ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤʹ Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ.

Τετάρτη 26 Οκτωβρίου 2016

ΣΤʹ Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν ἐφ' ὅλης τῆς βασιλείας αὐτοῦ.




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56


ΣΤʹ Καὶ ὁ βασιλεὺς κατέστησεν αὐτὸν  ἐφ' ὅλης  τῆς  βασιλείας  αὐτοῦ.

 Καὶ οἱ τακτικοὶ καὶ οἱ σα τράπαι ἐζήτουν πρόφασιν εὑρεῖν κατὰ ∆ανιὴλ ἐκ τῆς βασιλείας. Καὶ πᾶσαν πρόφασιν καὶ παρά πτωμα οὐχ εὗρον κατ' αὐτοῦ, ὅτι πιστὸς ἦν· τουτέστι καὶ εὔνους τῷ βασιλεῖ ἦν. Ἢ, Ὅτι πιστὸς ἦν· τουτέστι, ἐθάῤῥει τῷ Θεῷ, κἀκεῖνος πάντα ἐκυ βέρνα· Θεοῦ δὲ κυβερνῶντος, τίς ἂν γένοιτο βλάβη; Τί οὖν φησι; Εἶπον οἱ τακτικοὶ ἐκεῖνοι, Οὐχ εὑρή σομεν κατὰ ∆ανιὴλ πρόφασιν, εἰ μὴ ἐν νομίμοις Θεοῦ αὐτοῦ.  Οὐδὲν, φησὶ, δυνατὸν  εὑρεῖν.  ∆ιὰ τί; Μὴ οὐκ ἄνθρωπός  ἐστιν; ἐν  πᾶσιν ἄπταιστος γέγονεν; Τὸ μέλλον ἄδηλον, καὶ ὑπὲρ τῶν μελλόντων  πῶς ἀπο φαίνεσθε; Καί φησι, Πεῖραν ἐλάβομεν ἀπὸ τῶν  πρα γμάτων.  Εἰ μὴ ἐν νομίμοις, φησὶ, Θεοῦ αὐτοῦ, οὐχ εὑρήσομεν πρόφασιν. Καὶ μὴν ἐκεῖ ἄληπτος πολλῷ πλέον. Συγχωρεῖ τὸν πειρασμὸν ὁ Θεὸς πρὸς δοκιμήν.


 Μὴ γὰρ οὐκ ἠδύνατο κωλῦσαι τὴν κακίαν ἐκείνων; Ἀλλ' ἵνα διὰ τούτου μάθῃς, καὶ τοῦτον  θαυμάσῃς, οὐ φθονεῖ  τοῦ στεφάνου τοῖς οἰκέτοις αὐτοῦ. Τότε οἱ τακτικοὶ καὶ οἱ σατράπαι παρέστη σαν τῷ βασιλεῖ, καὶ εἶπον αὐτῷ· ∆αρεῖε βασιλεῦ, εἰς τοὺς αἰῶνας  ζῆθι. Συνεβουλεύσαντο πάντες  οἱ ἐπὶ τῆς βασιλείας σου στρατηγοὶ καὶ σατρά παι, ὕπατοι  καὶ τοπάρχαι, τοῦ στῆσαι στάσει βασιλικῇ, καὶ ἐνισχῦσαι ὁρισμὸν, ὅπως ὃς ἂν αἰτήσῃ παρὰ παντὸς θεοῦ ἢ ἀνθρώπου αἴτημα ἕως ἡμερῶν τριάκοντα, ἀλλ' ἢ παρὰ σοῦ, βασι λεῦ, ἐμβληθήσεται εἰς τὸν λάκκον  τῶν  λεόντων.   Νῦν οὖν,  βασιλεῦ, στῆσον τὸν  ὁρισμὸν, καὶ ἔκθες γραφὴν, ὅπως μὴ ἀλλοιωθῇ τὸ δόγμα Μή δων καὶ Περσῶν, ὅπως ἂν μὴ παραγραφῇ κατ έναντι  τούτου. Τότε ὁ βασιλεὺς ∆αρεῖος ἐπέταξε γραφῆναι  τὸ δόγμα. Ὅρα τί ποιοῦσι, πῶς ἀλόγιστον δόγμα ἐσπούδαζον στῆσαι. Καὶ κατὰ σπουδὴν τοῦτο αἰτοῦσι. Τὸ μὲν  γὰρ λέγειν,  Ὃς ἂν αἰτήσῃ παρὰ ἀν θρώπου, λόγον  εἶχεν;  Ἀλλ' ἐδόκουν σοφίζεσθαι τὸν λόγον τῆς αἰτήσεως τῷ βραχεῖ χρόνῳ. Ποία ὑπόθεσις αὕτη; διὰ τί τοῦτο  εἶπες;  Ἔδοξε, φησί·  πάντες  συν  ελθόντες   τοῦτο  ἐκυρώσαμεν,  ὥστε  ἐν τριάκοντα ἡμέ ραις παρὰ σοῦ μόνου αἰτεῖν. Ὦ βαρβαρικὸν αἴτημα· ὦ πολλῆς ἀλογίας γέμουσα χάρις, αὐτὸν  τὸν  δοκοῦντα  τιμᾶσθαι  καταισχύνουσα! Εἰ μὲν  γὰρ τοῦτο καλὸν, ἔδει διηνεκὲς τοῦτο εἶναι· εἰ δὲ φαῦλον, οὐδὲ τὰς τριάκοντα ἡμέρας. Πάλιν εἰ καλὸν, τί τὸ πλῆθος προβάλλεσθε; Καὶ γὰρ χωρὶς τούτου ἐπινεῦσαι δεῖ· εἰ δὲ φαῦλον, οὐδὲ πάσης τῆς οἰκουμένης  κελευούσης ὑπείκειν  ἐχρῆν. Οὐ προεῖδε τὸν δόλον  ὁ βασιλεύς· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα. Ὥρισε γὰρ, καὶ γράμμασιν αὐτὸν [f. αὐτὸ] ἠσφαλίσαντο, ὥστε μηδὲ βουλομένῳ μετὰ ταῦτα γενέσθαι καιρὸν τοῦ ἀνανεῦ σαι. Τί οὖν ἀκούσας φησὶν ὁ ∆ανιήλ; Οὐκ ἐταράχθη, οὐ προσέθηκεν, οὐκ ἀφεῖλεν. Ὅρα τὸν ἐνάρετον  ὁμα λῶς  ἀεὶ ζῶντα, ὥσπερ τινὰ  ἄνθη παρατρέχοντα  πάν τα, ὥσπερ ἐν σκιαῖς καὶ τὰ χρηστὰ καὶ τὰ λυπηρὰ θεώμενον. Εἰ γὰρ ἐν ἀρχῇ οὕτως ἀκατάπληκτος ἔμενε, πολλῷ μᾶλλον νῦν μετὰ τὴν πεῖραν τῶν ἀγώνων  το σούτους ἀναδησάμενος στεφάνους. Τίνος ἕνεκεν οὐ προσῆλθε; τίνος ἕνεκεν οὐκ ἐμέμψατο, τοσαύτην παρὰ τῷ βασιλεῖ παῤῥησίαν ἔχων; Οὐκ ἐβούλετο ῥήμασιν, ἀλλὰ πράγμασι τοῦτο ποιῆσαι. Ἄλλως  δὲ  πανταχοῦ  αὐτὸν  εὑρίσκομεν, τῆς  χρείας  καλούσης, ἐπιπηδῶντα,  καὶ παραγινόμενον.  Καὶ ∆ανιὴλ  ἡνίκα  ἔγνω  ὅτι ἐνετάγη  τὸ δόγμα, εἰσῆλθεν  εἰς τὸν οἶκον αὐτοῦ· καὶ αἱ θυρίδες ἀνεῳγμέναι ἐν τοῖς ὑπερῴοις αὐ τοῦ κατέναντι Ἱερουσαλήμ· καὶ καιροὺς τρεῖς τῆς ἡμέρας ἦν κάμπτων  ἐπὶ τὰ γόνατα αὐτοῦ, καὶ προσευχόμενος, καὶ ἐξομολογούμενος  ἐναντίον  τοῦ Θεοῦ αὐτοῦ, καθὼς ἦν ποιῶν ἔμπροσθεν. Τίνος ἕνεκεν τῶν θυρίδων ἡμᾶς ἀνέμνησεν, ὅτι ἀνεῳ γμέναι ἦσαν πρὸς Ἱερουσαλήμ; Σφοδρὸν τῆς θέας εἶχον  πόθον. Καθάπερ οὖν τις ποθουμένην  ἔχων ἀποῦ σαν, καὶ τὰς ὁδοὺς τὰς ἐκεῖ φερούσας φιλεῖ· οὕτω δὴ καὶ οὗτος. Ἐπεθύμουν δὲ αὐτῆς ἄλλοι τῶν σωματικῶν ἕνεκεν, οὗτος δὲ οὐχὶ, ἀλλὰ διὰ τὴν δόξαν τοῦ Θεοῦ. Ἐπεὶ ὅτι τοῦτό ἐστι, δῆλον  ἐκεῖθεν· οὐ γὰρ εἵλετο  ἀνελθεῖν,  τοῦ σπουδαζομένου πέρας εἰληφότος  αὐτῷ. ∆ιὰ τοῦτο καὶ ἡμεῖς, καθὼς οἱ πατέρες ἡμῖν παρ έδωκαν, πρὸς ἀνατολὰς  ὁρῶντες  εὐχόμεθα,  πόλιν  καὶ   ἡμεῖς  καὶ  πατρίδα  ἀρχαίαν ζητοῦμεν·  καὶ  γὰρ  ὄντως  ἄξιον  ζητῆσαι.  Πῶς, πανταχοῦ  τοῦ  Θεοῦ ὄντος,  καὶ λέγοντος  τοῦ προφήτου· Τῷ ἐπιβεβηκότι  ἐπὶ δυ σμῶν, Κύριος ὄνομα αὐτῷ· πρὸς ἀνατολάς ἐσμεν τετραμμένοι; Ἐκεῖ ὥσπερ ἰατρεῖον ἦν τὸ ἀρχαῖον. Ἀλλ' οὐκ ἔλαβες αὐτοῦ πεῖραν; Ἀλλὰ ζήτει. Ἐν αἰχμαλωσίᾳ καὶ ἡμεῖς ᾠκοῦμεν, ἀλλὰ πρὶν ἐλθεῖν τὸν Χρι στόν. Τίνος δ' ἕνεκεν  τρεῖς μόνους  καιροὺς τῆς ἡμέρας ἦν  κάμπτων  ἐπὶ τὰ γόνατα  αὐτοῦ; Τί γάρ; τοῦτο  οὐ θαυμαστόν; Ἄνθρωπος  τοσαύταις  κυκλούμενος φρον τίσι, καὶ οὐδὲ μικρὸν ἀναπνεῦσαι ἔχων. Ὅρα δὲ καὶ τὸ ἀποστολικὸν ἐκεῖνο πληρούμενον· Ἐν παντὶ τό πῳ, φησὶ, ἐπαίροντες ὁσίους χεῖρας. Καὶ ὅπερ ὁ Χριστὸς ἐκέλευσε, τοῦτο ἐπλήρουν. Καὶ κλείσας, φησὶ, τὴν θύραν σου, πρόσευξαι τῷ Πατρί σου. Τότε ἀπεκρίθησαν, καὶ λέγουσιν  ἐνώπιον  τοῦ βασιλέως· ∆ανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν  τῆς αἰχμα λωσίας τῆς Ἰουδαίας, οὐχ ὑπετάγη τῷ δόγματί σου, καὶ περὶ τοῦ ὁρισμοῦ, οὗ ἔταξας· καὶ καιροὺς τρεῖς ἡμέρας αἰτεῖ παρὰ τοῦ Θεοῦ αὐτοῦ τὰ αἰτή ματα. Τότε ὁ βασιλεὺς, ὡς τὸ ῥῆμα ἤκουσε, πολὺ ἐλυπήθη ἐπ' αὐτῷ, καὶ περὶ τοῦ ∆ανιὴλ ἠγωνί σατο τοῦ ἐξελέσθαι αὐτόν· καὶ ἕως πρὸς δυσμὰς ἡλίου ἠγωνίσατο τοῦ ἐξελέσθαι αὐτὸν,  καὶ ἦν  ἀγω  νιζόμενος  περὶ αὐτοῦ. Τότε οἱ ἄνδρες  ἐκεῖνοι  παρετηρήσαντο ἐπὶ τὸν βασιλέα, καὶ λέγουσι τῷ βασιλεῖ· Γνῶθι, βασιλεῦ, ὅτι τὸ δόγμα τοῖς Μή δοις καὶ Πέρσαις, τοῦ πάντα ὁρισμὸν καὶ στάσιν, ἣν ἂν ὁ βασιλεὺς στήσῃ, οὐ δεῖ παραγράψαι. Τότε ὁ βασιλεὺς εἶπε, καὶ ἤγαγον τὸν ∆ανιὴλ, καὶ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν  λεόντων.  Τάχα τινὲς  ὑμῶν  λέγουσιν, ὅτι Οὐκ ἴσχυσεν αὐτὸν ἐξελέσθαι; Μάλιστα μὲν ἠδύνατο ὁ Θεὸς ποιῆσαι τὸν βασιλέα δυνατώτερον, ἀλλὰ ἐπὶ τὸ κάμμα ἄγει τὸν ἀθλητήν. Ἤδει τὸ τέλος, οὐκ ἠγνόει τὸ πέρας. Οὐδὲ ὁ βασιλεὺς εἰ τοῦτο ᾔδει τὸ τέλος ἐκβησόμενον, ἠγω νίσατο ἄν· ἀλλ' οὐκ ἴσχυσεν. Ἀπόδεκτος τῆς προθυ μίας, συγγνωστὸς τῆς ἀγωνίας. Οὕτω ποθεινὸς ἦν ὁ ∆ανιήλ· ἀλλ' ὁ φθόνος οὐδὲ τὰ καλὰ ἀφίησι βλέπειν, μᾶλλον δὲ βλέπειν μὲν αὐτὰ, οὐ τοῖς αὐτοῖς δὲ ὀφθαλ μοῖς. Οὐ δεῖ, φασὶν, οὕτως ἔκλυτα εἶναι τὰ πράγματα, οὐδὲ ἀβεβαίους τοὺς νόμους τοὺς παρ' ἡμῖν. Τὸ ἔθνος ὅλον ὑβρίζεται. Ἐμβάλλουσιν εἰς τὸν λάκκον· ἐπιτι θέασι λίθον. Καὶ εἶπεν ὁ βασιλεὺς τῷ ∆ανιήλ· Ὁ Θεὸς, ᾧ σὺ λατρεύεις ἐνδελεχῶς,  αὐτὸς ἐξελεῖταί σε. Καὶ ἤνεγκαν  λίθον  ἕνα, καὶ ἐπέθηκαν ἐπὶ τὸ στόμα τοῦ λάκκου· καὶ ἐσφραγίσατο ὁ βασιλεὺς τῷ δακτυλίῳ  αὐτοῦ, καὶ τῷ δακτυλίῳ  τῶν  με γιστάνων αὐτοῦ, ὅπως μὴ ἀλλοιωθῇ πρᾶγμα ἐν  τῷ ∆ανιήλ. Καὶ ἀπῆλθεν ὁ βασιλεὺς εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἐκοιμήθη ἄδειπνος, καὶ ἐδέσματα οὐκ εἰσήνεγκαν αὐτῷ, καὶ ὁ ὕπνος  ἀπέστη ἀπ' αὐτοῦ.  Ἀναμνήσθητί  μοι τοῦ  μνημείου  τοῦ  Χριστοῦ, ἔνθα  τὰ σήμαντρα ἐπέθηκαν οἱ Ἰουδαῖοι. Εἰ γὰρ μὴ τοῦτο ἦν, εἶπαν ἂν, ὅτι κατὰ γοητείαν τὸ πρᾶγμα γέγονεν. Ἀλλὰ πανταχοῦ τὰ παρὰ τῶν ἐχθρῶν γινόμενα, ὑπὲρ ἡμῶν ἐστιν. Ἵνα γὰρ πᾶσαν αὐτοῖς ἀνέλῃ πρόφα σιν, τοῦτο γίνεται· καὶ ὁ βασιλεὺς τίθησι σημεῖα, ἵνα  ἐκείνοις  μὴ ἐκγένηταί  τι  ποιῆσαι, ἢ ἐξελεῖν,  καὶ  τοὺς  λέοντας  αἰτιάσασθαι· κἀκεῖνοι δὲ τιθέασιν, ἵνα μὴ ἐξῇ τῷ βασιλεῖ ῥύσασθαι αὐτὸν, ἀλλ' οὕτως ἀδέκαστον γενέσθαι τὴν ψῆφον. Καὶ οὐκ ἐδείπνησε, φησὶ, ὁ βασι λεὺς, οὐδὲ ἐκαθεύδησεν. Ὅρα πόσον ποιεῖ φίλτρον. Καὶ τί; Πρῶτον μὲν παρεθάρσυνεν αὐτὸν λέγων· Ὁ Θεὸς ᾧ σὺ λατρεύεις ἐνδελεχῶς. Πάλιν αἰτίαν τί θησι δικαίαν, δυναμένην αὐτοῦ ἀναστῆσαι τὴν ψυχήν.  Καὶ γὰρ  ἦν  ἴσως  ἀκηκοώς.  Εἶτα παραγίνεται  ὕμνον  ἀναφέρων.  Τότε ὁ βασιλεὺς πολὺ ἠγαθύνθη ἐπ' αὐτῷ· καὶ τὸν ∆ανιὴλ εἶπεν ἀνενεγκεῖν ἐκ τοῦ λάκκου. Καὶ ἀνηνέχθη ∆ανιὴλ ἐκ τοῦ λάκ κου, καὶ πᾶσα διαφθορὰ οὐχ εὑρέθη ἐν αὐτῷ, ὅτι ἐπίστευσε τῷ  Θεῷ αὐτοῦ.  Καὶ εἶπεν  ὁ  βασιλεὺς,  καὶ  ἤγαγον  τοὺς  ἄνδρας  τοὺς διαβάλλοντας τὸν ∆ανιήλ· καὶ εἰς τὸν λάκκον τῶν λεόντων ἐνεβλή θησαν αὐτοὶ, καὶ οἱ υἱοὶ αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν· καὶ οὐκ ἔφθασαν εἰς τὸ ἔδαφος τοῦ λάκκου, ἕως οὗ ἐκυρίευσαν αὐτῶν οἱ λέοντες, καὶ πάντα τὰ ὀστᾶ αὐτῶν ἐλέπτυναν.  Τίνος ἕνεκεν  παῖδες  καὶ γυναῖκες  ἀπόλλυνται;  τί  ἥμαρτον  οὗτοι; Ἴσως καὶ αὐτοὶ  τοῖς αὐτοῖς ἐκοινώνουν. Εἶδες τῶν πονηρῶν τὴν τιμωρίαν; εἶδες τῶν δικαίων τὰ ἔπαθλα; Πάντοθεν παιδεύου, πάντοθεν οἰκοδομοῦ. Εἶδες ὅτι κἂν καταλίπῃ Θεὸς, ἐπὶ χρησίμῳ τοῦτο ποιεῖ. Περι εγένετο πυρός· περιεγένετο θηρίων. Μηκέτι λοιπὸν ἐξετάσῃς, διὰ τί λέοντες,  καὶ παρδάλεις, καὶ τὰ λοιπὰ  θηρία; Καθάπερ γὰρ δήμιοί τινες  παρὰ τὰς πλευρὰς  ἑστῶτες τοῦ ∆ανιὴλ,  ὥσπερ ἐν θείῳ  τινὶ  καὶ φρικτῷ  δικαστηρίῳ τοῦτο ποιοῦντες· οὕτως οὐκ ἐτόλμησαν διορύξαι τὰς πλευρὰς τοῦ δικαίου. Οὐ γὰρ ἤκουσαν ἐπιτάγματος  δικαστοῦ. Ἐπειδὴ  δὲ  τοὺς  ἄλλους  ἔβα λον,  ἐπιτάξαντος  τοῦ  Θεοῦ, διέφθειραν, Καὶ τὰ ὀστᾶ αὐτῶν, φησὶ, ἐλέπτυναν.  Τίς ἐχαλίνου  αὐτῶν τὰ στόματα; τίς τροφῆς παρακειμένης ἀποσχέσθαι ἐκέ λευσεν; ποῖος οὕτω φιλόσοφος ἐγκρατὴς, ὡς λιμοῦ κελεύοντος, καὶ τῆς λύσεως τοῦ λιμοῦ παρούσης, μὴ ἂν θελῆσαι λῦσαι τὸ δεινόν; Πάλιν διαγράμματα, πάλιν κήρυγμα θεῖον, πάλιν ἡ διὰ τῶν ἔργων μαρ τυρία.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |