ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ιʹ.∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε

Δευτέρα 31 Οκτωβρίου 2016

Ιʹ.∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ιʹ.∆ιὰ τοῦτο, ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε, καὶ διὰ τῆς ἁμαρτίας ὁ θάνατος· καὶ οὕτως εἰς πάντας ἀνθρώπους διῆλ θεν ὁ θάνατος, ἐφ' ᾧ πάντες ἥμαρτον.


 αʹ. Καθάπερ οἱ τῶν  ἰατρῶν ἄριστοι τὴν ῥίζαν ἀεὶ πολυπραγμονοῦσι τῶν νοσημάτων, καὶ ἐπ' αὐτὴν ἔρχονται τὴν πηγὴν τοῦ κακοῦ· οὕτω καὶ ὁ μακάριος Παῦλος. Εἰπὼν γὰρ, ὅτι ἐδικαιώθημεν,  καὶ δείξας ἀπὸ τοῦ πατριάρχου καὶ ἀπὸ τοῦ Πνεύματος καὶ ἐκ τοῦ ἀποθανεῖν τὸν Χριστὸν (οὐδὲ γὰρ ἂν ἀπέθανεν, εἰ μὴ ἔμελλε δικαιοῦν), κατασκευάζει λοιπὸν καὶ ἑτέρωθεν τὰ διὰ τούτων ἀποδειχθέντα, καὶ ἀπὸ τῶν ἐναντίων  συνιστὰς τὸ προκείμενον, τουτέστιν, ἀπὸ τοῦ θανάτου καὶ τῆς ἁμαρτίας, πῶς καὶ τίνι τρόπῳ ζητεῖ, καὶ πόθεν εἰσῆλθεν ὁ θάνατος, καὶ πῶς ἐκράτησε. Πῶς οὖν εἰσῆλθεν ὁ θάνατος, καὶ ἐκράτησε; ∆ιὰ τῆς ἁμαρτίας τοῦ ἑνός. Τί δέ ἐστιν, Ἐφ' ᾧ πάντες ἥμαρτον; Ἐκείνου πεσόντος, καὶ οἱ μὴ φαγόντες  ἀπὸ τοῦ ξύλου  γεγόνασιν  ἐξ ἐκείνου  πάντες  θνητοί.  Ἄχρι  γὰρ νόμου ἁμαρτία ἦν ἐν κόσμῳ· ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου.


Τὸ, Ἄχρι νόμου, τινὲς  τὸν  χρόνον  ἐκεῖνον  νομίζουσιν  αὐτὸν  εἰρηκέναι  τὸν  πρὸ  τῆς  τοῦ  νόμου δόσεως· οἷον τὸν  ἐπὶ Ἄβελ, τὸν ἐπὶ Νῶε, τὸν  ἐπὶ Ἀβραὰμ, τὸν ἕως ὅτε Μωϋσῆς ἐγεννήθη. Ποία οὖν τότε ἦν ἡ ἁμαρτία; Τινές φασι τὴν ἐν παραδείσῳ λέγειν αὐτόν· οὐδέπω γὰρ ἦν λυθεῖσα, φησὶν, ἀλλὰ  καὶ ἤνθει  αὐτῆς ὁ καρπός· τὸν  γὰρ κοινὸν ἐκείνη θάνατον ἤνεγκεν, ὃς ἐκράτει καὶ ἐτυράννει. Τίνος οὖν ἕνεκεν ἐπάγει, Ἁμαρτία δὲ οὐκ ἐλλογεῖται, μὴ ὄντος νόμου; Ἐξ ἀντιθέσεως τῶν Ἰουδαίων, φησὶν, οἱ τὰ ἡμέτερα εἰρηκότες τοῦτο αὐτὸν  τεθεικέναι  λέγονται,  ὅτι εἰ μὴ ἔστιν ἁμαρτία χωρὶς νόμου, πῶς ὁ θάνατος ἀνήλισκε πάντας τοὺς πρὸ τοῦ νόμου; Ἐμοὶ δὲ δοκεῖ τὸ λεχθήσεσθαι μέλλον λόγον ἔχειν μᾶλλον, καὶ τῇ ἀποστολικῇ συμβαίνειν διανοίᾳ. Τί δὲ τοῦτό ἐστιν; Εἰπὼν, ὅτι ἄχρι νόμου ἁμαρτία ἦν ἐν κόσμῳ, τοῦτό μοι δοκεῖ λέγειν, ὅτι τοῦ νόμου δοθέντος,  ἡ ἁμαρτία ἐκράτει ἡ ἐκ τῆς παραβάσεως, καὶ ἕως τότε ἐκράτει, ἕως καὶ νόμος ἦν· οὐδὲ γὰρ δύναται συστῆναι, φησὶν, ἁμαρτία, μὴ ὄντος νόμου. Εἰ τοίνυν αὕτη ἡ ἁμαρτία, φησὶν, ἐκ τῆς τοῦ νόμου παραβάσεως τὸν θάνατον ἔτικτε, πῶς οἱ πρὸ τοῦ νόμου πάντες ἀπέθνησκον; Εἰ γὰρ ἐξ ἁμαρτίας ὁ θάνατος τὴν ῥίζαν ἔσχε, νόμου δὲ οὐκ ὄντος ἡ ἁμαρτία οὐκ ἐλλογεῖται, πῶς ὁ θάνατος ἐκράτει; Ὅθεν δῆλον, ὅτι οὐχ αὕτη ἡ ἁμαρτία ἡ τῆς τοῦ νόμου παραβάσεως, ἀλλ' ἐκείνη ἡ τῆς τοῦ Ἀδὰμ παρακοῆς, αὕτη ἦν ἡ πάντα λυμαινομένη. Καὶ τίς ἡ τούτου ἀπόδειξις; Τὸ καὶ πρὸ τοῦ νόμου πάντας  ἀποθνήσκειν.  Ἐβασίλευσε γὰρ ὁ θάνατος, φησὶν, ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας. Πῶς ἐβασίλευσεν; Ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος. ∆ιὰ γὰρ τοῦτο καὶ τύπος ἐστὶν Ἰησοῦ Χριστοῦ ὁ Ἀδάμ. Πῶς τύπος; φησίν. Ὅτι, ὥσπερ ἐκεῖνος τοῖς ἐξ αὐτοῦ, καίτοι γε μὴ φαγοῦσιν ἀπὸ τοῦ ξύλου, γέγονεν αἴτιος θανάτου τοῦ διὰ τὴν βρῶσιν   εἰσαχθέντος·   οὕτω   καὶ   ὁ   Χριστὸς  τοῖς   ἐξ   αὐτοῦ,   καίτοι   γε   οὐ δικαιοπραγήσασι, γέγονε  πρόξενος  δικαιοσύνης, ἣν  διὰ τοῦ σταυροῦ πᾶσιν ἡμῖν ἐχαρίσατο. ∆ιὰ τοῦτο ἄνω καὶ κάτω τοῦ ἑνὸς ἔχεται, καὶ συνεχῶς τοῦτο εἰς μέσον φέρει, λέγων· Ὥσπερ δι' ἑνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθε· καὶ, Ἐν τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον· καὶ, Οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος, τὸ δώρημα· καὶ, Τὸ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· καὶ πάλιν,  Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι  ὁ  θάνατος  ἐβασίλευσε  διὰ  τοῦ  ἑνός·  καὶ,  Ἆρα οὖν  ὡς  δι'  ἑνὸς παραπτώματος· καὶ πάλιν, Ὥσπερ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί· καὶ οὐκ ἀφίσταται τοῦ ἑνὸς, ἵν' ὅταν λέγῃ σοι ὁ Ἰουδαῖος, Πῶς, ἑνὸς κατορθώσαντος τοῦ Χριστοῦ, ἡ οἰκουμένη ἐσώθη; δυνηθῇς αὐτῷ λέγειν, Πῶς, ἑνὸς παρακούσαντος τοῦ Ἀδὰμ, ἡ οἰκουμένη κατεκρίθη; Καίτοι γε οὐκ ἴσον ἁμαρτία καὶ χάρις, οὐκ ἴσον θάνατος  καὶ ζωὴ, οὐκ ἴσον διάβολος καὶ Θεὸς, ἀλλ' ἄπειρον τὸ μέσον. Ὅταν οὖν καὶ ἀπὸ τῆς τοῦ πράγματος φύσεως, καὶ ἀπὸ τῆς τοῦ μετελθόντος  δυνάμεως,  καὶ ἀπ' αὐτοῦ  τοῦ  πρέποντος  (πολὺ  γὰρ τῷ  Θεῷ τοῦτο πρεπωδέστερον, τὸ σώζειν, ἢ τὸ κολάζειν), ἐνταῦθα ἡ ὑπεροχὴ καὶ τὰ νικητήρια, τίνα ἂν ἔχοις λόγον εἰς ἀπιστίαν, εἰπέ μοι; Ὅτι μὲν οὖν κατὰ λόγον τὸ γεγενημένον, ἔδειξεν εἰπών· Ἀλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ Θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστιν· Εἰ ἡ ἁμαρτία τοσοῦτον ἴσχυσε, καὶ ἀνθρώπου ἁμαρτία ἑνός· χάρις, καὶ  Θεοῦ χάρις, καὶ  οὐ Πατρὸς μόνου,  ἀλλὰ  καὶ  Υἱοῦ, πῶς  οὐ περιέσται μειζόνως;  πολλῷ  γὰρ τοῦτο  εὐλογώτερον.  Τὸ μὲν  γὰρ ἕτερον  δι' ἕτερον κολάζεσθαι, οὐ σφόδρα δοκεῖ λόγον  ἔχειν· τὸ δὲ ἕτερον δι' ἕτερον σώζεσθαι, καὶ πρεπωδέστερον μᾶλλον καὶ εὐλογώτερον. Εἰ τοίνυν ἐκεῖνο γέγονε, πολλῷ μᾶλλον τοῦτο.  βʹ. Ὅτι  μὲν  οὖν  εἰκὸς  καὶ  εὔλογον,  ἐκ  τούτων  ἔδειξε·  καὶ  γὰρ  ἐκείνου κατασκευασθέντος,   εὐπαράδεκτον   τοῦτο   λοιπὸν   ἔμελλεν   εἶναι·   ὅτι   δὲ   καὶ ἀναγκαῖον, ἐκ τῶν ἑξῆς κατασκευάζει. Πῶς οὖν τοῦτο κατασκευάζει; Οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα, φησί· τὸ μὲν  γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα· τὸ δὲ χάρισμα  ἐκ  πολλῶν   παραπτωμάτων   εἰς  δικαίωμα.  Καὶ τί  ποτέ  ἐστι  τοῦτο  τὸ λεγόμενον; Ὅτι τὸν μὲν θάνατον καὶ τὸ κατάκριμα ἴσχυσεν ἁμαρτία μία εἰσενεγκεῖν· ἡ δὲ χάρις οὐ τὴν μίαν ἐκείνην ἁμαρτίαν ἀνεῖλε μόνον, ἀλλὰ καὶ τὰς μετ' ἐκείνην ἐπεισελθούσας. Ἵνα γὰρ τὸ, ὡς, καὶ τὸ, οὕτω, τιθέμενον, μὴ ἴσον εἰσάγῃ μέτρον τῶν ἀγαθῶν πρὸς τὰ κακὰ, μηδὲ νομίσῃς ἀκούων τὸν Ἀδὰμ, ἐκείνην ἀνῃρῆσθαι μόνην τὴν ἁμαρτίαν, ἣν ἐκεῖνος εἰσήνεγκε, λέγει ὅτι πολλῶν  παραπτωμάτων  ἡ ἀναίρεσις γέγονε. Πόθεν δῆλον; Ὅτι μετὰ τὰς ἀπείρους ἁμαρτίας τὰς μετ' ἐκείνην τὴν ἐν τῷ παραδείσῳ εἰς δικαίωμα τὸ πρᾶγμα ἐξέβη. Ὅπου δὲ δικαιοσύνη, ἐξ ἀνάγκης καὶ ζωὴ πάντως ἕπεται, καὶ τὰ μυρία ἀγαθὰ, ὥσπερ οὖν, ὅπου ἁμαρτία, θάνατος. Πλέον γὰρ τῆς ζωῆς ἡ δικαιοσύνη, ἐπειδὴ καὶ ῥίζα ἐστὶ ζωῆς. Ὅτι μὲν οὖν πλείονα εἰσῆκται τὰ ἀγαθὰ, καὶ οὐκ ἐκείνη ἀνῄρηται ἡ ἁμαρτία μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ λοιπαὶ, ἔδειξεν εἰπών· Τὸ δὲ χάρισμα ἐκ πολλῶν  παραπτωμάτων  εἰς δικαίωμα. Ὅθεν ἀναγκαίως συναποδέδεικται καὶ τὸ τὸν θάνατον πρόῤῥιζον ἀνεσπάσθαι. Χρεία δὲ κατασκευάσαι λοιπὸν,  ἐπειδὴ  μεῖζον  εἶπε  τοῦ  προτέρου  τὸ  δεύτερον,  καὶ  αὐτὸ  τοῦτο  πάλιν. Πρότερον μὲν γὰρ εἶπεν, ὅτι Εἰ ἑνὸς ἁμαρτία ἀπέκτεινε πάντας, πολλῷ μᾶλλον καὶ ἑνὸς χάρις σῶσαι δυνήσεται· μετὰ ταῦτα ἔδειξεν, ὅτι οὐκ ἐκείνη ἀνῃρέθη μόνον ἡ ἁμαρτία διὰ τῆς χάριτος, ἀλλὰ καὶ πᾶσαι αἱ λοιπαὶ, καὶ οὐχ ἁμαρτίαι ἀνῃρέθησαν μόνον, ἀλλὰ καὶ δικαιοσύνη ἐδόθη· καὶ οὐ τοσοῦτον ὠφέλησε μόνον ὁ Χριστὸς, ὅσον ἔβλαψεν ὁ Ἀδὰμ, ἀλλὰ καὶ πολλῷ πλεῖον καὶ μεῖζον. Ἐπεὶ οὖν τοιαῦτα ἀπεφήνατο, δεῖται πάλιν καὶ ἐνταῦθα κατασκευῆς πλείονος. Πῶς οὖν αὐτὸ κατασκευάζει, Εἰ γὰρ τῷ  τοῦ  ἑνὸς  παραπτώματι,  φησὶν,  ὁ  θάνατος  ἐβασίλευσε διὰ  τοῦ  ἑνὸς,  πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τί τὸν θάνατον  ὥπλισε κατὰ τῆς οἰκουμένης; Τὸ φαγεῖν  ἀπὸ τοῦ ξύλου μόνον  τὸν ἕνα ἄνθρωπον. Εἰ οὖν ὁ θάνατος τοσαύτην ἔλαβεν ἰσχὺν ἐξ ἑνὸς παραπτώματος, ὅταν εὑρεθῶσί   τινες   πολλῷ   μείζονα   τῆς   ἁμαρτίας   ἐκείνης   λαβόντες   χάριν   καὶ δικαιοσύνην, πῶς δυνήσονται εἶναι λοιπὸν  ὑπεύθυνοι  τῷ θανάτῳ; ∆ιὰ τοῦτο οὐκ εἶπεν ἐνταῦθα, χάριν, ἀλλὰ, Περισσείαν χάριτος· οὐ γὰρ ὅσον ἐχρῄζομεν εἰς τὴν τῆς ἁμαρτίας ἀναίρεσιν, τοσοῦτον ἐλάβομεν  μόνον  ἐκ τῆς χάριτος, ἀλλὰ  καὶ πολλῷ πλέον. Καὶ γὰρ καὶ κολάσεως ἀπηλλάγημεν,  καὶ κακίαν ἀπεδοσάμεθα πᾶσαν, καὶ ἀνεγεννήθημεν ἄνωθεν, καὶ ἀνέστημεν τοῦ παλαιοῦ ταφέντος ἀνθρώπου, καὶ ἀπελυτρώθημεν, καὶ ἡγιάσθημεν,  καὶ εἰς υἱοθεσίαν ἤχθημεν,  καὶ ἐδικαιώθημεν, καὶ ἐγενόμεθα ἀδελφοὶ τοῦ Μονογενοῦς, καὶ συγκληρονόμοι καὶ σύσσωμοι αὐτοῦ κατέστημεν, καὶ εἰς τὴν σάρκα αὐτοῦ τελοῦμεν, καὶ ὥσπερ σῶμα κεφαλῇ, οὕτως ἡνώμεθα. Ταῦτα οὖν ἅπαντα περισσείαν χάριτος ἐκάλεσεν ὁ Παῦλος, δεικνὺς  ὅτι οὐ φάρμακον  ἐλάβομεν  ἀντίῤῥοπον  τοῦ τραύματος μόνον,  ἀλλὰ  καὶ ὑγείαν καὶ εὐμορφίαν καὶ τιμὴν καὶ δόξαν καὶ ἀξιώματα πολὺ τὴν ἡμετέραν ὑπερβαίνοντα  φύσιν.  Καὶ τούτων  μὲν  ἕκαστον ἱκανὸν  ἦν  καθ' ἑαυτὸ λῦσαι τὸν θάνατον·  ὅταν δὲ ἅπαντα ὁμοῦ συντρέχοντα  φαίνηται,  οὐδὲ ἴχνος  αὐτοῦ λοιπὸν, οὐδὲ σκιὰν φανῆναι δυνατὸν, ἄρδην ἀφανισθέντος. Ὥσπερ οὖν εἴ τις ὀβολοὺς δέκα ὀφείλοντά τινα εἰς δεσμωτήριον ἐμβάλοι, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ γυναῖκα καὶ παιδία καὶ οἰκέτας δι' αὐτόν· ἐλθὼν  δὲ ἕτερος μὴ τοὺς δέκα ὀβολοὺς καταβάλοι μόνον,  ἀλλὰ  καὶ  μυρία  χρυσοῦ  τάλαντα   χαρίσαιτο,  καὶ  εἰς  βασιλικὰς  αὐλὰς εἰσαγάγοι τὸν δεσμώτην, καὶ εἰς θρόνον ἀρχῆς ὑψηλοτάτης, καὶ κοινωνὸν τῆς ἀνωτάτης  τιμῆς  ποιήσειε  καὶ  τῆς  ἄλλης  περιφανείας,  οὐκ  ἂν  δύναιτο  λοιπὸν μεμνῆσθαι τῶν  δέκα ὀβολῶν  ὁ δανείσας· οὕτω καὶ ἐφ' ἡμῶν γέγονε. Πολλῷ γὰρ πλείονα ὧν ὀφείλομεν κατέβαλεν ὁ Χριστὸς, καὶ τοσούτῳ πλείονα, ὅσῳ πρὸς ῥανίδα μικρὰν πέλαγος ἄπειρον Μὴ τοίνυν ἀμφίβαλλε, ἄνθρωπε, τοσοῦτον πλοῦτον ὁρῶν ἀγαθῶν,  μηδὲ ζήτει πῶς ὁ σπινθὴρ ἐκεῖνος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἐλύθη, τοσαύτης θαλάττης χαρισμάτων ἐπενεχθείσης αὐτῷ. Τοῦτο γὰρ καὶ Παῦλος ᾐνίξατο εἰπὼν,  ὅτι Οἱ τὴν  περισσείαν τῆς χάριτος καὶ τῆς δικαιοσύνης λαβόντες,  ἐν ζωῇ βασιλεύσουσι· καὶ ἐπειδὴ σαφῶς τοῦτο ἀπέδειξε, πάλιν  τῷ πρώτῳ  κέχρηται συλλογισμῷ, ἐπισφίγγων αὐτὸν τῇ ἐπαναλήψει, καὶ λέγων, ὅτι, εἰ διὰ τοῦ παραπτώματος  ἐκείνου  ἐκολάσθησαν ἅπαντες,  δύναιντ' ἂν  καὶ ἐντεῦθεν δικαιωθῆναι.   ∆ιὸ  καὶ  λέγει·  Ἄρα  οὖν  ὡς  δι'  ἑνὸς  παραπτώματος  εἰς  πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν  ζωῆς. Καὶ ἐπαγωνίζεται  πάλιν  αὐτῷ, οὕτω λέγων·  Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοὶ, οὕτω καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι  κατασταθήσονται  οἱ πολλοί.  Καὶ δοκεῖ μὲν ζήτημα οὐ
μικρὸν  ἔχειν  τὸ  εἰρημένον·  ἂν  δέ  τις  ἀκριβῶς  προσέχῃ,  καὶ  τοῦτο  εὐκόλως λυθήσεται.  Τί ποτ'  οὖν  ἐστι  τὸ  ζήτημα; Τὸ λέγειν  διὰ  τῆς  παρακοῆς  τοῦ  ἑνὸς ἁμαρτωλοὺς  γενέσθαι  πολλούς.  Τὸ μὲν  γὰρ  ἁμαρτόντος  ἐκείνου  καὶ  γενομένου θνητοῦ, καὶ τοὺς ἐξ αὐτοῦ τοιούτους εἶναι, οὐδὲν ἀπεικός· τὸ δὲ ἐκ τῆς παρακοῆς ἐκείνου ἕτερον ἁμαρτωλὸν γενέσθαι, ποίαν ἂν ἀκολουθίαν σχοίη; Εὑρεθήσεται γὰρ οὕτω μηδὲ δίκην ὀφείλων  ὁ τοιοῦτος, εἴ γε μὴ οἴκοθεν γέγονεν  ἁμαρτωλός. γʹ. Τί οὖν ἐστιν ἐνταῦθα τὸ, Ἁμαρτωλοί; Ἐμοὶ δοκεῖ τὸ ὑπεύθυνοι κολάσει καὶ καταδεδικασμένοι θανάτῳ. Ὅτι μὲν οὖν τοῦ Ἀδὰμ ἀποθανόντος πάντες ἐγενόμεθα θνητοὶ,  σαφῶς  καὶ  διὰ  πολλῶν  ἔδειξε·  τὸ  δὲ  ζητούμενον,  τίνος  ἕνεκεν  τοῦτο γέγονεν.  Ἀλλ' οὐκέτι τοῦτο προστίθησιν· οὐδὲ γὰρ αὐτῷ πρὸς τὸ παρὸν συντελεῖ· πρὸς γὰρ Ἰουδαῖον ἡ μάχη τὸν ἀμφιβάλλοντα  καὶ καταγελῶντα  τῆς διὰ τοῦ ἑνὸς δικαιοσύνης. ∆ιὰ τοῦτο δείξας καὶ τὴν κόλασιν ἐξ ἑνὸς ἐξενεχθεῖσαν εἰς ἅπαντας, τίνος  ἕνεκεν  τοῦτο  γέγονε,  οὐκέτι  προσέθηκεν· οὐ γάρ ἐστι περιττὸς, ἀλλὰ  τῶν ἀναγκαίων  ἔχεται μόνον. Τοῦτο γὰρ οὐκ αὐτὸν μᾶλλον ἢ τὸν Ἰουδαῖον ἠνάγκαζε λοιπὸν ὁ τὸν ἀγώνων  νόμος εἰπεῖν· διόπερ ἀφίησιν ἄλυτον. Εἰ δὲ ὑμῶν τις ζητοίη μαθεῖν, ἐροῦμεν τοῦτο, ὅτι οὐ μόνον οὐδὲν παρεβλάβημεν ἀπὸ τοῦ θανάτου τούτου καὶ τῆς καταδίκης, ἐὰν νήφωμεν,  ἀλλὰ καὶ ἐκερδάναμεν θνητοὶ γενόμενοι· πρῶτον, τὸ μὴ ἐν ἀθανάτῳ σώματι ἁμαρτάνειν· δεύτερον, ὥστε μυρίας ἔχειν φιλοσοφίας ὑποθέσεις. Καὶ γὰρ καὶ μετριάζειν καὶ σωφρονεῖν καὶ κατεστάλθαι καὶ πάσης ἀπηλλάχθαι  κακίας, καὶ παρὼν  καὶ προσδοκώμενος ὁ θάνατος  ἀναπείθει. Μετὰ δὲ τούτων, μᾶλλον δὲ καὶ πρὸ τούτων  καὶ ἕτερα πλείονα  εἰσήγαγεν ἀγαθά. Ἐντεῦθεν γὰρ οἱ τῶν μαρτύρων στέφανοι, καὶ τὰ τῶν ἀποστόλων βραβεῖα· οὕτως ὁ Ἄβελ ἐδικαιώθη, οὕτως ὁ Ἀβραὰμ τὸν υἱὸν κατασφάξας, οὕτως ὁ Ἰωάννης διὰ τὸν Χριστὸν ἀναιρεθεὶς, οὕτως οἱ παῖδες οἱ τρεῖς, οὕτως ὁ ∆ανιήλ. Ἂν γὰρ θέλωμεν, οὐ μόνον ὁ θάνατος, ἀλλ' οὐδὲ αὐτὸς ὁ διάβολος ἡμᾶς βλάψαι δυνήσεται. Χωρὶς δὲ τούτων  κἀκεῖνο  ἔστιν εἰπεῖν,  ὅτι καὶ ἀθανασία ἡμᾶς ἐκδέξεται, καὶ πρὸς ὀλίγον νουθετηθέντες  χρόνον, μετὰ ἀδείας ἀπολαυσόμεθα τῶν μελλόντων  ἀγαθῶν, ὥσπερ ἐν διδασκαλείῳ  τινὶ  τῷ  παρόντι  βίῳ διὰ νόσου καὶ θλίψεως  καὶ πειρασμῶν καὶ πενίας καὶ τῶν ἄλλων  τῶν δοκούντων  εἶναι δεινῶν  παιδευόμενοι εἰς τὸ γενέσθαι ἐπιτήδειοι  εἰς τὴν τῶν μελλόντων  ἀγαθῶν  ὑποδοχήν. Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Ἐπειδὴ γὰρ ἔδειξεν ἀπὸ μὲν τοῦ Ἀδὰμ καταδικασθεῖσαν τὴν οἰκουμένην, ἀπὸ δὲ τοῦ Χριστοῦ σωθεῖσαν, καὶ τῆς καταδίκης ἀπαλλαγεῖσαν, εὐκαίρως καὶ περὶ τοῦ νόμου ζητεῖ λοιπὸν πάλιν, τὴν περὶ αὐτοῦ δόξαν ὑποτεμνόμενος. Οὐ γὰρ μόνον οὐδὲν ὤνησε, φησὶν, οὐδὲ μόνον οὐδὲν ἐβοήθησεν, ἀλλὰ  καὶ  ηὐξήθη  τὸ  νόσημα  παρεισελθόντος  αὐτοῦ.  Τὸ δὲ,  Ἵνα,  ἐνταῦθα  οὐκ αἰτιολογίας πάλιν, ἀλλ' ἐκβάσεώς ἐστιν. Οὐ γὰρ διὰ τοῦτο ἐδόθη, ἵνα πλεονάσῃ, ἀλλ' ἐδόθη μὲν ὥστε μειῶσαι καὶ ἀνελεῖν τὸ παράπτωμα· ἐξέβη δὲ τοὐναντίον,  οὐ παρὰ τὴν τοῦ νόμου φύσιν, ἀλλὰ παρὰ τὴν τῶν δεξαμένων ῥᾳθυμίαν. ∆ιὰ τί δὲ οὐκ εἶπε, Νόμος ἐδόθη, ἀλλὰ, Νόμος δὲ παρεισῆλθε; Πρόσκαιρον αὐτοῦ δεικνὺς  τὴν χρείαν οὖσαν, καὶ οὐ κυρίαν οὐδὲ προηγουμένην· ὃ καὶ ἐν τῇ πρὸς Γαλάτας φησὶν, ἑτέρως τὸ  αὐτὸ  τοῦτο  δηλῶν·   Πρὸ  τοῦ  γὰρ  ἐλθεῖν   τὴν   πίστιν   ὑπὸ  νόμον,   φησὶν, ἐφρουρούμεθα συγκεκλεισμένοι  εἰς τὴν  μέλλουσαν  πίστιν ἀποκαλυφθῆναι.  Ὥστε οὐχ ἑαυτῷ, ἀλλ' ἑτέρῳ τὴν ποίμνην  ἐφύλαττεν.  Ἐπειδὴ γὰρ βάναυσοί τινες ἦσαν Ἰουδαῖοι καὶ ἐκλελυμένοι, καὶ πρὸς αὐτὰς τὰς δωρεὰς ἀναπεπτωκότες, τούτου χάριν ὁ νόμος ἐδόθη, ἵνα αὐτοὺς ἐλέγξῃ μειζόνως, καὶ διδάξῃ σαφῶς ἐν οἷς εἰσι, καὶ τὴν κατηγορίαν  αὐξήσας ἐπισφίγξῃ μᾶλλον αὐτούς. Ἀλλὰ μὴ φοβηθῇς· οὐ γὰρ ἐπὶ τῷ μείζω γενέσθαι τὴν κόλασιν τοῦτο ἐγένετο, ἀλλ' ἐπὶ τῷ μείζονα φανῆναι τὴν χάριν.
∆ιὸ ἐπήγαγεν, Οὗ δὲ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις. Οὐκ εἶπεν, Ἐπερίσσευσεν, ἀλλὰ  καὶ, Ὑπερεπερίσσευσεν. Οὐ γὰρ κολάσεως  ἀπήλλαξε  μόνον, ἀλλὰ καὶ ἁμαρτημάτων ἄφεσιν καὶ ζωὴν ἔδωκε, καὶ τὰ ἄλλα ἃ πολλάκις εἰρήκαμεν· ὥσπερ ἂν εἴ τις τὸν πυρέττοντα μὴ νόσου μόνον ἐλευθερώσειεν, ἀλλὰ καὶ ὡραῖον ἐργάσαιτο καὶ ἰσχυρὸν καὶ ἔντιμον, ἢ τὸν πεινῶντα  πάλιν μὴ θρέψειε μόνον, ἀλλὰ καὶ τῶν πολλῶν  ποιήσειε χρημάτων  εἶναι κύριον, καὶ ἐπ' ἀρχὴν ἀγάγοι μεγίστην. Καὶ πῶς ἐπλεόνασε τὸ ἁμάρτημα, φησί; Μυρίας ἔδωκεν ἐντολὰς ὁ νόμος· ἐπεὶ οὖν πάσας ὑπερέβησαν, ἐπλεόνασε τὸ ἁμάρτημα. Εἶδες πόσον τὸ μέσον τῆς χάριτος καὶ τοῦ νόμου; Ὁ μὲν γὰρ καὶ προσθήκη κατακρίσεως ἐγένετο, ἡ δὲ πλεονασμὸς δωρεᾶς. δʹ. Εἰπὼν δὲ τὴν ἄφατον φιλοτιμίαν,  ζητεῖ πάλιν τὴν ἀρχὴν καὶ τὴν ῥίζαν καὶ τοῦ θανάτου  καὶ τῆς ζωῆς. Τίς οὖν τοῦ θανάτου  ἡ ῥίζα; Ἡ ἁμαρτία· διὸ καὶ ἔλεγεν·  Ἵνα  ὥσπερ  ἐβασίλευσεν  ἡ  ἁμαρτία  ἐν  τῷ  θανάτῳ,  οὕτω  καὶ  ἡ  χάρις βασιλεύσῃ διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον  διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ταῦτα δὲ ἔφη, δεικνὺς  ταύτην  μὲν  ἐν  τάξει βασιλέως, τὸν  δὲ θάνατον  ἐν  τάξει στρατιώτου ὑπ' αὐτῇ ταττόμενον, καὶ ὑπὸ ταύτης καθοπλιζόμενον. Οὐκοῦν εἰ αὐτὴ τὸν θάνατον  καθώπλισεν, εὔδηλον ὅτι ἡ ἀναιρετικὴ  ταύτης δικαιοσύνη ἡ διὰ τῆς χάριτος εἰσενεχθεῖσα οὐ μόνον ἀφοπλίζει  τὸν θάνατον, ἀλλὰ καὶ ἀναιρεῖ, καὶ τὴν ἐκείνης καταλύει βασιλείαν ἅπασαν, ὅσῳ καὶ μείζων ταύτης ἐκείνη, οὐ δι' ἀνθρώπου ἢ διαβόλου, ἀλλὰ διὰ Θεοῦ καὶ χάριτος εἰσαγομένη, καὶ ἐπὶ τὸ χρηστότερον ἄγουσα τὴν ζωὴν τὴν ἡμετέραν καὶ ἀπέραντον ἀγαθόν· οὐκ ἔτι γὰρ αὐτῆς ἔσται πέρας, ἵνα καὶ ἐντεῦθεν  μάθῃς τὸ πλέον. Ἐκείνη μὲν γὰρ τῆς παρούσης ἐξέβαλε ζωῆς· ἡ δὲ χάρις ἐλθοῦσα οὐ τὴν παροῦσαν, ἀλλὰ τὴν ἀθάνατον ἡμῖν ἐδωρήσατο καὶ αἰώνιον. Τούτων  δὲ πάντων  πρόξενος  ἡμῖν  ὁ Χριστός. Μὴ τοίνυν  ἀμφίβαλλε  περὶ ζωῆς, δικαιοσύνην ἔχων· καὶ γὰρ μείζων ἡ δικαιοσύνη τῆς ζωῆς, ἐπεὶ καὶ μήτηρ αὐτῆς ἐστι. Τί οὖν; ἐπιμενοῦμεν τῇ ἁμαρτίᾳ, ἵνα ἡ χάρις πλεονάσῃ; Μὴ γένοιτο. Πάλιν εἰς τὸν ἠθικὸν ἐκβαίνει λόγον, οὐχὶ προηγουμένως  αὐτὸν εἰσάγων, ἵνα μὴ δόξῃ φορτικὸς εἶναι πολλοῖς καὶ ἐπαχθὴς, ἀλλ' ἐκ τῆς τῶν δογμάτων ἀκολουθίας. Εἰ γὰρ καὶ οὕτω ποικίλλων  τὸν λόγον  ἐφείδετο, μή ποτε δυσχεράνωσιν ἐκεῖνοι πρὸς τὰ λεγόμενα (διὸ καὶ ἔλεγε, Τολμηρότερον δὲ ἔγραψα ὑμῖν ἀπὸ μέρους), πολλῷ  μᾶλλον, εἰ μὴ τοῦτο ἐποίησε, τραχύτερος ἂν αὐτοῖς ὤφθη.  Ἐπεὶ οὖν ἔδειξε μεγάλην  οὖσαν τὴν χάριν  τῷ μεγάλα ἰάσασθαι ἁμαρτήματα, ἐκ δὲ τούτου ἐδόκει παρὰ τοῖς ἀνοήτοις προτροπὴ τὸ λεγόμενον εἰς ἁμαρτίαν εἶναι. Εἰ γὰρ διὰ τοῦτο μείζων ἐφάνη ἡ χάρις, φησὶν, ἐπειδὴ μεγάλα ἡμάρτομεν, μὴ ἀποστῶμεν ἁμαρτάνοντες, ἵνα πλείων ἡ χάρις δειχθῇ· ἵν' οὖν μὴ ταῦτα λέγωσιν ἢ ὑπονοῶσιν, ὅρα πῶς ἀνατρέπει τὴν ἀντίθεσιν, πρῶτον   μὲν   τῇ   ἀπαγορεύσει,   λέγων,   Μὴ  γένοιτο·   ὅπερ   ἐπὶ   τῶν   σφόδρα ὡμολογημένων  ἀτόπων ποιεῖν εἴωθεν· ἔπειτα καὶ λογισμὸν τίθησιν ἀναντίῤῥητον. Ποῖον δὴ τοῦτον; Οἵτινες ἀπεθάνομεν, φησὶ, τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί ἐστιν,  Ἀπεθάνομεν;  Ἢ ὅτι,  τὸ  ἐκείνης  μέρος καὶ  τὸ  εἰς  αὐτὴν  ἧκον,  ἀπόφασιν ἐδεξάμεθα πάντες· ἢ ὅτι νεκροὶ γεγόναμεν  αὐτῇ, πιστεύσαντες καὶ φωτισθέντες·  ὃ καὶ μᾶλλον  ἔστιν εἰπεῖν· τοῦτο γὰρ καὶ τὸ ἑξῆς κείμενον  ἐμφαίνει.  Τί δέ ἐστιν, νεκροὺς αὐτῇ γεγονέναι; Τὸ πρὸς μηδὲν ὑπακούειν αὐτῇ λοιπόν. Τοῦτο γὰρ τὸ μὲν βάπτισμα ἐποίησεν ἅπαξ, ἐνέκρωσεν ἡμᾶς αὐτῇ· δεῖ δὲ λοιπὸν  παρὰ τῆς ἡμετέρας σπουδῆς κατορθοῦσθαι αὐτὸ διηνεκῶς, ὥστε, κἂν μυρία ἐπιτάττῃ, μηκέτι ὑπακούειν, ἀλλὰ  μένειν  ἀκίνητον  ὥσπερ τὸν  νεκρόν. Καίτοι γε ἀλλαχοῦ  φησιν, ὅτι αὕτη ἡ ἁμαρτία ἀπέθανεν·  ἀλλ' ἐκεῖ μὲν εὔκολον  βουλόμενος  δεῖξαι τὴν  ἀρετὴν, τοῦτο τίθησιν· ἐνταῦθα δὲ, ἐπειδὴ διεγεῖραι σπεύδει τὸν ἀκροατὴν, ἐπ'  αὐτὸν μεταφέρει τὸν  θάνατον.  Εἶτα, ἐπειδὴ  ἀσαφὲς  ἦν  τὸ  εἰρημένον,  ἑρμηνεύει  πάλιν  αὐτὸ  καὶ ἐπιπληκτικῶς  τῷ λόγῳ  χρώμενος.  Ἣ ἀγνοεῖτε  γὰρ, φησὶν, ἀδελφοὶ,  ὅτι ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν; Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον. Τί ἐστιν, Εἰς τὸν θάνατον  αὐτοῦ ἐβαπτίσθημεν;  Εἰς τὸ  καὶ  αὐτοὶ  ἀποθανεῖν  ὥσπερ ἐκεῖνος·  σταυρὸς γάρ  ἐστι τὸ βάπτισμα. Ὅπερ οὖν ὁ σταυρὸς τῷ Χριστῷ καὶ ὁ τάφος, τοῦτο ἡμῖν τὸ βάπτισμα γέγονεν, εἰ καὶ μὴ ἐπὶ τῶν αὐτῶν· αὐτὸς μὲν γὰρ σαρκὶ καὶ ἀπέθανε καὶ ἐτάφη, ἡμεῖς δὲ ἁμαρτίᾳ ἀμφότερα. ∆ιὸ οὐκ εἶπε Σύμφυτοι τῷ θανάτῳ, ἀλλὰ, Τῷ ὁμοιώματι τοῦ θανάτου. Θάνατος μὲν γὰρ καὶ τοῦτο κἀκεῖνο, ἀλλ'  οὐχὶ τοῦ αὐτοῦ ὑποκειμένου· ἀλλ'  ὁ μὲν σαρκὸς ὁ τοῦ Χριστοῦ, ὁ δὲ ἁμαρτίας ὁ ἡμέτερος. Ὥσπερ οὖν ἐκεῖνος ἀληθὴς, οὕτω καὶ οὗτος. Ἀλλ' εἰ καὶ ἀληθὴς, δεῖ καὶ τὰ παρ' ἡμῶν συνενεχθῆναι πάλιν· διὸ καὶ ἐπήγαγεν· Ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτω  καὶ  ἡμεῖς  ἐν  καινότητι  ζωῆς  περιπατήσωμεν.  Ἐνταῦθα  μετὰ  τῆς ἐπιμελείας   τοῦ   βίου  καὶ   τὸν   περὶ  τῆς   ἀναστάσεως  αἰνίττεται   λόγον.   Πῶς; Ἐπίστευσας, φησὶν, ὅτι ἀπέθανεν  ὁ Χριστὸς, καὶ ὅτι ἠγέρθη; Οὐκοῦν καὶ τὸ σὸν πίστευε· τοῦτο γὰρ ἔοικεν ἐκείνῳ, ἐπειδὴ καὶ τὸ σὸν καὶ σταυρὸς καὶ τάφος. Εἰ γὰρ ἐν θανάτῳ  ἐκοινώνησας  καὶ  ταφῇ,  πολλῷ  μᾶλλον  ἐν  ἀναστάσει καὶ  ζωῇ· τοῦ  γὰρ μείζονος λυθέντος, τῆς ἁμαρτίας, οὐ δεῖ περὶ τοῦ ἐλάττονος  ἀμφιβάλλειν  λοιπὸν, τῆς τοῦ θανάτου ἀναιρέσεως. Ἀλλὰ ταῦτα μὲν τέως ἀφίησι λογίζεσθαι τῷ συνειδότι τῶν  ἀκροωμένων,  αὐτὸς δὲ προκειμένης  τῆς μελλούσης, ἑτέραν ἡμᾶς ἀνάστασιν ἀπαιτεῖ,  τὴν  καινὴν  πολιτείαν,  τὴν  κατὰ τὸν  παρόντα  βίον  ἐκ τῆς  τῶν  τρόπων μεταβολῆς  γινομένην.  Ὅταν  γὰρ  ὁ πόρνος  γένηται  σώφρων,  καὶ  ὁ πλεονέκτης ἐλεήμων, καὶ ὁ τραχὺς ἥμερος, καὶ ἐνταῦθα ἀνάστασις γέγονεν ἐκείνης οὖσα προοίμιον. Καὶ πῶς ἀνάστασις; Τῆς μὲν ἁμαρτίας νεκρωθείσης, τῆς δὲ δικαιοσύνης ἀναστάσης, καὶ  τῆς  μὲν  παλαιᾶς  ζωῆς  ἀφανισθείσης,  τῆς  δὲ καινῆς  ταύτης  καὶ ἀγγελικῆς πολιτευομένης. Ὅταν δὲ ἀκούσῃς καινὴν ζωὴν, πολλὴν ζήτει τὴν ἐναλλαγὴν,  καὶ μεγάλην τὴν μεταβολήν. εʹ. Ἀλλὰ γὰρ δακρῦσαί μοι λοιπὸν ἔπεισι καὶ στενάξαι μέγα, ὅταν ἐννοήσω πόσην μὲν ἡμᾶς ἀπαιτεῖ φιλοσοφίαν  ὁ Παῦλος, πόσῃ δὲ ἑαυτοὺς ἐξεδώκαμεν ῥᾳθυμίᾳ, μετὰ τὸ βάπτισμα ἐπὶ τὸ πρότερον ἐπανιόντες γῆρας, καὶ εἰς τὴν Αἴγυπτον ἀνακάμπτοντες, καὶ τῶν σκορόδων μεμνημένοι μετὰ τὸ μάννα. ∆έκα γὰρ καὶ εἴκοσιν ἡμέρας παρ' αὐτὸ τὸ βάπτισμα μεταβαλλόμενοι, τοῖς προτέροις πάλιν ἐπιχειροῦμεν. Ἀλλ' οὐκ ἀριθμὸν ἡμερῶν τακτὸν, ἀλλ' ὅλον ἡμᾶς τὸν  βίον  ἀπαιτεῖ  ταύτην  τὴν  πολιτείαν  ὁ  Παῦλος· ἡμεῖς  δὲ  ἐπὶ  τὸν  πρότερον ἐπανερχόμεθα  ἔμετον, μετὰ τὴν ἀπὸ τῆς χάριτος νεότητα, τὸ ἀπὸ τῶν  ἁμαρτιῶν κατασκευάζοντες γῆρας. Καὶ γὰρ τὸ χρημάτων  ἐρᾷν, καὶ τὸ δουλεύειν  ἐπιθυμίαις ἀτόποις, καὶ πᾶσα ἁπλῶς ἁμαρτία παλαιοῦν εἴωθε τὸν ἐργαζόμενον· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὕτω σῶμα ὑπὸ   χρόνων    παραλελυμένον    ἰδεῖν,   ὡς   ψυχὴν   ὑπὸ   ἁμαρτημάτων   πολλῶν σαθρουμένην καὶ καταπίπτουσαν.  Ἡ γὰρ εἰς ἐσχάτην ληρωδίαν  ἐξάγεται λοιπὸν, ἄσημα φθεγγομένη  καθάπερ οἱ γεγηρακότες καὶ παραπαίοντες, καὶ κορύζης ἀναπεπλησμένη καὶ παραπληξίας πολλῆς καὶ λήθης, καὶ λήμας πρὸ τῶν ὀφθαλμῶν ἔχουσα, καὶ ἀνθρώποις βδελυρὰ, καὶ τῷ διαβόλῳ εὐχείρωτος· καὶ γὰρ τοιαῦται αἱ τῶν ἁμαρτωλῶν ψυχαί. Ἀλλ' οὐχ αἱ τῶν δικαίων, ἀλλὰ νεάζουσι καὶ σφριγῶσι, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας εἰσὶ διαπαντὸς, πρὸς ἅπασαν μάχην καὶ πάλην ἀεὶ παρεσκευασμέναι· αἱ  δὲ  τῶν  ἁμαρτωλῶν  κἂν  μικρὰν  δέξωνται  προσβολὴν, ἔπεσόν τε εὐθέως καὶ ἀπώλοντο.  Καὶ τοῦτο δηλῶν  ὁ προφήτης  ἔλεγεν,  ὅτι Ὡσεὶ χνοῦς, ὃν ἐκρίπτει ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς, οὕτως εἰσὶν εὐρίπιστοι, καὶ εἰς ἐπήρειαν πᾶσι προκείμενοι, οἱ ἐν ἁμαρτίαις ζῶντες. Οὔτε γὰρ ὁρῶσιν ὑγιῶς, οὔτ' ἀκούουσιν  εἰλικρινῶς,  οὐ  φθέγγονται   ἔναρθρα,  ἀλλὰ  πολλῆς  μὲν  γέμουσι  τῆς λυγγὸς,  πολὺν  δὲ ἐν  τῷ  στόματι περιῤῥέοντα  τὸν  σίελον  περιφέρουσι. Καὶ εἴθε σίελον,  καὶ  οὐδὲν  ἦν  ἄτοπον·  νυνὶ  δὲ  παντὸς  βορβόρου ῥήματα  δυσωδέστερα προΐενται,  καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι  οὐδὲ ἀποπτύσαι  τὸν  σίελον  τούτων  τῶν ῥημάτων  ἰσχύουσιν, ἀλλὰ  τῇ χειρὶ δεχόμενοι  μετὰ πολλῆς  τῆς βδελυρίας, πάλιν αὐτὸν  προστρίβονται  παχὺν  ὄντα  καὶ  δυσδιάτμητον.  Τάχα  ναυτιᾶτε  πρὸς  τὴν διήγησιν·  οὐκοῦν   μᾶλλον   πρὸς  τὴν   πρᾶξιν.  Εἰ  γὰρ  ἐν  σώματι  ταῦτα   ἀηδῆ συμβαίνοντα, πολλῷ  μᾶλλον ἐν τῇ ψυχῇ. Τοιοῦτος ἦν ἐκεῖνος ὁ παῖς ὁ πάντα τὰ ἑαυτοῦ κατηναλωκὼς,  καὶ εἰς ἐσχάτην κακίαν κατενεχθεὶς,  παντὸς ληροῦντος καὶ νενοσηκότος ἀσθενέστερον διακείμενος. Ἀλλ' ἐπειδὴ ἐβουλήθη, γέγονεν ἄφνω νέος, ἀπὸ γνώμης μόνης καὶ μεταστάσεως. Ἐπειδὴ γὰρ εἶπεν, Ἐπιστρέψω πρὸς τὸν πατέρα μου, τὸ ῥῆμα τοῦτο αὐτῷ πάντα ἐκόμισε τἀγαθά· μᾶλλον δὲ οὐ τὸ ῥῆμα ἁπλῶς, ἀλλὰ τὸ ἔργον τῷ ῥήματι προστεθέν. Οὐδὲ γὰρ εἶπεν, Ἐπανέλθω, καὶ ἔμεινεν· ἀλλ' εἶπεν, Ἐπανέλθω, καὶ ἐπανῆλθε, καὶ τὴν ὁδὸν πᾶσαν ὑπέστρεψεν ἐκείνην. Οὕτω καὶ ἡμεῖς ποιῶμεν·  κἂν  εἰς τὴν  ὑπερορίαν  ἀπενεχθῶμεν,  ἐπανέλθωμεν  πρὸς τὸν  πατρῷον οἶκον, καὶ μὴ κατοκνήσωμεν πρὸς τὸ τῆς ὁδοῦ μῆκος. Ἂν βουληθῶμεν, εὔκολος ἡ ἐπάνοδος γίνεται καὶ ταχίστη, μόνον ἀφῶμεν τὴν ξένην καὶ τὴν ἀλλοτρίαν· τοῦτο γὰρ ἡ ἁμαρτία, πόῤῥω τῆς οἰκίας ἡμᾶς ἀπάγουσα τοῦ πατρός. Ἀφῶμεν τοίνυν αὐτὴν, ἵνα ταχέως  πρὸς τὸν πατρῷον  ἐπανέλθωμεν  οἶκον. Καὶ γὰρ φιλόστοργός ἐστιν ὁ πατὴρ, καὶ τῶν εὐδοκιμούντων  οὐχ ἧττον ἡμᾶς ἀγαπήσει μεταβαλλομένους, ἀλλὰ καὶ πλέον· ἐπεὶ καὶ ἐκεῖνον ὁ πατὴρ τότε μειζόνως ἐτίμησε· καὶ γὰρ μειζόνως αὐτὸς ἥσθη τὸν παῖδα ἀπολαβών. Καὶ πῶς ἐπανέλθω, φησίν; Ἀρχὴν ἐπίθες τῷ πράγματι μόνον, καὶ τὸ πᾶν γέγονε· στῆθι τῆς κακίας, καὶ μὴ προέλθῃς περαιτέρω, καὶ ἤδη τοῦ παντὸς ἐπελάβου. Καθάπερ γὰρ τοῖς κάμνουσι τὸ μὴ χεῖρον σχεῖν ἀρχὴ γένοιτ' ἂν τοῦ βέλτιον  ἔχειν, οὕτω καὶ ἐπὶ τῆς κακίας συμβαίνει· μὴ περαιτέρω προβῇς, καὶ τέλος  ἕξει  σοι  τὰ  τῆς  πονηρίας.  Κἂν  δύο  ποιήσῃς  τοῦτο  ἡμέρας,  τῇ  τρίτῃ εὐκολώτερον ἀποστήσῃ, καὶ μετὰ τὰς τρεῖς, καὶ δέκα προσθήσεις, εἶτα εἴκοσιν, εἶτα ἑκατὸν, εἶτα τὸν βίον ἅπαντα. Ὅσῳ γὰρ ἂν προβαίνῃς, εὐκολώτερον ὄψει τὴν ὁδὸν, καὶ ἐπ' αὐτὴν  στήσῃ τὴν κορυφὴν, καὶ πολλῶν  ἀθρόον ἀπολαύσεις τῶν  ἀγαθῶν. Ἐπεὶ καὶ τότε, ὅτε ὁ ἄσωτος ἐπανῆλθεν ἐκεῖνος, καὶ αὐλοὶ καὶ κιθάραι καὶ χοροὶ καὶ θαλίαι καὶ πανηγύρεις ἦσαν· καὶ ὁ ὀφείλων ὑπὲρ τῆς ἀκαίρου δαπάνης καὶ τῆς οὕτω μακρᾶς φυγῆς τὸν παῖδα ἀπαιτῆσαι δίκην, οὐδὲν τούτων ἐποίησεν, ἀλλ' ὡς εὐδοκιμηκότα εἶδε, καὶ οὐδὲ μέχρι ῥημάτων  ὀνειδίσαι τῷ παιδὶ, μᾶλλον  δὲ οὐδὲ ἁπλῶς   αὐτὸν   ἀναμνῆσαι   τῶν   προτέρων   ἠνέσχετο,  ἀλλὰ   καὶ  περιεχύθη,  καὶ κατεφίλησε,  καὶ  μόσχον  ἔθυσε, καὶ  στολὴν  ἐνέδυσε,  καὶ  ἐν  πολλῷ  τῷ  κόσμῳ κατέστησε. Ταῦτα οὖν ἔχοντες καὶ ἡμεῖς τὰ ὑποδείγματα, θαῤῥῶμεν καὶ μὴ ἀπογινώσκωμεν. Οὐ γὰρ οὕτω χαίρει καλούμενος ∆εσπότης, ὡς Πατὴρ, οὐδὲ δοῦλον ἔχων,  ὡς υἱόν· καὶ μᾶλλον  τοῦτο βούλεται, ἢ ἐκεῖνο. ∆ιὰ τοῦτο γοῦν  καὶ πάντα ἐποίησεν ἅπερ ἐποίησε, καὶ οὐδὲ τοῦ Μονογενοῦς αὐτοῦ ἐφείσατο, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν, ἵνα μὴ ὡς ∆εσπότην μόνον, ἀλλὰ καὶ ὡς Πατέρα αὐτὸν ἀγαπῶμεν. Κἂν τύχῃ τούτου παρ' ἡμῶν, καθάπερ τις δοξαζόμενος ἐναβρύνεται, καὶ εἰς πάντας αὐτὸ ἐκφέρει, ὁ μηδενὸς δεόμενος τῶν  ἡμετέρων. Τοῦτο γοῦν ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, πανταχοῦ λέγων, Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶἸακώβ. Καίτοι γε τοὺς οἰκέτας ἐχρῆν καλλωπίζεσθαι  τούτῳ· νῦν  δὲ ὁ ∆εσπότης φαίνεται  τοῦτο ποιῶν. ∆ιὰ τοῦτο καὶ Πέτρῳ φησὶ, Φιλεῖς με πλέον τούτων; δεικνὺς, ὅτι οὐδὲν πρὸ τούτου ζητεῖ παρ' ἡμῶν. ∆ιὰ τοῦτο καὶ τὸν Ἀβραὰμ τὸν υἱὸν θῦσαι ἐκέλευσεν, ἵνα δείξῃ  πᾶσιν,  ὅτι  σφόδρα  φιλεῖται   παρὰ  τοῦ  πατριάρχου.  Τοῦτο  δὲ  τὸ  σφόδρα φιλεῖσθαι ἐθέλειν, ἀπὸ τοῦ σφόδρα φιλεῖν  γίνεται.  ∆ιὰ τοῦτο καὶ τοῖς ἀποστόλοις ἔλεγεν· Ὁ φιλῶν  πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος.   ʹ.  ∆ιὰ τοῦτο, ὃ πάντων  ἡμῖν ἐστιν οἰκειότερον ἡ ψυχὴ, καὶ ταύτην δευτέραν κελεύει τίθεσθαι τῆς εἰς αὐτὸν ἀγάπης, ἐπειδὴ μεθ' ὑπερβολῆς ἁπάσης βούλεται φιλεῖσθαι παρ' ἡμῶν. Καὶ γὰρ ἡμεῖς, ὅταν μὲν μὴ σφόδρα περί τινα ὦμεν διακείμενοι, οὐδὲ τῆς παρ' ἐκείνου σφόδρα δεόμεθα φιλίας,  κἂν  μέγας  ᾖ  καὶ  περιφανής·  ὅταν  δὲ  θερμῶς  τινα  καὶ γνησίως φιλῶμεν, κἂν εὐτελὴς, κἂν μικρὸς ὁ φιλούμενος, μεγίστην τιθέμεθα δόξαν τὸ παρ' ἐκείνου φίλτρον. ∆ιὸ καὶ αὐτὸς οὐ τὸ φιλεῖσθαι παρ' ἡμῶν μόνον, ἀλλὰ καὶ τὸ ὑπὲρ ἡμῶν  παθεῖν  τὰ ἐπονείδιστα  ἐκεῖνα,  δόξαν  ἐκάλει.  Ἀλλ' ἐκεῖνα  μὲν  δι' ἀγάπην μόνον δόξα ἦν· ἃ δὲ ἂν ἡμεῖς ὑπὲρ αὐτοῦ πάθωμεν, οὐ δι' ἀγάπην μόνον, ἀλλὰ  καὶ  διὰ  τὸ  μέγεθος  τοῦ  ποθουμένου  καὶ  τὴν  ἀξίαν,  δόξα ἂν  εἰκότως  καὶ καλοῖτο  καὶ εἴη. Ὡς ἐπὶ στεφάνους  τοίνυν  μεγίστους τρέχωμεν  τοὺς ὑπὲρ αὐτοῦ κινδύνους, καὶ μήτε πενίαν μήτε νόσον μήτε ἐπήρειαν, μὴ συκοφαντίαν, μὴ αὐτὸν τὸν θάνατον νομίζωμεν εἶναι βαρὺ καὶ ἐπαχθὲς, ὅταν δι' αὐτὸν ταῦτα ὑπομένωμεν. Ἂν γὰρ νήφωμεν, τὰ μέγιστα διὰ τούτων ἁπάντων κερδανοῦμεν· ὥσπερ οὖν ἐὰν μὴ νήφωμεν,  οὐδὲ ἀπὸ τῶν ἐναντίων  καρπωσόμεθά τι χρηστόν. Σκόπει δέ· ἐπηρεάζει σοί τις καὶ πολεμεῖ; Οὐκοῦν ἐγρηγορέναι σε παρασκευάζει, καὶ ἀφορμήν σοι παρέχει τοῦ γενέσθαι ὅμοιον τῷ Θεῷ. Ἂν γὰρ ἀγαπήσῃς τὸν ἐπιβουλεύοντα, ὅμοιος ἔσῃ τῷ Τὸν  ἥλιον  ἀνατέλλοντι   ἐπὶ  πονηροὺς  καὶ  ἀγαθούς.  Ἕτερος ἀφαιρεῖταί  σου τὰ χρήματα; Ἂν γενναίως  ἐνέγκῃς, τοῖς εἰς πένητας  πάντα δεδαπανηκόσι τὸν αὐτὸν λήψῃ  μισθόν.  Καὶ γὰρ  τὴν  ἁρπαγὴν  τῶν  ὑπαρχόντων  ὑμῶν,  φησὶ,  μετὰ  χαρᾶς προσεδέξασθε, γινώσκοντες  κρείττονα  ἔχειν  ὕπαρξιν  ἐν οὐρανοῖς, καὶ μένουσαν. Εἶπέ τις κακῶς καὶ ὠνείδισεν; Ἄν τε ἀληθῆ ταῦτα ᾖ, ἄν τε ψευδῆ, στέφανόν  σοι μέγιστον ἔπλεξεν, ἂν πράως τὴν λοιδορίαν ἐνέγκῃς. Ὅ τε γὰρ συκοφαντῶν πολὺν ἡμῖν  προξενεῖ  τὸν  μισθὸν (Χαίρετε γὰρ, φησὶ, καὶ ἀγαλλιᾶσθε,  ὅταν  εἴπωσι  πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς), ὅ τε ἀληθῆ λέγων πάλιν τὰ μέγιστα ὠφελεῖ, μόνον ἂν πράως ἐνέγκωμεν τὰ λεγόμενα. Καὶ γὰρ ὁ Φαρισαῖος ἀληθεύων τὸν τελώνην  ἔλεγε κακῶς, ἀλλ' ὅμως ἀντὶ τελώνου δίκαιον ἐποίησε. Καὶ τί δεῖ καθ' ἕκα στον λέγειν, ἔξεστι γὰρ ἐπελθόντα τοὺς ἄθλους  τοῦ  Ἰὼβ  ἅπαντα  ταῦτα  μετ' ἀκριβείας  μαθεῖν.  ∆ιὰ τοῦτο  καὶ  ὁ Παῦλος ἔλεγεν· Εἰ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; Ὥσπερ οὖν σπουδάζοντες καὶ ἀπὸ τῶν λυπούντων  κερδαίνομεν, οὕτω ῥᾳθυμοῦντες οὐδὲ ἀπὸ τῶν ὠφελούντων ἀμείνους γινόμεθα. Τί γὰρ τὸν Ἰούδαν ὠφέλησεν, εἰπέ μοι, ἡ τοῦ Χριστοῦ συνουσία; τί δὲ τοὺς Ἰουδαίους ὁ νόμος; τί δὲ τὸν Ἀδὰμ ὁ παράδεισος; τί δὲ τοὺς ἐν τῇ ἐρήμῳ Μωϋσῆς;∆ιά τοι τοῦτο πάντα ἀφέντας, ἓν δεῖ σκοπεῖν μόνον, ὅπως τὰ καθ' ἑαυτοὺς οἰκονομήσωμεν καλῶς· κἂν τοῦτο ποιῶμεν, οὐδὲ αὐτὸς ὁ διάβολος ἡμῶν περιέσται ποτὲ, ἀλλὰ  καὶ μειζόνως  ἡμᾶς ὠφελήσει,  νήφειν  παρασκευάζων. Οὕτω γοῦν  καὶ τοὺς Ἐφεσίους ὁ Παῦλος διήγειρε, τὴν ἐκείνου διηγούμενος ἀγριότητα. Ἀλλ' ἡμεῖς καθεύδομεν καὶ ῥέγχομεν καὶ ταῦτα πρὸς οὕτω πονηρὸν πολέμιον ἔχοντες. Καὶ εἰ μὲν ὄφιν ἐμφωλεύοντα ἔγνωμεν παρὰ τὴν κλίνην τὴν ἡμετέραν, πολλὴν ἂν ἐποιησάμεθα σπουδὴν ὥστε αὐτὸν ἀνελεῖν·  τοῦ διαβόλου δὲ ἐμφωλεύοντος  ἡμῶν ταῖς ψυχαῖς, οὐδὲν ἡγούμεθα πάσχειν δεινὸν, ἀλλ'  ἀναπεπτώκαμεν.  Τὸ δὲ αἴτιον,ἐπειδὴ τοῖς ὀφθαλμοῖς οὐχ ὁρῶμεν αὐτὸν τοῖς τοῦ σώματος· καίτοι διὰ τοῦτο ἐχρῆν ἐγρηγορέναι μᾶλλον καὶ νήφειν. Τὸν μὲν γὰρ αἰσθητὸν πολέμιον κἂν φυλάξαιτό τις ῥᾳδίως, τὸν δὲ ἀόρατον, ἂν μὴ διὰ παντὸς  ὦμεν καθωπλισμένοι,  οὐ δυνησόμεθα εὐκόλως διαφυγεῖν· καὶ μάλιστα, ὅτι οὐδὲ ἐξ εὐθείας οἶδε πολεμεῖν· ἦ γὰρ ἂν ἑάλω ταχέως· ἀλλὰ σχήματι πολλάκις φιλίας τὸν τῆς ὠμότητος ἰὸν ἐνίησιν. Οὕτω γοῦν καὶ τὴν γυναῖκα τοῦ Ἰὼβ παρεσκεύασε, προσωπεῖον φιλοστοργίας ὑποδῦσαν τὴν  πονηρὰν  ἐκείνην  εἰσενεγκεῖν  συμβουλήν· οὕτω  καὶ τῷ  Ἀδὰμ διαλεγόμενος, ὑποκρίνεται  τὸ κηδεμονικὸν  καὶ προστατικὸν, λέγων,  ὅτι Ἀνοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ  ᾗ  ἂν  ἡμέρᾳ φάγητε  ἀπὸ  τοῦ  ξύλου.  Οὕτω καὶ  τὸν  Ἰεφθάε  ἀνέπεισε προσχήματι εὐσεβείας τὴν θυγατέρα κατασφάξαι, καὶ τὴν παράνομον θυσίαν ἀνενεγκεῖν.  Εἶδες αὐτοῦ  τὰς  μεθοδείας;  εἶδες  τὸν  ποικίλον  πόλεμον;  Φυλάττου τοίνυν, καὶ πανταχόθεν  φράττου τοῖς ὅπλοις τοῖς πνευματικοῖς,  καὶ καταμάνθανε τὰς ἐκείνου μηχανὰς μετὰ ἀκριβείας, ἵνα καὶ ἀνάλωτος ᾖς καὶ ἕλῃς αὐτὸν εὐκόλως· ἐπεὶ καὶ Παῦλος οὕτως αὐτοῦ περιεγένετο, ταῦτα μετὰ ἀκριβείας καταμανθάνων· διὸ καὶ ἔλεγεν· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Καὶ ἡμεῖς τοίνυν καὶ μαθεῖν καὶ φυγεῖν τὰς ἐπιβουλὰς αὐτοῦ σπουδάσωμεν, ἵνα τὴν κατ' αὐτοῦ νίκην ἀράμενοι, καὶ κατὰ τὸν παρόντα βίον, καὶ κατὰ τὸν μέλλοντα  ἀνακηρυχθῶμεν  αἰῶνα, καὶ τῶν ἀκηράτων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |