ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΗʹ Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν

Πέμπτη 27 Οκτωβρίου 2016

ΚΗʹ Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν




Ιωάννης Χρυσόστομος
Πρός Εβραίους
Τόμος 63


ΚΗʹ Περιῆλθον ἐν  μηλωταῖς,  ἐν  αἰγείοις  δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι· ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος· ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς  ὀπαῖς τῆς γῆς.

αʹ. Ἀεὶ μὲν, μάλιστα δὲ ὅταν  τῶν  ἁγίων ἐννοήσω  τὰ κατορθώματα,  τότε μοι ἐπέρχεται  ἀπαγορεύειν  τὰ κατ' ἐμαυτὸν,  ὅτι οὐδὲ ὄναρ πεῖραν ἐλάβομεν οἷς ἐκεῖνοι τὸν ἅπαντα χρόνον ἐνδιέτριψαν ἄνδρες, οὐχ ἁμαρτημάτων τίνοντες δίκην, ἀλλ' ἀεὶ κατορθοῦντες, καὶ ἀεὶ θλιβόμενοι. Ἐννόησον γάρ μοι τὸν Ἠλίαν, εἰς ὃν ἡμῖν ὁ λόγος περιήκει τήμερον· περὶ αὐτοῦ γάρ φησιν ἐνταῦθα τὸ, Περιῆλθον ἐν μηλωταῖς, καὶ εἰς αὐτὸν αὐτῷ τελευτᾷ τὰ ὑποδείγματα οὐδὲ αὐτὸ καταλιπών· ὅπερ οἰκεῖον αὐτοῖς ἦν. Καὶ εἰπὼν τὰ κατὰ τοὺς ἀποστόλους, ὅτι ἐν φόνῳ μαχαίρας ἀπέθανον, ὅτι ἐλιθάσθησαν, ἄνεισι πάλιν ἐπὶ τὸν Ἠλίαν, τὸν τὰ αὐτὰ παθόντα τούτοις. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς οὐδέπω περὶ τῶν ἀποστόλων δόξαν ἔχειν  τοσαύτην, ἀπὸ τοῦ ἀναληφθέντος,  καὶ μάλιστα θαυμασθέντος, φέρει τὴν  παράκλησιν  καὶ  τὴν  παραμυθίαν.


 Περιῆλθον  γὰρ,  φησὶν,  ἐν  μηλωταῖς,  ἐν αἰγείοις  δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι,  κακουχούμενοι·  ὧν  οὐκ ἦν ἄξιος ὁ κόσμος οὗτος. Οὐδὲ ἱμάτιον εἶχον, φησὶ, περιβαλέσθαι τῇ ὑπερβολῇ τῶν θλίψεων, οὐ πόλιν,  οὐκ οἰκίαν, οὐ καταγώγιον·  τοῦτο, ὅπερ ὁ Χριστὸς ἔλεγεν·  Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου  οὐκ ἔχει ποῦ τὴν κεφαλὴν  κλίνῃ. Τί λέγω, οὐ καταγώγιον;  οὐ στάσιν· οὐδὲ  γὰρ  τὴν  ἔρημον  καταλαβόντες,  ἡσυχίαν  ἦγον·  οὐ  γὰρ  εἶπεν,  Ἐν  ἐρήμῳ ἐκάθηντο,  ἀλλὰ  καὶ  ἐκεῖ  ὄντες  ἔφευγον  καὶ  ἐκεῖθεν  ἠλαύνοντο,   οὐκ  ἐκ  τῆς οἰκουμένης μόνον, ἀλλὰ καὶ ἐκ τῆς ἀοικήτου. Καὶ ἀναμιμνήσκει τόπων αὐτοὺς ἔνθα ἐκάθηντο, καὶ πραγμάτων ἐκεῖ γενομένων· Ὑστερούμενοι, θλιβόμενοι. Εἶτα, φησὶν, ὑμῖν ἐνεκάλουν διὰ τὸν Χριστὸν, καὶ ταῦτα ἐποίουν τῷ Ἠλίᾳ· τί ἔχοντες ἐγκαλεῖν, ἤλαυνον  αὐτὸν  καὶ  ἐδίωκον,  καὶ  λιμῷ  παλαίειν  ἠνάγκαζον;  Ὃ καὶ  οὗτοι  τότε ἔπασχον· διὰ τοῦτο ἔλεγεν ἀλλαχοῦ· Ἔκριναν γοῦν πέμψαι οἱ ἀδελφοὶ τοῖς θλιβομένοις  τῶν  μαθητῶν· Καθὼς γὰρ ηὐπορεῖτό τις, ὥρισαν ἕκαστος αὐτῶν  εἰς διακονίαν  πέμψαι τοῖς κατοικοῦσιν ἐν τῇ Ἰουδαίᾳ ἀδελφοῖς.  [Ὃ καὶ τούτων  ἦν.] Κακουχούμενοι, φησί·  τουτέστι,  κακῶς  πάσχοντες,  ἐν  ταῖς  ὁδοιπορίαις,  ἐν  τοῖς κινδύνοις· ὃ καὶ αὐτὸ  τούτων  ἦν. Τὸ δὲ, [Περιῆλθον, τί ἐστιν;] Ἐν ἐρημίαις πλανώμενοι,  καὶ ὄρεσι καὶ σπηλαίοις, καὶ, ταῖς ὀπαῖς τῆς γῆς. Οὐδὲν ἄλλο ἢ τοῦτο μονονουχὶ ἐμφαίνει, ὅτι περιῆλθον καθάπερ φυγάδες καὶ μετανάσται, καθάπερ ἐπὶ τοῖς αἰσχίστοις ἑαλωκότες, καθάπερ οἱ οὐδὲ τὸν ἥλιον ὁρᾷν ἄξιοι, καὶ οὐδὲ ἀπὸ τῆς ἐρημίας εὕρισκον καταφυγὴν,  ἀλλ' ἔδει φεύγειν  ἀεὶ, ἔδει καταδύσεις ζητεῖν, ἔδει ζῶντας  εἰς  τὴν  γῆν  κατορύττειν  ἑαυτοὺς,  ἀεὶ  ἐν  φόβῳ  εἶναι.  Καὶ οὗτοι  πάντες μαρτυρηθέντες  διὰ τῆς  πίστεως  οὐκ ἐκομίσαντο  τὴν  ἐπαγγελίαν,  τοῦ Θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Τίς οὖν ὁ μισθὸς τῆς τοσαύτης, φησὶν, ἐλπίδος; τίς ἡ ἀνταπόδοσις; Μεγάλη, καὶ οὕτω μεγάλη, ὡς μηδὲ λόγῳ δύνασθαι δηλωθῆναι· Ἃ γὰρ, φησὶν, ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ταῦτά ἐστιν ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ἀλλ' οὔπω ἀπέλαβον, ἀλλ' ἔτι μένουσι καὶ οὕτω τελευτήσαντες ἐν τοσαύτῃ θλίψει.   Καὶ  ἐκεῖνοι   μὲν   χρόνους   ἔχουσι  τοσούτους  νικήσαντες,   καὶ  οὐδέπω ἀπέλαβον· ὑμεῖς δὲ ἐν τῷ ἀγῶνι ἔτι ὄντες, ἀσχάλλετε; Ἐννοήσατε καὶ ὑμεῖς τί ἐστι, καὶ ὅσον ἐστὶ τὸν Ἀβραὰμ καθῆσθαι· καὶ τὸν ἀπόστολον Παῦλον περιμένοντας πότε σὺ τελειωθῇς, ἵνα δυνηθῶσι τότε λαβεῖν τὸν μισθόν. Ἐὰν μὴ γὰρ καὶ ἡμεῖς παραγενώμεθα, προεῖπεν αὐτοῖς ὁ Σωτὴρ μὴ δώσειν· καθάπερ εἰ πατὴρ φιλόστοργος παισὶν εὐδοκίμοις, καὶ τὸ, ἔργον ἠνυκόσι λέγοι, μὴ διδόναι φαγεῖν, ἐὰν μὴ ἔλθωσιν αὐτῶν οἱ ἀδελφοί. Σὺ δὲ ἀσχάλλεις, ὅτι οὐδέπω τὸν μισθὸν ἔλαβες; Τί οὖν ποιήσει Ἄβελ ὁ πρὸ πάντων νικήσας, καὶ ἀστεφάνωτος καθήμενος; τί δὲ Νῶε; τί δὲ οἱ κατ' ἐκείνους τοὺς χρόνους γεγονότες, ὅτι σὲ καὶ τοὺς μετὰ σὲ ἀναμένουσιν; Ὁρᾷς ὅτι ἡμεῖς  πλεονεκτοῦμεν  αὐτῶν;  Καὶ καλῶς  διὰ  τοῦτο  εἶπε,  Τοῦ Θεοῦ περὶ  ἡμῶν κρεῖττόν  τι  προβλεψαμένου.  Ἵνα  γὰρ  μὴ  δοκῶσι πλεονεκτεῖν  ἡμῶν  τῷ  πρῶτοι στεφανοῦσθαι, ἕνα ὥρισε πᾶσι τῶν στεφάνων τὸν καιρὸν, καὶ ὁ πρὸ τοσούτων ἐτῶν νενικηκὼς, μετὰ σοῦ λαμβάνει τὸν στέφανον. Ὁρᾷς κηδεμονίαν; Καὶ οὐκ εἶπεν, Ἵνα μὴ χωρὶς ἡμῶν στεφανωθῶσιν,  ἀλλ',  Ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσιν·  ὥστε καὶ τέλειοι τότε φαίνονται. Προέλαβον κατὰ τοὺς ἀγῶνας, ἀλλ' οὐ προλαμβάνουσι κατὰ τοὺς στεφάνους. Οὐκ ἐκείνους ἠδίκησεν, ἀλλ' ἡμᾶς ἐτίμησε· καὶ γὰρ καὶ αὐτοὶ τοὺς ἀδελφοὺς ἀναμένουσιν. Εἰ γὰρ σῶμα ἓν οἱ πάντες ἐσμὲν, μείζων γίνεται τῷ σώματι τούτῳ ἡ ἡδονὴ, ὅταν κοινῇ στεφανῶται, καὶ μὴ κατὰ μέρος. Καὶ γὰρ οἱ δίκαιοι καὶ ἐν τούτῳ  εἰσὶ θαυμαστοὶ, ὅτι χαίρουσιν ὡς ἐπὶ οἰκείοις ἀγαθοῖς  τοῖς τῶν  ἀδελφῶν. Ὥστε  κἀκείνοις  τοῦτο κατὰ γνώμην  ἐστὶ, τὸ μετὰ τῶν  μελῶν  τῶν  ἰδίων στεφανωθῆναι· τὸ γὰρ ὁμοῦ δοξασθῆναι, μεγάλη ἡδονή. Τοιγαροῦν καὶ ἡμεῖς τοσοῦτον ἔχοντες περικείμενον  ἡμῖν νέφος μαρτύρων.


βʹ. Πολλαχοῦ ἡ Γραφὴ τὴν παραμυθίαν λαμβάνει τὴν ἐν τοῖς κακοῖς ἀπὸ τῶν  συμβαινόντων  πραγμάτων, ὡς ὅταν λέγῃ ὁ προφήτης· Ἀπὸ καύματος καὶ σκληρότητος, καὶ ὑετοῦ ῥύσεταί σε· καὶ ὁ ∆αυΐδ· Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδὲ ἡ σελήνη τὴν νύκτα. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει, ὅτι ἡ μνήμη τῶν ἁγίων ἐκείνων, ὥσπερ νέφος τὸν φλεγόμενον  ὑπὸἀκτῖνος θερμοτέρας σκιάζει, οὕτω τὴν ὑπὸ τῶν κακῶν καταπεπονημένην  ἀνίστησι καὶ ἀνακτᾶται ψυχήν. Καὶ οὐκ εἶπεν, Ὑπεραιωρούμενον ἡμῶν, ἀλλὰ, Περικείμενον ἡμῖν, ὃ ἐκείνου πλέον  ἦν ὥστε δηλῶσαι διὰ τούτου, ὅτι περικείμενον  κύκλῳ, ἐν μείζονι ἀδείᾳ εἰκότως εἶναι ποιήσει. Μάρτυρας δὲ οὐχὶ τοὺς ἐν τῇ Καινῇ λέγει μόνον, ἀλλὰ καὶ τοὺς ἐν τῇ Παλαιᾷ· καὶ γὰρ καὶ αὐτοὶ ἐμαρτύρησαν τῇ τοῦ Θεοῦ μεγαλειότητι·  οἷον,  ὡς  οἱ τρεῖς παῖδες, οἱ περὶ τὸν  Ἠλίαν,  οἱ προφῆται  πάντες.
Ὄγκον ἀποθέμενοι πάντα. –Πάντα, τίνα; Τουτέστι, τὸν ὕπνον, τὴν ὀλιγωρίαν, τοὺς λογισμοὺς  τοὺς εὐτελεῖς,  πάντα  τὰ ἀνθρώπινα.  Καὶ τὴν  εὐπερίστατον  ἁμαρτίαν.Εὐπερίστατον ἤτοι τὴν  εὐκόλως  περιισταμένην  ἡμᾶς, ἢ τὴν  εὐκόλως  περίστασιν δυναμένην παθεῖν, λέγει· μᾶλλον δὲ τοῦτο· ῥᾴδιον γὰρ, ἐὰν θέλωμεν, περιγενέσθαι τῆς ἁμαρτίας. ∆ι' ὑπομονῆς, φησὶ, τρέχωμεν τὸν προκείμενον ἡμῖν ἀγῶνα. Οὐκ εἶπε, Πυκτεύωμεν, οὐδὲ, Παλαίωμεν, οὐδὲ, Πολεμῶμεν, ἀλλ' ὃ πάντων κουφότερον ἦν τὸ τοῦ δρόμου, τοῦτο εἰς μέσον τέθεικεν. Οὐδὲ εἶπε, Προσθῶμεν τῷ δρόμῳ, ἀλλ', Ἐν αὐτῷ τούτῳ ὑπομείνωμεν,  μὴ ἐκλυθῶμεν.  Τρέχωμεν, φησὶ, τὸν προκείμενον ἡμῖν
ἀγῶνα. Εἶτα τὸ κεφάλαιον τῆς παρακλήσεως, ὃ καὶ πρῶτον καὶ ὕστερον τίθησι, τὸν Χριστόν· Ἀφορῶντες, φησὶν, εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν  Ἰησοῦν. Ὅπερ οὖν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς μαθηταῖς συνεχῶς ἔλεγεν· Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ; καὶ πάλιν· Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὑτοῦ. –Ἀφορῶντες, φησί· τουτέστιν, ἵνα μάθωμεν τρέχειν, βλέπωμεν εἰς Χριστόν. Καθάπερ γὰρ ἐπὶ τῶν τεχνῶν   πασῶν  καὶ  τῶν  ἀγωνισμάτων   πρὸς  τοὺς  διδασκάλους  ὁρῶντες,  οὕτως ἐντυποῦμεν  τῇ διανοίᾳ τὴν τέχνην,  διὰ τῆς ὀπτικῆς κανόνας τινὰς  λαμβάνοντες· οὕτω δὴ καὶ ἐνταῦθα, εἰ βουλοίμεθα τρέχειν, καὶ μαθεῖν καλῶς τρέχειν, πρὸς τὸν Χριστὸν ὁρῶμεν, τὸν ἀρχηγὸν  τῆς πίστεως καὶ τελειωτὴν  Ἰησοῦν. Τί ἐστι τοῦτο; Τουτέστιν, αὐτὸς ἐν ἡμῖν τὴν πίστιν ἐνέθηκεν,  αὐτὸς τὴν ἀρχὴν δέδωκεν. Ὃ καὶ πρὸς τοὺς μαθητὰς ὁ Χριστὸς εἶπεν· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Καὶ ὁ Παῦλος δέ φησι· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην.  Εἰ δὲ αὐτὸς  τὴν  ἀρχὴν  ἡμῖν  ἐνέθηκεν,  αὐτὸς  καὶ  τὸ  τέλος  ἐπιθήσει.  Ὃς  ἀντὶ  τῆς προκειμένης αὐτῷ, φησὶ, χαρᾶς, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τουτ  έστιν, ἐξῆν αὐτῷ μηδὲν παθεῖν, εἴπερ ἐβούλετο. Οὐδὲ γὰρ ἁμαρτίαν ἐποίησεν, οὐδὲ δόλος εὑρέθη ἐν τῷ στόματι αὐτοῦ· καθὼς καὶ αὐτός φησιν ἐν τοῖς Εὐαγγελίοις· Ἔρχεται ὁ τοῦ κόσμου ἄρχων, καὶ οὐκ ἔχει ἐν ἐμοὶ οὐδέν. Προὔκειτο τοίνυν αὐτῷ, εἴπερ ἐβούλετο, μὴ ἐλθεῖν  εἰς τὸν σταυρόν· Ἐξουσίαν γὰρ ἔχω, φησὶ, θεῖναι  τὴν ψυχήν  μου, καὶ ἐξουσίαν ἔχω  πάλιν  λαβεῖν  αὐτήν.  Εἰ τοίνυν  ὁ μηδεμίαν  ἔχων ἀνάγκην  τοῦ σταυρωθῆναι, ἐσταυρώθη ἡμῶν  ἕνεκεν· πόσῳ μᾶλλον  ἡμᾶς δίκαιον πάντα γενναίως  ὑπομένειν; Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς, φησὶν, ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Τί δέ ἐστιν, Αἰσχύνης καταφρονήσας; Τὸν ἐπονείδιστον, φησὶν, εἵλετο θάνατον. Ἔστω γὰρ, ἀπέθνησκε· τί καὶ ἐπονειδίστως; ∆ι' οὐδὲν ἕτερον, ἀλλ' ἡμᾶς διδάσκων μηδὲν ἡγεῖσθαι τὴν παρ' ἀνθρώπων  δόξαν. ∆ιὰ τοῦτο, οὐχ ὑποκείμενος ἁμαρτίᾳ εἵλετο αὐτὴν, παιδεύων  ἡμᾶς κατατολμᾷν αὐτῆς, καὶ μηδὲν αὐτὴν τίθεσθαι. ∆ιὰ τί μὴ εἶπε Λύπην, ἀλλὰ Αἰσχύνην; Ὅτι οὐ μετὰ λύπης ταῦτα ἔφερε. Τί οὖν τὸ τέλος; ἄκουε, ἐπάγει γάρ· Ἐν δεξιᾷ τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.  Ὁρᾷς τὸ ἔπαθλον; Ὅπερ καὶ ὁ Παῦλος γράφων  φησί· ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ πᾶν γόνυ κάμψῃ. Τὸ κατὰ σάρκα φησί. Μάλιστα μὲν οὖν, εἰ καὶ μηδὲν ἦν ἔπαθλον, ἱκανὸν  τὸ ὑπόδειγμα πεῖσαι πάντα ἑλέσθαι· νυνὶ  δὲ καὶ ἔπαθλα ἡμῖν πρόκειται, οὐ τὰ τυχόντα,  ἀλλὰ μεγάλα καὶ ἀπόῤῥητα. Ὥστε καὶ ἡμεῖς ἐπειδάν τι πάθωμεν τοιοῦτον, πρὸ τῶν ἀποστόλων ἐννοῶμεν  τὸν Χριστόν. ∆ιὰ τί; Ὅτι ὅλος ὁ βίος αὐτοῦ ὕβρεων ἔγεμε· καὶ γὰρ μαινόμενος ἤκουεν ἀεὶ, καὶ πλάνος, καὶ γόης· καὶ ποτὲ μὲν ἔλεγον οἱ Ἰουδαῖοι· Οὗτος οὐκ ἔστιν ἀπὸ τοῦ Θεοῦ· ποτὲ δέ· Οὐχὶ, φησὶν, ἀλλὰ  πλανᾷ  τὸν  ὄχλον·  καὶ πάλιν·  Ἐκεῖνος ὁ πλάνος  εἶπεν  ἔτι ζῶν· Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι. Καὶ εἰς γοητείαν  δὲ αὐτὸν διέβαλλον  λέγοντες· Ἐν Βεελζεβοὺλ ἐκβάλλει  τὰ δαιμόνια· καὶ ὅτι μαίνεται,  καὶ δαιμόνιον  ἔχει· Οὐ καλῶς  ἐλέγομεν, φησὶν, ὅτι δαιμόνιον  ἔχει, καὶ μαίνεται; Καὶ ταῦτα ἤκουε παρ' αὐτῶν, εὐεργετῶν, θαυματουργῶν, Θεοῦ ἔργα ἐπιδεικνύμενος. Εἰ μὲν γὰρ μηδὲν ποιῶν ταῦτα ἤκουεν, οὐκ ἦν  οὕτω  θαυμαστόν· εἰ δὲ διδάσκων  τὰ πρὸς ἀλήθειαν,  πλάνος  ἤκουε, καὶ δαίμονας ἐκβάλλων, δαίμονα ἔχειν ἐλέγετο, καὶ πάντα ἀνατρέπων τὰ ἐναντία, γόης ἐλέγετο·   ποίαν   ὑπερβολὴν   θαύματος   οὐκ   ἔχει;   Ταῦτα   γὰρ   αὐτοῦ   συνεχῶς κατηγόρουν.


γʹ. Εἰ δὲ βούλει καὶ τὰ σκώμματα καὶ τὰς εἰρωνείας  μαθεῖν, ἃς κατ' αὐτοῦ ἐποιοῦντο, ὃ μάλιστα δάκνει τὰς ἡμετέρας ψυχὰς, ἄκουε πρῶτον τὰς ἀπὸ τοῦ γένους· Οὐχ οὗτος, φησὶν, ἐστὶν ὁ τοῦ τέκτονος υἱὸς, οὗ ἡμεῖς ἴσμεν τὸν πατέρα καὶ τὴν μητέρα; οὐχ οἱ ἀδελφοὶ αὐτοῦ πάντες παρ' ἡμῖν εἰσι; καὶ ἀπὸ τῆς πατρίδος αὐτὸν σκώπτοντες, ἔλεγον ἐκ Ναζαρὲτ αὐτὸν εἶναι. Καὶ πάλιν· Ἐρώτησον,  φησὶ, καὶ ἴδε, ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται· καὶ ἔφερε τοσαῦτα συκοφαντούμενος.  Καὶ πάλιν  ἔλεγον· Οὐχὶ ἡ Γραφή φησιν, ὅτι ἀπὸ Βηθλεὲμ τῆς κώμης ἔρχεται ὁ Χριστός; Βούλει καὶ τὰς εἰρωνείας ἰδεῖν ἃς ἐποιοῦντο παρ' αὐτὸν τὸν σταυρόν; Προσεκύνουν αὐτῷ ἐμπαίζοντες, καὶ ἔπαιον αὐτὸν καὶ ἐκολάφιζον, καὶ ἔλεγον· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ παίσας σε; καὶ ὄξος προσῆγον, καὶ ἔλεγον· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι  ἀπὸ τοῦ  σταυροῦ. Ἔτι δὲ καὶ ὁ δοῦλος  τοῦ  ἀρχιερέως  ῥάπισμα ἔδωκεν αὐτῷ, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ χλευάζοντες δὲ, χλαμύδα περιέθηκαν αὐτῷ, καὶ ἐνέπτυον εἰς τὸ πρόσωπον αὐτοῦ καὶ τὰς πείρας ἀεὶ προσῆγον, πειράζοντες αὐτόν. Βούλει καὶ τὰς κατηγορίας ἰδεῖν, τὰς λάθρα, τὰς φανερῶς, τὰς παρὰ τῶν μαθητῶν; τὸ γὰρ, Μὴ καὶ ὑμεῖς θέλετε ὑπάγειν; καὶ τὸ, ∆αιμόνιον ἔχεις, παρὰ τῶν πιστευσάντων ἤδη ἐλέγετο Εἰπὲ δέ μοι, οὐκ ἀεὶ ἔφευγε καὶ αὐτὸς, ποτὲ μὲν εἰς τὴν Γαλιλαίαν, ποτὲ δὲ εἰς τὴν Ἰουδαίαν; οὐχὶ ἐκ σπαργάνων αὐτῷ πολὺς ὁ πειρασμός; οὐχὶ παιδίον ὄντα αὐτὸν ἡ μήτηρ λαβοῦσα κατῆλθεν εἰς Αἴγυπτον; ∆ιὰ ταῦτα τοίνυν πάντα φησίν· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν  Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας, ἐν δεξιᾷ τε τοῦ θρόνου τοῦ Θεοῦ κεκάθικεν.  Εἰς τοῦτον  τοίνυν  ἀφορῶμεν  καὶ  εἰς  τὰ  τῶν  μαθητῶν  τῶν  τούτου, ἀναγινώσκοντες τὰ Παύλου, καὶ ἀκούοντες αὐτοῦ λέγοντος· Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις ἐν κόποις, ἐν ἁγνότητι, ἐν γνώσει· καὶ πάλιν· Μέχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν  καὶ διψῶμεν,  καὶ γυμνητεύομεν,  καὶ κολαφιζόμεθα,  καὶ ἀστατοῦμεν,   καὶ   κοπιῶμεν,   ἐργαζόμενοι   ταῖς   ἰδίαις   χερσί·   λοιδορούμενοι, εὐλογοῦμεν·  διωκόμενοι,  ἀνεχόμεθα·  βλασφημούμενοι,  παρακαλοῦμεν.  Ἆρα ἐξ ἡμῶν ἔχει τις εἰπεῖν, ὅτι τὸ πολλοστὸν τούτων μέρος ἔπαθεν; Ὡς πλάνοι γὰρ, φησὶν, ὡς ἄτιμοι, ὡς μηδὲν  ἔχοντες· καὶ πάλιν·  Πεντάκις τεσσαράκοντα παρὰ μίαν  ὑπὸ Ἰουδαίων  ἔλαβον·  τρὶς  ἐῤῥαβδίσθην, ἅπαξ  ἐλιθάσθην,  νυχθήμερον  ἐν  τῷ  βυθῷ πεποίηκα,  ὁδοιπορίαις, πολλάκις,  ἐν  θλίψεσιν,  ἐν  στενοχωρίᾳ,  ἐν  λιμῷ.  Καὶ ὅτι ταῦτα τῷ Θεῷ ἐδόκει, ἄκουε αὐτοῦ λέγοντος· Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα, καὶ εἴρηκέ μοι, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται.  ∆ιὸ καὶ, φησὶν,  εὐδοκῶ  ἐν  ἀσθενείαις, ἐν  θλίψεσιν,  ἐν  ἀνάγκαις,  ἐν στενοχωρίαις,  ἐν  πληγαῖς,  ἐν  φυλακαῖς,  ἵνα  ἐπισκηνώσῃ  ἐπ' ἐμὲ ἡ δύναμις  τοῦ Χριστοῦ. Καὶ αὐτοῦ δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλῖψιν  ἕξετε. Ἀναλογίσασθε γὰρ, φησὶ, τὸν  τοιαύτην  ὑπομεμενηκότα  ὑπὸ τῶν  ἁμαρτωλῶν  εἰς αὐτὸν  ἀντιλογίαν,  ἵνα μὴ κάμητε, ταῖς ψυχαῖς  ὑμῶν  ἐκλυόμενοι.  Εἰκότως ταῦτα ἐπήγαγεν· εἰ γὰρ τὰ τῶν πλησίον πάθη διανίστησιν ἡμᾶς, τὰ τοῦ ∆εσπότου πόσην ἡμῖν οὐ παρέξει προθυμίαν; τί ἡμᾶς οὐκ ἐργάσεται; Καὶ σκόπει πῶς παρεὶς πάντα εἰπεῖν,  διὰ τῆς ἀντιλογίας  τὸ πᾶν ἐδήλωσε, καὶ τῷ τοιαύτην προσθεῖναι· τὰς γὰρ ἐπὶ κόῤῥης πληγὰς, τὸν γέλωτα, τὰς ὕβρεις, τοὺς ὀνειδισμοὺς, τὰς χλευασίας, ταῦτα πάντα διὰ τῆς ἀντιλογίας ἐνέφηνε· καὶ οὐκ ἐκεῖνα μόνα, ἀλλὰ καὶ τὰ παρὰ τὸν βίον ἅπαντα τὸν τῆς διδασκαλίας. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀεὶ ἀναλογιζώμεθα, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν ταῖς διανοίαις ἡμῶν στρέφωμεν, εἰδότες ὅτι μεγάλα ἐκ τούτου καρπωσόμεθα ἀγαθὰ, καὶ πολλὴν  τὴν ὠφέλειαν  ἕξομεν. Μέγα γὰρ, ὄντως μέγα παραμύθιον, καὶ τὰ τοῦ Χριστοῦ πάθη καὶ τὰ τῶν ἀποστόλων. Οὕτω γὰρ ᾔδει ταύτην  βελτίω  τῆς  ἀρετῆς οὖσαν τὴν  ὁδὸν, ὡς  καὶ αὐτὸς  ὁ μὴ δεόμενος  αὐτῆς ταύτην  ἐλθεῖν· οὕτως οἶδε τὴν θλῖψιν  συμφέρουσαν ἡμῖν, καὶ ἀνέσεως ὑπόθεσιν μᾶλλον  γινομένην·  ἄκουε γὰρ αὐτοῦ τοῦ Χριστοῦ λέγοντος·  Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. Μόνον γὰρ οὐχὶ τοῦτο διὰ τῆς τοιαύτης  λέγει  διδασκαλίας· Εἰ μαθητὴς εἶ, τὸν διδάσκαλον μιμοῦ· τοῦτο γάρ ἐστι μαθητοῦ. Εἰ δὲ αὐτὸς μὲν διὰ θλίψεως ἦλθε, σὺ δὲ δι' ἀνέσεως, οὐκέτι τὴν αὐτὴν βαδίζεις ὁδὸν, ἣν ἐκεῖνος ἐβάδισεν, ἀλλ' ἑτέραν. Πῶς οὖν ἀκολουθεῖς, μὴ ἀκολουθῶν; πῶς εἶ μαθητὴς, μὴ τῷ διδασκάλῳ ἑπόμενος; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Ἡμεῖς ἀσθενεῖς, ὑμεῖς δὲ ἰσχυροί· ἡμεῖς ἄτιμοι, ὑμεῖς δὲ ἔντιμοι. Ἢ πῶς ἔχει λόγον, φησὶ, τἀναντία  ἡμᾶς ζηλοῦν, καὶ ὑμᾶς μὲν εἶναι  μαθητὰς, ἡμᾶς δὲ διδασκάλους; Μέγα ἄρα θλῖψις, ἀγαπητοί· δύο γὰρ τὰ μέγιστα κατορθοῖ, καὶ ἁμαρτίας ἐξαλείφει, καὶ στεῤῥοὺς ποιεῖ.

δʹ. Τί οὖν, φησὶν, ἂν περιτρέψῃ καὶ ἀπολέσῃ; Οὐχ ἡ θλῖψις τοῦτο ποιεῖ,  ἀλλ'  ἡ  ἡμετέρα  νωθεία.  Πῶς, φησίν;  Ἐὰν  γὰρ  νήφωμεν,  ἐὰν  τὸν  Θεὸν παρακαλῶμεν, ὥστε μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἐὰν ἀεὶ αὐτοῦ ἐχώμεθα, στησόμεθα γενναίως,  καὶ παραταξόμεθα. Ἕως ἂν αὐτὸν ἔχωμεν βοηθὸν, κἂν  πάντων   τῶν  ἀνέμων  σφοδρότερον  πνεύσωσιν  οἱ  πειρασμοὶ,  κάρφος  ἡμῖν ἔσονται καὶ φύλλον ἁπλῶς φερόμενον. Ἄκουε Παύλου λέγοντος· Ἐν τούτοις, φησὶ, πᾶσιν ὑπερνικῶμεν· καὶ πάλιν· Λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν  μέλλουσαν  δόξαν ἀποκαλύπτεσθαι  εἰς ἡμᾶς· καὶ πάλιν·  Τὸ γὰρ παραυτίκα ἐλαφρὸν  τῆς θλίψεως,  καθ' ὑπερβολὴν  εἰς ὑπερβολὴν  αἰώνιον  βάρος δόξης ἡμῖν κατεργάζεται. Σκόπει ἡλίκους κινδύνους, ναυάγια, τὰς ἐπαλλήλους θλίψεις,  καὶ ὅσα τοιαῦτα, ἐλαφρὰ καλεῖ· καὶ ζήλωσον τὸν ἀδάμαντα τοῦτον, τὸν ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα τοῦτο περικείμενον. Ἐν πενίᾳ εἶ; ἀλλ' οὐκ ἐν τοσαύτῃ, ὅσῃ ὁ Παῦλος, ὁ καὶ ἐν λιμῷ ἐξεταζόμενος καὶ δίψει καὶ γυμνότητι· οὐ γὰρ μίαν ἡμέραν τοῦτο ἔπαθεν, ἀλλὰ διηνεκῶς  τοῦτο ὑπέμεινε. Πόθεν τοῦτο δῆλον; Ἄκουε αὐτοῦ λέγοντος· Ἄχριτῆς ἄρτι ὥρας καὶ πεινῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν. Βαβαὶ, πόσην ἔχων ἤδη δόξαν ἐν τῷ κηρύγματι, τοσαῦτα ὑπέμενεν, εἰκοστὸν λοιπὸν ἔτος ἔχων, ὅτε ταῦτα ἔγραφεν. Οἶδα γὰρ, φησὶν, ἄνθρωπον πρὸ ἐτῶν δεκατεσσάρων, εἴτε ἐν σώματι, εἴτε ἐκτὸς τοῦ σώματος, οὐκ οἶδα· καὶ πάλιν·  Μετὰ τρία ἔτη, φησὶν, ἀνῆλθον εἰς Ἱεροσόλυμα. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Καλόν μοι ἀποθανεῖν, ἢ τὸ καύχημά μου ἵνα τις κενώσῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ πάλιν γράφων ἔλεγεν· Ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν.  Τί λιμοῦ χαλεπώτερον;  τί κρυμοῦ; τί τῶν ἐπιβουλῶν τῶν παρὰ ἀδελφῶν; οὓς ψευδαδέλφους λοιπὸν καλεῖ. Οὐχὶ λυμεὼν ἐκαλεῖτο τῆς οἰκουμένης; οὐχὶ ἀπατεών; οὐχὶ ἀνατροπεύς; οὐχὶ κατεκόπτετο μαστιζόμενος; Ταῦτα ἐν νῷ λάβωμεν, ἀγαπητοὶ, ταῦτα ἀναλογιζώμεθα, ταῦτα μνημονεύωμεν, καὶ οὐδέποτε ἐκλυθησόμεθα, κἂν ἀδικώμεθα, κἂν ἁρπαζώμεθα, κἂν μυρία πάσχωμεν  κακά. Γένοιτο τὰ ἐν τοῖς  οὐρανοῖς  ἡμᾶς εὐδοκιμεῖν,  καὶ πάντα φορητά· γένοιτο εὖ πράττειν ἐκεῖ, καὶ τῶν ἐνταῦθα λόγος οὐδείς. Σκιὰ ταῦτά ἐστι καὶ ὄναρ· οἷα ἂν εἴη, ἐλπιζομένων ἐκείνων καὶ προσδοκωμένων, οὐδέν ἐστι τῶν δεινῶν οὔτε τῇ φύσει, οὔτε τῷ χρόνῳ. Τί γὰρ βούλει πρὸς τὰ δεινὰ ἐκεῖνα παραβάλωμεν; τί πρὸς τὸ πῦρ τὸ ἄσβεστον, πρὸς τὸν σκώληκα τὸν ἀτελεύτητον; τί δυνήσῃ ἴσον εἰπεῖν τῶν  ἐνταῦθα πρὸς τὸν βρυγμὸν τῶν  ὀδόντων,  πρὸς τὰ δεσμὰ, πρὸς τὸ σκότος τὸ ἐξώτερον, πρὸς τὴν ὀργὴν πρὸς τὴν θλῖψιν, πρὸς τὴν στενοχωρίαν; Ἀλλὰ τῷ χρόνῳ; Καὶ τί μύρια ἔτη πρὸς ἀπείρους αἰῶνας καὶ ἀτελευτήτους; οὐχ ὅσον μικρὰ σταγὼν πρὸς  ἄβυσσον  ἄπειρον;  Ἀλλὰ  πρὸς  τὰ  ἀγαθά;  Ἀλλ'  ἐκεῖ  μείζων  ἡ  ὑπερβολή· Ὀφθαλμὸς οὐκ εἶδε, φησὶν, οὖς οὐκ ἤκουσεν, ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Καὶ ταῦτα ἔσται πάλιν ἐν ἀπείροις αἰῶσιν. Ὑπὲρ τούτων οὖν κατακοπῆναι μυριάκις οὐ καλὸν,   ἀναιρεθῆναι,   κατακαῆναι,   μυρίους   ὑποστῆναι   θανάτους,   πᾶν   ὁτιοῦν ὑπομεῖναι δεινὸν καὶ λόγῳ καὶ ἔργῳ; Εἰ γὰρ ἐν πυρὶ ζῇν κατακαιόμενον ἦν, οὐκ ἔδει πάντα  ὑπομένειν  ὑπὲρ τοῦ τυχεῖν  τῶν  ἐπηγγελμένων  ἐκείνων  ἀγαθῶν;  Ἀλλὰ τί λέγω  ταῦτα ληρῶν  πρὸς ἀνθρώπους  οὐδὲ χρημάτων  καταφρονῆσαι αἱρουμένους, ἀλλ' ὡς ἀθανάτων αὐτῶν ἐχομένους, κἂν μικρὰ ἐκ πολλῶν δῶσι, τὸ πᾶν νομίζοντας ἠνυκέναι; Οὐκ ἔστι τοῦτο ἐλεημοσύνη· ἐλεημοσύνη γάρ ἐστιν ἡ τῆς χήρας ἐκείνης, ἥτις  τὸν  βίον  αὐτῆς  πάντα  ἐκένωσεν.  Εἰ δὲ  οὐ  χωρεῖς  τοσοῦτον  ὅσον ἡ  χήρα καταβαλεῖν,  ἀλλὰ  κἂν  τὸ  περίσσευμα ὅλον  κατάβαλε·  ἔχε  τὰ  ἀρκοῦντα,  μὴ  τὰ περιττά.  Ἀλλ'  οὐδείς  ἐστιν  οὐδὲ  τὸ  περίσσευμα καταβάλλων·  ἕως  γὰρ  ἂν  ἔχῃς οἰκέτας  πολλοὺς  καὶ  ἱμάτια  σηρικὰ,  πάντα  ταῦτα  περιττεύματά  ἐστιν.  Οὐδὲν ἀναγκαῖον  οὐδὲ τῆς χρείας, ὧν ἄνευ δυνάμεθα ζῇν· ταῦτα περιττὰ καὶ ἁπλῶς ἔξω πρόσκειται. Τίνος οὖν  ἄνευ  οὐ δυνάμεθα  ζῇν ἴδωμεν,  εἰ δοκεῖ. Κἂν δύο μόνους ἔχωμεν  οἰκέτας, δυνάμεθα ζῇν· ὅπου γάρ εἰσί τινες  χωρὶς οἰκετῶν  ζῶντες, ποίαν ἡμεῖς ἔχομεν ἀπολογίαν, τοῖς δύο οὐκ ἀρκούμενοι; ∆υνάμεθα καὶ ἐκ πλίνθων  ἔχειν οἰκίαν τριῶν  οἰκημάτων·  καὶ τοῦτο ἀρκεῖ ἡμῖν. Εἰπὲ γάρ μοι, οὐκ εἰσί τινες  μετὰπαίδων καὶ γυναικὸς ἕνα οἶκον ἔχοντες; Ἔστωσαν δὲ, εἰ βούλει, καὶ παῖδες δύο. Καὶ πῶς οὐκ αἰσχύνη, φησὶν, ἐστὶ τὸ μετὰ δύο οἰκετῶν τὴν ἐλευθέραν βαδίζειν; Ἄπαγε, οὐκ ἔστι τοῦτο αἰσχύνη, μετὰ δύο οἰκετῶν  τὴν ἐλευθέραν βαδίζειν, ἀλλ'  αἰσχύνη ἐστὶ τὸ μετὰ πολλῶν  προϊέναι. Τάχα γελᾶτε  τούτων ἀκούοντες. Πιστεύσατε, τοῦτό ἐστιν αἰσχύνη, τὸ μετὰ πολλῶν προϊέναι. Ὥσπερ οἱ προβατοπῶλαι, ἢ ὥσπερ οἱ τῶν  ἀνδραπόδων   κάπηλοι,  οὕτω  μέγα  τι  ἡγεῖσθε  τὸ  μετὰ  πλειόνων   οἰκετῶν προϊέναι.  Τῦφος τοῦτο  καὶ κενοδοξία· ἐκεῖνο  φιλοσοφία  καὶ σεμνότης. Τὴν γὰρ ἐλευθέραν  οὐκ ἀπὸ τοῦ πλήθους  τῶν  ἀκολούθων  φαίνεσθαι  δεῖ· ποία γὰρ ἀρετὴ ἀνδράποδα  ἔχειν  πολλά;  Τοῦτο  οὐκ  ἔστι  ψυχῆς·  ὅπερ  δὲ  οὐκ  ἔστι  ψυχῆς,  οὐ δείκνυσιν  ἐλευθέραν. Ὅταν ὀλίγοις  ἀρκῆται, τότε ἐστὶν ἐλευθέρα ὄντως· ὅταν δὲ πολλῶν δέηται, δούλη ἐστὶ καὶ ἀνδραπόδων χείρων. Εἰπέ μοι, οἱ ἄγγελοι οὐχὶ μόνοι περιπολοῦσι τὴν οἰκουμένην,  καὶ οὐ δέονται  οὐδενὸς τοῦ ἑψομένου; ἆρ' οὖν διὰ τοῦτο χείρους ἡμῶν  εἰσι τῶν  δεομένων  οἱ μὴ δεόμενοι; Εἰ τοίνυν  τὸ μηδὲ ὅλως δεῖσθαι ἀκολούθου, ἀγγελικὸν, τίς τοῦ ἀγγελικοῦ βίου ἐγγὺς, ἡ πολλῶν δεομένη, ἢ ἡ ὀλίγων; Οὐκ ἔστι τοῦτο αἰσχύνη; αἰσχύνη γάρ ἐστι τὸ ἄτοπόν τι πρᾶξαι. Εἰπέ μοι, τίς ἐπιστρέφει  τοὺς  ἐπ' ἀγορᾶς, ἡ πολλοὺς  ἐπαγομένη,  ἢ ἡ ὀλίγους;  ταύτης  δὲ τῆς ὀλίγους ἐπαγομένης, οὐχὶ ἡ μόνη μᾶλλον  ἀπρόοπτος φαινομένη;  Ὁρᾷς ὅτι ἐκεῖνό ἐστιν αἰσχύνη; Τίς ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ τὰ καλὰ φοροῦσα ἱμάτια, ἢ ἡ ἁπλῶς περικειμένη καὶ ἀνεπιτηδεύτως; τίς πάλιν ἐπιστρέφει τοὺς ἐπ' ἀγορᾶς, ἡ ἐπὶ ἡμιόνων φερομένη, καὶ χρυσοπάστων παραπετασμάτων, ἢ ἡ ἁπλῶς καὶ ὡς ἔτυχε μετὰ κοσμιότητος βαδίζουσα; ἢ ταύτην μὲν οὐδὲ ὁρῶμεν κἂν ἴδωμεν, ἐκείνην δὲ οὐ μόνον ἰδεῖν βιάζονται οἱ πολλοὶ, ἀλλὰ καὶ ἐρωτῶσι, τίς εἴη, καὶ πόθεν; Καὶ παρίημι λέγειν ὅσος ὁ φθόνος ἐντεῦθεν τίκτεται. Τί οὖν, εἰπέ μοι, αἰσχρὸν, ὁρᾶσθαι ἢ μὴ ὁρᾶσθαι; πότε  μείζων  ἡ αἰσχύνη,  ὅταν  πάντες  εἰς  αὐτὴν  βλέπωσιν,  ἢ ὅταν  μηδείς; ὅταν μανθάνωσι περὶ αὐτῆς, ἢ ὅταν μηδὲ φροντίζωσιν; Ὁρᾷς ὅτι οὐ δι' αἰσχύνην, ἀλλὰ διὰ  κενοδοξίαν   πάντα   πράττομεν;  Πλὴν  ἀλλ'  ἐπειδὴ  τούτου  ἀδύνατον   ὑμᾶς ἀπαγαγεῖν,  ἀρκεῖ μοι τέως τὸ μαθεῖν ὑμᾶς, ὅτι οὐκ ἔστι τοῦτο αἰσχύνη. Ἁμαρτία μόνη αἰσχύνη ἐστὶν, ἣν οὐδεὶς εἶναι νομίζει αἰσχύνην, ἀλλὰ πάντα μᾶλλον ἢ ταύτην. Ἱμάτια ἔστω τὰ τῆς χρείας, μὴ περιττά· πλὴν ἀλλ' ἵνα μὴ εἰς πολλὴν στενοχωρίαν ὑμᾶς κατακλείσωμεν, ἐκεῖνο παρεγγυῶ, ὅτι χρυσοπάστων ἡμῖν οὐ δεῖ, οὐδὲ λεπτῶν ὀθονίων.  Καὶ ταῦτα  οὐκ ἐγὼ  λέγω·  ὅτι γὰρ οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος, καὶ παρεγγυῶντος ταῖς γυναιξὶ Κοσμεῖν ἑαυτὰς, μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ἀλλὰ ποταπῷ βούλει, ὦ Παῦλε, εἰπέ· ἴσως γὰρ ἐροῦσιν, ὅτι τὰ χρυσᾶ μόνα ἐστὶ πολυτελῆ, τὰ δὲ σηρικὰ οὐ πολυτελῆ·  εἰπὲ ποταπῷ  βούλει. Ἔχοντες δὲ διατροφὰς  καὶ σκεπάσματα, τούτοις, φησὶν, ἀρκεσθησόμεθα. Τοιοῦτον ἔστω τὸ ἱμάτιον, φησὶν, ὥστε σκέπειν μόνον. ∆ιὰ γὰρ  τοῦτο  ἔδωκεν  ἡμῖν  αὐτὰ  ὁ  Θεὸς, ἵνα  σκέπωμεν  τὴν  γυμνότητα·  τοῦτο  δὲ οἱονδήποτε ἱμάτιον ποιῆσαι δύναται εὐτελοῦς ὃν τιμῆς. Τάχα γελᾶτε, αἱ τὰ σηρικὰ φοροῦσαι  ἱμάτια·  γελᾶσαι  γὰρ  ὄντως  χρή.  Τί μὲν  Παῦλος ἐπέταξε;  τί  δὲ  ἡμεῖς πράττομεν; Οὐ πρὸς τὰς γυναῖκας δέ μοι ὁ λόγος μόνον, ἀλλὰ καὶ πρὸς τοὺς  ἄνδρας. Πάντα γὰρ τὰ λοιπὰ, ἅπερ ἔχομεν, περιττά· μόνοι οἱ πένητες  οὐ περιττὰ κέκτηνται·  τάχα  δὲ  κἀκεῖνοι  δι' ἀνάγκην,  ὡς,  εἴ  γε  ἐξῆν,  οὐκ  ἂν  οὐδὲ  ἐκεῖνοι ἀπέσχοντο. Πλὴν ἀλλ',  εἴτε προφάσει, εἴτε ἀληθείᾳ, τέως ἐκεῖνοι τὰ περιττὰ οὐκ ἔχουσι. Τοιαῦτα τοίνυν φορῶμεν ἱμάτια, τὰ τὴν χρείαν πληροῦντα. Τί γὰρ βούλεται ὁ πολὺς  χρυσός; τοῖς  ἐπὶ  σκηνῆς  ταῦτα  ἁρμόττει, ταῦτα  ἐκείνων  τὰ  φορήματα, πορνῶν ἐστι γυναικῶν, πάντα πρὸς τὸ θεαθῆναι ποιουσῶν. Καλλωπιζέσθω ἐκείνη ἡ ἐπὶ   τῆς   σκηνῆς,  ἡ   ἐπὶ   τῆς   ὀρχήστρας·  πάντας   γὰρ   βούλεται   πρὸς  ἑαυτὴν ἐπισπάσασθαι· ἡ  δὲ  ἐπαγγελλομένη   θεοσέβειαν,  μὴ  οὕτω  καλλωπιζέσθω,  ἀλλὰ ἑτέρως ἔχει καλλωπισμὸν πολὺ ἐκείνης μείζονα. Ἔχεις καὶ σὺ θέατρον· πρὸς ἐκεῖνοκαλλωπίζου τὸ θέατρον, ἐκεῖνον περιτίθεσο τὸν κόσμον. Ποῖόν σού ἐστι τὸ θέατρον; Ὁ οὐρανὸς, ὁ τῶν ἀγγέλων  δῆμος· οὐχὶ τῶν παρθένων λέγω μόνον, ἀλλὰ καὶ τῶν κοσμικῶν· πᾶσαι, ὅσαι τῷ Χριστῷ πιστεύουσιν, ἐκεῖνο ἔχουσι τὸ θέατρον. Τοιαῦτα φθεγγώμεθα,  ἵνα ἐκείνοις τέρπωμεν τοὺς θεατάς· τοιαῦτα περιτίθεσο, ἵνα ἐκείνους εὐφράνῃς. Εἰπὲ γάρ μοι, ἐὰν ἡ πόρνη γυνὴ ἀφεῖσα τὰ χρυσία καὶ τὰ ἱμάτια καὶ τὸν γέλωτα  καὶ τὰ ῥήματα τὰ ἀστεῖα καὶ τὰ αἰσχρὰ, εὐτελὲς ἱμάτιον  περιβάληται, καὶ ἀνεπιτηδεύτως  συνθεῖσα ἑαυτὴν εἰσέλθῃ, καὶ θεοσεβῆ φθέγγηται  ῥήματα, καὶ περὶ σωφροσύνης διαλέγηται, καὶ μηδὲν αἰσχρὸν λέγῃ, οὐχὶ ἀναστήσονται πάντες; οὐχὶ διαλυθήσεται τοῦτο τὸ θέατρον; οὐχὶ ἐκβαλοῦσιν αὐτὴν, ὡς οὐκ εἰδυῖαν ἁρμόσασθαι τῷ δήμῳ, καὶ ἀλλότρια λέγουσαν τοῦ θεάτρου ἐκείνου τοῦ σατανικοῦ; Οὕτω καὶ σὺ, ἐὰν τὰ ἐκείνης περιθεμένη εἰς τὸ τῶν οὐρανῶν θέατρον εἰσέλθῃς, ἐκβαλοῦσί σε οἱ θεαταί. Ἐκεῖ γὰρ οὐ τῶν χρυσῶν ἱματίων χρεία τούτων, ἀλλ' ἑτέρων. Ποίων; Οἵων ὁ προφήτης φησίν· Ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη· οὐχ ὥστε τὸ σῶμα λευκὸν ποιῆσαι καὶ ἀποστίλβον, ἀλλ' ὥστε τὴν ψυχὴν καλλωπίσαι· αὕτη γάρ ἐστιν ἡ ἀγωνιζομένη  ἐκεῖ καὶ ἀθλοῦσα. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, φησί. Ταῦτα περίθου· μυρίων γὰρ καὶ ἄλλων  ἀπαλλάττεις  σαυτὴν κακῶν, καὶ τὸν ἄνδρα μερίμνης, καὶ σαυτὴν φροντίδος. Οὕτω γὰρ αἰδέσιμος ἔσῃ τῷ ἀνδρὶ, ὅταν μὴ πολλῶν  δέῃ.  ʹ. Πᾶς γὰρ ἄνθρωπος εἴωθεν ἀκκίζεσθαι κατὰ τῶν δεομένων αὐτοῦ· ὅταν δὲ ἴδῃ μὴ χρείαν ἔχοντας, κατασπᾷ τὸ φρόνημα, ὥστε ὁμοτίμως διαλέγεται. Ὅταν ἴδῃ ὁ ἀνὴρ ὅτι οὐ χρείαν αὐτοῦ ἔχεις ἐν οὐδενὶ, ὅτι καταφρονεῖς τῶν παρ' αὐτοῦ δωρεῶν, κἂν σφόδρα ᾖ φρονηματιῶν, τότε σε αἰδεσθήσεται μᾶλλον, ἢ τὰ χρυσία περικειμένην·  καὶ οὐκέτι  ἔσῃ αὐτοῦ  δούλη. Ὧν γὰρ χρείαν  ἔχομεν, ὑποκύπτειν  τούτοις ἀναγκαζόμεθα· ἐὰν δὲ ἀποστήσωμεν ἑαυτοὺς, οὐκέτι ἐσόμεθα ὑπόδικοι, ἀλλ' οἶδεν ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον ὑπακοήν τινα ἀπονέμομεν αὐτῷ, οὐ διὰ τὰ παρ' αὐτοῦ. Νῦν μὲν γὰρ ὡς μεγάλα ἡμῖν χαριζόμενος, ὅσης ἂν ἀπολαύσῃ τῆς τιμῆς,  οὐχ  ἡγεῖται  τῆς  πάσης  ἀπολελαυκέναι·  τότε  δὲ  κἂν  μικρᾶς  τύχῃ,  χάριν ἡγήσεται· οὐκ ὀνειδιεῖ, οὐκ ἀναγκασθήσεται οὐδὲ αὐτὸς πλεονεκτεῖν  διὰ σέ. Τί γὰρ ἀλογώτερον τοῦ χρυσία εἰς τοῦτο κατασκευάζειν, ἵνα περικέωνται ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς; Ἀλλ' ἐν βαλανείοις καὶ ἐν ἀγοραῖς οὐδὲν ἴσως θαυμαστόν· τὸ δὲ καὶ ἐν ἐκ κλησίᾳ  οὕτω  σχηματιζομένην  προϊέναι,  πολὺς  ὁ  γέλως.  Τί γὰρ  δή  ποτε εἰσέρχεται χρυσία φοροῦσα ἐνταῦθα, ἡ ὀφείλουσα εἰσελθεῖν, ἵνα ἀκούσῃ κοσμεῖν ἑαυτὰς, μὴ χρυσίῳ μηδὲ μαργαρίταις, μηδὲ ἱματισμῷ πολυτελεῖ; Τίνος οὖν ἕνεκεν εἰσέρχῃ, ὦ γύναι; ἆρα ὡς μαχομένη τῷ Παύλῳ, καὶ δεικνύουσα ὅτι κἂν μυριάκις ταῦτα  λέγῃ, οὐκ ἐπιστρέφῃ; ἀλλ'  ὡς τοὺς διδασκάλους ἡμᾶς ἐλέγξαι  βουλομένη  μάτην  ταῦτα  διαλεγομένους;  Εἰπὲ γάρ μοι, ἐάν  τις  Ἕλλην  καὶ ἄπιστος ἀκούσας ἀναγινωσκομένου   τοῦ  χωρίου  τούτου,  ἔνθα  ταῦτα  λέγει  ὁ  μακάριος  Παῦλος, παρεγγυῶν  ταῖς γυναιξὶ, μήτε χρυσῷ, μήτε μαργαρίταις, μήτε ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτὰς, καὶ ἔχων γυναῖκα πιστὴν, ἴδῃ ὅτι πολὺν ποιεῖται λόγον τοῦ καλλωπισμοῦ καὶ χρυσία περιτίθεται, ἵνα προέλθῃ ἐν ἐκκλησίᾳ, ἆρα οὐκ ἐρεῖ πρὸς
ἑαυτὸν, ὁρῶν αὐτὴν ἐν τῷ κοιτωνίσκῳ ταῦτα περιτιθεμένην καὶ διατιθεῖσαν καλῶς, Τί μένει ἔνδον ἡ γυνὴ εἰς τὸν κοιτωνίσκον; τί βραδύνει; τί περιτίθεται τὰ χρυσία; ποῦ ἀπελθεῖν  ἔχει; εἰς τὴν ἐκκλησίαν; διὰ τί; ἵνα ἀκούσῃ, Μὴ ἱματισμῷ πολυτελεῖ; Οὐ γελάσεται; οὐκ ἀνακαγχάσει; οὐ χλεύην  καὶ ἀπάτην  εἶναι  νομιεῖ  τὰ ἡμέτερα; ∆ιὸ παρακαλῶ, τὰ χρυσία ταῖς πομπαῖς ἀφῶμεν, ταῖς σκηναῖς, ταῖς προθήκαις ταῖς ἐπὶ τῶν ἐργαστηρίων· ἡ δὲ τοῦ Θεοῦ εἰκὼν μὴ τούτοις καλλωπιζέσθω· ἡ ἐλευθέρα τῇ ἐλευθερίᾳ  κοσμείσθω· ἐλευθερία  δὲ τὸ ἄτυφον,  τὸ ἀκόμπαστον. Εἰ δὲ καὶ δόξης βούλει τῆς παρὰ ἀνθρώπων ἐπιτυχεῖν, οὕτως ἐπιτεύξῃ Τὴν γὰρ ἀνδρὸς πλουτοῦντος οὖσαν γυναῖκα  οὐχ οὕτω θαυμασόμεθα χρυσία φοροῦσαν καὶ σηρικὰ (τοῦτο γὰρ κοινὸν ἁπασῶν), ὡς ὅταν λιτὸν ἱμάτιον καὶ ἁπλοῦν, καὶ ἐξ ἐρίου εἰργασμένον μόνον περικειμένη  τυγχάνῃ·  τοῦτο θαυμάσονται  πάντες,  τοῦτο κροτήσουσιν. Ἐν ἐκείνῳ μὲν γὰρ τῷ κόσμῳ τῷ τῶν χρυσίων καὶ τῶν πολυτελῶν  ἱματίων, πολλὰς ἔχει τὰς κοινωνούσας αὐτῇ· κἂν ταύτην ὑπερακοντίσῃ, ὑπὸ τῆς ἑτέρας ἡττᾶται· κἂν πάσας ὑπερβάληται, ὑπὸ τῆς βασιλίδος αὐτῆς νικᾶται· ἐνταῦθα δὲ πάσας νικᾷ, καὶ αὐτὴν τὴν τοῦ βασιλέως γυναῖκα· μόνη γὰρ ἐν πλούτῳ  πολλῷ  τὰ τῶν  πενήτων  εἵλετο. Ὥστε καὶ εἰ δόξης ἐρῶμεν, ἐνταῦθα μείζων ἡ δόξα. Οὐ πρὸς τὰς χήρας λέγω μόνον, καὶ τὰς πλουσίας· ἐνταῦθα γὰρ δοκεῖ ἡ τῆς χηρείας ἀνάγκη τοῦτο ποιεῖν· ἀλλὰ καὶ πρὸς τὰς ὑπάνδρους οὔσας. Ἀλλ' οὐκ ἀρέσκω, φησὶ, τῷ ἀνδρί. Οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, ἀλλὰ τῷ πλήθει τῶν γυναικῶν  τῶν πενιχρῶν·  μᾶλλον δὲ οὐκ ἀρέσκειν, ἀλλὰ κατατήκειν  αὐτὰς καὶ ὀδυνᾷν,  καὶ τὴν πενίαν  μείζονα ποιεῖν.  Πόσα διὰ σὲ βλάσφημα φθέγγονται; Μὴ ἔστω, φησὶ, πενία· ὁ Θεὸς μισεῖ τοὺς πενομένους, ὁ Θεὸς οὐ φιλεῖ τοὺς ἐν πενίᾳ. Ὅτι γὰρ οὐ τῷ ἀνδρὶ βούλει ἀρέσκειν, καὶ ταύτης ἕνεκεν τῆς αἰτίας  καλλωπίζῃ,  ἐξ  ὧν  αὐτὴ  ποιεῖς  τοῦτο  δῆλον  ἅπασι  καθιστᾷς.  Ὅταν  γὰρ ὑπερβῇς τὸν  οὐδὸν τοῦ θαλάμου, εὐθέως  ἅπαντα  ἀποτίθῃ, καὶ τὰ ἱμάτια, καὶ τὰ χρυσία, καὶ τοὺς μαργαρίτας· καὶ ἐπὶ τῆς οἰκίας μάλιστα οὐ φορεῖς. Εἰ δὲ ὅλως βούλει ἀρέσκειν τῷ ἀνδρὶ, ἔστι δι' ὧν ἀρέσκεις, δι' ἐπιεικείας, διὰ πραότητος, διὰ κοσμιότητος. Πίστευε γάρ μοι, γύναι, κἂν μυριάκις ᾖ κατωφερὴς ὁ ἀνὴρ καὶ ἀκρατὴς, ταῦτα μᾶλλον αὐτὸν ἐφελκύσεται, ἐπιείκεια, κοσμιότης, τὸ ἄτυφον, τὸ ἀδάπανον, τὸ εὐτελές. Τὸν μὲν γὰρ ἀκόλαστον, κἂν μυρία τοιαῦτα ἐπινοῇς, οὐ καθέξεις· καὶ ἴσασιν ὅσαι  τοιούτους   ἐσχήκασιν  ἄνδρας·  ὡς  γὰρ  ἐὰν  καλλωπίσῃς   σαυτὴν,  ἐκεῖνος ἀκόλαστος ὢν πρὸς ἑτέραν ἄπεισι· τὸν δὲ σώφρονα καὶ κόσμιον οὐ τούτοις αἱρήσεις, ἀλλὰ   τοῖς  ἐναντίοις·  ἐν  τούτοις  δὲ  καὶ  λυπεῖς,  σαυτῇ δόξαν  περιτιθεῖσα φιλοκόσμου. Εἰ γὰρ καὶ αἰδούμενος ὁ ἀνὴρ, καὶ τοῦτο ὡς σώφρων οὐ λέγει, ἀλλ' ἔνδοθεν καταγνώσεταί σου· τοὺς δὲ φθόνους καὶ τὰς βασκανίας οὐ περιστελεῖται. Οὐ πᾶσαν ἡδονὴν ἐκβαλεῖς λοιπὸν, φθόνον ἐγείρουσα κατὰ σαυτῆς;

 ζʹ. Τάχα δυσχερῶς ἀκούετε  τῶν  λεγομένων,  καὶ  ἀγανακτεῖτε  λέγουσαι, ὅτι  τοὺς  ἄνδρας  παροξύνει μᾶλλον  κατὰ τῶν  γυναικῶν.  Οὐ τοὺς ἄνδρας παροξύνων  ταῦτα λέγω, ἀλλὰ παρ' ὑμῶν βουλόμενος ἑκοντὶ ταῦτα γίνεσθαι, δι' ὑμᾶς, οὐ δι' ἐκείνους· οὐχ ἵνα ἐκείνους ἀπαλλάξω φθόνου, ἀλλ' ἵνα ὑμᾶς ἀπαλλάξω φαντασίας βιωτικῆς. Βούλει φανῆναι καλή; κἀγὼ  τοῦτο βούλομαι, ἀλλὰ  κάλλος  ὃ ὁ Θεὸς ζητεῖ, κάλλος  ὃ ἐπιθυμεῖ  ὁ βασιλεύς. Τίνα βούλει σχεῖν ἐραστὴν, τὸν  Θεὸν ἢ ἀνθρώπους; Ἐὰν ἐκεῖνο  ᾖς τὸ κάλλος  καλὴ,  ὁ Θεὸς ἐπιθυμήσει  τοῦ κάλλους  σου· ἂν  δὲ τοῦτο  χωρὶς  ἐκείνου, ἐκεῖνος  μέν  σε βδελύξεται,  ἔσονται  δέ  σου ἐρασταὶ  ἄνδρες  μιαροί·  οὐδεὶς  γὰρ ὑπάνδρου γυναικὸς  ἐρῶν ἀγαθός. Τοῦτο καὶ ἐπὶ τοῦ κόσμου τοῦ ἔξωθεν λογίζου. Ἐκεῖνος μὲν γὰρ ὁ κόσμος, ὁ τῆς ψυχῆς λέγω, τὸν Θεὸν ἐπισπᾶται· οὗτος δὲ πάλιν τοὺς μιαροὺς ἄνδρας. Ὁρᾷς ὅτι ὑμῶν κήδομαι, ὅτι ὑμῶν φροντίζω, ἵνα καλαὶ ἦτε, ὄντως καλαὶ, ὄντως ἐπίδοξοι, ἵνα ἀντὶ ἀνδρῶν μιαρῶν τὸν ἁπάντων ∆εσπότην Θεὸν ἔχητε  ἐραστήν; Ἡ δὲ  ἐκεῖνον  ἔχουσα ἐραστὴν, τίνι  ἔσται ὁμοία;  μετὰ  ἀγγέλων χορεύει. Εἰ γὰρ παρὰ βασιλέως φιλουμένη τις ὑπὲρ πάντας μακαρίζεται· ἡ παρὰ τοῦ Θεοῦ φιλουμένη φιλίαν  πολλὴν, τίνος ἔσται ἀξία; κἂν τὴν οἰκουμένην ἀντιστήσῃς, οὐδὲν  τοῦ  κάλλους  ἐκείνου  ἄξιον.  Τοῦτο τοίνυν  ἀσκήσωμεν τὸ  κάλλος,  τούτῳ κοσμώμεθα τῷ κόσμῳ, ἵνα  εἰς τοὺς οὐρανοὺς χωρήσωμεν,  εἰς τὰς παστάδας τὰς πνευματικὰς, εἰς τὸν νυμφῶνα τὸν ἀκήρατον. Τοῦτο μὲν γὰρ τὸ κάλλος ὑπὸ πάντων ἁλίσκεται, καὶ ὅταν παραμείνῃ καλῶς, καὶ μήτε νόσος ἐνοχλήσῃ μήτε φροντὶς, ὅπερ ἀδύνατον, οὐ παραμένει εἴκοσιν ἔτη· ἐκεῖνο δὲ ἀεὶ ἀνθεῖ, ἀεὶ ἀκμάζει· οὐκ ἔστιν ἐκεῖ δεῖσαι μεταβολὴν, οὐ γῆρας ἐπελθὸν ῥυτίδα ἤγαγεν, οὐ νόσος κατασκήψασα ἐμάρανεν, οὐκ ἀθυμίας φροντὶς ἐλυμήνατο, ἀλλὰ πάντων  τούτων ἐστὶν ἀνώτερον. Τοῦτο δὲ πρὶν ἢ φανῆναι, ἀπέστη, καὶ φανὲν οὐκ ἔχει πολλοὺς τοὺς θαυμαστάς. Οἱ μὲν γὰρ κόσμιοι οὐ θαυμάζουσιν, οἱ δὲ θαυμάζοντες, μετὰ ἀσελγείας θαυμάζουσι. Μὴ
τοίνυν τοῦτο ἀσκῶμεν, ἀλλ' ἐκεῖνο· ἐκείνου ἐχώμεθα, ἵνα μετὰ λαμπάδων φαιδρῶν ἀπέλθωμεν εἰς τὸν νυμφῶνα. Οὐ γὰρ ταῖς παρθένοις τοῦτο ἐπήγγελται μόνον, ἀλλὰ ταῖς ψυχαῖς  ταῖς παρθένοις· ἐπεὶ, εἰ παρθένων  ἦν ἁπλῶς  τοῦτο, οὐκ ἂν αἱ πέντε ἀπεκλείσθησαν. Πασῶν τοίνυν ἐστὶ τοῦτο ὅσαι τὴν ψυχήν εἰσι παρθένοι, ὅσαι τῶν νοημάτων  τῶν βιωτικῶν  εἰσιν ἀπηλλαγμέναι·  φθείρουσι γὰρ τὰς ψυχὰς  τὰ νοήματα ταῦτα. Ἐὰν τοίνυν ἀκέραιοι μένωμεν, ἀπελευσόμεθα ἐκεῖ καὶ δεχθησόμεθα. Ἡρμοσάμην γὰρ ὑμᾶς, φησὶν, ἑνὶ ἀνδρὶ, παρθένον  ἁγνὴν  παραστῆσαι τῷ Χριστῷ. Ταῦτα οὐ πρὸς τὰς παρθένους εἶπεν, ἀλλὰ πρὸς τὸ πλήρωμα τῆς ἐκκλησίας ἁπάσης. Ἡ γὰρ ἄφθορος ψυχὴν  παρθένος  ἐστὶ, κἂν ἄνδρα ἔχῃ· παρθένος  ἐστὶ τὴν  ὄντως παρθενίαν, τὴν θαυμαστήν· αὕτη γὰρ ἡ τοῦ σώματος ἐκείνης ἐστὶν ἐπακολούθημα καὶ σκιὰ, ἡ δὲ ἀληθὴς παρθενία ἐκείνη ἐστί. Ταύτην ἀσκῶμεν, καὶ οὕτω δυνησόμεθα μετὰ φαιδροῦ προσώπου τὸν νυμφίον ἰδεῖν, μετὰ φαιδρῶν εἰσελθεῖν τῶν λαμπάδων, ἐὰν  τὸ ἔλαιον  ἡμᾶς μὴ ἐπιλίπῃ,  ἐὰν  τὰ χρυσία χωνεύσασαι  ἔλαιον  ἐργασώμεθα τοιοῦτον, ὃ ποιεῖ φαιδρὰς τὰς λαμπάδας· τὸ δὲ ἔλαιον ἐκεῖνό ἐστιν ἡ φιλανθρωπία. Ἐὰν ἑτέροις μεταδῶμεν τὰ ὄντα, ἐὰν ἔλαιον αὐτὰ ἐργασώμεθα, τότε ἡμῶν προστήσεται, καὶ οὐκ ἐροῦμεν ἐν ἐκείνῳ τῷ καιρῷ, ∆ότε ἡμῖν ἔλαιον ὅτι σβέννυνται ἡμῶν   αἱ  λαμπάδες,   οὐδὲ  ἑτέρων   δεηθησόμεθα,  οὐδὲ  ἀπελθοῦσαι  πρὸς  τοὺς πωλοῦντας, ἀποκλεισθησόμεθα, οὐδὲ ἀκουσόμεθα τῆς φωνῆς  ἐκείνης τῆς φοβερᾶς καὶ  φρικτῆς,  κρούουσαι τὰς  θύρας· Οὐκ οἶδα  ὑμᾶς· ἀλλ' ἐπιγνώσεται  ἡμᾶς, καὶ συνεισελευσόμεθα τῷ νυμφίῳ, καὶ εἰσελθόντες εἰς τὸν νυμφῶνα  τὸν πνευματικὸν, μυρίων ἀπολαύσομεν τῶν ἀγαθῶν. Εἰ γὰρ ἐνταῦθα οὕτω φαιδρὸς ὁ νυμφὼν,  οὕτω λαμπραὶ  αἱ  παστάδες, ὡς  μηδένα  κορέννυσθαι  προσέχοντα·  πόσῳ  μᾶλλον  ἐκεῖ; Θάλαμός ἐστιν ὁ οὐρανὸς, καὶ τοῦ οὐρανοῦ ὁ νυμφὼν βελτίων· ἐκεῖ εἰσελευσόμεθα. Εἰ δὲ ὁ νυμφὼν  οὕτω  καλὸς,  τίς  ἄρα ἔσται ὁ νυμφίος;  Καὶ τί  λέγω  τὰ  χρυσία ἀποθέμεναι μεταδῶμεν τοῖς δεομένοις; εἰ γὰρ καὶ ἑαυτὰς πωλεῖν ἐχρῆν, εἰ γὰρ ἀντ' ἐλευθέρων γενέσθαι δούλας, ὥστε δυνηθῆναι  μετ' ἐκείνου εἶναι τοῦ νυμφίου, τοῦ κάλλους ἀπολαύειν ἐκείνου, μόνον ὁρᾷν εἰς τὸ πρόσωπον ἐκείνου· οὐκ ἐχρῆν μετὰ προθυμίας ἅπαντα καταδέξασθαι; Καὶ βασιλέα μὲν τὸν ἐπὶ γῆς ἵνα μόνον ἴδωμεν, πολλάκις ὑπὲρ τοῦ ἰδεῖν αὐτὸν καὶ τὰ ἐν χερσὶ ῥίπτομεν, καὶ ἀναγκαῖα ὄντα· ὑπὲρ δὲ τοῦ βασιλέα καὶ νυμφίον ἐν οὐρανοῖς ἀμφότερα ὄντα, ὥστε μὴ μόνον καταξιωθῆναι ἰδεῖν, ἀλλὰ καὶ προηγεῖσθαι αὐτοῦ μετὰ λαμπάδων, καὶ ἐγγὺς αὐτοῦ εἶναι, καὶ διαπαντὸς εἶναι μετ' αὐτοῦ, τί οὐκ ἔδει ποιεῖν; τί δὲ οὐ πράττειν; τί δὲ οὐχ ὑπομένειν; ∆ιὸ, παρακαλῶ, λάβωμέν τινα πόθον ἐκείνων τῶν ἀγαθῶν, ποθήσωμεν ἐκεῖνον τὸν νυμφίον,  ὦμεν  παρθένοι  τὴν  ἀληθῆ  παρθενίαν·  τὴν  γὰρ  τῆς  ψυχῆς  παρθενίαν ἐπιζητεῖ ὁ ∆εσπότης. Μετὰ ταύτης εἰσέλθωμεν εἰς τὸν οὐρανὸν, μὴ ἔχοντες σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἵνα καὶ τῶν ἐπηγγελμένων  ἡμῖν ἀγαθῶν ἐπιτύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/








Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |