ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ιʹ Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν

Δευτέρα 24 Οκτωβρίου 2016

Ιʹ Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν




Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


Ιʹ Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.

αʹ. Αἱ ἀθυμίαι καὶ αἱ φροντίδες, ὅταν πέρα τοῦ μέτρου τὴν ψυχὴν κατατείνωσι, τῆς οἰκείας αὐτὴν ἀποστεροῦσιν ἰσχύος. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς Φιλιππησίους ἐν πολλῇ ὄντας ἀθυμίᾳ ἀνίστησιν. Ἦσαν δὲ ἐν ἀθυμίᾳ διὰ τὸ μὴ γινώσκειν  πῶς τὰ κατὰ Παῦλον· ἦσαν ἐν ἀθυμίᾳ διὰ τὸ νομίζειν αὐτὸν ἤδη τετελευτηκέναι,  διὰ τὸ κήρυγμα, διὰ Ἐπαφρόδιτον.  Ὑπὲρ  δὴ  τούτων   ἁπάντων   πληροφορῶν   αὐτοὺς  ἐπάγει·  Τὸ  λοιπὸν, ἀδελφοί  μου, χαίρετε. Οὐκ ἔχετε, φησὶ, λοιπὸν  ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον, δι' ὃν ἠλγεῖτε· ἔχετε Τιμόθεον, ἔρχομαι κἀγὼ, τὸ Εὐαγγέλιον ἐπιδίδωσι. Τί ὑμῖν λείπει λοιπόν; Χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ, τούτους δὲ ἀδελφούς. Ὅταν μὲν γὰρ ἢ διορθοῦσθαί  τι  βούληται,  ἢ  φιλοστοργίαν   ἐνδείξασθαι,  τέκνα  καλεῖ·  ὅταν  δὲ  μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶ, χαίρετε ἐν Κυρίῳ.


Καλῶς εἶπεν, Ἐν Κυρίῳ, οὐ κατὰ τὸν κόσμον· οὐκ ἔστι γὰρ χαρῆναι τοῦτο. Αἱ θλίψεις αὗται,  φησὶν,  αἱ κατὰ  Χριστὸν, ἔχουσι  χαράν.  Τὰ αὐτὰ  γράφειν  ὑμῖν,  ἐμοὶ μὲν  οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας. Ὁρᾷς πῶς οὐκ ἐν ἀρχῇ τὴν παραίνεσιν εἰσάγει, ἀλλ' ὅτε αὐτοὺς πολλὰ  ἐπῄνεσεν, ὅτε ἐθαύμασε, τότε τοῦτο ποιεῖ, καὶ πάλιν ἐπαινεῖ. ∆οκεῖ γὰρ οὗτος φορτικώτερος  εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν  συσκιάζει. Τίνας  δέ  φησι  κύνας;  Ἐνταῦθα  ἦσάν  τινες,  οὓς  ἐν  πάσαις  ταῖς  ἐπιστολαῖς   αἰνίττεται, Ἰουδαῖοι μιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν   πιστῶν   πολλοὺς   παρασπάσαι,  ἐκήρυττον   καὶ   τὸν   Χριστιανισμὸν,   καὶ   τὸν Ἰουδαϊσμὸν, παραφθείροντες  τὸ Εὐαγγέλιον. Ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτό φησι· Βλέπετε τοὺς κύνας. Οὐκέτι τέκνα Ἰουδαῖοι. Ποτὲ οἱ ἐθνικοὶ τοῦτο ἐκαλοῦντο, νῦν δὲ ἐκεῖνοι. ∆ιὰ τί; Ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν, οὕτω καὶ οὗτοι γεγόνασι νῦν, καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ τὸ ἰταμὸν ἐντεῦθεν  παρίστησι, καὶ  τὴν  πολλὴν  πρὸς  τέκνα  διάστασιν.  Ὅτι  γὰρ  οἱ  ἐθνικοί  ποτε  κύνες  ἐκαλοῦντο, ἄκουσον τῆς Χαναναίας, τί φησι· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Ἵνα δὲ μηδὲ τοῦτο ἔχωσιν, ἐπειδὴ καὶ κύνες εἰσὶν ἐπιτραπέζιοι, ἐπάγει, ὅθεν αὐτοὺς καὶ ἀλλοτριοῖ, λέγων,  Βλέπετε τοὺς κακοὺς ἐργάτας. Καὶ θαυμαστῶς  εἶπε, Βλέπετε τοὺς κακοὺς ἐργάτας·  ἐργάζονται  μὲν γὰρ, φησὶν,  ἀλλ' ἐπὶ  κακῷ,  καὶ ἀργίας  πολλῷ  χεῖρον  ἔργον,  ἀνασπῶντες  τὰ καλῶς κείμενα. Βλέπετε, φησὶ, τὴν κατατομήν.  Σεμνὸν ἦν παρὰ Ἰουδαίοις  τὸ τῆς περιτομῆς, ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον αὐτῆς. Ἵνα μὲν γὰρ περιτομὴ γένηται, ἐλύετο σάββατον· ἵνα δὲ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο ἡ περιτομή. Καὶ θέα μοι τὴν τοῦ Θεοῦ οἰκονομίαν· αὕτη ἡ τοῦ σαββάτου αἰδεσιμωτέρα, εὑρίσκεται ἔν τισι χρόνοις [μὴ] παραλειφθεῖσα. Ὅταν οὖν αὐτὴ λύηται, πολλῷ μᾶλλον τὸ σάββατον. ∆ιὰ τοῦτο τὸ ὄνομα αὐτῆς ὁ Παῦλος κατατέμνει,  καί φησι· Βλέπετε τὴν κατατομήν.  Καὶ οὐκ εἶπεν, ὅτι κακὸν ἡ περιτομὴ, περιττὸν  ἡ περιτομὴ, ἵνα μὴ πλήξῃ τοὺς ἄνδρας, ἀλλὰ  σοφώτερον αὐτὸ οἰκονομεῖ, τοῦ μὲν πράγματος ἀπάγων, τῷ δὲ  ῥήματι  χαριζόμενος,  μᾶλλον  δὲ  καὶ  τῷ  πράγματι  σπουδαιότερον.  Ἀλλ'  οὐκ  ἐπὶ Γαλατῶν  οὕτως.  Ἐπειδὴ  γὰρ  πολλὴ  νόσος  ἦν  ἐκεῖ,  γυμνῇ  τῇ  κεφαλῇ  λοιπὸν  μετὰ πολλῆς τῆς αὐθεντίας ἐπάγει τὴν τομήν· ἐνταῦθα δὲ, ἐπειδὴ οὐδὲν τοιοῦτον εἰργάσαντο, αὐτοῖς χαρίζεται  τὴν ἀπὸ τῆς προσηγορίας ἡδονήν· κἀκείνους  ἐκβάλλει,  καὶ τούτους, καί φησι· Βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Πῶς; Οἱ πνεύματι Θεῷ λατρεύοντες,  καὶ οὐκ ἐν  σαρκὶ πεποιθότες.  Οὐκ εἶπεν,  ὅτι δοκιμάζομεν  ἐκείνην  τὴν περιτομὴν,  καὶ ταύτην,  τίς ἐστιν ἀμείνων,  ἀλλ' οὐδὲ τοῦ ὀνόματος  αὐτῇ μετέδωκεν· ἀλλὰ τί φησιν; Ἡ περιτομὴ ἐκείνη κατατομή ἐστι. ∆ιὰ τί; Οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν. Ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον,  οὐδὲν ἄλλο ἢ σαρκὸς τομή ἐστι καὶ κατατομή. Ἢ οὖν διὰ τοῦτο οὕτως  αὐτὴν  εἶπεν, ἢ ὅτι τὴν  Ἐκκλησίαν ἐπειρῶντο  κατατέμνειν.  Καὶ ἡμεῖς δὲ κατατομὴν  λέγομεν  ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων.  Εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι, φησὶ, παρ' ἡμῖν ταύτην ἂν εὑρήσετε. Οἱ πνεύματι Θεῷ λατρεύοντες· τουτέστιν, οἱ πνευματικῶς  λατρεύοντες.


βʹ. Εἰπὲ γάρ  μοι, τί  βέλτιον,  ψυχὴ  ἢ σῶμα; ∆ῆλον  ὅτι  ψυχή.  Οὐκοῦν καὶ  ἡ περιτομὴ  ἐκείνη  οὐ βελτίων,  ἀλλ' αὕτη  μόνη  ἐστὶ περιτομή.  Ἕως μὲν  γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετμῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ, Οὐδὲ ἔστι περιτομὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν μέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγραφῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται  βασιλεύς·  ἐπειδὰν  δὲ  ἐπιτεθῇ,  κρύπτεται  μὲν  τῇ  ἀληθείᾳ  ὁ  τύπος,  καὶ  οὐ φαίνεται·  τότε δὲ καὶ λέγομεν,  Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡμῖν γάρ ἐστιν ἡ περιτομὴ,  ἀλλ',  Ἡμεῖς  ἐσμεν·  εἰκότως.  Τοῦτο  γάρ  ἐστιν  ἄνθρωπος,  ἡ  περιτομὴ  ἡ ἐνάρετος,  τοῦτό  ἐστιν  ἀληθῶς  ἄνθρωπος.  Ἐν  ἐκείνοις  δὲ  οὐκ  εἶπεν  οὕτως,  ἀλλὰ, Βλέπετε τὴν κατατομήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώματι γίνεται ἡ περιτομὴ, ἀλλ' ἐν καρδίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί. Τί λέγει ἐνταῦθα Πεποίθησιν, καὶ Ἐν σαρκί; Καύχησιν, παῤῥησίαν, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν. Εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὢν κατηγόρει τῆς περιτομῆς, οὐ τῆς περιτομῆς δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀκαίρως αὐτὴν μεταχειριζόντων, ἔδοξεν ἂν, ὡς ἀπεστερημένος τῆς τοῦ Ἰουδαϊσμοῦ εὐγενείας, κατατρέχειν  αὐτῆς, ὡς οὐκ  εἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν   καὶ  κατηγορῶν,   οὐ  διὰ  τοῦτο   κατηγορεῖ,   ὡς  οὐ  μετασχὼν,   ἀλλ'  ὡς κατεγνωκὼς,  οὐ δι' ἄγνοιαν,  ἀλλὰ δι' ἐπίγνωσιν  μάλιστα. Ὅρα οὖν τί φησι καὶ ἐν τῇ πρὸς Γαλάτας, ἐμπεσὼν εἰς ἀνάγκην  τοῦ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, πῶς καὶ οὕτω καὶ ταπεινοφροσύνην ἐνδείκνυται· Ἠκούσατε γὰρ, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ· καὶ πάλιν ἐνταῦθα, Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· καὶ εὐθέως ἐπήγαγεν· Ἑβραῖος ἐξ Ἑβραίων. Οὐκ εἶπε τοῦτο προηγουμένως,  ἀλλὰ μετὰ τὸ εἰπεῖν, Εἴ τις ἄλλος, δεικνὺς τὴν ἀνάγκην, δεικνὺς ὅτι δι' ἐκείνους ἔλεγεν. Εἰ πεποίθατε, φησὶ,  κἀγὼ  μᾶλλον.  Τοῦτο  νῦν  λέγω,  ἐπεὶ  ἐσιώπων.  Καὶ ὅρα  τὸ  ἀνεπαχθὲς   τῶν ἐλέγχων· τὸ γὰρ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν. Εἴ τις δοκεῖ πεποιθέναι. Καὶ καλῶς εἶπε, ∆οκεῖ, ἢ ὡς οὐκ ἐχόντων  τοσαύτην πεποίθησιν, ἢ ὡς τῆς πεποιθήσεως  ἐκείνης  οὐκ ὄντως  πεποιθήσεως  οὔσης· πάντα  γὰρ ἀνάγκης  ἦν, οὐ προαιρέσεως.  Περιτομὴ ὀκταήμερος.  Καὶ πρῶτον  τίθησιν  ὃ μάλιστα  ηὔχουν,  τὸ  τῆς περιτομῆς· εἶτα, Ἐκ γένους Ἰσραήλ. Τὰ ἀμφότερα ἔδειξεν, ὅτι οὐ προσήλυτος, οὔτε ἐκ προσηλύτων. Ἀπὸ μὲν γὰρ τοῦ ὀκταήμερος περιτμηθῆναι, οὐχὶ προσήλυτος· ἀπὸ δὲ τοῦ, Ἐκ γένους  Ἰσραὴλ, οὐδὲ προσηλύτων  γονέων.  Ἀλλ'  ἵνα  μὴ νομίσῃς, ὅτι, Ἐκ γένους Ἰσραὴλ,ἐκ τῶν δέκα φυλῶν,  φησὶ, Φυλῆς Βενιαμίν· ὥστε τοῦ δοκιμωτέρου  μέρους· τὰ γὰρ τῶν  ἱερέων  ἐν τῷ κλήρῳ ταύτης  ἦν τῆς φυλῆς.  Ἑβραῖος ἐξ Ἑβραίων. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐχὶ προσήλυτος, ἀλλ' ἄνωθεν  τῶν εὐδοκίμων  Ἰουδαίων. Ἐνῆν μὲν γὰρ εἶναι  τοῦ Ἰσραὴλ, ἀλλ' οὐκ Ἑβραῖον ἐξ Ἑβραίων. Πολλοὶ γὰρ καὶ διέφθειρον  ἤδη τὸ πρᾶγμα, καὶ τῆς γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις μιγνύμενοι  ἔθνεσιν. Ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν  εὐγένειαν  δείκνυσιν ἐντεῦθεν. Κατὰ νόμον Φαρισαῖος. Ἔρχεται λοιπὸν εἰς τὰ τῆς αὑτοῦ προαιρέσεως· ἐκεῖνα γὰρ πάντα ἀπροαίρετα. Καὶ γὰρ τὸ περιτμηθῆναι οὐκ αὐτοῦ, καὶ τὸ, Ἐκ γένους  Ἰσραὴλ, καὶ τὸ, Ἐκ φυλῆς  Βενιαμίν· ὥστε καὶ ἐκ τούτων μᾶλλον πλεονεκτεῖ,  εἰ καὶ τὰ μάλιστα ἐκοινώνουν  αὐτῷ πολλοί. Ποῦ οὖν τὸ, Μᾶλλον; Μάλιστα μὲν καὶ ἐν τούτῳ τῷ μὴ προσήλυτον εἶναι, καὶ τῷ ἐκ τῆς δοκιμωτάτης  φυλῆς, καὶ τῷ ἄνωθεν  ἐκ προγόνων,  ἅπερ οὐ πολλοὶ  εἶχον· ἀλλ',  ἐπειδὴ πάντα  ἀπροαίρετα, ἔρχεται εἰς τὰ τῆς προαιρέσεως, ὅπου τὸ, Μᾶλλον, ἐστί. Κατὰ νόμον  Φαρισαῖος, κατὰ ζῆλον διώκων  τὴν Ἐκκλησίαν. Τοῦτό φησι, διότι οὐκ ἀρκεῖ δεῖξαι τὸ, Μᾶλλον, μόνον ἐκεῖνο· ἔστι  γὰρ  καὶ  Φαρισαῖον εἶναι,  καὶ  μὴ  σφόδρα ζηλωτήν.  Κατὰ δικαιοσύνην. Ἐπειδὴ ἔνι  ῥιψοκίνδυνον  εἶναι,  ἢ φιλαρχίας  ἕνεκεν  τοῦτο  ποιεῖν,  ἀλλ' οὐ τῷ  νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς. Ἀλλ' αὐτὸς οὐ τοιοῦτος· ἀλλὰ, Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος  ἄμεμπτος. Εἰ τοίνυν  καὶ εὐγενείας  ἕνεκεν, καὶ προθυμίας, καὶ τρόπου, καὶ βίου πάντων  ἐκράτουν, τίνος ἕνεκεν τὰ σεμνὰ ἐκεῖνα εἴασα, φησὶν, ἀλλ' ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ, καὶ πολλῷ  μείζονα; ∆ιὸ ἐπήγαγεν   Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.


γʹ. Παῦλος μὲν πολιτείαν  οὕτως  ἠκριβωμένην,  ἐκ πρώτης ἡλικίας  ἀρξαμένην, τοσαύτην  εὐγένειαν,   τοσούτους  κινδύνους,   τοσαύτας  ἐπιβουλὰς,  πόνους,  σπουδὴν ἔῤῥιψε, καὶ ζημίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ· ἡμεῖς δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν,  ἵνα Χριστὸν κερδήσωμεν, ἀλλ' αἱρούμεθα μᾶλλον ἐκπεσεῖν τῆς μελλούσης ζωῆς, ἢ τῶν παρόντων πραγμάτων· καίτοι γε οὐδὲν ἄλλο τοῦτό ἐστιν, ἢ ζημία. Εἰπὲ γάρ μοι, καθ' ἕκαστον ἐξετάσωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον  ἔχουσα, κέρδος δὲ οὐδέν. Τί γὰρ, εἰπέ μοι, τὸ ὄφελος ἀπὸ τῶν  πολλῶν  τῶν  ἱματίων  καὶ  πολυτελῶν;  τί  καρπούμεθα  κέρδος, ὅταν  αὐτὰ  ὦμεν περικείμενοι;  Οὐδὲν, ἀλλ' ἢ ζημιούμεθα  μόνον.  Πῶς;  Ὅτι καὶ  ὁ πένης  εὐτελὲς  καὶ ἐκτετριμμένον  φορῶν,  ἐν  τῷ  θάλπει  οὐδὲν  σοῦ χεῖρον  φέρει  τὸ  καῦμα  μᾶλλον  δὲ ἐκεῖνος εὐκολώτερον· τὰ γὰρ ἐκτετριμμένα τῶν ἱματίων καὶ μόνα περικείμενα, μᾶλλον ἀνίησι τὸ σῶμα· τὰ δὲ νεοκατασκεύαστα, κἂν ἀράχνης ᾖ λεπτότερα, οὐχ ὁμοίως. Καὶ σὺ μὲν διὰ τὸν τῦφον  τὸν περιττὸν καὶ χιτωνίσκους  δύο, καὶ τρεῖς, πολλάκις καὶ χλανίδα καὶ ζώνην, καὶ ἀναξυρίδας ἔχεις· ἐκείνῳ δὲ οὐδεὶς ἐγκαλεῖ ἕνα περικειμένῳ χιτωνίσκον μόνον· ὥστε εὐκολώτερον  φέρει τὸ καῦμα. Ἀπὸ τούτου τοὺς μὲν πλουτοῦντας  ὁρῶμεν ἱδροῦντας, τοὺς δὲ πένητας οὐδὲν τούτων πάσχοντας. Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐτελῆ ἱμάτια καὶ τοῦ μηδενὸς πωλούμενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλειν  ἀναγκάζοντα  χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζημία τὸ πολὺ περιττόν; Οὐδὲν γὰρ πλέον εἰσήνεγκε κατὰ τὸν τῆς χρείας λόγον καὶ τῆς διακονίας, ἀλλὰ πλέον μὲν χρυσίον κεκένωταί σοι, τὴν αὐτὴν δὲ χρείαν καὶ ὑπηρεσίαν ἔχει· σὺ μὲν ὁ πλουτῶν ἠγόρασας χρυσίων  ἑκατὸν τυχὸν, ἢ καὶ πλειόνων,  ὁ δὲ πένης ἀργυρίου ὀλίγου. Εἶδες τὴν ζημίαν; Ἀλλ' ὁ τῦφος οὐκ ἀφίησιν ἰδεῖν. Βούλει καὶ ἐπὶ τῶν χρυσίων, ὧν καὶ τοῖς ἵπποις  καὶ  ταῖς  γυναιξὶ  περιτιθέασι,  τοῦτον  ἐξετάσωμεν  τὸν  λόγον;  Μετὰ γὰρ  τῶν ἄλλων καὶ ἀνοήτους ποιεῖ τὸ πλουτεῖν. Τῆς γὰρ αὐτῆς τιμῆς τάς τε γυναῖκας ἀξιοῦσι καὶτοὺς  ἵππους,  καὶ  εἷς  ὁ  καλλωπισμὸς   ἀμφοτέρων·   καὶ  ἀπὸ  τῶν  αὐτῶν   βούλονται φαίνεσθαι λαμπρότεραι, ἀφ' ὧν καὶ τὰ ζεύγη, ἀφ' ὧν καὶ τὰ δέρματα τῶν παραπετασμάτων,  ἔνθα  φέρονται.  Εἰπὲ, τί  τὸ  κέρδος,  ἡμίονον  ἢ  ἵππον  τῷ  χρυσῷ κατακοσμεῖσθαι; ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειμένη καὶ λίθων, τί τὸ πλέον ἔχει; Ἀλλ' οὐκ ἐκτρίβεται τὰ χρυσία, φησί. Μάλιστα μὲν καὶ τοῦτο πάσχειν φασὶν οἱ περὶ ταῦτα  δεινοὶ,  ὅτι ἐν  βαλανείοις  καὶ πολλαχοῦ  καὶ λίθοι  καὶ χρυσία πολὺ  τῆς τιμῆς ἀποτίθεται  πλὴν ἀλλ' ἔστω τοῦτο, καὶ μηδὲν βλαπτέσθω· τί τὸ κέρδος, εἰπέ μοι; τί δέ; ὅταν ἐκπέσῃ καὶ ἀπόληται, οὐχὶ ζημία; τί δέ; ὅταν φθόνον  ἐπισπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζημία; Ὅταν γὰρ  ὠφελῇ  μὲν μηδὲν τὴν περικειμένην,  ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν  ὀφθαλμοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ μᾶλλον, οὐχὶ ζημία γίνεται; Τί δὲ, εἰπέ μοι; ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος φέρον, μὴ δύνηται δὲ διὰ τὴν  τῆς  γυναικὸς   πολυτέλειαν,   ἀλλ'  ἀναγκάζηται   λιμώττειν   καὶ  στενοχωρεῖσθαι, κἀκείνην  ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα; Χρήματα γὰρ διὰ τοῦτο εἴρηται, οὐχ  ἵνα  οὕτω  χρώμεθα   αὐτοῖς,  καθάπερ  αἱ  προθῆκαι  τῶν   χρυσοχόων,  ἀλλ'  ἵνα ἐργαζώμεθά τι καλὸν ἐν αὐτοῖς. Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος μὴ ἀφῇ, οὐχὶ ζημία ἐστὶ τὸ πᾶν; Ὁ γὰρ μὴ τολμῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆσις οὐδαμοῦ. Τί δὲ, ὅταν οἰκίας οἰκοδομῶμεν  λαμπρὰς καὶ μεγάλας, καὶ κίοσι καὶ μαρμάροις  καὶ  στοαῖς  καὶ  περιπάτοις  ταύτας  κατακοσμῶμεν,  εἴδωλα  πανταχοῦ  καὶ ξόανα  ἱστῶντες;  Πολλοὶ μὲν  οὖν  ἀπὸ τούτων  καὶ δαίμονας  καλοῦσι· πλὴν  ἀλλὰ  μὴ ταῦτα  ἐξετάσωμεν.  Τί  βούλεται  καὶ  ὁ  χρυσοῦς  ὄροφος;  οὐχὶ  τὴν  αὐτὴν  τῷ  μετὰ συμμετρίας οἰκίαν ἔχοντι παρέχεται τὴν χρῆσιν; Ἀλλ' ἔχει, φησὶ, τέρψιν πολλήν. Ἀλλὰ μέχρις ἡμέρας μιᾶς καὶ δευτέρας, λοιπὸν δὲ οὐκέτι. Εἰ γὰρ ὁ ἥλιος ἡμᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ μᾶλλον τὰ ἔργα τῆς τέχνης· ἀλλ' ὁμοίως τοῖς πηλίνοις, αὐτοῖς προσέχομεν. Τί γὰρ, εἰπέ μοι, εἰς ἀρίστην οἴκησιν κιόνων  πλῆθος  καὶ ξοάνων κάλλη καὶ χρυσὸς τοῖς τοίχοις  διεσπαρμένος συμβάλλεται; Οὐδὲν, ἀλλὰ βλακείας καὶ ὕβρεως καὶ τύφου  περιττοῦ  καὶ ἀνοίας  ἐστί. Πανταχοῦ δὲ ἡμᾶς τῶν ἀναγκαίων  εἶναι χρὴ καὶ τῶν ἐν χρείᾳ, οὐ τῶν περιττῶν.δʹ. Ὁρᾷς ὅτι ζημία τὸ πρᾶγμα; ὁρᾷς ὅτι περιττὸν καὶ ἀνόνητόν ἐστιν; Εἰ γὰρ μήτε χρείαν παρέχει πλείονα, μήτε τέρψιν (προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐδὲν ἕτερόν ἐστιν ἢ ζημία. Ἀλλ' οὐκ ἀφίησι τοῦτο ὁρᾷν ἡ κενοδοξία κωλύουσα. Εἶτα ὁ μὲν Παῦλος ἅπερ ἐνόμιζεν  εἶναι  κέρδη, ταῦτα εἴασεν· ἡμεῖς δὲ οὐδὲ τὴν  ζημίαν  ἀφῶμεν  διὰ τὸν Χριστόν; Μέχρι  πότε  τῇ  γῇ  προσηλώμεθα;  μέχρι  τίνος  οὐκ  ἀναβλέπομεν   εἰς  τὸν οὐρανόν;  Οὐχ  ὁρᾶτε  τοὺς  γεγηρακότας,  πῶς  οὐδεμίαν  τῶν  παρελθόντων   ἔχουσιν αἴσθησιν; οὐχ ὁρᾶτε τοὺς τελευτῶντας,  τοὺς ἐν γήρᾳ, τοὺς ἐν νεότητι; οὐχ ὁρᾶτε τοὺς ἐν τῷ ζῇν ἀπεστερημένους αὐτῶν; Τί τοῖς ἀστάτοις προστετήκαμεν; τί προσδεδέμεθα τοῖς ἀβεβαίοις;  μέχρι  τίνος  οὐκ  ἀντιλαμβανόμεθα   τῶν  μενόντων; Τί οὐκ  ἂν  ἔδωκαν  οἱ γέροντες, εἴ γε ἐνῆν ἀποξέσαι τὸ γῆρας; Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι μὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν,  καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦναι, ὥστε  γενέσθαι  νεώτερον,   παρὸν  δὲ  νεότητα  λαβεῖν  οὐδέποτε  γῆρας  ἔχουσαν  καὶ νεότητα   μετὰ  πλούτου   πολλοῦ   πολὺ   πνευματικωτέραν,  μηδὲ  μικρὸν   βούλεσθαι προέσθαι, ἀλλὰ κατέχειν  τὰ μηδὲν εἰς τὸ παρὸν ὠφελοῦντα; Θανάτου σε ἐξελέσθαι οὐ δύναται,   νόσον   ἀπελάσαι  οὐκ  ἰσχύει,  γῆρας  κωλῦσαι,  οὐδὲν  τούτων   τῶν ἀναγκαίων  καὶ κατὰ τὸν τῆς φύσεως νόμον παραγινομένων· καὶ ἔτι αὐτῶν  ἔχῃ; Τί τὸ κέρδος, εἰπέ μοι; Ἐντεῦθεν μέθη, γαστριμαργία, ἡδοναὶ ἄτοποι καὶ παντοδαπαὶ, πικρῶνδεσποτῶν μᾶλλον ἡμᾶς κατατείνουσαι. Ταῦτα ἀπὸ τοῦ πλούτου κερδαίνειν ἔστι μόνον, ἕτερον  δὲ οὐδὲν, ἐπειδὴ  οὐ βουλόμεθα· ἐπεὶ εἴ γε ἠθέλομεν,  τὸν  οὐρανὸν  ἂν αὐτὸν ἐκληρονομήσαμεν ἀπὸ πλούτου. Οὐκοῦν καλὸν ὁ πλοῦτος, φησίν. Οὐχ ὁ πλοῦτος τοῦτο ποιεῖ,  ἀλλ'  ἡ  τοῦ  κεκτημένου  προαίρεσις·  ὅτι  γὰρ  προαίρεσις  τοῦτο  ποιεῖ,  σκόπει ἐντεῦθεν· ἔνεστι καὶ τὸν πένητα κατακληρονομῆσαι  τὸν οὐρανόν. Ὅπερ γὰρ πολλάκις εἶπον   οὐ  τῷ  μέτρῳ  τῶν   διδομένων   ὁ  Θεὸς  προσέχει,  ἀλλὰ   τῇ  προαιρέσει  τῶν παρεχόντων.  Ἔνεστι καὶ ἐν πενίᾳ ὄντα, καὶ ὀλίγα δόντα, τὸ πᾶν ἀπενέγκασθαι. Τὰ γὰρ κατὰ  δύναμιν  ὁ Θεὸς ἀπαιτεῖ· οὔτε  πλοῦτος  προξενεῖ  τὸν  οὐρανὸν,  οὔτε  πενία  τὴν γέενναν,   ἀλλ'  ἑκάτερα  προαίρεσις  ἀγαθὴ  καὶ  μοχθηρά.  Ταύτην  οὖν  διορθώσωμεν, ταύτην ἀνακτησώμεθα, ταύτην ῥυθμίσωμεν, καὶ πάντα ἡμῖν ἔσται εὔκολα. Καθάπερ γὰρ ὁ τεχνίτης,  ἄν τε σιδηροῦν, ἄν τε χρυσοῦν σκέπαρνον ἔχῃ, ὁμοίως ἐργάζεται τὰ ξύλα, μᾶλλον δὲ ἐν τῷ σιδηρῷ πλέον· οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον μᾶλλον διὰ τῆς πενίας ἡ  ἀρετὴ  κατορθοῦται.  Περὶ μὲν  γὰρ  τοῦ  πλούτου  φησὶν  ὁ  Χριστὸς, Εὐκολώτερον κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Περὶ δὲ τῆς  πενίας  οὐδὲν  τοιοῦτον  ἀπεφήνατο,  ἀλλὰ  καὶ  τοὐναντίον·  Πώλησον  τὰ ὑπάρχοντα,  καὶ  δὸς πτωχοῖς,  καὶ δεῦρο ἀκολούθει  μοι, ὡς  ἐκ τῆς  προαιρέσεως  τῆς ἀκολουθήσεως οὔσης.
εʹ. Μὴ τοίνυν  φεύγωμεν  τὴν πενίαν, ὡς πονηρόν· βασιλείας γάρ ἐστι πρόξενος· καὶ πάλιν μὴ διώκωμεν  τὸν πλοῦτον, ὡς ἀγαθόν· τοὺς γὰρ μὴ προσέχοντας ἀπόλλυσιν· ἀλλὰ   πανταχοῦ   τὸ  ὄμμα  πρὸς  τὸν   Θεὸν  ἀνατείνοντες,  χρώμεθα   εἰς  δέον   τοῖς ὑπηργμένοις  ἡμῖν παρ' αὐτοῦ, καὶ δυνάμει σώματος, καὶ περιουσίᾳ χρημάτων, καὶ τοῖς ἄλλοις  ἅπασιν. Ἄτοπον  γὰρ ὑπ' αὐτοῦ γενομένους,  ἑτέροις ταῦτα  παρέχειν  χρήσιμα, ἀλλὰ μὴ τῷ πεποιηκότι ἡμᾶς. Ἐποίησέ σοι ὀφθαλμούς· τούτους αὐτῷ πάρεχε χρησίμους, μὴ τῷ διαβόλῳ. Πῶς δὲ αὐτῷ παρέξεις; Τὰ κτίσματα αὐτοῦ θεωρῶν, καὶ δοξάζων αὐτὸν, καὶ ἀπάγων τῆς τῶν γυναικῶν  ὄψεως. Ἀλλ' ἐποίησέ σοι χεῖρας; Ταύτας αὐτῷ κέκτησο, μὴ τῷ διαβόλῳ, μὴ εἰς ἁρπαγὰς καὶ πλεονεξίας, ἀλλ' εἰς ἐντολὰς  καὶ εὐποιίας, καὶ εἰς εὐχὰς ἐκτενεῖς  ἀνατείνων  αὐτὰς, εἰς τὸ τοῖς πεπτωκόσιν  ὀρέγειν  χεῖρα. Ἐποίησέ σοι ὦτα; Ταῦτα αὐτῷ  πάρεχε, ἀλλὰ  μὴ τοῖς διακεκλασμένοις  μέλεσι, μηδὲ ταῖς αἰσχραῖς ἀκοαῖς· Πᾶσα γὰρ διήγησίς σου, φησὶν, ἐν νόμῳ Ὑψίστου ἔστω· καὶ πάλιν, Ἐν πλήθει, φησὶ, πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, αὐτῷ προσκολλήθητι.  Ἐποίησέ σοι στόμα; Τοῦτο μηδὲν πραττέτω τῶν μὴ δοκούντων αὐτῷ,  ἀλλὰ ψαλμῳδίας, ὕμνους, ᾠδὰς πνευματικὰς  ᾀδέτω· Ἵνα  δῷ χάριν,  φησὶ, τοῖς  ἀκούουσιν, εἰς οἰκοδομὴν,  καὶ μὴ εἰς καταστροφὴν,  εἰς  εὐφημίαν,  καὶ  μὴ  εἰς  κατηγορίαν,  μὴ  εἰς  ἐπιβουλὰς,  ἀλλὰ  πᾶν τοὐναντίον.  Ἐποίησέ σοι πόδας, οὐχ ἵνα τρέχῃς ἐπὶ κακίαν, ἀλλ' ἐπὶ ἀγαθά· ἐποίησέ σοι γαστέρα, οὐχ  ἵνα  διαῤῥηγνύῃς  αὑτὴν,  ἀλλ' ἵνα  φιλοσοφῇς·  ἔθηκεν  ἐπιθυμίαν  πρὸς παιδοποιίαν,  ἀλλ' οὐ πρὸς  πορνείαν,  καὶ  μοιχείαν·  ἔδωκέ  σοι νοῦν,  οὐχ  ἵνα  αὐτὸν βλασφημῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ' ἵνα εὐφημῇς· ἔδωκε καὶ χρήματα, ἵνα εἰς δέον αὐτοῖς χρώμεθα· καὶ ἰσχὺν, ἵνα καὶ ταύτῃ εἰς δέον ὦμεν κεχρημένοι. Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν  πνευματικῶν ἀποχωρίσωμεν  ἑαυτοὺς, οὐχ ἵνα ταῖς βαναύσοις προσέχωμεν τέχναις,  ἀλλὰ ταῖς ἀναγκαίαις·  ἵνα ἀλλήλοις  ὑπηρετῶμεν,  οὐχ ἵνα ἀλλήλοις  ἐπιβουλεύωμεν.  Ἔδωκεν ὄροφον, ἵνα στέγῃ τὸν ὑετὸν τοσοῦτον μόνον, οὐχ ἵνα καλλωπίζηται  οὗτος μὲν τῷ χρυσῷ, ὁ δὲ πένης διαφθείρηται  τῷ λιμῷ· ἔδωκεν ἱμάτια,  ἵνα  σκεπώμεθα, οὐχ ἵνα  ἐπιδεικνυώμεθα,  οὐχ  ἵνα  ταῦτα  μὲν  ᾖ πολὺ  ἔχοντα χρυσίον, ὁ δὲ Χριστὸς γυμνὸς ἀπολλύηται· ἔδωκε στέγην, οὐχ ἵνα μόνος ἔχῃς, ἀλλ' ἵνακαὶ ἄλλοις παρέχῃς· ἔδωκε γῆν, οὐχ ἵνα σὺ τὸ πλέον αὐτῆς ὑποτεμνόμενος  εἰς πόρνας καὶ ὀρχηστὰς καὶ μίμους καὶ αὐλητὰς καὶ κιθαρωδοὺς  ἀναλίσκῃς  τὰ τοῦ Θεοῦ ἀγαθὰ, ἀλλ' εἰς πεινῶντας  καὶ δεομένους.  Ἔδωκέ σοι θάλατταν,  ἵνα  πλέῃς,  ἵνα  μὴ κάμνῃς ὁδοιπορῶν,  οὐχ  ἵνα  περιεργάζῃ  αὐτῆς  τὰ βάθη, καὶ λίθους  καὶ ὅσα τοιαῦτα  ἐκεῖθεν ἀναφέρῃς,  οὐδ' ἵνα ἔργον τοῦτο ποιῇ. Τίνος οὖν ἕνεκεν, φησὶν, οἱ λίθοι; Εἰπὲ δή μοι μᾶλλον  σὺ, τίνος  ἕνεκεν  οἱ  λίθοι,  καὶ  πῶς  οὕτως  εἰσὶν  ἐκεῖνοι  βαρύτιμοι; ἆρα τῇ δυνάμει; ἆρα τῇ χρήσει; Μᾶλλον μὲν οὖν οἱ μὴ τοιοῦτοι χρήσιμοι. Οἱ μὲν γὰρ κἂν πρὸς οἰκοδομὴν συμβάλλονται, ἐκεῖνοι δὲ πρὸς οὐδέν. Καὶ οὗτοι ἐκείνων  ἰσχυρότεροι. Ἀλλ' ἐκεῖνοι,  φησὶ, κάλλος  ἐργάζονται.  Πῶς; ὑπολήψεώς  ἐστι τὸ ἔργον. Λευκότεροί εἰσιν; Ἀλλ'  οὐκ  εἰσὶ  μαρμάρου  τοῦ  σφόδρα  λευκοῦ   λευκότεροι,   ἀλλ'  οὐδὲ  ἴσοι.  Ἀλλ' ἰσχυρότεροι; Ἀλλ' οὐδὲ τοῦτο  ἔχοι  τις ἂν εἰπεῖν.  Ἀλλὰ χρησιμώτεροι;  ἀλλὰ  μείζους; Ἀλλ' οὐδὲ τοῦτο. Πόθεν οὖν ἐθαυμάσθησαν; Ἀλλ' οὐκ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ ὑπολήψεως. Εἰ γὰρ μήτε καλλίους εἰσὶν (εὑρήσομεν γὰρ αὐτῶν περιφανεστέρους  καὶ λευκοτέρους), μήτε χρήσιμοι, μήτε ἰσχυρότεροι,  πόθεν  οὕτως  ἐθαυμάσθησαν; οὐχὶ  ἀπὸ ὑπολήψεως μόνης; Τίνος οὖν ἕνεκεν ἔδωκεν αὐτούς; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλὰ σὺ ἐνόμισας μέγα τι εἶναι.  Τί οὖν, φησὶν, ὅτι καὶ ἡ Γραφὴ τούτους  θαυμάζει; Πρὸς τὴν  ὑπόληψιν  λοιπὸν διαλέγεται   τὴν  σήν.  Ἐπεὶ  καὶ  διδάσκαλος  παιδίῳ   διαλεγόμενος,   τὰ  αὐτὰ  ἐκείνῳ πολλαχοῦ  θαυμάζει,  ὅταν  αὐτὸ  βούληται  ἐπισπάσασθαι καὶ ὑπαγαγέσθαι.  Τί κάλλος ἐπιζητεῖς  ἱματίων;  Ἱματίῳ  σε περίβαλε  καὶ ὑποδήμασιν· τούτοις  κοσμοῦ, ἐν  τούτοις ἀρκοῦ. Ἐπιθυμητὰ ὁ ∆αυῒδ ὑπὲρ χρυσίον φησὶ, καὶ λίθον τίμιον πολὺν τὰ κρίματα τοῦ Θεοῦ. Ταῦτα δὲ ποῦ λόγον ἂν ἔχοι; Οὐκ ἔστι ταῦτα, ἀγαπητοὶ, χρήσιμα· εἰ χρήσιμα ἦν, οὐκ ἂν ἐκέλευσεν αὐτῶν καταφρονεῖν·  ἀλλὰ πρὸς τὴν ὑπόληψιν  τὴν  ἡμετέραν φθέγγεται  ἡ θεία Γραφή. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τίνος οὖν ἕνεκεν ἔδωκε,  φησὶ, πορφύραν,  καὶ  ὅσα τοιαῦτα;  Τῆς τοῦ  Θεοῦ μεγαλειότητός  ἐστιν  ἔργον ταῦτα. Καὶ γὰρ καὶ ἀπὸ ἑτέρων τὸν πλοῦτον  ἠθέλησεν δεῖξαι τὸν αὑτοῦ· ἐπεὶ καὶ σῖτον ἔδωκε μόνον· σὺ δὲ πολλὰ ἀπὸ τούτου κατασκευάζεις, πλακοῦντας,  πέμματα διάφορα καὶ παντοδαπὰ,  πολλὴν  ἔχοντα  τὴν ἡδονήν.  Ἄλλως  δὲ καὶ ἡ κενοδοξία πάντα  ταῦτα ἐφεῦρεν· ἔδοξε γάρ σοι πάντων  αὐτὰ προθεῖναι.  Ἐπεὶ εἴ τίς σε ἔροιτο ξένος ἀνὴρ ἢ γεωργὸς καὶ ἄπειρος ὢν αὐτῶν, καὶ ἰδών σε θαυμάζοντα εἴποι, ∆ιὰ τί ταῦτα θαυμάζεις;
 τί ἔχεις εἰπεῖν; Ὅτι καλὸν ἰδεῖν; Ἀλλ' οὐκ ἔστι. Παυσώμεθα τοίνυν τῆς τοιαύτης ὑπολήψεως,  καὶ τῶν ὄντως  ἀληθινῶν ἀντεχώμεθα.  Ταῦτα γὰρ οὐκ ἔστιν, ἀλλ' ἁπλῶς παρέρχεται μόνον ποταμοῦ δίκην παραῤῥέοντα. ∆ιὸ, παρακαλῶ, ἐπὶ τῆς πέτρας ἑαυτοὺς στήσωμεν, ἵνα καὶ τὸ εὐκόλως περιτρέπεσθαι φύγωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




ΙΑʹ.Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ σεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ.


αʹ. Τοῖς  πρὸς  τοὺς  αἱρετικοὺς   ἀγῶσιν   ἀκμαζούσαις  χρὴ  προσβάλλειν   ταῖς διανοίαις καὶ συνεχῶς. Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ περιουσίας κρατεῖν, μηδεμίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν.  ∆ιὰ τοῦτο βουλόμενος ὑμᾶς ἀπὸ τῶν   Γραφῶν   πρὸς   τοὺς   τοιούτους   ἀγῶνας   παρεσκευάσθαι,   ἵνα   καὶ   ἐντεῦθεν ἐπιστομίζειν  τοὺς ἀντιλέγοντας δύνησθε, ἀπὸ τοῦ τέλους τῆς παρελθούσης διαλέξεως τὴν  ἀρχὴν  ταύτης  τῆς  μετὰ  χεῖρας  ποιοῦμαι.  Καὶ τί  ἦν  ἐκείνης  τὸ  τέλος,  φησί; Καταλέξας πάντα  τὰ καυχήματα  τὰ Ἰουδαϊκὰ,  τὰ ἀπὸ φύσεως,  τὰ ἀπὸ προαιρέσεως, ἐπήγαγεν· Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην,  καὶ ἡγοῦμαι σκύβαλα εἶναι,  ἵνα Χριστὸν κερδήσω. Ἐπιπηδῶσιν  ἐνταῦθα  οἱ αἱρετικοί.  Καὶ γὰρ καὶ τοῦτο   τῆς   σοφίας   ἐστὶ   τοῦ   Πνεύματος,   ἐλπίδας   αὐτοῖς   ὑποθέσθαι   νίκης,   ἵνα καταδέξωνται  τὴν  μάχην.  Εἰ γὰρ  φανερῶς  εἴρητο,  ὅπερ  ἐπὶ  τῶν  ἄλλων  ἐποίησαν, ἐποίησαν ἂν καὶ ἐπὶ τούτων· ἐξήλειψαν  ἂν τὰ γράμματα, παρῃτήσαντο τὴν Γραφὴν, οὐ δυνάμενοι  ὅλως ταύτῃ ἀντιβλέπειν.  Ἀλλ' ὅπερ ἐπὶ τῶν ἰχθύων  γίνεται,  τὸ δυνάμενον αὐτοὺς ἑλεῖν κρύπτεται, ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται· τοῦτο δὴ καὶ ἐνταῦθα συνέβη, τῷ ζημίαν τὸν νόμον παρὰ Παύλου εἰρῆσθαι. Σκύβαλα εἴρηται ὁ νόμος, φησὶ, ζημία εἴρηται· οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ μὴ τοῦτον ἐζημιώθην. Ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας  ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν. Τί γάρ φασιν ἐπιπηδῶντες ἐκεῖνοι; Ἰδοὺ ζημία ὁ νό  μος, ἰδοὺ σκύβαλα εἴρηται. Πῶς οὖν αὐτὸν Θεοῦ λέγετε εἶναι; Αὐτὰ μὲν οὖν ταῦτα ὑπὲρ τοῦ νόμου ἐστί· καὶ πόθεν, ἐκεῖθεν δῆλον. Πρόσχωμεν ἀκριβῶς τοῖς λεγομένοις· οὐκ εἶπε, Ζημία ἐστὶν ὁ νόμος, ἀλλ',  Ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν  περὶ κέρδους ἔλεγεν,  οὐκ εἶπεν,  Ἥγημαι, ἀλλ',  Ἦν κέρδος· ὅτε δὲ περὶ ζημίας, εἶπεν, Ἥγημαι, εἰκότως· ἐκεῖνο μὲν γὰρ ἐν φύσει, τοῦτο δὲ λοιπὸν γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως  Τί οὖν; οὐκ ἔστι, φησὶ, ζημία ὁ νόμος; Ἔστιν· ἀλλὰ διὰ τὸν Χριστόν· ἀλλὰ νῦν κέρδος γέγονεν.  Οὐκ ἐνομίζετο κέρδος, εἶπεν, ἀλλὰ ἦν· μονονουχὶ λέγων·   Ἐννόησον  ὅσον  ἦν  ἀνθρώπους   ἐκτεθηριωμένους   τὴν  φύσιν,  εἰς  τὸ  τῶν ἀνθρώπων  σχῆμα καταστῆσαι. Εἰ μὴ ὁ νόμος ἦν, οὐδ' ἂν ἡ χάρις ἐδόθη. ∆ιὰ τί; Ὅτι καθάπερ τις γέφυρα γέγονεν. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀπὸ τῆς πολλῆς ταπεινώσεως εἰς τὸ ὕψος ἀνελθεῖν, γέγονε κλῖμαξ. Ἀλλὰ εἰ καὶ τῆς κλίμακος οὐκέτι δέεται ὁ ἀνελθὼν, ἀλλ' οὐ μὴν διὰ τοῦτο αὐτὴν  ὑπερορᾷ, ἀλλὰ καὶ χάριν αὐτῇ οἶδεν. Αὕτη γὰρ αὐτὸν εἰς τὸ μηκέτι δεῖσθαι αὐτῆς κατέστησε· καὶ ὅμως ὑπὲρ τούτου αὐτοῦ, ὅτι οὐ δεῖται αὐτῆς, αὐτῇ χάριν ὁμολογεῖν,  φησὶ, δίκαιον· οὐ γὰρ ἂν ἀνέβη. Οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἀνήγαγεν ἡμᾶς  εἰς  ὕψος· οὐκοῦν  κέρδος ἦν· ἀλλὰ  λοιπὸν  ζημίαν  αὐτὸν  νομίζομεν.  Πῶς; Οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ' ἐπειδὴ πολὺ μείζων ἡ χάρις. Ὥσπερ γὰρ ὁ ἐν λιμῷ ὢν πένης, ἕως μὲν ἂν ἔχῃ ἀργύριον,  διαφεύγει  τὸν λιμόν·  ἐπειδὰν  δὲ χρυσὸν εὕρῃ, καὶ μὴ ἐξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται  τὸ ἐκεῖνο κατέχειν,  καὶ ἀφεὶς αὐτὸ, λαμβάνει  τὸ χρυσίον· ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον  (οὐ γάρ ἐστι), ἀλλ'  ἐπειδὴ οὐκ ἔνι ὁμοῦ τὰ δύο λαβεῖν, ἀλλ' ἀνάγκη τὸ ἓν καταλιπεῖν·  οὕτω καὶ ἐνταῦθα. Ζημία οὖν οὐχ ὁ νόμος ἐστὶν, ἀλλὰ  τὸ τῷ νόμῳ  προσκαθήμενον  ἀφίστασθαι τοῦ Χριστοῦ. Ὥστε, ὅταν ἀπάγῃ  ἡμᾶς  Χριστοῦ, τότε  ζημία· ἂν  δὲ παραπέμπῃ,  οὐκέτι.  ∆ιὰ τοῦτό  φησι, Ζημία, τουτέστι, διὰ τὸν Χριστόν. Εἰ διὰ τὸν Χριστὸν, οὐ φύσει ζημία. ∆ιὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν  ὁ νόμος;  Καὶ μὴν  εἰς  τοῦτο,  φησὶν,  ἐδόθη, καὶ  πλήρωμα  νόμου
Χριστὸς, καὶ τέλος νόμου Χριστός. Ἀφίησιν, ἐὰν θέλωμεν  πείθεσθαι. Ὁ τῷ νόμῳ τοίνυν  πειθόμενος,  αὐτὸν ἀφίησι τὸν νόμον; Ἀφίησιν, ἐὰν προσέχωμεν· ἂν μέντοι μὴ προσέχωμεν, οὐκ ἀφίησιν. Ἀλλὰ μὲν οὖν καὶ ἥγημαι πάντα ζημίαν εἶναι. Τί λέγω, φησὶ, τοῦτο περὶ τοῦ νόμου; οὐχὶ καλὸν ὁ κόσμος; οὐχὶ καλὸν ἡ παροῦσα ζωή; Ἀλλ' ἐάν με ἀπαγάγῃ τοῦ Χριστοῦ, ζημίαν ταῦτα τίθεμαι. ∆ιὰ τί; ∆ιὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ  Κυρίου μου. Τοῦ γὰρ ἡλίου  φανέντος,  προσκαθῆσθαι τῷ  λύχνῳ  ζημία. Ὥστε ἀπὸ τῆς παραβολῆς ἡ ζημία γίνεται,  ἀπὸ τοῦ ὑπερέχοντος.  Ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται; ∆ιὰ τὸ ὑπερέχον, φησὶν, οὐ διὰ τὸ ἀλλότριον· τὸ γὰρ ὑπερέχον, τοῦ ὁμογενοῦς ὑπερέχει. Ὥστε ἀφ' ὧν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν, ἀπὸ τούτων δείκνυσι τὴν οἰκείωσιν  τῆς γνώσεως.  ∆ι' ὃν τὰ πάντα  ἐζημιώθην,  καὶ ἡγοῦμαι  σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Σκύβαλα οὔπω μὲν δῆλον, εἰ περὶ τοῦ νόμου φησὶ τὰ σκύβαλα· εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων  τοῦτο λέγειν.  Εἰπὼν γὰρ, Ἅτινα  ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι, φησὶ, πάντα ζημίαν. Πάντα εἶπε, καὶ τὰ πάλαι,  καὶ τὰ παρόντα.  Εἰ δὲ βούλει  καὶ τὸν  νόμον,  οὐδὲ οὕτως ὕβρισται. Τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου ἐστὶ, καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλόν ἐστι, τὸ ἄχυρον λέγω. Ὥστε πρὸ τούτου χρήσιμον τὸ σκύβαλον ἦν· μετὰ γὰρ τοῦ σίτου αὐτὸ ἐκλέγομεν,  καὶ εἰ μή τι σκύβαλον ἦν, οὐκ ἂν ὁ σῖτος ἐγένετο. Οὕτω καὶ ἐπὶ τοῦ νόμου.

βʹ. Ὁρᾷς πῶς πανταχοῦ  οὐκ αὐτὸ τοῦτο ζημίαν τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν; Ἀλλὰ μὲν οὖν καὶ πάντα ἡγοῦμαι ζημίαν. ∆ιὰ τί; Πάλιν, ∆ιὰ τὸ ὑπερέχον τῆς γνώσεως, δι' ὃν τὰ πάντα ἐζημιώθην. Εἶτα ἐπάγει, ∆ιὸ καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι, ἵνα Χριστὸν κερδήσω. Ὁρᾷς πῶς ἐπιλαμβάνεται  πάντοθεν  τοῦ ἐρείσματος τοῦ Χριστοῦ, καὶ   οὐκ  ἀφίησιν   οὐδαμοῦ   γυμνωθῆναι    τὸν   νόμον,   οὐδὲ  πληγὴν   λαβεῖν,   ἀλλὰ περιβάλλει πάντοθεν αὐτόν; Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου. Εἰ ὁ δικαιοσύνην ἔχων, διὰ τὸ μηδὲν αὐτὴν εἶναι, πρὸς ταύτην τὴν δικαιοσύνην ἔδραμεν, οἱ μὴ ἔχοντες πῶς οὐ πολλῷ μᾶλλον ὀφείλουσι προστρέχειν αὐτῷ; Καὶ καλῶς εἶπε, Μὴ ἔχων ἐμὴν δικαιοσύνην, οὐχ ἣν διὰ πόνων  καὶ ἱδρώτων  ἐκτησάμην, ἀλλὰ ἣν εὗρον ἀπὸ τῆς χάριτος, φησίν. Εἰ τοίνυν  ὁ κατορθώσας, ἀπὸ χάριτος σώζεται, πολλῷ μᾶλλον ὑμεῖς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων,   δείκνυσιν   ὅτι  σκύβαλον  αὕτη  ἐστὶ  πρὸς  ἐκείνην.   Οὐ  γὰρ  ἄν  ποτε  ἐγὼ κατορθώσας, αὐτὴν ῥίψας ταύτῃ προσέτρεχον. Ποία δέ ἐστιν αὕτη; Ἡ ἀπὸ πίστεως τοῦ Θεοῦ· τουτέστι, καὶ αὕτη παρὰ Θεοῦ δέδοται·  Θεοῦ ἐστιν αὕτη  ἡ δικαιοσύνη·  δῶρόν ἐστιν αὕτη ὁλόκληρον. Τὰ δὲ τοῦ Θεοῦ δῶρα πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων  τῶν διὰ τῆς ἡμετέρας σπουδῆς γινομένων.  Τί δέ ἐστιν ἡ πίστις; Ἐπὶ τῇ πίστει, φησὶ, τοῦ γνῶναι  αὐτόν. Ἄρα διὰ πίστεως ἡ γνῶσις, καὶ πίστεως ἄνευ γνῶναι αὐτὸν  οὐκ ἔστι. Πῶς δέ; ∆ι' αὐτῆς  δεῖ γνῶναι  τὴν   δύναμιν  τῆς  ἀναστάσεως αὐτοῦ· ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει; Οὐδὲ εἷς, ἀλλὰ πίστις. Εἰ δὲ ἡ ἀνάστασις τοῦ  κατὰ σάρκα Χριστοῦ, πίστει  γινώσκεται,  πῶς  ἡ γέννησις  τοῦ Θεοῦ Λόγου λογισμοῖς καταλαμβάνεται; τῆς γὰρ γεννήσεως ἐλάττων ἡ ἀνάστασις. ∆ιὰ τί; Ὅτι ἐκείνης  μὲν  πολλὰ  τὰ  ὑποδείγματα   γέγονε,  ταύτης  δὲ  οὐδὲ  ἕν.  Νεκροὶ  μὲν  γὰρ ἀνέστησαν πολλοὶ πρὸ τοῦ Χριστοῦ, εἰ καὶ ἐτελεύτησαν  ἀναστάντες· ἀπὸ δὲ παρθένου οὐδεὶς ἐτέχθη  ποτέ. Εἰ τοίνυν  ὃ καὶ τῆς κατὰ σάρκα γεννήσεως  εὐτελέστερον,  τοῦτο πίστει δεῖ παραλαμβάνειν,  τὸ πολλῷ  μεῖζον, καὶ ἀπείρως μεῖζον καὶ ἀσυγκρίτως, πῶς λογισμῷ καταλαμβάνεται;  Ταῦτα ποιεῖ τὴν δικαιοσύνην.  Τοῦτο γὰρ δεῖ πιστεῦσαι, ὅτι ἐδυνήθη· τὸ δὲ πῶς ἐδυνήθη, οὐκέτι ἔστι παραστῆσαι· ἀπὸ γὰρ πίστεως ἡ κοινωνία  τῶν παθημάτων.  Πῶς; Εἰ γὰρ μὴ ἐπιστεύομεν,  οὐδ' ἂν  ἐπάθομεν·  εἰ μὴ ἐπιστεύομεν,  ὅτι συνυπομένοντες  συμβασιλεύσομεν, οὐδ' ἂν ἐπάθομεν  τὰ παθήματα. Ἄρα πίστει καὶ ἡ γέννησις  καὶ ἡ ἀνάστασις καταλαμβάνεται.  Ὁρᾷς ὅτι οὐχ ἁπλῶς  δεῖ τὴν πίστιν εἶναι, ἀλλὰ δι' ἔργων; Οὗτος γὰρ μάλιστα πιστεύει, ὅτι ἀνέστη Χριστὸς, ὁ παραβόλως ἑαυτὸν τοῖς  κινδύνοις   ἐκδιδοὺς,  ὁ  κοινωνῶν  αὐτῷ  ἐν  τοῖς  παθήμασι·  τῷ  γὰρ  ἀναστάντι κοινωνεῖ,  τῷ ζῶντι. ∆ιὰ τοῦτο ἔλεγε· Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν  ἐκ τοῦ νόμου,  ἀλλὰ  τὴν  διὰ πίστεως  Χριστοῦ, τὴν  ἐκ Θεοῦ δικαιοσύνην  ἐπὶ τῇ πίστει, τοῦ γνῶναι  αὐτὸν καὶ τὴν δύναμιν  τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων  αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν   τῶν   νεκρῶν.   –Συμμορφούμενος,   φησὶ,  τῷ  θανάτῳ   αὐτοῦ·  τουτέστι, κοινωνῶν.  Καθάπερ γὰρ ἐκεῖνος  ὑπὸ τῶν  ἀνθρώπων  ἔπαθεν,  οὕτω  κἀγώ· διὰ τοῦτο εἶπε, Συμμορφούμενος· καὶ ἀλλαχοῦ πάλιν· Ἀνταναπληρῶ  τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Τουτέστιν, οἱ διωγμοὶ καὶ τὰ παθήματα ταῦτα, τὴν εἰκόνα δημιουργοῦσιν  ἐκείνην  τοῦ θανάτου. Οὐ γὰρ τὸ ἑαυτοῦ ἐζήτει, ἀλλὰ τὸ τῶν πολλῶν. Ὥστε καὶ οἱ διωγμοὶ καὶ αἱ θλίψεις  καὶ αἱ στενοχωρίαι  οὐ μόνον ὑμᾶς οὐκ ὀφείλουσι θορυβεῖν, ἀλλὰ καὶ εὐφραίνειν,  ὅτι διὰ τούτων  συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, Ἐξεικονιζόμεθα· ὃ καὶ ἀλλαχοῦ λέγει γράφων, Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες.  Καὶ τοῦτο δὲ ἀπὸ πίστεως πολλῆς  γίνεται.  Οὐ γὰρ, ὅτι ἀνέστη μόνον, πιστεύομεν, ἀλλ' ὅτι καὶ μετὰ ἀνάστασιν πολλὴν ἔχει τὴν ἰσχύν. ∆ιὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύομεν, ἥνπερ ὥδευσε, τουτέστιν, ἀδελφοὶ γινόμεθα αὐτῷ καὶ κατὰ τοῦτο· ὡς ἂν εἰ ἔλεγε· Χριστοὶ γινόμεθα κατὰ τοῦτο. Βαβαὶ, πόσον τῶν παθῶν τὸ ἀξίωμα! πιστεύομεν ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθημάτων. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι Συνετάφημεν  τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, οὕτως ἐνταῦθα τῷ  θανάτῳ  συμμορφούμεθα  αὐτοῦ.  Ἐκεῖ εἰκότως  εἶπε,  Τῷ ὁμοιώματι  τοῦ  θανάτου αὐτοῦ· οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνομεν· οὐ γὰρ σώματι ἐν σαρκὶ ἀπεθάνομεν, ἀλλ' ἁμαρτίᾳ. Ἐπεὶ οὖν  θάνατος  καὶ θάνατος  λέγεται,  ἀλλ' ἐκεῖνος  μὲν ἀπέθανε  σώματι, ἡμεῖς  δὲ ἁμαρτίᾳ,  καὶ   ἐκεῖ  ὁ ἄνθρωπος  ἀπέθανεν,  ὃν  ἀνέλαβεν  αὐτὸς,  ὁ ἐν σώματι ἡμῶν, ὧδε ὁ ἄνθρωπος  τῆς ἁμαρτίας· διὰ τοῦτο ἐκεῖ μέν φησι, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ', αὐτῷ τῷ θανάτῳ.


γʹ. Παῦλος γὰρ οὐκέτι ἁμαρτίᾳ ἀπέθανεν ἐν τοῖς διωγμοῖς, ἀλλ' αὐτῷ τῷ σώματι· ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον. Εἴ πως καταντήσω, φησὶν, εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τί λέγεις; καὶ μὴν πάντες αὐτῆς τυγχάνουσι· Πάντες μὲν γὰρ οὐ κοιμηθησόμεθα, φησὶ, πάντες δὲ ἀλλαγησόμεθα· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας πάντες, οἱ μὲν εἰς τιμὴν, οἱ δὲ εἰς ἐφόδιον  κολάσεως. Εἰ τοίνυν  πάντες τῆς ἀναστάσεως τυγχάνουσι,  καὶ οὐ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας, πῶς ὡς μέλλων  ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγες, Εἴ πως καταντήσω; ∆ιὰ τοῦτο ταῦτα πάσχω, φησὶν, Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν· εἰ γὰρ μὴ ἀπέθανες, οὐκ ἀνίστασο. Τί οὖν ἐστι; ∆οκεῖ μέγα τι ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάῤῥησεν ἀποφήνασθαι,  ἀλλά  φησιν  ἁπλῶς,  Εἴ πως.  Ἐπίστευσα εἰς  αὐτὸν  καὶ  τὴν αὐτοῦ ἀνάστασιν, ἀλλὰ  καὶ πάσχω δι' αὐτὸν,  ἀλλ' οὔπω δύναμαι  θαῤῥῆσαι περὶ τῆς ἀναστάσεως. Ποίαν ἐνταῦθα  ἀνάστασίν φησι; Τὴν πρὸς αὐτὸν  ἄγουσαν τὸν Χριστόν. Εἶπον ὅτι ἐπίστευσα αὐτῷ καὶ τῇ τῆς ἀναστάσεως αὐτοῦ δυνάμει, καὶ ὅτι κοινωνός εἰμι τῶν παθημάτων αὐτοῦ, καὶ ὅτι συμμορφοῦμαι τῷ θανάτῳ αὐτοῦ· ἀλλ' ὅμως μετὰ ταῦτα πάντα  οὔπω  θαῤῥῶ· ὅπερ ἀλλαχοῦ  λέγει,  Ὁ δοκῶν  ἑστάναι,  βλεπέτω  μὴ πέσῃ· καὶ πάλιν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι,  διώκω  δὲ εἰ καὶ καταλάβω,  ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ. –Οὐχ ὅτι ἤδη ἔλαβον. Τί ἐστιν, Ἤδη ἔλαβον; Τὸ βραβεῖόν φησιν. Εἰ δὲ ὁ τοσαῦτα παθὼν,  εἰ  δὲ  ὁ  διωκόμενος,  εἰ  δὲ  ὁ  τὴν  νέκρωσιν  ἔχων,  οὔπω  ἐθάῤῥει  περὶ  τῆς ἀναστάσεως  ἐκείνης,  τί  ἂν  εἴποιμεν  ἡμεῖς;  Τί ἐστιν,  Εἰ καταλάβω;  Ὅπερ πρότερον ἔλεγον, Εἰ καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν εἰ καταλάβω. Τουτέστιν, Ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν, ἐὰν δυνηθῶ μιμήσασθαι αὐτὸν, ἂν  δυνηθῶ  σύμμορφος  αὐτῷ  γενέσθαι.  Οἷον, πολλὰ  ἔπαθεν  ὁ  Χριστὸς, ἐνεπτύσθη, ἐῤῥαπίσθη, ἐμαστιγώθη, ὕστερον ἀπέθανε. Τοῦτο στάδιόν ἐστι· διὰ πάντων  τούτων  δεῖ πρὸς τὴν ἀνάστασιν αὐτοῦ φθάσαι, πάντας  τοὺς ἄθλους ἐνεγκόντας.  Ἢ τοίνυν  τοῦτό φησιν, ἢ ὅτι Ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίμου, παῤῥησίαν ἐχούσης, εἰς τὴν ἐξανάστασιν φθάνω τὴν αὐτοῦ. Ἂν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀνάστασιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. Οὐδέπω γὰρ, φησὶν, ἄξιός εἰμι· ∆ιώκω δὲ, εἰ καὶ καταλάβω. Ἔτι ἐναγώνιός  μοι ὁ βίος, ἔτι τοῦ τέλους εἰμὶ πόῤῥω, ἔτι τῶν βραβείων ἀφέστηκα, ἔτι τρέχω, ἔτι διώκω. Καὶ οὐκ εἶπε, Τρέχω, ἀλλὰ, ∆ιώκω· εἰκότως. Ὁ γὰρ διώκων, ἴστε μεθ' ὅσου τόνου διώκει· οὐδένα ὁρᾷ, πάντας μετὰ πολλῆς  τῆς  ῥύμης  τοὺς  διακόπτοντας  ἀπωθεῖται,  καὶ  διάνοιαν  καὶ ὄμμα καὶ   ἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει, πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ τὸ βραβεῖον μόνον. Εἰ δὲ ὁ διώκων  Παῦλος, ὁ τοσαῦτα παθὼν,  ἔτι φησὶν, Εἰ καὶ καταλάβω· τί ἂν εἴποιμεν ἡμεῖς οἱ ἀναπεπτωκότες;  Εἶτα δεικνὺς, ὅτι ὀφειλῆς τὸ πρᾶγμά ἐστι, φησὶν, Ἐφ' ᾧ καὶ κατελήφθην  ὑπὸ Ἰησοῦ Χριστοῦ. Τῶν ἀπολλυμένων ἤμην,  φησὶν,  ἐπνιγόμην, ἔμελλον ἀπόλλυσθαι· κατέλαβέ με ὁ Θεός· καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας  αὐτὸν μετὰ  πολλῆς  τῆς  σπουδῆς.  ∆ιὰ  τούτου  ταῦτα  πάντα  παρίστησι· τῷ  γὰρ  εἰπεῖν,  ὅτι Κατελήφθην, ἔδειξε καὶ τοῦ βουλομένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν τὴν πολλὴν καὶ τὴν πλάνην, καὶ ὅτι αὐτὸν ἐφεύγομεν.


δʹ. ∆ιὸ καὶ  δακρύειν  ἄξιον,  ὅτι  πάντων  εἰς  τὴν  προτέραν  κατάστασιν  πάλιν ἐλθόντων,  καὶ  ὅτι  πολλῆς  ὀφειλῆς  ὄντων  ἡμῶν  ὑπευθύνων,  οὐδεὶς  πενθεῖ,  οὐδεὶς δακρύει, οὐδεὶς στενάζει. Καὶ μὴ καταγνῷς  εἰρωνείαν  τοῦ λόγου· ὥσπερ γὰρ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ τὸν Θεὸν ἐφεύγομεν,  οὕτω φεύγομεν  αὐτὸν καὶ νῦν· φεύγειν γὰρ ἔστι τὸν Θεὸν, οὐ τόπῳ (πανταχοῦ  γάρ ἐστι), ἀλλὰ  τοῖς ἔργοις. Καὶ ὅτι οὐκ ἔστι φεύγειν, ἄκουε τοῦ προφήτου λέγοντος, Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Πῶς οὖν ἔστι φυγεῖν  τὸν Θεόν; Ὡς ἔστι πόῤῥω γενέσθαι τοῦ Θεοῦ, ὡς ἔστι μακρυνθῆναι·  Οἱ γὰρ μακρύνοντες  ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· καὶ πάλιν, Οὐχὶ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν; Πῶς οὖν γίνεται  τὸ μακρυνθῆναι;  πῶς γίνεται  διάστασις; Προαιρέσει καὶ ψυχῇ· τόπῳ γὰρ οὐκ ἔνι· πῶς γὰρ ἄν τις τὸν πανταχοῦ παρόντα φεύγοι; Ὁ τοίνυν ἁμαρτωλὸς φεύγει. Τοῦτό ἐστιν ὅ φησιν ἡ Γραφὴ, Φεύγει ὁ ἀσεβὴς, μηδενὸς διώκοντος. Σφόδρα φεύγομεν τὸν  Θεὸν, καίτοι  ἀεὶ διώκοντα  ἡμᾶς αὐτόν. Ὁ Ἀπόστολος ἐδίωκεν,  ἵνα  ἐγγὺς  αὐτοῦ γένηται· ἡμεῖς διώκομεν,  ἵνα πόῤῥω γενώμεθα· ἆρα οὐκ ἄξια ταῦτα θρήνων; ἆρα οὐκ ἄξια  δακρύων;  Ποῦ φεύγεις,  ἄθλιε  καὶ  ταλαίπωρε; ποῦ  φεύγεις  τὴν  ζωὴν  καὶ  τὴν σωτηρίαν τὴν σήν; Ἂν τὸν Θεὸν φύγῃς, πρὸς τίνα καταφεύξῃ; ἂν τὸ φῶς φύγῃς, ποῦ διαβλέψεις; ἂν τὴν ζωὴν φύγῃς, πόθεν ζήσῃ λοιπόν; Φύγωμεν τὸν ἐχθρὸν τῆς σωτηρίας τῆς   ἡμετέρας.  Ὅταν  ἁμαρτάνωμεν,   φεύγομεν   ἀπὸ  τοῦ  Θεοῦ,  δραπετεύομεν,   εἰς
ἀλλοτρίαν  ἀπερχόμεθα γῆν, καθάπερ ἐκεῖνος ὁ καταφαγὼν  τὰ ὑπάρχοντα  τὰ πατρῷα, καὶ ἀπελθὼν  εἰς ἀλλοτρίαν  γῆν, ὁ καταναλώσας  πᾶσαν τὴν πατρικὴν  οὐσίαν, καὶ ἐν λιμῷ ζῶν. Ἔχομεν οὖν πατρικὴν οὐσίαν καὶ ἡμεῖς. Ποίαν δὴ ταύτην; Ἀπήλλαξεν ἡμᾶς τῶν ἁμαρτημάτων, ἐχαρίσατο ἡμῖν δύναμιν, ἰσχὺν πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, ἐχαρίσατο ἡμῖν προθυμίαν, ὑπομονὴν, ἐν τῷ βαπτίσματι ἐχαρίσατο ἡμῖν Πνεῦμα ἅγιον· ἂν ταῦτα καταναλώσωμεν,  ἐν λιμῷ λοιπὸν ἐσόμεθα. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἕως μὲν ἂν πυρετοῖς ἐνοχλῶνται καὶ χυμῶν  κακίᾳ, οὐδὲ διαναστῆναι,  οὐδὲ ἐργάσασθαι, οὐδὲ πρᾶξαί  τι  δύνανται·   ἂν  δέ  τις  αὐτοὺς  ἀπαλλάξῃ   καὶ  εἰς  ὑγείαν   ἀγάγῃ,  εἶτα  μὴ ἐργάζωνται,  παρὰ τὴν οἰκείαν αὐτῶν  τοῦτο γίνεται  ῥᾳθυμίαν· οὕτω δὴ καὶ ἐφ' ἡμῶν. Ἐπέκειτο ἡμῖν νόσος χαλεπὴ καὶ πυρετὸς σφοδρός· καὶ  ἐκείμεθα οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ  τῆς  κακίας  αὐτῆς,  καθάπερ  ἐν  κοπρίᾳ, τῇ πονηρίᾳ  ἐῤῥιμμένοι,  ἡλκωμένοι, δυσωδίας ἀνάπλεῳ,  αὐχμῶντες,  κατατρυχόμενοι,  εἴδωλα  μᾶλλον  ὄντες, ἢ ἄνθρωποι. Περιειστήκεσαν   ἡμᾶς   δαίμονες   πονηροὶ,   ὁ   ἄρχων   τοῦ   κόσμου   τούτου   γελῶν, ἐπεμβαίνων.  Ἦλθεν ὁ τοῦ Θεοῦ Μονογενὴς, ἀφῆκε τὰς ἀκτῖνας  τῆς παρουσίας αὐτοῦ, καὶ  τὸν  ζόφον  εὐθέως  ἀπήλασεν·  ἦλθε  πρὸς  ἡμᾶς  ὁ  βασιλεὺς  ὁ  ὢν  ἐν  τῷ  θρόνῳ πατρικῷ, τὸν θρόνον  ἀφεὶς τὸν πατρικὸν  (ὅταν δὲ, ἀφεὶς, εἴπω, μὴ πάλιν  μετάστασιν νομίσῃς· τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν αὐτὸς πληροῖ· ἀλλὰ διὰ τὴν οἰκονομίαν  τοῦτό φημι)· ἦλθε  πρὸς ἐχθρὸν  τὸν  μισοῦντα  αὐτὸν,  τὸν  ἀποστρεφόμενον,  τὸν  οὐδὲ ἰδεῖν αὐτὸν  ἀνεχόμενον,   τὸν  καθ'  ἑκάστην  αὐτὸν  βλασφημοῦντα  τὴν  ἡμέραν.  Εἶδεν  ἐν κοπρίᾳ κείμενον, σκώληξιν ἡλκωμένον,  πυρετοῖς, λιμῷ κατεχόμενον, πᾶν εἶδος ἔχοντα νόσου.  Καὶ γὰρ  καὶ  πυρετὸς  ἠνώχλει,   τοῦτο  γὰρ  ἐπιθυμία  πονηρὰ,  καὶ  φλεγμοναὶ ἐπέκειντο,  τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ βουλιμία τις ἡ λεγομένη  κατεῖχε, τοῦτο γὰρ ἡ πλεονεξία,  καὶ  σηπεδόνες  πάντοθεν,  τοῦτο  γὰρ ἡ πορνεία,  καὶ  πήρωσις  ὀφθαλμῶν, τοῦτο  γὰρ  εἰδωλολατρεία,  καὶ  κώφωσις  καὶ  παραπληξία,  τοῦτο  γὰρ  τὸ  προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι, καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία· ἀηδές  τι, καὶ νόσος χαλεπωτάτη.  Εἶδε χεῖρον  πάλιν  τῶν  μαινομένων  φθεγγομένους ἡμᾶς, καὶ τὸ ξύλον θεὸν καλοῦντας, καὶ τὸν λίθον ὁμοίως· εἶδεν ἐν τοσαύτῃ κακίᾳ, καὶ οὐκ ἐβδελύξατο, οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεστράφη, οὐκ ἐμίσησε· ∆εσπότης γὰρ ἦν, καὶ τὸ ἴδιον πλάσμα οὐκ ἂν ἐμίσησεν. Ἀλλὰ τί ποιεῖ; Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ  ἄξια, καὶ πρῶτος αὐτῶν  ἀπογεύεται·  τὴν γὰρ ἀρετὴν αὐτὸς πρῶτος μετῆλθε, καὶ οὕτως ἡμῖν ἔδωκε. Καὶ πρῶτον καθάπερ ἀντίδοτόν  τι φάρμακον ἔδωκε τὸ λουτρὸν,  καὶ  οὕτω  πᾶσαν  ἠμέσαμεν  κακίαν,  καὶ  πάντα  ἐφυγαδεύθη  ἀθρόον,  καὶ  ἡ φλεγμονὴ  ἐπαύσατο, καὶ ὁ πυρετὸς ἐσβέσθη, καὶ αἱ σηπεδόνες ἐκαύθησαν. Πάντα γὰρ καὶ τὰ ἀπὸ πλεονεξίας, καὶ τὰ ἀπὸ θυμοῦ, καὶ τὰ ἄλλα κακὰ ἐκενώθη διὰ τοῦ πνεύματος· ἀνεῴχθησαν  οἱ ὀφθαλμοὶ, ἀνεῴγη τὰ ὦτα, ἐλάλησεν εὔφημον φωνὴν  ἡ γλῶσσα, ἔλαβεν ἰσχὺν ἡ ψυχὴ, ἔλαβε κάλλος καὶ ἄνθος τὸ σῶμα τοιοῦτον, οἷον εἰκὸς Υἱὸν Θεοῦ τεχθέντα κάλλος ἔχειν ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος, οἵαν εἰκὸς δόξαν ἔχειν υἱὸν ἄρτι τεχθέντα   βασιλεῖ,   καὶ   ἐν   ἁλουργίδι   τρεφόμενον.   Οἴμοι,  πόσην   εὐγένειαν   ἡμῖν ἐχαρίσατο! ἡμεῖς δὲ περὶ τὸν οὕτως  ἡμᾶς φιλήσαντα  ἀχάριστοι μένομεν.  Ἐτέχθημεν, ἐτράφημεν,  εὐεργετήθημεν·  τί πάλιν  φεύγομεν  τὸν εὐεργέτην; Ὁ τοίνυν  ταῦτα πάντα ποιήσας, καὶ ἰσχὺν δίδωσιν· οὐ γὰρ ἐνῆν  κατεχομένους  τῷ νοσήματι  ἐνεγκεῖν,  εἰ μὴ αὐτὸς ἡμῖν ἔδωκε τὴν ἰσχύν. Ἔδωκε τῶν  ἁμαρτημάτων  τὴν ἄφεσιν, ἠθετήσαμεν τὴν δωρεάν· ἔδωκεν  ἡμῖν  πλοῦτον,  ἐσκορπίσαμεν  αὐτὸν,  κατεφάγομεν   ἅπαντα·  ἔδωκεν ἡμῖν   ἰσχὺν,   ἀνηλώσαμεν   αὐτήν·   ἔδωκεν   ἡμῖν   χάρισμα,   ἐσβέσαμεν  αὐτό.   Πῶς; Ἀνηλώσαμεν εἰς οὐδὲν δέον, ἐχρησάμεθα ἐν οὐδενὶ χρησίμῳ. Ταῦτα ἡμᾶς ἀπώλεσε, καὶτὸ πάντων δεινότερον, ὅτι ἐν ἀλλοτρίᾳ ὄντες, καὶ κεράτια ἐσθίοντες, οὐ λέγομεν· Ἐπιστρέψωμεν πρὸς τὸν Πατέρα καὶ εἴπωμεν· Ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ εἰς σὲ, καὶ Πατέρα οὕτως ἔχοντες φιλόστοργον, σφόδρα ποθοῦντα ἡμῶν τὴν ἐπάνοδον· ὡς ἂν μόνον  ἀποστῶμεν  τῆς  κακίας,  ἂν  πρὸς αὐτὸν  ἐπανέλθωμεν μόνον,  οὐδὲ ἐγκαλέσαι λοιπὸν  ὑπὲρ  τῶν  προτέρων  ἀνέχεται·  μόνον  ἀποστῶμεν·  ἱκανὴ  γὰρ  ἀπολογία  τὸ ἐπανελθεῖν.  Τί λέγω, ἐγκαλέσαι οὐκ ἀνέχεται; οὐ μόνον αὐτὸς οὐκ ἐγκαλεῖ, ἀλλὰ, κἂν ἕτερος ἐγκαλῇ, ἐπιστομίζεται, κἂν εὐδοκιμηκὼς  ᾖ ὁ ἐγκαλῶν.  Οὐκοῦν ἐπανέλθωμεν· μέχρι  τίνος   ἀφιστάμεθα;  λάβωμεν   αἴσθησιν  τῆς  ἀτιμίας,   λάβωμεν   αἴσθησιν  τῆς εὐτελείας· ἡ κακία χοίρους εἶναι ποιεῖ, ἡ κακία λιμὸν  φέρει τῇ ψυχῇ. Ἀνακτησώμεθα ἑαυτοὺς καὶ ἀναλήψωμεν,  καὶ ἐπανέλθωμεν ἐπὶ τὴν προτέραν εὐγένειαν,  ἵνα τύχωμεν τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |