ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΕΙΣ ΤΟΝ ΡΚ∆ʹ ΨΑΛΜΟΝ.Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.

Τρίτη 4 Οκτωβρίου 2016

ΕΙΣ ΤΟΝ ΡΚ∆ʹ ΨΑΛΜΟΝ.Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.




Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 

ΕΙΣ ΤΟΝ ΡΚ∆ʹ ΨΑΛΜΟΝ.Οἱ πεποιθότες ἐπὶ Κύριον, ὡς ὄρος Σιών.

αʹ. Τί βούλεται τοῦ Σιὼν ἡ προσθήκη; διὰ τί γὰρ οὐκ εἶπεν ἁπλῶς, Ὡς ὄρος, ἀλλὰ τοῦ ὄρους ἐκείνου μέμνηται; Παιδεύων ἡμᾶς μὴ ταπεινοῦσθαι ἐν ταῖς συμφοραῖς, μηδὲ καταποντίζεσθαι,   ἀλλὰ   τῆς  εἰς  τὸν   Θεὸν  ἐλπίδος   ἐκκρεμαμένους,   πάντα   φέρειν γενναίως,   καὶ  πολέμους,  καὶ  μάχας,  καὶ  ταραχάς.  Ἐπεὶ  καὶ  τὸ  ὄρος  τοῦτό  ποτε γενόμενον  ἔρημον, καὶ γυμνὸν  τῶν ἐνοικούντων, ἐπὶ τὴν προτέραν πάλιν  ἐπανῆλθεν εὐημερίαν,  τὴν  ἀρχαίαν  ἀπολαβὸν  εὐπραγίαν,  τῇ  τῶν  οἰκείων  ἐπανόδῳ,  ταῖς  τῶν θαυμάτων ἐπιδείξεσιν· οὕτω καὶ ὁ γενναῖος ἀνὴρ κἂν μυρία πάθῃ δεινὰ, οὐ περιτραπήσεται.  Μὴ τοίνυν   τὸν  ἀκίνδυνον   ζήτει  βίον,  καὶ  ἀπράγμονα,  καὶ ἀταλαίπωρον,  ἀλλὰ  τὸν  κινδύνοις  μὴ παρασυρόμενον.  Οὐ γάρ ἐστιν  ἴσον ἐν  λιμένι καθήμενον,  καὶ  πελάγιον  σαλεύοντα  τὴν  τέχνην  ἐπιδείκνυσθαι.  Ὁ μὲν  γὰρ  νωθὴς γίνεται, καὶ χαῦνος καὶ ἄτονος· ὁ δὲ, πολλὰς μὲν πέτρας ὑφάλους, πολλὰς δὲ σπιλάδας, πολλὰς δὲ ἀνέμων βίας, καὶ τὰ ἄλλα τὰ ἀπὸ τῆς θαλάττης ὑπομείνας δεινὰ, καὶ ἐν πᾶσι τούτοις  διενεγκὼν,  ἰσχυροτέραν  ἑαυτοῦ καθίστησι τὴν ψυχήν.  ∆ιὰ γὰρ τοῦτο εἰς τὸν παρόντα ἐξηνέχθης βίον, οὐχ ἵνα ἀργῇς, οὐδ' ἵνα ἀναπεπτωκὼς  ᾖς, οὐδ' ἵνα μὴ πάσχῃς μηδὲν δεινὸν, ἀλλ' ἵνα παθὼν λαμπρότερος γένῃ. Μὴ δὴ τὴν ἄνεσιν ζητῶμεν, μηδὲ τὸν τρυφῆς  γέμοντα  βίον. 


Οὐ γὰρ ἀνδρὸς  γενναίου,  ἀλλὰ  σκώληκος  ἡ ἐπιθυμία,  ἀλόγου μᾶλλον ἢ λόγον ἔχοντος. Ἀλλ' εὔχου μὲν μάλιστα μὴ ἐμπεσεῖν εἰς πειρασμόν· εἰ δέ ποτε ἐμβαίης. μὴ δυσχέραινε, μὴ θορυβοῦ, μηδὲ ταράττου, ἀλλ' ὅπως γένοιο  λαμπρότερος, ἅπαντα  ποίει.  Οὐχ  ὁρᾷς  τῶν  στρατιωτῶν   τοὺς  ἀνδρειοτάτους   πῶς  τῆς  σάλπιγγος καλούσης πρὸς τὰ τρόπαια βλέπουσι, πρὸς τὰς νίκας, πρὸς τοὺς στεφάνους, πρὸς τοὺς κατωρθωκότας τῶν προγόνων; Καὶ σὺ τοίνυν τῆς σάλπιγγος ἠχούσης τῆς πνευματικῆς, στῆθι λέοντος  γινόμενος  σφοδρότερος· ἔμβηθι, κἂν πῦρ ᾖ, κἂν σίδηρος. Οἶδε καὶ τὰ στοιχεῖα  τοὺς  ὄντως  ἀνδρείους  αἰδεῖσθαι.  Οἶδε καὶ  τὰ  θηρία  τοὺς  οὕτω  γενναίους δεδοικέναι.    Κἂν   ὑπὸ   λιμοῦ,   κἂν   ὑπὸ   τῆς   φύσεως   αὐτῆς   ἀγριαίνῃ,    πάντων ἐπιλανθάνεται, ὅταν ἴδῃ δίκαιον, καὶ κρατεῖ τοῦ πάθους. Τούτοις τοίνυν  φράττου τοῖς ὅπλοις,   καὶ  μηδὲ  πῦρ  δείσεις,  κἂν  εἰς  οὐρανὸν   ἴδῃς  τὴν   φλόγα   ἀναβαίνουσαν. Στρατηγὸν ἔχεις γενναῖον,  καὶ πάντα δυνάμενον,  καὶ νεύματι  μόνῳ λύοντα  τὰ δεινά. Πάντα ἐκείνου, καὶ οὐρανὸς, καὶ γῆ, καὶ θάλασσα, καὶ θηρία, καὶ πῦρ· πάντα αὐτῷ ῥᾴδια καὶ   μεταθεῖναι,   καὶ   μεταστῆσαι  πρὸς  εὐκολίαν.   Πόθεν  οὖν   δέδοικας;  εἰπέ   μοι. Οὐδαμόθεν ἄλλοθεν,  ἀλλ' ἢ ἀπὸ νωθείας  καὶ τῆς οἰκείας ῥᾳθυμίας. Οὐχὶ θάνατός ἐστι τῶν  κακῶν    κολοφών;  Ἀλλὰ  καὶ  οὗτός  ἐστι  τῆς  φύσεως  τὸ  ὄφλημα.  ∆ιὰ  τί  μὴ πραγματεύῃ τὸ χρέος; Εἰ γὰρ ἀνάγκη ἐλθεῖν τὴν ὁδὸν ταύτην καὶ ἑκόντα καὶ ἄκοντα, διὰ τί μὴ μετὰ ἐμπορίας; Ἀλλὰ μετὰ βασανιστήρια οὐ πρόσκαιρα, ἀλλὰ μείζονα τῆς ὀδύνης παρέχοντα τὴν ἡδονήν. Εἰ δὲ ταῦτά σοι δοκεῖ χαλεπὰ εἶναι, ἐννόησον τοὺς ἄνευ μισθοῦ φθορᾷ μακρᾷ παραδεδομένους, τοὺς λιμῷ διηνεκεῖ παλαίοντας, τοὺς νοσήματα ἔχοντας ἀνίατα καὶ μακρὰ, δι' ἃ καὶ πολλάκις  ηὔξαντο καταλῦσαι τὸν βίον, πολλοὶ  δὲ καὶ ἐπὶ βρόχον  καὶ ἐπὶ  ξίφος  ὥρμησαν. Σοὶ δὲ οὐρανὸς  πρόκειται,  καὶ  τὰ ἐν  τοῖς  οὐρανοῖς ἀγαθὰ, καὶ οὐ φρίττεις, καὶ οὐ δέδοικας καταμαλακιζόμενος,  καὶ ταῦτα τοιοῦτον  ἔχων σύμμαχον; Οὐκ ἀκούεις  τοῦ Προφήτου λέγοντος,  Οἱ πεποιθότες  ἐπὶ Κύριον, ὡς ὄρος Σιών; Ὄρος γὰρ εἶπε  τὸ ἀπερίτρεπτον  δηλῶν  τῆς  εἰς  Θεὸν ἐλπίδος,  τὸ πεπηγὸς,  τὸ ἀχείρωτον,  τὸ ἄμαχον. Ὥσπερ γάρ τις κἂν μυρία προσαγάγῃ μηχανήματα,  ὄρος οὔτε ἀνασπάσαι, οὔτε σαλεύσαι δυνήσεται· οὕτως ὁ προσβάλλων τῷ τὴν ἐλπίδα ἐπὶ τὸν Θεὸν ἔχοντι, κεναῖς οἴκαδε ἀναχωρήσει χερσίν. Ὄρους γὰρ πολὺ ἀσφαλέστερον ἡ ἐλπὶς ἡ ἐπὶ τὸν  Θεόν. Οὐ σαλευθήσεται  εἰς τὸν  αἰῶνα  ὁ κατοικῶν  Ἱερουσαλήμ. Ἕτερος ἑρμηνευτής  φησιν, Ἀπερίτρεπτον εἰς τὸν αἰῶνα οἰκούμενον  περὶ Ἱερουσαλήμ. Τί οὖν; οὐκ ἐσαλεύθησαν, φησὶν, οἱ παῖδες οἱ τρεῖς, καὶ ὁ ∆ανιήλ; Ἄπαγε· τῆς μὲν γὰρ πατρίδος ἐξέπεσον, καὶ αἰχμαλωσίαν  ὑπέστησαν, σάλον δὲ οὐδένα  οὐδέποτε· ἀλλ' ἐν τοσούτῳ θορύβῳ πραγμάτων,  καὶ τοσούτῳ πλήθει  κυμάτων  ὄντες, ὡς ἐπὶ πέτρας ἑστῶτες καὶ λιμένι  προσορμίζοντες γαληνῷ,  οὕτως οὐδὲν ἔπασχον ἀηδές. Μὴ δὴ σάλον κάλει τὴν τῶν πραγμάτων περίστασιν. Οὐ γὰρ τοῦτο σάλος, ἀλλ' ἡ τῆς ψυχῆς ἀπώλεια, καὶ τὸ τῆς ἀρετῆς   ἐκπεσεῖν·   ὅπερ   ἐν   τοῖς   κινδύνοις   οἱ   νήφοντες    οὐχ   ὑπομένουσιν,   ἀλλ' ἀσφαλεστέραν κέκτηνται τὴν φιλοσοφίαν  τὴν ἑαυτῶν, καὶ διαλάμπουσι μειζόνως. Εἰ δὲ βούλει καὶ κατὰ ἀναγωγὴν  ἐκλαβεῖν τὸ εἰρημένον, ὅτι Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλὴμ, ὑπόγραψον τὴν ἐκεῖ λῆξιν τὴν ἐπὶ τῆς ἄνω μητροπόλεως. Οἱ γὰρ ἐκείνην  ἀπολαβόντες  πάσης εἰσὶν ἀπηλλαγμένοι  περιστάσεως· οὐκ ἔστι λοιπὸν ἐκεῖ τὰ ὑποσκελίζοντα,  οὐκ  ἐπιθυμία,  οὐδὲ  ἡδοναὶ,  οὐδὲ  ἁμαρτίας  περίστασις, οὐ λύπη  καὶ ἀγωνία καὶ κίνδυνος, ἀλλὰ πάντα ταῦτα ἐκποδών. Ἱερουσαλὴμ, ὄρη κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Λέγει μὲν διὰ τούτων καὶ  τὴν  ἀπὸ  τῆς  θέσεως  συμμαχίαν  τῇ  πόλει  προσοῦσαν· ἀλλ' οὐκ  ἀφίησι  τούτοις θαῤῥεῖν, ἀλλ' ἐπὶ τὴν ἄμαχον ἀνάγει βοήθειαν, τὸν Θεόν.

βʹ. Εἰ γὰρ καὶ τὰ ὄρη αὐτὴν τειχίζει, φησὶν, ἀλλ' ἐκείνης δεῖται τῆς ἀσφαλείας· καὶ τοῦτο αὐτὴν ἀχείρωτον  ἐργάζεται, ∆ιὸ καὶ ἕτερος ἑρμηνευτής φησι, Κύριος δὲ περὶ τὸν λαὸν αὐτοῦ. Τουτέστι, μὴ θαῤῥεῖτε τῇ περιβολῇ τῶν ὀρῶν. Τὸ γὰρ ποιοῦν  αὐτὴν ἀχείρωτον,  τοῦτό ἐστιν, Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν  ἁμαρτωλῶν  ἐπὶ τὸν κλῆρον  τῶν  δικαίων.  Αἰτίαν  λέγει  τῆς  τοῦ  Θεοῦ βοηθείας  εὔλογόν  τινα,  ὥστε  καὶ θαῤῥῆσαι ἐκείνους. Ποίαν δὴ ταύτην; Οὐκ ἂν ἀνάσχοιτο, φησὶ, τὰ ἀγαθὰ τῶν δικαίων ἐν ταῖς χερσὶν εἶναι τῶν ἁμαρτωλῶν. Τοῦτο εἶπεν, ὁμοῦ τε θαῤῥεῖν αὐτοὺς παρασκευάζων περὶ τῆς συμμαχίας τῆς τοῦ Θεοῦ, καὶ πείθων μένειν ἐν ἀρετῇ, εἴ γε βούλοιντο διηνεκῶς ἀπολαύειν τῆς ἐκείνου βοηθείας, καὶ τῶν ἀγαθῶν τῶν ἰδίων εἶναι κύριοι. ∆είκνυσι γὰρ διὰ τούτων, ὅτι καὶ ἡ κτῆσις καὶ ἡ ἀσφάλεια ἐν τῇ γνώμῃ κεῖται τῇ αὐτῶν. Ῥάβδον δὲ ἁμαρτωλῶν  ἐνταῦθα  τὴν  βασιλείαν  τὴν  τῶν  πολεμίων  καλεῖ.  Ὃ δὲ λέγει,  τοιοῦτόν ἐστιν· οὐκ ἀνέξεται  κρατεῖν  τῆς  τῶν  δικαίων  κληρονομίας.  Εἰ γὰρ καὶ πρὸς καιρὸν τοῦτο πεποίηκεν, ἀλλ' ὑπὲρ διορθώσεως καὶ νουθεσίας καὶ σωφρονισμοῦ. Ὅπως ἂν μὴ ἐκτείνωσιν  οἱ δίκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν. Ἕτερος, ∆ιὰ τοῦτο οὐκ ἐκτείνουσιν οἱ δίκαιοι εἰς ἀνομίαν χεῖρας αὐτῶν. ∆ιὰ τοῦτο· ποῖον; ∆ιὰ τὸ εἰρημένον, ὅτι προστήσεται, ὅτι ἀμυνεῖ, ὅτι διακρούσεται, ὅτι ἀποστήσει τοὺς πολεμίους ἀπὸ τῶν κτημάτων  αὐτῶν. Ὡσεὶ ἔλεγε· τῷ τε πειρασμῷ σωφρονισθέντες,  τῇ τε χορηγίᾳ  τῶν  ἀγαθῶν  γενόμενοι βελτίους,  ἐν  ἀρετῇ  διατελέσουσιν   ὄντες,  καὶ  οὐχ  ἅψονται   πονηρίας   ἑκατέρωθεν  παιδευόμενοι.  Ὥστε δὴ  τὸ  πᾶν  διὰ  τοῦτο  ἐγίνετο,  ὥστε  τὴν  ψυχὴν  αὐτῶν  ἀμείνω γενέσθαι,   τῇ  τε  ἐπαγωγῇ   τῶν   δεινῶν   διορθουμένην,   τῇ  τε  δόσει  τῶν   ἀγαθῶν προθυμοτέραν  καθισταμένην.  .359 Ἀγάθυνον,  Κύριε, τοῖς ἀγαθοῖς.  Ἕτερος, Ἀγαθοποίησον.  Καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ. Τοὺς δὲ ἐκκλίνοντας  εἰς τὰς στραγγαλιὰς ἀπάξει  Κύριος μετὰ τῶν  ἐργαζομένων  τὴν  ἀνομίαν.  Ὁρᾷς παρ' ἡμῶν  πανταχοῦ  τὰς ἀρχὰς γινομένας, καὶ τοῦ τῶν χρηστῶν ἀπολαύειν, καὶ τοῦ κολάσεις ὑπομένειν; Ἀλλ' εἰ καὶ  παρ'  ἡμῶν  αἱ  ἀρχαὶ,  ἀλλ'  ὅμως  καὶ  οὕτω  τῆς  τοῦ  Θεοῦ φιλανθρωπίας πολλὴ δείκνυται  ἡ λαμπηδών·  ἐκ γὰρ πολλοῦ τοῦ περιόντος  νικᾷ ταῖς ἀντιδόσεσιν ἡμᾶς· καὶ ἐπὶ μὲν τῶν ἁμαρτημάτων  σύμμετρον ἐπάγει τὴν τιμωρίαν, ἐπὶ δὲ τῶν κατορθωμάτων ὑπερβαίνουσαν  παρέχει  τὴν  ἀντίδοσιν.  Εὐθεῖς δὲ ἐνταῦθα  καλεῖ  τοὺς  ἀδόλους,  τοὺς ἀπλάστους, τοὺς οὐδὲν ἔχοντας συνεσκιασμένον καὶ ὕπουλον. Τοιοῦτον γὰρ τὸ εὐθὲς, ὃ μάλιστα ὁ Θεὸς ἐπιζητεῖ πανταχοῦ. Τοιοῦτον ἡ ἀρετὴ, λεία τις καὶ εὔκολος, ὥσπερ οὖν ἡ πονηρία διεστραμμένον, ποικίλον,  ἀδιεξόδευτον· καὶ τοῦτο ἔστιν ἀπὸ τῶν πραγμάτων ἰδεῖν  αὐτῶν.    γοῦν  βουλόμενος  ψεύσασθαι,  καὶ  δόλους  ῥάψαι,  ἐννόησον  ὅσοις ἐπιχειρεῖ, ὅσης δεῖται τῆς ποικιλίας,  ποίων λόγων  πεπλασμένων,  πόσης δεινότητος.  Ὁ δὲ τὴν ἀλήθειαν  λέγων,  οὐ πόνου, οὐ δυσκολίας, οὐχ ὑποκρίσεως, οὐ μηχανημάτων, οὐδενὸς δεῖται τοιούτου, αὐτῆς καθ' ἑαυτὴν ἐκείνης διαλαμπούσης. Καθάπερ γὰρ τὰ μὲν ἄμορφα  τῶν  σωμάτων  πολλῶν  ἔξωθεν  δεῖται  τῶν  τεχνασμάτων  καὶ τῶν ἐπικαλυμμάτων τὴν ἀπὸ τῆς φύσεως ἀμορφίαν συσκιαζόντων· τὰ δὲ φύσει καλὰ αὐτὰ καθ' ἑαυτὰ  ἀγωνιζόμενα  λάμπει·  οὕτω  καὶ ἐπὶ τοῦ ψεύδους  καὶ τῆς ἀληθείας  ἔστιν εὑρεῖν, καὶ τῆς κακίας, καὶ τῆς ἀρετῆς. Ὅθεν δῆλον, ὅτι καὶ πρὸ τῆς κολάσεως ἡ κακία τὴν κόλασιν ἐπάγει, καὶ πρὸ τῆς ἀντιδόσεως ἡ ἀρετὴ τὴν ἀμοιβὴν δίδωσιν. Ὥσπερ γὰρ ἐκείνη ἐν ἑαυτῇ τὰ ἔπαθλα ἔχει καὶ πρὸ τῶν στεφάνων· οὕτω καὶ αὕτη ἐν ἑαυτῇ τὴν τιμωρίαν  ἔχει  καὶ πρὸ τῆς  κολάσεως.  Τί γὰρ ἂν  γένοιτο  χαλεπώτερον  ἁμαρτίας  εἰς τιμωρίας  λόγον; ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος τῶν ἡταιρηκότων  μνημονεύσας, τῶν τὴν ὥραν τὴν ἑαυτῶν ἀποδιδομένων,  καὶ τῆς φύσεως τοὺς νόμους ἀνατρεπόντων,  ταύτην ἔφησε τιμωρίαν  μεγίστην εἶναι καὶ πρὸ τῆς κολάσεως. Ἄρσενες γὰρ, φησὶν, ἐν ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν,  ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς  ἀπολαμβάνοντες·   ἀντιμισθίαν   τῆς  ἁμαρτίας  αὐτῶν  τὴν  ἀσέλγειαν  καὶ  τὴν πρᾶξιν καλῶν. Εἰρήνη ἐπὶ τὸν Ἰσραήλ. Εἰς εὐχὴν τὸν λόγον κατέκλεισε. Τοιαῦται γὰρ αἱ τῶν  ἁγίων  ψυχαί·  μετὰ τῆς παραινέσεως  καὶ τῆς συμβουλῆς τὴν  εὐχὴν  προστιθέασι, μεγίστην συμμαχίαν εἰσάγουσαι τοῖς ἀκούουσιν. Εἰρήνην δὲ ἐνταῦθα, οὐ ταύτην μόνην τὴν αἰσθητὴν, ἀλλὰ καὶ τὴν ταύτης ὑψηλοτέραν, καὶ ὅθεν καὶ αὕτη τίκτεται, λέγει, καὶ εὔχεται  ὥστε μὴ στασιάζειν τὴν ψυχὴν  αὐτὴν  πρὸς ἑαυτὴν  τῶν  παθῶν  τὸν πόλεμον ἐπεισάγουσαν.  Ταύτην  δὴ  καὶ  ἡμεῖς  τὴν  εἰρήνην  ζητῶμεν,  ἵνα  τῶν  ἐπηγγελμένων ἀγαθῶν  δυνηθῶμεν  τυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου  ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΕΙΣ ΤΟΝ ΡΚΕʹ ΨΑΛΜΟΝ.Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν  Σιὼν, ἐγενήθημεν  ὡσεὶ παρακεκλημένοι. Ἕτερος ἑρμηνευτής  φησιν, Ὅταν ἐπιστρέψῃ Κύριος τὴν αἰχμαλωσίαν,  ἐσόμεθα παρακεκλημένοι.

αʹ. Τὸ τῆς αἰχμαλωσίας  ὄνομα ἁπλοῦν  μέν ἐστιν κατὰ τὴν  προφοράν· ἔχει δὲ πολλὰς  ἐννοίας.  Ἔστι γὰρ καὶ καλὴ  αἰχμαλωσία,  ὡς ὅταν  λέγῃ  Παῦλος, Αἰχμαλωτίζοντες  πᾶν  νόημα  εἰς  Χριστόν· ἔστι καὶ  κακὴ,  ὡς  ὅταν  λέγῃ· Αἰχμαλωτεύοντες  γυναικάρια  σεσωρευμένα ἁμαρτίαις.  Ἔστιν ἡ νοητὴ,  περὶ ἧς φησι· Κηρῦξαι αἰχμαλώτοις  ἄφεσιν. Ἔστιν ἡ αἰσθητὴ, ἡ παρὰ τῶν πολεμίων. Χαλεπωτέρα δὲ ἡ προτέρα.  Οἱ μὲν  γὰρ  νόμῳ  πολέμου  τινὰς  λαβόντες,  καὶ  φείδονται   πολλάκις  τῶν εἰλημμένων·   κἂν  ἐπιτάξωσι  ὑδροφορεῖν,  ξυλοκοπεῖν,  καὶ  ἱπποφορβοὺς   ποιήσωσιν, οὐδὲν εἰς τὴν ψυχὴν παρέβλαψαν· ὁ δὲ ὑπὸ τῆς ἁμαρτίας ληφθεὶς  αἰχμάλωτος,  ἀφειδῆ καὶ βάρβαρον δέσποιναν κτᾶται, εἰς τὰ ἀτιμότατα αὐτὸν τῶν ἔργων καταφέρουσαν. Οὐ γὰρ οἶδε φείδεσθαι, οὐδὲ ἐλεεῖν  αὕτη ἡ τυραννίς.  Ἄκουσον γοῦν πῶς τὸν ἄθλιον  καὶ ταλαίπωρον Ἰούδαν λαβοῦσα αἰχμάλωτον  οὐκ ἐφείσατο, ἀλλ' ἐποίησεν ἱερόσυλον, προδότην, καὶ μετὰ τὸ τὴν ἁμαρτίαν ἀνῦσαι, εἰς τὸ θέατρον αὐτὸν ἤγαγε τῶν Ἰουδαίων, καὶ  ἀπεκάλυψε   τὸ  πλημμέλημα,   καὶ  οὐδὲ  οὕτως  ἀφῆκε  καρπώσασθαι  τὸ  ἐκ  τῆς μετανοίας  κέρδος, ἀλλὰ  προαπήγαγε  τῆς μετανοίας,  ἐπὶ βρόχον  ἀγαγοῦσα. Τύραννος γάρ ἐστι χαλεπὴ,  πονηρὰ ἐπιτάττουσα  ἐπιτάγματα,  καὶ καταισχύνουσα  τοὺς ὑπακούοντας.  ∆ιὸ, παρακαλῶ,  φεύγωμεν  μετὰ  πολλῆς  τῆς  σπουδῆς τὴν  δεσποτείαν αὐτῆς,  καὶ  πολεμῶμεν   αὐτῇ,  καὶ  μηδέποτε  καταλλαττώμεθα,  καὶ  ἐλευθερωθέντες μένωμεν  ἐπὶ τῆς ἐλευθερίας. Εἰ γὰρ οὗτοι βαρβάρων ἀπαλλαγέντες ἐγένοντο παρακεκλημένοι,   πολλῷ   μᾶλλον   ἡμᾶς  ἁμαρτίας  ἐλευθερωθέντας   χαίρειν   δεῖ  καὶ σκιρτᾷν,  καὶ  ἀθάνατον  ταύτην  διατηρεῖν  τὴν  ἡδονὴν,  ἀλλὰ  μὴ  λυμαίνεσθαι  μηδὲ θολοῦν  αὐτὴν  πάλιν  τοῖς  αὐτοῖς  ἐπιχειροῦντας  κακοῖς.  Ἐγενήθημεν  ὡσεὶ παρακεκλημένοι.  Τοῦτο μὲν οἱ ἄλλοι  ἑρμηνευταί  φασιν· Ὡσεὶ ἐνυπνιαζόμενοι.  Ὁ δὲ Ἑβραῖος, Χαωλεμίμ.  Τί δέ  ἐστι,  Παρακεκλημένοι;  Ἀναπαύσεως  ἐπλήσθημεν,  φησὶν, εὐφροσύνης, ἡδονῆς. Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν, καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν. Οὐ μικρὰ συντελεῖ πρὸς βελτίω μεταβολὴν τὸ χαίρειν  ἐπὶ τῇ ἀπαλλαγῇ  τῆς αἰχμαλωσίας.  Καὶ τίς οὐ χαίρει, φησὶν, ἐπὶ τούτῳ; Οἱ πατέρες οἱ τούτων,  ὅτε ἀπηλλάγησαν  τῆς Αἰγύπτου, καὶ ἐκ τῆς δουλείας ἐκείνης πρὸς ἐλευθερίαν  μετέστησαν, ὑπὸ ἐσχάτης ἀγνωμοσύνης  ἐν αὐτοῖς ἐγόγγυζον  τοῖς ἀγαθοῖς, ἐδυσχέραινον, ἐχαλέπαινον,  ἀλύοντες διετέλουν. Ἀλλ' οὐχ ἡμεῖς, φησίν· ἀλλὰ χαίρομεν καὶ  σκιρτῶμεν.  Λέγουσι  δὲ  καὶ  τὴν  αἰτίαν   τῆς  χαρᾶς.  Οὐ  μόνον,  φησὶ,  διὰ  τὴν ἀπαλλαγὴν  τῶν  δεινῶν  χαίρομεν, ἀλλ' ὅτι καὶ ἐντεῦθεν  πάντες  εἴσονται τοῦ Θεοῦ τὴν πρόνοιαν τὴν περὶ ἡμᾶς. Τότε γὰρ, φησὶν, ἐροῦσιν ἐν τοῖς ἔθνεσιν, Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν. Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν. Οὐχ ἁπλῶς ὁ διπλασιασμὸς πρόκειται, ἀλλ' ἕνεκα τοῦ ἐμφῆναι  τὴν πολλὴν  αὐτῶν  ἢν ἔσχον χαράν. Τὸ μὲν γὰρ τῶν ἐθνῶν ἐστι ῥῆμα, τὸ δὲ αὐτῶν πάλιν. Καὶ ὅρα. Οὐκ εἶπον, ἔσωσεν ἡμᾶς· οὐδὲ, ἀπήλλαξεν  ἡμᾶς· ἀλλ',  Ἐμεγάλυνε,  τὸ παράδοξον  τὸ θαύματος  γέμον  διὰ τῆς προσηγορίας τοῦ μεγαλῦναι  παραστῆσαι βουλόμενοι. Ὁρᾷς, ὅτι ὅπερ συνεχῶς ἔλεγον, διὰ   τοῦ   ἔθνους   τούτου      οἰκουμένη   ἐπαιδεύετο,   καὶ   ἀπαγομένων    αὐτῶν   καὶ ἐπαναγομένων;  Ἡ γὰρ ἄνοδος ἀντὶ  κήρυκος ἐγένετο.  Καὶ γὰρ αὐτῶν  ἡ φήμη περιῄει πανταχοῦ,  κατάδηλον   πᾶσι  ποιοῦσα  τὴν  τοῦ  Θεοῦ φιλανθρωπίαν·  ὅτι  μεγάλα  καὶ παράδοξα ὡς ἀληθῶς  ἦσαν τὰ περὶ αὐτοὺς γεγενημένα  θαύματα. Αὐτὸς γὰρ αὐτοὺς ὁ κατέχων  Κῦρος ἀφῆκεν,  οὐδενὸς  δεηθέντος,  ἀλλὰ  τοῦ  Θεοῦ τὴν  ἐκείνου  διάνοιαν μαλάξαντος·  καὶ οὐκ ἀφῆκεν  ἁπλῶς,  ἀλλὰ  καὶ μετὰ δώρων  καὶ ξενίων.  Ἐγενήθημεν εὐφραινόμενοι. Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν  ἡμῶν, ὡς χειμάῤῥους ἐν τῷ νότῳ.
Πῶς ἀρχόμενος τοῦ ψαλμοῦ, Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν  Σιὼν, εἶπεν· ἐνταῦθα  δὲ, Ἐπίστρεψον;  Ὡς  περὶ  μέλλοντος  διαλεγόμενος.  Μάλιστα  γὰρ    ἕτερος ἑρμηνευτὴς  εἰς  τοῦτο  ἡμᾶς  προσάγει,  οὐκ  εἰπὼν,  Ἐν  τῷ  ἐπιστρέψαι·  ἀλλ',  Ὅταν ἐπιστρέψῃ·  ὅτι  ἀρχὴν  τότε  τὸ  πρᾶγμα  ἐλάμβανεν,  καὶ  οὐκ  ἐν  προοιμίοις  τὸ  πᾶν κατωρθώθη, ἀλλὰ πολλαὶ γεγόνασιν αὐτῶν ἀναβάσεις· καὶ γὰρ πρώτη, καὶ δευτέρα, καὶ τρίτη γέγονε.

βʹ. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ὅτι εὔχεται ὁλόκληρον  γενέσθαι τὴν ἀπαλλαγήν. Καὶ γὰρ πολλοὶ τῶν Ἰουδαίων ἐναπομεῖναι  ἐβούλοντο τῇ χώρᾳ τῶν βαρβάρων· διὸ καὶ μετ' ἐπιτάσεως τοῦτο γενέσθαι ποθῶν, φησίν· Ἐπίστρεψον τὴν αἰχμαλωσίαν  ἡμῶν, ὡς χειμάῤῥους   ἐν   τῷ   νότῳ·  τουτέστι,   μετὰ   πολλῆς   τῆς   ῥύμης,   μετὰ   πολλῆς   τῆς σφοδρότητος ὠθῶν  καὶ κατεπείγων.  ∆ιὸ καὶ ἕτερος ἑρμηνευτὴς τὸ αὐτὸ τοῦτο δηλῶν, Ὡς  καταῤῥοίας,  εἶπεν.  Ἄλλος,  Ὡς  ὀχετούς.Ἄλλος,   Ὡς  ἀφέσεις.  Οἱ  σπείροντες  ἐν δάκρυσιν ἐν ἀγαλλιάσει  θεριοῦσι. Τοῦτο εἴρηται μὲν περὶ τῶν Ἰουδαίων,  πολλαχοῦ  δ' ἂν ἔχοι χώραν καὶ ἀλλαχοῦ λέγεσθαι. Τοιοῦτον γὰρ ἡ ἀρετή· τῶν πόνων  λαμπρὰς ἔχει τὰς ἀμοιβάς· καὶ δεῖ ἡμᾶς πρότερον κάμνειν καὶ ταλαιπωρεῖσθαι, καὶ τότε ζητεῖν ἄνεσιν. Τοῦτο γὰρ πανταχοῦ καὶ ἐν τοῖς βιωτικοῖς συμβαῖνον ἴδοι τις ἄν. ∆ιὰ δὴ τοῦτο καὶ αὐτὸς ἐπὶ ταῦτα τὸν λόγον ἤγαγεν, ἐπὶ σπόρον λέγω, καὶ ἀμητόν. Ὥσπερ γὰρ ὁ σπείρων πόνου δεῖται, καὶ ταλαιπωρίας, καὶ ἱδρώτων, καὶ χειμῶνος· οὕτως ὁ τὴν ἀρετὴν μετιών. Οὐδὲν γὰρ οὕτω πρὸς ἄνεσιν ἄχρηστον ὡς ἄνθρωπος. ∆ιὰ δὴ τοῦτο στενὴν καὶ τεθλιμμένην ἐποίησεν  ὁδὸν    Θεός. Μᾶλλον  δὲ  οὐ  τὰ  τῆς  ἀρετῆς  μόνον,  ἀλλὰ  καὶ  τὰ  βιωτικὰ πράγματα ἐπίπονα κατεσκεύασε, καὶ αὐτὰ πολλῷ πλέον. Ὅ τε γὰρ σπείρων, ὅ τε οἰκοδομῶν, ὁ ὁδοιπόρος, ὁ δρυοτόμος, ὁ χειροτέχνης, πᾶς ἄνθρωπος, εἰ μέλλοι τι καρποῦσθαι χρήσιμον, πόνου δεῖται καὶ ταλαιπωρίας· καὶ καθάπερ τὰ σπέρματα ὑετῶν δεῖται, οὕτως ἡμεῖς δακρύων· καὶ καθάπερ ἡ γῆ τοῦ τέμνεσθαι χρείαν ἔχει καὶ ἀναῤῥήγνυσθαι, οὕτω καὶ ἡ ψυχὴ ἀντὶ δικέλλης δεῖται πειρασμῶν καὶ θλίψεων,  ἵνα μὴ φέρῃ βοτάνας πονηρὰς, ἵνα τὸ σκληρὸν αὐτῆς μαλάττηται,  ἵνα μὴ σκιρτᾷ. Καὶ γὰρ καὶ γῆ μὴ ἐργαζομένη μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲν ὑγιὲς ἐκφέρει. Ὃ τοίνυν  φησὶν ὁ Προφήτης,  τοῦτό  ἐστιν·  ὅτι  μὴ  δεῖ  μόνον  ἐπὶ  τῇ  ἀνόδῳ  χαίρειν,  ἀλλὰ  καὶ  ἐπὶ  τῇ αἰχμαλωσίᾳ, καὶ ὑπὲρ ἀμφοτέρων  χάριτας τῷ Θεῷ ὁμολογεῖν. Ἐκεῖνο μὲν γὰρ σπόρος· τοῦτο δὲ ἀμητός. Ὥσπερ οὖν οἱ σπείροντες, φησὶ, πονοῦντες ἀπολαύουσι τῶν προσόδων μετὰ ταῦτα· οὕτω καὶ ὑμεῖς, ἡνίκα μὲν ἀπῄειτε, τοὺς σπείροντας ἐμιμεῖσθε, ταλαιπωρούμενοι,  κοπτόμενοι,  θλιβόμενοι,  τὸν χειμῶνα,  τὸν πόλεμον  φέροντες,  τὴν συννέφειαν,  τὸν  κρυμὸν, δάκρυα ἐκχέοντες.  Ὅπερ γάρ ἐστι τοῖς  σπέρμασιν ὁ ὑετὸς, τοῦτο τοῖς θλιβομένοις τὰ δάκρυα. Ἀλλ' ἰδοὺ, φησὶ, τῶν πόνων ἐκείνων  ἀπελάβετε τὴν ἀμοιβήν.   Ὅταν  οὖν   λέγῃ·  Πορευόμενοι  ἐπορεύοντο,   καὶ  ἔκλαιον,   βάλλοντες   τὰ σπέρματα αὐτῶν, ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὐτῶν· οὐ περὶ σίτου διαλέγεται,  ἀλλὰ  περὶ πραγμάτων,  παιδεύων  τὸν ἀκροατὴν, μὴ ἀλύειν  ἐν ταῖς θλίψεσιν. Ὥσπερ γὰρ ὁ σπείρων οὐκ ἀλύει, κἂν πολλὰ τὰ φορτικὰ ᾖ, ἀφορῶν πρὸς τὰ λήϊα τὰ κομῶντα·  οὕτως οὐδὲ τὸν θλιβόμενον  δυσχεραίνειν  χρὴ, κἂν πολλὰ ᾖ τὰ λυπηρὰ, τὸν ἀμητὸν ἀναμένοντα, τὴν πρόσοδον τὴν ἀπὸ τῆς θλίψεως γινομένην ἐννοοῦντα.   Ταῦτ'  οὖν   καὶ  ἡμεῖς   εἰδότες,   καὶ  ὑπὲρ  θλίψεως   καὶ  ὑπὲρ  ἀνέσεως εὐχαριστῶμεν τῷ ∆εσπότῃ. Εἰ γὰρ καὶ διάφορα τὰ γινόμενα, ἀλλὰ πρὸς ἓν ἕκαστον ἅπαν τέλος  ὁρᾷ, ὥσπερ ὁ σπόρος καὶ  ὁ ἀμητός·  καὶ  φέρωμεν  τὰς  θλίψεις  γενναίως,  καὶ εὐχαρίστως,  καὶ  τὰς  ἀνέσεις  μετὰ  δοξολογίας·  ὥστε  καὶ  τῶν  μελλόντων ἐπιτυχεῖν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΙΣ ΤΟΝ ΡΚ ʹ ΨΑΛΜΟΝ. Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ  οἶκον,  εἰς  μάτην  ἐκοπίασαν  οἱ  οἰκοδομοῦντες.  Ἐὰν μὴ Κύριος φυλάξῃ  πόλιν,  εἰς μάτην  ἠγρύπνησεν  ὁ φυ  λάσσων. Εἰς μάτην  ὑμῖν  ἐστι τὸ ὀρθρίζειν ἐγείρεσθε μετὰ τὸ καθῆσθαι.



αʹ. Οὗτος ὁ ψαλμὸς εἰς τὴν κατάστασιν τῶν πραγμάτων  τῶν μετὰ τὴν ἐπάνοδον εἴρηται. Ἐπειδὴ γὰρ τῆς αἰχμαλωσίας ἀπαλλαγέντες,  καὶ ἐκ τῆς βαρβάρου χώρας ἐπανελθόντες,  ἐρείπιον  δὲ καταλαβόντες  τὴν  πόλιν,  καὶ τὰ τείχη  μετὰ τῶν  πύργων ἐῤῥιμμένα χαμαὶ ἐπεχείρουν ἐγείρειν, πολλοὶ δὲ πολλαχόθεν  ἐπιτιθέμενοι διεκώλυον τὸ ἔργον, φθονοῦντες  τῇ τῶν Ἰουδαίων  εὐημερίᾳ, καὶ δεδοικότες αὐτῶν  τὴν εὐπραγίαν· εἶτα τούτων  γινομένων ὁ χρόνος  ἐτρίβετο, καὶ τοσοῦτος ἐτρίβη χρόνος,  ὡς ὑπὲρ τὰ τεσσαράκοντα ἔτη ἀναλωθῆναι  ἐν τῇ τοῦ ναοῦ  οἰκοδομῇ· ὅπερ οὖν  καὶ οἱ Ἰουδαῖοι δηλοῦντες ἔλεγον· Τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος· οὐ περὶ .363 τῆς προτέρας λέγοντες οἰκοδομῆς τῆς τοῦ Σολομῶντος, ἀλλὰ περὶ ταύτης τῆς ὕστερον, τῆς μετὰ τὴν τῶν Περσῶν ἀπαλλαγήν.  Ἐπεὶ οὖν πολὺς ἐτρίβετο χρόνος, καὶ τοῦ ναοῦ καὶ  τῆς  πόλεως  καὶ  τῶν  τειχῶν  οἰκοδομουμένων  ἡ γὰρ τῆς  πόλεως  οἰκοδομία  καὶ πολλῷ   πλείονα   ἀνάλωσε,  παιδεύων   αὐτοὺς  πάλιν   ἐπὶ  τὸν  Θεὸν  καταφεύγειν   ὁ Προφήτης, ταῦτα διεξέρχεται,  δεικνὺς  ὅτι πάντα  εἰκῇ καὶ μάτην  γίνεται,  ἐὰν μὴ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπάσωνται. Οὐ γὰρ δὴ μόνον τὸ αἰχμαλωσίας  ἀπαλλαγῆναι, ἀλλὰ καὶ τὸ ἀναστῆσαι τεῖχος ἀπαλλαγέντας  ἀδύνατον ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς. Καὶ τί λέγω τειχῶν ἀνάστασιν καὶ πόλεως οἰκοδομήν; Ἀλλ' οὐδὲ γενομένην  αὐτὴν, καὶ ἀπαρτισθεῖσαν φυλάξαι  τις δύναιτ' ἂν, ἐκείνης ἠρημωμένος  τῆς συμμαχίας. Ταῦτα δὲ ἔλεγε, διὰ πάντων  αὐτοὺς πάλιν ἐπὶ τὴν αὐτοῦ πείθων καταφεύγειν  ῥοπὴν, ὥστε μὴ τῇ ἀνέσει γίνεσθαι  ῥᾳθυμοτέρους. ∆ιὰ γὰρ τοῦτο οὐδὲ ἀθρόον ἔδωκεν  αὐτοῖς τὰ ἀγαθὰ, ἀλλὰ ἠρέμα καὶ κατὰ μικρὸν, ἵνα μὴ πρὸς τὴν προτέραν παλινδρομήσωσι πονηρίαν τῇ ταχίστῃ τῶν κακῶν ἀπαλλαγῇ. Ἀλλὰ καὶ ἐν αὐτῇ τῇ δόσει τῶν ἀγαθῶν συνεχῶς αὐτοὺς ὑπεμίμνησκεν  ἐν τῇ τῶν πολεμίων  ἐφόδῳ διηνεκῶς  ἀφυπνίζων αὐτῶν τὴν ῥᾳθυμίαν. Εἴρηται μὲν οὖν καθολικῶς  ὁ λόγος, τὴν ἀρχὴν δὲ ἀπὸ τῆς ὑποθέσεως ταύτης εἴληφε.
∆εῖ γὰρ αὐτὸν ἐφ' ἅπασιν ἁρμόζειν, οὐχ ἵνα αὐτοὶ ῥᾳθυμῶμεν, οὐδὲ ἵνα ὕπτιοι κείμεθα,ἀλλ' ἵνα τὰ παρ' ἑαυτῶν  εἰσφέροντες, τὸ πᾶν ἐπὶ τὸν Θεὸν ῥίπτωμεν,  τῆς ἐλπίδος τῆς ἐκείνου   διαπαντὸς   ἐν  ἅπασιν  ἐκκρεμάμενοι.   Ὥσπερ  γὰρ  οὐκ  ἔνι,  τοῦ  Θεοῦ  μὴ βοηθοῦντος, εἰς τέλος τὰ πράγματα ἀγαγεῖν· οὕτως, ἂν ὁ Θεὸς βοηθῇ, ἀργοῦντας αὐτοὺς καὶ ἀναπεπτωκότας  οὐκ ἔνι  τοῦ τέλους  ἐπιτυχεῖν.  Εἰς μάτην  ὑμῖν  ἐστι τὸ ὀρθρίζειν· ἐγείρεσθε μετὰ τὸ καθῆσθαι. Ἕτερος δὲ ἑρμηνευτής φησι, Βραδύνουσι καθῆσθαι. Ἄλλος, Χρονίζουσι τοῦ καθῆσθαι. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστι· κἂν ἀγρυπνῆτε, κἂν ὑπὸ τὴν ἕω διεγείρησθε,  κἂν  βραδύνητε  πρὸς τὸ ἀναπαύεσθαι,  τὸν  πάντα  καιρὸν  εἰς  πόνον  καὶ ταλαιπωρίαν  δαπανῶντες,  ἂν μὴ τῆς ἐκεῖθεν ἀπολαύσητε ῥοπῆς, τὰ ἀνθρώπινα  πάντα οἰχήσεται,  καὶ  τῆς  σπουδῆς ταύτης  οὐδὲν  ἔσται πλέον.  Οἱ ἐσθίοντες  ἄρτον  ὀδύνης. Τοῦτο λέγει, δεικνὺς ὅτι ἐπίπονον  ἔζων βίον, ὁπλῖται καὶ οἰκοδόμοι γινόμενοι.  Τῇ μιᾷ μὲν γὰρ, φησὶ, χειρὶ κόφινον  ἐβάσταζον ἢ λίθον, τῇ δὲ μιᾷ μάχαιραν, εἰς τὸ οἰκοδομεῖν καὶ πολεμεῖν ἑαυτοὺς διαιροῦντες, καὶ μετὰ ἀσπίδων τοὺς χάλικας συνεφόρουν. Ἐπειδὴ γὰρ ἄτειχος ἦν ἡ πόλις καὶ γεγυμνωμένη, τὰς ἀθρόους καὶ παρ' ἐλπίδα τῶν πολεμίων ἐφόδους καθ' ἑκάστην ὑποπτεύοντες  ὥραν, ὡπλισμένοι τὰ τείχη ὕφαινον, καὶ ξίφη, καὶ ἀσπίδες, καὶ μάχαιραι παρέκειντο, καὶ πόῤῥωθεν σκοποί τινες τὴν ἄδηλον αὐτῶν ἀπαγγέλλοντες ἔφοδον,  καὶ σαλπίζοντες,  εἴποτε ᾔσθοντο αὐτοὺς πόῤῥωθεν  ἐπιόντας. Ἀλλὰ κἂν ταῦτα ποιῆτε, φησὶ, καὶ ἄρτον ὀδύνης ἐσθίητε, πάντα εἰκῇ καὶ μάτην ἔσται, ἂν μὴ τὴν ἄνωθεν  ἐπισπάσησθε συμμαχίαν. Εἰ δὲ ἐκεῖνοι, πόλιν ἵνα ἀναστήσωσι καὶ τείχη, τοσαύτης ἐδέοντο τῆς ἄνωθεν  συμμαχίας· πολλῷ  μᾶλλον  ἡμεῖς τὴν ἐπὶ τὸν οὐρανὸν φέρουσαν ὁδεύοντες ὁδόν. Ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον. Ἰδοὺ ἡ κληρονομία   Κυρίου, υἱοί.  Ποία  αὕτη  ἀκολουθία;  Πολλὴ  μὲν  καὶ  συνημμένη  τοῖς προτέροις. Ὃ γὰρ λέγει, τοῦτό ἐστιν· ἐὰν μὴ τὰ παρ' ἑαυτοῦ ὁ Θεὸς παράσχῃ, πάντα εἰκῇ· ὅταν  δὲ  τὰ  παρ'  ἑαυτοῦ  παράσχῃ,  τότε  καὶ  ὕπνος  ἡδὺς,  τότε  καὶ  ἄνεσις,  καὶ  ζωὴ κινδύνων  ἀπηλλαγμένη, καὶ ἀσφαλείας γέμουσα.

βʹ. Ὅταν οὖν δῷ αὐτοῖς ὕπνον, ὅταν ἀναπαύσῃ αὐτοὺς, ὅταν ἀποκρούσηται τοὺς ἐπιόντας, οὐ μόνον οἰκοδομήσουσι τότε τὴν πόλιν, οὐ μόνον φυλάξουσιν, ἀλλὰ καὶ τὰ πολλῷ  μείζονα λήψονται·  πατέρες γὰρ ἔσονται παίδων  πολλῶν,  καὶ τὰ τῆς εὐτεκνίας αὐτοῖς  ἐπιδώσει.  Ὁ μισθὸς  τοῦ  καρποῦ  τῆς  γαστρός. Ἕτερος, Μισθὸς ὁ καρπὸς  τῆς γαστρός. Τί ἐστι τοῦτο; Μισθὸν, φησὶ, λήψονται  τὴν εὐπαιδίαν. Εἰ γὰρ καὶ τῆς φύσεως ἔργον  τὸ  γινόμενον·   ἀλλ'  ὅταν    Θεὸς τὰ  παρ'  ἑαυτοῦ  παράσχῃ,  καὶ  αὕτη  πλέον δραμεῖται.  Καὶ γὰρ  καὶ  αὕτη  τῆς  ἄνωθεν  δεῖται  ῥοπῆς,  καὶ  κομάσει  τῷ  πλήθει  τὰ Ἱεροσόλυμα. Οὐκ ἐν τούτοις δὲ ἔσται τὰ τῆς εὐημερίας μόνον, οἷον ἐν τῇ οἰκοδομίᾳ, ἐν τῇ φυλακῇ, ἐν τῇ εὐτεκνίᾳ· ἀλλὰ καὶ ἕτερα τούτοις προσέσται. Καὶ δεικνὺς ποῖα ταῦτα, ἐπάγει λέγων·  Ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ, οὕτως υἱοὶ τῶν  ἐκτετιναγμένων. Ἕτερος, Τῶν πεδητῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· οὐκ ἔσονται ἐν ἀσφαλείᾳ τειχῶν μόνον, οὐδὲ ἐν πόλει  ὀχυρᾷ, οὐδὲ ἐν εὐθηνίᾳ  τῶν  παίδων,  ἀλλὰ  καὶ φοβεροὶ τοῖς πολεμίοις,  καὶ οὕτω φοβεροὶ ὡς τὰ βέλη. Οὐχ ἁπλῶς δὲ, Βέλη, ἀλλ', Ἐν χειρὶ τῶν δυνατῶν.  Αὐτὰ γὰρ καθ' ἑαυτὰ οὐ φοβερὰ τὰ βέλη, ἀλλ' ὅταν ὑπὸ δυνατοῦ κατέχηται, θάνατον ἀπειλοῦντα τοῖς   ἐπιοῦσιν.   Οὕτως   οὖν   ἔσονται   φοβεροὶ   οὗτοι.   Οὗτοι,  ποῖοι;   Οἱ  υἱοὶ   τῶν ἐκτετιναγμένων. Τουτέστι, τῶν  ποτε ἠσθενηκότων,  τῶν  πεπεδημένων.  Ἀναμιμνήσκει γὰρ αὐτοὺς  συνεχῶς  καὶ  τῆς  προτέρας  δυσημερίας ἐν  τῷ  καιρῷ  τῆς  εὐημερίας,  ἵνα πάντοθεν αὐτῶν ὀρθώσῃ τὴν διάνοιαν, καὶ ἐξ ὧν ἔπαθον, καὶ ἀφ' ὧν ἀπηλλάγησαν, καὶ ἐξ ὧν ἀπολαύσουσι. Μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν  αὐτοῦ ἐξ αὐτῶν· οὐ  καταισχυνθήσονται,   ὅταν  λαλῶσι  τοῖς  ἐχθροῖς  αὐτῶν   ἐν  πύλῃ.  Ἕτερός  φησι· Μακάριος, ὃς πληρώσει τὴν φαρέτραν αὐτοῦ ἐξ αὐτῶν. Τουτέστιν, ὅτι καὶ τοῦτο αὐτοῖς προσέσται, δύναμις  σώματος, φόβος ἀνύποιστος, εὐπαιδία, ἀσφάλεια, πόλεως  κάλλος, νίκη  καὶ τρόπαια  ἐν πολέμοις.  ∆ιὸ καὶ μακαρίζει  αὐτοὺς  τοὺς μέλλοντας  ἀπολαύειν ταύτης  τῆς εὐημερίας. Ἔσονται γὰρ, φησὶ, καθωπλισμένοι.  Ἀλλ' οὐκ ἐν τούτοις  ἱστῶ τὸν μακαρισμὸν, ἀλλὰ ὅτι οὐκ αἰσχυνθήσονται. Οὐ καταισχυνθήσονται  γὰρ, φησὶν, ὅταν λαλῶσι  τοῖς  ἐχθροῖς  αὐτῶν  ἐν  πύλῃ.  Τί ποτε  τοῦτό  ἐστι; Τὸ μέγιστον  τρόπαιον,  ἡ μεγίστη λαμπρότης, ἡ φαιδρότης, ἡ μακαριότης. Οὐ μέλλουσι γὰρ ὀνειδίζεσθαι ὡς οὐκ ἀπολαύσαντες τῆς τοῦ Θεοῦ προνοίας, ἢ ὡς ἀσθενῆ Θεὸν ἐσχηκότες, ἢ ὡς δυνατὸν μὲν, ἐκ δὲ τῶν  οἰκείων  ἁμαρτημάτων  τὴν πρόνοιαν  τὴν αὐτοῦ διακρουσάμενοι· ἀλλὰ  διὰ πάντων  κομῶντες,  διὰ τῆς πόλεως, διὰ τῶν τειχῶν,  διὰ τῆς φυλακῆς,  διὰ τῶν .365 παίδων,  διὰ  τῶν  ὅπλων,  διὰ  τῆς  δυνάμεως,  οὐκ  ἐγκαλυφθήσονται   τοὺς  πολεμίους
 ὁρῶντες,  ἀλλὰ  μετὰ πολλῆς  ἀπαντήσονται  τῆς ἀνδρειότητος,  καλλωπιζόμενοι,  μέγα φρονοῦντες,  κοσμούμενοι, διὰ πάντων  τούτων  τοῦ Θεοῦ τὴν  ὑπὲρ αὐτῶν  ἀντίληψιν ἐπιδεικνυμένου.  Τὸ γὰρ κεφάλαιον  τῶν ἀγαθῶν,  καὶ τῆς μακαριότητος  ἡ κορωνὶς, τὸ δύνασθαι λοιπὸν ἐπὶ τῇ τοῦ Θεοῦ συμμαχίᾳ κοσμεῖσθαι. ∆ιὸ δὴ καὶ ἐνταῦθα τὸν λόγον κατέλυσε, παιδεύων  ἅπαντας πρὸ τῶν ἄλλων  ἁπάντων  ἐκεῖνον τὸν κόσμον ἐπιζητεῖν, καὶ ἐπὶ τούτῳ  φαιδρύνεσθαι.  Τοῦτον τοίνυν  καὶ ἡμεῖς ζηλώσωμεν,  ἵνα τῶν  αἰωνίων ἐπιτύχωμεν  ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη αποκλειστική δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Ιωάννης Χρυσόστομος Τόμος 55
Ομιλίαι είς τούς Ψαλμούς 


Η ηλεκτρονική επεξεργασία  επιμέλεια και μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο

©ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
 http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |