ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΕʹ.Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.

Δευτέρα 31 Οκτωβρίου 2016

ΙΕʹ.Οἴδαμεν δὲ, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν.




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΙΕʹ.Οἴδαμεν δὲ, ὅτι  τοῖς  ἀγαπῶσι  τὸν  Θεὸν πάντα  συνεργεῖ  εἰς  ἀγαθόν.


 αʹ. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χωρίον· μᾶλλον δὲ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. Καὶ γὰρ τὸ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι,  καὶ τὸ, τὴν κτίσιν ἅπασαν στενάζειν, καὶ τὸ λέγειν, ὅτι Τῇ ἐλπίδι ἐσώθημεν, καὶ τὸ, ∆ι' ὑπομονῆς ἀπεκδεχόμεθα, καὶ τὸ, Τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· ἅπαντα ταῦτα πρὸς ἐκείνους εἴρηται. Παιδεύει γὰρ αὐτοὺς μὴ ἅπερ ἂν αὐτοὶ νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἱρεῖσθαι πάντως,  ἀλλ' ἅπερ ἂν τὸ Πνεῦμα ὑποβάλῃ. Καὶ γὰρ πολλὰ αὐτοῖς δοκοῦντα λυσιτελεῖν,  ἔστιν ὅτε καὶ βλάβην ἤνεγκε πολλήν. Ἄνεσις γοῦν καὶ κινδύνων  ἀπαλλαγὴ, καὶ τὸ ἐν ἀδείᾳ ζῇν, ἐδόκει συμφέρον εἶναι ἐκείνοις. Καὶ τί θαυμαστὸν, εἰ ἐκείνοις, ὅπου γε καὶ αὐτῷ τῷ μακαρίῳ Παύλῳ τοῦτο οὕτως ἔδοξεν ἔχειν; Ἀλλ' ὅμως ἐμάνθανεν  ὕστερον, ὅτι τὰ ἐναντία τούτοις ταῦτά ἐστι τὰ συμφέροντα,  καὶ  μαθὼν  ἔστεργεν.


 Ὁ γοῦν  τρὶς  τὸν  Κύριον  παρακαλέσας  ὥστε ἀπαλλαγῆναι  κινδύνων,  ἐπειδὴ ἤκουσεν αὐτοῦ λέγοντος, Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται, ἐσκίρτα λοιπὸν διωκόμενος, ὑβριζόμενος, τὰ  ἀνήκεστα  πάσχων.  Εὐδοκῶ γὰρ,  φησὶν,  ἐν  διωγμοῖς,  ἐν  ὕβρεσιν,  ἐν ἀνάγκαις. ∆ιὸ καὶ ἔλεγε· Τὸ γὰρ τί προσευξώμεθα καθ' ὃ δεῖ, οὐκ οἴδαμεν· καὶ πᾶσι παρῄνει τῷ Πνεύματι τούτων παραχωρεῖν. Καὶ γὰρ καὶ τὸ Πνεῦμα τὸ ἅγιον σφόδρα ἡμῶν  κήδεται,  καὶ  τῷ  Θεῷ τοῦτό  ἐστι τὸ  δοκοῦν.  ∆ιὰ πάντων  τοίνυν  ἀλείψας αὐτοὺς, ἐπάγει καὶ τὰ σήμερον εἰρημένα, λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. Οἴδαμεν γὰρ, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὅταν δὲ εἴπῃ, Πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. Κἂν γὰρ θλῖψις, κἂν  πενία,  κἂν  δεσμωτήρια, κἂν  λιμοὶ,  κἂν  θάνατοι,  κἂν  ὁτιοῦν  ἕτερον  ἐπείη, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ταῦτα πάντα μεταβαλεῖν· ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ, τὸ τὰ δοκοῦντα εἶναι μοχθηρὰ κοῦφά τε ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν  τρέπειν  βοήθειαν. ∆ιόπερ οὐκ εἶπεν,  ὅτι Τοῖς ἀγαπῶσι τὸν  Θεὸν οὐκ ἐπέρχεταί τι δεινὸν,  ἀλλ' ὅτι καὶ Συνεργεῖ εἰς ἀγαθόν· τουτέστιν, ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων  εὐδοκίμησιν· ὅπερ πολὺ μεῖζόν ἐστι τοῦ κωλῦσαι  ἐπελθεῖν  τὰ δεινὰ, ἢ καταλῦσαι ἐπελθόντα.  Τοῦτο οὖν καὶ ἐπὶ τῆς Βαβυλωνίας  καμίνου  πεποίηκεν.  Οὔτε γὰρ  ἐκώλυσεν  ἐμπεσεῖν  εἰς  αὐτὴν,  οὔτε ἐμπεσόντων  τῶν  ἁγίων  ἐκείνων,  τὴν  φλόγα  ἔσβεσεν ,ἀλλὰ  καὶ  ἀφεὶς καίεσθαι, δι' αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο. Καὶ ἐπὶ τῶν ἀποστόλων δὲ τοιαῦτα ἕτερα ἐθαυματούργησε διὰ πάντων. Εἰ γὰρ ἄνθρωποι, φιλοσοφεῖν  εἰδότες, δύνανται φύσει πραγμάτων εἰς τὸ ἐναντίον ἀποχρήσασθαι, καὶ ἐν πενίᾳ ζῶντες τῶν πλουτούντων  εὐπορώτεροι φανῆναι, καὶ δι' ἀτιμίας λάμψαι· πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ τῶν ἀγαπώντων  αὐτὸν, καὶ ταῦτα καὶ τὰ πολλῷ μείζονα ἐργάσεται. Ἑνὸς γὰρ δεῖ μόνου,  τοῦ  γνησίως  αὐτὸν  ἀγαπᾷν,  καὶ  τὰ  ἄλλα  πάντα  ἕπεται.  Ὥσπερ οὖν  καὶ τούτους καὶ τὰ δοκοῦντα εἶναι βλαβερὰ ὠφελεῖ· οὕτω τοὺς οὐκ ἀγαπῶντας  αὐτὸν, καὶ  τὰ  ὠφελοῦντα   βλάπτει.  Τοῖς  γοῦν  Ἰουδαίοις  καὶ  σημείων  ἐπίδειξις,  καὶ δογμάτων ὀρθότης ἐλυμαίνετο, καὶ διδασκαλίας φιλοσοφία· καὶ δι' ἐκεῖνα μὲν δαιμονῶντα  ἐκάλουν, διὰ δὲ ταῦτα ἀντίθεον·  ὑπὲρ δὲ τῶν  σημείων καὶ ἀναιρεῖν ἐπεχείρουν. Ὁ μέντοι λῃστὴς σταυρούμενος, προσηλούμενος, λοιδορούμενος, μυρία πάσχων   δεινὰ,   οὐ  μόνον   οὐδὲν   παρεβλάβη,  ἀλλὰ   καὶ  τὰ  μέγιστα  ἐντεῦθεν ἐκέρδανεν. Εἶδες πῶς τοῖς ἀγαπῶσι τὸν  Θεὸν πάντα  συνεργεῖ εἰς ἀγαθόν; Εἰπὼν τοίνυν  τὸ  μέγα  τοῦτο  ἀγαθὸν,  καὶ  σφόδρα τὴν  ἀνθρωπίνην  φύσιν  ὑπερβαῖνον,ἐπειδὴ  πολλοῖς  καὶ  ἄπιστον  τοῦτο  εἶναι  ἐδόκει,  ἀπὸ  τῶν  παρελθόντων   αὐτὸ πιστοῦται, οὕτω λέγων· Τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσι. Σκόπει γὰρ εὐθέως ἀπὸ τῆς κλήσεως τὸ εἰρημένον. ∆ιὰ τί γὰρ μὴ ἐξ ἀρχῆς πάντας ἐκάλεσε, ἢ μηδὲ αὐτὸν Παῦλον μετὰ τῶν ἄλλων  εὐθέως, οὗ ἐδόκει ἡ ἀναβολὴ ἐπιζήμιος εἶναι; Ἀλλ' ὅμως ἐδείχθη διὰ τῶν πραγμάτων, ὅτι χρησίμως γέγονε. Πρόθεσιν δὲ ἐνταῦθά φησιν, ἵνα μὴ τὸ πᾶν τῇ κλήσει δῷ· ἐπεὶ οὕτως ἔμελλον καὶ Ἕλληνες ἀντιλέγειν  καὶ Ἰουδαῖοι. Εἰ γὰρ ἡ κλῆσις ἤρκει μόνον, τίνος ἕνεκεν οὐ πάντες ἐσώθησαν; ∆ιὰ τοῦτό φησιν, ὅτι οὐχ ἡ κλῆσις μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις τῶν καλουμένων τὴν σωτηρίαν εἰργάσατο· οὐ γὰρ ἠναγκασμένη γέγονεν  ἡ κλῆσις οὐδὲ βεβιασμένη. Πάντες γοῦν ἐκλήθησαν, ἀλλ' οὐ πάντες ὑπήκουσαν. Ὅτι οὓς προέγνω, καὶ προώρισε συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ. Εἶδες τιμῆς ὄγκον; Ὅπερ γὰρ ὁ Μονογενὴς ἦν φύσει, τοῦτο καὶ αὐτοὶ γεγόνασι κατὰ χάριν. Ἀλλ' ὅμως οὐκ ἠρκέσθη τούτῳ τῷ εἰπεῖν, Συμμόρφους, ἀλλὰ καὶ ἕτερον προσέθηκεν· Εἰς τὸ εἶναι  αὐτὸν  πρωτότοκον.  Καὶ οὐδὲ ἐνταῦθα  ἔστη, ἀλλὰ  καὶ  μετὰ  τούτου  πάλιν  ἕτερον  ἐπάγει,  λέγων·  Ἐν  πολλοῖς  ἀδελφοῖς·  διὰ πάντων σαφῆ τὴν συγγένειαν ἐπιδεῖξαι βουλόμενος. Ταῦτα δὲ πάντα περὶ τῆς οἰκονομίας εἰρῆσθαι νόμιζε· κατὰ γὰρ τὴν θεότητα Μονογενής. βʹ. Εἶδες πόσα ἡμῖν ἐχαρίσατο; Μὴ τοίνυν  ἀμφίβαλλε  περὶ  τῶν  μελλόντων·  καὶ  γὰρ  καὶ  ἑτέρωθεν δείκνυσιν  αὐτοῦ τὴν κηδεμονίαν,  τῷ λέγειν  ἄνωθεν  αὐτὰ προτετυπῶσθαι οὕτως. Ἄνθρωποι μὲν γὰρ ἀπὸ τῶν πραγμάτων τὰς ὑπὲρ αὐτῶν γνώμας λαμβάνουσι, τῷ δὲ Θεῷ πάλαι ταῦτα ἔδοξε, καὶ ἄνωθεν πρὸς ἡμᾶς διέκειτο· φησὶν οὖν· Οὓς δὲ ἐκάλεσε, τούτους  καὶ ἐδικαίωσεν.  Ἐδικαίωσε διὰ τῆς  τοῦ λουτροῦ  παλιγγενεσίας.  Οὓς δὲ ἐδικαίωσε, τούτους καὶ ἐδόξασεν. Ἐδόξασε διὰ τῆς χάριτος, διὰ τῆς υἱοθεσίας. Τί οὖν ἐροῦμεν  πρὸς ταῦτα; Ὡς ἂν  εἴποι· Μὴ τοίνυν  λέγε  μοι λοιπὸν  περὶ τῶν κινδύνων,  καὶ τῆς παρὰ πάντων  ἐπιβουλῆς. Εἰ γὰρ καὶ τοῖς μέλλουσί τινες διαπιστοῦσιν, ἀλλὰ πρὸς τὰ ἤδη γεγενημένα ἀγαθὰ οὐδὲν ἂν ἔχοιεν εἰπεῖν· οἷον, τὴν ἄνωθεν τοῦ Θεοῦ πρὸς σὲ φιλίαν, τὴν δικαίωσιν, τὴν δόξαν. Καὶ γὰρ ταῦτά σοι διὰ τῶν  δοκούντων  εἶναι λυπηρῶν  ἐχαρίσατο· καὶ ὅπερ ἐνόμιζες αἰσχύνην  εἶναι, τὸν σταυρὸν,  τὰς  μάστιγας,  τὰ  δεσμὰ, ταῦτά  ἐστιν  ἃ  τὴν  οἰκουμένην  κατώρθωσεν ἅπασαν. Ὥσπερ οὖν οἷς αὐτὸς ἔπαθε, καίτοι γε σκυθρωποῖς εἶναι δοκοῦσι, τούτοις εἰς ἐλευθερίαν  καὶ σωτηρίαν τῆς φύσεως ἀπεχρήσατο πάσης· οὕτω καὶ ἐν οἷς αὐτὸς ὑπομένεις  ποιεῖν  εἴωθεν,  εἰς δόξαν  σου καὶ εὐδοκίμησιν  τοῖς  σοῖς ἀποχρώμενος πάθεσιν. Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Τίς γὰρ οὐ καθ' ἡμῶν; φησί. Καὶ γὰρ ἡ οἰκουμένη καθ' ἡμῶν, καὶ τύραννοι καὶ δῆμοι καὶ συγγενεῖς καὶ πολῖται· ἀλλ' ὅμως οὗτοι οἱ καθ' ἡμῶν τοσοῦτον ἀπέχουσιν ἐπηρεάζειν ἡμῖν, ὅτι καὶ ἄκοντες στεφάνων ἡμῖν  αἴτιοι  γίνονται,  καὶ  μυρίων  ἀγαθῶν  πρόξενοι,  τῆς  τοῦ  Θεοῦ σοφίας  τὰς ἐπιβουλὰς εἰς τὴν ἡμετέραν σωτηρίαν καὶ δόξαν τρεπούσης. Ὁρᾷς πῶς οὐδεὶς καθ' ἡμῶν; Καὶ γὰρ τὸν Ἰὼβ τοῦτο λαμπρότερον ἐποίησε, τὸ ὁπλισθῆναι κατ' αὐτοῦ τὸν διάβολον. Καὶ γὰρ καὶ φίλους κατ' αὐτοῦ, καὶ γυναῖκα κατ' αὐτοῦ, καὶ τραύματα καὶ οἰκέτας καὶ μυρία ἕτερα ὁ διάβολος ἐκίνησε μηχανήματα· καὶ οὐδὲν ὅμως κατ' αὐτοῦ γέγονε. Καὶ οὔπω τοῦτο αὐτῷ μέγα, καίτοι σφόδρα μέγα ὂν, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, ὅτι καὶ ὑπὲρ αὐτοῦ πάντα ἐξέβη. Ἐπειδὴ γὰρ ὁ Θεὸς ἦν ὑπὲρ αὐτοῦ, καὶ τὰ κατ' αὐτοῦ δοκοῦντα εἶναι, ὑπὲρ αὐτοῦ πάντα ἐγένετο. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων συνέβη. Καὶ γὰρ καὶ οἱ Ἰουδαῖοι καὶ οἱ ἐξ ἐθνῶν καὶ οἱ ψευδάδελφοι καὶ οἱ ἄρχοντες καὶ οἱ δῆμοι καὶ λιμοὶ καὶ πενίαι καὶ μυρία κατ' αὐτῶν ἦν, καὶ οὐδὲν κατ' αὐτῶν. Τὰ γὰρ μάλιστα  ποιήσαντα  αὐτοὺς  λαμπροὺς  καὶ  περιφανεῖς,  καὶ  παρὰ  Θεῷ καὶ  παρὰ ἀνθρώποις  ἐπαινετοὺς,  ταῦτά  ἐστιν.  Ἐννόησον  οὖν  ἡλίκον  ἐφθέγξατο  ῥῆμα  ὁ Παῦλος περὶ τῶν πιστῶν καὶ ἀκριβῶς ἐσταυρωμένων, ὃ μηδ' ὁ τὸ διάδημα περικείμενος δύναιτ' ἂν ἔχειν. Κατὰ γὰρ ἐκείνου πολλοὶ καὶ βάρβαροι καθοπλιζόμενοι,  καὶ πολέμιοι  ἐπιόντες,  καὶ σωματοφύλακες  ἐπιβουλεύοντες,  καὶ τῶν ἀρχομένων πολλοὶ πολλάκις ἐπανιστάμενοι συνεχῶς, καὶ ἕτερα μυρία· κατὰ δὲ τοῦ  πιστοῦ  καὶ  προσέχοντος  ἀκριβῶς  τοῖς  τοῦ  Θεοῦ νόμοις,  οὐκ  ἄνθρωπος,  οὐ δαίμων, οὐκ ἄλλο οὐδὲν ἀντιστῆναι δυνήσεται. Ἄν τε γὰρ χρήματα ἀφέλῃς, μισθὸν αὐτῷ προεξένησας· ἄν τε κακῶς εἴπῃς, διὰ τῆς δυσφημίας λαμπρότερον ἐποίησας παρὰ τῷ Θεῷ· ἄν τε εἰς λιμὸν  ἐμβάλῃς, πλείων  ἡ δόξα καὶ ἡ ἀντίδοσις· ἄν τε, ὃ πάντων  χαλεπώτερον  εἶναι δοκεῖ, θανάτῳ παραδῷς, μαρτυρίου στέφανον ἔπλεξας. Τί τοίνυν ἴσον τοῦ βίου τούτου γένοιτ' ἂν, ὅταν μηδὲν κατ' αὐτοῦ γενέσθαι δύνηται, ἀλλὰ καὶ αὐτοὶ οἱ δοκοῦντες ἐπιβουλεύειν, τῶν εὐεργετούντων  αὐτῶν οὐκ ἔλαττον αὐτὸν ὠφελῶσι; ∆ιὰ τοῦτό φησιν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν, Εἶτα, οὐκ ἀρκεσθεὶς τοῖς εἰρημένοις, τὸ μέγιστον σημεῖον τῆς περὶ ἡμᾶς ἀγάπης, καὶ ὃ συνεχῶς ἀεὶ  περιστρέφει,  τοῦτο  καὶ  ἐνταῦθα  τίθησι,  τὴν  σφαγὴν  τοῦ  Παιδός.  Οὐ γὰρ ἐδικαίωσε, φησὶ, μόνον καὶ ἐδόξασε καὶ συμμόρφους ἐποίησε τῆς εἰκόνος ἐκείνης, ἀλλ' οὐδὲ τοῦ Παιδὸς ἐφείσατο διὰ σέ. ∆ιὸ καὶ ἐπήγαγε, λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Καὶ μεθ' ὑπερβολῆς καὶ πολλῆς τῆς θερμότητος ταῖς λέξεσι κέχρηται, ἵνα αὐτοῦ ἐνδείξηται τὴν ἀγάπην. Πῶς οὖν ἡμᾶς προήσεται, ὑπὲρ ὧν  τοῦ  ἰδίου  Υἱοῦ οὐκ  ἐφείσατο,  ἀλλ'  ὑπὲρ  ἡμῶν  παρέδωκεν  αὐτὸν  πάντων; Ἐννόησον γὰρ πόσης ἀγαθότητος  τὸ καὶ τοῦ ἰδίου Υἱοῦ μὴ φείσασθαι, ἀλλὰ  καὶ ἐκδοῦναι, καὶ ὑπὲρ πάντων ἐκδοῦναι, καὶ εὐτελῶν καὶ ἀγνωμόνων  καὶ ἐχθρῶν καὶ βλασφήμων.  Πῶς οὖν οὐχὶ  καὶ σὺν αὐτῷ  τὰ πάντα  ἡμῖν  χαρίσεται; Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Εἰ τὸν Υἱὸν αὐτοῦ ἐχαρίσατο, καὶ οὐχ ἁπλῶς ἐχαρίσατο, ἀλλὰ καὶ σφαγῇ παρέδωκε, τί λοιπὸν περὶ τῶν ἄλλων ἀμφιβάλλεις, τὸν ∆εσπότην λαβών; τί διστάζεις  περὶ  τῶν  κτημάτων,  τὸν  Κύριον  ἔχων; Ὁ γὰρ  τὸ  μεῖζον  τοῖς  ἐχθροῖς δεδωκὼς, πῶς τὰ ἐλάττονα οὐ δώσει τοῖς φίλοις; Τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ; γʹ. Ἐνταῦθα πρὸς τοὺς λέγοντας,  ὅτι οὐδὲν ἡ πίστις ὠφελεῖ,  καὶ ἀπιστοῦντας  τῇ ἀθρόᾳ μεταβολῇ. Καὶ ὅρα πῶς ταχέως αὐτοὺς ἐπεστόμισεν ἀπὸ τοῦ ἀξιώματος τοῦ ἐκλεξαμένου. Καὶ οὐκ εἶπε, Τίς ἐγκαλέσει κατὰ τῶν δούλων τοῦ Θεοῦ, οὐδὲ, Κατὰ τῶν πιστῶν τοῦ Θεοῦ, ἀλλὰ, Κατὰ τῶν ἐκλεκτῶν  τοῦ Θεοῦ· ἡ γὰρ ἐκλογὴ ἀρετῆς σημεῖόν ἐστιν. Εἰ γὰρ ἐπειδὰν πωλοδάμνης πώλους ἐκλέξηται ἐπιτηδείους πρὸς τὸν δρόμον, οὐδεὶς ἐπισκῆψαι δυνήσεται, ἀλλὰ καταγέλαστος γίνεται, κἂν ἐγκαλέσῃ τις· πολλῷ μᾶλλον ὅταν ὁ Θεὸς ἐκλέγηται ψυχὰς, καταγέλαστοι οἱ ἐγκαλοῦντες. Θεὸς ὁ δικαιῶν,  τίς  ὁ κατακρίνων;  Οὐκ εἶπε, Θεὸς ὁ ἀφεὶς  ἁμαρτήματα, ἀλλ',  ὃ πολλῷ μεῖζον ἦν, Θεὸς ὁ δικαιῶν. Ὅταν γὰρ ἡ τοῦ δικαστοῦ ψῆφος δίκαιον ἀποφήνῃ, καὶ δικαστοῦ  τοιούτου,  τίνος  ἄξιος  ὁ  κατηγορῶν;  Οὐκοῦν  οὔτε  τοὺς  πειρασμοὺς φοβεῖσθαι δίκαιον· ὑπὲρ γὰρ ἡμῶν ἐστιν ὁ Θεὸς, καὶ ἐδήλωσεν ἐξ ὧν ἐποίησεν· οὔτε τὰς φλυαρίας τὰς Ἰουδαϊκάς· καὶ γὰρ καὶ ἐξελέξατο ἡμᾶς καὶ ἐδικαίωσε, καὶ τὸ δὴ θαυμαστὸν, ὅτι διὰ τῆς σφαγῆς τοῦ Παιδὸς ἐδικαίωσε. Τίς οὖν ἡμᾶς καταδικάσει, τοῦ Θεοῦ στεφανοῦντος, τοῦ Χριστοῦ δι' ἡμᾶς σφαγέντος, καὶ οὐ σφαγέντος μόνον, ἀλλὰ καὶ μετὰ ταῦτα ἐντυγχάνοντος  ὑπὲρ ἡμῶν; Χριστὸς γὰρ, φησὶν, ὁ ἀποθανὼν, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὅς ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν. Καὶ γὰρ ἐπὶ τῆς οἰκείας ἀξίας φανεὶς, οὐ κατέλυσε τὴν ὑπὲρ ἡμῶν πρόνοιαν, ἀλλὰ καὶ  ἐντυγχάνει  ὑπὲρ  ἡμῶν  καὶ  ἔτι  τὴν  αὐτὴν  ἀγάπην  μένει  διατηρῶν.  Οὐ γὰρ ἠρκέσθη τῇ σφαγῇ μόνον· ὅπερ μεγίστου μάλιστά ἐστι φίλτρου, τὸ μὴ μόνον τὰ εἰς αὐτὸν ἥκοντα ποιεῖν, ἀλλὰ καὶ ἕτερον ὑπὲρ τούτου παρακαλεῖν. Τοῦτο γὰρ μόνον διὰ τοῦ, ἐντυγχάνειν,  δηλῶσαι ἐβουλήθη, ἀνθρωπινώτερον  διαλεχθεὶς, καὶ συγκαταβατικώτερον, ἵνα τὴν ἀγάπην ἐνδείξηται· ἐπεὶ καὶ τὸ, Οὐκ ἐφείσατο, ἐὰν μὴ μετὰ ταύτης ἐκλάβωμεν  τῆς ἐννοίας,  πολλὰ τὰ ἄτοπα ἕψεται. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτό ἐστιν, ὃ κατασκευάσαι βούλεται, πρότερον εἰπὼν,  ὅτι Ἐστὶν ἐν δεξιᾷ, τότε ἐπήγαγεν, ὅτι Ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὅτι τὴν ὁμοτιμίαν ἔδειξε καὶ τὴν ἰσότητα, ἵνα λοιπὸν  τὸ ἐντυγχάνειν  οὐκ ἐλαττώσεως, ἀλλ' ἀγάπης φαίνηται  μόνης ὄν. Ὁ γὰρ αὐτὸς ζωὴ ὢν καὶ πηγὴ τῶν ἀγαθῶν ἁπάντων, καὶ μετ' ἐξουσίας τῆς αὐτῆς τῷ Πατρὶ, καὶ νεκροὺς ἐγείρων, καὶ ζωοποιῶν, καὶ τὰ ἄλλα πάντα ποιῶν, πῶς ἂν ἐντεύξεως ἐδεήθη εἰς τὸ ὠφελῆσαι ἡμᾶς; Ὁ ἀπεγνωσμένους καὶ καταδεδικασμένους ἐξ οἰκείας ἐξουσίας καὶ  τῆς  καταδίκης  ἐκείνης  ἀπαλλάξας,  καὶ  δικαίους  καὶ  υἱοὺς ποιήσας, καὶ πρὸς τὰς ἀνωτάτω τιμὰς ἀγαγὼν, καὶ τὰ μηδέποτε ἐλπισθέντα εἰς ἔργον ἀγαγὼν, πῶς ἂν μετὰ τὸ κατορθῶσαι πάντα, καὶ τὴν φύσιν τὴν ἡμετέραν δεῖξαι ἐπὶ τοῦ θρόνου τοῦ βασιλικοῦ, πρὸς τὰ εὐκολώτερα ἐντυχίας ἐδεῖτο; Ὁρᾷς πῶς πανταχόθεν  δείκνυται,  ὅτι τὸ ἐντυγχάνειν  δι' οὐδὲν ἕτερον εἴρηκεν, ἀλλ' ἵνα τὸ θερμὸν καὶ ἀκμάζον τῆς περὶ ἡμᾶς ἀγάπης ἐνδείξηται; ἐπεὶ καὶ ὁ Πατὴρ φαίνεται παρακαλῶν  ἀνθρώπους  καταλλαγῆναι  αὐτῷ. Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ  Θεοῦ παρακαλοῦντος  δι'  ἡμῶν.  Ἀλλ'  ὅμως  καὶ  Θεοῦ παρακαλοῦντος,  καὶ ἀνθρώπων    ὑπὲρ   Χριστοῦ  πρεσβευομένων   πρὸς   ἀνθρώπους,   οὐδὲν   ἀνάξιον ἐννοοῦμεν ἐντεῦθεν τῆς ἀξίας ἐκείνης, ἀλλ' ἓν μόνον ἐκ τῶν εἰρημένων  ἁπάντων συλλέγομεν, τὴν τῆς ἀγάπης ἐπίτασιν. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιῶμεν. Εἰ τοίνυν καὶ τὸ  Πνεῦμα  ὑπερεντυγχάνει   στεναγμοῖς  ἀλαλήτοις,  καὶ  ὁ  Χριστὸς ἀπέθανε,  καὶ ἐντυγχάνει  ὑπὲρ  ἡμῶν,  καὶ  ὁ  Πατὴρ τοῦ  ἰδίου  Υἱοῦ οὐκ  ἐφείσατο  διὰ  σὲ, καὶ ἐξελέξατό σε καὶ ἐδικαίωσε, τί λοιπὸν δέδοικας; τί δὲ τρέμεις, τοσαύτης ἀπολαύων ἀγάπης,  καὶ  τοσαύτης  κηδεμονίας;  ∆ιὰ  δὴ  τοῦτο,  δείξας  πολλὴν  τὴν  ἄνωθεν πρόνοιαν, μετὰ παῤῥησίας λοιπὸν  ἐπάγει τὰ ἑξῆς, καὶ οὐ λέγει, ὅτι Ὀφείλετε  καὶ ὑμεῖς οὕτως αὐτὸν ἀγαπᾷν, ἀλλ', ὥσπερ ἔνθους γενόμενος ὑπὸ τῆς ἀφάτου ταύτης προνοίας, φησί· Τίς ἡμᾶς χωρίζει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, Καὶ οὐκ εἶπε· Τοῦ Θεοῦ· οὕτως ἀδιάφορον αὐτῷ, καὶ Χριστὸν καὶ Θεὸν ὀνομάζειν. Θλῖψις, ἢ στενοχωρία,  ἢ διωγμὸς,  ἢ λιμὸς,  ἢ γυμνότης,  ἢ κίνδυνος,  ἢ μάχαιρα; Ὅρα τοῦ μακαρίου Παύλου σύνεσιν. Οὐ γὰρ εἶπε ταῦτα οἷς καθημέραν ἁλισκόμεθα, χρημάτων ἔρωτα καὶ δόξης ἐπιθυμίαν καὶ ὀργῆς τυραννίδα, ἀλλὰ ἃ πολλῷ τούτων ἐστὶ τυραννικώτερα,  καὶ τὴν  φύσιν  αὐτὴν  ἱκανὰ  βιάσασθαι, καὶ διανοίας  στεῤῥότητα ἀναμοχλεῦσαι πολλάκις καὶ ἀκόντων ἡμῶν, ταῦτα τίθησι, θλίψεις καὶ στενοχωρίας. Εἰ γὰρ καὶ εὐαρίθμητα τὰ εἰρημένα, ἀλλὰ μυρίους ἔχει πειρασμῶν ὁρμαθοὺς ἑκάστη λέξις. Ὅταν γὰρ εἴπῃ θλῖψιν, καὶ δεσμωτήρια λέγει καὶ δεσμὰ καὶ συκοφαντίας καὶ ἐξορίας  καὶ  τὰς   ἄλλας   ταλαιπωρίας   ἁπάσας,  ἑνὶ   ῥήματι   πέλαγος   κινδύνων διατρέχων   ἄπειρον,  καὶ  πάντα  ἁπλῶς  τὰ  ἐν  ἀνθρώποις  δεινὰ  διὰ  μιᾶς  ἡμῖν ἐμφαίνων  λέξεως. Ἀλλ' ὅμως πάντων  αὐτῶν  κατατολμᾷ. ∆ιὸ καὶ κατὰ ἐρώτησιν αὐτὸ προάγει ὡς ἀναντίῤῥητον ὂν, ὅτι τὸν οὕτως ἀγαπηθέντα, καὶ τοσαύτης ἀπολαύσαντα προνοίας, οὐδὲν ἔστιν ὃ διαστῆσαι δυνήσεται. δʹ. Εἶτα, ἵνα μὴ δόξῃ ταῦτα ἐγκαταλείψεως  εἶναι. καὶ τὸν προφήτην ἐπάγει προαναφωνοῦντα ταῦτα πρὸ πολλοῦ τοῦ χρόνου, καὶ λέγοντα· Ὅτι ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς· τουτέστι, Πᾶσίν ἐσμεν προκείμενοι εἰς τὸ πάσχειν κακῶς. Ἀλλ' ὅμως πρὸς τοὺς τοσούτους καὶ τηλικούτους κινδύνους, καὶ τὰς καινὰς ταύτας  τραγῳδίας  ἀρκοῦσα παράκλησις  ἡ  τῶν  ἀγώνων  ἡμῖν  ὑπόθεσις  δέδοται· μᾶλλον δὲ οὐκ ἀρκοῦσα μόνον, ἀλλὰ καὶ πολλῷ πλείων. Οὐ γὰρ δι' ἀνθρώπους οὐδὲ δι' ἄλλο τι βιωτικὸν  ταῦτα πάσχομεν, ἀλλὰ διὰ τὸν τῶν ὅλων, φησὶ, βασιλέα. Οὐ τούτῳ  δὲ  μόνον  αὐτοὺς,  ἀλλὰ  καὶ  ἑτέρῳ  πάλιν  ἀνέδησε στεφάνῳ  ποικίλῳ  καὶ πολυειδεῖ.  Ἐπειδὴ  γὰρ  ἀνθρώπους   ὄντας  οὐκ  ἐνῆν  μυρίους  ὑπομεῖναι θανάτους,  δείκνυσιν  ὅτι  οὐδὲν  ταύτῃ  τὰ βραβεῖα ἠλάττωται.  Κἂν γὰρ τῇ  φύσει κεκληρωμένον  ᾖ τὸ μόνον  ἅπαξ ἀποθανεῖν,  τῇ  προαιρέσει τὸ καθημέραν  τοῦτο πάσχειν,   εἰ   βουληθείημεν,   δέδωκεν   ὁ   Θεός.  Ὅθεν   δῆλον,   ὅτι   τοσούτους ἀπελευσόμεθα ἔχοντες στεφάνους, ὅσας ἂν βιώσωμεν ἡμέρας· μᾶλλον δὲ καὶ πολλῷ πλείους· ἔστι γὰρ ἐν ἡμέρᾳ μιᾷ καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀποθανεῖν. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, ἀεὶ τὸν μισθὸν ἀπηρτισμένον λαμβάνει. Τοῦτο γοῦν καὶ ὁ προφήτης  αἰνιττόμενος  ἔλεγεν·  Ὅλην  τὴν  ἡμέραν. ∆ιὸ καὶ  ὁ Ἀπόστολος αὐτὸν ἐπεισήγαγε, μειζόνως αὐτοὺς διεγείρων. Εἰ γὰρ οἱ ἐν τῇ Παλαιᾷ, φησὶ, καὶ γῆν τὸ ἔπαθλον τῶν πόνων ἔχοντες, καὶ τὰ ἄλλα τῷ παρόντι συγκαταλυόμενα βίῳ, οὕτω τῆς παρούσης ὑπερεώρων  ζωῆς, καὶ τῶν  πειρασμῶν καὶ τῶν  κινδύνων,  τίνα  ἂν σχοίημεν συγγνώμην  ἡμεῖς, μετὰ τὸν οὐρανὸν καὶ τὴν βασιλείαν τὴν ἄνω καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ  καταμαλακιζόμενοι,  καὶ  μηδὲ πρὸς τὸ  αὐτὸ  μέτρον  φθάνοντες ἐκείνων; Ἀλλ' οὕτω μὲν οὐκ εἶπε, τῷ δὲ συνειδότι αὐτὸ καταλιπὼν  τῶν ἀκροατῶν, τῇ μαρτυρίᾳ ἀρκεῖται μόνῃ, καὶ δείκνυσιν, ὅτι καὶ θυσία αὐτῶν τὰ σώματα γίνεται, καὶ οὐ δεῖ θορυβεῖσθαι, οὐδὲ ταράττεσθαι, τοῦ Θεοῦ οὕτως  οἰκονομήσαντος.  Καὶ ἑτέρως δὲ αὐτοὺς προτρέπει. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι ἁπλῶς ταῦτα φιλοσοφεῖ πρὸ τῆς πείρας τῶν πραγμάτων, ἐπήγαγεν· Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, τοὺς καθημερινοὺς  τῶν  ἀποστόλων  θανάτους  λέγων.  Εἶδες ἀνδρείαν  καὶ  ἐπιείκειαν; Ὥσπερ γὰρ ἐκεῖνα,  φησὶν,  οὐκ ἀνθίσταται  σφαττόμενα,  οὕτως  οὐδὲ ἡμεῖς. Ἀλλ' ἐπειδὴ τῆς ἀνθρωπίνης διανοίας ἡ ἀσθένεια καὶ μετὰ τοσαῦτα τὸ πλῆθος τῶν πειρασμῶν ἐδεδοίκει, ὅρα πῶς πάλιν ἀνίστησι τὸν ἀκροατὴν, καὶ ὑψηλὸν ποιεῖ καὶ γαῦρον, εἰπών· Ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν  διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. Τὸ γὰρ δὴ θαυμαστὸν τοῦτό ἐστιν, οὐχ ὅτι νῦν  νικῶμεν  μόνον, ἀλλ' ὅτι καὶ δι' ὧν ἐπιβουλευόμεθα  νικῶμεν.  Καὶ οὐχ  ἁπλῶς  νικῶμεν,  ἀλλ' ὑπερνικῶμεν,  τουτέστι, μετὰ εὐκολίας ἁπάσης, χωρὶς ἱδρώτων  καὶ πόνων. Οὐ γὰρ πράγματα ὑπομένοντες, ἀλλὰ  τὴν  γνώμην  παρασκευάζοντες μόνον,  οὕτω  πανταχοῦ  τὰ τρόπαια ἱστῶμεν κατὰ τῶν ἐχθρῶν. Καὶ μάλα εἰκότως· Θεὸς γάρ ἐστιν ἡμῖν ὁ συναγωνιζόμενος. Μὴ τοίνυν ἀπιστήσῃς, εἰ μαστιζόμενοι τῶν μαστιζόντων περιγινόμεθα, εἰ ἐλαυνόμενοι τῶν  διωκόντων  κρατοῦμεν, εἰ ἀποθνήσκοντες τοὺς ζῶντας τρεπόμεθα. Ὅταν γὰρ καὶ τὴν δύναμιν τοῦ Θεοῦ καὶ τὴν ἀγάπην θῇς, οὐδὲν τὸ κωλύον τὰ θαυμαστὰ ταῦτα ἐκβῆναι  καὶ  παράδοξα, καὶ  τὴν  ἐκ  περιουσίας  λάμψαι  νίκην.  Οὐδὲ γὰρ  ἁπλῶς ἐνίκων, ἀλλὰ μετὰ πολλοῦ τοῦ θαύματος, καὶ ὥστε μαθεῖν, ὅτι οὐ πρὸς ἀνθρώπους ὁ πόλεμος τοῖς ἐπιβουλεύουσιν ἦν, ἀλλὰ πρὸς τὴν ἄμαχον δύναμιν ἐκείνην. Ὅρα γοῦν τοὺς  Ἰουδαίους  ἐν  μέσῳ  αὐτοὺς  ἔχοντας,  καὶ  διαποροῦντας  καὶ  λέγοντας·  Τί ποιήσομεν  τοῖς   ἀνθρώποις   τούτοις;  Τὸ  γὰρ  δὴ  θαυμαστὸν  τοῦτό  ἐστιν,  ὅτι κατέχοντες   αὐτοὺς,  καὶ  ὑπευθύνους   ἔχοντες,  καὶ  δεσμοῦντες,  καὶ  κόπτοντες, ἠπόρουν καὶ ἐν ἀμηχανίᾳ ἦσαν, δι' αὐτῶν τούτων  ἡττώμενοι, δι' ὧν προσεδόκων νικᾷν.  Καὶ οὔτε  τύραννος,  οὔτε  δήμιοι, οὔτε δαιμόνων  φάλαγγες,  οὔτε  αὐτὸς  ὁ διάβολος περιγενέσθαι αὐτῶν ἴσχυσεν, ἀλλ' ἐκ πολλῆς ἅπαντες ἡττῶντο τῆς περιουσίας, ἅπερ κατ' αὐτῶν ἐμηχανῶντο, πάντα ὑπὲρ αὐτῶν ὁρῶντες γινόμενα. ∆ιὸ καὶ ἔλεγεν·  Ὑπερνικῶμεν.  Καινὸς γὰρ οὗτος ὁ νόμος  τῆς  νίκης  ἦν, τὸ διὰ τῶν ἐναντίων   κρατεῖν,  καὶ  μηδέποτε  ἡττᾶσθαι,  ἀλλ'  ὡς  αὐτοὺς  ὄντας  κυρίους  τοῦ τέλους,   οὕτως  ἐπὶ τοὺς ἀγῶνας  ἐξιέναι  τούτους. Πέπεισμαι γὰρ, ὅτι οὔτε θάνατος  οὔτε ζωὴ, οὔτε ἄγγελοι  οὔτε ἀρχαὶ οὔτε δυνάμεις,  οὔτε ἐνεστῶτα  οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης  τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.  εʹ. Μεγάλα τὰ εἰρημένα· ἀλλ' οὐκ ἴσμεν αὐτὰ, ἐπειδὴ τοσαύτην ἀγάπην οὐκ ἔχομεν. Ἀλλ' ὅμως εἰ καὶ μεγάλα, δεῖξαι βουλόμενος οὐδὲν ὄντα πρὸς τὴν ἀγάπην, ἢν ἠγαπήθη παρὰ τοῦ Θεοῦ, μετ' ἐκείνην τότε τὴν αὐτοῦ τίθησιν, ἵνα μὴ δόξῃ μεγάλα λέγειν περὶ ἑαυτοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστι· Τί δεῖ, φησὶ, τὰ παρόντα λέγειν,  καὶ τὰ τῷ βίῳ τούτῳ συγκεκληρωμένα  δεινά.  Κἂν γὰρ τὰ μέλλοντα  εἴπῃ τις  πράγματα, κἂν δυνάμεις, πράγματα μὲν ὡς θάνατον καὶ ζωὴν, δυνάμεις δὲ ὡς ἀγγέλους καὶ ἀρχαγγέλους, καὶ πᾶσαν τὴν ἄνω κτίσιν, καὶ ταῦτα ἐμοὶ μικρὰ πρὸς τὴν ἀγάπην τοῦ Χριστοῦ. Οὔτε γὰρ, εἰ θάνατόν τις ἠπείλει τὸν μέλλοντα τὸν ἀθάνατον, ὥστε ἀπὸ τοῦ Χριστοῦ χωρίσαι,
οὔτε εἰ ζωὴν ἐπηγγείλατο τὴν ἄπειρον, κατεδεξάμην ἄν. Τί δεῖ λέγειν βασιλεῖς τοὺς κάτω καὶ ὑπάτους; τὸν δεῖνα καὶ τὸν δεῖνα; Κἂν γὰρ ἀγγέλους μοι εἴπῃς, κἂν πάσας τὰς ἄνω δυνάμεις, κἂν πάντα τὰ ὄντα, κἂν πάντα τὰ μέλλοντα, πάντα ἐμοὶ μικρὰ, καὶ τὰ ἐν τῇ γῇ, καὶ τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ὑπὸ γῆν, καὶ τὰ ὑπὲρ οὐρανοὺς, πρὸς τὸ φίλτρον ἐκεῖνο. Εἶτα ὡς οὐκ ἀρκούντων τούτων παραστῆσαι τὸν πόθον, ὃν εἶχεν, ἕτερα πάλιν  τοσαῦτα ὑποστησάμενός φησιν·  Οὔτε τις  κτίσις  ἑτέρα. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ καὶ ἄλλη τοσαύτη κτίσις ἦν, ὅση ἡ ὁρωμένη, ὅση ἡ νοητὴ, οὐδὲν ἄν με τῆς ἀγάπης ἐκείνης ἀπέστησε. Ταῦτα δὲ ἔλεγεν, οὐχ ὡς τῶν ἀγγέλων  τοῦτο ἐπιχειρούντων,  ἢ τῶν ἄλλων  δυνάμεων, μὴ γένοιτο, ἀλλὰ μεθ' ὑπερβολῆς ἁπάσης τὸ φίλτρον,  ὃ πρὸς τὸν Χριστὸν εἶχε, ἐπιδεῖξαι βουλόμενος. Οὐ γὰρ τὸν Χριστὸν ἐφίλει διὰ τὰ τοῦ Χριστοῦ, ἀλλὰ δι' αὐτὸν τὰ ἐκείνου, καὶ πρὸς αὐτὸν ἑώρα μόνον, καὶ ἓν ἐδεδοίκει, τὸ μὴ τῆς ἀγάπης ἐκείνης ἐκπεσεῖν. Τοῦτο γὰρ αὐτῷ καὶ γεέννης φοβερώτερον ἦν, ὥσπερ καὶ τὸ μένειν ἐν αὐτῇ βασιλείας ποθεινότερον. Τίνος οὖν ἂν εἴημεν ἄξιοι λοιπὸν ἡμεῖς, ὅταν ἐκεῖνος μὲν μηδὲ τὰ ἐν τοῖς οὐρανοῖς θαυμάζῃ πρὸς τὸν  τοῦ Χριστοῦ πόθον,  ἡμεῖς  δὲ τὰ ἐν  τῷ  βορβόρῳ καὶ τῷ  πηλῷ  τοῦ Χριστοῦ προτιμῶμεν;   κἀκεῖνος   μὲν   διὰ  τὸν   πόθον   αὐτοῦ   καὶ  εἰς   γέενναν   ἐμπεσεῖν καταδέχεται, καὶ βασιλείας ἐκπεσεῖν, εἴ γε ἀμφότερα ταῦτα προὔκειτο· ἡμεῖς δὲ οὐδὲ τοῦ παρόντος καταφρονοῦμεν βίου; Ἆρα ἄξιοι τῶν γοῦν ὑποδημάτων ἐσμὲν λοιπὸν τῶν ἐκείνου, τοσοῦτον ἀφεστηκότες αὐτοῦ τῆς μεγαλονοίας; Ἐκεῖνος μὲν γὰρ οὐδὲ βασιλείαν ἡγεῖταί τι διὰ τὸν Χριστὸν εἶναι, ἡμεῖς δὲ αὐτοῦ μὲν καταφρονοῦμεν, τῶν δὲ αὐτοῦ πολὺν ποιούμεθα λόγον. Καὶ εἴθε κἂν τῶν αὐτοῦ· νῦν δὲ οὐδὲ τοῦτο, ἀλλὰ καὶ βασιλείας ἡμῖν προκειμένης, ἐκείνην  ἀφέντες. τὰς σκιὰς καὶ τὰ ὀνείρατα καθ' ἑκάστην  διώκομεν  τὴν  ἡμέραν. Καίτοι γε  ὁ Θεὸς φιλάνθρωπος  ὢν  καὶ  σφόδρα ἥμερος, ταυτὸν ἐποίησεν, οἷον ἂν εἰ πατὴρ φιλόπαις, τοῦ παιδὸς δυσχεραίνοντος τὴν πρὸς αὐτὸν διηνεκῆ ὁμιλίαν, ἑτέρως ταύτην σοφίσαιτο. Ἐπειδὴ γὰρ αὐτοῦ πόθον οὐκ ἔχομεν τὸν προσήκοντα, πολλὰ ἕτερα ἡμῖν προβάλλεται ὥστε ἡμᾶς κατασχεῖν πρὸς ἑαυτόν. Καὶ οὐδὲ οὕτω παραμένομεν, ἀλλ' ἀποπηδῶμεν πρὸς τὰ παιδικὰ ἀθύρματα. Ἀλλ'  οὐχ  ὁ  Παῦλος  οὕτως,  ἀλλ'  ὥσπερ  τις  εὐγενὴς  παῖς  καὶ  ἐλεύθερος  καὶ φιλοπάτωρ  τὴν συνουσίαν τοῦ πατρὸς ἐπιζητεῖ  μόνον, τῶν  δὲ ἄλλων  οὐ τοσοῦτον ποιεῖται  λόγον· μᾶλλον  δὲ, πολλῷ  πλέον  ἢ παῖς. Οὐ γὰρ ὁμοῦ καὶ τὸν πατέρα καὶ τὰ αὐτοῦ τιμᾷ, ἀλλ' ὅταν ἴδῃ πρὸς τὸν πατέρα, οὐδὲν ἐκεῖνα ἡγεῖται, ἀλλ' ἕλοιτο ἂν καὶ κολαζόμενος καὶ μαστιζόμενος εἶναι μετ' αὐτοῦ, ἢ χωριζόμενος αὐτοῦ τρυφᾷν.   ʹ.  Φρίξωμεν τοίνυν  ὅσοι μηδὲ χρημάτων  διὰ τὸν  Θεὸν καταφρονοῦμεν· μᾶλλον δὲ, ὅσοι μηδὲ χρημάτων δι' ἡμᾶς αὐτοὺς καταφρονοῦμεν. Παῦλος γὰρ μόνος ἦν ὁ διὰ τὸν Χριστὸν γνησίως ἅπαντα πάσχων, οὐ διὰ βασιλείαν οὐδὲ διὰ τὴν αὐτοῦ τιμὴν, ἀλλὰ διὰ τὴν πρὸς ἐκεῖνον  εὔνοιαν. Ἡμᾶς δὲ οὔτε ὁ Χριστὸς, οὔτε τὰ τοῦ Χριστοῦ, τῶν βιωτικῶν  ἀφέλκει πραγμάτων, ἀλλ' ὥσπερ ὄφεις ἢ ἔχεις ἢ χοῖροι, ἢ καὶ ταῦτα πάντα ὁμοῦ, οὕτως ἐν τῇ ἰλύϊ συρόμεθα. Τί γὰρ τῶν θηρίων ἐκείνων ἡμεῖς ἀμείνους, οἱ τοσαῦτα καὶ τηλικαῦτα ἔχοντες παραδείγματα, καὶ ἔτι κάτω βλέποντες, καὶ μηδὲ μικρὸν ἀναβλέψαι πρὸς τὸν οὐρανὸν ἀνεχόμενοι; Ἀλλ' ὁ μὲν Θεὸς καὶ τὸν Υἱὸν ἐξέδωκε· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως  αὐτῷ τῷ διὰ σὲ ἐκδοθέντι, τῷ διὰ σὲ σφαγέντι. Ὁ Πατὴρ διὰ σὲ αὐτοῦ οὐκ ἐφείσατο, καὶ ταῦτα γνησίου ὄντος Παιδός· σὺ δὲ  αὐτὸν  καὶ  λιμῷ  τηκόμενον   περιορᾷς,  καὶ  ταῦτα  ἀπὸ  τῶν   αὐτοῦ  μέλλων ἀναλίσκειν, καὶ διὰ σαυτὸν ἀναλίσκειν. Τί ταύτης τῆς παρανομίας χεῖρον γένοιτ' ἄν; Ἐξεδόθη διὰ σὲ, ἐσφάγη διὰ σὲ, περιέρχεται πεινῶν διὰ σὲ, ἐκ τῶν αὐτοῦ δίδως ἵνα αὐτὸς ὠφεληθῇς, καὶ οὐδὲ οὕτω δίδως. Ποίων οὐκ ἂν εἶεν ἀναισθητότεροι λίθων, οἱ τοσούτων αὐτοὺς ἑλκόντων πραγμάτων, ἐπὶ τῆς διαβολικῆς ταύτης μένοντες ὠμότητος; Οὐδὲ γὰρ ἠρκέσθη τῷ θανάτῳ  καὶ τῷ σταυρῷ μόνον, ἀλλὰ καὶ πένης γενέσθαι  κατεδέξατο  καὶ  ξένος  καὶ  ἀλήτης  καὶ  γυμνὸς,  καὶ  εἰς  δεσμωτήριον
ἐμπεσεῖν, καὶ ἀῤῥωστίαν ὑπομεῖναι, ἵνα κἂν οὕτω σε ἐκκαλέσηται. Εἰ γὰρ μὴ ἀμείβῃ με, φησὶν, ὡς ὑπὲρ σοῦ τι παθόντα, διὰ τὴν πενίαν ἐλέησον. Εἰ δὲ μὴ βούλει διὰ τὴν πενίαν ἐλεῆσαι, διὰ τὴν νόσον ἐπικάμφθητι, διὰ δὲ τὸ δεσμωτήριον ἐπικλάσθητι· εἰ δὲ μηδὲ ταῦτά σε ποιεῖ φιλάνθρωπον, διὰ τὸ κοῦφον τῆς αἰτήσεως ἐπίνευσον. Οὐδὲν γὰρ αἰτῶ πολυτελὲς, ἀλλὰ ἄρτον καὶ στέγην καὶ ῥημάτων  παράκλησιν. Εἰ δὲ καὶ μετὰ ταῦτα ἔτι μένεις ἄγριος ὢν, κἂν διὰ τὴν βασιλείαν γενοῦ βελτίων, κἂν διὰ τὰ ἔπαθλα ἃ ὑπεσχόμην. Ἀλλ' οὐδὲ ἐκείνων  ἐστί τίς σοι λόγος; Κἂν πρὸς τὴν φύσιν αὐτὴν  ἐπικλάσθητι,  γυμνὸν  ὁρῶν, καὶ τῆς  γυμνότητος  ἀναμνήσθητι  ἐκείνης,  ἣν ἐγυμνώθην ἐπὶ τοῦ σταυροῦ διὰ σέ. Εἰ δὲ ἐκείνης οὐ βούλει, κἂν ταύτης, ἢν διὰ τῶν πενήτων  γυμνοῦμαι. Ἐδεήθην τότε διὰ σὲ, ἀλλὰ καὶ νῦν διὰ σὲ, ἵνα εἴτε ἐντεῦθεν, εἴτε ἐκεῖθεν προαχθεὶς, βουληθῇς ποιῆσαί τινα ἔλεον· ἐνήστευσα διὰ σὲ, πάλιν πεινῶ διὰ σέ· ἐδίψησα κρεμάμενος ἐπὶ τοῦ σταυροῦ, διψῶ καὶ διὰ τῶν πενήτων, ἵνα καὶ  ἐξ  ἐκείνων   καὶ  ἐκ  τούτων   ἐπισπάσωμαί  σε  πρὸς  ἐμαυτὸν,   καὶ  ποιήσω φιλάνθρωπον    ἐπὶ   σωτηρίᾳ   τῇ   σῇ.   ∆ιὰ   τοῦτο   καὶ   μυρίων   ὀφείλοντά    σε εὐεργετημάτων  ἀμοιβὴν  ἐμοὶ, οὐχ  ὡς  ὀφείλοντα  ἀπαιτῶ,  ἀλλ'  ὡς  χαριζόμενον στεφανῶ, καὶ βασιλείαν δωροῦμαι ἀντὶ τῶν μικρῶν τούτων. Οὐδὲ γὰρ λέγω, Λῦσόν μοι τὴν πενίαν, οὐδὲ, Χάρισαί μοι πλοῦτον, καίτοι γε ἐπτώχευσα διὰ σέ· ἀλλ' ὅμως ἄρτον αἰτῶ καὶ ἱμάτιον καὶ λιμοῦ παραμυθίαν μικράν. Κἂν εἰς δεσμωτήριον ἐμπέσω, οὐκ  ἀναγκάζω  τὰ  δεσμὰ λῦσαι  καὶ  ἐκβαλεῖν,  ἀλλ'  ἓν  ἐπιζητῶ  μόνον,  ἵνα  ἴδῃς δεδεμένον διὰ σὲ, καὶ ἀρκοῦσαν ἔλαβον χάριν, καὶ ὑπὲρ τούτου μόνου τὸν οὐρανόν σοι χαρίζομαι. Καίτοι γε ἐγὼ χαλεπωτάτων  σε ἔλυσα δεσμῶν, ἀλλ' ἐμοὶ μόνον ἀρκεῖ, ἂν βουληθῇς ἰδεῖν  με δεδεμένον.  ∆ύναμαι μὲν γὰρ χωρὶς  τούτων  σε στεφανοῦν, βούλομαι δέ σοι καὶ ὀφειλέτης εἶναι, ἵνα φέρῃ σοί τινα καὶ παῤῥησίαν ὁ στέφανος. Καὶ διὰ τοῦτο  καὶ δυνάμενος  ἐμαυτὸν  θρέψαι, περιέρχομαι  προσαιτῶν,  καὶ ταῖς θύραις σου παριστάμενος προτείνω  χεῖρα. Παρὰ σοῦ γὰρ τραφῆναι  ἐπιθυμῶ· φιλῶ γάρ σε σφόδρα· διὸ καὶ τῆς τραπέζης ἐρῶ τῆς σῆς, ὃ τοῖς φιλοῦσιν  ἔθος ἐστὶ, καὶ ἐγκαλλωπίζομαι τούτῳ, καὶ τοῦ θεάτρου παρόντος τῆς οἰκουμένης, ἀνακηρύττω σε τότε, καὶ πάντων  ἀκουόντων,  ἐνδείκνυμαι  τὸν τροφέα τὸν ἐμόν. Καίτοι γε ἡμεῖς ὅταν παρά τινος τραφῶμεν,  αἰσχυνόμεθα τοῦτο καὶ συσκιάζομεν· αὐτὸς δὲ ἐπειδὴ σφόδρα ἡμᾶς  φιλεῖ,  κἂν  ἡμεῖς  σιγῶμεν,  ἀναγορεύει  τότε  τὸ  γεγενημένον  μετὰ πολλῶν  τῶν  ἐγκωμίων,  καὶ  οὐκ αἰσχύνεται  εἰπεῖν,  ὅτι  καὶ  γυμνὸν  ὄντα  αὐτὸν περιεβάλομεν, καὶ πεινῶντα  ἐθρέψαμεν. Ταῦτ'  οὖν ἅπαντα  ἐννοοῦντες,  μὴ μέχρι τῶν  ἐπαίνων  στῶμεν μόνον, ἀλλὰ καὶ ἐπιτελέσωμεν  τὰ εἰρημένα. Τί γὰρ ὄφελος τῶν  κρότων καὶ τῶν  θορύβων τούτων; Ἓν ζητῶ παρ' ὑμῶν  μόνον, τὴν διὰ τῶν ἔργων  ἐπίδειξιν,  τὴν  διὰ  τῶν  πραγμάτων  ὑπακοήν·  τοῦτο  ἔπαινος  ἐμὸς, τοῦτο κέρδος ὑμέτερον, τοῦτο διαδήματός μοι λαμπρότερον. Τοῦτον τοίνυν  ἀπελθόντες καὶ ὑμῖν καὶ ἐμοὶ κατασκευάσετε τὸν στέφανον διὰ τῆς τῶν πενήτων χειρὸς, ἵνα καὶ κατὰ τὸν παρόντα βίον χρηστῇ συντραφῶμεν ἐλπίδι, καὶ πρὸς τὴν μέλλουσαν ἀπελθόντες   ζωὴν,  τῶν  μυρίων  ἐπιτύχωμεν   ἀγαθῶν·  ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/











Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |