ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Λς΄ Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν·

Σάββατο 22 Οκτωβρίου 2016

Λς΄ Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν Θεόν·




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


Λς΄ Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευ χόμενοι ὕμνουν τὸν Θεόν· καὶ ἐπηκροῶντο αὐτῶν οἱ δέσμιοι. Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη.

αʹ. Τί τούτων  ἴσον γένοιτ' ἂν τῶν  ψυχῶν;  Ἐμαστίχθησαν πολλὰς  πληγὰς λαβόντες, ὑβρίσθησαν, περὶ τῶν ἐσχάτων ἐκινδύνευσαν, εἰς τὸ ξύλον ἦσαν ἐμβεβλημένοι, εἰς τὴν ἐσωτέραν φυλακήν· καὶ οὐδὲ οὕτω καθεύδειν ἠνείχοντο, ἀλλ' ἐπαννύχιζον. Ὁρᾶτε ὅσον ἡ θλῖψις ἀγαθόν; Ἡμεῖς δὲ οὐδὲ ἐν ἁπαλοῖς ὄντες στρώμασιν, οὐδένα δεδοικότες, ὅλην τὴν νύκτα καθεύδομεν. Τάχα διὰ τοῦτο ἐπαννύχιζον, ἐπειδὴ ἐν τούτοις ἦσαν. Οὐχ ἡ τοῦ ὕπνου τυραννὶς αὐτοὺς εἷλεν, οὐχ ἡ ἀλγηδὼν  ἔκαμψεν, οὐχ ὁ φόβος εἰς ἀπορίαν ἐνέβαλεν, ἀλλ' αὐτὰ δὴ ταῦτα πολλῷ μᾶλλον  ἦν  τὰ  διεγείροντα  αὐτοὺς,  καὶ  ἡδονῆς  πληροῦντα  πολλῆς.  Κατὰ δὲ  τὸ μεσονύκτιον ὕμνουν τὸν Θεὸν, φησὶν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι. Ξένον γὰρ ἐδόκει εἶναι καὶ παράδοξον.


Ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν τε παραχρῆμα πᾶσαι αἱ θύραι, καὶ πάντων τὰ δεσμὰ  ἀνέθη.   Σεισμὸς  ἐγένετο,   ὥστε   ἀφυπνισθῆναι    ἐκεῖνον,   καὶ   αἱ   θύραι ἀνεῴχθησαν, ὥστε θαυμάσαι τὸ γεγονός. Ταῦτα οἱ δεσμῶται οὐχ ἑώρων· ἦ γὰρ ἂν ἔφυγον  ἅπαντες. Ἔξυπνος δὲ γενόμενος  ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας  τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι  τοὺς δεσμίους. Ἐφώνησε δὲ φωνῇ  μεγάλῃ ὁ Παῦλος, λέγων· Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ἐθαύμασε μᾶλλον  τὴν φιλανθρωπίαν   Παύλου· ἐξεπλάγη  τὴν  ἀνδρείαν,  ὅτι  καὶ  φυγεῖν  δυνάμενος  οὐκ ἔφυγε,  καὶ  ὅτι  αὐτὸν  ἐκώλυσε  τῆς  σφαγῆς.  Αἰτήσας δὲ  φῶτα  εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἶδες πῶς αὐτὸν εἷλε τὸ θαῦμα; Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ τὸν  Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον τοῦ Κυρίου, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἐκ τοῦ εὐθέως λαλῆσαι αὐτῷ ἐπεδείξαντο τὴν περὶ αὐτὸν φιλανθρωπίαν.  Καὶ παραλαβὼν αὐτοὺς ἐν  ἐκείνῃ  τῇ ὥρᾳ τῆς νυκτὸς,  ἔλουσεν ἀπὸ τῶν  πληγῶν.  Καὶ ἐβαπτίσθη αὐτὸς,  καὶ  οἱ  αὐτοῦ  πάντες  παραχρῆμα.  Ἀναγαγών   τε  αὐτοὺς  εἰς  τὸν  οἶκον, παρέθηκε τράπεζαν, καὶ ἠγαλλιᾶτο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἔλουσεν αὐτοὺς, ὥσπερ  ἀμειβόμενος  τὴν  χάριν,  καὶ  τιμῶν   αὐτοὺς  δι'  ὧν  ἐποίει.  Ἡμέρας  δὲ γενομένης,  ἀπέστειλαν  οἱ στρατηγοὶ τοὺς ῥαβδούχους, λέγοντες·  Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἔγνωσαν ἴσως τὸ γεγονὸς οἱ στρατηγοὶ, καὶ οὐκ ἐτόλμων ἀφ' ἑαυτῶν ἀφεῖναι. Ἀπήγγειλε δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους τούτους πρὸς τὸν Παῦλον φήσας, ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοὶ, ἵνα ἀπολυθῆτε. Νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν  εἰρήνῃ.  Ὁ δὲ  Παῦλος ἔφη  πρὸς αὐτούς· ∆είραντες  ἡμᾶς  δημοσίᾳ, ἀκατακρίτους,  ἀνθρώπους  Ῥωμαίους  ὑπάρχοντας,  ἔβαλον  εἰς  φυλακήν.  Καὶ νῦν λάθρα ἡμᾶς ἐκβάλλουσι; Οὐ γάρ· ἀλλὰ ἐλθόντες  αὐτοὶ ἡμᾶς ἐξαγαγέτωσαν. Ἀνήγγειλαν  δὲ τοῖς  στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· καὶ ἐφοβήθησαν ἀκούσαντες, ὅτι Ῥωμαῖοί εἰσι. Καὶ ἐξελθόντες παρεκάλεσαν αὐτοὺς, καὶ ἐξαγαγόντες ἠρώτων ἐξελθεῖν  τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς, εἰσῆλθον πρὸς τὴν Λυδίαν, καὶ ἰδόντες  τοὺς  ἀδελφοὺς  παρεκάλεσαν  αὐτοὺς, καὶ ἐξῆλθον.  Καὶ τῶν στρατηγῶν δηλωσάντων  ὁ Παῦλος οὐκ ἐξέρχεται· τάχα διὰ τὴν Λυδίαν, καὶ τοὺς ἄλλους ἀδελφούς· ἢ καὶ φοβῶν αὐτοὺς, ἵνα μὴ νομισθῶσιν ἠξιωκότες ἀπολελύσθαι, καὶ ἵνα καὶ τοὺς ἄλλους ἐν παῤῥησίᾳ καταστήσωσι. Τριπλοῦν, ἀγαπητοὶ, τὸ ἔγκλημα ἦν, ὅτι καὶ Ῥωμαίους, καὶ ἀκατακρίτους, καὶ δημοσίᾳ ἔβαλον εἰς φυλακήν. Ὁρᾷς, ὅτι καὶ ἀνθρώπινα  κατεσκεύαζον πολλά. Ἐξετάσωμεν πρὸς ἐκείνην  τὴν νύκτα ταύτας  τὰς νύκτας, ἔνθα κῶμοι καὶ μέθαι καὶ ἀσέλγειαι, ἔνθα ὕπνος θανάτου οὐδὲν διεστηκὼς, ἔνθα ἀγρυπνίαι ὕπνου χαλεπώτεραι. Οἱ μὲν γὰρ καθεύδουσιν ἀνεπαισθήτως,  οἱ δὲ ἐγρηγόρασιν  ἐλεεινῶς  καὶ ἀθλίως,  δόλους  ῥάπτοντες,  ὑπὲρ χρημάτων  φροντίζοντες,  ὅπως ἀμύνωνται  τοὺς ἀδικοῦντας  σπουδάζοντες, ἔχθραν μελετῶντες, ῥήματα ὑβριστικὰ μεθ' ἡμέραν ἀναλεγόμενοι· οὕτω τὸ πῦρ σκαλεύουσι τῆς ὀργῆς, τὰ ἀφόρητα ἐργαζόμενοι. Σκόπει πῶς Πέτρος ἐκάθευδεν. Οἰκονομικῶς ἐκεῖνο γέγονεν· ὁ ἄγγελος γὰρ παρεγένετο, καὶ οὐδένα ἐχρῆν ἰδεῖν τὸ γενόμενον· καὶ τοῦτο πάλιν καλῶς, ἵνα κωλυθῇ ὁ δεσμοφύλαξ ἀνελεῖν  ἑαυτόν. Καὶ διὰ τί μὴ ἄλλο σημεῖον γέγονεν; Ὅτι τοῦτο μάλιστα αὐτὸν ἐφελκύσαι καὶ πεῖσαι ἱκανὸν ἦν, ὅπου γε καὶ αὐτὸς ἐκινδύνευσεν  ἂν, εἰ μὴ γέγονεν· οὐ γὰρ οὕτω τὰ θαύματα ἡμᾶς αἱρεῖ,  ὡς  τὰ  εἰς  σωτηρίαν  ἡμετέραν  ἥκοντα.  Ἵνα  μὴ  δόξῃ  ἀπὸ  ταὐτομάτου γεγενῆσθαι  ὁ σεισμὸς, ἐπηκολούθησε καὶ τοῦτο ἐκείνῳ  μαρτυροῦν. Καὶ ἐν νυκτὶ φαίνεται· οὐδὲν γὰρ πρὸς ἐπίδειξιν, ἀλλὰ πρὸς σωτηρίαν ἐποίουν. Οὐκ ἦν πονηρὸς ὁ δεσμοφύλαξ·  ἔβαλεν  αὐτοὺς  εἰς  τὴν  ἐσωτέραν  φυλακὴν,  παραγγελίαν  τοιαύτην λαβὼν, οὐκ ἀφ' ἑαυτοῦ. Καὶ διὰ τί μὴ πρὸ τούτου ἐβόησεν ὁ Παῦλος; Θορύβου μεστὸς ὁ ἄνθρωπος ἦν καὶ ταραχῆς, καὶ οὐκ ἂν παρεδέξατο. ∆ιὰ τοῦτο, ὅτε εἶδεν ἑαυτὸν μέλλοντα  ἀναιρεῖν,  προκαταλαμβάνει  καὶ βοᾷ, λέγων·  Πάντες ἐσμὲν ἐνθάδε. ∆ιὰ τοῦτο καὶ Αἰτήσας φῶτα εἰσεπήδησε, καὶ προσέπεσε τῷ Παύλῳ, φησὶ, καὶ τῷ Σίλᾳ. Εἰς τοὺς πόδας προσπίπτει τοῦ δεσμώτου ὁ φύλαξ. Καὶ προάγει αὐτοὺς ἔξω καὶ λέγει· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ, Τί γὰρ εἶπον; Ὅρα αὐτὸν οὐκ ἐπειδὴ διεσώθη ἐπὶ τούτῳ  στέργοντα, ἀλλὰ  τὴν  δύναμιν  ἐκπλαγέντα. 



βʹ. Εἶδες τί ἐκεῖ γέγονε,  καὶ τί ἐνταῦθα;  Ἐκεῖ  παιδίσκη  ἀπηλλάγη   πνεύματος,  καὶ  εἰς  δεσμωτήριον  ἐνέβαλον αὐτοὺς, ὅτι ἠλευθέρωσαν αὐτὴν τοῦ δαίμονος· ἐνταῦθα μόνον ἔδειξαν θύρας ἀνεῳγυίας,  καὶ ἤνοιξεν  αὐτοῦ τῆς καρδίας τὰς θύρας, ἔλυσε δεσμὰ διπλᾶ,  ἧψεν ἐκεῖνο  τὸ  φῶς·  τὸ  γὰρ  ἐν  τῇ  καρδίᾳ  αὐτοῦ  φῶς  ἔλαμπε.  Καὶ εἰσεπήδησε  καὶ προσέπεσε, καὶ οὐκ ἐρωτᾷ, Πῶς τοῦτο γέγονε; Τί γέγονεν; ἀλλ' εὐθέως φησί· Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Τί οὖν ὁ Παῦλος· Πίστευσον ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ, φησὶ, σὺ καὶ ὁ οἶκός σου. Μάλιστα τοῦτο τοὺς ἀνθρώπους ἐφέλκεται τὸ καὶ τὸν οἶκον αὐτοῦ σωθῆναι. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον, καὶ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Ἔλουσεν αὐτοὺς, καὶ ἐλούθη· ἐκείνους μὲν ἀπὸ τῶν πληγῶν ἔλουσεν, αὐτὸς δὲ ἀπὸ τῶν ἁμαρτιῶν ἐλούθη· ἔθρεψε καὶ ἐτράφη. Καὶ ἠγαλλιᾶτο, φησί· καίτοι οὐδὲν ἦν, ἀλλὰ ῥήματα μόνον καὶ ἐλπίδες χρησταί. Τοῦτο σημεῖον ἦν τοῦ πεπιστευκέναι αὐτὸν, ὅτι πάντων ἀφέθη. Τί δεσμοφύλακος χεῖρον; τί δὲ ὠμότερον; τί δὲ ἀγριώτερον; Ἀλλ' ὅμως μετὰ πολλῆς αὐτοὺς ὑπεδέξατο τῆς τιμῆς. Οὐκ ἐπειδὴ ἐσώθη, εὐφράνθη, ἀλλὰ Πεπιστευκὼς τῷ Θεῷ. Πίστευσον, φησὶν, ἐπὶ τὸν Κύριον. ∆ιὰ τοῦτο εἶπε, Πεπιστευκὼς τῷ Θεῷ, ἵνα μὴ δόξῃ ὡς κατάδικος ἀπολύεσθαι, καὶ ὡς ἡμαρτηκώς. ∆ιὰ τοῦτο λέγουσι· ∆είραντες ἡμᾶς δημοσίᾳ ἀκατακρίτους ἀνθρώπους, ἔβαλον εἰς φυλακὴν, ἵνα μὴ μόνον τῆς χάριτος, ἀλλὰ καὶ αὐτῶν ᾖ τὸ πρᾶγμα. Ὅρα διάφορα τὴν χάριν οἰκονομοῦσαν, πῶς ἐκεῖνος ἐξῆλθε, πῶς οὗτος, καίτοι ἀμφότεροι ἀπόστολοι. Ἐφοβήθησαν, φησί. Φοβοῦνται, ὅτι Ῥωμαῖοί εἰσιν, οὐχ ὅτι ἀδίκως ἐνέβαλον. Καὶ ἠρώτων αὐτοὺς ἐξελθεῖν ἀπὸ τῆς πόλεως. Χάριν ᾔτησαν ταύτην. Οἱ δὲ ἐλθόντες πρὸς τὴν Λυδίαν, καὶ βεβαιώσαντες  αὐτὴν, οὕτως ἐξῆλθον. Οὐ γὰρ ἔδει τὴν ξενοδόχον ἀφεῖναι ἐν ἀγῶνι καὶ μερίμνῃ. Ἐξῆλθον δὲ, οὐκ ἐκείνοις πειθόμενοι, ἀλλὰ ἐπὶ τὸ κήρυγμα σπεύδοντες, τῆς πόλεως διὰ τοῦ θαύματος ἱκανῶς ὠφεληθείσης· ἔδει γὰρ μὴ παραμένειν λοιπόν. Τὸ γὰρ θαῦμα μεῖζον φαίνεται, τῶν ἐργασαμένων ἀποδημησάντων αὐτὸ μᾶλλον βοῶν· ἡ γὰρ τοῦ δεσμοφύλακος πίστις ἀντὶ φωνῆς ἦν. Τί τούτου ἴσον; ∆εσμεῖται καὶ λύει δεδεμένος, λύει διπλοῦν δεσμόν· τὸν δήσαντα ἔλυσε διὰ τοῦ δεθῆναι. Ὄντως ταῦτα χάριτος ἔργα. Νῦν οὖν, φησὶν, ἐξελθόντες,  πορεύεσθε ἐν  εἰρήνῃ·  τουτέστι,  μετὰ  ἀσφαλείας,  μηδὲν  δεδοικότες. Ἄλλως  δὲ  καὶ  τοῦτον  ἔξω  κινδύνου  βούλονται  γενέσθαι,  ἵνα  μὴ  μετὰ  ταῦτα ἐγκαλῆται. Καὶ οὐ λέγουσι, ∆είραντες ἡμᾶς ἔβαλον εἰς φυλακὴν,  θαύματα ἐργασαμένους·  οὐδὲ  γὰρ  τούτοις  προσεῖχον·  ἀλλ'  ὃ  μάλιστα  αὐτῶν  σεῖσαι τὴν διάνοιαν ἐδύνατο, Ἀκατακρίτους, φησὶ, καὶ Ῥωμαίους ὑπάρχοντας. Τούτου μνημονεύωμεν  τοῦ δεσμώτου διαπαντὸς,  μὴ τοῦ θαύματος. Τί ἐροῦσιν Ἕλληνες, πῶς  δεσμώτης  ὢν  τὸν  δεσμοφύλακα  ἔπεισε; Καὶ τίνα,  φησὶ, πεισθῆναι  ἐχρῆν,  ἢ μιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, μυρίων γέμοντα κακῶν καὶ εὐπαράγωγον;  Ἔτι  καὶ  ταῦτα  προφέρουσι·  Τίς  γὰρ,  ἢ  βυρσεὺς, πορφυρόπωλις, εὐνοῦχος, δεσμοφύλαξ, δοῦλοι καὶ γυναῖκες ἐπίστευσαν; Τί οὖν εἰπεῖν δυνήσονται, ὅταν καὶ τοὺς ἐν ἀξιώμασι παραγάγωμεν, τὸν ἑκατόνταρχον, τὸν ἀνθύπατον, τοὺς ἐξ ἐκείνου μέχρι τοῦ νῦν, αὐτοὺς τοὺς κρατοῦντας, τοὺς βασιλεῖς; Ἐγὼ δὲ ἕτερον λέγω τούτου μεῖζον· αὐτοὺς τοὺς εὐτελεῖς ἴδωμεν. Καὶ ποῦ τὸ θαυμαστὸν, φησί; Τοῦτο μὲν οὖν θαυμαστόν· ἂν μὲν γὰρ πεισθῇ τις περὶ τῶν τυχόντων,  οὐδὲν θαυμαστόν· ὅταν δὲ  περὶ  ἀναστάσεως,  περὶ  βασιλείας  οὐρανῶν,  περὶ  βίου  φιλοσόφου  ἀνδράσιν εὐτελέσι διαλέγηται καὶ πείθῃ, θαυμαστότερον ἔσται, ἢ εἰ σοφοὺς ἔπειθεν. Ὅταν γὰρ μὴ ᾖ κίνδυνος, καὶ πείθῃ τις, καλῶς τὴν ἄνοιαν εἰς μέσον φέρουσιν· ὅταν δὲ λέγῃ τῷ δούλῳ κατὰ σὲ, ὅτι, Ἂν πεισθῇς ἐμοὶ, κινδυνεύεις,  πάντας ἕξεις πολεμίους, δεῖ σε ἀποθανεῖν,  μυρία παθεῖν κακὰ, εἶτα οὕτως ἕλῃ τὴν ψυχὴν  ἐκείνου, οὐκ ἔτι τοῦτο ἀνοίας. Εἰ μὲν γὰρ τὰ δόγματα ἡδονὴν εἶχεν, εἰκότως ἄν τις τοῦτο εἶπεν· εἰ δὲ, ὅπερ οὐκ ἂν εἵλοντο φιλόσοφοι μαθεῖν, τοῦτο ὁ δοῦλος μανθάνει μεῖζον τὸ θαῦμα. Καὶ εἰ βούλεσθε,  τὸν  βυρσοδέψην  αὐτὸν  εἰς  μέσον  ἐνέγκωμεν,   καὶ  ἴδωμεν  τί  αὐτῷ διελέγετο ὁ Πέτρος· ἢ εἰ θέλεις αὐτὸν τοῦτον τὸν δεσμοφύλακα. Τί οὖν αὐτῷ εἶπεν ὁ Παῦλος; Ὅτι ὁ Χριστὸς ἀνέστη, φησὶν, ὅτι ἀνάστασίς ἐστι νεκρῶν, ὅτι βασιλεία· καὶ ἔπεισεν εὐκόλως εὐπαράγωγον ὄντα. Τί οὖν; περὶ βίου οὐδὲν εἶπεν, ὅτι σωφρονεῖν δεῖ, ὅτι χρημάτων κρατεῖν, ὅτι μὴ εἶναι ὠμὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις; Οὐ γὰρ δὴ  καὶ  τὸ  ταῦτα  πεισθῆναι  ἀνοίας  ἦν,  ἀλλὰ  καὶ  μεγάλης  ψυχῆς.  Ἔστω γὰρ τὰ δόγματα ὑπὸ ἀνοίας μᾶλλον αὐτοὺς παραδέχεσθαι· τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν  καὶ γυναῖκες  καὶ δοῦλοι  πείθωνται,  καὶ διὰ τῶν  ἔργων  ταῦτα ἐπιδείκνυνται,  ἅπερ Πλάτωνες  καὶ πάντες  ἐκεῖνοι  οὐδένα πεῖσαι ἴσχυσαν. Καὶ τί λέγω, ὅτι οὐδένα; Οὐδὲ ἑαυτούς. Ὅτι γὰρ χρημάτων  οὐ δεῖ καταφρονεῖν,  Πλάτων ἔπεισε, τοσαύτην  περιουσίαν καὶ πλῆθος  χρημάτων  καὶ δακτυλίους  χρυσοῦς καὶ φιάλας  περι  ποιησάμενος· ὅτι δὲ δόξης οὐ χρὴ καταφρονεῖν  τῆς παρὰ τῶν πολλῶν,  Σωκράτης αὐτοῖς, κἂν μυρία φιλοσοφῇ περὶ τούτου, δείκνυσι· πάντα γὰρ πρὸς δόξαν ὁρῶν ἐποίει. Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔμπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ' αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ μαθητὴς  αὐτοῦ  λέγει  πείθεσθαι  χρὴ, καὶ πῶς  ἀπὸ κενοδοξίας  πάντα  αὐτῷ  τὰ γράμματα   τὴν   ὑπόθεσιν   ἔχει.   Ἀλλ'   ἐκείνους   ἀφέντες,   πρὸς   ἡμᾶς   αὐτοὺς διαλεχθῶμεν.  Μετὰ γὰρ  τῶν  εἰρημένων,  καὶ  τοῦτο  ἔστιν  εἰπεῖν,  ὅτι  καὶ  μετὰ κινδύνων  ταῦτα  ἐπείθοντο.  Μὴ οὖν  ἀναισχύντει,  ἀλλ' ἐννοήσωμεν  ἐκείνην  τὴν νύκτα,  τὸ  ξύλον,  τοὺς  ὕμνους,  καὶ  τοῦτο  ποιεῖν  σπουδάζωμεν  καὶ  ἡμεῖς,  καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ' οὐρανόν. Ἂν εὐχώμεθα, καὶ τὸν οὐρανὸν ἀνοῖξαι δυνησόμεθα. Ἠλίας καὶ ἔκλεισε καὶ ἤνοιξε τὸν οὐρανὸν τῇ εὐχῇ. Ἔστι καὶ ἐν οὐρανῷ  δεσμωτήριον. Ὅσα ἂν, φησὶ, δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα  ἐν  τῷ οὐρανῷ.  Εὐχώμεθα  κατὰ  νύκτα,  καὶ  λύσομεν  ταῦτα  τὰ  δεσμά. Ὅτι  γὰρ  εὐχαὶ ἁμαρτήματα λύουσι, πειθέτω ἡμᾶς ἡ χήρα, πειθέτω ἡμᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκτῶν ἐπιμένων καὶ κρούων, πειθέτω ἡμᾶς Κορνήλιος·  Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ· πειθέτω ἡμᾶς Παῦλος, λέγων· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡμέρας. Εἰ περὶ χήρας ἐκεῖνος δὲ ταῦτα λέγει, ἀσθενοῦς γυναικὸς, πολλῷ μᾶλλον  περὶ  ἀνδρῶν.  Καὶ ἤδη  διελέχθην  ὑμῖν,  καὶ  νῦν  ἐρῶ· ∆ιεγειρώμεθα  τὴν νύκτα· κἂν μὴ πολλὰς εὐχὰς ποιῇς, μίαν ποίησον μετὰ νήψεως,  καὶ ἀρκεῖ· οὐδὲν πλέον ἀπαιτῶ· κἂν μὴ μεσονύκτιον, πρὸς αὐτὸν γοῦν τὸν ὄρθρον. ∆εῖξον, ὅτι οὐ τοῦ σώματος μόνον  ἐστὶν  ἡ νὺξ,  ἀλλὰ  καὶ τῆς  ψυχῆς·  μὴ ἀνάσχῃ  παρελθεῖν  αὐτὴν ἀργῶς, ἀλλ' ἄμειψαι  τὸν  ∆εσπότην ἀμοιβὴν  ταύτην· μᾶλλον  δὲ καὶ αὐτὴ εἰς σὲ περιέρχεται. Εἰπὲ δή μοι, εἰ πράγματι περιπέσοιμεν χαλεπῷ, τίνα οὐκ ἀξιοῦμεν; κἂν ταχέως   τῆς   αἰτήσεως  τύχωμεν,   ἀναπνέομεν.   Τίς  σοι  δῷ  ἕτοιμον   εἶναι   τὸν ἀξιούμενον  χάριν  σοι ἔχειν  ὅτι  ἀξιοῖς; τίς  σοι δῷ  μὴ περιιέναι  καὶ  ζητεῖν  τίνα ἀξιώσεις,  ἀλλ'  εὑρεῖν  ἕτοιμον;  μὴ  ἑτέρων  δεῖσθαι, ἵνα  δι'  ἐκείνων  ἀξιώσῃς; Τί τούτου μεῖζον; Οὗτος γὰρ τότε μάλιστα ποιεῖ, ὅταν μὴ ἑτέρων δεηθῶμεν· καθάπερ φίλος  γνήσιος τότε μάλιστα ἡμῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ,  ὅταν ἑτέρων πρὸς αὐτὸν  δεηθῶμεν  τῶν  ἀξιούντων.  Οὕτω καὶ ἡμεῖς ποιοῦμεν  ἐπὶ τῶν ἡμᾶς ἀξιούντων· τότε μάλιστα αὐτοῖς χαριζόμεθα, ὅταν δι' ἑαυτῶν ἡμῖν, καὶ οὐ δι' ἑτέρων  προσίωσι. Τί οὖν, φησὶν, ἂν προσκεκρουκὼς ὦ; Παῦσαι προσκρούων καὶ δάκρυσον, καὶ οὕτω πρόσελθε, καὶ ταχέως ἐπὶ τοῖς προτέροις αὐτὸν ἵλεων ποιήσεις. Εἰπὲ μόνον,  ὅτι  Προσέκρουσα·  εἰπὲ  ἐκ  ψυχῆς  καὶ  γνησίας  διανοίας,  καὶ  πάντα λέλυται.  Οὐκ ἐπιθυμεῖς  οὕ  τως  ἀφεθῆναι  σὺ τὰς ἁμαρτίας σου, ὡς αὐτὸς ἐπιθυμεῖ ἀφεῖναί σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ οὐκ ἐπιθυμεῖς σὺ, ἐννόησον ὅτι οὐδὲ ἀγρυπνεῖν καταδέχῃ οὐδὲ χρήματα προΐεσαι· αὐτὸς δὲ, ἵνα ἀφῇ ἡμῶν τὰς ἁμαρτίας, τοῦ Μονογενοῦς οὐκ ἐφείσατο, τοῦ γνησίου Παιδὸς, τοῦ συνθρόνου. Ὁρᾷς, ὅτι αὐτὸς μᾶλλον ἐπιθυμεῖ ἀφεῖναί σοι τὰ ἁμαρτήματα; Μὴ δὴ ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός· μόνον ἀφορμὴν αὐτῷ δῶμεν, καὶ τοῦτο, ἵνα ἡμεῖς μὴ ἄχρηστοι γενώμεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν· ἀλλ' ὥσπερ ἡμεῖς ἐπὶ τῶν οἰκετῶν  τῶν  ἡμετέρων  μυρία πλάττομεν  καὶ συντίθεμεν· οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡμετέρας σωτηρίας ποιεῖ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ μὴ ἐπικαλῇ  ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν  ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ' ἀπὸ στόματος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς· οἷον ἐπὶ τῶν μύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον· οὕτω καὶ ἐκεῖ. Ὁ ὄντως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόμενος, προσεδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ· ὁ δὲ ἁπλῶς ἀφοσιούμενος, καὶ αὐτῷ τούτῳ νόμον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης  τῆς δόξης· μὴ λέγε, ἀλλὰ  καὶ ἄλγει. Εἰ ἀλγεῖς,  σπουδάζεις· εἰ μὴ σπουδάζεις, οὐκ ἀλγεῖς· εἰ μὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑμεῖς οἴδατε, φησὶ, δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν; ∆ιὰ τί οὐ θέλεις προσελθεῖν; Φιλεῖ σε, δύναται πάντων πλέον· καὶ βούλεται καὶ δύναται, τί τὸ κωλύον; Οὐδέν. Οὐκοῦν προσίωμεν μετὰ πίστεως, προσίωμεν τὰ δῶρα προσφέροντες ἃ βούλεται, ἀμνησικακίαν,  χρηστότητα, πραότητα· Κἂν ἁμαρτωλὸς  ᾖς, μετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁμαρτημάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γεγενημένον·  ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο μὴ ἔχῃς τὸ ἀμνησικακεῖν, οὐδὲν ὤνησας. Οὐκ  ἔστιν  ἄνθρωπον   ἀφέντα   τῷ  πλησίον,  μὴ  ἀκριβοῦς  τυχεῖν   τῆς  ἀφέσεως· φιλανθρωπότερος γὰρ ἡμῶν ἀσυγκρίτως ἐστὶν ὁ Θεός· τοῦτο παντὶ δῆλον. Τί λέγεις; Ἐὰν εἴπῃς, Ἠδικήθην, ὀργῆς ἐκράτησα, θυμοῦ ἐπήρειαν ἔπαθον διὰ τὸ σὸν πρόσταγμα, οὐκ ἀφήσει καὶ αὐτός; Πάντως γοῦν  ἀφήσει. Ὥστε καθαρίσωμεν τὴν ψυχὴν  τῆς μνησικακίας. Ἀρκεῖ τοῦτο ἡμῖν πρὸς τὸ ἀκουσθῆναι, καὶ μετὰ νήψεως προσευχώμεθα, καὶ πολλῆς τῆς προσεδρίας, ἵνα δαψιλοῦς τῆς παρ' αὐτοῦ φιλανθρωπίας  ἀπολαύσαντες,  καταξιωθῶμεν  τῶν  ἐπηγγελμένων  ἀγαθῶν,  χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




ΛΖʹ. ∆ιοδεύσαντες δὲ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν, ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν ἡ συναγωγὴ τῶν Ἰουδαίων. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθε πρὸς αὐτοὺς, καὶ ἐπὶ σάββατα τρία δι ελέγετο αὐτοῖς ἀπὸ τῶν Γραφῶν, διανοίγων καὶ πα ρατιθέμενος, ὅτι τὸνΧριστὸν ἔδει παθεῖν, καὶ  ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστι Χριστὸς Ἰησοῦς, ὃν ἐγὼ καταγγέλλω ὑμῖν.

αʹ. Πάλιν τὰς μὲν μικρὰς παρατρέχουσι πόλεις, ἐπὶ δὲ τὰς μείζους ἐπείγονται, ἐκεῖθεν καθάπερ ἔκ τινος πηγῆς μέλλοντος τοῦ λόγου διαῤῥέειν εἰς τὰς πλη  σίον. Κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ, εἰσῆλθεν εἰς τὴν συναγωγὴν  τῶν  Ἰουδαίων. Καίτοι εἰπὼν,  ὅτι  Στρεφόμεθα εἰς  τὰ  ἔθνη,  οὐκ ἠφίει  τούτους·  πολὺν  γὰρ πρὸς αὐτοὺς εἶχε πόθον. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν, ὑπὲρ τοῦ Ἰσραήλ ἐστιν εἰς σωτηρίαν· καὶ, Εὐχόμην ἀνάθεμα εἶναι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν  μου. Ἐποίει δὲ τοῦτο διὰ τὴν ἐπαγγελίαν  τοῦ Θεοῦ καὶ τὴν δόξαν, καὶ ἵνα μὴ σκάνδαλον ᾖ τοῦτο τοῖς Ἕλλησι. Καὶ ἐπὶ σάββατα τρία διελέγετο  αὐτοῖς ἀπὸ τῶν  Γραφῶν, διανοίγων  καὶ παρατιθέμενος, ὅτι τὸν Χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν Ἰησοῦς ὁ Χριστὸς, ὃν ἐγὼ καταγγέλλω  ὑμῖν. Ὁρᾷς, ὅτι πρὸ πάντων  τὸ πάθος κηρύττει· οὕτως οὐκ ᾐσχύνοντο, ἀλλ' ᾔδεσαν τοῦτο σωτήριον ὄν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ  προσεκληρώθησαν τῷ  Παύλῳ  καὶ  τῷ  Σίλᾳ, τῶν  τε  σεβομένων Ἑλλήνων  πλῆθος πολὺ, γυναικῶν  τε τῶν πρώτων  οὐκ ὀλίγαι. Τὸ κεφάλαιον  εἶπε τῆς διαλέξεως· οὕτως ἀπέριττός ἐστιν, οὐ πανταχοῦ τὰς δημηγορίας αὐτοῦ λέγων. Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες  Ἰουδαῖοι, καὶ προσλαβόμενοι τῶν  ἀγοραίων  τινὰς ἄνδρας πονηροὺς καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· ἐπιστάντες τε τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς ἀγαγεῖν εἰς τὸν δῆμον· μὴ εὑρόντες δὲ αὐτοὺς, ἔσυραν τὸν Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες, ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες,  οὗτοι  καὶ  ἐνθάδε  πάρεισιν, οὓς ὑποδέδεκται  Ἰάσων· καὶ  οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ἕτερον λέγοντες εἶναι Ἰησοῦν. Ὢ τῆς κατηγορίας πάλιν εἰς καθοσίωσιν διέβαλλον αὐτοὺς, λέγοντες εἶναι, φησὶν, ἕτερον βασιλέα Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον, καὶ τοὺς πολιτάρχας ἀκούοντας  ταῦτα·  καὶ  λαβόντες  τὸ  ἱκανὸν  παρὰ τοῦ  Ἰάσονος  καὶ  τῶν  λοιπῶν, ἀπέλυσαν αὐτούς. Θαυμαστὸς ὁ ἀνὴρ, εἰς κίνδυνον  ἑαυτὸν  ἐκδοὺς καὶ ἐκπέμψας αὐτούς. Οἱ δὲ ἀδελφοὶ  εὐθέως διὰ τῆς νυκτὸς  ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν  εἰς  Βέροιαν·  οἵτινες   παραγενόμενοι,   εἰς  τὴν  συναγωγὴν   ἀπῄεσαν  τῶν Ἰουδαίων. Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον  μετὰ πάσης προθυμίας, τὸ καθ' ἡμέραν ἀνακρίνοντες  τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα  οὕτως.  Εὐγενέστεροι, φησί· τουτέστιν,  ἐπιεικέστεροι. Καὶ ὅρα, οὐχ ἁπλῶς, ἀλλὰ μετὰ ἀκριβείας ἀνηρεύνων τὰς Γραφὰς (τοῦτο γάρ ἐστι τὸ, Ἀνέκρινον), βουλόμενοι ἀπ' αὐτῶν πληροφορίαν μᾶλλον περὶ τοῦ πάθους λαβεῖν· ἤδη γὰρ ἦσαν πιστεύσαντες. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλθη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Ὅρα αὐτὸν καὶ ὑποχωροῦντα  καὶ ἐνιστάμενον, καὶ πολλὰ ἀνθρωπίνως  ποιοῦντα. Οἱ δὲ καθιστῶντες  τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν  πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπὶ σάββατα τρία, φησὶ, διελέχθη αὐτοῖς, διανοίγων ἀπὸ  τῶν Γραφῶν. Καλῶς, ὅτε ἤργουν. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν  Γραφῶν διαλεγόμενος,  καὶ οὐ πανταχοῦ  ἀπὸ τῶν  σημείων. Ἐπειδὴ γὰρ πρὸς τοῦτον ἐναντίως  εἶχον, καὶ ὡς πλάνον  καὶ γόητα διέβαλλον, διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν Γραφῶν διαλέγεται. Ὁ μὲν γὰρ ἀπὸ τῶν σημείων ἐπιχειρῶν μόνων πείθειν, εἰκότως ὑποπτεύεται· ὁ δὲ ἀπὸ τῶν Γραφῶν, πείθων, οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καὶ πολλαχοῦ  εὑρίσκομεν ἀπὸ διδασκαλίας αὐτὸν  πείσαντα· καὶ ἐν Ἀντιοχείᾳ  δὲ πᾶσα διδάσκοντι αὐτῷ συνήχθη ἡ πόλις· οὕτω μέγα τι καὶ τοῦτό ἐστι, καὶ οὐ μικρὸν σημεῖον, ἀλλὰ καὶ σφόδρα ἐστὶ μέγα τοῦτο. Καὶ ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοὶ ἴσχυσαν τὸ πᾶν, συγχωρεῖ αὐτοὺς ὁ Θεὸς ἐλαύνεσθαι. ∆ύο γὰρ ἐκ τούτου συνέβαινεν· οὔτε μέγα ἐφρόνουν ὡς αὐτοὶ καθελόντες, οὔτε πάλιν ἐφοβοῦντο ὡς ὑπεύθυνοι· οὕτως οἰκονομίας ἦν καὶ τὸ καλεῖσθαι. Τῶν τε σεβομένων Ἑλλήνων, φησὶ, πολὺ πλῆθος, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων ἐπίστευσαν καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ἐκεῖνοι δὲ τοὐναντίον.  Πῶς δὲ λέγων,  Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ  δὲ εἰς τὴν περιτομὴν, διελέγετο τοῖς Ἰουδαίοις; Ἐκ περιουσίας τοῦτο ποιῶν. Ἐπεὶ εἰ Ἰουδαίοις διαλέγεσθαι ἐχρῆν, πῶς ἔλεγε πάλιν· Ὁ γὰρ ἐνεργήσας ἐκείνῳ εἰς τὴν περιτομὴν, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη; Ὥσπερ ἐκεῖνοι καὶ ἔθνεσιν ὡμίλησαν, καίτοι γε εἰς τὴν περιτομὴν ἀφωρισμένοι· οὕτω καὶ οὗτος. Τὸ μὲν οὖν πλέον ἐν αὐτοῖς· πλὴν οὐδὲ ἐκείνων  ἠμέλησεν, ἵνα μὴ δόξωσι διεσχίσθαι.



βʹ. Καὶ πῶς, φησὶ, προηγουμένως εἰς τὰς συναγωγὰς  εἰσῄει; Ἀλλ' Ἕλληνας  ἔπειθε διὰ τῶν  Ἰουδαίων,  ἐξὧν  Ἰουδαίοις διελέγετο.  Ἤδει δὲ, ὅτι τοῦτο μάλιστα ἔθνεσιν  ἦν πρὸς πίστιν  προσαγωγόν. ∆ιὰ τοῦτο ἔλεγεν, Ἐφ' ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπιστολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀπομαχόμεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ παθεῖν ἔδει, πάντως καὶ ἀναστῆναι· πολλῷ γὰρ ἐκείνου θαυμασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ μᾶλλον ἀνέστησεν αὐτόν. Προσλαβόμενοι δέ τινας  τῶν  ἀγοραίων  οἱ ἀπειθοῦντες  Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι  τῶν τοῦ Καίσαρος δογμάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες  ἕτερον εἶναι  Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, οὐδὲ παρεκίνουν  τὴν πόλιν, ἐφ' ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγμοὺς πανταχοῦ  τὸ κήρυγμα ἐκτείνοντας.  Οὗτοι μὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν  τῶν  ἐν  Θεσσαλονίκῃ· τουτέστιν,  οὐδὲν  πονηρὸν  πράττοντες·  ἀλλ'  οἱ  μὲν ἐπείσθησαν, οὗτοι δὲ καὶ τὸ ἐναντίον  ποιοῦσι θορυβοῦντες αὐτούς. Πολλοὶ μὲν οὖν ἐξ  αὐτῶν   ἐπίστευσαν  καὶ  τῶν   Ἑλληνίδων,   φησὶ,  γυναικῶν.   Πάλιν  ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ μοι θέα, ὅτι οἰκονομικῶς ἔφυγον οὐ δειλιῶντες· ἦ γὰρ ἂν  ἐπαύσαντο  κηρύττοντες,  καὶ  οὐχὶ  μᾶλλον  παρώξυναν.  Ἀλλ'  ἐκ  τούτου  δύο ἐγένετο· καὶ ἐκείνων  ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα ἐπεδίδου. Ἀξίως δὲ τῆς ἀταξίας  αὐτῶν   εἶπεν·  ὅτι  ἦλθον   κἀκεῖ   σαλεύοντες  τοὺς  ὄχλους,  τὴν ἀκάθεκτον  μανίαν  αὐτῶν  αἰνιττόμενος.  Εὐθέως δὲ ἐξαπέστειλαν  τὸν  Παῦλον οἱ ἀδελφοὶ  πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν  θάλασσαν. Ἐνταῦθα λοιπὸν  τὸν  Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, μή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν· οὕτως  οὐ πανταχοῦ  ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα  ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε μόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅμως ἐδεῖτο ἐκείνων.  Ἄρα καλῶς  ἠπείγοντο  εἰς Μακεδονίαν  ὑπὸ τοῦ Θεοῦ·  λαμπρὰ γὰρ ἦν  καὶ ἡ Ἑλλὰς λοιπόν·  ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει· ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβάπτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων  ἦν Πέτρος εἰς τὴν περιτομὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον μέρος. Καὶ λαβόντες  τὸ ἱκανὸν,  φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεμψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν  ἐν Θεσσαλονίκῃ· τουτέστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο  καὶ  τὴν  πρὸς  τὸν  Θεὸν πίστιν.  Οἵτινες  ἐδέξαντο  τὸν  λόγον  μετὰ  πάσης προθυμίας, φησὶ, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύμῃ οὐδὲ ζήλῳ. Καίτοι μείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ· θαυμαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν μείζονι χείρους εἰσί. Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί. Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν· οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέγονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας  δίκην δῶσι. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κωλυόντων ἡμᾶς τοῖς  ἔθνεσι  λαλεῖν.  Καὶ διὰ  τί  μὴ ἐνέμειναν,  φησὶν,  ἐνταῦθα;  διὰ  τί  μὴ σημεῖα ἐποίησαν;  Εἰ γὰρ  ἐκεῖ,  ἔνθα  ἐλιθάζετο,  ἔμενεν  ἱκανὸν  χρόνον,  πολλῷ  μᾶλλον ἐνταῦθα. ∆ιὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σημεῖα ποιεῖν Θεός· τοῦ γὰρ σημεῖα ποιεῖν οὐχ ἧττον σημεῖον τὸ διωκομένους περιγενέσθαι χωρὶς σημείων. Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν. Ὥστε μέγα τοῦτο σημεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος  τοῦ  κηρύγματος,  πῶς  ταχέως  ἐπιτρέχουσι  τοῖς  σημείοις.  Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας μείζονα εἶναι σημεῖα τῶν λοιπῶν· διὸ καὶ γίνονται· ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξαπέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν. Οὕτω γὰρ καθ' ἑαυτοὺς μέγα τι ἔπραξαν ἂν, καὶ μετ' ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν.  Τέως  ἐκεῖνον  ἐξαρπάσαι ἐβούλοντο.


 γʹ. Ὅρα πόσῃ καὶ  οἱ  λοιποὶ μαθηταὶ   περὶ   τοὺς   κορυφαίους   ἐχρῶντο   τῇ   σπουδῇ·   ἀλλ'   οὐχ   ὥσπερ  νῦν κεχωρίσμεθα, διῃρήμεθα μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο κἀκεῖνοι φθονοῦσιν, ὅτι ἡμεῖς τετυφώμεθα, οὐκ ἀνεχόμεθα ἰσηγορεῖσθαι  μετ' αὐτῶν.  ∆ιὰ τοῦτο ἐν  τῷ  σώματι ἡ συμφωνία  ἐστὶν, ἐπειδὴ  οὐκ ἔστι φυσίωσις· οὐκ ἔστι δὲ φυσίωσις, ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων  ἔχειν τὰ μέλη καθέστηκε· καὶ ἡ κεφαλὴ  τῶν  ποδῶν δεῖται, καὶ οἱ πόδες τῆς κεφαλῆς. Καὶ ἡμῖν  τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ οὐδὲ οὕτως ἀνεχόμεθα· ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου ἀγάπην  ε ἶναι. Ἢ οὐκ ἀκούετε αὐτῶν  τῶν  ἔξω διαβαλλόντων  ἡμᾶς, ὅταν λέγωσιν· αἱ χρεῖαι φιλίαι; Οἱ λαϊκοὶ δέονται ἡμῶν· ἡμεῖς δὲ πάλιν δι' αὐτούς ἐσμεν. Οὕτω καὶ διδάσκαλος καὶ ἄρχων οὐκ ἂν εἴη, μὴ τῶν διδασκομένων ὄντων καὶ τῶν ἀρχομένων,  οὐδ'  ἂν ἐπιδείξαιτο τὰ αὐτοῦ· οὐ γὰρ ἂν δύναιτο. Καθάπερ ἡ γῆ τοῦ γεωργοῦ, καὶ ὁ γεωργὸς δεῖται τῆς γῆς· οὕτω καὶ ἐνταῦθα. Ποῖον γὰρ ἔχει μισθὸν διδάσκαλος, οὐκ ἔχων  ἐπιδεῖξαι  τοὺς διδαχθέντας;  ποῖον  δὲ οἱ διδασκόμενοι, μὴ ἀπολαύσαντες  διδασκαλίας ἀρίστης; Ὥστε ὁμοίως  ἀλλήλων  χρῄζομεν  πάλιν,  καὶ ἄρχοντες ἀρχομένων, καὶ ἡγούμενος ὑπηκόων· ἄρχοντες μὲν γὰρ πολλῶν  ἕνεκεν. Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν  τι  πρᾶξαι, ἄν  τε χειροτονῆσαι  δέῃ, ἄν  τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους. Οἷον, οἱ πένητες  τῶν  διδόντων  χρῄζουσιν, οἱ διδόντες  τῶν  λαμβανόντων  πάλιν. Ἀλλήλους, φησὶ, κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης, καὶ καλῶν ἔργων. ∆ιὰ τοῦτο μείζονα δύναται  τὸ κοινὸν  τῆς Ἐκκλησίας, καὶ ἅπερ καθ'  ἑαυτὸν οὐ δύναταί  τις, μετὰ τῶν ἄλλων  γινόμενος ἰσχύει. ∆ιὰ τοῦτο μάλιστα ἀναγκαῖαι αἱ εὐχαὶ ἐνταῦθα γίνονται  ὑπὲρ τῆς  οἰκουμένης,  ὑπὲρ τῆς  Ἐκκλησίας τῆς  ἐπὶ  περάτων,  ὑπὲρ τῆς εἰρήνης, ὑπὲρ τῶν ἐν συμφοραῖς. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ λέγων· Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα ἐν πολλῷ  προσώπῳ διὰ πολλῶν  εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς  χαρίσηται.  Καὶ πολλάκις  αὐτῶν  τὰς  εὐχὰς  ἐπιζητεῖ.  Ὅρα καὶ  ἐπὶ  τῶν Νινευϊτῶν τί φησιν ὁ Θεός· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως, ἐν ᾖ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες; Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, φησὶν, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ δύο μέγα ἰσχύουσι, πόσῳ μᾶλλον πλείους; Εἰ δὲ καὶ εἷς ὢν ἰσχύσεις, ἀλλ' οὐχ ὁμοίως. ∆ιὰ τί δὲ καὶ εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί μὴ γίνῃ δημιουργὸς ἀγάπης; διὰ τί μὴ κατασκευάζεις φιλίαν; Τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον οὐκ ἔχεις. Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κακοὺς, μᾶλλον παροξύνει τὸν Θεόν· οὕτω καὶ τὸ ἐν ὁμονοίᾳ εἶναι ἀγαθοὺς, μᾶλλον εὐφραίνει. Οὐκ ἔσῃ, φησὶ, μετὰ πολλῶν ἐπὶ κακίᾳ. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ ἐγένοντο ὡς ᾄδοντες ἐν ταῖς κακίαις αὐτῶν. Κατασκεύασόν σοι φίλους  πρὸ τῶν  οἰκείων, πρὸ τῶν  ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς, υἱὸς Θεοῦ· ὁ καὶ φίλους κατασκευάζων, πόσῳ μᾶλλον; εἰ ὁ καταλλάττων  μόνον, υἱὸς Θεοῦ καλεῖται· ὁ τοὺς καταλλαττομένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Ταύτην ποιώμεθα τὴν ἐμπορίαν, φίλους ποιῶμεν  ἀλλήλοις τοὺς ἐχθροὺς, καὶ τοὺς οὐκ ἐχθροὺς μὲν, οὐ φίλους δὲ, καὶ τούτους συναγάγωμεν, καὶ πρὸ πάντων ἡμᾶς αὐτούς. Καθάπερ γὰρ ὁ ἐν τῇ οἰκίᾳ ἔχθραν ἔχων, καὶ πρὸς τὴν γυναῖκα  τὴν ἑαυτοῦ διεστηκὼς, οὐκ ἔστιν ἀξιόπιστος ἑτέρους καταλλάττων,  ἀλλ' ἀκούσεται· Ἰατρὲ, Θεράπευσον σεαυτόν· οὕτω δὴ καὶ ἐνταῦθα ἀκούσεται. Τίς οὖν ἐστιν ἡμῖν ἡ ἔχθρα; Ἡ τῆς ψυχῆς  πρὸς τὸ σῶμα, ἡ τῆς κακίας πρὸς τὴν ἀρετήν. Ταύτην καταλύσωμεν, τοῦτον ἀνέλωμεν τὸν πόλεμον, καὶ τότε μετ' εἰρήνης καὶ τοῖς ἄλλοις  διαλεξόμεθα  μετὰ  πολλῆς  τῆς  παῤῥησίας, οὐ  κατηγοροῦντος  ἡμῶν  τοῦ συνειδότος. Μάχεται θυμὸς ἐπιεικείᾳ, μάχεται χρημάτων ἔρως ὑπεροψίᾳ  χρημάτων,  μάχεται βασκανία χρηστότητι. Τοῦτον λύσωμεν τὸν πόλεμον, τούτους κατενέγκωμεν  τοὺς ἐχθροὺς, ταῦτα στήσωμεν τὰ τρόπαια, ἐν τῇ πόλει τῇ ἡμετέρᾳ κατασκευάσωμεν εἰρήνην. Πόλις γὰρ ἡμῖν ἐστι καὶ πολιτεία, καὶ πολῖται καὶ ξένοι πολλοί·  ἀλλὰ  ξενηλασίαν  ποιήσωμεν,  ὥστε μὴ τοὺς οἰκείους  φθείρεσθαι. Μηδὲν ἀλλότριον μηδὲ νόθον ἐπεισίτω δόγμα, μηδὲν φρόνημα σαρκικόν. Οὐχ ὁρῶμεν, ὅτι τῶν πολεμίων τις ἐν ταῖς πόλεσιν ἂν ἁλῷ, ὡς κατάσκοπος κρίνεται; Οὐκοῦν ξενηλασίαν ποιώμεθα· μᾶλλον δὲ μὴ ξενηλασίαν μόνον, ἀλλὰ καὶ τοὺς πολεμίους ἀπελαύνωμεν.  Ἂν  ἴδωμέν  τινα,  παραδῶμεν  τῷ  ἄρχοντι  τῷ  νῷ,  τὸν  λογισμὸν ἐκεῖνον,  τὸν βεβαρβαρωμένον μὲν, κατεσκευασμένον δὲ ἐσθῆτι πολιτικῇ.  Πολλοὶ παρ' ἡμῖν λογισμοὶ τοιοῦτοι, φύσει μὲν ἐχθροὶ, περιβεβλημένοι δὲ δορὰν προβάτων. Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήματα τὰ βαρβαρικὰ, τὴν ἄλλην  στολὴν τὴν ἡμῖν ἐπιχώριον  ὑπελθόντες,  καὶ κειράμενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόμενοι, κρύπτουσι τῷ σχήματι τὸν πόλεμον· ἂν δὲ βασάνους εὐθέως προσαγάγῃς, τὸ κρυπτόμενον ἔδειξας· οὕτω καὶ ἐνταῦθα, βασάνισον  μυριάκις  τὸν  τοιοῦτον   λογισμὸν,  καὶ  ταχέως  ὄψει  τὸ  βαρβαρικὸν
φρόνημα. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος ὑμῖν δείξω τοὺς τοιούτους κατασκόπους, οὓς προκαθίησιν ὁ διάβολος ἰδεῖν τὰ ἐν ἡμῖν, φέρε ἕνα ἀποδύσωμεν,  καὶ ἐπὶ τοῦ δικαστηρίου ἐξετάσωμεν μετὰ ἀκριβείας· καὶ εἰ βούλεσθε, τῶν ὑπὸ Παύλου φωραθέντων  τινὰς  παραγάγωμεν.  Ἅτινά  ἐστι, φησὶ, λόγον  μὲν ἔχοντα  σοφίας ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ  καὶ ἀφειδείᾳ σώματος, οὐκ ἐν τιμῇ τινι  πρὸς πλησμονὴν  τῆς σαρκός. Οἷον, ἐβούλετο Ἰουδαϊσμὸν εἰσαγαγεῖν ὁ διάβολος· εἰ μὲν οὖν αὐτόθεν αὐτὸν εἰσήγαγεν, οὐκ ἂν ἔπεισεν. Ὅρα τοίνυν πῶς αὐτὸν κατεσκεύασε. ∆εῖ τοῦ σώματος ἀφειδεῖν,  φησί. Φιλοσοφία τοῦτό ἐστι, τὸ μὴ προσίεσθαι βρῶμα, ἀλλὰ παρατηρεῖν· ταπεινοφροσύνη τοῦτό ἐστι. Καὶ νῦν δὲ πάλιν ἐπὶ τῶν αἱρετικῶν ἐβούλετο ἡμᾶς εἰς τὴν κτίσιν καταγαγεῖν. Ὅρα γοῦν πῶς κατεσκεύασε τὸν δόλον· Εἰ εἶπεν, ὅτι Κτίσιν προσκύνει, ἑάλω ἄν· ἀλλὰ τί; Ὁ Θεὸς, φησὶ, κτιστός ἐστιν. Ἀλλὰ ἀποδύσωμεν   παρὰ  τῇ   ψήφῳ   τῶν   δικαζόντων   τὸν   νοῦν   τῶν   Γραφῶν   τῶν ἀποστολικῶν· ἐκεῖ αὐτὸν ἀγάγωμεν· αὐτοὶ ἐπιγνώσονται  καὶ τὸ κήρυγμα καὶ τὴν λαλιάν.  Πολλοὶ κέρδη κερδαίνουσιν, ἵνα  ἔχωσι διδόναι  πένησι, κέρδη ἄδικα· καὶ οὗτος  χαλεπὸς  ὁ  λογισμός.  Ἀλλ'  ἀποσκευασώμεθα  αὐτὸν,  ἐλέγξωμεν,   ἵνα  μὴ ἁλῶμεν,  ἀλλὰ  πάσας διαφυγόντες  τὰς  μηχανὰς  τοῦ  διαβόλου  δυνηθῶμεν  μετὰ ἀκριβείας τὰ ὑγιῆ δόγματα κατέχοντες, μετὰ ἀσφαλείας καὶ τὸν παρόντα βίον διανύσαι,  καὶ  τῶν  ἐπηγγελμένων   ἀγαθῶν  τυχεῖν,  χάριτι  καὶ  φιλανθρωπίᾳ   τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/









Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |