οἴνῳ πολλῷ, εἶτα ἀνασπάσας κενὸν καὶ πλήσας ὕδατος, κελεύει τὸ δωμάτιον ἔνθα κατέκειτο ὁ νοσῶν συσκιάσαι παραπετάσμασι πολλοῖς, ἵνα μὴ τὸ φῶς ἐλέγξῃ τὸν δόλον, καὶ δίδωσιν ἐκπιεῖν ὡς ἀκράτου πεπληρωμένον. Ὁ δὲ πρὶν εἰς τὰς χεῖρας λαβεῖν ὑπὸ τῆς ὀσμῆς προσπεσούσης εὐθέως ἀπατηθεὶς οὐδὲ πολυπραγμονεῖν ἠνέσχετο τὸ δοθέν, ἀλλὰ ταύτῃ πειθόμενος, καὶ τῷ σκότει κλαπείς, ὑπὸ τε τῆς ἐπιθυμίας ἐπειγόμενος, ἔσπασε τὸ δοθὲν μετὰ πολλῆς τῆς προθυμίας, καὶ ἐμφορηθεὶς ἀπετινάξατο τὸ πνῖγος εὐθέως, καὶ τὸν ἐπικείμενον ἔφυγε κίνδυνον. Εἶδες τῆς ἀπάτης τὸ κέρδος; Καὶ εἰ πάντας βούλοιτό τις τῶν ἰατρῶν καταλέγειν τοὺς δόλους, εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Οὐ μόνον δὲ τοὺς τὰ σώματα θεραπεύοντας, ἀλλὰ καὶ τοὺς τῶν ψυχικῶν νοσημάτων ἐπιμελομένους εὕροι τις ἂν συνεχῶς τούτῳ κεχρημένους τῷ φαρμάκῳ. Οὕτω τὰς πολλὰς μυριάδας ἐκείνας τῶν Ἰουδαίων ὁ μακάριος προσηγάγετο Παῦλος. Μετὰ ταύτης τῆς προαιρέσεως τὸν Τιμόθεον περιέτεμεν ὁ Γαλάταις ἐπιστέλλων, ὅτι Χριστὸς οὐδὲν ὠφελήσει τοὺς περιτεμνομένους. Διὰ τοῦτο ὑπὸ μόνον ἐγίνετο ὁ ζημίαν ἡγούμενος μετὰ τὴν εἰς Χριστὸν πίστιν τὴν ἀπὸ τοῦ νόμου δικαιοσύνην. Πολλὴ γὰρ ἡ τῆς ἀπάτης ἰσχύς· μόνον μὴ μετὰ δολερὰς προσαγέσθω τῆς προαιρέσεως. Μᾶλλον δὲ οὐδὲ ἀπάτην τὸ τοιοῦτο δεῖ καλεῖν, ἀλλ’ οἰκονομίαν τινὰ καὶ σοφίαν καὶ τέχνην ἱκανὴν πολλοὺς πόρους ἐν τοῖς ἀπόροις εὑρεῖν, καὶ πλημμελείας ἐπανορθῶσαι ψυχῆς. Οὐδὲ γὰρ τὸν Φινεὲς ἀνδροφόνον εἴποιμ’ ἂν ἔγωγε, καίτοι γε μιᾷ πληγῇ δύο σώματα ἀνεῖλεν· ὥσπερ οὐδὲ τὸν Ἡλίαν μετὰ τοὺς ἑκατὸν στρατιώτας, καὶ τοὺς τούτων ἡγεμόνας, καὶ τὸν πολὺν τῶν αἱμάτων χειμάῤῥουν, ὃν ἐκ τῆς τῶν ἱερωμένων τοῖς δαίμοσιν ἐποίησε ῥεῦσαι σφαγῆς. Εἰ γὰρ τοῦτο συγχωρήσαιμεν, καὶ τὰ πράγματα τῆς τῶν πεποιηκότων προαιρέσεώς τις γυμνώσας ἐξετάζοι καθ’ ἑαυτά, καὶ τὸν Ἀβραὰμ παιδοκτονίας ὁ βουλόμενος κρινεῖ, καὶ τὸν ἔγγονον τὸν ἐκείνου καὶ τὸν ἀπόγονον κακουργίας καὶ δόλου γράψεται. Οὕτω γὰρ ὁ μὲν τῶν τῆς φύσεως ἐκράτησε πρεσβειῶν, ὁ δὲ τὸν τῶν Αἰγυπτίων πλουτῶν εἰς τὸν τῶν Ἰσραηλιτῶν μετήνεγκε στρατόν. Ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· ἄπαγε τῆς τόλμης. Οὐ γὰρ μόνον αὐτοὺς αἰτίας ἀφίεμεν, ἀλλὰ καὶ θαυμάζομεν διὰ ταῦτα, ἐπεὶ καὶ ὁ Θεὸς αὐτοὺς διὰ ταῦτα ἐπῄνεσεν. Καὶ γὰρ ἀπατεὼν ἐκεῖνος ἂν εἴη καλεῖσθαι δίκαιος ὁ τῷ πράγματι κεχρημένος ἀδίκως, οὐχ ὁ μεθ’ ὑγιοῦς γνώμης τοῦτο ποιῶν. Καὶ πολλάκις ἀπατῆσαι δέον, καὶ τὰ μέγιστα διὰ ταύτης ὠφελῆσαι τῆς τέχνης, ὁ δὲ ἐξ εὐθείας προσενεχθεὶς κατὰ μεγάλα τὸν οὐκ ἀπατηθέντα εἰργάσατο.

Εισαγωγή και πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία , επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |