ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑʹ Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους

Κυριακή 30 Οκτωβρίου 2016

ΙΑʹ Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

ΙΑʹ Ἰδὼν δὲ πολλοὺς τῶν Σαδδουκαίων καὶ Φαρισαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ, εἶπεν αὐτοῖς· Γεννήματα ἐχιδνῶν,  τίς ὑπέδειξεν ὑμῖν φυγεῖν  ἀπὸ τῆς μελλούσης ὀργῆς;


αʹ. Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι οὐκ ἐπίστευσαν Ἰωάννῃ; Ὅτι οὐκ ἦν τοῦτο πιστεῦσαι, τὸ τὸν κηρυττόμενον ὑπ' αὐτοῦ μὴ δέξασθαι Ἐπεὶ καὶ τοῖς Προφήταις  ἔδοξαν  προσέχειν  καὶ  τῷ  Νομοθέτῃ· ἀλλ'  ὅμως  ἔφησεν  αὐτοὺς  μὴ προσεσχηκέναι, ἐπειδὴ  τὸν  παρ' ἐκείνων  προφητευόμενον  οὐκ ἐδέξαντο.  Εἰ γὰρ ἐπιστεύσατε,  φησὶ,  Μωϋσῇ,  ἐπιστεύσατε  ἂν  ἐμοί·   Καὶ  μετὰ  ταῦτα   δὲ ἐρωτώμενοι παρὰ τοῦ Χριστοῦ, Τὸ βάπτισμα Ἰωάννου πόθεν ἐστίν; ἔλεγον, ὅτι Ἐὰν εἴπωμεν, ἀπὸ γῆς, φοβούμεθα τὸν ὄχλον· ἐὰν εἴπωμεν, ἀπὸ οὐρανοῦ, ἐρεῖ ἡμῖν, Πῶς οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; Ὥστε ἐξ ἁπάντων  τούτων δῆλον, ὅτι παρεγένοντο μὲν καὶ  ἐβαπτίσθησαν· οὐ μὴν  ἔμειναν  ἐπὶ  τῆς  πίστεως  τοῦ  κηρύγματος.  Καὶ γὰρ ὁ Ἰωάννης  δείκνυσιν  αὐτῶν  τὴν  πονηρίαν,  ἐξ  ὧν  πρὸς  τὸν  Βαπτιστὴν  ἔπεμπον λέγοντες· Εἰ σὺ εἰ Ἠλίας; εἰ σὺ εἶ ὁ Χριστός; διὸ καὶ ἐπήγαγεν·


Οἱ δὲ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων. Τί οὖν;  οὐχὶ καὶ οἱ ὄχλοι τὸ αὐτὸ τοῦτο ἐνόμιζον; φησίν. Ἀλλ' οἱ μὲν ὄχλοι ἀπὸ γνώμης ἀπλάστου τοῦτο ὑπώπτευον· οἱ δὲ Φαρισαῖοι, ἐπιλαβέσθαι βουλόμενοι. Ἐπειδὴ γὰρ ὡμολόγητο ἀπὸ τῆς κώμης τοῦ ∆αυῒδ ἔρχεσθαι τὸν  Χριστὸν, οὗτος  δὲ  ἀπὸ  τῆς  Λευϊτικῆς  φυλῆς  ἦν,  ἔνεδρα  ἐτίθεσαν  ἐκ  τῆς ἐρωτήσεως, ἵνα εἴ τι τοιοῦτον εἴποι, ταχέως ἐπιθῶνται. Τοῦτο γοῦν καὶ ἐκ τῶν ἑξῆς ἐδήλωσε· μηδὲν γὰρ ὧν προσεδόκησαν ὁμολογήσαντος, καὶ οὕτως ἐπιλαμβάνονται λέγοντες· Τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστός; Καὶ ἵνα μάθῃς ὅτι ἑτέρᾳ μὲν οἱ Φαρισαῖοι, ἑτέρᾳ δὲ ὁ δῆμος παρεγένοντο γνώμῃ, ἄκουσον πῶς ὁ Εὐαγγελιστὴς καὶ τοῦτο ἐδήλωσε· περὶ μὲν τοῦ δήμου λέγων,  ὅτι Παρεγίνοντο καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ,  ἐξομολογούμενοι  τὰς  ἁμαρτίας  αὐτῶν·  περὶ  δὲ  τῶν  Φαρισαίων  οὐκέτι ὁμοίως, ἀλλ' ὅτι Ἰδὼν πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους, ἔλεγε· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Βαβαὶ τῆς μεγαλονοίας! Πῶς διαλέγεται πρὸς ἀνθρώπους αἱμάτων ἀεὶ διψῶντας προφητικῶν, καὶ ὄφεων  οὐδὲν ἄμεινον  διακειμένους·  πῶς καὶ αὐτοὺς, καὶ τοὺς γεγεννηκότας μετὰ πολλῆς διαβάλλει τῆς παῤῥησίας. Ναὶ, φησίν· ἀλλ' ἡ μὲν παῤῥησία πολλή· τὸ δὲ ζητούμενον,  εἰ λόγον  ἔχει τινὰ  ἡ παῤῥησία αὕτη. Οὐδὲ γὰρ ἁμαρτάνοντας  εἶδεν, ἀλλὰ μεταβαλλομένους· διόπερ οὐδὲ ἐγκαλέσαι ἐχρῆν, ἀλλὰ καὶ ἐπαινέσαι καὶ ἀποδέξασθαι, ὅτι πόλιν ἀφέντες καὶ οἰκίας ἔδραμον ἀκουσόμενοι τοῦ κηρύγματος. Τί οὖν ἂν εἴποιμεν; Ὅτι οὐ τοῖς παροῦσιν, οὐδὲ τοῖς γινομένοις  προσεῖχεν, ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας αὐτῶν ἠπίστατο, τοῦ Θεοῦ τοῦτο ἐκκαλύψαντος.  Ἐπεὶ οὖν μέγα ἐφρόνουν  ἐπὶ τοῖς προγόνοις, καὶ τοῦτο αἴτιον αὐτοῖς τῆς ἀπωλείας  ἐγίνετο, καὶ εἰς ῥᾳθυμίαν  ἐνέβαλλε,  τὴν  ῥίζαν τῆς ἀπονοίας  περικόπτει. ∆ιὰ τοῦτο καὶ ὁ Ἡσαΐας ἄρχοντας Σοδόμων καλεῖ, καὶ λαὸν Γομόῤῥας· καὶ ἕτερος προφήτης φησίν· Οὐχ  ὡς  υἱοὶ  Αἰθιόπων  ὑμεῖς  ἐστε;  καὶ  πάντες   αὐτοὺς  ταύτης  ἀπάγουσι  τῆς ὑπολήψεως,  τὸ  φύσημα  αὐτῶν  κενοῦντες,  τὸ  μυρίων  αὐτοῖς  αἴτιον  γενόμενον κακῶν. Ἀλλ' οἱ μὲν Προφῆται, φησὶν, εἰκότως· ἁμαρτάνοντας γὰρ ἑώρων· ἐνταῦθα δὲ τίνος ἕνεκεν καὶ διὰ τί πειθομένους ὁρῶν αὐτῷ, τοῦτο ποιεῖ; Ἵνα ἁπαλωτέρους ἐργάσηται. Εἰ δέ τις  μετὰ ἀκριβείας προσέχοι τοῖς  λεγομένοις,  καὶ ἐγκωμίῳ  τὴν ἐπιτίμησιν  ἐκέρασε. Θαυμάζων γὰρ αὐτοὺς, ὅτι ὀψὲ γοῦν ποτε τὰ ἀδύνατα αὐτοῖς σχεδὸν εἶναι  δοκοῦντα  ἠδυνήθησαν,  ταῦτα  ἔλεγεν.  Ἐφελκομένου  τοίνυν  αὐτοὺς μᾶλλόν  ἐστιν ἡ ἐπιτίμησις, καὶ παρασκευάζοντος ἀνανῆψαι.  Ὅταν γὰρ φαίνηται ἐκπληττόμενος,  καὶ τὴν ἔμπροσθεν δείκνυσιν αὐτῶν πονηρίαν πολλὴν  οὖσαν, καὶ τὴν μεταβολὴν θαυμαστὴν καὶ παράδοξον. Τί γὰρ γέγονε, φησὶν, ὅτι παῖδες ὄντες ἐκείνων,   καὶ  οὕτω  τραφέντες   κακῶς,  μετενόησαν;  πόθεν   ἡ  τοσαύτη  γέγονε μεταβολή; τίς τὸ τραχὺ τῆς γνώμης  αὐτῶν κατεμάλαξε; τίς διώρθωσε τὸ ἀνίατον; Καὶ ὅρα πῶς αὐτοὺς εὐθέως ἀπὸ τῶν  προοιμίων  ἐξέπληξε, τοὺς περὶ τῆς γεέννης προκαταβαλλόμενος  λόγους. Οὐ γὰρ εἶπε τὰ εἰωθότα· Τίς ὑπέδειξεν  ὑμῖν  φυγεῖν τοὺς πολέμους, τὰς τῶν  βαρβάρων ἐφόδους, τὰς αἰχμαλωσίας, τοὺς λιμοὺς, τοὺς λοιμούς; ἀλλ' ἄλλην τινὰ κόλασιν προανεκρούετο μηδέποτε αὐτοῖς φανερὰν γεγενημένην,  οὕτω λέγων· Τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;


 βʹ. Καλῶς δὲ αὐτοὺς καὶ γεννήματα ἐχιδνῶν  ἐκάλεσε  Καὶ γὰρ ἐκεῖνο τὸ θηρίον διαφθεῖρον  τὴν  ὠδίνουσαν,  καὶ  διατρῶγον   τὴν  γαστέρα  αὐτῆς,  οὕτω  λέγεται προϊέναι εἰς φῶς· ὅπερ καὶ οὗτοι ἐποίουν, πατραλοῖαι καὶ μητραλοῖαι γινόμενοι, καὶ τοὺς διδασκάλους ταῖς ἑαυτῶν  διαφθείροντες  χερσίν. Ἀλλ' οὐχ ἵσταται μέχρι τῆς ἐπιτιμήσεως, ἀλλὰ καὶ συμβουλὴν εἰσάγει· Ποιήσατε γὰρ, φησὶ, καρποὺς ἀξίους τῆς μετανοίας.  Οὐ γὰρ ἀρκεῖ τὸ φυγεῖν  τὴν  πονηρίαν,  ἀλλὰ  καὶ ἀρετὴν  δεῖ πολλὴν ἐπιδείξασθαι. Μὴ γάρ μοι τὰ ἐναντία  καὶ συνήθη, ὅτε πρὸς ὀλίγον  συστελλόμενοι χρόνον, πρὸς τὴν αὐτὴν ἐπανῇτε πάλιν  πονηρίαν. Οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς παραγεγόναμεν, ὡς καὶ οἱ ἔμπροσθεν Προφῆται. Ἐξηλλαγμένα γὰρ τὰ παρόντα. καὶ ὑψηλότερα,  ἐπεὶ καὶ αὐτὸς παραγίνεται  λοιπὸν  ὁ Κριτὴς, αὐτὸς ὁ τῆς βασιλείας ∆εσπότης, πρὸς μείζονα ἄγων φιλοσοφίαν, εἰς τὸν οὐρανὸν καλῶν, καὶ πρὸς τὰς ἐκεῖ διατριβὰς ἀνέλκων. ∆ιὰ τοῦτο καὶ τὸν περὶ τῆς γεέννης ἀνακαλύπτω λόγον· καὶ γὰρ καὶ τὰ ἀγαθὰ καὶ τὰ λυπηρὰ, ἀθάνατα. Μὴ τοίνυν  τοῖς αὐτοῖς ἐμμένετε, μηδὲ τὰς εἰωθυίας   προβάλλεσθε  προφάσεις,  τὸν  Ἀβραὰμ,  τὸν  Ἰσαὰκ,  τὸν  Ἰακὼβ,  τῶν προγόνων  τὴν εὐγένειαν. Ταῦτα δὲ ἔλεγεν, οὐ κωλύων  αὐτοὺς λέγειν  ἐξ ἐκείνων εἶναι  τῶν  ἁγίων,  ἀλλὰ  κωλύων   μὴ  τούτῳ  θαῤῥεῖν,  τῆς  κατὰ  ψυχὴν   ἀρετῆς ἀμελοῦντας,   καὶ   τὰ   κατὰ   διάνοιαν   εἰς   μέσον   ἐκφέρων,   καὶ   τὰ   μέλλοντα προφητεύων.  Καὶ γὰρ μετὰ ταῦτα φαίνονται  λέγοντες·  Ἡμεῖς πατέρα ἔχομεν τὸν Ἀβραὰμ, καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε. Ἐπεὶ οὖν τοῦτο ἦν, ὃ μάλιστα αὐτοὺς εἰς ἀπόνοιαν ἦρε καὶ ἀπώλεσε, πρῶτον αὐτὸ καταστέλλει. Ὅρα δὲ πῶς μετὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς τὴν ὑπὲρ τούτων ποιεῖται διόρθωσιν. Εἰπὼν γὰρ, Μὴ δόξητε λέγειν,  ὅτι πατέρα ἔχομεν τὸν Ἀβραὰμ, οὐκ εἶπεν, Οὐδὲν γὰρ ὑμᾶς ὁ πατριάρχης ὠφελῆσαι δυνήσεται· ἀλλ' ἡμερώτερόν πως καὶ προσηνέστερον αὐτὸ τοῦτο ᾐνίξατο εἰπών· ∆ύναται γὰρ ὁ Θεὸς ἐκ τῶν λίθων  τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Τινὲς μὲν οὖν φασιν, ὅτι περὶ τῶν ἐθνῶν ταῦτα λέγει, λίθους αὐτοὺς μεταφορικῶς καλῶν· ἐγὼ δὲ καὶ ἑτέραν ἔννοιαν τὸ εἰρημένον φημὶ ἔχειν. Ποίαν δὴ ταύτην; Μὴ νομίζετε, φησὶν, ὅτι ἐὰν ὑμεῖς ἀπόλησθε, ἄπαιδα ποιήσετε τὸν πατριάρχην. Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Τῷ γὰρ Θεῷ δυνατὸν καὶ ἀπὸ λίθων ἀνθρώπους αὐτῷ δοῦναι, καὶ εἰς τὴν συγγένειαν  ἐκείνην  ἀγαγεῖν,  ἐπεὶ καὶ ἐξ ἀρχῆς οὕτως ἐγένετο. Τῷ γὰρ ἐκ λίθων ἀνθρώπους γενέσθαι ὅμοιον ἦν τὸ ἀπὸ τῆς μήτρας ἐκείνης τῆς σκληρᾶς προελθεῖν παιδίον. Ὅπερ οὖν καὶ ὁ Προφήτης αἰνιττόμενος ἔλεγεν· Ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν,  ἐξ ἧς  ἐλατομήθητε,  καὶ  εἰς  τὸν  βόθυνον  τοῦ  λάκκου,  ἐξ οὗ ὠρύχθητε· ἐμβλέψατε  εἰς  Ἀβραὰμ τὸν  πατέρα  ὑμῶν,  καὶ  εἰς  Σάῤῥαν τὴν  ὠδίνουσαν  ὑμᾶς. Ταύτης τοίνυν τῆς προφητείας αὐτοὺς ἀναμιμνήσκει, δεικνὺς ὅτι εἰ ἐξ ἀρχῆς οὕτω θαυμαστὸν αὐτὸν ἐποίησε πατέρα, ὡσανεὶ καὶ ἐκ λίθων αὐτὸν ἐποίησε, δυνατὸν καὶ νῦν τοῦτο γενέσθαι. Καὶ ὅρα πῶς καὶ φοβεῖ καὶ ἐκκόπτει. Οὐ γὰρ εἶπεν, ὅτι ἤγειρεν ἤδη, ἵνα μὴ ἀπογνῶσιν ἑαυτῶν· ἀλλ' ὅτι ∆ύναται ἐγεῖραι. Καὶ οὐκ εἶπεν, ὅτι δύναται ἀνθρώπους ποιῆσαι ἀπὸ λίθων, ἀλλ' ὃ πολλῷ μεῖζον ἦν, καὶ συγγενεῖς καὶ παῖδας τοῦ Ἀβραάμ. Εἶδες πῶς τέως ἀπέστησεν αὐτοὺς τῆς περὶ τὰ σωματικὰ φαντασίας, καὶ τῆς εἰς τοὺς προγόνους καταφυγῆς, ἵνα ἐν τῇ οἰκείᾳ μετανοίᾳ καὶ σωφροσύνῃ τὴν ἐλπίδα τῆς σωτηρίας ἔχωσιν;  εἶδες πῶς τὴν τῆς σαρκὸς ἐκβαλὼν  συγγένειαν, τὴν ἀπὸ τῆς πίστεως εἰσάγει;


γʹ. Σκόπει τοίνυν πῶς καὶ διὰ τῶν ἑξῆς αὔξει τούτων  τὸν φόβον, καὶ ἐπιτείνει τὴν ἀγωνίαν. Εἰπὼν γὰρ, ὅτι ∆ύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, ἐπήγαγε· Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· διὰ πάντων  τὸν λόγον φοβερὸν ποιῶν. Καὶ γὰρ καὶ αὐτὸς πολλὴν ἀπὸ τοῦ βίου τὴν παῤῥησίαν εἶχε, κἀκεῖνοι σφοδρᾶς ἐδέοντο τῆς ἐπιπλήξεως, πολὺν ἤδη χερσωθέντες χρόνον. Τί γὰρ λέγω, φησὶν, ὅτι ἐκπίπτειν  μέλλετε τῆς πρὸς τὸν πατριάρχην συγγενείας, καὶ ἑτέρους ὁρᾷν τοὺς ἀπὸ λίθων εἰς τὴν ὑμετέραν εἰσαγομένους προεδρίαν; Οὐδὲ γὰρ μέχρι τούτου τὰ τῆς τιμωρίας  ὑμῖν, ἀλλὰ καὶ περαιτέρω προβήσεται τὰ τῆς κολάσεως. Ἤδη γὰρ, φησὶν, ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. Οὐδὲν φοβερώτερον ταύτης τοῦ λόγου τῆς τροπῆς. Οὐκέτι γὰρ δρέπανον πετόμενον, οὐδὲ φραγμοῦ καθαίρεσις, οὐδὲ τὸ καταπατεῖσθαι τὸν ἀμπελῶνα·  ἀλλ' ἀξίνη  σφόδρα ἀκμάζουσα, καὶ  τὸ  δὴ  χαλεπώτερον,  ὅτι  καὶ  ἐπὶ θύραις αὕτη. Ἐπειδὴ γὰρ τοῖς προφήταις συνεχῶς ἀπιστοῦντες ἔλεγον· Ποῦ ἐστιν ἡ ἡμέρα Κυρίου; καὶ, Ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραὴλ, ἵνα γνῶμεν·  διὰ τὸ μετὰ πολλὰ πολλάκις ἔτη ἐκβαίνειν τὰ λεγόμενα· καὶ ταύτης αὐτοὺς ἀπάγων τῆς παραμυθίας, ἐγγὺς αὐτῶν ἵστησι τὰ δεινά. Καὶ τοῦτο ἐδήλωσε τῷ εἰπεῖν, Ἤδη, καὶ τῷ  τῇ  ῥίζῃ αὐτὴν  προσαγαγεῖν.  Οὐδὲν γὰρ  τὸ  μέσον λοιπὸν,  φησὶν,  ἀλλ' αὐτῇ ἐπίκειται  τῇ ῥίζῃ. Καὶ οὐκ εἶπε, Τοῖς κλάδοις, οὐδὲ, Τοῖς καρποῖς, ἀλλὰ, Τῇ ῥίζῃ· δεικνὺς αὐτοὺς, εἰ ῥᾳθυμήσαιεν, ἀνίατα πεισομένους δεινὰ, καὶ οὐδὲ ἐλπίδα ἕξοντας θεραπείας. Οὐδὲ γὰρ δοῦλός ἐστιν ὁ παραγενόμενος, ὡς οἱ πρότερον· ἀλλ' αὐτὸς ὁ τῶν ὅλων ∆εσπότης, σφοδρὰν ἐπάγων τὴν τιμωρίαν καὶ δυνατωτάτην.  Ἀλλ' ὅμως καὶ  φοβήσας  πάλιν,  οὐκ  ἀφίησιν  αὐτοὺς  εἰς  ἀπόγνωσιν  ἐμπεσεῖν·  ἀλλ'  ὥσπερ ἀνωτέρω οὐκ εἶπεν, ὅτι Ἤγειρεν, ἀλλ' ὅτι ∆ύναται ἐγεῖραι τέκνα τῷ Ἀβραὰμ, φοβῶν τε ὁμοῦ καὶ παραμυθούμενος· οὕτω καὶ ἐνταῦθα οὐκ εἶπεν, ὅτι Ἥψατο τῆς ῥίζης, ἀλλ' ὅτι Ἐπίκειται καὶ ὁμιλεῖ τῇ ῥίζῃ· καὶ οὐδεμίαν ἀναβολὴν  ἐνδείκνυται.  Πλὴν ἀλλὰ καὶ οὕτως ἐγγὺς αὐτὴν ἀγαγὼν, ὑμᾶς κυρίους ποιεῖ τῆς τομῆς. Ἂν μὲν γὰρ μεταβάλησθε καὶ γένησθε βελτίους, ἀπελεύσεται μηδὲν ἐργασαμένη ἡ ἀξίνη αὕτη· ἂν δὲ τοῖς αὐτοῖς ἐπιμείνητε, πρόῤῥιζον ἀνασπάσει τὸ δένδρον. ∆ιά τοι τοῦτο οὔτε ἀφέστηκε τῆς ῥίζης, οὔτε ἐπικειμένη  τέμνει, τὸ μὲν ἵνα μὴ ἀναπέσητε, τὸ δὲ ἵνα μάθητε,  ὅτι  δυνατὸν  καὶ ἐν  βραχεῖ χρόνῳ  μεταβαλ[λ]ομένους  σωθῆναι.  ∆ιὸ καὶ πάντοθεν αὔξει τὸν φόβον, διεγείρων αὐτοὺς καὶ ὠθῶν πρὸς μετάνοιαν. Καὶ γὰρ τὸ τῶν προγόνων  ἐκπεσεῖν, καὶ τὸ ἑτέρους ἀντεισαχθῆναι, καὶ τὸ ἐπὶ θύραις εἶναι τὰ δεινὰ,  καὶ τὸ ἀνήκεστα  πείσεσθαι, ἅπερ ἀμφότερα  διὰ τῆς  ῥίζης καὶ τῆς  ἀξίνης ἐδήλωσεν, ἱκανὰ ἦν καὶ τοὺς σφόδρα ἀναπεπτωκότας διαναστῆσαι, καὶ ἐναγωνίους ἐργάσασθαι. Τοῦτο γοῦν  καὶ ὁ Παῦλος δηλῶν  ἔλεγεν,  ὅτι Λόγον συντετμημένον ποιήσει Κύριος ἐπὶ τὴν οἰκουμένην ὅλην. Ἀλλὰ μὴ φοβηθῇς· μᾶλλον δὲ φοβήθητι μὲν, μὴ ἀπογνῷς δέ. Ἔτι γὰρ ἔχεις ἐλπίδα μεταβολῆς· οὐ γὰρ αὐτοτελὴς ἡ ἀπόφασις, οὐδὲ ἐπὶ τὸ τέμνειν  ἡ ἀξίνη ἦλθεν· (ἐπεὶ τί ἐκώλυεν  αὐτὴν τεμεῖν ὁμιλοῦσαν τῇ ῥίζῃ;) ἀλλ' ἐπὶ τό σε τῷ φόβῳ τούτῳ ποιῆσαι βελτίονα, καὶ παρασκευάσαι καρπὸν ἐνεγκεῖν.  ∆ιὰ τοῦτο  ἐπήγαγε·  Πᾶν οὖν  δένδρον  μὴ ποιοῦν  καρπὸν  καλὸν,  ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. Ὅταν δὲ εἴπῃ, Πᾶν, ἐκβάλλει πάλιν τὴν ἀπὸ τῆς εὐγενείας προεδρίαν. Κἂν γὰρ αὐτοῦ τοῦ Ἀβραὰμ ἔκγονος ᾖς, φησὶν, κἂν μυρίους ἔχῃς  ἀριθμεῖν  πατριάρχας,  διπλῆν  ὑποστήσῃ τὴν  κόλασιν,  ἄκαρπος μένων.  Ἀπὸ τούτων τῶν ῥημάτων καὶ τελώνας ἐφόβησε, καὶ στρατιωτικὴν διάνοιαν κατέσεισεν, οὔτε εἰς ἀπόγνωσιν  ἐμβαλὼν,  καὶ ῥᾳθυμίας ἀπαλλάττων  ἁπάσης. Μετὰ γὰρ τοῦ φόβου καὶ πολλὴν παράκλησιν ἔχει τὸ εἰρημένον. Τῷ γὰρ εἰπεῖν, Μὴ ποιοῦν καρπὸν καλὸν,  ἔδειξεν  ὅτι  τὸ  ποιοῦν  καρπὸν  πάσης ἀπήλλακται  τιμωρίας. 


δʹ. Καὶ πῶς δυνησόμεθα, φησὶ, ποιῆσαι καρπὸν, τῆς τομῆς ἐπικειμένης, καὶ τοῦ χρόνου οὕτως στενοῦ ὄντος, καὶ τῆς προθεσμίας συντετμημένης; ∆υνήσῃ, φησίν· οὐ γὰρ τοιοῦτος οὗτος ὁ καρπὸς, οἷος ὁ τῶν δένδρων, χρόνον ἀναμένων πολὺν, καὶ ὡρῶν ἀνάγκαις δουλεύων,  καὶ πολλῆς  ἑτέρας δεόμενος πραγματείας· ἀλλ' ἀρκεῖ θελῆσαι, καὶ τὸ δένδρον εὐθέως ἐβλάστησεν. Οὐ γὰρ ἡ φύσις τῆς ῥίζης μόνον, ἀλλὰ καὶ ἡ τέχνη τοῦ γεωργοῦ πρὸς τὴν τοιαύτην τὰ μέγιστα συντελεῖ καρποφορίαν. ∆ιὰ γάρ τοι τοῦτο, ἵνα μὴ ταῦτα λέγωσιν,  ὅτι Θορυβεῖς ἡμᾶς, καὶ κατεπείγεις,  καὶ ἄγχεις, ἀξίνην  τε ἐπιτιθεὶς,  καὶ τομὴν  ἀπειλῶν,  καὶ προσόδους ἐν καιρῷ τιμωρίας  αἰτῶν,  ἐπήγαγε, δεικνὺς τὴν εὐκολίαν τῆς καρποφορίας· Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος, ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἄξιος τὸν ἱμάντα τοῦ ὑποδήματος λῦσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ  καὶ πυρί· διὰ τούτων  δεικνὺς,  ὅτι γνώμης  μόνον  δεῖται  καὶ  πίστεως,  οὐ πόνων  καὶ  ἱδρώτων·  καὶ  ὥσπερ εὔκολον βαπτισθῆναι,  οὕτως  εὔκολον  μεταβληθῆναι  καὶ  γενέσθαι  ἀμείνους.  Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν τῷ φόβῳ τῆς κρίσεως, καὶ τῇ προσδοκίᾳ τῆς κολάσεως, καὶ τῷ ὀνόματι τῆς ἀξίνης, καὶ τῇ ἀποβολῇ τῶν προγόνων,  καὶ τῇ εἰσαγωγῇ τῶν ἑτέρων τέκνων, καὶ τῇ διπλῇ τιμωρίᾳ τῆς ἐκτομῆς καὶ τοῦ ἐμπρησμοῦ, καὶ πάντοθεν αὐτῶν καταμαλάξας τὸ σκληρὸν, καὶ καταστήσας εἰς ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν τοσούτων κακῶν, τότε εἰσάγει τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐχ ἁπλῶς, ἀλλὰ μετὰ πολλῆς  τῆς ὑπεροχῆς. Εἶτα τὸ μέσον αὐτοῦ καὶ ἐκείνου  τιθεὶς, ἵνα μὴ δόξῃ χαριζόμενος τοῦτο λέγειν, ἀπὸ τῆς συγκρίσεως τῶν παρ' ἑκατέρου διδομένων τοῦτο κατασκευάζει. Οὐ γὰρ εὐθέως  εἶπεν,  Οὐκ εἰμὶ ἄξιος αὐτοῦ λῦσαι τὸν  ἱμάντα  τοῦ ὑποδήματος, ἀλλὰ πρότερον τὸ εὐτελὲς τοῦ βαπτίσματος τοῦ ἑαυτοῦ θεὶς, καὶ δείξας ὡς οὐδὲν πλέον ἔχει τοῦ πρὸς μετάνοιαν αὐτοὺς ἀγαγεῖν (οὐ γὰρ εἶπεν, ὅτι Ὕδατι ἀφέσεως, ἀλλὰ Μετανοίας), τίθησι καὶ τὸ αὐτοῦ τὸ τῆς ἀφάτου δωρεᾶς γέμον. Ἵνα γὰρ μὴ ἀκούσας, φησὶν,  ὅτι  μετ' ἐμὲ ἔρχεται,  καταφρονήσῃς  αὐτοῦ  ὡς  ὑστέρου παραγενομένου, μάθε αὐτοῦ τῆς δωρεᾶς τὴν δύναμιν,  καὶ εἴσῃ σαφῶς, ὅτι οὐδὲν ἄξιον εἴρηκα, οὐδὲ μέγα, εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος. Ὥστε ὅταν ἀκούσῃς, ὅτι Ἰσχυρότερός μου ἐστὶ, μὴ νομίσῃς κατὰ σύγκρισίν με τοῦτο εἰρηκέναι. Οὐδὲ γὰρ εἰς δούλους ἄξιός εἰμι τάττεσθαι ἐκείνου, οὐδὲ εἰς δούλους ἐσχάτους, οὐδὲ τὸ εὐτελὲς τῆς διακονίας ἀναδέξασθαι μέρος. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπε, Τὰ ὑποδήματα, ἀλλ' Οὐδὲ τὸν ἱμάντα· ὅπερ ἔσχατον πάντων ἐδόκει εἶναι. Εἶτα, ἵνα μὴ νομίσῃς ταπεινοφροσύνης  εἶναι τὰ εἰρημένα, ἐπάγει καὶ τὴν ἀπὸ τῶν πραγμάτων ἀπόδειξιν· Ἐκεῖνος γὰρ ὑμᾶς, φησὶ, βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Εἶδες πόση τοῦ Βαπτιστοῦ ἡ σοφία; Ὅταν γὰρ αὐτὸς κηρύττῃ, τὰ φοβερὰ πάντα λέγει, καὶ ἀγωνίαν ἐμβάλλοντα· ὅταν δὲ πρὸς ἐκεῖνον πέμπῃ, τὰ χρηστὰ καὶ ἀνακτήσασθαι ἱκανά. Οὐ γὰρ τὴν ἀξίνην, οὐδὲ τὸ δένδρον τὸ ἐκκοπτόμενον καὶ καιόμενον καὶ εἰς πῦρ βαλλόμενον,  οὔτε τὴν  μέλλουσαν  ὀργὴν  εἰς μέσον ἄγει, ἀλλ' ἁμαρτημάτων ἄφεσιν, καὶ τιμωρίας ἀναίρεσιν, καὶ δικαιοσύνην, καὶ ἁγιασμὸν, καὶ ἀπολύτρωσιν, καὶ υἱοθεσίαν, καὶ ἀδελφότητα, καὶ κληρονομίας κοινωνίαν,  καὶ Πνεύματος ἁγίου δαψιλῆ χορηγίαν. Ταῦτα γὰρ πάντα ᾐνίξατο εἰπών· Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ αὐτῇ τῇ μεταφορᾷ τῆς λέξεως τὸ δαψιλὲς τῆς χάριτος ἐμφαίνων·  οὐ γὰρ εἶπε,∆ώσει ὑμῖν Πνεῦμα ἅγιον, ἀλλὰ, Βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ· καὶ τῇ ἐπεξηγήσει τοῦ  πυρὸς  πάλιν   τὸ  σφοδρὸν  καὶ  ἀκάθεκτον  τῆς  χάριτος  ἐνδεικνύμενος. 

 εʹ.Ἐννόησον γοῦν  τίνας  εἰκὸς ἦν γενέσθαι τοὺς ἀκούοντας, λογιζομένους  ὅτι κατὰ τοὺς προφήτας ἀθρόον ἔσονται, καὶ κατὰ τοὺς μεγάλους ἐκείνους. ∆ιὰ γάρ τοι τοῦτο καὶ πυρὸς ἐμνημόνευσεν, ἵνα εἰς ἔννοιαν αὐτοὺς τῆς μνήμης ἐκείνων ἀγάγῃ. Καὶ γὰρ ὅσαι σχεδὸν  αὐτοῖς  ὄψεις  ἐφάνησαν,  αἱ  πλείους  διὰ  πυρὸς  ἐφάνησαν·  οὕτω  τῷ Μωϋσῇ διελέχθη ἐν τῇ βάτῳ ὁ Θεός· οὕτω τῷ δήμῳ παντὶ ἐν τῷ ὄρει Σινᾶ· οὕτω τῷ Ἰεζεκιὴλ ἐπὶ τῶν Χερουβίμ. Σκόπει δὲ πῶς καὶ διεγείρει τὸν ἀκροατὴν, πρότερον μὲν θεὶς ὃ μετὰ πάντα ἔμελλε γίνεσθαι. Ἔδει γὰρ σφαγῆναι τὸν Ἀμνὸν, καὶ τὴν ἁμαρτίαν ἀφανισθῆναι,  καὶ  καταλυθῆναι   τὴν  ἔχθραν,  καὶ  τὴν  ταφὴν  γενέσθαι  καὶ  τὴν ἀνάστασιν, καὶ τότε τὸ Πνεῦμα παραγενέσθαι. Ἀλλὰ τούτων οὐδὲν λέγει τέως· ἀλλὰ πρῶτον  τὸ τελευταῖον,  καὶ δι' ὃ πάντα  ἐκεῖνα ἐγίνετο,  καὶ ὃ μάλιστα ἱκανὸν  ἦν αὐτοῦ  τὴν  ἀξίαν  κηρῦξαι·  ἵν'  ὅταν  ἀκούσῃ  ὁ  ἀκροατὴς,  ὅτι  Πνεῦμα  λήψεται τοσοῦτον, ζητῇ πρὸς ἑαυτὸν, πῶς καὶ τίνι  τρόπῳ τοῦτο ἔσται, τῆς ἁμαρτίας οὕτω κρατούσης·  ἵνα   λαβὼν   αὐτὸν   μεμεριμνημένον,   καὶ   ἐμπαράσκευον  πρὸς  τὴνἀκρόασιν, οὕτω τὸν περὶ τοῦ πάθους εἰσαγάγῃ λόγον, μηδενὸς λοιπὸν σκανδαλιζομένου τῇ προσδοκίᾳ τῆς τοιαύτης δωρεᾶς. ∆ιὸ πάλιν ἐβόα λέγων· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων  τὴν ἁμαρτίαν τοῦ κόσμου. Οὐκ εἶπεν, Ὁ ἀφεὶς, ἀλλ'  ὃ μείζονος  ἦν κηδεμονίας, Ὁ αἴρων. Οὐ γάρ ἐστιν ἶσον ἀφεῖναι  ἁπλῶς,  καὶ αὐτὸν ἀναλαβεῖν. Τὸ μὲν γὰρ ἐξ ἀκινδύνου ἐγίνετο, τὸ δὲ μετὰ θανάτου. Καὶ πάλιν ἔλεγεν, ὅτι Υἱὸς τοῦ Θεοῦ ἐστιν. Ἀλλ' οὐδὲ τοῦτο τρανὴν τοῖς ἀκούουσι τὴν ἀξίαν ἐδήλου.
Οὐδὲ γὰρ ᾔδεσαν οὐδέπω γνήσιον  αὐτὸν  ἐννοεῖν  Υἱόν· ἀπὸ δὲ τῆς τοσαύτης τοῦ Πνεύματος  δόσεως  κἀκεῖνο  συνίστατο.  ∆ιὰ  δὴ  τοῦτο  καὶ  ὁ  Πατὴρ πέμπων  τὸν Ἰωάννην, τοῦτο αὐτῷ δεῖγμα πρῶτον τῆς τοῦ παραγενομένου δέδωκεν ἀξίας, εἰπών· Ἐφ'  ὂν  ἂν  ἴδῃς  τὸ  Πνεῦμα καταβαῖνον  καὶ  μένον,  οὗτός  ἐστιν  ὁ βαπτίζων  ἐν Πνεύματι ἁγίῳ. ∆ιὸ καὶ αὐτός φησιν· Ἐγὼ ἑώρακα καὶ μεμαρτύρηκα, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ὡς ἀπὸ τούτου κἀκείνου λοιπὸν σαφῶς  συνισταμένου. Εἶτα,ἐπειδὴ τὰ χρηστὰ εἶπε, καὶ ἀνῆκε τὸν ἀκροατὴν καὶ ἐχάλασε, πάλιν ἐπισφίγγει, ὥστε μὴ γενέσθαι  ῥᾴθυμον. Τοιοῦτον  γὰρ  τὸ  γένος  τὸ  Ἰουδαϊκόν·  ὑπὸ  τῶν  χρηστῶν ἐχαυνοῦντο  ῥᾳδίως, καὶ χείρους ἐγίνοντο. ∆ιόπερ πάλιν ἐπάγει τὰ φοβερὰ, λέγων· Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ. Ἀνωτέρω μὲν γὰρ τὴν κόλασιν εἶπεν· ἐνταῦθα δὲ καὶ τὸν κριτὴν δείκνυσι, καὶ τὴν τιμωρίαν ἀθάνατον εἰσάγει· Κατακαύσει γὰρ, φησὶ, τὸ ἄχυρον πυρὶ ἀσβέστῳ. Ὁρᾷς αὐτὸν τὸν τῶν πραγμάτων Κύριον, καὶ αὐτὸν ὄντα τὸν γεωργὸν, κἂν τὸν Πατέρα ἀλλαχοῦ ταὐτὸ λέγῃ· Ὁ Πατήρ μου γὰρ, φησὶν, ὁ γεωργός ἐστιν.  Ἐπειδὴ  γὰρ  εἶπεν,  Ἀξίνη, ἵνα  μὴ  νομίσῃς  πόνου  δεῖσθαι  τὸ  πρᾶγμα,  καὶ δυσδιάκριτον  εἶναι,  ἐξ ἑτέρου παραδείγματος  καὶ τὴν  εὐκολίαν  εἰσάγει, δεικνὺς πάντα αὐτοῦ τὸν κόσμον ὄντα· οὐ γὰρ ἂν τοὺς μὴ ἑαυτοῦ ἐκόλασε. Νῦν μὲν οὖν πάντα  ἀναμέμικται·  κἂν  γὰρ φαίνηται  διαλάμπων  ὁ σῖτος, ἀλλ' ὅμως  μετὰ τῶν ἀχύρων κεῖται, ὡς ἐν ἅλωνι, οὐχ ὡς ἐν ἀποθήκῃ· τότε δὲ πολλὴ ἔσται ἡ διάκρισις. Ποῦ νῦν  εἰσιν οἱ τῇ γεέννῃ  διαπιστοῦντες; Καὶ γὰρ δύο τέθεικε, καὶ ὅτι βαπτίσει Πνεύματι ἁγίῳ, καὶ ὅτι κατακαύσει τοὺς ἀπειθοῦντας. Εἰ τοίνυν ἐκεῖνο πιστὸν, καὶ τοῦτο πάντως. ∆ιὰ γὰρ τοῦτο ἐφεξῆς τὰς δύο προῤῥήσεις τέθεικεν, ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τὴν μηδέπω συμβᾶσαν πιστώσηται. Καὶ γὰρ καὶ ὁ Χριστὸς πολλαχοῦ τοῦτο  ποιεῖ,  πολλάκις  μὲν  ἐπὶ  τῶν  αὐτῶν  πραγμάτων,  πολλάκις  δὲ  ἐπὶ  τῶν ἐναντίων,  δύο τιθεὶς προφητείας, καὶ τὴν μὲν ἐνταῦθα παρεχόμενος, τὴν δὲ ἐν τῷ μέλλοντι ὑπισχνούμενος· ἵνα ἀπὸ τῆς ἤδη γενομένης καὶ τῇ μηδέπω γενομένῃ πιστεύσωσιν οἱ φιλονεικότεροι. Καὶ γὰρ τοῖς δι' αὐτὸν ἀποδυομένοις τὰ ὄντα πάντα ἑκατονταπλασίονα  ὑπέσχετο δώσειν ἐν τῷ παρόντι βίῳ, καὶ ζωὴν αἰώνιον  ἐν τῷ μέλλοντι,  ἀπὸ τῶν ἤδη δοθέντων  καὶ τὰ μέλλοντα  ἀξιόπιστα καθιστάς. Ὃ δὴ καὶ Ἰωάννης   ἐνταῦθα   πεποίηκε   δύο  θεὶς,  ὅτι  καὶ  βαπτίσει  Πνεύματι  ἁγίῳ,   καὶ κατακαύσει πυρὶ ἀσβέστῳ.   ʹ. Εἰ τοίνυν μὴ ἐβάπτισε Πνεύματι τοὺς ἀποστόλους καὶ πάντας καθ' ἑκάστην ἡμέραν τοὺς βουλομένους, ἔχοις ἂν καὶ περὶ ἐκείνων ἀμφιβάλλειν· εἰ δὲ τὸ μεῖζον καὶ δυσκολώτερον εἶναι δοκοῦν, καὶ πάντα ὑπερβαῖνον λόγον,  καὶ  γέγονε  καὶ  καθ'  ἑκάστην  γίνεται,  πῶς  τὸ  εὔκολον  καὶ  κατὰ  λόγον γινόμενον οὐ φῂς εἶναι ἀληθές, Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ,  καὶ  μεγάλα  ἐντεῦθεν  ὑπέσχετο  ἀγαθὰ,  ἵνα  μὴ  ἀναπέσῃς  τῶν  προτέρων ἁπάντων  ἀφεθεὶς, ἐπήγαγε τὸ πτύον καὶ τὴν διὰ τούτου κρίσιν ἐμφαινομένην.  Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἀρκεῖν τὸ βάπτισμα, εἰ φαῦλοι μετὰ ταῦτα γένοισθε· δεῖ γὰρ ἡμῖν καὶ ἀρετῆς καὶ πολλῆς  τῆς φιλοσοφίας.  ∆ιὰ τοῦτο εἰς μὲν τὴν χάριν καὶ τὸ λουτρὸν  ἀπὸ τῆς ἀξίνης αὐτοὺς ὠθεῖ·  μετὰ δὲ τὴν χάριν ἀπὸ τοῦ πτύου καὶ τοῦ πυρὸς τοῦ ἀσβέστου φοβεῖ· καὶ τῶν  μὲν πρὸ τοῦ βαπτίσματος οὐδεμίαν  ποιεῖται διάκρισιν, ἀλλ' ἁπλῶς,  Πᾶν δένδρον  μὴ ποιοῦν  καρπὸν καλὸν  ἐκκόπτεται,  φησὶ, τοὺς ἀπίστους ἅπαντας  κολάζων·  μετὰ δὲ τὸ βάπτισμα διαίρεσίν τινα  ἐργάζεται, ἐπειδὴ  πολλοὶ  τῶν  πιστευσάντων  ἀνάξιον  ἔμελλον  τῆς  πίστεως  ἐπιδείκνυσθαι βίον.  Μηδεὶς τοίνυν  γινέσθω  ἄχυρον,  μηδεὶς  εὐρίπιστος  ἔστω, μηδὲ ταῖς πονηραῖς ἐπιθυμίαις προκείσθω, πανταχοῦ ῥᾳδίως ὑπ' αὐτῶν ἀναῤῥιπιζόμενος. Ἂν μὲν γὰρ μείνῃς σῖτος, κἂν πειρασμὸς ἐπενεχθῇ, οὐδὲν πείσῃ δεινόν· καὶ γὰρ κατὰ τὴν ἅλω τῆς ἁμάξης οἱ τροχοὶ οἱ πριστηροειδεῖς τὸν σῖτον οὐ διατέμνουσιν· ἂν δὲ εἰς ἀχύρου μεταπέσῃς ἀσθένειαν, καὶ ἐνταῦθα ἀνήκεστα πείσῃ κοπτόμενος ὑπὸ πάντων, καὶ ἐκεῖ τὴν ἀθάνατον ὑποστήσῃ κόλασιν. Οἱ γὰρ τοιοῦτοι πάντες καὶ πρὸ τῆς ἐκεῖ καμίνου  τροφὴ  τοῖς  ἀλόγοις  γίνονται  ἐνταῦθα  πάθεσιν,  ὥσπερ τὸ  ἄχυρον  τοῖς ἀλόγοις ζώοις· καὶ ἐκεῖ πάλιν ὕλη καὶ τροφὴ τῷ πυρί. Τὸ μὲν οὖν εἰπεῖν ἐξ εὐθείας, ὅτι Αὐτὸς δικάσει τοῖς γινομένοις, οὐχ οὕτως ἐποίει εὐπαράδεκτον τὸν λόγον· τὸ δὲ ἀναμίξαι τὴν παραβολὴν, καὶ διὰ ταύτης κατασκευάσαι τὸ πᾶν, μᾶλλον ἔπειθε, καὶ μετὰ  πλείονος  παραμυθίας  ἐφείλκετο  τὸν  ἀκροατήν.  ∆ιὸ καὶ  τὰ  πλείονα  οὕτως αὐτοῖς  αὐτὸς  διαλέγεται,   ἅλωνα,  καὶ  ἀμητὸν,  καὶ  ἀμπελῶνα,  καὶ  ληνὸν,  καὶ ἄρουραν, καὶ σαγήνην, καὶ ἁλείαν, καὶ πάντα τὰ συνήθη καὶ ἐν οἷς ἐστρέφοντο, τοῖς λόγοις  μιγνὺς  τοῖς  αὐτοῦ.  Ὅπερ  οὖν  καὶ  ὁ  Βαπτιστὴς ἐνταῦθα  πεποίηκε,  καὶ ἀπόδειξιν  μεγίστην  παρέσχετο τῶν  εἰρημένων,  τὴν  τοῦ Πνεύματος δόσιν. Ὁ γὰρ τοσαῦτα δυνάμενος,  ὡς καὶ ἁμαρτήματα ἀφεῖναι,  καὶ Πνεῦμα δοῦναι,  καὶ ταῦτα πολλῷ μᾶλλον δυνήσεται, φησίν. Εἶδες πῶς ἤδη τὸ μυστήριον ἀκολούθως προκατεβάλλετο τῆς ἀναστάσεως καὶ τῆς κρίσεως; Καὶ τίνος ἕνεκεν, φησὶν, οὐκ εἶπε τὰ εὐθέως ἐσόμενα παρ' αὐτοῦ σημεῖα καὶ τέρατα; Ὅτι τοῦτο μεῖζον ἁπάντων ἦν, καὶ διὰ τοῦτο πάντα ἐκεῖνα ἐγίνετο. Τὸ γὰρ κεφάλαιον θεὶς, πάντα περιέλαβε· θανάτου λύσιν, ἁμαρτημάτων ἀναίρεσιν, κατάρας ἀφανισμὸν, τῶν χρονίων πολέμων ἀπαλλαγὴν,  τὴν εἰς τὸν παράδεισον εἴσοδον, τὴν εἰς οὐρανοὺς ἄνοδον, τὴν μετὰ ἀγγέλων πολιτείαν, τὴν τῶν μελλόντων ἀγαθῶν κοινωνίαν· καὶ γὰρ οὗτος ἀῤῥαβὼν ἐκείνων ἐστίν. Εἰπὼν τοίνυν τοῦτο, εἶπε καὶ τὴν τῶν σωμάτων ἀνάστασιν, καὶ τὴν τῶν ἐνταῦθα σημείων ἐπίδειξιν, καὶ τὴν τῆς βασιλείας κοινωνίαν,  καὶ τὰ ἀγαθὰ, Ἃ ὀφθαλμὸς  οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν  ἀνθρώπου  οὐκ ἀνέβη. Πάντα γὰρ ταῦτα δι' ἐκείνου τοῦ χαρίσματος ἡμῖν παρέσχετο. Περιττὸν τοίνυν  ἦν περὶ τῶν σημείων εἰπεῖν τῶν εὐθέως ἐκβησομένων, καὶ τῇ ὄψει κρινομένων· ἀλλ' ὑπὲρ ἐκείνων  ἔδει διαλεχθῆναι,  ὧν  ἀμφέβαλλον·  οἷον,  ὅτι  Υἱὸς Θεοῦ ἐστιν, ὅτι ὑπερέχων τοῦ Ἰωάννου  ἀσυγκρίτως, ὅτι αἴρει τὴν ἁμαρτίαν τοῦ κόσμου, ὅτι δίκην ἀπαιτήσει τῶν πεπραγμένων, ὅτι οὐ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα, ἀλλ' ἐκεῖ τὴν ἀξίαν ἕκαστος ὑποστήσεται τιμωρίαν. Ταῦτα γὰρ ὄψει παραστῆσαι τέως οὐκ ἦν.


ζʹ. Ταῦτ' οὖν εἰδότες, πολλῇ τῇ σπουδῇ χρώμεθα, ἕως ἂν ὦμεν ἐν τῇ ἅλωνι· καὶ γὰρ ἔξεστιν ἐνταῦθα  οὖσι καὶ ἐξ ἀχύρου μεταβαλέσθαι εἰς σῖτον, ὥσπερ οὖν καὶ ἀπὸ σίτου πολλοὶ γεγόνασιν ἄχυρον. Μὴ τοίνυν ἀναπέσωμεν, μηδὲ ἀνέμῳ παντὶ περιφερώμεθα,  μηδὲ  τῶν   ἀδελφῶν   ἀποσχιζώμεθα  τῶν   ἡμετέρων,  κἂν  μικροὶ δοκῶσιν  εἶναι  καὶ  εὐτελεῖς·  ἐπεὶ  καὶ  ὁ  σῖτος  τοῦ  ἀχύρου  κατὰ  μὲν  τὸ  μέτρον ἐλάττων,  κατὰ δὲ τὴν φύσιν βελτίων.  Μὴ δὴ τὰς ἔξωθεν φαντασίας ἴδῃς· τῷ πυρὶ γάρ εἰσι παρεσκευασμέναι· ἀλλὰ τὴν κατὰ Θεὸν ταπεινότητα,  τὴν στεῤῥὰν ταύτην καὶ ἀδιάλυτον, καὶ τμηθῆναι μὴ δυναμένην, μηδὲ ὑπὸ τοῦ πυρὸς καιομένην.∆ιὰ γὰρ  τούτους  καὶ  τῷ  ἀχύρῳ  μακροθυμεῖ,  ἵνα  ἀπὸ  τῆς  πρὸς  αὐτοὺς  ὁμιλίας βελτίους γένωνται.  ∆ιὰ τοῦτο οὔπω κρίσις, ἵνα κοινῇ πάντες στεφανωθῶμεν,  ἵνα ἀπὸ πονηρίας πολλοὶ μεταβληθῶσιν  εἰς ἀρετήν. Φρίξωμεν τοίνυν, τῆς παραβολῆς ταύτης ἀκούοντες. Καὶ γὰρ ἄσβεστόν ἐστιν ἐκεῖνο τὸ πῦρ. Καὶ πῶς, φησὶν, ἄσβεστον;Οὐχ ὁρᾷς τουτονὶ τὸν ἥλιον  καιόμενον ἀεὶ, καὶ μηδέποτε σβεννύμενον; οὐκ εἶδες τὴν βάτον καιομένην, καὶ μὴ κατακαιομένην; Εἰ τοίνυν καὶ αὐτὸς βούλει διαφυγεῖν τὴν φλόγα, τὴν ἐλεημοσύνην προαπόθου, καὶ οὕτως οὐδὲ πεῖραν λήψῃ τοῦ πυρὸς ἐκείνου. Ἂν μὲν γὰρ ἐνταῦθα  πιστεύσῃς τοῖς λεγομένοις,  οὐδὲ ὄψει τὴν κάμινον ταύτην, ἀπελθὼν ἐκεῖσε· ἐὰν δὲ ἀπιστήσῃς αὐτῇ νῦν, ἐκεῖ διὰ τῆς πείρας εἴσῃ καλῶς,ὅτε  οὐδὲ  διαφυγεῖν   δυνατόν.  Καὶ γὰρ  ἀπαραίτητος  ἡ  κόλασις  τοῖς  οὐκ  ὀρθὸν ἐπιδεδειγμένοις   βίον.  Οὐδὲ  γὰρ  ἀρκεῖ  τὸ  πιστεῦσαι  μόνον·  ἐπεὶ  καὶ  δαίμονες φρίττουσι τὸν Θεὸν, ἀλλὰ καὶ οὕτω τιμωρηθήσονται. ∆ιὸ πολλῆς ἡμῖν τῆς κατὰ τὸν βίον ἐπιμελείας δεῖ. ∆ιὰ γὰρ τοῦτο καὶ ἐνταῦθα ὑμᾶς συνεχῶς συνάγομεν, οὐχ ἵνα εἰσέλθητε μόνον, ἀλλ' ἵνα τι καὶ καρπώσησθε τῆς ἐνταῦθα διατριβῆς· ἂν δὲ παραγίνησθε  μὲν  ἀεὶ,  μηδὲν  δὲ  ἐντεῦθεν  καρπούμενοι  ἀναχωρῆτε,  οὐδὲν  τῆς ἐνταῦθα εἰσόδου καὶ προσεδρείας ἔσται τι πλέον. Εἰ γὰρ παιδία πρὸς διδασκάλους πέμποντες,   ἂν   ἴδωμεν   ἐκεῖθεν   μηδὲν   καρπούμενα,   σφοδροὶ   κατήγοροι   τῶν διδασκάλων  γινόμεθα,  καὶ πρὸς ἑτέρους αὐτὰ μεθίσταμεν πολλάκις·  τίνα  ἕξομεν ἀπολογίαν, μηδὲ ὅσην ἐν τοῖς γηΐνοις τούτοις, τοσαύτην τῇ ἀρετῇ παρέχοντες τὴν σπουδὴν, ἀλλὰ  κενὰς  ἀεὶ  τὰς  δέλτους  οἴκαδε  φέροντες;  Καίτοι καὶ  πλείους  καὶ μείζους ἐνταῦθα οἱ διδάσκαλοι. Καὶ γὰρ προφήτας, καὶ ἀποστόλους, καὶ πατριάρχας, καὶ δικαίους ἅπαντας  καθ'  ἑκάστην ὑμῖν  ἐφιστῶμεν  ἐκκλησίαν διδασκάλους. Καὶ οὐδὲ οὕτω γίνεταί  τι πλέον· ἀλλὰ ἂν δύο ψαλμοὺς ἢ τρεῖς ὑπηχήσαντες, καὶ τὰς συνήθεις εὐχὰς ἁπλῶς καὶ ὡς ἔτυχε ποιούμενοι διαλυθῆτε, νομίζετε ἀρκεῖν τοῦτο εἰς σωτηρίαν ὑμῖν. Οὐκ ἠκούσατε τοῦ προφήτου λέγοντος, μᾶλλον δὲ τοῦ Θεοῦ διὰ τοῦ προφήτου, ὅτι Ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ; Ἵν' οὖν τοῦτο μὴ γένηται καὶ ἐφ' ἡμῶν, ἐξάλειψον τὰ γράμματα, μᾶλλον δὲ τὰ χαράγματα, ἅπερ ὁ διάβολος ἐνετύπωσέ σου τῇ ψυχῇ, καὶ φέρε μοι καρδίαν βιωτικῶν ἀπηλλαγμένην θορύβων, ἵνα μετὰ ἀδείας ἃ βούλομαι ἐγγράψω. Ὡς νῦν γε οὐδὲν ἕτερόν ἐστι γινώσκειν, ἢ τὰ ἐκείνου γράμματα, ἁρπαγὰς, πλεονεξίας, φθόνον, βασκανίαν. ∆ιὰ δὴ τοῦτο, ὅταν τὰς δέλτους λάβω τὰς ὑμετέρας, οὐδὲ ἀναγνῶναι δύναμαι. Οὐ γὰρ εὑρίσκω τὰ γράμματα, ἅπερ ἡμεῖς κατὰ Κυριακὴν ἐγγράφοντες ὑμῖν ἀφίεμεν· ἀλλ' ἕτερα ἀνθ' ἑτέρων, ἄσημα καὶ διεστραμμένα. Εἶτα, ὅταν ἐξαλείψαντες αὐτὰ  γράψωμεν  τὰ ἀπὸ τοῦ Πνεύματος, ἀπελθόντες  ὑμεῖς, καὶ ταῖς  διαβολικαῖς ἐνεργείαις   δόντες   τὰς   καρδίας   ὑμῶν,   παρέχετε   ἐκείνῳ   πάλιν    τὰ   ἑαυτοῦ ἀντεγγράφειν  ὑμῖν. Τί οὖν ἔσται τούτων  τὸ πέρας, κἂν ἐγὼ μὴ λέξω, τὸ ἑκάστου συνειδὸς οἶδεν. Ἐγὼ μὲν γὰρ οὐ παύσομαι τὸ ἐμαυτοῦ ποιῶν, καὶ τὰ  ὀρθὰ γράμματα ἐγγράφων. Εἰ δὲ ὑμεῖς λυμαίνεσθε ἡμῶν τὴν σπουδὴν, ἡμῖν μὲν ὁ μισθὸς ἀκίνητος, ὑμῖν δὲ οὐ μικρὸς ὁ κίνδυνος. Ἀλλ' οὐδὲν βούλομαι φορτικὸν εἰπεῖν.


ηʹ. Ἀλλὰ δέομαι πάλιν καὶ παρακαλῶ, κἂν τῶν παίδων τῶν μικρῶν μιμήσασθε τὴν περὶ ταῦτα σπουδήν. Καὶ γὰρ ἐκεῖνοι πρῶτον μὲν τὸν τύπον μανθάνουσι τῶν στοιχείων· ἔπειτα διεστραμμένα αὐτὰ διαγινώσκειν μελετῶσι· καὶ τότε καὶ ἐπὶ τῆς ἀναγνώσεως ὁδῷ βαδίζουσι τῇ ἐξ ἐκείνων. Οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν· διελόμενοι τὴν ἀρετὴν, μανθάνωμεν  πρότερον τὸ μὴ ὀμνύναι, μηδὲ ἐπιορκεῖν, μηδὲ κακηγορεῖν· εἶτα, ἐπ' ἄλλον στίχον ἐλθόντες, τὸ μὴ βασκαίνειν, μηδὲ σωμάτων ἐρᾷν, μὴ γαστρίζεσθαι, μὴ μεθύσκεσθαι, μὴ  ὠμοὶ,  μὴ  νωθεῖς·  ἵνα  ἀπὸ  τούτων  πάλιν  εἰς  τὰ  πνευματικὰ μεταβάντες, μελετῶμεν ἐγκράτειαν καὶ γαστρὸς ὑπεροψίαν, σωφροσύνην, δικαιοσύνην,  τὸ  δόξης  εἶναι  κρείττους,  καὶ  ἐπιεικεῖς,  καὶ  τῇ  διανοίᾳ συντετριμμένους, καὶ συνάπτωμεν ταῦτα ἀλλήλοις, καὶ ἐγγράφωμεν ἡμῶν τῇ ψυχῇ. Καὶ ταῦτα  ἐπὶ  τῆς  οἰκίας,  ἐπὶ  τῶν  φίλων,  ἐπὶ  τῆς  γυναικὸς,  ἐπὶ  τῶν  παίδων γυμνάζωμεν ἅπαντα. Καὶ τέως ἀπὸ τῶν πρώτων ἀρχώμεθα τῶν εὐκολωτέρων· οἷον, ἀπὸ τοῦ μὴ ὀμνύναι· καὶ τοῦτο συνεχῶς μελετῶμεν τὸ στοιχεῖον ἐπὶ τῆς οἰκίας. Καὶ γὰρ πολλοὶ οἱ ἐμποδίζοντες οἴκοι τῇ μελέτῃ ταύτῃ· καὶ γὰρ οἰκέτης παροξύνει, καὶ γυνὴ λυποῦσα εἰς ὀργὴν ἐμβάλλει, καὶ παιδίον ἀμαθαῖνον καὶ ἀτακτοῦν εἰς ἀπειλὴν καὶ ὅρκον ἐξάγει. Ἂν τοίνυν  ἐπὶ τῆς οἰκίας συνεχῶς ὑπὸ τούτων  παρακνιζόμενος κατορθώσῃς τὸ μὴ παρασύρεσθαι εἰς ὅρκους, εὐκόλως καὶ ἐπὶ τῆς ἀγορᾶς δυνήσῃ μεῖναι  ἀνάλωτος.  Ἀλλὰ μὴν  καὶ τὸ μὴ ὑβρίζειν  κατορθώσεις, μήτε τὴν  γυναῖκα ὑβρίζων,  μήτε τὸν  οἰκέτην,  μήτε τῶν  ἐπὶ  τῆς  οἰκίας  ἕτερόν  τινα.  Καὶ γὰρ γυνὴ πολλάκις  ἐπαινοῦσα  τὸν  δεῖνα,  καὶ  ταλανίζουσα  ἑαυτὴν,  ἐξάπτει  εἰς  τὸ  κακῶς ἐκεῖνον εἰπεῖν. Ἀλλὰ σὺ μὴ ἀναγκασθῇς κατηγορῆσαι τὸν ἐπαινούμενον, ἀλλὰ φέρε πάντα γενναίως· κἂν τοὺς οἰκέτας ἑτέρους ἐπαινοῦντας δεσπότας ἴδῃς, μὴ ταραχθῇς, ἀλλὰ στῆθι γενναίως,  Ἀγὼν ἔστω καὶ παλαίστρα ἀρετῆς ἡ οἰκία, ἵνα ἐκεῖ καλῶς γυμνασάμενος, μετὰ πολλῆς τῆς ἐπιστήμης τοῖς ἐν ἀγορᾷ προσβάλλῃς. Τοῦτο καὶ ἐπὶ τῆς κενοδοξίας ποίει. Ἂν γὰρ μελετήσῃς μὴ κενοδοξεῖν ἐπὶ τῆς γυναικὸς  καὶ τῶν οἰκετῶν,   ἐπ'  οὐδενὸς  λοιπὸν   ἑτέρου  ῥᾳδίως  ἁλώσῃ  τούτῳ   τῷ  πάθει. Πανταχοῦ μὲν γὰρ τὸ νόσημα τοῦτο χαλεπὸν καὶ τυραννικὸν, μάλιστα δὲ ὅταν γυνὴ παρῇ. Ἂν  τοίνυν  ἐκεῖ καταλύσωμεν  αὐτοῦ τὴν  ἰσχὺν, ῥᾳδίως αὐτοῦ καὶ ἐν τοῖς ἄλλοις περιεσόμεθα. Καὶ ἐπὶ τῶν ἄλλων  δὲ παθῶν τὸ αὐτὸ τοῦτο ποιῶμεν, ἐπὶ τῆς οἰκίας γυμναζόμενοι κατ' αὐτῶν, καὶ καθ' ἑκάστην ἀλειφόμενοι τὴν ἡμέραν. Καὶ ἵνα εὐκολωτέρα ἡμῖν ἡ γυμνασία γένηται, καὶ ἐπιτίμιον καθ' ἑαυτῶν ἐκφέρωμεν, ὅταν τι τῶν προκειμένων παραβῶμεν. Ἔστω δὲ καὶ τὸ ἐπιτίμιον  πάλιν μὴ ζημίαν, ἀλλὰ μισθὸν ἔχον, καὶ κέρδος προξενοῦν μέγιστον· τοῦτο δέ ἐστιν, ἂν νηστείαις ἐπιτεταμέναις ἑαυτοὺς καταδικάζωμεν, καὶ χαμευνίαις, καὶ ἑτέρᾳ τοιαύτῃ σκληραγωγίᾳ. Οὕτω γὰρ πάντοθεν ἡμῖν πολλὰ ἥξει τὰ κέρδη, καὶ ἐνταῦθα τὸν ἡδὺν τῆς ἀρετῆς βιωσόμεθα βίον, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, καὶ τοῦ Θεοῦ διηνεκῶς ἐσόμεθα φίλοι. Ἀλλ' ὅπως ἂν μὴ τὰ αὐτὰ γένηται πάλιν, καὶ θαυμάσαντες ἐνταῦθα  τὰ εἰρημένα, ἀπελθόντες,  ἁπλῶς  καὶ ὡς ἔτυχε τὴν  δέλτον  τῆς διανοίας ὑμῶν  ῥίψαντες,  παράσχητε  τῷ  διαβόλῳ  ταῦτα  ἐξαλεῖψαι,  ἀναχωρήσας  οἴκαδε ἕκαστος, καλείτω τὴν γυναῖκα τὴν ἑαυτοῦ, καὶ ἀπαγγελλέτω  ταῦτα, καὶ λαμβανέτω βοηθὸν, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας εἰς τὴν  καλὴν  ταύτην  εἰσίτω  παλαίστραν, ἐλαίῳ  τῇ  τοῦ  Πνεύματος  χρώμενος  χορηγίᾳ.  Κἂν ἅπαξ, κἂν  δὶς,  κἂν  πολλάκις καταπέσῃς γυμναζόμενος,  μὴ ἀπογνῷς,  ἀλλὰ  στῆθι πάλιν  καὶ πάλαισον· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν λαμπρὸν ἀναδήσῃ κατὰ τοῦ διαβόλου τὸν στέφανον, καὶ ἐν ἀσύλῳ θησαυρῷ λοιπὸν τῆς ἀρετῆς ἀποθῇ τὴν κτῆσιν. Ἂν γὰρ ἐν συνηθείᾳ τῆς καλῆς ταύτης σαυτὸν καταστήσῃς φιλοσοφίας, οὐδὲ ῥᾳθυμῶν λοιπὸν δυνήσῃ παραβῆναί τι τῶν ἐπιτεταγμένων, τῆς συνηθείας τὴν τῆς φύσεως μιμουμένης στεῤῥότητα. Ὥσπερ γὰρ τὸ καθεύδειν εὔκολον, καὶ ἐσθίειν, καὶ πίνειν, καὶ ἀναπνεῖν· οὕτως ἔσται καὶ τὰ τῆς ἀρετῆς ἡμῖν ῥᾴδια, καὶ τὴν εἰλικρινῆ καρπωσόμεθα ἡδονὴν, ἐν  ἀκυμάντῳ  λιμένι  καθήμενοι,  καὶ  γαλήνης  διηνεκοῦς  ἀπολαύοντες,  καὶ  μετὰ πολλοῦ τοῦ φόρτου τὸ πλοῖον εἰς ἐκείνην ὁρμίζοντες τὴν πόλιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, καὶ τῶν  ἀκηράτων  ἐπιτευξόμεθα  στεφάνων·  ὧν  γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |