ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα

Τετάρτη 26 Οκτωβρίου 2016

Εʹ Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον μέγα




Ιωάννης Χρυσόστομος
Είς Προφήτην Δανιήλ
Τόμος 56

Εʹ Βαλτάσαρ ὁ βασιλεὺς ἐποίησε δεῖπνον  μέγα τοῖς μεγιστᾶσιν αὐτοῦ χιλίοις, καὶ κατέναντι  τῶν χιλίων  ὁ οἶνος.

Πίνων Βαλτάσαρ ὁ βασιλεὺς εἶ πεν ἐν τῇ γεύσει τοῦ οἴνου, τοῦ ἐνεγκεῖν τὰ σκεύη τὰ χρυσᾶ, καὶ τὰ ἀργυρᾶ, ἃ ἐξήνεγκε Να βουχοδονόσορ ὁ πατὴρ αὐτοῦ ἐκ τοῦ ναοῦ τοῦ ἐν Ἱερουσαλὴμ, καὶ πιέτωσαν  ἐν αὐτοῖς  ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες  αὐτοῦ, καὶ οἱ παράκοιτοι, καὶ αἱ παλλακαὶ αὐτοῦ. Καὶ ἠνέχθησαν  τὰ σκεύη τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐξήνεγκε Ναβουχοδονόσορ ἐκ τοῦ ναοῦ  τοῦ Θεοῦ ἐν Ἱερουσαλήμ· καὶ ἔπινον  ἐν αὐτοῖς  ὁ βασιλεὺς, καὶ οἱ μεγιστᾶνες αὐτοῦ, καὶ οἱ παράκοιτοι αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ. Καὶ ἔπινον οἶνον, καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδη ροῦς, καὶ ξυλίνους, καὶ λιθίνους. Εἶδες αὐτὰ λαμ βανόμενα; Ἀλλ' ὅρα αὐτῶν τὴν ἰσχὺν, καὶ μετὰ τὸ ἁλῶναι, καὶ τεθῆναι ἐν τῷ εἰδωλείῳ.  Ἔστω κατὰ γνώμην ἐκεῖνος αὐτοῦ. ∆ιὰ τί καὶ τούτῳ; ∆ιὰ τὰς ἁμαρτίας ἐλήφθη ταῦτα· ἔδωκαν δίκην.


Τί τὸ πέρας καὶ μετὰ τὰ σημεῖα; πῶς οὐδὲν ἔπαθον ἐκεῖνοι, ἀλλ'  ὁ βασιλεὺς μόνος; Οὗτος γὰρ εἶπεν, αὐτὸς αἴτιος ἦν  Ἤνεσαν, φησὶ, τοὺς θεοὺς τοὺς χρυσοῦς καὶ ἀργυροῦς. Τίνος ἕνεκεν  ἡ διαφορὰ  αὕτη  τῶν  θεῶν  παρ' αὐτοῖς  ἦν; Ὁ διάβολος βουλόμενος αὐτοὺς πά σης ἀποστερῆσαι συγγνώμης, πολλάκις ἐκέλευσε ξυ λίνους γενέσθαι, ἵνα μηδὲ ἀπὸ τῆς ὕλης πολυτέλειαν  ἔχωσιν εἰς ἀπολογίαν.  Ὕμνουν εἰς αὐτούς. Ὅρα οὐδαμοῦ τὸν Θεὸν ἄρχοντα, ἀλλ' ἑπόμενον. Τίνος ἕνεκεν ἐπηκολούθησεν  ἡ δίκη  ταχέως,  καὶ  αὐτῇ  τῇ  ὥρᾳ; Ἵνα  μὴ τὰ  γενόμενα  ἐκ τῶν προτέρων θαυμάτων κατα λυθῇ ὑβριζομένου τοῦ Θεοῦ διὰ τῶν σκευῶν, ἐβου λήθη ἄνδρας ἐνυβρίσαι. Καὶ ὅρα τί γίνεται. Ἐβουλήθη σκεύη· καὶ αὐτῇ τῇ ὥρᾳ ἡ τιμωρία. Τίνος ἕνεκεν οὐκ ἀποστέλλεται ὁ προφήτης ἐγκαλέσων, ἀλλὰ ἀστρά γαλος χειρός; Ὥστε μείζω γενέσθαι τὴν ἔκπληξιν. Ἐν αὐτῇ τῇ ὥρᾳ ἐξῆλθον δάκτυλοι χειρὸς ἀν θρώπου, καὶ ἔγραφον κατέναντι τῆς λαμπάδος ἐπὶ τὸ κονίαμα τοῦ τοίχου τοῦ οἴκου τοῦ βασι λέως· καὶ ὁ βασιλεὺς ἐθεώρει τοὺς ἀστραγάλους τῆς χειρὸς τῆς γραφούσης. Πρόσθες καὶ ἑσπέραν οὖσαν. Ἔδει τὴν οἴδησιν τὴν ἀπὸ τῆς μέθης κατα σταλῆναι. Εἶτα ἔδει μαθεῖν  τοὺς παρόντας  ἅπαντας,  ὅτι δίκην  δίδωσιν.  ∆ιὰ τί μὴ σκηπτὸν ἀφῆκεν εὐθέως ἐκ τοῦ οὐρανοῦ; Ὥστε πάλιν καὶ τὸν οἰκέτην δοξα σθῆναι τὸν αὐτοῦ· ὥστε αὐτὸν ἀκοῦσαι διὰ τί ταῦτα πάσχει. Ὁ γὰρ ∆ανιὴλ εἰσελθὼν οὐχὶ τὴν γραφὴν ἑρμηνεύει μόνον, ἀλλὰ καὶ μακροὺς ἀποτείνει λόγους, καὶ συμβουλευτικοὺς, οὐχ ὡς ὠφελήσων  αὐτὸν, ἀλλ' ὡς τοὺς ἄλλους βελτίους ποιήσων. Τότε ∆ανιὴλ εἰσ ῆλθεν ἐνώπιον  τοῦ βασιλέως. Καὶ εἶπεν ὁ βασι λεὺς τῷ ∆ανιήλ· Σὺ εἶ ∆ανιὴλ, ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ἧς κατήγαγεν ὁ βασι λεὺς ὁ πατήρ μου ἀπὸ τῆς Ἰουδαίας; Ὡς καταπληττόμενος  αὐτὸν  καὶ  εἰς  ἀνάγκην  καθιστῶν,  ταῦτά  φησιν. Εἰπὼν δὲ, Ὃν ἤγαγεν ὁ βασιλεὺς ὁ πατήρ μου ἀπὸ τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας, ταῦτα κατ' αὐ τοῦ τὰ ῥήματα ἔλεγεν, εἰ τῶν αἰχμαλώτων  δέεται παν ταχοῦ. Ἤκουσα περὶ σοῦ, ὅτι πνεῦμα Θεοῦ ἅγιον  ἐν σοὶ, καὶ γρήγορσις καὶ σύνεσις καὶ σοφία πε ρισσὴ εὑρέθη ἐν σοί. Καὶ νῦν  εἰσῆλθον ἐνώπιόν  μου οἱ σοφοὶ, μάγοι, Γαζαρηνοὶ, Χαλδαῖοι, ἵνα τὴν γραφὴν  ταύτην  ἀναγνῶσι, καὶ τὴν σύγκρισιν αὐτῆς γνωρίσωσί μοι· καὶ οὐκ ἠδυνήθησαν τὴν σύγκρισιν τοῦ λόγου τούτου ἀναγγεῖλαί  μοι. Καὶ ἐγὼ ἤκουσα περὶ σοῦ, ὅτι δύνασαι συγκρίματα συγκρῖναι, καὶ λύειν συνδέσμους. Καὶ νῦν ἐὰν  δυνηθῇς  ἀναγνῶναι   τὴν  γραφὴν,  καὶ  τὴν  σύγκρι  σιν  αὐτῆς  γνωρίσαι  μοι, πορφύραν ἐνδύσῃ, καὶ ὁ μανιάκης ὁ χρυσοῦς ἔσται ἐπὶ τὸν τράχηλόν σου, καὶ τρίτος ἐν τῇ βασιλείᾳ μου ἄρξεις. Ὁμολογεῖ καὶ τὴν τῶν οἰκείων ἧτταν, καί φησιν· εἰπὲ, καὶ λαβὲ τάδε. Ἀλλ' ὅρα τὸν  προφήτην,  ἐπὶ  μὲν  τοῦ πα τρὸς αὐτοῦ  πῶς  ἠθύμησεν, ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον· ἀλλὰ τί φησι; Τότε ἀπεκρίθη ∆ανιὴλ, καὶ εἶπεν ἐνώπιον τοῦ βασιλέως· Τὸ δόμα σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν  γραφὴν  ἀναγνώσομαι  τῷ βασιλεῖ, καὶ τὴν  σύγκρισιν αὐτῆς γνωρίσω  σοι, βασιλεῦ. Τίνος ἕνεκεν παραιτεῖται; Ἵνα μάθῃς, ὅτι οὐ δι' ἐκεῖνα λέ γει. Ὅτι γὰρ οὐκ ὀργιζόμενος ἁπλῶς ταῦτα εἶπεν, Ἐγὼ δὲ, φησὶ, τὴν γραφὴν ἀναγνώσομαι, καὶ τὴν  σύγκρισιν αὐτῆς ἀναγγελῶ  τῷ  βασιλεῖ. Ὁρᾷς αὐτὸν  χρημάτων  κρείττω; τιμῆς  ἀνώτερον;  οὐδενὸς  δεόμενον  τῶν  βασιλικῶν;  Οὕτω δεῖ  τοὺς  τὰ  Θεοῦ λέ γοντας εἶναι. Ἵνα μὴ νομίσῃ ὅτι ταύτῃ αὐτὸν ἐπ εσπάσατο, ἢ ἀνθρώπινόν  τι τῶν λεγομένων  ἐστί. Τί οὖν φησι; Ἀφεὶς εἰπεῖν τὴν γραφὴν, συμβουλὴν ἀπο τείνει, ἐξ αὐτῶν τῶν προοιμίων αὐτὸν ἀναμιμνήσκων τῶν τῷ πατρὶ συμβεβηκότων. Ὁ Θεὸς ὁ ὕψιστος τὴν βασιλείαν, καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ τῷ πατρί σου. Καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες οἱ λαοὶ, φυλαὶ, γλῶσσαι ἦσαν τρέμοντες, καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ. Οὓς ἐβού λετο αὐτὸς ἀνῄρει, καὶ οὓς ἐβούλετο αὐτὸς ἔτυ πτεν, καὶ οὓς ἐβούλετο αὐτὸς ἐταπείνου. Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη  ἀπὸ τοῦ θρόνου  τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ αὐτοῦ ἀφῃρέθη ἀπ' αὐτοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων  ἐξεδιώχθη, καὶ ἡ καρδία αὐτοῦ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ ὄνων  ἀγρίων ἡ κατοικία αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτὸν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω ὅτι κυριεύει ὁ Θεὸς ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. Εἰ γὰρ ἐκεῖνος, φησὶ, ἀσύγγνωστος, σὺ ὁ μετὰ παράδειγμα τοιοῦτον μὴ σωφρονισθεὶς, τίνος ἄξιος, εἰπέ μοι; Οὐδὲ γὰρ εἰς ἄγνοιαν  ἔχεις καταφυγεῖν.  Οὐδὲ πάντα ταῦτα ᾔδεις; Τίνα τίνος προτιμᾷς; τοὺς οὐκ ἀκούοντας, οὐδὲ βλέποντας; Καὶ σὺ ὁ υἱὸς αὐτοῦ, Βαλτάσαρ, οὐκ ἐταπείνωσας  τὴν καρδίαν σου κατ' ἐνώπιον  τοῦ Θεοῦ. Οὐ πάντα ταῦτα ἔγνως; Καὶ ἐπὶ τὸν Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ ὑψώθης, καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἤνεγκας ἐνώπιόν σου· καὶ σὺ, καὶ οἱ μεγιστᾶνές σου, καὶ οἱ παράκοιτοί σου, καὶ αἱ παλλακαί σου ἐπίνετε οἶνον ἐν αὐτοῖς· καὶ τοὺς θεοὺς τοὺς χρυ σοῦς, καὶ ἀργυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους, οἳ οὐ βλέπουσι, καὶ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσιν, ᾔνεσας, καὶ τὸν Θεὸν, οὗ ἡ πνοή σου ἐν  χειρὶ  αὐτοῦ,  καὶ  πᾶσαι αἱ  ὁδοί  σου, αὐτὸν  οὐκ  ἐδόξασας. ∆ιὰ τοῦτο  ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξε. Καὶ αὕτη  ἡ γραφὴ  ἡ ἐντεταγμένη·  Μανὴ, Θεκὲλ, Φαρές· καὶ τοῦτο  τὸ σύγκριμα τοῦ ὁράματος. Μανή· ἐμέτρη σεν ὁ Θεὸς τὴν  βασιλείαν  σου, καὶ  ἐπλήρωσεν  αὐτήν. Θεκέλ· ἐστάθη ἐν ζυγῷ, καὶ εὑρέθη ὑστε ροῦσα. Φαρές· διῃρέθη ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. ∆ιὰ τοῦτο, φησὶ, ἐμέτρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ διῃρέθη.  Καὶ τοῦτο  εἰς  τιμωρίαν,  τὸ  διαιρεθῆναι,  καὶ  μὴ  μένειν  αὐτὴν   ὁλόκληρον.  Ὅπερ οὖν καὶ ἐπὶ Σολομῶντος  γέγονεν.  Οὐ μόνον  τὸ μὴ λαβεῖν  τὸν υἱὸν, ἀλλὰ καὶ τὸ διαιρε θῆναι. Ὅρα ἀπολογούμενον  αὐτῷ τὸν Θεόν· ὅρα αὐτὸν αἴτιον ὄντα· Οὖ ἡ πνοή σου, φησὶ, ἐν χειρὶ αὐτοῦ. Μὴ γὰρ οὐκ ἠδύνατο εὐθέως σε ἀνελεῖν;  Ἀλλ' ἐμακροθύμησεν. Τίνα οὐκ ἂν ἐφόβησεν ἡ τιμωρία, καὶ ταῦτα ἐγγὺς οὖσα; Εἶδες τὴν ἐφ' ἑκάτερα δύναμιν; πόθεν ἄξιος εἶ, εἰπέ μοι, συγγνώμης; καὶ σὺ ὁ υἱὸς  αὐτοῦ,  οὐκ  ἔχω  εἰπεῖν,  ὁ  ἔκγονος,  οὐ  πάντα  ταῦτα  ἔγνως;  Καθάπερ ἐπὶ δικαστηρίου ἡ ἀπόφασις γράφεται, οὗ τος ἑρμηνεύει τὰ λεγόμενα. Πόθεν ἐπῆλθεν αὐτῷ  τιμῆσαι  τὸν  ∆ανιήλ;  Ὡς ἐμοὶ  δοκεῖ, ὥστε  μὴ  κατα  γνωσθῆναι  παρὰ  τῶν παρόντων, προσδοκῶν ἴσως εὑ ρεῖν λύσιν διὰ ταῦτα.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |