ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,

Τετάρτη 5 Οκτωβρίου 2016

Μέγας Κύριος καὶ αἰνετὸς σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,



chrysostomos

Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΜΖʹ ΨΑΛΜΟΝ.Ὠδὴ ψαλμοῦ τοῖς υἱοῖς Κορέ. Μέγας Κύριος καὶ αἰνετὸς  σφόδρα, ἐν πόλει τοῦ Θεοῦ ἡμῶν,  ἐν ὄρει ἁγίῳ  αὐτοῦ, εὐριζῶν  ἀγαλλιάματι  πάσης τῆς γῆς. Ἕτερός φησι, Καλῷ βλαστήματι, χάρματι πάσης τῆς γῆς. Ἄλλος, Ἀπ' ἀρχῆς ἀφωρισμένῳ  ἀγλαΐσματι πάσης τῆς γῆς.

αʹ. Καὶ ἐνταῦθα ἀπαλλαγὴν  πολέμων,  καὶ μάχης ἐλευθερίαν  δηλοῖ. Ἐπειδὴ γὰρ ἐπανελθόντες ἀπὸ τῆς Βαβυλωνίων,  καὶ τῆς μακρᾶς ἀπαλλαγέντες αἰχμαλωσίας,  τὴν πατρῴαν ἀπέλαβον γῆν, καὶ πολλοὺς διέφυγον πολέμους, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ τούτων αἰτίῳ τῶν ἀγαθῶν, τούτους ᾄδουσι τοὺς ὕμνους, καί φασι· Μέγας Κύριος καὶ αἰνετὸς  σφόδρα.  Τὸ  μὲν  Μέγας,  λέγουσι,  τὸ  δὲ  πόσον,  οὐκέτι·  οὐδεὶς  γὰρ  τοῦτο ἐπίσταται· διὸ καὶ ἐπήγαγε· Καὶ αἰνετὸς σφόδρα. Τῆς γὰρ μεγαλωσύνης  αὐτοῦ οὐκ ἔστι πέρας. Ὃ δὲ λέγει τοιοῦτόν ἐστι· ∆οξάζειν αὐτὸν . δεῖ, καὶ αἰνεῖν μόνον, καὶ τοῦτο μεθ'  ὑπερβολῆς  ἁπάσης· αἰνεῖν  δὲ αὐτὸν,  καὶ διὰ τὸ μέγεθος  τῆς οὐσίας τὸ ἄπειρον τοῦτο καὶ ἀκατάληπτον,  καὶ διὰ τὴν ὑπερβολὴν τῶν εὐεργεσιῶν τῶν εἰς ἡμᾶς. Καὶ γὰρ ἠβουλήθη, καὶ ἴσχυσεν ἅπερ ἠβουλήθη. Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ. Τί λέγεις; Ἐκεῖ συγκλείεις αὐτοῦ τὸν αἶνον, τοῦ μεγάλου, τοῦ αἰνετοῦ, ἐν τῇ πόλει καὶ ἐν τῷ ὄρει; Οὐ τοῦτο λέγω, φησὶν, ἀλλ' ὅτι ἡμεῖς πρὸ τῶν ἄλλων τοῦτο ἐπέγνωμεν. 


 Ἢ διὰ τοῦτο οὖν εἶπε τὸ, Ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἢ θέλων  δηλῶσαι ὅτι διὰ τῶν εἰς αὐτὴν γινομένων    θαυμάτων   ἐδείχθη   αὐτοῦ     μεγαλωσύνη   καὶ     δόξα,  ὅτι   δὴ  τοὺς αἰχμαλώτους,  τοὺς ἀπεῤῥιμμένους, τοὺς εὐκαταφρονήτους,  τοὺς καθάπερ ἐν τάφῳ  τῇ πολεμίᾳ  κατεχομένους  γῇ, τούτους  ἀθρόον  οὕτως  ἐκλάμψαι  παρεσκεύασεν, ὡς  τῶν κρατησάντων περιγενέσθαι, καὶ ἐπανελθεῖν, καὶ πρὸς τὴν προτέραν εὐημερίαν ἐπαναγαγεῖν,  καὶ τὸ παλαιὸν τῆς πατρίδος ἀποδοῦναι σχῆμα. ∆είκνυσι μὲν γὰρ αὐτὸν, φησὶ,  καὶ  τὸ  μέγεθος   τῶν   κτισμάτων   τῶν   ὁρωμένων·  ἀλλ'  ἐπειδὴ   οἱ  πλείους ἀνοητότερον διέκειντο τὸ παλαιὸν, προστίθησι καὶ τὴν ἀπὸ τῶν πολεμίων, καὶ τὴν ἀπὸ τῆς νίκης γνῶσιν,  τὰ παράδοξα ταῦτα τρόπαια συνεχῶς ἱστὰς, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ἐργαζόμενος, καὶ παρ' ἐλπίδα καὶ προσδοκίαν ἅπασαν τὰ τοιαῦτα θαυματουργῶν.  Πόλιν  δὲ αὐτοῦ  καλεῖ  ταύτην,  οὐ τὰς  ἄλλας  ἀποστερῶν  αὐτοῦ  τῆς προνοίας, ἀλλὰ δεικνὺς τούτους πλέον τι τῶν ἄλλων  ἔχοντας  κατὰ τὸν τῆς γνώσεως λόγον.  Ἐκεῖναι μὲν γὰρ κατὰ τὸν  τῆς δημιουργίας  μόνον  λόγον  αὐτοῦ ἂν λέγοιντο· αὕτη δὲ καὶ κατὰ τὸν τῆς οἰκειώσεως, καὶ διὰ τὸ πάντα  αὐτόθι τὰ θαύματα γίνεσθαι. Τότε μὲν οὖν ἡ πόλις ἐλέγετο τοῦ Θεοῦ· νῦν δὲ πάντες ἡμεῖς τοῦ Θεοῦ λεγόμεθα. Οἱ γὰρ τοῦ Χριστοῦ, φησὶ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Εἶδες ἀρετῆς ἐπίτασιν; ∆ιὰ τοῦτο καὶ ὄρος ἐλέγετο τοῦ Θεοῦ, ἐπειδὴ ὁ Θεὸς ἐκεῖ ἐθεραπεύετο. Εὐριζῶν ἀγαλλιάματι  πάσης τῆς γῆς. Πολλὴ ἡ ἀσάφεια τοῦ ῥητοῦ, διὸ προσέχειν δεῖ. Τῷ μὲν γὰρ ἁπλῶς  ἀναγινώσκοντι πολλὴν  τὴν  ἀπορίαν  ποιεῖ, ὁ δὲ μετὰ ἀκριβείας αὐτὰ ἐπιὼν,  ὄψεται  τὴν  ἀκολουθίαν  καὶ τὴν  σειρὰν ἀκριβῆ τῶν  νοημάτων.  Ὃ γὰρ λέγει, τοιοῦτόν  ἐστι· Μέγας Κύριος ἐν πόλει  τοῦ Θεοῦ ἡμῶν,  ἐν ὄρει ἁγίῳ  αὐτοῦ εὐριζῶν, τουτέστι καλῶς ῥιζῶν, καλῶς πηγνὺς,  καλῶς βεβαιῶν  αὐτὴν  ἐν χαρᾷ καὶ εὐφροσύνῃ  πάσης τῆς οἰκουμένης. Τοῦτο καὶ ἄλλος αἰνιττόμενος,  Ἀφωρισμένῳ ἀγλαΐσματι πάσης τῆς γῆς, εἶπεν. Ἀγλάϊσμα γὰρ αὐτὴν πάσης τῆς οἰκουμένης  καὶ εὐφροσύνην  ἐποίησεν. Ἐκεῖθεν γὰρ ἡ πηγὴ τῆς εὐσεβείας, καὶ τῆς θεογνωσίας αἱ ῥίζαι καὶ αἱ ἀρχαί. Τοιαύτην τοίνυν οὖσαν αὐτὴν ἐῤῥίζωσε, καὶ καλῶς ἔπηξεν ἐπὶ κόσμῳ τῆς οἰκουμένης, ἐπὶ ἀγαλλιάματι,  ἐπὶ χαρᾷ πάσης τῆς γῆς. Τὸ γὰρ διδασκαλεῖον τῆς γῆς τὰ Ἱεροσόλυμα τότε ἦν, καὶ οἱ βουλόμενοι  χαρᾶς ἀπολαύειν,  καὶ καλλωπίζεσθαι,  καὶ κοσμεῖσθαι, ἐντεῦθεν τὰ δέοντα ἐμάνθανον. ∆ιὸ καὶ τοῦτο δηλῶν οὐ ῥιζῶν εἶπεν, ἀλλ', Εὐριζῶν. Εἰ δὲ βούλει αὐτὸ καὶ κατὰ ἀναγωγὴν  λαβεῖν, ὄψει τῶν πραγμάτων  τὴν ἀλήθειαν. Ἐντεῦθεν γὰρ τὸ ἀγαλλίαμα  πανταχοῦ  τῆς  οἰκουμένης  γέγονεν·  ἐντεῦθεν  ἡ . εὐφροσύνη  καὶ  ἡ χαρά· ἐντεῦθεν  αἱ πηγαὶ τῆς φιλοσοφίας,  ἔνθα Χριστὸς ἐσταυρώθη, ὅθεν οἱ ἀπόστολοι ἐξώρμησαν· Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ ῥίζας δὲ ἀθανάτους  ἡ χαρὰ αὕτη ἔχει. Ὄρη Σιὼν τὰ πλευρὰ τοῦ βοῤῥᾶ. Ἄλλος  φησὶν, Ὄρη Σιὼν οἱ μηροὶ τοῦ βοῤῥᾶ. Ὁ δὲ Ἑβραῖος, Ἂρ Σιὼν ἰερχθὴ σαφούν. Τίνος ἕνεκεν, εἰπέ μοι, τοῦ βοῤῥᾶ μνημονεύει  νῦν, καὶ τοῦ τόπου τὴν θέσιν ἡμῖν ὑπογράφει; Ἐπειδὴ ἐντεῦθεν συνεχῶς  ὁ πόλεμος  αὐτοῖς  ἀνεῤῥιπίζετο,  τῶν  βαρβάρων  ἐπιόντων,  καὶ  συνεχῶς  οἱ προφῆται  τοῦτο  λέγουσι,  τὸν  ἀπὸ βοῤῥᾶ καλοῦντες,  καὶ  λέβητα  ἐκεῖθεν  καιόμενον ὑπογράφουσιν·  οὕτω  γὰρ ἡ Περσῶν χώρα  κεῖται  πρὸς  τὴν  Παλαιστίνην.  Θαυμάζων τοίνυν τὸ γεγενημένον, τοῦτο ἐπήγαγε, δηλῶν, ὅτι ταύτην τὴν συνεχῶς ἐκεῖθεν ἐνοχλουμένην ἀχείρωτον  ἐποίησας. Ὥσπερ γὰρ ἂν εἴ τις λέγοι  περὶ σώματος, ὅτι Τὸ μέρος ἐκεῖνο τὸ ἀσθενὲς ἰσχυρότερον εἰργάσω, τοῦτο δὴ καὶ αὐτὸς ἐνταῦθα αἰνίττεται λέγων· Ὅθεν οἰμωγαὶ καὶ δάκρυα, ὅθεν ὑπόθεσις τῶν συμφορῶν, ταῦτα ἡδονῆς τὰ μέρη ἐμπέπλησται, ταῦτα εὐθυμίας. Ὅθεν ἀπειλαὶ καὶ φόβοι καὶ κίνδυνοι, ἐντεῦθεν χαρὰ καὶ εὐφροσύνη, καὶ οὐδεὶς  λοιπὸν  ἐκεῖνο  δέδοικε  τὸ μέρος τῆς κτίσεως  τὸ βορειότερον, οὐδεὶς κάμνει, οὐδεὶς ὑφορᾶται, ἀλλὰ πάντες ἐν εὐφροσύνῃ, σοῦ ῥιζώσαντος αὐτὴν ἐν ἡδονῇ. Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου. Ὁ Θεὸς ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται, ὅταν ἀντιλαμβάνηται αὐτῆς. Ἄλλος, Ἐγνώσθη. Ἄλλος, Ὁ Θεὸς ἐν τοῖς βασιλείοις αὐτῆς γνωσθήσεται  εἰς  ὀχύρωμα.  Ἄλλος,  Ὁ Θεὸς ἐν  ταῖς  βάρεσιν  αὐτῆς  ἐγνώσθη  εἰς  τὸ ἐξελέσθαι αὐτήν.

βʹ. Ἀνακηρύττει αὐτῆς τὸ ἀξίωμα, τὴν εὐφημίαν, τὸν στέφανον, λέγων, Ἡ πόλις τοῦ βασιλέως τοῦ μεγάλου.  Εἶτα δεικνὺς  πῶς ἐστι πόλις  τοῦ βασιλέως τοῦ μεγάλου, ἐπάγει, Ἐν ταῖς βάρεσιν αὐτῆς γινώσκεται,  τὴν  πολλὴν  πρόνοιαν  ἐνδεικνύμενος,  ὅτι ὅλην δι' ὅλου σώζει, οὐχ ὁλοκλήρου μόνον αὐτῆς κηδόμενος, ἀλλὰ καὶ καθ' ἑκάστην οἰκίαν ἐπιδεικνύμενος  αὐτοῦ τὴν πρόνοιαν. Ἡμῖν μὲν γὰρ καὶ χωρὶς τούτου γνώριμος, τοῖς δὲ ἐχθροῖς  καὶ ἐντεῦθεν  αὐτοῦ τὴν  ἰσχὺν  ἔδειξε. Καὶ γὰρ ἐπὶ τοῦ Ἐζεκία νέφος βαρβάρων  ἐπελθὸν,  καὶ πᾶσαν αὐτὴν  καθάπερ ἐν σαγήνῃ κυκλώσαντες,  ἀπῆλθον  τὸ πλέον   αὐτῶν   καταλιπόντες   νεκρούς.  Καὶ  ἕτεροι  δὲ  πολλοὶ   πολλάκις   εἰς  αὐτὴν εἰσελθόντες,   αἰσχυνθέντες   ἀνεχώρησαν.   Ταῦτα  δὲ  πάντα   τῇ   τοῦ   Θεοῦ  προνοίᾳ κατωρθώθη, φησὶ, καὶ λαμπρὰν αὐτὴν ἐποίησεν. Οὐ τῷ λαμπρὰ δὲ μόνον, ἀλλὰ καὶ τῷ οὕτω  λαμπρὰ  γενέσθαι,  μεγάλη  γέγονεν.  Ὅτι ἰδοὺ οἱ βασιλεῖς  τῆς γῆς  συνήχθησαν, διήλθοσαν  ἐπὶ τὸ αὐτό. Ἄλλος  φησὶν,  Ἰδοὺ οἱ βασιλεῖς  συνετάξαντο.  Αὐτοὶ ἰδόντες οὕτως, ἐθαύμασαν, ἐταράχθησαν, ἐσαλεύθησαν, τρόμος ἐπελάβετο αὐτῶν. Ἐκεῖ ὠδῖνες ὡς τικτούσης, ἐν πνεύματι  βιαίῳ. Ἄλλος  φησὶ, ∆ι' ἀνέμου βιαίου. Ἄλλος, Καύσωνος. Συντρίψεις  πλοῖα  Θαρσεῖς. Ἄλλος,  Κατεάξεις. Ὁ δὲ Ἑβραῖός φησι, Θαρσεῖς.Ἐνταῦθα πόλεμον  διηγεῖται  χαλεπὸν  καὶ συγκεκροτημένον  πάντοθεν,  καὶ νίκην  λαμπροτέραν.  Ἐπειδὴ γὰρ εἶπεν, ὅτι ἀντιλαμβάνεται αὐτῆς καὶ πολλὴν ἐπιδείκνυσι πρόνοιαν, δείκνυσι λοιπὸν καὶ πῶς ἀντελαμβάνετο. Μυρίων γὰρ ἐθνῶν ἐπελθόντων τοῦτο γὰρ διὰ τοῦ πλήθους τῶν βασιλέων δηλοῖ, καὶ οὐχ ἁπλῶς ἐπελθόντων,  ἀλλὰ συγκεκροτημένων καὶ συντεταγμένων,  τοιαῦτα γέγονε πράγματα, ὡς αὐτοὺς θαυμαστὰς γενομένους  τῶν παραδόξων  αὐτῶν  ἀπελθεῖν.  Οὕτω γὰρ ὁ πόλεμος ἐτροποῦτο, ὡς νάρκης, καὶ φρίκης ἐμπλησθέντας  αὐτοὺς ἀναχωρεῖν·  καὶ μετὰ πολλῆς  τῆς ἀγωνίας  ἀπεπήδων  οἱ πολλοὶ τοὺς ὀλίγους  δείσαντες, οἱ συντεταγμένοι  τοὺς διῃρημένους,  καὶ ὠδινούσης γυναικὸς οὐδὲν ἄμεινον διέκειντο. Ὅθεν δῆλον, ὡς οὐ κατὰ ἀκολουθίαν ἀνθρωπίνην ὁ πόλεμος κατωρθοῦτο,  ἀλλὰ  Θεὸς ἦν ὁ τὴν  μάχην  στρατηγῶν,  ὁ καὶ τὰ φρονήματα  αὐτῶν  οὐ μόνον  καταβάλλων,   ἀλλὰ  καὶ  τὴν  διάνοιαν  αὐτῶν  κατασείων,  καὶ  ὠδῖνας  αὐτοῖς ἐντιθεὶς,  καὶ ἄῤῥητον φόβον τινὰ αὐτοῖς ἐργαζόμενος. Καὶ ταὐτὸν γέγονεν,  οἷον ἂν εἰ στόλου πολλοῦ ναυτικοῦ συνελθόντος, πνεῦμα ἐμπεσὸν χαλεπὸν  συντρίψειε πάντα τὰ πλοῖα, καὶ καταδύσειε τὰς τριήρεις, καὶ πολλὴν ἀθρόον ἐμβάλοι τὴν ταραχήν. Ἐνταῦθα γάρ μοι διὰ τοῦ ὑποδείγματος  τούτου τό τε εὔκολον τῆς νίκης δοκεῖ δηλοῦν, καὶ τῆς ταραχῆς τὴν ὑπερβολήν. Καὶ γὰρ ναυτικῷ χρησάμενοι στόλῳ, καὶ οὗτοι παραγενόμενοι ἐκ μακρᾶς τινος  καὶ ἀλλοτρίας  χώρας, ὥσπερ τινὶ  πνεύματι  βιαίῳ τῇ ὀργῇ τοῦ Θεοῦ πάντες ἀπώλοντο. ∆ιὸ καὶ τὸν τόπον δηλῶν ὅθεν ἦλθον, ἐπήγαγε τὸ, Θαρσεῖς. Οὕτω γὰρ καὶ    Ἑβραῖος ἐδήλωσε  διὰ  τῆς  λέξεως,  ἣν  καὶ  παρεθήκαμεν  ὑμῶν  χάριν  εἰς  τὴν ἀνάγνωσιν  τοῦ ῥητοῦ. Ἢ τοῦτο τοίνυν  ἔστιν εἰπεῖν,  ἢ ἐκεῖνο ὃ ἔμπροσθεν εἶπον, ὅτι ὥσπερ τὰ πλοῖα  Θαρσεῖς ἄνεμος  χαλεπὸς  ἐμπεσὼν  συνέτριψε  πολλάκις,  οὕτω  δὴ τὰ πλήθη  ἐκεῖνα  συνετάραξεν  ὁ Θεός. Καθάπερ ἠκούσαμεν, οὕτω  καὶ εἴδομεν  ἐν πόλει Κυρίου τῶν δυνάμεων,  ἐν πόλει τοῦ Θεοῦ ἡμῶν. Εἶδες πῶς τὸ ἀνώτερον  ἐξηγεῖται, τὸ, Εὐριζῶν;  Οὐ  γὰρ  εἶπεν,   εὐριζώσας,  ἀλλ',   Εὐριζῶν,  τουτέστι,  διηνεκῶς   προορῶν, διηνεκῶς  κηδόμενος, διηνεκῶς  τειχίζων.  Εἰπὼν γὰρ τὰ συμβάντα τότε, ἐπὶ τὰ παλαιὰ διηγήματα  ἀνάγει  τὸν  λόγον,  δεικνὺς  ὅτι  ταῦτα  ἐκείνων  συγγενῆ.    γὰρ  εἴδομεν, φησὶν, ἐπὶ τῶν ῥημάτων, ταῦτα ἐπὶ τῶν ἔργων ἑωράκαμεν, τὰς νίκας, τὰ τρόπαια τοῦ Θεοῦ, τὴν  κηδεμονίαν,  τὰ  παράδοξα  θαύματα.  Οὐ γὰρ  διέλιπεν     Θεὸς ἀεὶ  ταῦτα ἐργαζόμενος. Ὥστε αὐτοῦ ἐστι καὶ κινδύνων  ἀπαλλάττειν,  καὶ πρὸς θεογνωσίαν χειραγωγεῖν.   Καὶ  καλῶς     προφήτης   ἐμνημόνευσε  τῶν  πρὸ  πολλοῦ   τοῦ  χρόνου γενομένων.   Ἐπεὶ  γὰρ  καὶ  ἀπὸ  τῶν   παλαιῶν   διηγημάτων,   καὶ  ἀπὸ  τῶν   νεαρῶν παιδεύεσθαι  ἔργων,  ὥστε τοὺς  παχυτέρους  αὐτῶν  ἀπὸ τῶν  γινομένων  καὶ τοῖς  ἤδη γεγενημένοις  πιστεύειν, καὶ διπλοῦν καρποῦσθαι τὸ κέρδος, καὶ τὴν ἀκοὴν αὐτοῖς ἀντὶ ὄψεως  γίνεσθαι.  Ὁ Θεὸς ἐθεμελίωσεν  αὐτὴν  εἰς τὸν αἰῶνα.  Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ἕτερος, Εἰκάσαμεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Ὁ δὲ Ἑβραῖος, Ἠχαλὰχ  δεμμηνοῦ. Κατὰ τὸ ὄνομά σου, ὁ Θεὸς, οὕτω καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς.

γʹ. Ἐπειδὴ εἶπεν, Ἃ ἠκούσαμεν, ταῦτα καὶ εἴδομεν, λέγει καὶ τί ἤκουσε, καὶ τί εἶδε. Τί οὖν ἤκουσε, καὶ .τί εἶδε; Ὅτι ἰσχυροτέραν καὶ ἀῤῥαγῆ ἡ τοῦ Θεοῦ χάρις τὴν  πόλιν  ἐργάζεται. Τοῦτο γὰρ αὐτῇ θεμέλιος, τοῦτο ἰσχὺς, τοῦτο ἀχείρωτον  αὐτὴν ποιεῖ, οὐκ ἀνθρωπίνη  συμμαχία καὶ βοήθεια, οὔτε ὅπλων ἰσχὺς, οὐδὲ πύργοι καὶ τείχη· ἀλλὰ τί; Ὁ Θεὸς αὐτὴν διακρατεῖ. Τοῦτο γὰρ μάλιστα παιδεύεσθαι αὐτοὺς ἔδει, καὶ πρὸς τοῦτο αὐτοὺς ὁ Προφήτης ἐνάγει διηνεκῶς. Ὑπελάβομεν, ὁ Θεὸς, τὸ ἔλεός σου ἐν μέσῳ τοῦ λαοῦ σου. Τί ἐστιν, Ὑπελάβομεν; Ἠλπίσαμεν, προσεδοκήσαμεν, ἔγνωμεν  τὴν φιλανθρωπίαν τὴν σήν. Ἐπειδὴ γὰρ εἶπεν, Ἐθεμελίωσεν, ἐῤῥίζωσεν, ἐτείχισε, δεικνὺς
ὅτι ἡ τοσαύτη πρόνοια οὐ κατὰ τὴν ἀξίαν τῶν ἀπολαβόντων,  ἀλλὰ κατὰ τὴν ἀγαθότητα τοῦ  ποιοῦντος  γίνεται,  καὶ  ἅμα  θέλων  τὸν  τῦφον  αὐτῶν  καταστεῖλαι,  οὕτως  εἶπε, μονονουχὶ τοῦτο λέγων· Σοῦ τοῦ ἐλέους ἐστὶ ταῦτα τὰ κατορθώματα, τῆς δόξης τῆς σῆς, τῆς ἀγαθωσύνης  τῆς σῆς. ∆ιὸ καὶ ἐπήγαγε·  Κατὰ τὸ ὄνομά  σου, ὁ Θεὸς, οὕτω  καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς. Ἡ αἴνεσίς σου, φησὶ, κατορθώματα  οὕτω μεγάλα ποιεῖ   καὶ   θαυμαστὰ,  οὕτως   ὑψηλὰ   καὶ   ἔνδοξα.   Οὐ  γὰρ   κατὰ   τὸ   μέτρον   τῶν εὐεργετουμένων   τὴν  κηδεμονίαν  ἐπεδείκνυσο,  οὐδὲ  κατὰ  τὴν  ἀξίαν,  ἀλλὰ  κατὰ  τὸ μέγεθος  τὸ  σόν.    αἴνεσις  τοίνυν,   τουτέστιν,    εὐφημία    ἀπὸ  τῶν  ἔργων,  τὰ κατορθώματα  ἐποίησεν  ἐξάκουστα.  Ἐγίνετο  μὲν  γὰρ  ἐν  τῇ  Παλαιστίνῃ,  διὰ  δὲ  τὸ μέγεθος  καὶ  τὸν  ὄγκον  αὐτὰς  τῆς  οἰκουμένης  κατελάμβανε   τὰς  ἐσχατιὰς,  καὶ  οἱ πόῤῥωθεν  ὄντες  πάντα  ἐμάνθανον.  Τά γ' οὖν  ἐν  Αἰγύπτῳ  γενόμενα,  ἡ Ἰεριχουντία πόρνη τῶν παρόντων  ἀκριβέστερον ᾔδει. Πάλιν τὰ ἐν Παλαιστίνῃ συμβάντα καὶ οἱ τὴν τῶν  Περσῶν χώραν  οἰκοῦντες  ἀνεκήρυττον·  τὰ ἐν αὐτῇ τῇ Περσίδι πάλιν  οἱ πρὸς τὰ πέρατα τῆς γῆς ὄντες ἐγίνωσκον.  ∆ιὰ δὴ τοῦτο καὶ ὁ βασιλεὺς διὰ γραμμάτων  ἔπεμπε πανταχοῦ  τῆς οἰκουμένης, ἀνακηρύττων  τὰ ἐν τῇ καμίνῳ. ∆ιὰ τοῦτο καὶ οὗτος εἰπὼν, Καὶ ἡ αἴνεσίς σου ἐπὶ τὰ πέρατα τῆς γῆς, ἐπήγαγε· ∆ικαιοσύνης πλήρης  ἡ δεξιά σου. Ὅπερ μὲν ἔθος αὐτῷ ποιεῖν συνεχῶς, ἀπὸ τῶν εἰς ἀνθρώπους γινομένων  ἀναβαίνειν ἐπὶ τὰ προσόντα αὐτοῦ τῇ φύσει, τοῦτο καὶ ἐπὶ τοῦ παρόντος ποιεῖ· οὐχ ἵνα ἐπιγινόμενα  καὶ ἀπογινόμενα   νοήσωμεν,  μὴ  γένοιτο·  ἀλλ' ἐπειδὴ  ἀσθενεῖ  ὁ λόγος  καὶ    γλῶττα  ἡ ἀνθρωπίνη, δεῖ θεοπρεπῆ τινα ἔννοιαν προστιθέναι τῷ λόγῳ. Τὰ προσόντα οὖν τῇ φύσει τοῦ Θεοῦ ταῦτα λέγει, τὰ συνουσιωμένα αὐτῷ. Τίνα δὲ ταῦτά ἐστι; ∆ικαιοσύνης πλήρης, φησὶν, ἡ δεξιά σου. ∆είκνυσι γὰρ, ὅτι οὐ τῆς ἀξίας ἦν τῶν εὐεργετουμένων  τὰ γινόμενα, ἀλλὰ τῆς οὐσίας τῆς αὐτοῦ, ἐπειδὴ αὐτὴ αὐτοῦ ἡ οὐσία δικαιοσύνῃ χαίρει, φιλανθρωπίᾳ εὐφραίνεται.  Τοῦτο ἔργον αὐτοῦ, τοῦτο ἔθος αὐτῷ, καὶ διὰ τοῦτο τοσαύτης ἀπήλαυον εὐεργεσίας. Ὥσπερ γὰρ τοῦ πυρὸς τὸ θερμαίνειν,  καὶ ἡλίου τὸ φωτίζειν·  οὕτω δὴ καὶ αὐτοῦ  τὸ  εὐεργετεῖν,  οὐχ  οὕτω  δὲ,  ἀλλὰ  καὶ  πολλῷ  μᾶλλον.  ∆ιὸ  καὶ  οὕτως  εἶπε,∆ικαιοσύνης πλήρης ἡ δεξιά σου, τὸ δαψιλὲς, τὸ συνουσιωμένον  αὐτῷ δηλῶν. Εὐφρανθήτω  ὄρος Σιὼν, καὶ ἀγαλλιάσθωσαν  αἱ θυγατέρες  τῆς Ἰουδαίας, ἕνεκεν  τῶν κριμάτων   σου, Κύριε. Ἄλλος  φησὶ,  ∆ιὰ  κρίσεις  σου.  Κυκλώσατε  Σιὼν,  καὶ περιλάβετε αὐτήν. Ἄλλος, καὶ περιέλθετε. ∆ιηγήσασθε ἐν τοῖς πύργοις αὐτῆς. Ἕτερος, Ἀριθμήσατε τοὺς πύργους αὐτῆς. Ἄλλος,Ἐπαινέσατε. Θέσθε τὰς καρδίας ὑμῶν εἰς τὴν δύναμιν αὐτῆς. Ἕτερος, Εἰς τὸν περίβολον. Ἕτερος, Τὴν εὐπορίαν. Καὶ καταδιέλεσθε τὰς βάρεις  αὐτῆς.  Ἕτερος, ∆ιαμετρήσατε  τὰ  βασίλεια  αὐτῆς.  Ὅπως  ἂν  διηγήσησθε  εἰς γενεὰν ἑτέραν. Ἄλλος, Γενεᾷ μεταγενεστέρᾳ. Ὅτι οὗτος ὁ Θεὸς ἡμῶν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.   Αὐτὸς  ποιμανεῖ   ἡμᾶς  εἰς  τοὺς  αἰῶνας.   Τί  δήποτε  ταῦτα  παρακελεύεται, περιιέναι τὴν πόλιν, ἀριθμεῖν τοὺς πύργους, προσέχειν ταῖς οἰκοδομαῖς, τὴν εὐπρέπειαν αὐτῆς ἀναλογίζεσθαι, τοὺς περιβόλους αὐτῆς καὶ τὰ τείχη ψηφίζειν,  τὰς οἰκίας καὶ τὰ βασίλεια μετρεῖν, οὐ χρεία τῆς παρ' ἡμῶν ἑρμηνείας· αὐτὸς ἑαυτὸν ὁ λόγος σαφηνίζει. Εἰπὼν γὰρ ταῦτα, καὶ τὴν αἰτίαν εὐθέως προσέθηκε. Ποίαν δὴ ταύτην; Ὅπως ἂν διηγήσησθε, φησὶν, εἰς γενεὰν ἑτέραν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ἐμπλήσθητε ἡδονῆς, χάρητε, σκιρτήσατε. Ἀλλὰ μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχεν, ἀλλὰ μετὰ ἀκριβείας καταμάθετε αὐτῆς  τὴν  ἰσχύν. Ἐπειδὴ γὰρ ἐρείπιον  γέγονεν,  ἐπειδὴ  πρόῤῥιζος ἀνεσπάσθη, καὶ τὸ ἔδαφος αὐτῆς σχεδὸν ἀπώλετο, καὶ ἀπέγνωσαν τὴν ἐπὶ τὸ βέλτιον αὐτῆς μεταβολὴν, ὡς λέγειν,   Ξηρὰ  γέγονε   τὰ   ὀστᾶ  ἡμῶν,   διαπεφωνήκαμεν,   παρανηλώμεθα,   καὶ   οὐ προσεδόκων αὐτὴν ἀπολήψεσθαι· ἀπέλαβον δὲ αὐτὴν, καὶ οὐ τοιαύτην, οἵαν ἀπέβαλον, ἀλλὰ πολλῷ βελτίονα καὶ λαμπροτέραν, καὶ περιφανεστέραν, καὶ μείζονα, καὶ εὐπορωτέραν, καὶ δυνατωτέραν, καὶ εὐρυτέραν ἐν ταῖς οἰκοδομαῖς, ἐν τοῖς ὠνίοις, ἐν τῇ δυνάμει, ἐν τῇ τῆς ὑποστάσεως περιουσίᾳ. Ἔσται γὰρ, φησὶν, ἡ ἐσχάτη δόξα τοῦ οἴκου τούτου, ὑπὲρ τὴν ἔμπροσθεν. Παραινεῖ τῷ λαῷ, καὶ μονονουχὶ ταῦτα λέγει· Ἰδοὺ ἡ πόλις αὕτη, ἡ ἀπεγνωσμένη, ἡ ἀπηλπισμένη, ἡ ἐρείπιον οὖσα, πῶς ἐπὶ λαμπρότερον ἐπανῆλθε σχῆμα;  Αὐτὰ οὖν  ταῦτα  καταμάθετε,  τὴν  οἰκοδομὴν  αὐτῆς,  τὴν  λαμπρότητα,  τὴν περιφάνειαν,  ἵνα  κἀντεῦθεν  μαθόντες  τοῦ  Θεοῦ τὴν  ἰσχὺν,  πῶς  τὴν  ἀπεγνωσμένην μείζονα ἐποίησε, διηγῆσθε τοῖς ἐγγόνοις ὑμῶν τὴν δύναμιν τοῦ Θεοῦ, τὸ διαρκὲς αὐτοῦ τῆς προνοίας· ὅτι διαπαντὸς ἔμενεν ἡμῶν κηδόμενος, καὶ προϊστάμενος καὶ ποιμαίνων. Ταῦτα γὰρ τὰ διηγήματα  καὶ τοῖς μετὰ ταῦτα πολλῆς  ἔσται φιλοσοφίας  ὑπόθεσις, καὶ θεογνωσίας  ἀκριβεστάτης ἀφορμὴ, καὶ ἀρετῆς  ἐπιμέλεια.  ∆ιὰ ταῦτα  αὐτὴν  περιιέναι κελεύει, ἵνα ἀκριβεῖς διδάσκαλοι τῶν ἐγγόνων γένωνται τῶν ἑαυτῶν.

δʹ. ∆ιὸ δὴ καὶ ἡμεῖς ἀεὶ καὶ διηνεκῶς  ἀποσκοποῦντες, ἐν νῷ ἔχωμεν  τὴν πόλιν ἡμῶν Ἱερουσαλὴμ, αὐτῆς τὰ κάλλη διαπαντὸς φανταζόμενοι,  ἥτις ἐστὶ μητρόπολις τοῦ βασιλέως  τῶν  αἰώνων,  ἐν  ᾗ πνεύματα  δικαίων,  χοροὶ  πατριαρχῶν,  ἀποστόλων,  καὶ πάντων  ἁγίων· ἔνθα πάντα ἀστασίαστα, καὶ μὴ παρερχόμενα· ἔνθα τὰ ἄφθαρτα καὶ ἀθέατα κάλλη, ἃ μόνοις πρόσεστι κληρονομῆσαι τοῖς παντελῶς λήθην ποιησαμένοις τῶν  φθαρτῶν   τούτων   καὶ  προσκαίρων  βιωτικῶν   μελημάτων,   πλούτου  λέγω,  καὶ τρυφῆς,  καὶ  τῶν  ἐπιβλαβῶν  ἡδονῶν   τοῦ  διαβόλου.  Τὴν  δὲ  φιλαδελφίαν  καὶ  τὴν φιλοξενίαν πρὸς τοὺς δεομένους καθ' ἑκάστην τὴν ἡμέραν αὐξοῦντες, ἀγάπην τὴν πρὸς τὸν πλησίον, καὶ τὴν ἐκ τῆς καρδίας συγχώρησιν τοῦ λελυπηκότος, ἵν' οὕτω καλῶς καὶ θεαρέστως βιοτεύοντες,  κληρονόμοι  γενοίμεθα  τῆς τῶν  οὐρανῶν  βασιλείας, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΜΗʹ ΨΑΛΜΟΝ.Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορέ. Ἄλλος, Ἐπινίκιος. Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη. Ἄλλος, Ἀκού σατε τοῦτο. Ἐνωτίσασθε, πάντες  οἱ κατοικοῦν  τες τὴν οἰκουμένην.  Ἄλλος, Τὴν ἐγκατάδυσιν. Ἄλλος φησὶ, Τὴν κατάδυσιν. Ὁ δὲ Ἑβραῖος, Ὄλδ, Οἵ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων.  Ἄλλος, Ἥ τε ἀνθρωπότης,  προσέτι δὲ καὶ οἱ υἱοὶ ἑκάστου ἀνδρός. Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πέ νης. Ἄλλος, Ὁμοῦ.

αʹ. Μεγάλα τινὰ καὶ ἀπόῤῥητα μέλλει διαλέγεσθαι  νῦν ἡμῖν ὁ Προφήτης. Οὐδὲ γὰρ  ἂν  τοὺς  πανταχοῦ  τῆς  γῆς  ἐκάλεσεν  εἰς  ἀκρόασιν, οὐδ' ἂν  τὸ  τῆς  οἰκουμένης ἐκάθισε θέατρον, εἰ μὴ μέγα τι, καὶ λαμπρὸν,  καὶ τοῦ μεγέθους  τοῦ συλλόγου  ἄξιον ἐρεῖν  ἡμῖν  ἔμελλεν.  Οὐκέτι  γὰρ  ὡς  Ἰουδαίοις  προφητεύων   τοῖς  τὴν  Παλαιστίνην οἰκοῦσι διαλέγεται,  ἀλλ' ὥσπερ τις ἀπόστολος καὶ εὐαγγελιστὴς  πρὸς ἅπασαν τὴν τῶν ἀνθρώπων  φύσιν ἀποτείνει τὸν λόγον. Ὁ μὲν γὰρ νόμος ἐν μιᾷ γωνίᾳ τῆς οἰκουμένης τὸ ἔθνος ἐπαίδευεν· ὁ λόγος δὲ τοῦ κηρύγματος πανταχοῦ τῆς γῆς ἐξηχεῖτο, καὶ ἑαυτὸν ἐξέτεινε,   τοσαύτην  ἐπελθὼν   χώραν,   ὅσην  καὶ    ἥλιος  ἔπεισιν.  Ἐκεῖνα  μὲν  γὰρ παιδαγωγία τις ἦν καὶ εἰσαγωγὴ, καὶ διακονία κατακρίσεως καὶ θανάτου· ταῦτα δὲ χάρις καὶ εἰρήνη. Ἐπεὶ οὖν ἅπαν τὸ γένος εἰς τὴν ἀκρόασιν συνεκάλεσε, δεῦρο δὴ καὶ ἡμεῖς  παραγενώμεθα,  καὶ ἴδωμεν  τί βούλεται ἡμῖν ὁ ψαλμῳδὸς  εἰπεῖν, ὁ κοινὸς τοῦ γένους τῶν ἀνθρώπων  προστάτης. Κἂν βάρβαροί τινες ὦσι, κἂν σοφοὶ, κἂν ἰδιῶται,  κελεύεις αὐτοὺς παραγενέσθαι; Ναὶ, φησί. ∆ιὰ δὴ τοῦτο ἀρχόμενος  εἶπεν,  Πάντα τὰ ἔθνη· καὶ πάλιν  ἐπέτεινε  λέγων·  Οἵ τε γηγενεῖς  καὶ οἱ υἱοὶ τῶν  ἀνθρώπων,  τὴν  ἀνθρωπότητα πᾶσαν καλῶν. Βαβαὶ τῆς διδασκαλίας! πῶς ἐστι πᾶσιν ἁρμόδιος, καὶ κοινή. ∆ιὰ γάρ τοι τοῦτο  οὐδὲ  ἁπλῶς  καλεῖ  μόνον  ἅπαντας,  ἀλλὰ  καὶ  μετὰ  πολλῆς  τῆς  σπουδῆς, καὶ ἀκριβείας  προσέχειν  τοῖς  λεγομένοις  κελεύει.  Οὐ γὰρ εἶπεν,  Ἀκούσατε μόνον  ταῦτα, πάντα τὰ ἔθνη, ἀλλὰ καὶ, Ἐνωτίσασθε. Τὸ δὲ ἐνωτίσασθαι οὐδὲν ἕτερόν ἐστιν, ἢ τὸ μετὰ σπουδῆς ἀκοῦσαι, καὶ συντεταμένῃ τῇ διανοίᾳ. Ἐνωτίσασθαι γὰρ .λέγεται κυρίως, ὅταν τις οὖς πρὸς οὖς διαλέγηται, συντείνων  τε ἑαυτὸν, καὶ ἐκεῖνον κελεύων προσέχειν τοῖς λεγομένοις. Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. Καὶ εἴ τινες οὐκ εἰς ἔθνη καταλέγονται,  ἀλλ' εἰσὶ μιγάδες, ἢ νομάδες διεσπαρμένοι, καὶ τούτους ἐπὶ τὴν ἀκρόασιν καλῶ. Καὶ θέα σύνεσιν δημηγόρου. Πρῶτον αὐτῶν διανέστησε τὴν διάνοιαν, καὶ μετεώρους ἐποίησε πρὸς τὴν ἀκρόασιν, τῷ πάντας ἀθρόον καλέσαι. Εἶτα καλέσας, καταστέλλει  τὸν τῦφον  αὐτῶν,  ἵνα μὴ τῷ πλήθει  πρὸς ἀπόνοιαν  αἴρωνται.  Τοιούτων γὰρ μάλιστα ἀκροατῶν χρεία, ὅταν φιλόσοφά τις μέλλῃ φθέγγεσθαι ῥήματα, συντετριμμένων,  καὶ κατεσταλμένων,  ἀπονοίας  καὶ φυσήματος  ἀπηλλαγμένων. Πῶς οὖν  αὐτῶν  κατέστειλε  τὴν  διάνοιαν;  Ἀναμνήσας  τῆς  φύσεως.  Εἰπὼν  γὰρ,  Ἔθνη, ἐπήγαγεν· Οἵ τε γηγενεῖς  καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων.  Εἶπε τὴν οὐσίαν, ἐξ ἧς ἡ ἀρχὴ τῆς γενέσεως ἡμῶν, ἀνέμνησε τῆς κοινῆς ἁπάντων ἡμῶν μητρός. Καὶ τίνος ἕνεκεν εἶπεν, Οἱ υἱοὶ  τῶν   ἀνθρώπων;   Ἐπειδὴ  εἶπε,  Γηγενεῖς,  ἵνα   μή  τις  νομίσῃ  κατὰ  τοὺς  ἔξω μυθολόγους,    ἀπὸ   γῆς   ἐξ   ἀρχῆς   βλαστῆσαι   τοὺς   ἀνθρώπους,    καθάπερ   τινὲς ἐμυθολόγησαν,   σπαρτούς  τινας   ἐπεισάγοντες,   διὰ  τοῦτο   ἐπήγαγεν·   Οἱ  υἱοὶ   τῶν ἀνθρώπων. Πατέρες γὰρ ὑμῖν εἰσιν οἱ ἄνθρωποι, ἀρχὴ δὲ ὑμῖν κἀκείνοις γενέσεως ἡ γῆ. Τί τοίνυν  ὑπερηφανεύεται  γῆ καὶ σποδός; Ἐννόησόν σου τὴν μητέρα, καὶ κατάστειλον τὸν τῦφον· καταπάτησον τὸ φρόνημα· ἐννόησον, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ πᾶσαν ἀπόνοιαν ἔκβαλε. Τοιούτου γὰρ ἀκροατοῦ δέομαι. ∆ιὰ τοῦτό σε περιστέλλω, ἵνα σε ἐπιτήδειον  λάβω  πρὸς τὴν  τῶν  λεγομένων  ὑποδοχήν.  Ἐπὶ τὸ αὐτὸ πλούσιος  καὶ πένης.  Εἶδες Ἐκκλησίας  εὐγένειαν.  Πῶς γὰρ οὐκ εὐγένειαν,  ὅταν  μὴ τοῖς  ἀξιώμασι διείργῃ τὸν ἀκροατὴν, ἀλλ' ἐξ ἴσου τῆς διδασκαλίας τὸ πᾶν προχέηται, καὶ τῷ πλουσίῳ καὶ  τῷ  πένητι  κοινὴν  παρέχῃ  τὴν  τράπεζαν;  Ἐπειδὴ γὰρ εἶπε  τὸ  πάντας  ἑνοῦν,  τὸ γηγενεῖς εἶναι, καὶ υἱοὺς τῶν ἀνθρώπων, καὶ τὸ κοινὸν τῆς φύσεως ἔδειξε· τότε καὶ τὴν ἐκ  τῶν  βιωτικῶν   δοκοῦσαν  διαφορὰν  εἶναι  καὶ  ἀνωμαλίαν   εἰσάγων,  καὶ  ταύτην ἐκβάλλει τῷ λόγῳ, κοινῇ πάντας καλῶν κοινὴ γὰρ ἡμῶν ἡ φύσις, κοινῇ πάντας καλῶ· κοινὴ γὰρ ἡμῶν πόλις ἡ οἰκουμένη. Ἀλλ' ἐπενοήσατέ τινα διαφορὰν ἀπὸ πλούτου καὶ πενίας, καὶ ἀνωμαλίαν  εἰσηγάγετε. Ἀλλὰ καὶ ταύτην  ἐκβάλλω  πάλιν,  οὐχὶ πλουσίους μὲν  προσιέμενος,  πένητας   δὲ  ἀτιμάζων,   οὐδὲ  πένητας   μὲν  καλῶν,   πλουσίους  δὲ ἐκβάλλων,  ἀλλὰ καὶ τούτους κἀκείνους, καὶ οὐχ ἁπλῶς  τούτους κἀκείνους,  τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους, ἢ τοὺς μὲν ὑστέρους, τοὺς δὲ πρώτους· ἀλλ' ἐπὶ τὸ αὐτό. Κοινὸς ὁ σύλλογος ἔστω, κοινὸς ὁ λόγος, καὶ κοινὴ ἡ ἀκρόασις. Κἂν πλούσιος ᾖς, ἐκ τοῦ αὐτοῦ γέγονας πηλοῦ, τὴν αὐτὴν εἴσοδον ἔσχες τῷ πένητι, τὴν αὐτὴν γένεσιν. Καὶ σὺ ἀνθρώπου υἱὸς, κἀκεῖνος.

βʹ. Ὅταν τοίνυν τὰ καίρια καὶ κύρια ἴσα ὑμῖν ᾖ καὶ ὁμότιμα, τί διὰ τὰς σκιὰς καὶ ὀνείρατα σεαυτὸν φυσᾷς, ἐκ τῶν οὐδὲν ὄντων τὰ κοινὰ διαιρῶν; Κοινὰ τὰ τῆς φύσεως,  κοινὰ τὰ τῆς γενέσεως, τὰ τῆς οἰκειώσεως. Τί τοίνυν τὴν ἔξωθεν περιβολὴν ἐπεισάγεις εἰς διαιρέσεως ἀφορμήν; Οὐκ ἀνέχομαι.  ∆ιὰ τοῦτο καλῶ σε μετὰ τοῦ πένητος, λέγων· Ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Ἐν μὲν γὰρ τοῖς ἄλλοις  οὐκ ἔστιν ἰδεῖν ἐπὶ τὸ αὐτὸ πλούσιον καὶ πένητα· οὐκ ἐν δικαστηρίοις, οὐκ ἐν βασιλικαῖς αὐλαῖς, οὐκ ἐν ἀγοραῖς, οὐκ ἐν τραπέζαις· ἀλλὰ τὸν μὲν ἐν τιμῇ, τὸν δὲ ἐν καταφρονήσει· τὸν μὲν ἐν παῤῥησίᾳ, τὸν δὲ ἐν αἰσχύνῃ· ἡ γὰρ σοφία τοῦ πένητος  ἐξουθενημένη,  καὶ οἱ λόγοι  αὐτοῦ οὐκ εἰσακουόμενοι.  Ἐλάλησε πλούσιος, καὶ ἐδικαίωσαν  αὐτόν· πτωχὸς  ἐλάλησε, καὶ οὐκ ἐδόθη  αὐτῷ  τόπος.  Ἀλλ'  οὐκ  ἐνταῦθα.  Οὐδὲ γὰρ  ἐπὶ  τῆς  Ἐκκλησίας  ἀνέχομαι  τῆς πλεονεξίας  καὶ  τῆς  ἀλογίας,  ἀλλὰ  κοινὴν  ἅπασι  προτίθημι  τὴν  διδασκαλίαν.  Ὅρα σύνεσιν διδασκάλου, πῶς καὶ πρὶν ἢ τῆς δημηγορίας ἄρξασθαι, ἀπὸ τῆς κλήσεως μόνης μέγιστον ὅρον διδασκαλίας ἐξήνεγκεν. Ὁμοῦ γὰρ πάντας καλέσας, οὔτε ἐκεῖνον ἀφῆκε φυσηθῆναι, οὔτε τοῦτον ἐξευτελίζεσθαι, ἀλλ' ἔδειξεν, ὅτι οὐδὲ ὁ πλοῦτος καλὸν, ὥσπερ οὐδὲ ἡ πενία κακὸν, ἀλλὰ τῶν περιττῶν  ἐστι, καὶ ἔξωθεν  προσκειμένων.  Ὥστε οὐδέν μοι διαφέρει, κἂν τοῦτο ᾖς, κἂν ἐκεῖνο· οὔτε γὰρ πλούσιον ὁρῶ σε ὄντα πλέον  ἔχειν, οὔτε πένητα ἔλαττον. Ἀλλ' ἴσως εἴποι τις ἄν· Καὶ τί δήποτε ἄνθρωπος ὢν, καὶ τῆς αὐτῆς μετέχων φύσεως, τοσούτου σαυτὸν ἀξιοῖς, ὡς νομίζειν τῆς οἰκουμένης ἐπιτήδειον εἶναι γενέσθαι διδάσκαλον, καὶ τοὺς ἐκ τῶν τερμάτων τῆς γῆς συγκαλεῖν; τί τοῦ τηλικούτου θεάτρου ἄξιον  ἔχων  εἰπεῖν; Ναὶ, φησίν.  Ἐπειδὴ γὰρ ἐκάλεσε τὴν  οἰκουμένην,  ποιῶν ἀξιόπιστον τὸν λόγον, ἄκουσον τί λέγει· Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Ἄλλος, Καὶ μινυρίσει ἡ καρδία μου σύνεσιν. Ὁ δὲ Ἑβραῖος Οὐαγὶθ  τοῦτο  εἶπεν.   Εἶδες  πῶς  εὐθέως   ἀνήγαγε   τὸν  λόγον;   Οὐ  περὶ  χρημάτων διαλέξομαι, φησὶν, οὐ περὶ ἀξιωμάτων, οὐ περὶ δυναστείας οὐ περὶ ῥώμης σώματος, οὐ περὶ ἄλλου τινὸς τῶν ἐπικήρων· σοφίαν μέλλω  λέγειν  μετὰ ἀκριβείας, οὐχ ἁπλῶς  ἐκ τοῦ παραχρῆμα ἐπελθοῦσάν μοι. Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου. Ἄλλος, Κλινῶ παραβολῇ τὸ οὖς μου. Ὁ δὲ Ἑβραῖος Λαμασᾶλ φησιν. Ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. Ἄλλος,  Αἴνιγμά μου. Ὁ δὲ Ἑβραῖος Ἰδαθεὶ  τοῦτο  εἶπε. Καὶ ποία  αὕτη  πρὸς τὰ εἰρημένα  ἀκολουθία; Ἀντὶ γὰρ διδασκάλου  ἀκροατὴν  ὁρῶ νῦν.  Ἐκάλεσας μὲν γὰρ ὡς ἀκουσομένους τί χρήσιμον· μετὰ δὲ τὸ παραγενέσθαι καὶ συναγαγεῖν  ἅπαντας, καὶ ἐπαγγείλασθαί  τι σοφὸν ἐρεῖν, οὐδὲν οὐδέπω φθεγξάμενος,  ἀφεὶς τοῦ διδασκάλου τὴν τάξιν, εἰς τοῦ ἀκροατοῦ μεταβαίνεις  χώραν. Κλινῶ γὰρ, φησὶν, εἰς παραβολὴν τὸ οὖς μου. Τίνος ἕνεκεν  τοῦτο ποιεῖ; Σφόδρα συνετῶς, καὶ ἀκολούθως  τοῖς εἰρημένοις. Ἐπειδὴ γὰρ εἶπε, Λαλήσω σοφίαν, ἵνα μή τις ἀνθρώπινον τὸ λεγόμενον  εἶναι νομίσῃ, καὶ μελέτην καρδίας, ἵνα μὴ αὐτοῦ εὕρημα ὑποπτεύσῃ, δείκνυσι διὰ τούτων, ὅτι θεῖα τὰ λεγόμενα, καὶ ὅτι οὐδὲν ἴδιον φθέγγεται,  ἀλλ' ἅπερ ἤκουσε, ταῦτα λέγει. Ἔκλινα γὰρ, φησὶ, τὸ οὖς μου τῷ Θεῷ, ἤκουσα παρ' ἐκείνου, καὶ τὰ ἄνωθεν  κατενεχθέντα  εἰς τὴν διάνοιαν τὴν ἐμὴν, ταῦτα λέγω. ∆ιόπερ καὶ ὁ Ἡσαΐας ἔλεγε· Κύριος δίδωσί μοι γλῶσσαν παιδείας  τοῦ  γνῶναι,  ἡνίκα  δεῖ  εἰπεῖν  λόγον·  προσέθηκέ μοι  ὠτίον  ἀκούειν.  Καὶ ὁ Παῦλος πάλιν·  Ἡ πίστις  ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ  ῥήματος  Θεοῦ. Ὁρᾷς καὶ  ἐκεῖνον ἀκροατὴν γινόμενον  πρότερον, καὶ τότε διδάσκαλον; ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς ἔλεγε, Καὶ μινυρίσει ἡ καρδία μου. Τί ἐστι, Μινυρίσει; Ἄσεται, ψαλμόν τινα ἐρεῖ πνευματικόν. Εἰ δὲ μελέτην  λέγει, μὴ θορυβηθῇς· ἃ γὰρ ἔλαβεν ἀπὸ τοῦ Πνεύματος, ταῦτα διηνεκῶς ἐμελέτα, καὶ παρ' ἑαυτῷ ἀνεκίνει, καὶ τότε ἀνακινήσας, εἰς τοὺς ἄλλους ἐξέφερε. Τί δέ ἐστιν, Εἰς παραβολήν; Πολυσήμαντόν τί ἐστι τὸ ὄνομα. Ἔστι γὰρ παραβολὴ λάλημα, καὶ ὑπόδειγμα,  καὶ ὀνειδισμὸς, ὡς ὅταν  λέγῃ· Ἔθου ἡμᾶς εἰς παραβολὴν  ἐν τοῖς ἔθνεσι, κίνησιν  κεφαλῆς  ἐν  τοῖς  λαοῖς.  Ἔστι παραβολὴ  καὶ  αἰνιγματώδης λόγος,  ὃ πολλοὶ  λέγουσι ζήτημα, ἐμφαῖνον  μέν τι, οὐκ αὐτόθεν  δὲ δῆλον  ὂν ἀπὸ τῶν  ῥημάτων,  ἀλλ' ἔχον  ἐντὸς  κεκρυμμένην   διάνοιαν,   οἷα  τὰ  τοῦ  Σαμψὼν,    ἔλεγεν·  Ἐξῆλθεν  ἀπὸ ἐσθίοντος βρῶσις, καὶ ἀπὸ ἰσχυροῦ γλυκύ· καὶ ὁ Σολομὼν, Νοήσει τε παραβολὴν,  καὶ σκοτεινὸν  λόγον.  Λέγεται παραβολὴ  καὶ  ἡ ὁμοίωσις· Ἄλλην  παραβολὴν  παρέθηκεν αὐτοῖς λέγων· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα. Παραβολὴ λέγεται καὶ τροπολογία· Υἱὲ ἀνθρώπου, εἰπὲ τὴν παραβολὴν ταύτην αὐτοῖς. Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος·  ἀετὸν λέγων  τὸν βασιλέα. Παραβολὴ λέγεται  καὶ τύπος, καὶ εἰκὼν, καθάπερ δείκνυσι καὶ ὁ Παῦλος λέγων· Πίστει προενήνοχε τὸν Ἰσαὰκ, πειραζόμενος, καὶ τὸν μονογενῆ  προσέφερεν ὁ τὰς ἐπαγγελίας  δεξάμενος· ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο· τουτέστιν, ἐν τύπῳ καὶ ἐν εἰκόνι.

γʹ. Τί οὖν ἐνταῦθα βούλεται αὐτῷ ἡ παραβολή; Ἐμοὶ δοκεῖ τὸ διήγημα λέγειν. Εἰ δὲ αἰνιγματώδη ποιεῖ τὸν λόγον καὶ πολλὴν ἔχοντα τὴν δυσκολίαν, μηδὲ οὕτως θορυβηθῇς· ἵνα γὰρ διεγείρῃ τὸν ἀκροατὴν, τοῦτο ποιεῖ, ἄλλως δὲ καὶ ἐπειδὴ πολλοὺς ἡ εὐκολία εἰς ῥᾳθυμίαν ἄγει, διὰ τοῦτο ἐν παραβολῇ φθέγγεται. Ἐπεὶ καὶ ὁ Χριστὸς πολλὰ ἐν παραβολαῖς ἐλάλει, κατ' ἰδίαν δὲ τοῖς μαθηταῖς ἐπέλυε ταύτας. Ἡ γὰρ παραβολὴ τὸν ἄξιον καὶ οὐκ ἄξιον διαιρεῖ· ὁ μὲν γὰρ ἄξιος ἐκζητεῖ τὰ λεγόμενα εὑρεῖν, ὁ δὲ ἀνάξιος παρατρέχει·  ὅπερ  καὶ  τότε  ἐγίνετο.  Οἱ μὲν  γὰρ  Ἰουδαῖοι  οὐδὲ  ὑπὸ  τῆς  δυσκολίας διεγειρόμενοι  πρὸς τὴν ἐρώ .226 τησιν εἵλκοντο·  οὕτω καθάπαξ οὐ προσεῖχον τοῖς λεγομένοις. Ἱκανὸν δὲ τοῦτο πρὸς ζήτησιν διεγεῖραι, ὅταν ᾖ τι συνεσκιασμένον. ∆ιὸ καὶ ὁ Χριστὸς ἐποίει τότε τοῦτο, καὶ ἐν παραβολαῖς ἐλάλει, ἐρεθίζων καὶ διεγείρων αὐτοὺς πρὸς   ἐπιθυμίαν    ἀκροάσεως   ἀναπεπτωκότας   καὶ   καθεύδοντας·   ἀλλ'   οὐδὲ   οὕτω προσεῖχον·  οἱ  δὲ  μαθηταὶ  προσέκειντο,  καὶ  ἀγνοοῦντες   ἐνέμενον   δι'  αὐτὸ  τοῦτο μάλιστα, ὅτι ἠγνόουν.  ∆ιὸ καὶ κατ' ἰδίαν  ἔλυεν  αὐτοῖς τὰς παραβολάς. ∆ιὰ τοῦτο καὶ οὗτός φησι· Κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ  τὸ πρόβλημά μου. Πρόβλημα δέ ἐστι λόγος  συνεσκιασμένος  καὶ  αἰνιγματώδης,   διὸ  καὶ  ἀλλαχοῦ  φησι· Φθέγξομαι  προβλήματα  ἀπὸ  καταβολῆς   κόσμου.  ∆ιὰ  τοῦτο  καὶ  σοφίαν  ἐτόλμησε καλέσαι, θαῤῥῶν τῇ θείᾳ ἀποκαλύψει· διὰ τοῦτο καὶ Ἐν ψαλτηρίῳ φησὶ, τὸ πνευματικὸν ἐμφαίνων  τῆς  διδασκαλίας,  τὴν  ἄνωθεν  κατοχὴν  αὐτοῦ  γενομένην,  καὶ ἐν  ᾄσματος τάξει   ποιεῖται   τὴν   συμβουλὴν,   ἡδύνων    τὸν   λόγον.   Εἶδες   οἷον   τὸ   προοίμιον κατεσκεύασεν;  Ἐκάλεσε  τὴν  οἰκουμένην,  ἐξέβαλε  τὴν  ἀνωμαλίαν   τὴν  ἐν  τῷ  βίῳ, ἀνέμνησε τῆς φύσεως, κατέστειλε τὰ φρονήματα, ὑπέσχετο μέγα τι καὶ γενναῖον  ἐρεῖν, εἶπε μηδὲν  οἴκοθεν  φθέγγεσθαι,  ἀλλ' ἃ παρ' ἐκείνου  ἤκουσε, πολλὴν  ᾐνίξατο  ἐν τῷ λόγῳ  τὴν  ἀσάφειαν  εἶναι,  προσεκτικωτέρους  ποιῶν·  πνευματικὴν   ὑπέσχετο  σοφίαν ἡμᾶς διδάξαι, ἣν διὰ παντὸς ἐμελέτα. Προσέχωμεν τοίνυν, καὶ μὴ παρατρέχωμεν. Εἰ γὰρ σοφὸς ὁ λόγος, καὶ παραβολὴ, καὶ πρόβλημα, διεγηγερμένης  χρεία διανοίας.  Τίς οὖν ἐστιν ἡ συμβουλὴ, καὶ τί τὸ πρόβλημα, καὶ τίς ἡ παραβολὴ, καὶ τίς ἡ σοφία, ἣν ἄνωθεν ἤκουσεν; Ἵνα  τί  φοβοῦμαι,  φησὶν,  ἐν  ἡμέρᾳ πονηρᾷ; Ἄλλος,  Ἐν ἡμέραις  πονηροῦ. Ἄλλος,Κακοῦ. Ὁ Σύρος, Ῥᾶ.  Ἡ ἀνομία  τῆς  πτέρνης  μουκυκλώσει  με. Ἄλλος,  Τῶν ἰχνέων  μου. Ὁ δὲ Ἑβραῖος, Ἀὼν  ἀκουββαεὶ  ἰσουββουνεί.  Εἶδες πῶς  πρόβλημα,  καὶ αἴνιγμα,  καὶ  σκοτεινὸς    λόγος,  καὶ  πολλὴ    ἀσάφεια;  Ἀλλ',  εἰ  δοκεῖ,  πρότερον μάθωμεν,  ποίαν  λέγει  πονηρὰν  ἡμέραν. Ποίαν τοίνυν  εἴωθε  καλεῖν  ἡ Γραφὴ ἡμέραν πονηράν;  Τὴν  τῶν  συμφορῶν,  τὴν  τῶν  κολάσεων,  τὴν  τῶν  περιστάσεων.    καὶ ἀλλαχοῦ  φησι· Μακάριος ὁ συνιὼν  ἐπὶ πτωχὸν  καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Τοιαύτη δέ ἐστιν ἡ μέλλουσα τοῖς ἁμαρτωλοῖς,  ἡ φοβερὰ ἐκείνη, καὶ  ἀφόρητος. Εἶδες πρῶτον φιλοσοφίας ὅρον τῆς ἀνωτάτω, καὶ πῶς διευκρινεῖ σοι ὁ λόγος, ποῖα  μὲν  ἄξια  φόβου,  ποῖα  δὲ  καταγνώσεως;  Ἂν  γὰρ  μὴ  ταύτην  τις  τὴν  ἀρίστην ποιήσηται διαίρεσιν, καθάπερ ἐν σκότῳ βαθεῖ καὶ συγχύσει πραγμάτων  περιφερόμενος, ἀπορεῖται. Ἂν μὴ διέλωμεν  τίνα μὲν φοβεῖσθαι δεῖ, τίνα δὲ διαπτύειν, πολλὴ κατὰ τὸν βίον ἔσται ἡ πλάνη, πολὺς ὁ κίνδυνος.  Καὶ γὰρ ἐσχάτης ἀνοίας φοβεῖσθαι τὰ μὴ ἄξια φόβου,   καταγελᾷν   δὲ    φοβεῖσθαι   δίκαιον.   Τούτῳ  καὶ  οἱ  ἄνδρες   τῶν   παίδων διεστήκασιν,  ὅτι ἐκεῖνοι  μὲν  ἅτε ἐν  ἀτελεῖ  διανοίᾳ  ὄντες,  προσωπεῖα  δεδοίκασι, καὶ ἀνθρώπους   σάκκον  περικειμένους·  τὸ  δὲ  ὑβρίσαι  πατέρα    μητέρα,  οὐδὲν  εἶναι ἡγοῦνται· καὶ πυρὶ μὲν ἐπιπηδῶσι, καὶ λύχνοις καιομένοις, φόρους δέ τινας δεδίττονται, οὐδὲν  ἔχοντας  δεινόν·  οἱ δὲ ἄν .227 δρες οὐδενὶ  τούτων  ἐπιστρέφονται.  Ἐπεὶ οὖν πολλοὶ   παίδων   εἰσὶν  ἀνοητότεροι,  διαίρεσιν  ποιεῖται   ταύτην,  καὶ  λέγει  τίνα  χρὴ φοβεῖσθαι, οὐ τὰ πολλοῖς δοκοῦντα φοβερὰ, πενίαν λέγω, καὶ ἀδοξίαν, καὶ νόσον ταῦτα γὰρ οὐ μόνον τοῖς πολλοῖς φοβερὰ, ἀλλὰ καὶ ἐπαχθῆ, καὶ φορτικά· ἀλλ' οὐδὲν τούτων τίθησιν, ἀλλ' ἁμαρτίαν μόνην· τοῦτο γάρ ἐστιν· Ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με. Τοῦτο οὖν ἐστιν αἰνιγματώδης λόγος, τοῦτο καινὸς καὶ παράδοξος τρόπος. Σφόδρα γὰρ καινὸν καὶ παράδοξον τοῖς πολλοῖς εἶναι δοκεῖ τὸ λέγειν, μὴ δεῖν τι φοβεῖσθαι τῶν ἐν τῷ βίῳ λυπηρῶν. Τί οὖν φοβοῦμαι, φησὶν, ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ; Ἓν μόνον, μήποτε ἡ ἀνομία τῆς ὁδοῦ μου καὶ τοῦ βίου μου κυκλώσῃ με. Οἶδε δὲ καὶ πτέρναν  καλεῖν  τὴν ἀπάτην ἡ Γραφή. Ὁ ἐσθίων γὰρ μετ' ἐμοῦ, φησὶν, ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ πτερνισμόν. Καὶ πάλιν  ὁ Ἡσαῦ ἔλεγεν  περὶ τοῦ Ἰακώβ· ∆εύτερον τοῦτο ἐπτέρνικέ  με. Τοιοῦτον γὰρ ἡ ἁμαρτία, ἀπατηλὸν,  καὶ ἱκανὸν  συναρπάσαι. Ταύτην, φησὶ, δέδοικα τὴν ἀπατῶσάν  με ἁμαρτίαν, τὴν κυκλοῦσάν με.

δʹ. ∆ιὸ καὶ ὁ Παῦλος αὐτὴν  εὐπερίστατον  καλεῖ, τὴν  συνεχῶς  περιβάλλουσαν δηλῶν,   τὴν  εὐκόλως,  τὴν  ῥᾳδίως.  Ἐν  μὲν  οὖν  τούτοις  τοῖς  δικαστηρίοις  πολλὰ δεδοίκασιν οἱ ἄνθρωποι,  καὶ χρημάτων  περιουσίαν, καὶ δυναστείαν, καὶ ἐπήρειαν, καὶ ἀπάτην· ἐκεῖ δὲ οὐδὲν τοιοῦτον,  ἀλλ' ἣ ἁμαρτία μόνον  φοβερὸν, πανταχοῦ  κυκλοῦσα τοὺς ἁλισκομένους, καὶ στρατοπέδων χαλεπώτερον.  ∆εῖ μὲν οὖν πάντα πράττειν, ὥστε μὴ κυκλοῦσθαι  ὑπ' αὐτῆς, ἀλλ' ἐπειδὰν  ἴδωμεν  βουλομένην  αὐτὴν  ἡμᾶς περιβαλεῖν, διαφεύγειν  αὐτῆς  τὰς λαβὰς, ὅπερ οἱ γενναῖοι  τῶν  στρατιωτῶν  ποιοῦσιν· ἂν δὲ καὶ ἁλῶμεν, διακόπτειν ταχέως αὐτὴν, ὅπερ καὶ ὁ ∆αυῒδ ἐποίησε, διατεμὼν αὐτῆς τὴν ἰσχὺν διὰ τῆς μετανοίας. Ἐκυκλώθη μὲν γὰρ ὑπ' αὐτῆς, ἀλλὰ ταχέως αὐτὴν διέφυγεν. Ὁ τοῦτο δεδοικὼς,  οὐδὲν ἄλλο φοβηθήσεταί  ποτε, ἀλλὰ  καταγελάσει  τῶν  ἐν τῷ παρόντι  βίῳ χρηστῶν, ὑπερόψεται τῶν λυπηρῶν, τοῦ φόβου μόνον ἐκείνου κατασείοντος αὐτοῦ τὴν διάνοιαν. Οὐδὲν γὰρ, οὐδὲν τῶν ἄλλων φοβερὸν τῷ τοῦτον κεκτημένῳ τὸν φόβον, οὐδὲ αὐτὸ τὸ κεφάλαιον  τῶν  φοβερῶν,  ὁ θάνατος,  ἀλλ' ἢ τοῦτο μόνον.  Πῶς; Ὅτι γεέννῃ παραδίδωσιν, ὅτι πρὸς τὰς ἀθανάτους  παραπέμπει τιμωρίας. Τοῦτο πάλιν  κατορθωθὲν ἅπασαν εἰσάγει τὴν ἀρετήν. Ἐννόησον γὰρ ἡλίκον ἐστὶ, μὴ φυσᾶσθαι τοῖς χρηστοῖς, μὴ ταπεινοῦσθαι τοῖς λυπηροῖς, μηδένα τῶν παρόντων ποιεῖσθαι λόγον, πρὸς τὰ μέλλοντα ὁρᾷν, τὴν ἡμέραν ἀναμένειν  ἐκείνην, τοιούτῳ φόβῳ συζῇν. Ὁ τοιοῦτος ἄγγελος ἔσται τοῦτο μόνον δεδοικὼς, τῶν δὲ ἄλλων  μηδέν· οὐδὲ γὰρ φοβηθήσεταί τι τῶν ἄλλων, ἂν τοῦτο μόνον ᾖ δεδοικὼς, ὡς δεδοικέναι χρή· ὥσπερ οὖν ὁ μὴ τοῦτο δεδοικὼς, πολλοῖς ὑποκείσεται  φοβεροῖς.  Οἱ πεποιθότες  ἐπὶ  τῇ  δυνάμει  αὐτῶν,  καὶ  ἐπὶ  τῷ  πλήθει  τοῦ πλούτου   αὐτῶν   καυχώμενοι.   Ἄλλος,   Ἀλαζονευόμενοι.   Ἀδελφὸς   οὐ   λυτροῦται, λυτρώσεται  ἄνθρωπος;   Οὐ δώσει τῷ Θεῷ ἐξίλασμα ἑαυτοῦ, καὶ τὴν τιμὴν  τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ. Καὶ ποία αὕτη ἡ ἀκολουθία; εἴποι τις ἄν. Πολλὴ μὲν οὖν, καὶ συνεχὴς, καὶ σφόδρα τῶν ἔμπροσθεν ἐκκρεμαμένη. Ἐπειδὴ γὰρ περὶ δικαστηρίου ὁ λόγος αὐτῷ, καὶ τῶν φοβερῶν ἐκείνων  εὐθυνῶν,  καὶ τῆς ἀδεκάστου ψήφου· πολλοὶ δὲ ἐν δικαστηρίοις τοῖς ὧδε τὸ δίκαιον διέφθειραν,  καὶ δικαστὰς ὠνήσαντο, καὶ διέφυγον τὴν δίκην· ἀνακηρύττων  ἐκείνης  τῆς ψήφου τὸ ἀδέκαστον, καὶ τὸν φόβον αὔξων, ὃν πρότερον εἴρηκε, ταῦτα ἐπήγαγε δεικνὺς, ὅτι καλῶς εἶπεν ἕνα φόβον φοβεῖσθαι τὸν ἀπὸ τῆς ἁμαρτίας, ἄλλον  δὲ μηδένα. Οὐ γὰρ ἔστιν ἐκεῖ χρήμασι φθεῖραι  τὸ δίκαιον,  οὐδὲ καταβαλόντα  δῶρα  ἐξαρπάσαι  τῆς  γεέννης  ἑαυτόν·  οὐδὲ  προστασία καὶ  συνηγορία σώζει, οὐδὲ ἄλλο τῶν τοιούτων  οὐδέν. Κἂν γὰρ πλούσιος ᾖς, κἂν δυνάστης, κἄν τινι γνώριμος, πάντα ταῦτα εἰκῆ καὶ μάτην· ἀπὸ τῶν ἔργων ἕκαστος ἐκεῖ καὶ κολάζεται καὶ στεφανοῦται.  Ἐπεὶ καὶ ὁ ἐπὶ τοῦ Λαζάρου σφόδρα πλούσιος ἦν, ἀλλ' οὐδὲν  αὐτὸν  ὁ πλοῦτος  ὤνησε· καὶ αἱ παρθένοι γνωρίμους  εἶχον τὰς παρθένους, ἀλλ' οὐδὲν αὐτὰς ἡ οἰκείωσις ὠφέλησεν· ἓν γάρ ἐστι τὸ ζητούμενον ἐκεῖ μόνον. Ὑμεῖς τοίνυν, φησὶν, οἱ τῷ πλούτῳ θαῤῥοῦντες, καὶ δυναστείαν περιβεβλημένοι, εἰκῆ καὶ μάτην φυσᾶσθε· οὐδὲ γὰρ διαβήσεται μεθ' ὑμῶν εἰς ἐκεῖνο τὸ δικαστήριον ἡ τῶν χρημάτων περιουσία, οὐδὲ ἡ τῆς δυναστείας ἰσχύς· ἀλλ' οὐδὲ οἰκειότης  καὶ συγγένεια  οὐδὲ ἄλλο τῶν  τοιούτων  οὐδὲν ὑμᾶς ἐξαιρήσεται. Οὐκ ἔστιν ἐκεῖ καταβαλόντα  χρήματα, οὐδὲ ἐξιλασμὸν, οὐδὲ τιμὴν ψυχῆς, σωθῆναί ποτε. Τί οὖν ὅτι φησὶν ἡ Γραφὴ, Ποιήσατε ὑμῖν φίλους ἐκ τοῦ ἀδίκου μαμωνᾶ,  ὅπως  εἰσδέξωνται   ὑμᾶς  εἰς  τὰς  αἰωνίους   σκηνάς;  Τί  ποτ'  οὖν  ἐστι  τὸ εἰρημένον;  Οὐδὲν  ἐναντίον,   οὐδὲ  μαχόμενον   τοῖς   προτέροις,   ἀλλὰ   καὶ   σφόδρα συμφωνοῦν.    Φίλους   γὰρ   ἐνταῦθα    δεῖ   ποιεῖν    ἐν   τῷ   παρόντι    βίῳ,   χρήματα καταβάλλοντας,  τὰ ὄντα δαπανῶντας  εἰς τοὺς δεομένους. Οὐδὲν οὖν ἄλλο ἐνταῦθα ἢ ἐλεημοσύνην  δαψιλῆ  αἰνίττεται.  Ὡς ἐὰν  ἀπέλθῃς  ἐκεῖ, μηδὲν  τούτων  ἐργασάμενος, οὐδείς σου προστήσεται. Οὐδὲ γὰρ ἡ φιλία  ἐκείνων  ἡμῖν προΐσταται, ἀλλὰ  τὸ ἐκ τοῦ μαμωνᾶ γενέσθαι φίλους· διὰ τοῦτο προσέθηκε, Φίλους ἐκ τοῦ μαμωνᾶ, ἵνα μάθῃς, ὅτι αὐτά  σου τὰ  ἔργα  φείσεται,    ἐλεημοσύνη,    φιλανθρωπία,    εἰς  τοὺς  δεομένους φιλοτιμία.  Ἐπεὶ ὅτι γε οὔτε συγγένεια, οὔτε οἰκειότης ὠφελεῖ τι χωρὶς ἔργων, ἄκουσον τί φησιν ὁ προφήτης· Ἐὰν στῇ Νῶε, καὶ Ἰὼβ, καὶ ∆ανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας οὐ μὴ ῥύσονται. Καὶ τί λέγω ἐν τῷ μέλλοντι,  ὅπου γε καὶ ἐν τῷ παρόντι βίῳ οὐδὲν ὤνησε φιλία; Πόσα οὖν ἀπωδύρατο  καὶ ἐθρήνησεν ὁ Σαμουὴλ, καὶ τὸν Σαοὺλ οὐκ ἐξήρπασε; πόσα δὲ ὁ Ἱερεμίας  ηὔξατο, καὶ τοὺς Ἰουδαίους  οὐδὲν  ὤνησεν,  ἀλλὰ  καὶ ἐπετιμήθη εὐχόμενος; Καὶ τί θαυμάζεις, εἰ Ἱερεμίας οὐδὲν ὀνίνησιν, ὅπου γε οὐδὲ τὸν Μωσέα λέγει, εἰ κατ' ἐκεῖνο καιροῦ ἦν, δύνασθαι σῶσαι τοὺς τότε Ἰουδαίους, ἐπειδὴ τὰ τῆς κακίας ἐκράτησε, καὶ οὐδὲν οἴκοθεν εἰσήνεγκαν;

εʹ. Πόσα περὶ Ἰουδαίων ὁ Παῦλος ἐθρήνει, λέγων, Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν; Τί οὖν ἴσχυσεν αὐτοῦ ἡ δέησις; Οὐδέν. Καὶ τί λέγω δέησις, ὅπου γε καὶ ἀνάθεμα ηὔχετο εἶναι ὑπὲρ αὐτῶν;  Τί οὖν; περιτταί  εἰσιν αἱ τῶν  ἁγίων  εὐχαί; Οὐδαμῶς, ἀλλὰ  καὶ σφόδρα ἰσχὺν ἔχουσαι, ὅταν αὐταῖς καὶ σὺ βοηθῇς. Οὕτως ἀνέστησε τὴν Ταβιθὰν ὁ Πέτρος, οὐκ εὐχῇ μόνον, ἀλλὰ καὶ τῇ ἐκείνης ἐλεημοσύνῃ· οὕτως ἑτέρων προέστησαν εὐχόμενοι οἱ ἅγιοι. Καὶ τοῦτο  μὲν ἐνταῦθα,  ἔνθα  τὰ σκάμματα, καὶ τὰ παλαίσματα· ἐκεῖ δὲ οὐδὲν τούτων,  ἀλλ' ἀπὸ  τῶν  ἔργων  ἡ σωτηρία  μόνον.  Σφόδρα δέ μοι  καὶ  κωμῳδεῖ  τοὺς πλουτοῦντας  ἐνταῦθα,  καὶ τοὺς πεφυσημένους.  Οὐδὲ γὰρ εἶπεν,  Οἱ ἔχοντες  χρήματα, οὐδὲ, Οἱ δύναμιν κεκτημένοι, ἀλλ', Οἱ πεποιθότες ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν, καὶ  ἐπὶ τῇ δυνάμει  αὐτῶν  καυχώμενοι,  καταγελῶν  αὐτῶν  καὶ καθαπτόμενος,  ὅτι σκιαῖς πεποίθασι, καὶ ἐπὶ καπνῷ  μέγα φρονοῦσι. Καὶ καλῶς  εἶπε, Τιμὴν τῆς λυτρώσεως  τῆς ψυχῆς αὐτοῦ οὐ δώσει· τιμὴ γὰρ ψυχῆς οὐδὲ ὁ κόσμος ὅλος. ∆ιὸ καὶ ἔλεγε· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδάνῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Ἵνα δὲ μάθῃς, ὅτι οὐδὲ ὁ κόσμος ὅλος ψυχῆς τιμὴ, ἄκουσον καὶ περὶ ἑτέρων ἁγίων τί φησιν ὁ Παῦλος· Περιῆλθον  ἐν  μηλωταῖς,  ἐν  αἰγείοις  δέρμασιν,  ὑστερούμενοι,  θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Καὶ γὰρ διὰ τὴν ψυχὴν ὁ κόσμος. Ὥσπερ οὖν οὐκ ἂν ἕλοιτο πατὴρ τὴν οἰκίαν ἀντὶ τοῦ παιδὸς, οὕτως οὐδὲ ὁ Θεὸς τὸν κόσμον ἀντὶ τῆς ψυχῆς· ἀλλ' ἔργων χρεία, καὶ κατορθωμάτων. Βούλει μαθεῖν, ὅση τῶν ἡμετέρων ψυχῶν ἡ τιμή; Μέλλων αὐτὴν ὁ Μονογενὴς λυτροῦσθαι, οὐ κόσμον ἔδωκεν, οὐκ ἄνθρωπον, οὐ γῆν,  οὐ  θάλατταν,  ἀλλὰ  τὸ  αἷμα  αὐτοῦ  τὸ  τίμιον.  ∆ιὸ καὶ    Παῦλος ἔλεγε·  Τιμῆς ἠγοράσθητε,  μὴ  γίνεσθε  δοῦλοι  ἀνθρώπων.  Εἶδες τιμῆς  μέγεθος;  Ὅταν  τοίνυν  τὴν τοσούτου ἀγορασθεῖσαν ἀπολέσῃς, πῶς λοιπὸν  αὐτὴν  σὺ ὠνήσασθαι δυνήσῃ; Χριστὸς γὰρ ἐγερθεὶς  ἐκ νεκρῶν,  οὐκέτι  ἀποθνήσκει.  Εἶδες τὸ πολυτελὲς  τῆς τιμῆς; εἶδες τὸ ἀξίωμα   τῆς  ψυχῆς;   Μὴ  τοίνυν   αὐτῆς   καταφρόνει,   μηδὲ  αἰχμάλωτον   ποίει.  Καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα, καὶ ζήσεται εἰς τέλος. Ἕτερος ἑρμηνευτής φησι, Καὶ ἐπαύσατο εἰς  τὸν  αἰῶνα.  Ἄλλος,  Ἀναπαυσάμενος  τῷ  αἰῶνι  τούτῳ,  ζῶν  εἰς  αἰῶνα  διατελέσει. Ἐπειδὴ γὰρ εἶπε περὶ τῶν πλουτούντων, ἐπειδὴ εἶπε περὶ τῶν δυναστῶν,  καὶ ἔδειξεν, ὅτι οὐδὲν ἐκεῖθεν κέρδος ἐστὶ, λέγει λοιπὸν περὶ τῶν ἐν ἀρετῇ βεβιωκότων, περὶ τῶν ἐν πόνῳ καὶ ταλαιπωρίᾳ, ἀλείφων  τοὺς ἀθλητὰς τῆς φιλοσοφίας. Μὴ γάρ μοι λέγε τοῦτο, φησὶν, ὅτι κόπον ἔσχε καὶ μόχθον· ἀλλ' ἐννόησον τὸν καρπὸν, ὅτι ἄνθρωπος ἀθάνατος γίνεται,  ὅτι ζωὴ ἀθάνατος  διαδέξεται,  ζωὴ τέλος  οὐκ ἔχουσα. Πόσῳ τοίνυν  βέλτιον, μικρὸν ἐνταῦθα πονέσαντας, αἰώνιον  καρποῦσθαι ἄνεσιν, ἢ χαρισάμενον ἑαυτῷ μικρὸν διαπαντὸς  ἐν ὀδύναις εἶναι; Εἶτα δεικνὺς  ὡς οὐκ ἐκεῖ μόνον τὰ τῶν βραβείων καὶ τὰ τῶν στεφάνων, ἀλλὰ καὶ ἐντεῦθεν τὰ προοίμια τῶν ἐπάθλων, ἐπάγει λέγων· Οὐκ .230 ὄψεται καταφθορὰν, ὅταν ἴδῃ σοφοὺς ἀποθνήσκοντας. Μὴ γάρ μοι λέγε· Τὰ μέλλοντα λέγεις  μόνον.  Ἐνταῦθά σοι δίδωμι  τὰ ἐνέχυρα  τῶν  στεφάνων,  μᾶλλον  δὲ αὐτὸν  τὸν ἀῤῥαβῶνα,  καὶ  τὰ  ἔπαθλα.  Πῶς, καὶ  τίνι  τρόπῳ;  Ὅτι    φιλοσοφῶν,   καὶ  ταῖς  τῶν μελλόντων ἐλπίσιν  ὀρθούμενος, οὐδὲ τὸν θάνατον  ἡγήσεται θάνατον·  ἀλλ' ὁρῶν πρὸ τῶν ὀφθαλμῶν  κείμενον  τὸν τεθνηκότα, οὐ πείσεται τὰ τῶν πολλῶν  ὁ τοιοῦτος, τοὺς στεφάνους ἀναλογιζόμενος,  τὰ βραβεῖα, τὰ ἀπόῤῥητα ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, τὴν ζωὴν ἐκείνην,  τὴν μετ' ἀγγέλων  χορείαν. Ὥσπερ οὖν ὁ γηπόνος τὸν σῖτον διαλυόμενον  ὁρῶν, οὐ καταπίπτει, οὐδὲ κατηφὴς γίνεται, ἀλλὰ τότε μάλιστα χαίρει καὶ γέγηθεν, εἰδὼς ὅτι ἡ διάλυσις ἐκείνη βελτίονος  γίνεται  γενέσεως ἀρχὴ, καὶ πλείονος  ὑπόθεσις φορᾶς· οὕτω καὶ ὁ δίκαιος κατορθώμασι κομῶν, καὶ τὴν βασιλείαν καθ'  ἑκάστην  προσδοκῶν  τὴν  ἡμέραν,  ὅταν  ἴδῃ  τὸν  θάνατον  πρὸ  τῶν  ὀφθαλμῶν κείμενον,  οὐκ ἀλύει, καθάπερ οἱ πολλοὶ, οὐ θορυβεῖται, καὶ ταράττεται· οἶδε γὰρ, ὅτι θάνατος  τοῖς ὀρθῶς βεβιωκόσι μετάστασίς ἐστιν ἐπὶ τὰ βελτίω, καὶ ἀποδημία πρὸς τὰ ἀμείνω, καὶ δρόμος ἐπὶ τοὺς στεφάνους. Τίνας δὲ λέγει σοφούς; Οὐ τοὺς ὄντως σοφοὺς, ἀλλὰ  τοὺς  νομιζομένους  σοφούς.  Ἐμοὶ  δὲ  δοκεῖ  τοὺς  τῶν  ἔξωθεν  σοφοὺς  λέγειν, κωμῳδῶν  αὐτοὺς καὶ ἐντεῦθεν,  ὅτι δοκοῦντες  εἶναι σοφοὶ, ἐμωράνθησαν, οὐδὲν περὶ ἀναστάσεως φιλοσοφήσαντες. Ὅταν οὖν ἴδῃ τοὺς φιλοσόφους ἐκείνους ἀπολλυμένους, θρηνουμένους, δακρυομένους, μετὰ οἰμωγῆς ἐκπεμπομένους, τότε αὐτὸς οὐδὲν πείσεται τοιοῦτον,   ἀλλὰ   ἀνώτερος   ἔσται   τῶν   τοιούτων    βελῶν,   ταῖς   χρησταῖς   ἐλπίσιν ὀρθούμενος, καὶ εἰδὼς ὅτι ἡ διαφθορὰ  αὕτη οὐκ ἔστι τῆς οὐσίας ἀναίρεσις, ἀλλὰ τῆς  θνητότητος  δαπάνη,  καὶ  τῆς  φθορᾶς  ἀνάλωμα.  Ὁ γὰρ  θάνατος  οὗτος  οὐ  τὸ  σῶμα ἀπόλλυσιν, ἀλλὰ τὴν φθορὰν δαπανᾷ· ὡς ἥ γε οὐσία μένει μετὰ πλείονος  ἀνισταμένη τῆς δόξης, ἀλλ' οὐχὶ πάντων. Ἡ μὲν γὰρ ἀνάστασις κοινὴ πάντων ἔσται, ἡ δὲ μετὰ δόξης ἀνάστασις  τῶν  ὀρθῶς  βεβιωκότων.  Ἐπὶ τὸ αὐτὸ  ἄφρων  καὶ  ἄνους  ἀπολοῦνται,  καὶ καταλείψουσιν  ἀλλοτρίοις  τὸν πλοῦτον  αὐτῶν. Καὶ οἱ τάφοι αὐτῶν,  οἰκίαι αὐτῶν  εἰς τὸν αἰῶνα, σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Ἄλλος φησὶ, Τὰ ἐντὸς τῶν οἰκιῶν αὐτῶν εἰς τὸν αἰῶνα. Ἄλλος, Τὰς κατασκηνώσεις αὐτῶν εἰς γενεὰν, ὀνομάσαντες ἐπ' ὀνόμασιν αὐτῶν τὰς γαίας· ὁ δὲ Ἑβραῖος, Ἀληαδαμὼθ, τοῦτο εἶπεν.

ς ʹ.    Εἶδες  πῶς   οὐκ   ἀπὸ   τῶν   μελλόντων,    ἀλλὰ   καὶ   ἀπὸ   τῶν   ἐνταῦθα συμβαινόντων,  ἀπάγει κακίας καὶ πλεονεξίας,  καὶ χειραγωγεῖ  πρὸς ἀρετὴν, καταλύων τὴν περὶ τὰ χρήματα μανίαν, καὶ τοὺς πρὸς τὰ παρόντα ἐπτοημένους ἀνοήτους καλῶν, καὶ διὰ τῶν  πραγμάτων  τοῦτο  ἀποδεικνύς;  Τί γὰρ ἀνοητότερον,  εἰπέ μοι, ἀνθρώπου πονοῦντος,  καὶ ταλαιπωρουμένου,  καὶ τοσαῦτα συνάγοντος,  ὥστε ἑτέρους ἐντρυφᾷν τοῖς αὐτοῦ πόνοις; τί δὲ τῆς ματαιοπονίας  ταύτης χεῖρον, ὅταν αὐτὸς μὲν ἀπέλθῃ τοὺς ἱδρῶτας  ἀνασχόμενος,  καὶ  τοὺς  καμάτους  ὑπομείνας,  ἑτέροις  δὲ παρέχῃ  τὴν   ἀπόλαυσιν,  καὶ  οὐδὲ  οἰκείοις  τισὶ  καὶ  γνωρίμοις,  ἀλλὰ  καὶ  πολλάκις   ἐχθροῖς  καὶ πολεμίοις; ∆ιὰ τοῦτο οὐκ εἶπεν, Ἑτέροις, ἀλλ',  Ἀλλοτρίοις καταλείψουσι  τὸν πλοῦτον αὐτῶν.  Τί δέ ἐστιν, Ἐπὶ τὸ αὐτὸ ἄφρων  καὶ ἄνους ἀπολοῦνται;  Μετὰ τῶν  ἔμπροσθεν εἰρημένων,  φησί. Ἐνταῦθά μοι τὸν περὶ τῶν ἀσεβῶν δοκεῖ κινεῖν  λόγον, τῶν πρὸς τὰ παρόντα ἐπτοημένων,  καὶ οὐδὲν περὶ τῶν  μελλόντων φιλοσοφούντων, ἀνοήτους  καὶ ἐντεῦθεν  καλῶν. Εἰ γὰρ μηδὲν ἡγῇ μετὰ ταῦτα εἶναι, τίνος ἕνεκεν σαυτὸν κόπτεις καὶ ταλαιπωρῇ, μυρία συνάγων πανταχόθεν  χρήματα, καὶ τοὺς μὲν πόνους ὑπομένων,  τῆς δὲ ἀπολαύσεως οὐ μετέχων; Καὶ οἱ τάφοι αὐτῶν, οἰκία αὐτῶν εἰς τὸν αἰῶνα. Τοῦτο κατὰ τὴν ὑπόνοιαν ἐκείνων φησί. Σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν· ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν. Τί ταύτης τῆς ἀνοίας γένοιτ' ἂν χεῖρον, τὸ τοὺς τάφους οἰκίαν νομίζειν  διηνεκῆ,  τὸ φιλοτιμεῖσθαι  περὶ ταῦτα; Πολλοὶ γοῦν πολλάκις τοὺς τάφους τῶν οἰκιῶν λαμπροτέρους εἰργάσαντο. Ἢ γὰρ τοῖς πολεμίοις πονοῦσι καὶ ταλαιπωροῦνται, ἢ τῷ σκώληκι  καὶ τῇ κόνει, εἰς οὐδὲν  δέοντα  ταῦτα  ἀναλίσκοντες. Τοιαύτη γὰρ τῶν οὐδὲν περὶ τῶν μελλόντων ἐλπιζόντων  ἡ φρόνησις. Ἀλλ' ἐνταῦθά μοι στενάξαι ἔπεισιν, ὅτι πολλοὶ  καὶ τῶν  τὰ μέλλοντα  ἐλπιζόντων,  κατὰ τοῦτο ἐκείνους μιμοῦνται, τοὺς οὐδεμίαν περὶ τῶν μελλόντων ἔχοντας ἐλπίδα, τάφους οἰκοδομοῦντες, καὶ λαμπρὰ  σήματα ποιοῦντες,  καὶ χρυσίον  κατορύττοντες,  καὶ εἰς ἑτέρους τὰ ὄντα παραπέμποντες,  κατὰ τοῦτο ἐκείνων  χείρους ὄντες. Ὁ μὲν γὰρ οὐδὲν προσδοκῶν μετὰ ταῦτα,  εἰ  καὶ  αὐτὸς  ἀλόγως,  ἀλλ' ὅμως  διὰ  τὸ  μηδὲν  προσδοκᾷν, περὶ  τὰ  παρόντα φιλοπονεῖται·  σὺ δὲ ὁ τὴν μέλλουσαν  ζωὴν  εἰδὼς, ἄνθρωπε,  καὶ τὰ ἀγαθὰ ἐκεῖνα  τὰ ἀπόῤῥητα, κατὰ τὴν ῥῆσιν ἐκείνην  τὴν εὐαγγελικὴν,  ὅτι Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος, ποίαν ἂν σχοίης συγγνώμην;  τίνα ἀπολογίαν; ποίαν δὲ οὐκ ἂν ὑποσταίης δικαίως  κόλασιν, πάντα  ἐνταῦθα  καταδαπανῶν  εἰς τὴν κόνιν,  εἰς τὴν τέφραν,  εἰς τὰ σήματα, εἰς τοὺς πολεμίους, εἰς τοὺς ἐχθρούς; Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν  αὐτῶν.  Ἰδοὺ καὶ ἑτέρας ἀνοίας  εἶδος, τὸ περιτιθέναι  τὰς προσηγορίας αὐτῶν οἰκοδομήμασι, καὶ ἀγροῖς, καὶ λουτροῖς, καὶ μεγίστην ἐντεῦθεν καρποῦσθαι παραμυθίαν νομίζειν, καὶ τὴν σκιὰν διώκειν  ἀντὶ τῆς ἀληθείας. Εἰ γὰρ μνήμης ἐρᾷς διηνεκοῦς, μὴ ὀνόματα περιθῇς οἰκοδομήμασιν, ἄνθρωπε, ἀλλ' ἀνάστησον τρόπαια κατορθωμάτων,   καὶ ἐν τῷ παρόντι σοι βίῳ τὸ ὄνομα διατηρεῖ, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν ἀθάνατον κατασκευάζει σοι τὴν ἀνάπαυσιν.  Εἰ μνήμης  ἐρᾷς καὶ ἐπιθυμεῖς,  ἐγώ σε διδάσκω τὴν ἀληθῆ καὶ σαφεστάτην ὁδόν· ἀρετῆς ἐπιμελοῦ. Οὐδὲν γὰρ οὕτως ἀθάνατον ὄνομα ποιεῖ, ὡς ἀρετῆς φύσις. Καὶ τοῦτο δηλοῦσιν οἱ μάρτυρες, δηλοῖ τῶν ἀποστόλων  τὰ λείψανα, δηλοῖ τῶν ἐν ἀρετῇ βεβιωκότων  ἡ μνήμη. Πόσοι βασιλεῖς πόλεις ἀνέστησαν, λιμένας κατεσκεύασαν, καὶ τὰ ὀνόματα ἐπιθέντες ἀπῆλθον; ἀλλ' οὐδὲν ἀπώναντο, ἀλλὰ σεσίγηνται, καὶ λήθῃ παραδέδονται.  Ὁ δὲ ἁλιεὺς  Πέτρος οὐδὲν τούτων  ἐργασάμενος, ἐπειδὴ ἀρετὴν  μετῆλθε, καὶ τὴν βασιλικωτάτην  κατέλαβε πόλιν, ὑπὲρ τὸν ἥλιον λάμπει καὶ μετὰ τελευτήν.  Ὃ δὲ σὺ ποιεῖς, καταγέλαστον  καὶ αἰσχύνης γέμον. Οὐ γὰρ μόνον  σε λαμπρὸν  ταῦτα οὐκ ἐργάσεται τὰ μνημεῖα, ἀλλὰ  καὶ καταγέλαστον,  καὶ τὰ πάντων  ἀνοίξει στόματα. Αἱ γὰρ οἰκοδομαὶ τῷ χρόνῳ δυναμένην  σου τὴν πλεονεξίαν λήθῃ παραδοθῆναι, ὥσπερ στῆλαι, καὶ τρόπαιά σου τῆς πλεονεξίας ἑστήκασι πανταχοῦ. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν, οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη  αὐτοῖς. Ἐνταῦθά μοι λοιπὸν  ἀποδύρεσθαι ὁ Προφήτης δοκεῖ, ὅτι τὸ ζῶον τὸ λογικὸν, τὸ καὶ τὴν βασιλείαν τὴν ἐπὶ γῆς ἐγχειρισθὲν, πρὸς τὴν τῶν ἀλόγων εὐτέλειαν ἐξέκλινε,  ματαιοπονοῦν,  ἐναντία  τῇ  σωτηρίᾳ  τῇ  ἑαυτοῦ  κατασκευάζον,  κενοδοξίαν διῶκον,  πλεονεξίαν  μετιὸν, ἀνήνυτα  πονοῦν.  Τιμὴ γὰρ ἀνθρώπου  ἀρετὴ, καὶ τὸ περὶ τῶν μελλόντων φιλοσοφεῖν, καὶ πρὸς ἐκείνην τὴν ζωὴν ἅπαντα πραγματεύεσθαι, καὶ τὸ τῶν   παρόντων    ὑπερορᾷν.     μὲν   γὰρ   τῶν   ἀλόγων   ζωὴ   μέχρι   τοῦ   παρόντος συγκέκλεισται βίου· ἡ δὲ ἡμετέρα πρὸς ἑτέραν ὁδεύει βελτίω, καὶ τέλος οὐκ ἔχουσαν. Ἀλλ' οὗτοι οἱ περὶ τῶν μελλόντων οὐδὲν εἰδότες, τῶν ἀλόγων χείρους εἰσίν· οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ οἱ βίῳ διεφθαρμένῳ  συζῶντες, ὄφεις γινόμενοι  καὶ σκορπίοι καὶ λύκοι διὰ τῆς πονηρίας, καὶ βόες διὰ τῆς ἀνοίας, καὶ κύνες διὰ τῆς ἀναισχυντίας.

ζʹ. Τί γὰρ ἀνοητότερον, εἰπέ μοι, τῶν περὶ τάφους καὶ μνήματα ἀσχολουμένων, καὶ πρὸς ὀνομάτων  προσηγορίας ἑτέρων  κεχηνότων;  Οὐδὲν γὰρ μνήμην  ποιεῖ,  ἀλλ' ἀρετὴ μόνη, οὐκ οἰκία, οὐκ ἀνδριὰς, οὐ παιδιὰ, οὐκ ἄλλο τῶν τοιούτων  οὐδέν. Ἡ μὲν γὰρ τῆς  τοῦ  τέκτονος  σοφίας  ἐστὶν  ἔργον,  ὁ δὲ τῆς  τοῦ  ἀνδριαντοποιοῦ,  τὸ δὲ τῆς φύσεως ἔργον· σοῦ δὲ οὐδαμοῦ μνήμη. ∆ιὰ δὴ τοῦτο ἄλογον αὐτὸν ὁ Προφήτης καλεῖ· ἐπειδὴ πρὸς τὸν τῆς ἀνοίας ὑποθεὶς ζυγὸν ἑαυτὸν, ἄγεται τοῦ ἀλόγου χεῖρον. Ἐκεῖνο μὲν γὰρ χρήσιμον, καὶ πρὸς γεωργίαν  ἐπιτήδειον· οὗτος δὲ τῇ ἀνοίᾳ ἑαυτὸν ὑποβαλὼν, καὶ ἐκείνου χείρων γέγονε κατὰ τοῦτο. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω τὸ παχὺ τῆς διανοίας αὐτῶν, τὸ γεῶδες, τὸ χαμαίζηλον, τὸν ἀνόνητον περὶ τὰ χρήματα πόνον, αὐξῆσαι βουλόμενος  καὶ  τὴν  κατηγορίαν   τῶν  τοιούτων,   καὶ  τὰς  παρὰ  τοῦ  Θεοῦ  τίθησιν εὐεργεσίας, ὅπερ πολλαχοῦ  ποιεῖν  εἰώθασιν  οἱ προφῆται.  Ἐπεὶ καὶ ὁ Ἡσαΐας μέλλων αὐτῶν   κατηγορεῖν,   πρῶτον   λέγει  τὴν  παρὰ  τοῦ  Θεοῦ  τιμὴν   εἰς  τοὺς  Ἰουδαίους γεγενημένην,  οὕτω γράφων·  Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Καὶ ἐνταῦθα τοίνυν διὰ μιᾶς λέξεως τὰ ὑπηργμένα τῷ γένει τῶν ἀνθρώπων  παρὰ τοῦ Θεοῦ δηλῶν, Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, φησί. Καὶ ποίαν λέγει τιμήν; Ἄκουσον αὐτοῦ ἐν ἑτέρῳ ψαλμῷ  λέγοντος·  Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους,  δόξῃ καὶ τιμῇ ἐστεφάνωσας  αὐτόν.  Εἶτα ἐξηγούμενος  τὴν  τιμὴν,  ἐπάγει· Πάντα ὑπέταξας  ὑποκάτω ποδῶν  αὐτοῦ, πρόβατα, καὶ βόας ἁπάσας· ἔτι δὲ καὶ τὰ .κτήνη  τοῦ πεδίου, τὰ πετεινὰ   τοῦ  οὐρανοῦ,  καὶ  τοὺς  ἰχθύας  τῆς  θαλάσσης,  τὰ  διαπορευόμενα   τρίβους θαλασσῶν. Καὶ γὰρ μεγίστη τοῦτο τιμὴ, τὸ πάντων  τῶν  ὁρωμένων  αὐτῷ τὰ σκῆπτρα ἐπιτρέψαι,  καὶ ταῦτα μηδέπω κατωρθωκότι  μηδέν. Οὐδέπω γὰρ αὐτὸν πλάσας, ἔλεγε·
 Ποιήσωμεν ἄνθρωπον  κατ'  εἰκόνα, καὶ καθ'  ὁμοίωσιν  ἡμετέραν. Εἶτα ἑρμηνεύων  τὸ, Κατ' εἰκόνα, ἐπήγαγε, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων  τῆς θαλάσσης, καὶ τῶν θηρίων  τῆς γῆς, καὶ τῶν πετεινῶν  τοῦ οὐρανοῦ. Καὶ τὸν βραχὺν τοῦτον, καὶ τρίπηχυν, καὶ τοσούτῳ τῶν   ἀλόγων   ἐλάττονα   κατὰ  τὴν   τοῦ  σώματος  ἰσχὺν,  τῇ  τοῦ  λόγου   συγγενείᾳ ὑψηλότερον  πάντων  ἐποίησε, λογικὴν  ψυχὴν  αὐτῷ  χαρισάμενος,  ὅπερ ἐστὶ μάλιστα τιμῆς τεκμήριον. ∆ιὰ γὰρ τούτου καὶ πόλεις ᾠκοδόμησε, καὶ θάλασσαν ἔτεμε, καὶ γῆν ἐκαλλώπισε, καὶ τέχνας μυρίας ἐξεῦρε, καὶ τῶν ἀγριωτέρων ἀλόγων περιεγένετο, καὶ τὸ δὴ πάντων  μέγιστον καὶ πρῶτον, τὸν ποιήσαντα αὐτὸν ἐπέγνω  Θεὸν, καὶ πρὸς ἀρετὴν ἐχειραγωγήθη,   καὶ  ἔγνω  τί  μὲν  καλὸν,  τί  δὲ  οὐ  τοιοῦτον.  Θεῷ  προσεύχεται  τῶν ὁρωμένων   μόνος,  ἀποκαλύψεων   ἀπέλαυσε,  καὶ  τοῦτο   μόνος   πάλιν·  πολλὰ   τῶν ἀποῤῥήτων  ἔγνω, τὰ ἐν τοῖς οὐρανοῖς ἐπαιδεύθη· δι' αὐτὸν γῆ, δι' αὐτὸν οὐρανὸς, δι' αὐτὸν ἥλιος, καὶ ἀστέρες· δι' αὐτὸν σελήνης δρόμοι, καὶ ὡρῶν καὶ τροπῶν διαφοραί· δι' αὐτὸν καρπῶν γενέσεις, καὶ φυτὰ, καὶ ἀλόγων  γένη τοσαῦτα· δι' αὐτὸν ἡμέρα καὶ νύξ· δι'  αὐτὸν   ἀπόστολοι   καὶ   προφῆται   ἐπέμφθησαν,   δι'  αὐτὸν   ἄγγελοι   πολλάκις ἀπεστάλησαν. Τί δεῖ τὰ πολλὰ λέγειν; Οὐδὲ γὰρ δυνατὸν  ἅπαντα ἐπελθεῖν. ∆ι' αὐτὸν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἄνθρωπος γέγονε, καὶ ἐσταυρώθη, καὶ ἐτάφη, καὶ τὰ φρικώδη θαύματα  ἐκεῖνα  μετὰ τὴν  ἀνάστασιν  δι' αὐτὸν  γέγονε.  ∆ι' αὐτὸν  νόμος, δι' αὐτὸν  ὁ παράδεισος, δι' αὐτὸν ὁ κατακλυσμός. Καὶ γὰρ καὶ τοῦτο μέγιστον τιμῆς εἶδος, καὶ δι' εὐεργεσίας καὶ τιμωρίας αὐτὸν διορθοῦν. ∆ι' αὐτὸν μυρίαι κατὰ τὸν ἔμπροσθεν χρόνον ἅπαντα οἰκονομίαι. Καὶ αὐτὴ δὲ ἡ κρίσις ἡ μέλλουσα ἔσεσθαι τῆς εἰς αὐτὸν τιμῆς ἕνεκα γίνεται.  ∆ιὸ καὶ ὁ Ἰώβ φησι, Τί ἐστιν ἄνθρωπος,  ὅτι ἤγαγες  αὐτὸν  εἰς κρίσιν; ὥσπερ ἀλλαχοῦ  ὁ αὐτὸς ψαλμῳδὸς  οὗτός φησι· Τί ἐστιν ἄνθρωπος,  ὅτι ἐμνήσθης αὐτοῦ; ∆ι' αὐτὸν πάλιν ὁ Μονογενὴς ἥξει τὰ μυρία διδοὺς ἀγαθά. Τὰ μὲν γὰρ ἔδωκεν ἤδη διὰ τοῦ βαπτίσματος, καὶ τῶν μυστηρίων, καὶ τῆς ἄλλης μυσταγωγίας παρασχεθέντα ἀγαθὰ, καὶ θαυμάτων  ἑτέρων  τὴν  γῆν  ἐνέπλησε·  τὰ  δὲ  ὑπέσχετο  δώσειν,  τὴν  βασιλείαν  τῶν οὐρανῶν,   καὶ   τὴν   ζωὴν   τὴν   αἰώνιον,   καὶ   κληρονόμους   αὐτοῦ   ποιήσειν,   καὶ παρασκευάζειν  συμβασιλεύειν  αὐτῷ.  ∆ιὸ καὶ  ὁ Παῦλος  ἔλεγεν·  Εἰ ὑπομένομεν,  καὶ συμβασιλεύσομεν. Ταῦτ' οὖν ἅπαντα λογιζόμενος ὁ Προφήτης, εἰκότως ἀλόγοις παραβάλλει  τοὺς  τὴν  τοσαύτην  εὐγένειαν   τῇ  κακίᾳ  παραδεδωκότας,  καὶ  πρὸς  τὰ ἐκείνων αὐτομολήσαντας πάθη. Ποιοῦσι δὲ αὐτὰ καὶ ἕτεροι προφῆται, τῇ συγκρίσει τὸν ἀναίσχυντον   ἀκροατὴν  ἐντρέψαι  βουλόμενοι.  Καὶ ὁ  μέν  φησιν,  Ἵπποι  θηλυμανεῖς ἐγένοντο·  ὁ δὲ, Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην  τοῦ κυρίου αὐτοῦ, χαλεπώτερον  τοῦ ∆αυῒδ οὕτω λέγων. Ὁ μὲν γὰρ ∆αυΐδ φησι, Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ἐκεῖνος δὲ, ὅτι καὶ τούτων  ἀλογώτεροιγεγόνασιν· ἐκεῖνα γὰρ ἔγνω τὸν κτησάμενον, Ἰσραὴλ δέ με οὐκ ἔγνω, φησί.

ηʹ. Καὶ ἀλλαχοῦ  δὲ ἕτερός τις σοφὸς ἀνὴρ χείρονα δεικνὺς  καὶ μυρμήκων  τὸν νωθῆ,  καὶ ἀναπεπτωκότα,  καὶ ὑπὸ ἀργίας διαφθειρόμενον,  ἐκεῖ πέμπει  μαθησόμενον φιλοπονεῖν, Ἴθι, λέγων,  πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον τὰς ὁδοὺς αὐτοῦ. Ἐκεῖνος γὰρ, γεωργίου  μὴ ὑπάρχοντος  αὐτῷ, μηδὲ τὸν ἀναγκάζοντα  ἔχων,  μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται  θέρους τὴν τροφὴν,  καὶ πολλὴν  ποιεῖται  ἐν τῷ ἀμήτῳ τὴν παράθεσιν. Καὶ πρὸς τὴν μέλιτταν  πάλιν  ἰέναι κελεύει· Πορεύθητι πρὸς τὴν μέλιτταν, καὶ μάθε ὡς ἐργάτις  ἐστίν· ἀρχὴ γὰρ γλυκασμάτων  ὁ καρπὸς αὐτῆς, ἧς τοὺς πόνους βασιλεῖς τε καὶ ἰδιῶται  πρὸς ὑγείαν προσφέρονται. Ἕτερος δέ φησιν· Οἱ ἄρχοντές  σου ὡς  λύκοι  τῆς  Ἀραβίας. Καὶ ἄλλος,  Ἐκάθισας  ἐν  τῇ  ἐρήμῳ,  ὡς  κορώνη.  Ὁ δὲ  τοῦ
 Ζαχαρίου,  Ὄφεις,  γεννήματα   ἐχιδνῶν,   λέγει,  τίς  ὑπέδειξεν   ὑμῖν  φυγεῖν   ἀπὸ  τῆς μελλούσης  ὀργῆς;  Καὶ ἄλλος  δὲ  πάλιν·  Ὠὰ  ἀσπίδων  ἔῤῥηξαν,  καὶ  ἱστὸν  ἀράχνης ὑφαίνουσιν.  Ἀλλαχοῦ  δὲ ὁ αὐτὸς  οὗτος  προφήτης  φησί· Ἰὸς ἀσπίδων  ὑπὸ τὰ χείλη αὐτῶν. Καὶ πάλιν, Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. Τοιοῦτον γὰρ ἡ κακία· τὸν τοσοῦτον, καὶ τηλικοῦτον,  καὶ τοσαῦτα διαδήματα ἔχοντα, πρὸς τὴν τῶν ἀλόγων καταβάλλει  δυσγένειαν.  ∆ιὸ καὶ ἐν τῷ παρόντι ψαλμῷ δύο κακίας ἐπιλεξάμενος  εἴδη, καὶ τὰ ἄλλα  τοὺς  ἀκροατὰς  ἀφεὶς  συλλογίζεσθαι,  οὕτω  στίζει τοὺς  ἁλόντας.  Τί γὰρ ἀνθρώπου  γένοιτ' ἂν ἀλογώτερον,  εἰκῆ καὶ μάτην καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς τὴν  οἰκουμένην   περιτρέχοντος,  καὶ  συνάγοντος  ἄπειρα  χρήματα,  οὐχ  ἑαυτῷ,  ἀλλ' ἑτέροις ἀγνοουμένοις,  πολλάκις  δὲ καὶ ἐχθροῖς καὶ ἐπιβούλοις; Καὶ καλῶς  εἶπε· Καταλείψουσιν ἀλλοτρίοις  τὸν πλοῦτον  αὐτῶν.  Τί γὰρ ἀνοητότερον,  ὅταν  οὗτοι μὲν τοὺς  πόνους  καὶ  τὰς  ἁμαρτίας  ὑπομένωσι  τὰς  ἐκ  τῆς  συλλογῆς,  ἑτέροις  δὲ  τῆς ἀπολαύσεως παραχωρῶσιν; Εἶτα μετὰ τῆς φιλοχρηματίας  καὶ τὴν κενοδοξίαν εἰς μέσον ἄγων, στίζει μετὰ πολλῆς  τῆς σφοδρότητος, λέγων· Ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν  αὐτῶν. Τί τούτων  ἀλογώτερον  πάλιν, οἳ λίθοις, καὶ ξύλοις, καὶ ἀψύχῳ ὕλῃ  τὴν  ἑαυτῶν  ἐγχειρίζουσι  μνήμην,  καὶ τὴν  οἰκείαν  ἐμπιστεύουσι  δόξαν; Καὶ γὰρ ὁλοκλήρους οὐσίας ἀνέτρεψαν,  καὶ χήρας ἀπέδυσαν, καὶ ὀρφανοὺς ἥρπασαν, ὥστε τῷ σκώληκι λαμπρὰν ποιῆσαι τὴν οἰκίαν, καὶ τῷ σητὶ καὶ τῇ φθορᾷ λαμπροὺς οἰκοδομῆσαι περιβόλους, τῷ νομίζειν ὑπὸ τούτων ἀθάνατον ἔσεσθαι αὐτῶν τὴν μνήμην, τῶν οὐδὲ τὰ σώματα μικρὰν καιροῦ ῥοπὴν κατασχεῖν  δυνηθέντων. Αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς. Ποία αὕτη ὁδὸς, εἰπέ μοι; Ἡ περὶ τὰ τοιαῦτα σπουδὴ, ἡ ματαιοπονία,  ἡ πολλὴ τῶν  χρημάτων  μανία, ἡ ἀκόρεστος τῆς δόξης μέθη· καὶ πρὸ τῆς κολάσεως, φησὶ, τῆς μελλούσης ἐνταῦθα αὐτοῖς σκάνδαλον καὶ ἐμπόδιον γίνεται. Οὐ μικρὸν οὖν σκάνδαλον, οὐ μικρὸν ἐμπόδιον, οὐ μικρὸν κώλυμα αὕτη ἡ ὁδὸς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν. ∆ιό φησιν, Αὕτη ἡ ὁδὸς σκάνδαλον  αὐτοῖς. Καὶ καλῶς  εἶπε σκάνδαλον  αὐτοῖς τὴν . ὁδόν. Ἑαυτοὺς δεσμοῦσιν, ἑαυτοὺς συμποδίζουσι. Καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐδοκήσουσι. Τὸ χαλεπώτατον, καὶ τῶν λοιπῶν  αἴτιον  τῶν  κακῶν, τοῦτό ἐστιν, ὅπερ εἴρηκεν. Οἱ γὰρ τοιαῦτα ἁμαρτάνοντες,  καὶ πλημμελοῦντες καὶ οὕτως ἀνοηταίνοντες, μακαρίζουσιν   ἑαυτοὺς,   καὶ   θαυμάζουσι,   καὶ   ζηλωτοὺς   ἑαυτοὺς   εἶναί   φασι,  καὶ ἀρέσκονται τοῖς πραττομένοις· κακία δὲ ἐπαινουμένη  καὶ παρ' αὐτῶν τῶν ἐργαζομένων ἐννόησον  ἡλίκην  λαμβάνει  τῆς πονηρᾶς  ἐπιθυμίας  προσθήκην. Εἰ γὰρ κακιζομένη, εἰ γὰρ  ὑβριζομένη,  εἰ  γὰρ  ἐλεγχομένη,   εἰ  γὰρ  ὑπὸ  τοῦ  συνειδότος  τῶν  ὁπωσδήποτε νηφόντων μαστιγουμένη,  ξαινομένη,  μισουμένη, οὕτως  ἀναισχύντως  ἀνθεῖ,  καὶ καθ' ἑκάστην  αὔξεται  τὴν  ἡμέραν·  ὅταν  μὴ  μόνον  τὰ  κωλύοντα   αὐτὴν  μὴ  ᾖ,  οἷον  ἡ κατηγορία, τοῦ συνειδότος ὁ ἔλεγχος, τὸ ἐπιλαμβάνεσθαι τῶν γινομένων,  τὸ μετανοεῖν ἐν τοῖς πραττομένοις, τὸ καταδύεσθαι, τὸ ἐγκαλύπτεσθαι, τὸ στένειν, τὸ θρηνεῖν, ἀλλὰ τοὐναντίον  ἅπαν,   καὶ  ἐπαινῶσιν   ἑαυτοὺς   οἱ  ἐργαζόμενοι,   καὶ  ἐγκώμια   ἑαυτῶν ὑφαίνωσι, καὶ τῶν ἄλλων βελτίους κατὰ τοῦτο αὐτὸ εἶναι νομίζωσι, καὶ μετὰ τὸ πρᾶξαι ἐπαινῶσι   τὰ  γεγενημένα   τοῦτο  γάρ  ἐστι,  Καὶ μετὰ  ταῦτα  ἐν  τῷ  στόματι  αὐτῶν εὐδοκήσουσι· ποῦ οὐκ ἂν ἐκτραπεῖεν; Οὕτω γάρ εἰσι παραπλῆγες, οὕτω παραπαίουσιν, ὡς καὶ μετὰ τὴν πλήρωσιν τῆς ἐπιθυμίας, ὅτε μάλιστα ὁρῶντας τὴν παρανομίαν αἰσχύνεσθαι ἔδει, γαυροῦνται, κορυφοῦνται,  ἀρέσκονται τῷ γεγενημένῳ.  Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὸ μὲν τοῦ πραχθῆναι,  συσκιάζει ἑαυτῆς τὸ εἰδεχθὲς, τῇ μέθῃ τῆς ἡδονῆς περιστέλλουσα αὑτῆς τὸ βδελυρόν· ἐπειδὰν δὲ πραχθῇ, καὶ ἡ μὲν ἡδονὴ τῆς ἐπιθυμίας κατὰ μικρὸν ἀναχωρήσῃ, ἡ δὲ τοῦ συνειδότος κατηγορία ἐπέλθῃ, γυμνοὺς μαστίζουσα  τοὺς  λογισμοὺς,  τότε  μάλιστα  φαίνεται  αὐτῆς  τὸ  βλαβερόν.  Οὗτοι δὲ οὐδὲ μετὰ  τὸ πληρῶσαι, ἀλλ' ὅταν  ἴδωσι τὸν πλοῦτον  ὀγκωθέντα,  τοὺς τάφους  ἐγηγερμένους,  τὰς ματαίας οἰκοδομὰς ἀπηρτισμένας, δέον τότε γοῦν κατανυγῆναι καὶ στενάξαι, οἱ δὲ καὶ μετὰ ταῦτα, μετὰ τὸ ἔργον, μετὰ τὴν πλήρωσιν, τότε ἔτι μειζόνως νοσοῦσιν. Ἐπεὶ οὖν τὰ παρ' αὐτῶν οἴχεται, ἕπεται λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ.

θʹ. Ὥσπερ γὰρ οἱ κατακρίνοντες  ἑαυτοὺς ἐφ' οἷς ἁμαρτάνουσι, προλαμβάνοντες ἀποκρούονται  τὴν παρὰ τοῦ Θεοῦ ψῆφον,  καθάπερ καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· οὕτως οἱ νοσοῦντες ἀμετανόητα, καὶ ἁμαρτάνοντες, μὴ καταγινώσκοντες  δὲ ὧν ἐπλημμέλησαν, μετὰ πολλῆς τῆς σφοδρότητος ἐπισπῶνται τὴν παρὰ τοῦ Θεοῦ τιμωρίαν  ἑαυτοῖς. Ἐπεὶ οὖν καὶ οὗτοι ἢ τὰ ἀλλότρια ἁρπάζοντες, ἢ τὰ οἰκεῖα μάτην καὶ εἰκῆ δαπανῶντες,  ἅπερ εἰς πένητας ἀναλίσκειν  ἐχρῆν, εἰς τάφους, καὶ σκώληκας, καὶ σῆτας δαπανῶσι, καὶ οὐ μετανοοῦσιν ἐπὶ τῶν γεγενημένων, ἀλλὰ ἀνίατα μένουσι νοσοῦντες, ἄκουσον τί γίνεται λοιπόν. Τί δὴ οὖν γίνεται; Τιμωρίᾳ τῇ παρὰ τοῦ Θεοῦ δίδονται· διὸ ἐπήγαγεν· Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο· θάνατος ποιμανεῖ αὐτούς· οὐ τὸ ἥμερον  ἐνταῦθα  διὰ ὀνόματος  τῶν  προβάτων  δηλῶν  τί γὰρ ἐκείνων  ἀγριώτερον γένοιτ' ἂν, τῶν  παρορώντων  μὲν  γυμνὰ  σώματα  πενήτων,  καὶ γαστέρας τηκομένας λιμῷ,  καλλωπι   .236 ζόντων  δὲ  οἴκους  φθορᾷ,  καὶ  σκώληκι,  καὶ  σητί;,  ἀλλὰ  τὸ εὔκολον  αὐτῶν  τῆς  ἀπωλείας,  τὴν  ἐξ ἐπιδρομῆς  πανωλεθρίαν,   τὸ  εὐχείρωτον  τοῖς ἐπιβουλεύουσιν.  Οὐδὲν γὰρ ἀσθενέστερον ἀνθρώπου  κακίᾳ συζῶντος. Ὅπερ καὶ οὗτοι πείσονται· καὶ οὕτω κατακοπήσονται, οὕτως ἀπολοῦνται ἄρδην, καὶ εἰς τὸν ᾅδην ἀπελεύσονται  ῥᾳδίως, εὐκόλως, συντόμως, ἀπονητὶ,  ὡσανεὶ πρόβατα κατακοπτόμενα. Τοῦτο θάνατος, μᾶλλον δὲ πρᾶγμα θανάτου πολὺ χαλεπώτερον. Μετὰ γὰρ τὴν τοιαύτην τελευτὴν   ἀθάνατος   αὐτοὺς  διαδέξεται   θάνατος,   διὰ  τοῦτο  οὐδαμοῦ  εἰς  κόλπους Ἀβραὰμ, οὐδὲ εἰς ἄλλο χωρίον φαίνονται  ἀπιόντες, ἀλλ' εἰς τὸν ᾅδην, τὸ τῆς τιμωρίας, τὸ τῆς κολάσεως, τὸ τῆς πανωλεθρίας  ὄνομα. Καὶ ἡ ἐνταῦθα  αὐτῶν  τελευτὴ εὐτελὴς, καὶ εὐκαταφρόνητος, καὶ ἡ ἐκεῖ διατριβὴ κολάσεως γέμουσα. Οὕτω καὶ ἡμῖν ἔθος λέγειν περὶ τῶν εὐκόλως ἀπολλυμένων·  Ὡς πρόβατον ὁ δεῖνα ἐσφάγη. Ἐπειδὴ γὰρ ὡς ἄλογα ἔζων, καὶ ὡς ἄλογα ἀπόλλυνται,  οὐκ ἔχοντες περὶ τῶν μελλόντων ἐλπίδα χρηστήν· καὶ οὐ τοῦτο μόνον,  ἀλλ' ὅτι καὶ ἐπὶ κακῷ· Θάνατος ποιμανεῖ  αὐτούς. Ἐνταῦθά  μοι τὸν θάνατον  δοκεῖ λέγειν,  τὴν  ἀπώλειαν  τὴν  ἐκεῖ, τὴν  τιμωρίαν,  καθάπερ  καὶ ἀλλαχοῦ φησι· Ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη  ἀπολεῖται·  οὐ τὴν  τοῦ εἶναι  ἀναίρεσιν,  ἀλλὰ  τὴν τιμωρίαν παραδηλῶν. Καὶ ἐπιμένει τῇ μεταφορᾷ τῆς λέξεως. Ἐπειδὴ γὰρ εἶπε πρόβατα, ἔδειξεν  αὐτῶν  καὶ  τὸν  ποιμένα.  Τίς δὲ  οὗτος;  Ὁ σκώληξ  ὁ ἰοβόλος,  τὸ  σκότος τὸ ἀτελεύτητον, τὰ δεσμὰ τὰ ἄλυτα, ὁ βρυγμὸς τῶν ὀδόντων. Ὅρα τοίνυν αὐτοὺς πάντοθεν κολαζομένους. Ἐν τῇ ζωῇ, ὅτι πρὸς ἀρετὴν ἐνεποδίσθησαν, ὅτι κακίας ἐγένοντο δοῦλοι, καὶ αἰχμάλωτοι,  καὶ περιττὸν  ἐπόνησαν πόνον  καὶ καταγέλαστον· ἐν τῇ τελευτῇ,  ὅτι ἁπλῶς καὶ ὡς ἔτυχεν ἀπώλοντο· ἐν τῷ καιρῷ τῷ μετὰ τὴν τελευτὴν, ὅτι διαπαντὸς ὑπὸ τῆς  ἀπωλείας  κατέχονται.  Καὶ κατακυριεύσουσιν  αὐτῶν  οἱ  εὐθεῖς  τὸ  πρωΐ.  Ἐπειδὴ πολλοὶ  τῶν  παχυτέρων,  καὶ πρὸς ἀναισθησίαν  λίθων  ἐκβεβηκότων,  οὐκ ἔχουσι περὶ τῶν μελλόντων ἐλπίδα σαφῆ, οὔτε τετρανωμένην,  ἀλλὰ πρὸς τὰ παρόντα κεχήνασι καὶ πρὸς τὰ ὁρώμενα,  καταπλήττει  τοὺς  τοιούτους  αἰνιγματωδῶς. Εἶτα διὰ βραχέων  τὰ μέλλοντα  αἰνιξάμενος,  πάλιν  ἐπὶ τὴν ἐν τῷ παρόντι βίῳ γινομένην  αὐτῶν  εὐτέλειαν καὶ τιμωρίαν μετατίθησι τὸν λόγον, δεικνὺς αὐτῶν τὸ ἀσθενὲς, τὸ εὐτελὲς, τὸ εὐκαταφρόνητον,  καὶ ὅτι κἂν μυριάκις πλουτῶσι, κἂν δυναστείαν ὦσι περιβεβλημένοι,  ἐν τάξει δούλων  καὶ ἀνδραπόδων  τοῖς ἀρετὴν  μετιοῦσίν  εἰσιν. ∆ιό φησι, Κατακυριεύσουσιν αὐτῶν  οἱ  εὐθεῖς  τὸ  πρωΐ,  τουτέστι,  ταχέως,  διηνεκῶς,  καὶ  οὐδὲ χρόνου δεήσονται, οὐδὲ πόνου, οὐδὲ μελλήσεώς τινος. Τοιαύτη γὰρ ἡ τῶν πραγμάτων φύσις, τῇ ἀρετῇ τὴν κακίαν  δουλεύειν,  καὶ τρέμειν αὐτὴν, καὶ δεδοικέναι,  κἂν μυρία ἐπιτρίμματα  αὕτη  ἔχῃ, καὶ πολλὰς  τὰς ὑπογραφὰς,  ἐκείνη  δὲ γυμνὴ  ᾖ, καθ' ἑαυτὴν ἀγωνιζομένη.  Καὶ μὴν τοὐναντίον ὁρῶμεν, φησὶ, τούτους ἐκείνων  κρατοῦντας.  Ἀλλὰ μὴ τὸ σφάλμα τῆς τῶν πολλῶν  διανοίας ἴδωμεν· τοῦτο γὰρ πεπλανημένης ὑπολήψεώς ἐστι ψῆφος· ἀλλ' αὐτὴν  τῶν  πραγμάτων  τὴν ὀρθὴν κρίσιν διευκρινήσωμεν,  καὶ ὄψει τοῦτον  κρατοῦντα  τὸν  λόγον.  Ἔστω γάρ τις  πονηρὸς  δεσπότης, καὶ  οἰκέτης  .237 χρηστός· μᾶλλον δὲ, εἰ βούλει, ἐφ' ἕτερον μεῖζον ὑπόδειγμα τὸν λόγον ἀνάγωμεν· Ἔστω βασιλεὺς πονηρὸς, καὶ ἰδιώτης  χρηστὸς, ἴδωμεν  τίς τίνος  κύριός ἐστι, καὶ ποῦ τὰ τῆς δεσποτείας διαλάμπει· τίς ὁ κρατῶν, καὶ τίς ὁ κρατούμενος. Πῶς οὖν εἰσόμεθα τοῦτο; Ἐπιταττέτω  τῷ ἰδιώτῃ ὁ βασιλεὺς πονηρόν τι πρᾶγμα καὶ πλημμελείας  γέμον· τί οὖν ὁ χρηστὸς ἰδιώτης καὶ ὑπήκοος; Οὐ μόνον οὐκ εἴξει, οὐδὲ ὑπακούσεται, ἀλλὰ πειράσεται καὶ  τὸν   ἐπιτάττοντα   ἀπαγαγεῖν   τοῦ   προκειμένου,   κἂν   ἀποθανεῖν   δέῃ.  Τίς  οὖν ἐλεύθερος; ὁ ποιῶν ὃ βούλεται, καὶ μηδὲ τὸν βασιλέα δεδοικώς· ἢ ὁ παρὰ τοῦ ὑπηκόου καταφρονούμενος; Καὶ ἵνα μὴ ἐπὶ παραδείγματος ἀδιορίστου τὸν λόγον προαγάγωμεν, ἡ τοῦ Πεντεφρῆ  γυνὴ  ἡ Αἰγυπτία  οὐχὶ  βασιλὶς ἦν; οὐχὶ  πάσης Αἰγύπτου ἐκράτει; οὐχὶ σύνοικον εἶχε βασιλέα; οὐ πολλὴν περιεβάλλετο δυναστείαν; Τί δὲ ὁ Ἰωσήφ; οὐ δοῦλος; οὐκ  αἰχμάλωτος;  οὐκ  ἀργυρώνητος  οἰκέτης;  οὐ  μετὰ  πάσης τῆς  παρατάξεως  αὐτῆς ὡπλίσατο κατὰ τοῦ νεανίσκου, οὐχ ἑτέρῳ τὸν πόλεμον ἐγχειρίσασα, ἀλλ' αὐτὴ πρὸς τὴν παράταξιν  ἐλθοῦσα; Τίς οὖν ἐν δουλείᾳ  τότε ἦν, τίς δὲ ἐν ἐλευθερίᾳ; ἡ δεομένη, καὶ παρακαλοῦσα,   καὶ   ἱκετεύουσα,   καὶ   οὐδὲ   ἀνθρώπου,   ἀλλὰ   πονηροτάτου   πάθους αἰχμάλωτος γενομένη· ἢ ὁ καταφρονῶν  καὶ διαδήματος, καὶ σκήπτρου, καὶ ἁλουργίδος, καὶ τῆς φαντασίας  ἐκείνης  ἁπάσης, καὶ ἀνακόπτων  αὐτῆς τὰ μηχανήματα;  Οὐχ ἡ μὲν ἀπῆλθε παρακρουσθεῖσα, καὶ ἑτέρῳ πάλιν πάθει γενομένη  δούλη, τῷ θυμῷ τῷ ἀλόγῳ, τῇ μιαιφονίᾳ·  ὁ δὲ ἐξῆλθε μυρίους στεφάνους  ἐπὶ τῆς κεφαλῆς  ἔχων,  καὶ ἐν αὐτῇ τῇ δουλείᾳ τὴν ἐλευθερίαν μειζόνως διαλάμπουσαν δεικνύς;

ιʹ. Οὐδὲν γὰρ οὕτως  ἐλεύθερον  ὡς ἀρετὴ, οὐδὲν  οὕτω  δοῦλον  ὡς κακία. ∆ιὰ τοῦτο καὶ ἀλλαχοῦ  φησί τις· Σοφὸς οἰκέτης κρατήσει δεσποτῶν ἀφρόνων,  Ὥσπερ γὰρ αἰχμάλωτος,  κἂν μυρίον ἔχῃ πλοῦτον,  δι' αὐτὸ τοῦτο μάλιστα πᾶσίν ἐστιν εὐάλωτος· οὕτω καὶ ὁ ὑπὸ τῶν παθῶν ἁλισκόμενος, ἀράχνης ἐστὶν εὐτελέστερος. Τί δὲ ἐν πολέμῳ; οὐχὶ τούτους ὁρῶμεν κρατοῦντας; Τί δὲ ἐν πράγμασι καὶ βουλαῖς; οὐ τὰ τούτων ἕστηκε, κἂν μηδεὶς ὁ πειθόμενος  ᾖ; Τί δὲ ἐν τοῖς μετὰ ταῦτα; οὐχ ὁ μὲν πλούσιος, καθάπερ προσαίτης,  σταγόνα  ᾔτει,  καὶ  οὐκ  ἐπετύγχανεν;     δὲ  πένης,  ἐπειδὴ  σπουδαῖος  καὶ ἐνάρετος ἦν, οὐκ ἐν μεγίστῃ εὐπραγίᾳ ἦν, τὴν αὐτὴν τῷ Ἀβραὰμ λῆξιν ἔχων; Τί δὲ ἐπὶ τῶν ἀποστόλων; οὐχὶ δεσμούμενοι, μαστιγούμενοι, μυρία πάσχοντες δεινὰ, τῶν ταῦτα ποιούντων   περιεγίνοντο;  Ἐννόησον  γοῦν  εἰς  ὅσην  αὐτοὺς  ἀπορίαν  ἐνέβαλον,   ὡς ἐκείνους λέγειν· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; Καίτοι δεδεμένους εἶχον, καὶ ἐν μέσῳ δικαστηρίων συνειλημμένους· καὶ οἱ μὲν ἐν τάξει δικαστῶν, καὶ ἀρχόντων,  οἱ δὲ ἐν τάξει δικαζομένων  εἱστήκεισαν, ἀλλ' ὅμως οὗτοι τούτων ἐκράτησαν. Καὶ πανταχοῦ, εἴ τις μετὰ ἀκριβείας ἐπεξίοι τῷ λόγῳ, τὸν ἐνάρετον  ὄψεται τοῦ πονηροῦ κρατοῦντα, τὴν κυρίως κράτησιν, οὐ ταύτην  τὴν τῶν πολλῶν  καὶ ψευδῆ, τὴν πεπλανημένην καὶ ῥᾳδίως ἐλεγχομένην,  ἀλλ' ἐκείνην  τὴν πεπηγυῖαν  καὶ ἀκίνητον.  Καὶ ἡ βοήθεια αὐτῶν  παλαιωθήσεται  ἐν τῷ ᾅδῃ· τουτέστιν,  ἀσθενήσει. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ μόνον ἐνταῦθα εὐχείρωτοι ἔσονται, μηδενὸς ἀμύνοντος, μηδενὸς χεῖρα ὀρέγοντος, πᾶσι προκείμενοι,  ἀλλὰ καὶ τὸ χαλεπώτερον,  οὐδὲ ἐκεῖ ἕξουσί τινα τὸν παριστάμενον,  καὶ βοηθοῦντα, καὶ χεῖρα ὀρέγοντα, καὶ παραμυθούμενον  αὐτῶν τὴν τιμωρίαν. Οὕτω γοῦν οὔτε αἱ παρθένοι αἱ φρόνιμοι μωραῖς βοηθῆσαι ἴσχυσαν, οὐχ ὁ Ἀβραὰμ τῷ πλουσίῳ, οὐ Νῶε, καὶ  Ἰὼβ,  καὶ  ∆ανιὴλ,  υἱοῖς  καὶ θυγατράσι.  Τὸ γὰρ, Παλαιωθήσεται,  ἀσθενήσει ἐστὶν, ἀφανισθήσεται·  Τὸ γὰρ παλαιούμενον  καὶ γηράσκον, ἐγγὺς ἀφανισμοῦ. Ἐκ τῆς δόξης αὐτῶν  ἐξώσθησαν. Οὗ μάλιστα ἐπεθύμουν,  δι' ὃ πάντα ἐποίουν καὶ ἐπραγματεύοντο, ὥστε καὶ μετὰ τελευτὴν δόξης ἀπολαῦσαι πολλῆς, διὰ τῶν χρημάτων, διὰ τῶν  οἰκοδομημάτων,  διὰ τῶν  τάφων,  διὰ τῶν  ὀνομάτων  τῶν  ἐπικειμένων  τοῖς τάφοις· καὶ τούτου, φησὶν, ἐκπεσοῦνται,  ὃ μάλιστα αὐτοὺς ἐλύπει  ζῶντας  καὶ ταῦτα μανθάνοντας.  Αἱ γὰρ τοιαῦται οἰκοδομαὶ κατηγορίαι τῶν ἀπελθόντων εἰσί. Κἂν γὰρ τὸ σῶμα τῇ γῇ κρύπτηται, ἀλλ' ὅμως οἱ λίθοι φωνὴν  ἀφιᾶσι, καθ' ἑκάστην αὐτῶν κατηγοροῦντες ἡμέραν τῆς ὠμότητος, τῆς ἀναισχυντίας, τοὺς κοινοὺς ἐχθροὺς ἀνακηρύττοντες,   τοὺς  παριόντας   ἀεὶ  εἰς  ἀρὰς  ἐπισπώμενοι,   καὶ  ἐγκλήματα,   καὶ διαβολάς. Ποία οὖν αὕτη δόξα, καταλιμπάνειν κατήγορον  μὴ σιγῶντα,  ἀλλὰ  διὰ τῆς ὄψεως τὰ πάντων  ἀνοίγοντα  στόματα, καὶ πρὸς τοὺς ὁρῶντας ἅπαντας  καὶ παριόντας σφοδροτάτην  ποιούμενον  τὴν  ἐντυχίαν  κατὰ  τῶν  οἰκοδομησαμένων;  Τί ταύτης  τῆς ἀνοίας γένοιτ' ἂν ἴσον, ὅταν ποιῶσιν ἀφ' ὧν κολάζονται, ἀφ' ὧν καταισχύνονται,  ἀφ' ὧν  κατηγοροῦνται,  ἀφ' ὧν  καὶ μετὰ  τελευτὴν  παρὰ πολλῶν  ἀνορύττονται·  ἀφ' ὧν αὐτοῖς ἀραὶ, καὶ διαβολαὶ, καὶ ἐγκλήματα μυρία, καὶ παρὰ τῶν ἠδικημένων, καὶ τῶν οὐκ ἠδικημένων; Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Εἰπὼν τῶν πονηρῶν  τὰ ἐπίχειρα, τῆς ἁμαρτίας τὰ ὀψώνια, λέγει καὶ τὰ τῶν χρηστῶν ἔπαθλα· ὃ καὶ αὐτῷ καὶ ἑτέροις προφήταις ποιεῖν ἔθος, ὥστε ἑκατέρωθεν ῥυθμίζειν τὸν ἀκροατὴν, καὶ ἐκ τῆς κολάσεως τῶν ἁμαρτημάτων, καὶ ἐκ τῶν ἐπάθλων τῆς ἀρετῆς. Τὰ μὲν   οὖν   ἐκείνων   τοιαῦτα,   φησίν·   ἀτιμία,   ματαιοπονία,   ἄνοια,   γέλως,   αἰσχύνη, πανωλεθρία,  θάνατος, τιμωρία, κόλασις διηνεκὴς,  τὸ εὐεπηρέαστον, τὸ καὶ δόξης καὶ ἀσφαλείας ἐκπεπτωκέναι,  καὶ ζῶντας  καὶ τελευτῶντας,  τὸ διαβάλλεσθαι, τὸ κατηγορεῖσθαι, τὸ μηδεμίαν  εὑρίσκειν παραμυθίαν  κακῶν. Τὰ δὲ ἡμέτερα τοὐναντίον ἅπαν, ἀπαλλαγὴ  κολάσεως, ἐλευθερία ψυχῆς, ἀσφάλεια, δόξα, τιμή. Ταῦτα γὰρ πάντα ᾐνίξατο, εἰπών· Πλὴν ὁ Θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με· ᾅδην ἐνταῦθα τὴν κόλασιν λέγων, τὰς ἀφορήτους ἐκείνας ὀδύνας. Ἐννόησον δὲ καὶ ἡλίκα τὰ τῆς τιμῆς, οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ τῷ ἐπαγομένῳ.  Ὅταν γὰρ λαμβάνῃ με, φησὶ, τότε αὐτὸν ἀκριβέστερον ὄψομαι ἢ νῦν. Νῦν γὰρ διὰ πίστεως περιπατοῦμεν,  οὐ διὰ εἴδους, τότε δὲ πρόσωπον κατὰ πρόσωπον. Τῆς δὲ ψυχῆς λυτρουμένης, καὶ τὸ σῶμα κοινωνήσει   τῶν   ἀγαθῶν.   Μὴ  φοβοῦ,  ὅταν   πλουτήσῃ   ἄνθρωπος,      ὅταν πληθυνθῇ    δόξα  τοῦ  οἴκου  αὐτοῦ.  Τούτων  οὕτως  ἐχόντων,  φησὶ,  τί  δέδοικας  τὰ παρόντα; τί σε λυπεῖ πενία; τί φοβῇ τὸν εὔπορον; Ἤκουσας τὰ περὶ τῆς ἀναστάσεως, καὶ τῆς τῶν ἀγαθῶν λήξεως, καὶ τῆς τῶν πονηρῶν τιμωρίας; Τί τοίνυν δέδοικας λοιπὸν τὰς σκιάς; Τὰ μὲν γὰρ μόνιμα καὶ πεπηγότα, ἐκεῖνα· ταῦτα δὲ, ἄνθεσι μαραινομένοις  ἔοικε.
∆ιὸ καὶ πάντα τὰ ἄλλα ἀφεὶς, ἐπὶ τὴν ἀκρόπολιν τῶν κακῶν ἐπήδησε, τοῦ πλούτου τὴν ἐπιθυμίαν·  ταύτης  γὰρ καταβληθείσης,  καὶ τὰ ἄλλα  συγκαταλύεται.  ιαʹ. Καὶ πῶς  μὴ φοβηθῶ,  φησὶ,  τοσαῦτα  δυναμένους;  Πρόσκαιρος ἡ  δυναστεία,  μονόωρος    ἰσχὺς, παροδεύεται ἡ εὐημερία, σκιὰς μιμεῖται καὶ ὀνείρατα τὰ χρήματα, καὶ ὁ πλοῦτος, καὶ ἡ τοσαύτη τιμή· διὸ καὶ ἐπήγαγεν· Ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα,
 οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ· τὴν αἰτίαν τιθεὶς τοῦ μὴ δεδοικέναι τὰ πρόσκαιρα. Ἦλθεν ὁ θάνατος,  φησὶ, τὴν  ῥίζαν ἔτεμε, καὶ ἡ κόμη μετὰ τῶν  φύλλων ἅπασα  κατηνέχθη,  καὶ  πᾶσιν  εὐχείρωτος    οἰκία.  Καθάπερ οὖν  πρόβατα  καὶ  αἶγες ἐπιτίθενται  δένδρῳ κειμένῳ μετὰ τὴν τομὴν, οὕτω δὴ καὶ ἐπὶ τῶν οὕτω πλουτούντων πολλοὶ τῶν ἐχθρῶν, πολλοὶ τῶν φίλων, πολλοὶ τῶν εὐεργετηθέντων τὰ ἐκείνων λυμαινόμενοι  εὑρίσκονται· καὶ ὁ τοσαῦτα περιβεβλημένος,  καὶ τοσούτους οἰνοχόους, μαγείρους, κρατῆρας ἀργυροῦς καὶ χρυσοῦς ἔχων,  πλέθρα γῆς τόσα καὶ τόσα, οἰκίας, ἀνδράποδα, ἵππους, ἡμιόνους, καμήλους, στρατόπεδα οἰκετῶν, ἄπεισι μόνος, καὶ οὐδεὶς αὐτῷ συναπέρχεται,  ἀλλ' οὐδὲ αὐτὰ λαμβάνων  ἄπεισι τὰ ἱμάτια. Καὶ γὰρ ὅσῳπερ ἂν λαμπρὰ περικέηται, τοσούτῳ δαψιλεστέραν ἄπεισι παρασκευάζων τῷ σκώληκι τὴν τράπεζαν,  καὶ  πλείονα  τοῖς  τυμβωρύχοις  ἐπιθυμίαν,  καὶ  μείζονα  κατὰ  τοῦ  ἀθλίου σώματος τὴν ἐπιβουλήν. ∆ι' ὧν γὰρ καλλωπίζει μειζόνως, διὰ τούτων ὑβρίζεσθαι σφοδρότερον  αὑτὸν  κατασκευάζων,  τὰς  χεῖρας  τῶν  ἀνορυττόντων  τὰς  θήκας  ἐφ' ἑαυτὸν ὁπλίζων  καὶ καλῶν.  Καὶ τί τοῦτο; φησίν· ἀλλ' ἐνταῦθα  μεγάλα κομπάζει, καὶ φυσᾷ μέχρι τῆς τελευτῆς. Μάλιστα μὲν πολλοὶ οὐδὲ μέχρι τῆς τελευτῆς· ἀλλ' ἐπιβούλων τινῶν  ἐπιφυέντων αὐτοῖς,  μυρίων  καταδίκων  χαλεπώτερα  ἔπαθον,  καὶ  τὰ  χρήματα ἀφαιρεθέντες,  καὶ ἀτιμίᾳ περιβληθέντες,  καὶ δεσμωτήριον οἰκήσαντες. Καὶ γὰρ ὁ χθὲς ἐν ὀχήματι, σήμερον ἐν ἁλύσει· ὁ χθὲς ὑπὸ κολάκων θεραπευόμενος, ὑπὸ δημίων κυκλοῦται  νῦν·    μύρων  ὄζων,  αἵματι  περιῤῥεῖται·    κατακείμενος   ἐπὶ  στρωμνῆς ἁπαλῆς, ἐπ' ἐδάφους ἔῤῥιπται σκληροῦ· ὁ παρὰ πάντων  θεραπευόμενος, παρὰ πάντων καταφρονεῖται.  Ἀλλὰ καὶ μέχρι τελευτῆς τὰ πρὸς κηδείαν αὐτῷ λαμπρὰ καὶ περιφανῆ. Καὶ τί πρὸς ἐκεῖνον  τὸν οὐκ αἰσθανόμενον;  Πλείων  ἡ δυσωδία, μείζων  ἡ βδελυγμία, σφοδρότερος ὁ φθόνος· καὶ γὰρ τελευτήσαντι διηνεκὴς τοῖς παιδίοις ὁ πόλεμος ἀπὸ τῆς πολυτελείας   ἐκείνης.  Καὶ ὅρα  τὴν  ἀκρίβειαν  τοῦ  ῥήματος,  καὶ  τὴν  ἐπίτασιν  τῆς φιλοσοφίας.  Οὐ γὰρ μόνον αὐτὸν ἐκ τοῦ μὴ συναποδημεῖν  πλήττει,  ἀλλὰ καὶ ἐνταῦθα αὐτὸν  πάσης  γυμνοῖ  τῆς  φαντασίας,  καὶ  οὐδὲ  πλοῦτον  ὄντα  δείκνυσιν,  οὐδ'  ὅταν ἀπολαύῃ  αὐτοῦ ὁ κεκτημένος.  Οὐ γὰρ εἶπεν, Ὅταν πληθυνθῇ  ἡ δόξα αὐτοῦ, ἀλλ',  Ἡ δόξα τοῦ  οἴκου  αὐτοῦ.  Ταῦτα . γὰρ ἅπαντα,  ἅπερ ἀπηριθμησάμην,  πηγαὶ,  καὶ περίπατοι,  καὶ  βαλανεῖα,  χρυσίον  καὶ  ἀργύριον,  ἵπποι  καὶ  ἡμίονοι,  καὶ  τάπητες  καὶ ἱμάτια, τοῦ οἴκου δόξα, οὐ τοῦ τὸν οἶκον οἰκοῦντος ἀνθρώπου. Ἀνθρώπου γὰρ δόξα ἡ ἀρετὴ, ὅθεν καὶ συναποδημεῖ τῷ κεκτημένῳ. Αὕτη δὲ οἴκου δόξα μένει· μᾶλλον δὲ οὐδὲ μένει, ἀλλὰ μετὰ τοῦ οἴκου καὶ συγκαταλύεται, οὐδὲν τὸν ἐν αὐτῷ ἀναστραφέντα ὠφελήσασα· οὐδὲ γὰρ ἦν αὐτοῦ. Ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται. Εἰπὼν περὶ τοῦ πλούτου αὐτοῦ καὶ τῆς δόξης, ἐπὶ τὸν τῶν εὐφημιῶν  διαβαίνει  λόγον. Ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα τοῖς πλουσίοις περισπούδαστον, αἱ ἐν ἀγορᾷ κολακεῖαι, αἱ παρὰ τοῦ δήμου θεραπεῖαι, αἱ δημοτελεῖς εὐφημίαι, τὰ ὑποκρίσεως γέμοντα ἐγκώμια, καὶ μέγα εἶναι δοκεῖ τὸ καὶ ἐν θεάτροις, τὸ καὶ ἐν συμποσίοις, τὸ καὶ ἐν δικαστηρίοις κροτεῖσθαι, παρὰ πάντων  ἀνακηρύττεσθαι,  ζηλωτοὺς  εἶναι νομίζεσθαι, ὅρα καὶ τοῦτο πῶς καθαιρεῖ πάλιν  ἀπὸ τοῦ χρόνου. Ἐν γὰρ τῇ ζωῇ αὐτοῦ, φησὶ, τουτέστιν, αὗται αἱ θεραπεῖαι, καὶ τὸ εὖ λέγεσθαι αὐτὸν, μέχρι τοῦ παρόντος βίου· μετὰ δὲ τῶν ἄλλων  καὶ τοῦτο  συγκαταλύεται,  ὡς  πρόσκαιρον, καὶ ἐπίκηρον.  Ἀλλὰ  καὶ ἡνίκα  ἂν  γίνηται  ἐκ παροχῆς  τῶν  εὐφημούντων, μετὰ τελευτὴν  εἰς τοὐναντίον μεθίσταται,  ὅταν  τὸ τοῦ φόβου προσωπεῖον περιαιρεθῇ. Ἐξομολογήσεταί σοι, ὅταν ἀγαθύνῃς αὐτῷ. Ὅρα πῶς καὶ τὰς εὐεργεσίας αὐτῶν διαβάλλει. Σὺ μὲν γὰρ κολακεύεις καὶ θεραπεύεις, ὑποκρινόμενος πρόσκαιρόν  τινα  θεραπείαν  καὶ  ὑποκρίσεως  γέμουσαν·  ἐκεῖνος  δὲ  κἂν  χάριτάς  σοι  ὁμολογήσῃ,  ὠνούμενος  παρὰ σοῦ τὸ  τὰ  ἀρέσκοντα  αὐτῷ  ποιεῖν,  καὶ  πολλοῦ  τοῦτο ὠνούμενος,  τότε εὐχαριστήσει σοι, φησί. Τὸ γὰρ, Ἐξομολογήσεται, τοῦτό ἐστιν, ὅταν ἀγαθύνῃς αὐτῷ. Οὐκ εἶπεν, Ὅταν τι χρήσιμον ἐργάσῃ, ὅταν εὐεργετήσῃς, ἀλλ', Ὅταν τὰ ἀρεστὰ αὐτῷ, καὶ κατὰ γνώμην ᾖ, καὶ κατὰ νοῦν ὑπηρετήσῃς· δεικνὺς, ὅτι ἑκατέρωθεν ἡ βλάβη, ἀπό τε τῆς πεπλασμένης κολακείας, καὶ ἀπὸ τῆς ἐπιβλαβοῦς διακονίας. Εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ, ἕως αἰῶνος οὐκ ὄψεται φῶς. Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη  τοῖς κτήνεσι τοῖς ἀνοήτοις,  καὶ ὡμοιώθη  αὐτοῖς. Εἰσελεύσεται, ἤγουν μιμήσεται τὸν τῶν πατέρων ζῆλον, καὶ ἐκ πονηρῶν  ὢν, πονηρίαν διαδέξεται·  ἢ ἀντὶ  τοῦ, Εἰ μὴ πράξας τι ἀγαθὸν,  εὑρεθήσεται  ἐκ τοῦ πλούτου  οὐδὲν ὠφελούμενος·  καταλείψεται  δὲ τοὺς πρὸ αὐτοῦ κειμένους  ἐν κόνει ἄχρι τῆς κρίσεως, οὐδὲ φῶς ἰδεῖν δυνάμενος  κατὰ τὸν τῆς φύσεως νόμον. Εἶτα πάλιν  ἐπαναλαμβάνει  τὰ προειρημένα λέγων· Καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε· παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς  ἀνοήτοις,  καὶ  ὡμοιώθη  αὐτοῖς.  Ὁ τοιοῦτος,  φησὶν,    οὕτως  ἀποθανὼν,    μὴ διοικήσας δεόντως τὰ χρήματα, οὐδὲν διοίσει ἀλόγου, ὡς μὴ ἐπιγνοὺς ἣν ἐδέξατο τιμὴν ἐκ Θεοῦ, ἀφομοιωθεὶς  τοῖς κτήνεσιν,  οἷς τὸ πέρας ἐστὶ τῆς ζωῆς θάνατος  μόνον· ὧν ῥυσθείημεν οἵ τε μανθάνοντες  ταῦτα καὶ οἱ διδάσκοντες, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |