ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑʹ Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν

Δευτέρα 24 Οκτωβρίου 2016

ΙΑʹ Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν




Ιωάννης Χρυσόστομος
Πρός Εφεσίους Επιστολήν
Τόμος 62


 ΙΑʹ Ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε  ἐν μιᾷ ἐλπίδι  τῆς κλήσεως ὑμῶν· εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα· εἷς Θεὸς Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.

αʹ. Ἀγάπην ζητεῖ παρ' ἡμῶν ὁ Παῦλος οὐ τὴν τυχοῦσαν, ἀλλὰ τὴν συγκολλῶσαν ἡμᾶς καὶ ἀδιασπάστως ἔχειν πρὸς ἀλλήλους ποιοῦσαν, καὶ τοσαύτην ἕνωσιν καὶ οὕτως ἀκριβῆ παρεχομένην, ὡσανεὶ μέλη πρὸς μέλη. Αὕτη γάρ ἐστιν ἡ τὰ μεγάλα ἐργαζομένη καλά. ∆ιὰ τοῦτό φησιν· Ἓν σῶμα, καὶ τῇ συμπαθείᾳ, καὶ τῷ μὴ βάλλεσθαι τοῖς ἑτέρων ἀγαθοῖς, καὶ τῷ συγχαίρειν. Καὶ πάντα ὁμοῦ διὰ τούτου δείξας, Καὶ ἓν πνεῦμα, καλῶς  εἶπε, δεικνὺς  ὅτι ἀπὸ τοῦ ἑνὸς σώματος ἓν πνεῦμα  ἔσται, ἢ ὅτι ἔστι μὲν σῶμα εἶναι  ἓν, οὐχ ἓν δὲ πνεῦμα· ὡς ἂν εἴ τις καὶ αἱρετικῶν φίλος εἴη· ἢ ἀπὸ τούτου πρὸς ὁμόνοιαν δυσωπεῖ, τοιοῦτό τι λέγων· Οἱ ἓν πνεῦμα λαβόντες, καὶ ἐκ μιᾶς ποτισθέντες πηγῆς, οὐκ ὀφείλετε διχονοεῖν· ἢ πνεῦμα ἐνταῦθα τὴν προθυμίαν φησίν.


Εἶτα ἐπάγων, Καθὼς ἐκλήθητε, φησὶν, Ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν. Τουτέστιν, Ὁ Θεὸς ὑμᾶς ἐπὶ τοῖς αὐτοῖς ἐκάλεσεν· οὐδὲν ἑτέρῳ πλέον ἀπένειμε τοῦ ἑτέρου· πᾶσιν ἀθανασίαν, πᾶσι ζωὴν αἰώνιον, πᾶσι δόξαν ἀθάνατον, πᾶσιν ἀδελφότητα, πᾶσι κληρονο . μίαν ἐχαρίσατο. Κοινὴ πάντων ἐγένετο  κεφαλὴ,   πάντας  συνήγειρε  καὶ  συνεκάθισεν.  Οἱ  τοίνυν   ἐν  τοῖς πνευματικοῖς   τοσαύτην  ἔχοντες   ἰσοτιμίαν,  πόθεν  μέγα  φρονεῖτε;  ὅτι  ὁ  δεῖνα πλούσιος, καὶ ὁ δεῖνα ἰσχυρός; καὶ πῶς οὐκ ἂν εἴη τοῦτο γέλως; Εἰπὲ γάρ μοι, εἰ ὁ βασιλεύς ποτε λαβὼν ὀνόματα δέκα, πάντας ἁλουργίδα ἐνέδυσε, καὶ ἐπὶ τοῦ θρόνου ἐκάθισε τοῦ βασιλικοῦ, καὶ πᾶσιν ἔδωκε τὴν αὐτὴν τιμὴν, ἆρα ἂν τούτων ἐτόλμησέ τις ὀνειδίσαι τὸν ἕτερον, ὡς πλουσιώτερος ὢν, ἢ ὡς λαμπρότερος;  Οὐδαμῶς. Καὶ οὔπω τὸ πᾶν εἴρηκα· οὐ γὰρ τοσοῦτον τὸ μέσον. Ἐν οὖν τοῖς οὐρανοῖς ἴσοι, καὶ κάτω διεστήκαμεν; Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν αὐτός. Μὴ γὰρ σοὶ μὲν ὁ μείζων, ἐκείνῳ δὲ ὁ ἐλάττων ἐπεκλήθη; μὴ γὰρ σὺ μὲν ἀπὸ πίστεως, ἐκεῖνος δὲ ἀπὸ ἔργων ἐσώθη; μὴ γὰρ σοὶ μὲν ἀφείθη διὰ τοῦ βαπτίσματος, ἐκείνῳ δὲ οὔ; Ἄπαγε· Εἷς Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν ὑμῖν. –Ὁ ἐπὶ πάντων, τουτέστιν, ὁ ἐπάνω πάντων· Καὶ διὰ πάντων, τουτέστι, προνοῶν, διοικῶν· Καὶ ἐν πᾶσιν ὑμῖν, τουτέστιν, ὁ ἐν πᾶσιν οἰκῶν. Καίτοι τοῦ Υἱοῦ, τοῦτο εἶναί φησιν· ὥστε εἰ ἐλαττώσεως ἦν, οὐκ ἂν περὶ τοῦ Πατρὸς ἐῤῥήθη. Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις. Τί οὖν, φησὶ, καὶ πόθεν τὰ χαρίσματα διάφορα; Τοῦτο γὰρ ἀεὶ καὶ αὐτοὺς καὶ Κορινθίους καὶ πολλοὺς ἑτέρους, τοὺς μὲν εἰς ἀπόνοιαν, τοὺς  δὲ εἰς ἀθυμίαν καὶ φθόνον  ἀνῆγε. ∆ιὰ τοῦτο πανταχοῦ τὸ τοῦ σώματος ὑπόδειγμα παραλαμβάνει· διὰ   τοῦτο   καὶ   νῦν   τοῦτο   τέθεικεν,   ἐπειδὴ   ἔμελλε   διαφόρων   χαρισμάτων μνημονεύειν.  Ἀκριβέστερον μὲν οὖν αὐτὸ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ ἐπεξέρχεται, ἐπειδὴ καὶ ἐκεῖ μάλιστα τὸ νόσημα τοῦτο ἐτυράννει· νῦν δὲ ἐνταῦθα μόνον  ᾐνίξατο· καὶ ὅρα τί φησιν. Οὐκ εἶπε, Κατὰ τὴν ἑκάστου πίστιν, ἵνα μὴ εἰς ἀθυμίαν ἐμβάλῃ ἐκείνους, τοὺς μεγάλων μὴ τετυχηκότας· ἀλλὰ τί; Κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ. Τὰ πάντων κεφαλαιωδέστερα, φησὶ, κοινὰ πάντων ἐστὶ, τὸ βάπτισμα,  τὸ  διὰ  πίστεως  σωθῆναι,  τὸ  τὸν  Θεὸν ἔχειν  Πατέρα, τὸ  τοῦ  αὐτοῦ Πνεύματος ἅπαντας μετέχειν. Εἰ δέ τι πλέον ὁ δεῖνα ἔχει ἐν τῷ χαρίσματι, μὴ ἄλγει, ἐπεὶ καὶ ὁ πόνος αὐτῷ πλείων ἐστί· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν, πέντε ἀπῃτεῖτο· ὁ δὲ τὰ δύο, δύο μόνον προσήνεγκε, καὶ οὐδὲν ἔλαττον ἔσχεν ἐκείνου. ∆ιὰ τοῦτο καὶ ἐνταῦθα ἀπὸ τῆς αὐτῆς αἰτίας παραμυθεῖται τὸν ἀκούοντα. Πρὸς καταρτισμὸν τῶν ἁγίων,  φησὶν, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν  τοῦ σώματος τοῦ Χριστοῦ. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγεν· Οὐαί μοι, ἐὰν μὴ εὐαγγελίζωμαι. Οἷον, ἀποστολῆς ἔλαβέ τις χάρισμα. Ἀλλὰ διὰ τοῦτο αὐτῷ οὐαὶ, ἐπειδὴ ἔλαβε· σὺ δὲ τοῦ κινδύνου ἀπήλλαξαι. Κατὰ τὸ μέτρον. Τί ἐστι, Κατὰ τὸ μέτρον; Τουτέστιν, οὐ πρὸς τὴν ἡμετέραν ἀξίαν· ἐπεὶ οὐδ' ἂν ἔλαβεν οὐδεὶς ἃ ἔλαβεν· ἀλλὰ πάντες ἀπὸ τῆς δωρεᾶς ἐλάβομεν. βʹ. Καὶ διὰ τί ὁ μὲν πλέον,  ὁ δὲ ἔλαττον;  Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον  τὸ πρᾶγμά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ  λέγει· Τὰ δὲ μέλη  ἔθετο ἓν  ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων.  ∆ιὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν  αἰχμαλωσίαν,  καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ· Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη  τί  ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον  εἰς τὰ κατώτερα  μέρη τῆς  γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος  μέχρι θανάτου. Ἀπὸ δὲ τοῦ ἀναβῆναι  τὴν κατάβασιν αἰνίττεται.  Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου μετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν  εἰς λάκκον· τουτέστι,  τοῖς ἀποθανοῦσι. ∆ιὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον  γὰρ τὸν τύραννον ἔλαβε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦτο πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ, μέρη κατέβη τῆς γῆς, μεθ' ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας·  καὶ  γὰρ  καὶ  πάλαι  πάντα  πεπλήρωτο.  Καὶ αὐτὸς  ἔδωκε  τοὺς  μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ  εἰς  τὰ  κατώτερα  μέρη τῆς  γῆς  κατελθεῖν,  οὐδὲ  ἐνεπόδισε  πρὸς τὸ  ἀνωτέρω γενέσθαι  τῶν  οὐρανῶν.  Ὥστε ὅσῳ ἄν τις  ταπεινωθῇ,  τοσούτῳ μᾶλλον  ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ,  τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει·  οὕτω  ἐπὶ  τῆς  ταπεινοφροσύνης.  Ἀλλ' ὅταν  περὶ Θεοῦ λέγωμεν  τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ   τὴν   πρόνοιαν   αὐτοῦ   δείκνυσι   καὶ   τὴν   σοφίαν,   καί   φησιν·   Ὁ  τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέχρι τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατελθεῖν  δι' ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανομὰς τῶν χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο εἰργάσατο, οὕτω λέγων·  Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν  τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν·  Ἐγὼ  ἐφύτευσα,  Ἀπολλὼς  ἐπότισεν  ἀλλ'  ὁ  Θεὸς ηὔξανε·  καὶ  πάλιν,  Ὁ φυτεύων  δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον  κόπον.  Οὕτω καὶ ἐνταῦθα.  Τί γὰρ, εἰ ἔλαττον  εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. ∆εύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόμενοι μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον  ἐμπεπιστευμένους  ἔθνος.  Τί οὖν; οἱ ποιμένες καὶ     οἱ διδάσκαλοι     ἐλάττους; Καὶ    πάνυ,     τῶν     περιιόντων     καὶ εὐαγγελιζομένων  οἱ καθήμενοι  καὶ περὶ ἕνα  τόπον  ἠσχολημένοι,  οἷον  Τιμόθεος, Τίτος.  Ἄλλως   δὲ,  οὐ  δυνατὸν   ἐντεῦθεν   ποιήσασθαι  τὴν   ὑποταγὴν   καὶ  τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· μηδὲν  ἀντείπῃς.  Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας,  εἰς οἰκοδομὴν  τοῦ σώματος τοῦ Χριστοῦ.  γʹ. Ὁρᾷς τὸ ἀξίωμα;  Ἕκαστος οἰκοδομεῖ,  ἕκαστος  καταρτίζει,  ἕκαστος  διακονεῖ.  Μέχρις  οὗ καταντήσομεν, φησὶν, οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον,  εἰς μέτρον  ἡλικίας  τοῦ πληρώματος  τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα,  φησὶ,  τῆς  πίστεως.  Τουτέστιν,  ἕως  ἂν  δειχθῶμεν  πάντες  μίαν  πίστιν ἔχοντες. Τοῦτο γάρ ἐστιν ἑνότης πίστεως, ὅταν πάντες ἓν ὦμεν, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν.  Μέχρι τότε ἐργάζεσθαι χρὴ, εἰ διὰ τοῦτο χάρισμα ἔλαβες,  ἵνα  ἄλλους  οἰκοδομῇς.  Βλέπε μὴ  σαυτὸν  καταστρέψῃς, ἑτέρῳ  φθονῶν. Ἐτίμησέ σε ὁ Θεὸς, καὶ ἔταξεν, ὥστε καταρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ  ἦν, καὶ ὁ προφήτης  πρὸς τούτῳ  ἦν  προφητεύων  καὶ πείθων,  καὶ ὁ εὐαγγελιστὴς  εὐαγγελιζόμενος,  καὶ ὁ ποιμὴν  καὶ ὁ διδάσκαλος· πάντες  ἓν ἔργον ἦσαν ἀναδεδεγμένοι. Μὴ γάρ μοι τὴν διαφορὰν τῶν χαρισμάτων εἴπῃς· πάντες ἓν ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁμοίως πιστεύωμεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ μὴν ἀλλαχοῦ νηπίους ἡμᾶς φησι, καὶ, ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γὰρ, Ἐκ μέρους γινώσκομεν, ἐπήγαγε καὶ τὸ, ∆ι' αἰνιγμάτων,  καὶ ὅσα τοιαῦτα·  ἐνταῦθα  δὲ  πρὸς  ἕτερον  εἶπε,  πρὸς  τὸ  εὐμετάπτωτον·  ὥσπερ  καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς  ἐκάλεσε τελείους  ἐνταῦθα  διὰ  τῶν  ἐπαγομένων,  εἰπών·  Ἵνα  μηκέτι  ὦμεν νήπιοι. Αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον ὅπερ ἐλάβομεν, ἵνα κατέχωμεν  μετὰ πάσης σπουδῆς, μετὰ στεῤῥότητος καὶ βεβαιώσεως. Ἵνα μηκέτι. Τὸ, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται. ∆ιὰ τοῦτό φησι· Τέκτονες τοσοῦτοι γεγόνασιν,  ἵνα ἡ οἰκοδομὴ μὴ σαλεύηται, ἵνα μὴ περιφέρηται,     ἵνα     πεπηγότες     ὦσιν     οἱ     λίθοι.     Ἐκείνων     γὰρ     τοῦτό     ἐστι    τὸ κλυδωνίζεσθαι,  τὸ περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων,  ἐν  πανουργίᾳ  πρὸς τὴν  μεθοδείαν  τῆς  πλάνης.  –Καὶ περιφερόμενοι, φησὶ, παντὶ  ἀνέμῳ.  Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς  τὰς δισταζούσας ψυχὰς  ἐν  οἵῳ κινδύνῳ εἰσί. Παντὶ ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν  ἅπαντα.  Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες  δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς  τῆς ἐπιχορηγίας,  κατ' ἐνέργειαν  ἐν μέτρῳ  ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται  εἰς οἰκοδομὴν  ἑαυτοῦ ἐν  ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ  πάντα  ὁμοῦ θελῆσαι εἰπεῖν.  Ὃ δέ φησι, τοῦτό  ἐστι· Καθάπερ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύρων [τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς  δίδωσι  πᾶσιν, ἀλλὰ  κατὰ  ἀναλογίαν  ἑκάστου μέλους,  τῷ  μὲν  δυναμένῳ πλέον δέξασθαι, πλέον, τῷ δὲ ἐλάττω, ἔλαττον (τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦμα)· οὕτω καὶ ὁ Χριστός· καθάπερ γὰρ μελῶν  τῶν  ψυχῶν  εἰς αὐτὸν  ἀνηρτημένων,  ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν  ἐν μέτρῳ τὴν ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. Τί δέ ἐστι, ∆ιὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθήσεως. Τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς,  ἑκάστου μέλους  ἁπτόμενον  οὕτως  ἐνεργεῖ.  Ὡς ἄν  τις  εἴποι·  Τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας,  κατὰ ἀναλογίαν  τῶν  ἐν  αὐτῷ  μελῶν,  οὕτω ποιεῖται  τὴν αὔξησιν· ἢ ἑτέρως· Τὰ μέλη κατὰ τὴν ἀναλογίαν  τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦμα ἄνωθεν ἐπιῤῥεόμενον ἀφθόνως, καὶ πάντων  ἁπτόμενον τῶν μελῶν, καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ  ἄλλως  ἔνι  κατελθεῖν   ἐκεῖνο  τὸ  πνεῦμα.  Καθάπερ γὰρ,  εἰ  τύχοι  χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζητοῦν, καὶ μὴ εὑρὸν, οὐκ ἐξάλλεται τοῦ σώματος, καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ' ἂν μὴ εὕρῃ κείμενον, οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι. δʹ. Ταῦτα δὴ πάντα  πρὸς ταπεινοφροσύνην  αὐτῷ  εἴρηται.  Τί γὰρ, φησὶν, εἰ πλέον λαμβάνει ὁ δεῖνα; τὸ αὐτὸ πνεῦμα ἔλαβεν, ἀπὸ τῆς αὐτῆς κεφαλῆς ἐκπεμπόμενον, ὁμοίως ἐνεργοῦν, ὁμοίως ἁπτόμενον, Συναρμολογούμενον καὶ συμβιβαζόμενον, τουτέστι, πολλῆς ἀπολαῦον τῆς ἐπιμελείας. Οὐ γὰρ ἁπλῶς, ἀλλὰ σφόδρα τεχνικῶς  δεῖ κεῖσθαι τὸ σῶμα· ὡς, ἐὰν τὸν τόπον ἐκβῇ, οὐκέτι κεῖται. Ὥστε οὐχ ἡνῶσθαι τῷ σώματι δεῖ μόνον, ἀλλὰ καὶ τὸν οἰκεῖον τόπον  ἐπέχειν,  ὡς ἐὰν ὑπερβῇς,  οὐχ  ἥνωσαι,  οὐδὲ  δέχῃ  τὸ  πνεῦμα.  Ἢ  οὐχ  ὁρᾷς  ἐν  ταῖς  τῶν  ὀστῶν μεταθέσεσι ταῖς κατά τινα περίστασιν συμβαινούσαις, ὅταν τὸν οἰκεῖον τόπον ὑπερβὰν,  τὸν  ἑτέρου  κατέχῃ,  πῶς  τῷ  παντὶ  σώματι  λυμαίνεται,  καὶ  θάνατον πολλάκις  εἰργάσατο,  ἔστι  δὲ  ὅπου  καὶ  ἀνάξιον  εὑρέθη  λοιπὸν  τοῦ  κατέχεσθαι; πολλοὶ  γὰρ πολλάκις  αὐτὸ ἐκκόψαντες,  διάκενον  τὸν τόπον ἐποίησαν. Πανταχοῦ γὰρ  ἡ  πλεονεξία  κακόν.  Καὶ ἐπὶ  τῶν  στοιχείων  δὲ,  ὅταν  τὴν  οἰκείαν  ἀφέντα συμμετρίαν πλεονάσῃ, τὸ πᾶν λυμαίνεται. Τοῦτό ἐστι τὸ Συναρμολογούμενον, καὶ συμβιβαζόμενον. Ὥστε ἕκαστον ἐπὶ τῆς οἰκείας μένειν χώρας, καὶ μὴ τῆς ἑτέρας καὶ μηδὲν αὐτῷ προσηκούσης ἐπιβαίνειν, ἐννόησον ὅσον ἐστί. Σὺ τὰ μέλη συντιθεῖς, ἐκεῖ  νος ἄνωθεν ἐπιχορηγεῖ. Καθάπερ γὰρ ἐπὶ τοῦ σώματός ἐστιν ὄργανα τοιαῦτα δεκτικὰ, οὕτως ἐστὶ καὶ ἐπὶ τοῦ πνεύματος, τῆς ῥίζης ἄνωθεν οὔσης πάσης· οἷον ἡ καρδία, τοῦ πνεύματος· τὸ ἧπαρ, τοῦ αἵματος· ὁ σπλὴν, τῆς χολῆς καὶ ἄλλα ἄλλου· πάντα δὲ ταῦτα ἀπὸ τοῦ ἐγκεφάλου τὴν αἰτίαν ἔχει· οὕτω καὶ ὁ Θεὸς ἐποίησε, τὸν ἄνθρωπον σφόδρα τιμῶν, καὶ οὐ βουλόμενος αὐτοῦ ἀπέχειν, τὴν μὲν αἰτίαν αὐτὸς ἀναρτησάμενος, συνεργοὺς δὲ ἑαυτῷ καταστήσας· καὶ τὸν μὲν ἔθηκεν εἰς τοῦτο, τὸν δὲ εἰς ἐκεῖνο. Οἷον ἀπόστολος ἀγγεῖον τοῦ σώματός ἐστι τὸ καιριώτερον, δεχόμενος παρ' αὐτοῦ τὰ πάντα. Ὥστε ὥσπερ διὰ φλεβῶν  καὶ ἀρτηριῶν, τοῦ λόγου λέγω, εἰς πάντας διατρέχειν ποιεῖ τὴν ζωὴν τὴν αἰώνιον. Ὁ προφήτης προλέγει τὰ μέλλοντα, καὶ αὐτὸς τὰ αὐτὰ κατασκευάζει· καὶ ἐκεῖνος μὲν συντίθησι τὰ ὀστᾶ· αὐτὸς δὲ αὐτοῖς ζωὴν χορηγεῖ, Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας. Ἡ ἀγάπη ἀνοικοδομεῖ,  καὶ  τὸ  συγκολλᾶσθαι  ἀλλήλοις  καὶ  συμπήγνυσθαι  καὶ  ἁρμόζεσθαι, τοῦτο ποιεῖ. Εἰ τοίνυν βουλόμεθα τοῦ πνεύματος ἀπολαύειν τοῦ ἀπὸ τῆς κεφαλῆς, ἀλλήλων  ἐχώμεθα. ∆ύο γάρ εἰσι διαιρέσεις ἀπὸ τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ· μία μὲν, ὅταν ψύξωμεν τὴν ἀγάπην, δευτέρα δὲ, ὅταν ἀνάξια τοῦ τελεῖν εἰς ἐκεῖνο τὸ σῶμα τολμήσωμεν· ἑκατέρως γὰρ χωρίζομεν  ἑαυτοὺς τοῦ πληρώματος. Εἰ δὲ καὶ ἄλλους εἰς τὸ οἰκοδομεῖν τετάγμεθα, οἱ μὴ οἰκοδομοῦντες, ἀλλὰ καὶ πρότερον σχίζοντες,  τί  οὐκ  ἂν  πάθοιεν;  Οὐδὲν οὕτως  Ἐκκλησίαν  δυνήσεται  διαιρεῖν,  ὡς φιλαρχία· οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ Ἐκκλησίαν διαιρεθῆναι. Κἂν μυρία ὦμεν ἐργασάμενοι καλὰ, τῶν τὸ σῶμα αὐτοῦ διατεμόντων  οὐκ ἐλάττονα δώσομεν δίκην, οἱ τὸ πλήρωμα κατατέμνοντες τὸ ἐκκλησιαστικόν. Ἐκεῖνο μὲν γὰρ ἐπὶ κέρδει τῆς οἰκουμένης ἐγένετο, εἰ καὶ μὴ ἀπὸ διανοίας τοιαύτης· τοῦτο δὲ οὐδὲν οὐδαμοῦ τὸ χρήσιμον ἔχει, ἀλλὰ πολλὴ ἡ βλάβη. Ταῦτά μοι οὐχὶ πρὸς τοὺς ἄρχοντας εἴρηται μόνον,  ἀλλὰ  καὶ πρὸς τοὺς ἀρχομένους. Ἀνὴρ δέ τις  ἅγιος  εἶπέ τι δοκοῦν  εἶναι τολμηρὸν,  πλὴν  ἀλλ' ὅμως ἐφθέγξατο.  Τί δὴ τοῦτό  ἐστιν; Οὐδὲ μαρτυρίου αἷμα ταύτην  δύνασθαι  ἐξαλείφειν  τὴν  ἁμαρτίαν  ἔφησεν.  Εἰπὲ γάρ  μοι,  τίνος  ἕνεκεν μαρτυρεῖς; οὐ διὰ τὴν δόξαν τοῦ Χριστοῦ; Ὁ τοίνυν τὴν ψυχὴν προέμενος ὑπὲρ τοῦ Χριστοῦ, πῶς  τὴν  Ἐκκλησίαν πορθεῖς, ὑπὲρ ἧς τὴν  ψυχὴν  προήκατο ὁ Χριστός; Ἄκουε τοῦ Παύλου λέγοντος, ὅτι Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ ἔστιν αὕτη ἐλάττων ἡ βλάβη τῆς παρὰ ἐχθρῶν, ἀλλὰ πολὺ μείζων. Ἐκείνη μὲν γὰρ καὶ λαμπροτέραν αὐτὴν ἐργάζεται, αὕτη δὲ αὐτὴν  καὶ παρὰ τοῖς  ἐχθροῖς  καταισχύνει,  ὅταν  ὑπὸ τῶν  ἰδίων  τέκνων πολεμῆται. Μέγα γὰρ δεῖγμα ἀπάτης εἶναι δοκεῖ παρ' αὐτοῖς τὸ τοὺς γεννηθέντας  ἐν αὐτῇ καὶ τραφέντας, καὶ τὰ ἀπόῤῥητα αὐτῆς μεμαθηκότας ἀκριβῶς, τούτους μεταβαλλομένους  ἐξαίφνης τὰ τῶν ἐχθρῶν αὐτὴν διατίθεσθαι.  εʹ. Ταῦτά μοι εἰρήσθω πρὸς τοὺς ἀδιαφόρως διδόντας ἑαυτοὺς τοῖς σχίζουσι τὴν Ἐκκλησίαν. Εἰ μὲν γὰρ καὶ δόγματα ἔχουσιν ἐναντία, καὶ διὰ τοῦτο οὐ προσῆκεν ἐκείνοις ἀναμίγνυσθαι· εἰ δὲ τὰ αὐτὰ φρονοῦσι, πολλῷ μᾶλλον. Τί δήποτε; Ὅτι φιλαρχίας ἐστὶν ἡ νόσος. Οὐκ ἴστε τί πεπόνθασιν οἱ περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών; ἆρα αὐτοὶ μόνοι, οὐχὶ δὲ καὶ οἱ μετ' αὐτῶν; Τί λέγεις; ἡ αὐτὴ πίστις ἐστὶν, ὀρθόδοξοί εἰσι κἀκεῖνοι. Τίνος οὖν ἕνεκεν οὐκ εἰσὶ μεθ' ἡμῶν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Εἰ τὰ ἐκείνων καλῶς γίνεται, τὰ ἡμέτερα κακῶς· εἰ δὲ τὰ ἡμέτερα καλῶς, τὰ ἐκείνων κακῶς. Νήπιοι, φησὶ, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ. Ἀρκεῖν τοῦτο ἡγεῖσθε, εἰπέ μοι, τὸ λέγειν, ὅτι ὀρθόδοξοί εἰσι, τὰ τῆς χειροτονίας  δὲ οἴχεται καὶ ἀπόλωλε; Καὶ τί τὸ ὄφελος τῶν ἄλλων, ταύτης οὐκ ἠκριβωμένης; Ὥσπερ γὰρ ὑπὲρ τῆς πίστεως, οὕτω καὶ ὑπὲρ ταύτης μάχεσθαι χρή. Ἐπεὶ, εἰ παντὶ ἔξεστι πληροῦν τὰς χεῖρας αὐτοῦ, κατὰ τοὺς παλαιοὺς, καὶ ἱερεῖς γίνεσθαι, παρίτωσαν πάντες, εἰκῆ τὸ θυσιαστήριον ᾠκοδόμηται τοῦτο, εἰκῆ τὸ πλήρωμα τῆς Ἐκκλησίας, εἰκῆ τῶν ἱερέων ὁ  ἀριθμός· ἀνέλωμεν  αὐτὰ  καὶ  διαφθείρωμεν.  Μὴ γένοιτο,  φησίν.  Ὑμεῖς  αὐτὰ ποιεῖτε, καί φατε, Μὴ γένοιτο; πῶς λέγεις, Μὴ γένοιτο, γενομένων αὐτῶν; Ἐγὼ λέγω καὶ μαρτύρομαι, οὐ τὸ ἐμαυτοῦ σκοπῶν, ἀλλὰ  τὴν  ὑμετέραν  σωτηρίαν· εἰ δέ τις ἀδιαφοροίη,  αὐτὸς  ἂν  εἰδείη· εἰ δέ τινι  τούτων  οὐ μέλει, ἀλλ' ἡμῖν  μέλει· Ἐγὼ ἐφύτευσα, φησὶν, Ἀπολλὼς ἐπότισεν, ἀλλ'  ὁ Θεὸς ηὔξανε. Πῶς οἴσομεν τὸν παρὰ τῶν Ἑλλήνων γέλωτα; Εἰ γὰρ ὑπὲρ τῶν αἱρέσεων ἐγκαλοῦσιν ἡμῖν, ὑπὲρ τούτων τί οὐκ ἐροῦσιν; Εἰ τὰ αὐτὰ δόγματα, εἰ τὰ αὐτὰ μυστήρια, τίνος ἕνεκεν ἕτερος ἄρχων ἑτέρᾳ  Ἐκκλησίᾳ  ἐπιπηδᾷ;  Ὁρᾶτε, φησὶν,  ὅτι  πάντα  κενοδοξίας  πεπλήρωται  τὰ Χριστιανῶν, καὶ φιλαρχία  παρ' αὐτοῖς καὶ ἀπάτη, γύμνωσον αὐτοὺς τοῦ πλήθους, φησὶ, τὴν νόσον ἔκκοψον, τοῦ ὄχλου τὴν διαφθορὰν, καὶ οὐδέν εἰσι. Βούλεσθε εἴπω ἃ περὶ τῆς πόλεως  λέγουσι τῆς ἡμετέρας; πῶς  ἡμᾶς εἰς εὐκολίαν  διαβάλλουσιν; Ἔξεστι, φησὶ,  παντὶ  τῷ  βουλομένῳ  εὑρεῖν  τοὺς  πειθομένους,  καὶ  οὐκ  ἄν  ποτε ἀπορήσειε τούτων. Ὢ τοῦ γέλωτος! ταῦτα πόσης αἰσχύνης; Ἀλλὰ καὶ ἕτερος γέλως, ἑτέρα αἰσχύνη· Ἄν τινες ἁλόντες παρ' ἡμῖν ἐπὶ τοῖς αἰσχίστοις, μέλλωσιν ἐπιτιμίου τυγχάνειν τινὸς, πολὺς ὁ τρόμος, πολὺς ὁ φόβος πάντοθεν· Μὴ ἀποπηδήσῃ, φησὶ, μὴ μετ' ἐκείνων στῇ. Ἀποπηδήσῃ μὲν γὰρ μυριάκις ὁ τοιοῦτος, καὶ ἔστω μετ' ἐκείνων, οὐχὶ τῶν ἡμαρτηκότων  λέγω· ἀλλ' εἴ τις ἀναμάρτητος ὢν τυγχάνοι,  καὶ βούλεται μεταθέσθαι, μεταθέσθω. Ἀλγῶ μὲν γὰρ καὶ κόπτομαι καὶ ὀδύρομαι καὶ διαπρίομαι τὰ σπλάγχνα, ὡς οἰκείου μέλους ἀποστερούμενος· πλὴν ἀλλ' οὐχ οὕτως ἀλγῶ ὡς ἀναγκάζεσθαί  τι, διὰ τὸν  φόβον  τοῦτον,  τῶν  μὴ προσηκόντων  ποιεῖν.   Οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀγαπητοὶ, οὐδὲ δεσποτικῶς ταῦτα ἐπιτάττομεν· εἰς διδασκαλίαν λόγου προεχειρίσθημεν, οὐκ εἰς ἀρχὴν οὐδὲ εἰς αὐθεντίαν· συμβούλων τάξιν   ἐπέχομεν   παραινούντων.   Ὁ  συμβουλεύων   λέγει   τὰ  παρ'  ἑαυτοῦ,  οὐκ ἀναγκάζων τὸν ἀκροατὴν, ἀλλ' αὐτὸν ἀφίησι τῆς τῶν λεγομένων  αἱρέσεως κύριον· ἐν τούτοις ἐστὶν ὑπεύθυνος μόνον, ἂν τὰ παραστάντα μὴ εἴποι. ∆ιὰ τοῦτο καὶ ἡμεῖς ταῦτά φαμεν, ταῦτα λέγομεν, ἵνα ὑμῖν μὴ ἐξῇ κατ' ἐκείνην τὴν ἡμέραν λέγειν Οὐδεὶς ἡμῖν εἶπεν, οὐδεὶς διεστείλατο, ἠγνοήσαμεν, οὐδὲν ἡγούμεθα τὸ ἁμάρτημα εἶναι. ∆ιὰ τοῦτο  λέγω  καὶ διαμαρτύρομαι, ὅτι  τοῦ εἰς αἵρεσιν ἐμπεσεῖν  τὸ τὴν  Ἐκκλησίαν σχίσαι οὐκ ἔλαττόν ἐστι κακόν. Εἰπέ μοι, εἴ τις ὑπὸ βασιλεῖ τινι τυγχάνων, ἑτέρῳ μὲν βασιλεῖ μὴ πρόσθοιτο, μηδὲ δῷ  ἑαυτὸν  ἄλλῳ,  αὐτοῦ  δὲ ἐκείνου  τὴν  ἁλουργίδα λαβὼν καὶ κατασχὼν, ἀπὸ τῆς περόνης κατήνεγκεν ἅπασαν, καὶ διέῤῥηξεν εἰς πολλὰ ῥήγματα, ἆρα ἧττον ἂν τῶν  ἑτέρῳ προσθεμένων ἐκολάσθη; Τί δέ, εἰ μετὰ τούτου αὐτὸν τὸν βασιλέα ἀπὸ τοῦ λαιμοῦ κατασχὼν ἔσφαττε, κατὰ μέλος διαξαίνων αὐτοῦ τὸ σῶμα, ποίαν ἂν δίκην δοὺς, τὴν ἀξίαν ἔδωκεν; Εἰ δὲ εἰς βασιλέα τὸν ὁμόδουλον τοῦτο ἐργασάμενος, πάσης ἂν μείζονα δίκης εἰργάσατο· ὁ τὸν Χριστὸν σφάττων καὶ διαξαίνων   κατὰ   μέλος,   ποίας   γεέννης   οὐκ   ἔσται   ἄξιος;  ἆρα  ταύτης   [τῆς] ἀπειλουμένης;  Οὐκ ἔγωγε  οἶμαι,  ἀλλ' ἑτέρας  πολλῷ  χαλεπωτέρας.  Εἴπατε, ὅσαι πάρεστε  (ὡς  γὰρ  ἐπὶ  τὸ  πολὺ  γυναικῶν   τοῦτο  τὸ  ἐλάττωμα),  ταῖς  ἀπούσαις διηγήσασθε τοῦτο τὸ ὑπόδειγμα,  φοβήσατε. Εἴ τινες  ἡμᾶς λυπεῖν  καὶ ἀμύνασθαι τούτῳ νομίζουσιν, εὖ εἰδέτωσαν, ὅτι ταῦτα μάτην ποιοῦσιν. Εἰ γὰρ ἡμᾶς ἀμύνασθαι βούλει, ἐγώ σοι δίδωμι τρόπον, καθ' ὃν χωρὶς τῆς σῆς βλάβης ἀμύνασθαι δυνήσῃ· μᾶλλον δὲ οὐκ ἔστι χωρὶς βλάβης ἀμύνασθαι, πλὴν ἀλλὰ μετὰ ἐλάττονος  βλάβης· ῥάπισον, ἔμπτυσον  ἐντυχοῦσα  δημοσίᾳ, καὶ  πληγὰς  ἔντεινον.    ʹ.  Φρίττεις  ταῦτα ἀκούουσα; Ἂν εἴπω, Ἐμὲ ῥάπισον, φρίττεις· καὶ τὸν ∆εσπότην σου σπαράττεις, καὶ οὐ φρίττεις; τὰ μέλη τὰ ∆εσποτικὰ διαξαίνεις, καὶ οὐ τρέμεις; Οἶκός ἐστιν ἡ Ἐκκλησία πατρικός· Ἓν σῶμα, καὶ ἓν πνεῦμα. Ἀλλὰ βούλει με ἀμύνασθαι; Μέχρις ἐμοῦ στῆθι. Τί ἀντ' ἐμοῦ τὸν Χριστὸν ἀμύνῃ; μᾶλλον δὲ τί κατὰ τῶν ἥλων λακτίζεις; Οὐδαμοῦ μὲν  οὖν  τὸ ἀμύνασθαι  καλόν·  τὸ δὲ ἑτέρου ἀδικοῦντος  ἕτερον  ὑβρίζειν, πολλῷ χαλεπώτερον.  Παρ' ἡμῶν  ἠδίκησαι; τί  τὸν  οὐκ ἠδικηκότα  λυπεῖς;  τοῦτο  μανίας ἐσχάτης. Οὐκ εἰρωνευόμενος, ὃ μέλλω λέγειν, φημὶ, οὐδὲ ἁπλῶς, ἀλλ' ὡς ἔχω καὶ ὡς διάκειμαι· ἕκαστον τῶν σὺν ὑμῖν λυπουμένων  πρὸς ἡμᾶς, καὶ διὰ  ταύτην τὴν λύπην   βλαπτόντων   ἑαυτοὺς,   καὶ  ἀλλαχοῦ   πορευομένων,   ἐβουλόμην   πληγὰς ἐντείνειν  ἡμῖν εἰς τὴν ὄψιν αὐτὴν, καὶ γυμνοὺς ἀποδύσαντα αἰκίζεσθαι μάστιξιν, εἴτε δικαίως εἴτε ἀδίκως ἐγκαλοίη, καὶ μᾶλλον εἰς ἡμᾶς ἀφιέναι τὴν ὀργὴν, ἢ ταῦτα τολμᾷν, ἃ νῦν τολμῶσιν. Εἰ τοῦτο γέγονεν, οὐδὲν ἂν ἦν, οὐδαμινὸν ἄνθρωπον καὶ οὐδενὸς ἄξιον λόγου τοιαῦτα πάσχειν. Ἄλλως δὲ ἂν καὶ παρεκάλεσα ὁ ἠδικημένος καὶ  ὑβρισμένος  ἐγὼ  τὸν  Θεὸν,  καὶ  ἀφῆκεν  ὑμῖν  τὰ  ἁμαρτήματα·  οὐκ  ἐπειδὴ παῤῥησίαν ἔχω  τοσαύτην, ἀλλ' ἐπειδὴ  ὁ ἠδικημένος,  ὅταν  ὑπὲρ τοῦ ἠδικηκότος παρακαλῇ, πολλὴν  κέκτηται  τὴν παῤῥησίαν. Ἂν εἰς ἄνθρωπόν  τις ἁμάρτῃ, φησὶ, προσεύξονται περὶ αὐτοῦ. Εἰ δὲ μὴ ἠδυνάμην  ἐγὼ, ἑτέρους ἂν ἁγίους ἐζήτησα καὶ παρεκάλεσα, καὶ τοῦτο ἂν εἰργάσαντο. Νῦν δὲ τίνα καὶ παρακαλέσομεν, τοῦ Θεοῦ παρ'  ἡμῶν  ὑβριζομένου; Ὅρα ἀνωμαλίαν.  Τῶν  γὰρ  εἰς  τὴν  Ἐκκλησίαν  ταύτην τελούντων  οἱ μὲν οὐδέποτε προσίασιν, ἢ τοῦ ἐνιαυτοῦ ἅπαξ, καὶ τότε εἰκῆ καὶ ὡς ἔτυχεν·  οἱ δὲ συνεχέστερον μὲν, καὶ αὐτοὶ  δὲ εἰκῆ καὶ ἁπλῶς,  διαλεγόμενοι  καὶ ἐρεσχελοῦντες ὑπὲρ τοῦ μηδενός· οἱ δὲ δῆθεν σπουδάζειν δοκοῦντες, οὗτοί εἰσιν οἱ τὴν συμφορὰν ταύτην ἐργαζόμενοι. Εἰ γοῦν τούτων ἕνεκεν σπουδάζετε, βέλτιον καὶ ὑμᾶς μετὰ τῶν ἀμελούντων τετάχθαι· μᾶλλον δὲ τὸ βέλτιον ἦν, μήτε ἐκείνους εἶναι ἀμελεῖς, μήτε τοιούτους ὑμᾶς· οὐχ ὑμᾶς λέγω  τοὺς παρόντας, ἀλλ' ἐκείνους τοὺς ἀποπηδῶντας. Μοιχεία τὸ πρᾶγμά ἐστιν. Εἰ δὲ οὐ δέχῃ περὶ ἐκείνων ταῦτα ἀκούειν, οὐκοῦν οὐδὲ περὶ ἡμῶν· τῶν γὰρ δύο τὸ ἕτερον παρανόμως γεγενῆσθαι δεῖ. Εἰ μὲν οὖν περὶ ἡμῶν ταῦτα ὑποπτεύετε, ἕτοιμοι παραχωρῆσαι τῆς ἀρχῆς ὅτῳπερ ἂν βούλησθε· μόνον  Ἐκκλησία ἔστω μία· εἰ δὲ ἡμεῖς  ἐννόμως  γεγενήμεθα,  πείσατε καταθέσθαι τοὺς παρανόμους ἐπὶ τὸν θρόνον ἀναβεβηκότας. Ταῦτα εἶπον, οὐχ ὡς ἐπιτάττων,  ἀλλ'  ὑμᾶς ἀσφαλιζόμενος καὶ φρουρῶν. Ἐπειδὴ ἕκαστος ἡλικίαν  ἔχει, καὶ  τῶν  αὐτῷ  πεπραγμένων  δώσει  τὰς  δίκας,  παρακαλῶ  μὴ  τὸ  πᾶν  ἐφ'  ἡμᾶς ῥίψαντας, νομίζειν ἀνευθύνους εἶναι ὑμᾶς αὐτοὺς, ἵνα μὴ μάτην ἀπατῶντες ἑαυτοὺς κόπτητε. Λόγον μὲν γὰρ δώσομεν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ἀλλ' ὅταν τὰ παρ' ἡμῶν ἐλλείπῃ,     ὅταν     μὴ     παρακαλέσωμεν,     ὅταν     μὴ     νουθετήσωμεν,     ὅταν     μὴ διαμαρτυρώμεθα. Μετὰ δὲ ταῦτα, δότε καὶ ἐμοὶ εἰπεῖν· Καθαρὸς ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων,  καὶ, ὅτι Τὴν ψυχήν  μου ῥύσεται ὁ Θεός. Εἴπατε ὃ βούλεσθε, καὶ αἰτίαν δικαίαν   δι'  ἣν   ἄπιτε,   καὶ  ἀπολογήσομαι.  Ἀλλ'  οὐκ  ἐρεῖτε.  ∆ιὸ,  παρακαλῶ, σπουδάσατε καὶ ὑμᾶς αὐτοὺς ἐντεῦθεν ἤδη στῆσαι βεβαίως, καὶ τοὺς μετατεθέντας ἐπαναγαγεῖν, ἵνα ὁμοθυμαδὸν ἀναπέμψωμεν εὐχαριστίαν τῷ Θεῷ, ὅτι αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.



ΙΒʹ.Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ  τὰ  λοιπὰ  ἔθνη  περιπατεῖ,  ἐν  ματαιότητι  τοῦ  νοὸς  αὑτῶν,  ἐσκοτισμένοι  τῇ διανοίᾳ.

  αʹ.  Τὸν  διδάσκαλον,  οὐ  μόνον   συμβουλεύοντα   καὶ  διδάσκοντα   δεῖ  καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μαθητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ  παραδιδόντα.  Ἐπειδὴ  γὰρ  τὰ  παρὰ  τῶν   ἀνθρώπων   λεγόμενα,  ὡς  παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθ  άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν.  Τοῦτο οὖν καὶ ὁ Παῦλος ποιεῖ. Περὶ ταπεινοφροσύνης  γὰρ καὶ ἑνώσεως διαλεχθεὶς,  καὶ τοῦ μὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ  ἔθνη  περιπατεῖ.  Οὐκ εἶπε,  Μηκέτι  ὑμᾶς  περιπατεῖν,  καθὼς  περιπατεῖτε· πληκτικώτερος  γὰρ ὁ λόγος· ἀλλὰ τὸ αὐτὸ μὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παρά δειγμα ἤγαγε. Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη. ∆ιεστήκατε, φησὶ, τοῖς δόγμασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ· ἐγὼ δὲ ζητῶ τὰ παρ' ὑμῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν· τοῦτο ὑμέτερόν ἐστι. Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν  εἰρημένων  ἐμοὶ, ὅτι  οὐχ  ὑπεστειλάμην,  ἀλλ' εἶπον  πῶς  δεῖ περιπατεῖν.  Ἐν ματαιότητι,  φησὶ,  τοῦ  νοὸς  αὑτῶν.  Τί  ἐστι  νοῦ  ματαιότης;  Τὸ περὶ  τὰ  μάταια ἠσχολῆσθαι. Τίνα δέ ἐστι μάταια, ἀλλ' ἢ τὰ παρόντα  ἅπαντα;  περὶ ὧν  φησιν  ὁ Ἐκκλησιαστής· Ματαιότης  ματαιοτήτων,  τὰ  πάντα  ματαιότης.  Ἀλλ'  ἐρεῖ  τις·  Εἰ μάταια καὶ ματαιότης, τίνος  ἕνεκεν  γέγονεν;  εἰ τοῦ Θεοῦ ἔργα, πῶς μάταια; καὶ πολὺς περὶ τούτων ὁ λόγος. Ἀλλ' ἄκουε, ἀγαπητέ· Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε μάταια, μὴ γένοιτο·  οὐκ οὐρανὸς μάταιος, οὐδὲ γῆ ματαία, μὴ γένοιτο·  οὐχ  ἥλιος,  οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶμα τὸ ἡμέτερον· πάντα γὰρ ταῦτα καλὰ λίαν· ἀλλὰ τί μάταιον; Ἀκούσωμεν αὐτοῦ λέγοντος τοῦ Ἐκκλησιαστοῦ· Ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐγένετό μοι ποίμνια καὶ βουκόλια, συνήγαγον χρυσίον καὶ ἀργύριον· καὶ εἶδον ὅτι πάντα ματαιότης· καὶ πάλιν, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἄκουε καὶ τοῦ Προφήτου λέγοντος·  Θησαυρίζει, καὶ οὐ γινώσκει  τίνι  συνάξει αὐτά. Κατὰ τοῦτο ματαιότης ματαιοτήτων, αἱ λαμπραὶ οἰκοδομαὶ, ὁ πολὺς καὶ περιῤῥέων χρυσὸς, τῶν ἀνδραπόδων  αἱ ἀγέλαι  κατὰ τὴν  ἀγορὰν σοβοῦσαι, ὁ τῦφος  καὶ ἡ κενοδοξία, τὰ φρονήματα καὶ ὁ κόμπος. Ταῦτα γὰρ πάντα μάταια· οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ  παρ'  ἡμῶν  δεδημιούργηται.  Τί  δήποτε  δὲ  μάταια;  Ὅτι  οὐδὲν  ἔχει  τέλος χρηστόν. Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας  σκορπίζηται. Ὅταν δὲ εἰς τρυφὴν  ἀναλώσῃς, ἴδωμεν  αὐτῶν  τὸ τέλος τί ποτέ ἐστι· λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία  σαρκὸς, καὶ θερμότης  καὶ ἔκλυσις. Ὡς γὰρ ἂν  εἴ τις  τετρημένον  πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ ὁ τρυφῶν εἰς πίθον τετρημένον ἀντλεῖ. Ἄλλως δὲ, μάταιον λέγεται τὸ προσδοκηθὲν μὲν ἔχειν τιμὴν, μὴ ἐσχηκὸς δέ· ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς  ἐλπίδας,  καὶ τὸ εἰκῆ. Καὶ ἁπλῶς  δὲ μάταιον  λέγεται  τὸ πρὸς μηδὲν χρήσιμον. Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα.  Φάγωμεν καὶ πίωμεν· αὔριον  γὰρ  ἀποθνήσκομεν.  Τί οὖν  τὸ  τέλος,  εἰπέ  μοι; Φθορά. Ἐνδυσώμεθα  καὶ περιβαλώμεθα, καὶ τί τὸ πέρας; Οὐδέν. Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ μάτην· τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν. Τί δὲ ἡ παρὰ τῶν πολλῶν  τιμή; Οὐδέν. Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιμὴν  παρεχόμενοι  ἀπόλλυνται,  πολλῷ μᾶλλον ἡ τιμή. Ὁ τιμὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν· εἰ δὲ μὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιμὰς ζητοῦμεν ἐξ εὐτελῶν καὶ εὐκαταφρονήτων  ἀνδρῶν, ἀτίμων ὄντων καὶ ἐπονειδίστων. Ποία οὖν αὕτη τιμή; βʹ. Ὁρᾷς  ὅτι  ματαιότης  ματαιοτήτων   τὰ  πάντα;  ∆ιὰ  τοῦτο  ἔλεγεν·  Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ' ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι  τὰ προσκυνούμενα; Ἥλιον φαίνειν  ἡμῖν ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον   τὸν  ἑαυτοῦ  προσκυνεῖ;  Ἥλιος  παρέχει  τὸ  φῶς·  ἀλλ'  ὅταν  ἐκεῖνος  μὴ  δύνηται, λύχνος δύναται· τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ. Ὢ τοῦ γέλωτος! τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα δὲ καὶ ἑτέραν πάλιν· Τὸ προσκυνούμενον τί σβεννύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί μὴ συγχωρεῖς τὴν οἰκίαν ἐμπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεμέσθω σου τὸ σῶμα, μὴ τῷ πυθμένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβάλῃς· εἴσαγε εἰς τὰ ταμεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱμάτια. Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν  τινος  ἐπεισέλθῃ,  πάντοθεν  ἐλαύνεις,  πάντας  συγκαλεῖς,  καὶ  ὥσπερ θηρίου τινὸς  ἐπεισελθόντος,  ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι. Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν  ἐνστερνίσασθαι, καὶ  μακαριότητα  ἐμαυτοῦ  ἡγοῦμαι,  οὐχ  ὅταν  τὴν  οἰκίαν ἐπισκέπτηται τὴν ἐμὴν, ἀλλ' ἂν εἰς τὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐμήν. Ἕλκυσον καὶ σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν. Γέλως ταῦτα, καὶ ματαιότης. Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν· εἰς διακονίαν,  εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ· ἐκεῖνο δι' ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό. Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν μαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλκεύς. Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός. Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δημιουργοῦ, ἀλλ' οὐ θεός· ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη. Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται  οἰκίας, οὐδαμοῦ ἵσταται; ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ' ὁμοίως πᾶσι κέχρηται. Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰσχύνεσθε; Ὄντως καλῶς εἶπεν· Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν. Ἀλλ' ὁ ἥλιος, φησὶ, θεός. Τοῦτο γὰρ, εἰπέ μοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ' οὐχ ὁρᾷς αὐτὸν νικώμενον  ὑπὸ τῶν νεφῶν,  καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόμενον; Καίτοι γε νέφος ἀσθενέστερον ἡλίου, ἀλλ' ὅμως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Ὁ Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐνδεής· τοῦτο δὲ οὐκ ἔστι Θεοῦ. ∆εῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ· ὡς ὅ γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι· δεῖται καὶ ὕδατος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε μὴ καταφλέξαι. Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν  ἂν  ἐκώλυσεν  ἐκπυρωθῆναι  τὰ  πάντα.  Ὁρᾷς οὖν,  φησὶν,  ὅτι  θεός; Ὢ τῆς μανίας! ὢ τοῦ γέλωτος! ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ μὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς μὲν  βλάπτει,  οὐδενὸς  δεῖται, ἐν  οἷς δὲ ὠφελεῖ,  πολλῶν  ἑτέρων χρῄζει· Θεοῦ δὲ τὸ μὲν  βλάπτειν,  πόῤῥω, τὸ δὲ ὠφελεῖν,  οἰκεῖον.  Ὅταν οὖν  τὸ ἐναντίον  ᾖ, πῶς θεός;  Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν; ∆ιὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής· καλὸς μὲν, ἵνα ἐπιγινώσκῃς  τὸν ∆εσπότην· ἀσθενὴς δὲ, ἵνα μὴ ∆εσπότην αὐτὸν εἶναι λέγῃς. Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρματα. Τί οὖν μὴ παρὰ τοῦτο  καὶ ἡ κόπρος θεός;  καὶ γὰρ καὶ ἐκείνη  τρέφει.  Τί μὴ παρὰ τοῦτο  καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖρες; ∆εῖξόν μοι μόνον τρέφοντα  τὸν ἥλιον, καὶ μηδενὸς δεόμενον, μήτε γῆς, μήτε ὕδατος, μήτε γεωργίας· ἀλλὰ βαλλέσθω τὰ σπέρματα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω  τοὺς ἀστάχυας. Εἰ δὲ οὐκ αὐτοῦ μόνου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί μὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ μήπω περὶ τούτου. ∆ιὰ τί μὴ καὶ ἡ γῆ θεός; διὰ τί μὴ καὶ ἡ κόπρος, καὶ ἡ δίκελλα;  Πάντα οὖν, εἰπέ μοι, προσκυνήσομεν; Ὢ τῆς ληρωδίας! Καίτοι μᾶλλον  ἄνευ ἡλίου γένοιτο  ἄσταχυς, ἢ ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα. Γῆς μὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη· εἰ δέ τις ἐν κεραμίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες, γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται  δὲ ὅμως τὰ φυτά. Ὥστε πλείων  ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια,  καὶ  ταῦτα  μᾶλλον  ἐκείνου  χρὴ  προσκυνεῖν.  Οὐρανοῦ δεῖται, ἀέρος  δεῖται,   ὑδάτων   δεῖται   τούτων,   ὥστε   μὴ   βλάπτειν   καθάπερ   χαλινῶν κατεχόντων   αὐτοῦ  τὴν  τῆς  δυνάμεως  ἀγριότητα,  καὶ  οὐκ  ἐώντων   ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον. Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι· σωμάτων γὰρ ὄντως τοῦτο μόνον. Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναμις, εἰπέ μοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός μοι λόγος. Τί δὲ ἡ δύναμις ἐκείνη; φωτιστική τί[ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον; γʹ. Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος  πάλιν  φιλονείκου.  Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως. Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι  τὴν  διάνοιαν.  Ἀλλὰ  περὶ  βίου  ταῦτά  φησι  νῦν·  Πορνεύουσι καὶ μοιχεύουσιν  Ἕλληνες.  Εἰκότως· οἱ  γὰρ  τοιούτους  ὑπογράφοντες  ἑαυτοῖς  θεοὺς, πάντα   ἀκολούθως   ἐργάζονται·   κἂν   τοὺς   τῶν   ἀνθρώπων    δυνηθῶσι   λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος, μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι· καὶ θέα τὴν σατανικὴν ἔννοιαν.  Ὅταν μὲν λέγωσιν  αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κολάσεως διαλέγωνται,  Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ' οἱ φιλόσοφοι,  φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως,  καὶ τούτων  κρεῖττον. Πῶς; οἱ τὴν εἱμαρμένην  ἐπεισάγοντες,  καὶ  ἀπρονόητα  εἶναι  λέγοντες  τὰ  πάντα,  καὶ  μηδενὶ μέλειν μηδενὸς, ἀλλ' ἐξ ἀτόμων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ  τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας  ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους  πείθοντες,  ὅτι καὶ κύων  ἐγένετό ποτέ τις, καὶ λέων  καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων,  ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν  ἐνόμισεν  αὐτόματον· ὑπὸ φραγμοῦ  πάλιν  κατασχεθεὶς, ἐνόμισεν  ἄνθρωπόν τινα ἢ δαίμονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον,  οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδεραστία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον  ἔχουσιν. Ἀλλ' ἴδοις ἂν αὐτὸν  ἀπὸ μὲν νεκροῦ λουόμενον,  ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι  τὸ πᾶν  διαλελύσθαι  νομίζοντα·  οὕτως  ἐσκοτισμένοι εἰσὶ τῇ  διανοίᾳ. Πολλῶν δειμάτων αὐτοῖς ἡ ψυχὴ μεστή, οἷον, Ὁ δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας· πάντως  μυρία δεῖ κακὰ συμπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν· συμφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί· καὶ τοῦτο συμφορῶν σημεῖον. Καὶ ταῦτα  μὲν περὶ τὴν  οἰκίαν  τὰ κακά· ἔξω δὲ ἐξελθόντι  ὁ ὀφθαλμός  μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκμήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ  τοῦτο ποιοῦνται. Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσαρασσόμενοι τῷ  ἱστόποδι,  σημεῖον  καὶ  τοῦτο  ποιοῦνται·  καὶ  μυρία  ἕτερα γέλωτος  ἄξια. Κἂν ὄνος  ἀνακράξῃ, κἂν  ἀλεκτρυὼν,  κἂν  πτάρῃ  τις,  κἂν  ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι,  πάντα  ὑποπτεύουσι,  καὶ  μυρίων  εἰσὶν  ἀνδραπόδων  δουλικώτεροι. Ἀλλὰ μὴ καὶ ἡμεῖς· ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν  οὐρανῷ  πολιτευόμενοι,  καὶ  πρὸς  τὴν  γῆν  οὐδὲν  ἔχοντες  κοινὸν,  ἓν  μόνον ἡγώμεθα  εἶναι  φοβερὸν  τὴν  ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου. Ὑπὲρ δὴ τούτων εὐχαριστῶμεν τῷ Θεῷ· σπουδάσωμεν, μηδέποτε μήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡμῖν τῶν φίλων ἑάλωκε, διαῤῥήξωμεν αὐτοῦ τὰ δεσμὰ, ἀποδύσωμεν αὐτὸν  τῆς χαλεπωτάτης  καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔλυτον αὐτὸν  ἐργασώμεθα πρὸς τὸν  δρόμον τὸν  εἰς τὸν  οὐρανὸν,  τὰ πτερὰ βαρούμενα ἀνορθώσωμεν,  καὶ  βίου  καὶ  δόγματος  ἕνεκεν  διδάσκωμεν  φιλοσοφεῖν.  Εὐ  χαριστῶμεν τῷ Θεῷ πάντων  ἕνεκεν· παρακαλῶμεν αὐτὸν, μὴ ἀναξίους ἡμᾶς ἀποφανῆναι  τῆς παρασχεθείσης δωρεᾶς·  καὶ αὐτοὶ μετὰ τούτων  σπουδάζωμεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν. Οὕτω γὰρ δυνησό  μεθα τῶν  μυρίων  ἀγαθῶν  ἐπιτυχεῖν·  ὧν  γένοιτο  πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |