ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΑʹ Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺ

Σάββατο 22 Οκτωβρίου 2016

ΙΑʹ Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺ



Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60

ΙΑʹ  Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον.


αʹ. Οὐχὶ φιλοτιμίας  ἕνεκεν  διηγοῦνται·  πῶς  γάρ; ἀλλὰ  τῆς  τοῦ  Χριστοῦ χάριτος ταῦτα τεκμήρια ἐπιδείκνυνται.  ∆ιὸ καὶ ὅσα μὲν ἐκεῖνοι εἶπον, ταῦτα διηγοῦνται· τὰ δὲ αὐτῶν  εἰ καὶ παρατρέχουσιν,  ὅμως  καὶ ταύτῃ  θαρσαλεώτεροι γίνονται.  Καὶ σκόπει, πῶς  πάλιν  ἐπὶ  τὴν  ἀληθῆ  βοήθειαν  κατέφυγον,  ἐπὶ  τὴν συμμαχίαν τὴν ἄμαχον, καὶ πάλιν ὁμοθυμαδὸν, καὶ μετὰ σπουδῆς· οὐδὲ γάρ ἐστιν εὐχὴ ἁπλῶς γινομένη. Οἱ δὲ ἀκούσαντες, ὁμοθυμαδὸν ἦραν φωνὴν  πρὸς τὸν Θεὸν, καὶ  εἶπον.  Ὅρα,  πῶς  εἰσιν  ἠκριβωμέναι  αὐτῶν  αἱ  εὐχαί.  Ὅτε  τὸν  ἄξιον  εἰς ἀποστολὴν  ἠξίουν  αὐτοῖς  ἀναδειχθῆναι,  οὕτως  ἔλεγον· Σὺ, Κύριε, καρδιογνῶστα πάντων, ἀνάδειξον (προγνώσεως γὰρ ἦν ἐκεῖ χρεία)· ἐνταῦθα δὲ, ἐπειδὴ ἐπιστομισθῆναι τοὺς ἐναντίους  ἐχρῆν, περὶ δεσποτείας διαλέγονται·  διὸ καὶ οὕτως ἤρξαντο·


∆έσποτα ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ διὰ στόματος ∆αυῒδ τοῦ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Καθάπερ συνθήκας  ἀπαιτοῦντες  τὸν  Θεὸν, τὴν  προφητείαν  εἰς  μέσον  ἄγουσιν,  ἅμα  καὶ ἑαυτοὺς παραμυθούμενοι, ὅτι εἰκῆ ἅπαντα  μελετῶσιν  οἱ ἐχθροί. Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Ἐκεῖνα εἰς πέρας ἄγαγε, καὶ δεῖξον, ὅτι κενὰ ἐμελέτησαν. Συνήχθησαν γὰρ ἐπ' ἀληθείας ἐν τῇ πόλει ταύτῃ ἐπὶ τὸν ἅγιον Παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος σὺν ἔθνεσι καὶ λαοῖς Ἰσραὴλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Καὶ τὰ νῦν, Κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν. Ὁρᾷς τὴν φιλοσοφίαν, καὶ πῶς οὐχὶ καταρωμένων ἐστὶ ταῦτα; Οὐκ ἔθηκαν δὲ τὰς ἀπειλὰς ἰδικῶς, ἀλλ' ὅτι ἠπείλησαν μόνον λέγουσιν· ἐπιτέμνεται γὰρ ὁ συγγραφεὺς τὸν λόγον. Καὶ ὅρα· οὐκ εἶπον, Ῥάξον αὐτοὺς, κατάβαλε αὐτούς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν  τὸν λόγον  σου. Οὕτω μανθάνωμεν εὔχεσθαι καὶ ἡμεῖς. Καίτοι γε πόσου οὐκ ἄν τις ἐμπλησθείη θυμοῦ, εἰς ἄνδρας ἐμπεσὼν ἀνελεῖν αὐτὸν ἐπιχειροῦντας, καὶ ἀπειλοῦντας τοιαῦτα; πόσης οὐκ ἂν ἀπεχθείας πληρωθείη; Ἀλλ' οὐχ οἱ ἅγιοι οὗτοι. Ἐν τῷ τὴν χεῖρά σου ἐκτείνειν εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου Παιδός σου Ἰησοῦ. Ἂν ἐν τῷ ὀνόματι ἐκείνῳ γίνωνται  αἱ ἐνέργειαι, μεγάλη ἔσται ἡ παῤῥησία, φησί. ∆εηθέντων  δὲ αὐτῶν, ἐσαλεύθη ὁ τόπος, ἐν ᾧ ἦσαν συνηγμένοι. Τοῦ ἀκουσθῆναι αὐτοὺς,   καὶ   τῆς   ἐπισκέψεως   τοῦ   Θεοῦ  τοῦτο     τεκμήριον   γέγονε.   Καὶ ἐπλήσθησαν   ἅπαντες   Πνεύματος   ἁγίου.   Τί   ἐστιν,   Ἐπλήσθησαν;   Ἀντὶ   τοῦ, Ἀνεπυρώθησαν τῷ Πνεύματι. Καὶ γὰρ ἀνεκαίετο ἐν αὐτοῖς τὸ χάρισμα. Καὶ ἐλάλουν τὸν λόγον τοῦ Θεοῦ μετὰ παῤῥησίας. Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ὁρᾷς, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν εἰσέφερον; Πανταχοῦ γὰρ τοῦτο χρὴ παρατηρεῖν, ὅτι μετὰ τῆς χάριτος τοῦ Θεοῦ καὶ τὰ παρ' ἑαυτῶν ἐπιδεικνύουσι· καθάπερ Πέτρος ἔλεγεν, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Ὃ ἀνωτέρω  οὖν εἶπεν, ὅτι πάντες ἦσαν ἐπιτοαυτὸ, πάλιν  ἐνταῦθα δηλῶν  τὸ αὐτὸ λέγει, ὅτι Τοῦ πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Εἰπὼν δὲ, ὅτι ἠκούσθησαν, λέγει λοιπὸν αὐτῶν καὶ τὴν ἀρετήν. Καὶ γὰρ μέλλει ἐμβαίνειν εἰς  τὸ  διήγημα  τῆς  Σαπφείρας καὶ  τοῦ  Ἀνανίου.  ∆ιὸ θέλων  δεῖξαι  τὴν  μιαρίαν ἐκείνων, πρότερον περὶ τῆς τῶν ἄλλων ἀρετῆς διαλέγεται. Εἰπὲ δή μοι, ἡ ἀγάπη τὴν ἀκτημοσύνην ἔτεκεν, ἢ ἡ ἀκτημοσύνη τὴν ἀγάπην; Ἐμοὶ δοκεῖ ἡ ἀγάπη τὴν ἀκτημοσύνην, ἣ καὶ ἐπέσφιγγεν αὐτὴν μᾶλλον. Ἄκουε δὲ καὶ τί φησιν· Πάντων ἦν ἡ καρδία  καὶ  ἡ  ψυχὴ  μία.  Ἰδοὺ  καρδία  καὶ  ψυχὴ  τὸ  αὐτό.  Καὶ οὐδὲ  εἷς  τι  τῶν ὑπαρχόντων  αὐτῷ ἔλεγεν  ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς ἅπαντα κοινά. Καὶ δυνάμει μεγάλῃ ἀπεδίδουν  τὸ μαρτύριον τῆς ἀναστάσεως οἱ ἀπόστολοι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. Καθάπερ ἐγχειρισθέντας αὐτοὺς τοῦτο δείκνυσιν· ἢ καὶ ὡς περὶ ὀφλήματος λέγει· τουτέστι, τὸ μαρτύριον τῆς βασιλείας μετὰ παῤῥησίας πᾶσιν ἀπεδίδουν. Χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς. Καθάπερ ἐν οἰκίᾳ πατρικῇ υἱοὶ ὁμότιμοι πάντες, οὕτω διέκειντο. Οὐκ ἔνι γὰρ εἰπεῖν, ὅτι ἔτρεφον μὲν τοὺς ἄλλους· ὡς ἐξ ἰδίων  δὲ τρέφοντες,  οὕτω διέκειντο.  Ἀλλὰ τὸ θαυμαστὸν τοῦτό ἐστιν, ὅτι ἑαυτῶν ἀποστήσαντες τὰ πράγματα, οὕτως ἔτρεφον, ἵνα μηκέτι ὡς ἐξ ἰδίων, ἀλλ' ὡς ἐκ κοινῶν  τρέφειν δοκῶσιν. Ὅσοι δὲ κτήτορες χωρίων  ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθεσαν παρὰ τοὺς πόδας τῶν ἀποστόλων. ∆ιεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχε. Πολλὴ ἡ τιμὴ, εἴ γε μὴ εἰς χεῖρας, ἀλλὰ παρὰ τοὺς πόδας τῶν  ἀποστόλων  ἐτίθουν.  Ἰωσῆς δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων, ὅ ἐστι μεθερμηνευόμενον, Υἱὸς παρακλήσεως. Οὐ δοκεῖ μοι οὗτος ἐκεῖνος εἶναι ὁ μετὰ Ματθίου· ἐκεῖνος γὰρ καὶ Ἰωσῆς ἐλέγετο καὶ Βαρσαβᾶς, ὕστερον δὲ ἐπεκλήθη καὶ Ἰοῦστος· οὗτος δὲ Βαρνάβας, υἱὸς παρακλήσεως ὑπὸ τῶν ἀποστόλων ἐπωνομάσθη. Καὶ δοκεῖ μοι ἀπὸ τῆς ἀρετῆς εἰληφέναι  τὸ ὄνομα, ὡς πρὸς τοῦτο ἱκανὸς ὢν καὶ ἐπιτήδειος. Λευίτης, Κύπριος τῷ
 γένει, ὑπάρχοντος  αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν  ἀποστόλων.


 βʹ. Ἐνταῦθά μοι παρατήρει, πῶς δείκνυσι τὸν νόμον λυόμενον,  καὶ πῶς φησι, Λευίτης ὢν,  Κύπριος ἦν. Ὅτι λοιπὸν  καὶ μετοικοῦντες ἐχρημάτιζον Λευῖται. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἀπολυθέντες, φησὶν, ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ἀπήγγειλαν  ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι
εἶπον.  Ὅρα τὸ  ἄτυφον  τῶν  ἀποστόλων,  καὶ  τὴν  φιλοσοφίαν.  Οὐ περιελθόντες ἐκόμπασαν καὶ εἶπον, πῶς ἀπεχρήσαντο τοῖς ἱερεῦσιν, οὐδὲ ἐφιλοτιμήσαντο τῇ ἀπαγγελίᾳ,   ἀλλ'   ἁπλῶς   ἐλθόντες,   ἅπερ   ἤκουσαν   παρὰ   τῶν   πρεσβυτέρων, ἀπαγγέλλουσιν. Ἐντεῦθεν μανθάνομεν, ὅτι τοῖς πειρασμοῖς ἑαυτοὺς οὐκ ἐπέῤῥιπτον, ἀλλὰ μᾶλλον καὶ τοὺς ἐπαγομένους γενναίως ἔφερον. Ἄλλος δὲ εἴ τις ἦν, ἴσως ἂν τῇ τοῦ πλήθους παῤῥησίᾳ θαῤῥῶν κἂν ὕβρισε, κἂν μυρία ἐφθέγξατο δυσχερῆ. Ἀλλ' οὐχ  οἱ φιλόσοφοι  οὗτοι· ἀλλ' ἅπαντα  ἡμέρως καὶ ἐπιεικῶς.  Οἱ δὲ ἀκούσαντες, φησὶ, ὁμοθυμαδὸν  ἦραν  φωνὴν   πρὸς  τὸν  Θεόν. Ἡ  κραυγὴ  γέγονεν  ἀπὸ  ἡδονῆς  καὶ διαθέσεως πολλῆς. Καὶ γὰρ αἱ τοιαῦται ἀνύουσιν εὐχαὶ, αἱ φιλοσοφίας γέμουσαι, αἱ  περὶ τοιούτων  γινόμεναι,  αἱ παρὰ τῶν  τοιούτων,  αἱ ἐν τοῖς τοιούτοις  καιροῖς, αἱ κατὰ τὸν τρόπον τοῦτον· ὡς αἵ γε ἄλλαι βδελυκταὶ καὶ ἀκάθαρτοι. Ὅρα, πῶς οὐδὲν περιττὸν, ἀλλὰ περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγονται  μόνον· μᾶλλον δὲ καθάπερ ὁ Χριστὸς ἔλεγε τοῖς Ἰουδαίοις, Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ λαλῶ· οὕτω καὶ αὐτοί φασι, ∆ιὰ Πνεύματος ἁγίου. Ἰδοὺ καὶ ὁ Σωτὴρ ἐν Πνεύματι φθέγγεται. Τί δέ ἐστιν, ὃ καὶ λέγουσιν, ἄκουε. ∆έσποτα ὁ Θεὸς ὁ διὰ στόματος ∆αυῒδ παιδός σου εἰπὼν, Ἵνα τί ἐφρύαξαν  ἔθνη; Ἔθος γὰρ τῇ  Γραφῇ περὶ ἑνὸς  ὡς  περὶ πολλῶν  λέγειν.  Ὃ οὖν λέγουσι, τοῦτό ἐστιν· Οὐκ αὐτοὶ ἴσχυσαν, ἀλλὰ σὺ τὸ πᾶν, ὁ ἐπιτρέψας καὶ εἰς πέρας ἀγαγὼν,  εἰργάσω, ὁ  εὐμήχανος  καὶ  σοφὸς, ὁ  τοῖς  ἐχθροῖς  εἰς  τὸ  βούλημά  σου χρησάμενος. Ἐνταῦθα γὰρ ταῦτα περὶ τῆς εὐμηχανίας καὶ σοφίας αὐτοῦ διαλέγονται, δηλοῦντες,   ὅτι   αὐτοὶ   μὲν   συνῆλθον   ὡς   ἐχθροὶ   φονικῇ   προαιρέσει,  καὶ  ὡς ἐναντιούμενοι· ἐποίουν δὲ, ἃ σὺ ὅμως ἐβούλου ποιῆσαι, Ὅσα ἡ χείρ σου καὶ ἡ βουλή σου προώρισε γενέσθαι. Τί ἐστιν, Ἡ χείρ σου; Ἐνταῦθά μοι δοκεῖ χεῖρα λέγειν τὴν δύναμιν   καὶ  βουλήν.  Ἀρκεῖ,  φησὶ,  βουληθῆναί  σε  μόνον·  οὐδεὶς  γὰρ  δυνάμει προορίζει. Τὸ οὖν, Ὅσα ἡ χείρ σου, τοῦτό ἐστιν, Ὅσα διέταξας. Ἢ τοίνυν τοῦτο λέγει, ἢ ὅτι τῇ χειρὶ διέπραττεν. Ὥσπερ οὖν τότε κενὰ ἐμελέτησαν, οὕτω καὶ νῦν, φησὶ, κενὰ μελετῆσαι αὐτοὺς ποίησον. Καὶ δὸς τοῖς δούλοις σου· τουτέστι, Μὴ εἰς ἔργονἔλθοιεν αἱ ἀπειλαὶ αὐτῶν. Ταῦτα δὲ ἔλεγον, οὐκ αὐτοὶ παραιτούμενοι δυσχερές τι παθεῖν, ἀλλ' ὑπὲρ τοῦ κηρύγματος. Οὐ γὰρ εἶπον, Καὶ ἐξελοῦ τῶν κινδύνων  ἡμᾶς· ἀλλὰ τί; Καὶ δὸς τοῖς δούλοις σου μετὰ παῤῥησίας πάσης λαλεῖν τὸν λόγον σου. Ὁ οὖν ἐκεῖνα εἰς τέλος ἀγαγὼν, καὶ ταῦτα ἄγαγε. Ὃν ἔχρισας, φησίν. Ὅρα, πῶς καὶ ἐν τῇ εὐχῇ διαιροῦσι τὸ πάθος, καὶ τὸ πᾶν εἰς αὐτὸν ἀνατιθέασι, καὶ τῆς παῤῥησίας αὐτὸν αἴτιον εἶναι λέγουσιν. Εἶδες, πῶς πάντα διὰ τὸν Θεὸν αἰτοῦσι, καὶ οὐδὲν εἰς οἰκείαν δόξαν οὐδὲ φιλοτιμίαν; Τὸ μὲν οὖν αὐτῶν ἐπαγγέλλονται,  ὅτι οὐ καταπλαγήσονται·  ἀξιοῦσι δὲ σημεῖα γενέσθαι. Ἐν τῷ τὴν  χεῖρά σου, φησὶν, ἐκτείνειν  εἰς ἴασιν, καὶ σημεία καὶ τέρατα γίνεσθαι. Καλῶς· χωρὶς γὰρ τούτων, εἰ μυρίαν ἐπεδείξαντο προθυμίαν, εἰκῆ πάντα ἐποίουν. Ἐπένευσεν αὐτῶν  τῇ δεήσει, καὶ  δῆλον  τοῦτο  ἐποίησε  σείσας  τὸν  τόπον,  ὅτι  πάρεστι  ταῖς  εὐχαῖς  αὐτῶν. ∆εηθέντων γὰρ αὐτῶν, φησὶ, ἐσαλεύθη ὁ τόπος. Ὅτι δὲ διὰ τοῦτο ἐγένετο, ἄκουε τοῦ προφήτου λέγοντος· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν· καὶ πάλιν, Ἀπὸ προσώπου Κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ. Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον μείζονα, καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας,  καὶ  εἰς  παῤῥησίαν  πλείονα  ἀλείφων.  Ἐπεὶ γὰρ  ἀρχὴ  ἦν,  καὶ  αἰσθητοῦ ἐδέοντο σημείου πρὸς τὸ πιστευθῆναι αὐτοὺς, μετὰ δὲ ταῦτα οὐδαμοῦ τοῦτο γίνεται· πολλῆς οὕτω παρακλήσεως ἔτυχον  ἀπὸ τῆς εὐχῆς. Εἰκότως δὲ καὶ σημείων χάριν αἰτοῦσιν· οὐδαμόθεν  ἄλλοθεν  εἶχον  γὰρ  ἐπιδεῖξαι,  ὅτι  ἀνέστη, ἀλλ' ἢ ἀπὸ  τῶν σημείων.  Ὥστε οὐ τὴν  ἀσφάλειαν  ἐζήτουν  τὴν  αὐτῶν  μόνον,  ἀλλὰ  [καὶ] τὸ μὴ
καταισχυνθῆναι,  ἀλλὰ τὸ ἐν παῤῥησίᾳ φθέγγεσθαι. Ἐσαλεύθη ὁ τόπος, καὶ αὐτοὺς μᾶλλον ἐστερέωσε. Τοῦτο δὲ ποτὲ μὲν ὀργῆς ἐστι δεῖγμα, ποτὲ δὲ ἐπισκέψεως καὶ προνοίας, νυνὶ δὲ ὀργῆς. Ἐπὶ δὲ τοῦ σωτηρίου πάθους ξένως καὶ παρὰ φύσιν γέγονε. [Καὶ γὰρ τότε πᾶσα ἐσαλεύθη ἡ γῆ. Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ ἔλεγε· Τότε ἔσονται λιμοὶ καὶ λοιμοὶ, καὶ σεισμοὶ κατὰ τόπους. Ἄλλως  δὲ καὶ ὀργῆς τῆς κατ' ἐκείνων  ἦν· τούτους  γὰρ  Πνεύματος  ἐνέπλησεν.   Ὅρα,  καὶ  οἱ  ἀπόστολοι  μετὰ  τὴν  εὐχὴν Πνεύματος πληροῦνται. Καὶ χάρις μεγάλη ἦν, φησὶν, ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.] Ὁρᾷς, ὅτι πολλὴ τοῦ πράγματος ἡ δύναμις, ὅπου γε καὶ ἐκεῖ ταύτης ἔδει. Αὕτη γὰρ ἡ ὑπόθεσις τῶν ἀγαθῶν, ἧς καὶ δεύτερον μέμνηται,παραινῶν πᾶσι τὴν τῶν χρημάτων ὑπεροψίαν· ἀνωτέρω μὲν λέγων, ὅτι Οὐδὲ εἷς τι τῶν ὑπαρχόντων  αὐτῷ ἔλεγεν ἴδιον εἶναι· ἐνταῦθα δὲ, ὅτι Οὐκ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς.



γʹ. Ὅτι γὰρ οὐ τῶν σημείων ἦν τὸ γινόμενον μόνον, ἀλλὰ καὶ τῆς αὐτῶν προαιρέσεως, δηλοῖ ἡ Σάπφειρα καὶ ὁ Ἀνανίας. Οὐ λόγῳ δὲ, ἀλλὰ καὶ δυνάμει τὸ μαρτύριον τῆς ἀναστάσεως ἐδείκνυσαν· καθάπερ καὶ Παῦλος λέγει· Καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς ἀνθρωπίνης  σοφίας λόγοις, ἀλλ'  ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως. Καὶ οὐχ ἁπλῶς δυνάμει, ἀλλὰ, μεγάλῃ δυνάμει. Καλῶς δὲ εἶπε, Χάρις ἦν ἐπὶ πάντας. ∆ιὰ τοῦτο γὰρ ἡ χάρις, ὅτι οὐδεὶς ἦν ἐνδεής· τουτέστιν, ἀπὸ τῆς πολλῆς προθυμίας τῶν ἐπιδιδόντων  οὐδεὶς ἦν ἐνδεής. Οὐ γὰρ μέρει μὲν ἐδίδοσαν, μέρει δὲ
ἐταμιεύοντο· οὐδὲ πάντα μὲν, ὡς ἴδια δέ. Τὴν ἀνωμαλίαν ἐκ μέσου ἐξήγαγον, καὶ ἐν ἀφθονίᾳ ἔζων πολλῇ· καὶ μετὰ πολλῆς δὲ τῆς τιμῆς τοῦτο ἐποίουν. Οὐδὲ γὰρ εἰς τὰς χεῖρας  ἐτόλμων  δοῦναι,  οὐδὲ  τετυφωμένως   παρεῖχον,  ἀλλὰ  παρὰ  τοὺς  πόδας ἔφερον, καὶ αὐτοὺς οἰκονόμους ἠφίεσαν γίνεσθαι, καὶ κυρίους ἐποίουν, ἵνα ὡς ἐκ κοινῶν  λοιπὸν  ἀναλίσκηται,  ἀλλὰ  μὴ ὡς  ἐξ ἰδίων.  Τοῦτο καὶ  πρὸς τὸ μὴ κενοδοξεῖν  αὐτοὺς συνεβάλλετο. Τοῦτο εἰ καὶ νῦν  γέγονε, μετὰ πλείονος  ἂν τῆς ἡδονῆς  ἐβιώσαμεν, καὶ πλούσιοι καὶ πένητες.  Οὐ τοῖς  πένησι δὲ μᾶλλον,  ἢ τοῖς πλουσίοις τοῦτο ἔφερεν ἂν τὴν ἡδονήν. Καὶ εἰ βούλει, τέως ὑπογράψωμεν αὐτὸ τῷ λόγῳ, καὶ ταύτῃ καρπωσώμεθα τὴν ἡδονὴν, ἐπειδὴ ἐν ἔργοις οὐ βούλεσθε. Μάλιστα μὲν  γὰρ  καὶ  ἐξ ἐκείνων  δῆλον  τῶν  τότε  γενομένων,  ὅτι  πωλοῦντες  οὐκ  ἦσαν ἐνδεεῖς,   ἀλλὰ   καὶ   τοὺς   πένητας   πλουσίους   ἐποίουν.   Πλὴν   ἀλλὰ   καὶ   νῦν ὑπογράψωμεν  τοῦτο  τῷ  λόγῳ,  καὶ  πάντες  τὰ  αὐτῶν  πωλείτωσαν   πάντα,  καὶ φερέτωσαν  εἰς  μέσον, τῷ  λόγῳ  λέγω·  μηδεὶς  θορυβείσθω, μήτε  πλούσιος,  μήτε πένης. Πόσον οἴει χρυσίον συνάγεσθαι; Ἐγὼ στοχάζομαι (οὐ γὰρ δὴ μετὰ ἀκριβείας δυνατὸν εἰπεῖν), ὅτι εἰ πάντες καὶ πᾶσαι τὰ αὐτῶν ἐνταῦθα ἐκένωσαν χρήματα, καὶ χωρία καὶ κτήματα καὶ οἰκίας ἀπέδοντο (ἀνδράποδα γὰρ οὐκ ἂν εἴποιμι· οὐδὲ γὰρ τότε τοῦτο ἦν, ἀλλ' ἐλευθέρους ἴσως ἐπέτρεπον γίνεσθαι)· τάχα ἂν ἑκατὸν μυριάδες λιτρῶν  χρυσίου συνήχθησαν· μᾶλλον δὲ καὶ δὶς καὶ τρὶς τοσαῦτα. Εἰπὲ γάρ μοι, ἡ πόλις   ἡμῖν   εἰς   πόσον  μιγάδων   ἀριθμὸν   νῦν   τελεῖ;   πόσους  βούλεσθε  εἶναι Χριστιανούς; βούλεσθε δέκα μυριάδας, τὸ δὲ ἄλλο Ἑλλήνων  καὶ Ἰουδαίων; πόσαι μυριάδες χρυσίου συνελέγησαν; πόσος δὲ ἀριθμός ἐστι πενήτων;  Οὐκ οἶμαι πλέον μυριάδων  πέντε. Τούτους δὴ καθ' ἑκάστην ἡμέραν τρέφεσθαι, πόσῃ ἀφθονία  ἦν; Μᾶλλον δὲ κοινῆς  τῆς τροφῆς  γινομένης,  καὶ συσσίτων ὄντων,  οὐδὲ πολλῆς  ἂν ἐδέησε δαπάνης.  Τί οὖν,  φησὶν,  ἐμέλλομεν  ποιεῖν  μετὰ τὸ ἀναλωθῆναι;  Σὺ οἴει δυνηθῆναι ἀναλωθῆναί  ποτε; οὐ γὰρ ἂν μυριοπλασίων ἡ τοῦ Θεοῦ χάρις γέγονε; οὐ γὰρ πλουσίως ἂν ἡ τοῦ Θεοῦ χάρις ἐξεχύθη; Τί δέ; οὐκ ἂν οὐρανὸν ἐποιήσαμεν τὴν γῆν; Εἰ ἔνθα  τρισχίλιοι  καὶ πεντακισχίλιοι,  τοῦτο  γενόμενον  οὕτως  ἔλαμψε, καὶ οὐδεὶς αὐτῶν πενίαν ᾐτιάσατο, πόσῳ μᾶλλον ἐν τοσούτῳ πλήθει; τίς δὲ οὐκ ἂν καὶ τῶν ἔξωθεν ἐπέδωκεν; Ἵνα δὲ δείξω, ὅτι τὸ διεσπάσθαι, τοῦτο δαπανηρὸν καὶ πενίας ποιητικὸν, ἔστω οἰκία, ἔνθα παιδία δέκα καὶ γυνὴ καὶ ἀνὴρ καὶ ἡ μὲν ἐριουργείτω, ὁ δὲ ἔξωθεν φερέτω προσόδους· εἰπὲ δή μοι, οὗτοι κοινῇ σιτούμενοι, καὶ μίαν ἔχοντες οἰκίαν, πλείονα  ἂν ἀναλίσκοιεν, ἢ διασπασθέντες; Εὔδηλον, ὅτι διασπασθέντες; Εἰ γὰρ μέλλοιεν διεσπάσθαι τὰ δέκα παιδία, δέκα καὶ οἰκημάτων χρεία, δέκα τραπεζῶν, δέκα ὑπηρετῶν,  καὶ τῆς  ἄλλης  προσόδου τοσαύτης. Τί δὲ, ἔνθα  δούλων  πλῆθός ἐστιν; οὐχὶ διὰ τοῦτο πάντες μίαν ἔχουσι τράπεζαν, ὥστε μὴ πολλὴν γενέσθαι τὴν δαπάνην;  Ἡ γὰρ  διαίρεσις  ἀεὶ  ἐλάττωσιν  ἐμποιεῖ,  ἡ  δὲ  ὁμόνοια  καὶ  συμφωνία αὔξησιν. Οὕτως οἱ ἐν τοῖς  μοναστηρίοις ζῶσι νῦν,  ὥσπερ ποτὲ οἱ πιστοί. Τίς ἂν ἀπέθανεν  οὖν ἀπὸ λιμοῦ; τίς δὲ οὐ διετράφη μετὰ ἀφθονίας πολλῆς; Νῦν μὲν οὖν τοῦτο δεδοίκασιν ἄνθρωποι μᾶλλον, ἢ εἰς πέλαγος ἐμπεσεῖν ἄπλετον καὶ ἄπειρον. Εἰ δὲ πεῖραν ἐποιησάμεθα τούτου, τότε ἂν κατετολμήσαμεν τοῦ πράγματος. Πόσην οἴει καὶ χάριν εἶναι; Εἰ γὰρ τότε, ὅτε οὐδεὶς ἦν πιστὸς, ἀλλὰ τρισχίλιοι καὶ πεντακισχίλιοι μόνον·  ὅτε  πάντες  οἱ  τῆς  οἰκουμένης  ἦσαν  ἐχθροί· ὅτε  οὐδαμόθεν  προσεδόκων παραμυθίαν, οὕτω δὴ κατετόλμησαν  τοῦ πράγματος· πόσῳ μᾶλλον  νῦν  τοῦτο ἂν ἐγένετο, ἔνθα τῇ τοῦ Θεοῦ χάριτι πανταχοῦ τῆς οἰκουμένης πιστοί; τίς δ' ἂν ἔμενεν Ἕλλην λοιπόν; Οὐδένα ἔγωγε ἡγοῦμαι· οὕτως ἂν πάντας  ἐπεσπασάμεθα, καὶ εἱλκύσαμεν  πρὸς  ἡμᾶς  αὐτούς.   Πλὴν  ἀλλ'  ἐὰν  ὁδῷ  ταύτῃ  προβαίνωμεν, πιστεύω τῷ Θεῷ, ὅτι καὶ τοῦτο ἔσται. Πείσθητέ μοι μόνον, καὶ κατὰ τάξιν κατορθώσομεν τὰ πράγματα· καὶ ἂν ὁ Θεὸς ζωὴν δῷ, πιστεύω, ὅτι ταχέως εἰς ταύτην ἡμᾶς ἄξομεν τὴν πολιτείαν. Τέως τὸν νόμον τὸν περὶ τοῦ ὅρκου κατορθώσατε, καὶ βεβαιώσατε· καὶ  ὁ  φυλάξας  τὸν  μὴ  φυλάξαντα  δῆλον  ποιείτω,  καὶ  ἐγκαλείτω λοιπὸν, καὶ ἐπιτιμάτω σφοδρῶς. Ἡ γὰρ προθεσμία ἐγγὺς, καὶ ἐξέτασιν ποιήσω τοῦ πράγματος, καὶ τὸν ἁλόντα ἀφορίσω καὶ ἀπείρξω. Ἀλλὰ μηδένα γένοιτο τοιοῦτον εὑρεθῆναι παρ' ἡμῖν, ἀλλὰ πάντας μετὰ ἀκριβείας τὸ σύνθημα τὸ πνευματικὸν τοῦτο φυλάξαι. Καθάπερ οὖν ἐν πολέμῳ ἀπὸ τοῦ συνθήματος οἵ τε οἰκεῖοι καὶ ἀλλότριοι γνωρίζονται· οὕτω δὴ καὶ νῦν γινέσθω. Καὶ γὰρ καὶ νῦν ἐν πολέμῳ ἐσμὲν, ἵνα καὶ τοὺς ἀδελφοὺς ἐπιγινώσκωμεν  τοὺς οἰκείους. Ὅσον γάρ ἐστιν ἀγαθὸν τοῦτο ἡμῖν εἶναι τὸ γνώρισμα, καὶ ἐνταῦθα καὶ ἐπὶ τῆς ἀλλοτρίας; οἷον τοῦτο ὅπλον κατὰ τῆς τοῦ διαβόλου μηχανῆς; Στόμα γὰρ οὐκ εἰδὸς ὀμνύειν, ταχέως καὶ τὸν Θεὸν ἐν εὐχαῖς ἐπισπάσεται, καὶ τὸν διάβολον  πλήξει καιρίαν πληγήν·  στόμα οὐκ εἰδὸς ὀμνύειν, οὐδὲ ὑβρίζειν  εἴσεται. Καθάπερ ἐξ οἰκίας  τινὸς,  οὕτως  ἀπὸ τῆς  γλώττης  τὸ πῦρ ἔκβαλε τοῦτο, καὶ παρέλκυσον ἔξω. ∆ὸς αὐτῇ μικρὸν ἀναπνεῦσαι· τὸ ἕλκος ἀσθενέστερον ποίησον. Ναὶ παρακαλῶ, ἵνα ὑμῖν καὶ ἕτερόν τι ἐκδῶ μάθημα· οὔπω γὰρ τούτου κατωρθωμένου,  οὐ τολμῶ ἐπὶ ἕτερόν τι ἐλθεῖν. Τοῦτο μετὰ ἀκριβείας ὑμῖν κατορθωθήτω· τούτου λάβετε τοῦ κατορθώματος αἴσθησιν πρότερον, καὶ τότε ὑμῖν καὶ ἑτέρους εἰσάξω νόμους, μᾶλλον δὲ οὐκ ἐγὼ, ἀλλ' ὁ Χριστός. Φυτεύσατε ἐν τῇ ψυχῇ τῇ ὑμετέρᾳ τοῦτο τὸ καλὸν, καὶ κατὰ μικρὸν ἔσεσθε παράδεισος τοῦ Θεοῦ, πολλῷ  βελτίων  ἐκείνου  τοῦ παραδείσου. Οὔτε γὰρ ὄφις παρ' ἡμῖν, οὔτε δένδρον θανατηφόρον,   οὔτε  ἄλλο  τῶν  τοιούτων   οὐδέν.  Πήξατε  ἐν  βάθει  ταύτην  τὴν συνήθειαν. Ἂν τοῦτο γένηται, οὐχ ὑμεῖς οἱ παρόντες ὠφεληθήσεσθε μόνον, ἀλλὰ καὶ πάντες  οἱ ἐν τῇ οἰκουμένῃ· καὶ οὐκ ἐκεῖνοι  μόνον,  ἀλλὰ  καὶ οἱ μετὰ ταῦτα ἐπιγινόμενοι.  Ἔθος γὰρ  καλὸν  εἰσελθὸν,  καὶ  παρὰ  πάντων  φυλαττόμενον,   εἰς μακροὺς διαδοθήσεται χρόνους, καὶ οὐδεὶς αὐτὸ καιρὸς ἐκκόψαι δυνήσεται. Εἰ ξύλα τις συλλέγων ἐν σαββάτῳ λιθόλευστος γέγονεν· ὁ τὰ πολλῷ τῆς συλλογῆς ἐκείνης χαλεπώτερα ἐργαζόμενος, καὶ φορτίον ἁμαρτιῶν συλλέγων (τοῦτο γὰρ τῶν ὅρκων τὸ πλῆθος), τί οὐχ ὑποστήσεται; τί δὲ οὐχ ὑπομενεῖ; Πολλὴν λήψεσθε παρὰ τοῦ Θεοῦ τὴν βοήθειαν, ἐὰν τοῦτο ὑμῖν κατωρθωμένον ᾖ. Ἂν εἴπω, Μὴ ὑβρίσῃς, εὐθέως τὸν θυμόν μοι φέρεις εἰς μέσον· ἂν εἴπω, Μὴ βασκήνῃς, ἄλλην  αἰτίαν ἐρεῖς. Ἐνταῦθα οὐδὲν τοιοῦτον ἔχεις εἰπεῖν. ∆ιὰ τοῦτο ἀπὸ τῶν εὐκόλων ἠρξάμην, ἐπεὶ καὶ ἐν ταῖς τέχναις  ἁπάσαις  τὸ  αὐτὸ  ποιοῦσιν.  Οὕτω  τις  καὶ  ἐπὶ  τὰ  μείζονα  ἔρχεται,  τὰ εὐκολώτερα πολλῷ πρῶτον μανθάνων. Εἴσεσθε, πῶς ἔστιν εὔκολον τοῦτο, ὅταν τῇ τοῦ Θεοῦ χάριτι κατορθώσαντες, καὶ ἕτερον δέξησθε νόμον. ∆ότε μοι παῤῥησίαν, καὶ ἐπὶ Ἑλλήνων, καὶ ἐπὶ Ἰουδαίων, καὶ πρὸ πάντων ἐπὶ τοῦ Θεοῦ. Ναὶ παρακαλῶ πρὸς τῆς ἀγάπης, πρὸς τῆς ὠδῖνος, δι' ἧς ὑμᾶς ὤδινα, Τεκνία μου. Τὸ δὲ ἑξῆς οὐκ ἐπάξω τὸ, Οὓς πάλιν ὠδίνω· οὐδὲ ἐρῶ τὸ, Ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Πιστεύω γὰρ, ὅτι μεμόρφωται Χριστὸς ἐν ὑμῖν. Ἀλλ' ἕτερα πρὸς ὑμᾶς ἐρῶ· Ἀδελφοί μου ἀγαπητοὶ καὶ  ἐπιπόθητοι, χαρὰ καὶ στέφανός μου. Πιστεύσατε γάρ μοι, ὅτι οὐκ ἄλλως ἐρῶ. Εἰ μυρίους τις λιθοκολλήτους  στεφάνους βασιλικοὺς ἐπέθηκέ μου τῇ κεφαλῇ νῦν, οὐκ ἂν εὐφράνθην ὡς εὐφραίνομαι ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ· μᾶλλον δὲ, οὐδὲ τὸν βασιλέα οὕτως οἶμαι χαίρειν, ὡς ἐγὼ ἐφ' ὑμῖν. Τί λέγω; Εἰ πάντα τὰ ἔθνη τὰ πολεμοῦντα  αὐτῷ  νικήσας  ἐπανῆλθε,  καὶ  τοῦ  νενομισμένου  στεφάνου  πλείους ἑτέρους ἔλαβε στεφάνους, καὶ ἕτερα διαδήματα σύμβολα τῆς νίκης, οὐκ ἂν αὐτὸν οὕτως οἶμαι χαίρειν ἐπὶ τοῖς τροπαίοις, ὡς ἐγὼ ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ μυρίους στεφάνους ἐπὶ τῆς κεφαλῆς ἔχων, οὕτως ἀγάλλομαι· καὶ εἰκότως. Ἂν γὰρ  τῇ  τοῦ  Θεοῦ χάριτι  τοῦτο  ὑμῖν  κατορθωθῇ  τὸ  ἔθος,  μυρίους  νενικήκατε πολέμους, καὶ πολλῷ χαλεπωτέρους ἐκείνου· πρὸς δαίμονας πονηροὺς, πρὸς ἀλάστορας παλαίσαντες καὶ μαχεσάμενοι, οὐ διὰ μαχαίρας, ἀλλὰ διὰ γλώττης  καὶ προαιρέσεως. Ὅρα γὰρ, ὅσα κατορθοῦται, ἐὰν ἄρα καὶ κατορθώσητε. Πρῶτον, ὅτι συνή  θειαν χαλεπὴν ἐκκόπτετε· δεύτερον, λογισμὸν πονηρὸν, καὶ ὅθεν πάντα τὰ κακὰ, τῷ νομίζειν ἀδιάφορον εἶναι τὸ πρᾶγμα καὶ μηδὲν βλάπτειν· τρίτον, τὸν θυμόν· τέταρτον, τὴν φιλοχρηματίαν· πάντα γὰρ ταῦτα ὁ ὅρκος τίκτει. Ἀλλὰ ἀπὸ τούτου καὶ εἰς τὰ ἄλλα κατορθώματα λήψεσθε πολλὴν ἀφορμήν. Καθάπερ γὰρ οἱ τὰ στοιχεῖα μανθάνοντες  τῶν παίδων, οὐκ ἐκεῖνα μόνα μανθάνουσιν, ἀλλ' ἐν ἐκείνοις παιδεύονται κατὰ μικρὸν ἀναγινώσκειν·  οὕτω δὴ καὶ ὑμεῖς· οὐκ ἔτι λοιπὸν ὑμᾶς ὁ πονηρὸς  λογισμὸς  ἀπατήσει, οὐδὲ  ἐρεῖτε,  ὅτι  Ἀδιάφορόν  ἐστι  τόδε,  οὐκ  ἔτι  τῇ συνηθείᾳ φθέγξεσθε, ἀλλὰ πρὸς ἅπαντα  στήσεσθε γενναίως,  ἵνα διὰ πάντων  τὴν κατὰ  Θεὸν ἀρετὴν  διανύσαντες,  τῶν  αἰωνίων   ἀπολαύσητε  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΙΒʹ. Ἰωσὴφ δὲ ὁ ἐπικληθεὶς Βαρνάβας ὑπὸ τῶν ἀποστόλων (ὅ ἐστι μεθερμηνευόμενον, υἱὸς παρακλήσεως), Λευίτης, Κύπριος τῷ γένει, ὑπάρ χοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκε τὸ χρῆμα καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν ἀποστόλων.

αʹ. Μέλλει διηγεῖσθαι τὸ κατὰ Ἀνανίαν  λοιπὸν  καὶ Σάπφειραν, καὶ θέλων δεῖξαι τὸν ἄνδρα χείριστα ἡμαρτηκότα, πρώτου μέμνηται  τοῦ κατωρθωκότος· ὅτι τοσούτου  πλήθους   ὄντος   τοῦ  ταῦτα   ποιοῦντος,   τοσαύτης  χάριτος,  τοσούτων σημείων, οὐχ ὑπ' οὐδενὸς τούτων διωρθώθη, ἀλλὰ καθάπαξ ὑπὸ τῆς φιλοχρηματίας τυφλωθεὶς, τὸν ὄλεθρον ἐκεῖνον ἐπεσπάσατο τῇ ἑαυτοῦ κεφαλῇ. Ὑπάρχοντος αὐτῷ ἀγροῦ· οὕτως εἶπεν, δηλῶν, ὅτι τοῦτον μόνον ἐκέκτητο· πωλήσας ἤνεγκε τὸ χρῆμα, καὶ ἔθηκε παρὰ τοὺς πόδας τῶν  ἀποστόλων.  Ἀνὴρ δέ τις  ὀνόματι  Ἀνανίας, σὺν Σαπφείρᾳ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησε κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικός· καὶ ἐνέγκας μέρος τι, παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκε. Τὸ δεινὸν,  ὅτι μετὰ συγκαταθέσεως ἡ ἁμαρτία, καὶ οὐδεὶς ἕτερος ᾔδει τὸ γενόμενον. Πόθεν ἐπῆλθε τῷ ταλαιπώρῳ  τούτῳ καὶ ἀθλίῳ τοῦτο ἐργάσασθαι; Εἶπε δὲ ὁ Πέτρος· Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου ψεύσασθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Ὅρα καὶ νῦν  μέγα σημεῖον γενόμενον, καὶ πολλῷ πλέον ἐκείνου τοῦ προτέρου. Οὐχὶ μένον σοὶ ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχε; Τουτέστι, Μὴ γὰρ ἀνάγκη τις ἦν καὶ βία; μὴ γὰρ ἄκοντας  ὑμᾶς ἕλκομεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις,  ἀλλὰ  τῷ  Θεῷ. Ἀκούων δὲ ὁ Ἀνανίας  τοὺς  λόγους  τούτους, πεσὼν ἐξέψυξεν. Ὁρᾷς, πόθεν μεῖζον τὸ σημεῖον τοῦτο; Ἀπὸ τοῦ ἀνελεῖν, ἀπὸ τοῦ τὰ ἐν διανοίᾳ εἰδέναι, καὶ τὰ λάθρᾳ γεγονότα. Ἐγένετο δὲ φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτὸν, καὶ ἐξενέγκαντες ἔθαψαν.  Ἐγένετο  δὲ ὡς  ὡρῶν  τριῶν  διάστημα, καὶ ἡ γυνὴ  αὐτοῦ  μὴ εἰδυῖα  τὸ γεγονὸς  εἰσῆλθεν. Ἀπεκρίθη δὲ αὐτῇ ὁ Πέτρος· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ταύτην ἐβούλετο  σῶσαι· ἐκεῖνος γὰρ ἦν ὁ ἀρχηγὸς τῆς ἁμαρτίας. Καὶ διὰ τοῦτο αὐτῇ δίδωσι τάχα καιρὸν ἀπολογίας, καὶ ἐξουσίαν μετανοίας. ∆ιὸ καὶ λέγει· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον  ἀπέδοσθε; Ἡ δὲ εἶπε, Ναὶ τοσούτου. Ὁ δὲ Πέτρος εἶπε πρὸς αὐτήν· Τί ὅτι συνεφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν  θαψάντων  τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσί σε. Ἔπεσε δὲ παραχρῆμα παρὰ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν. Εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκρὰν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφ' ὅλην  τὴν  Ἐκκλησίαν, καὶ ἐπὶ πάντας  τοὺς ἀκούοντας  ταῦτα. Μετὰ τὸ γενέσθαι τὸν φόβον αὐτῶν, πλείονα σημεῖα ἐποίουν· καὶ ὅτι ἐποίουν, ἄκουε. ∆ιὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ πολλά. Καὶ ἦσαν ὁμοθυμαδὸν  ἅπαντες  ἐν  τῇ  στοᾷ  Σολομῶντος·  τῶν  δὲ  λοιπῶν   οὐδεὶς  ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ' ἐμεγάλυνεν  αὐτοὺς ὁ λαός. Εἰκότως. Καὶ γὰρ ὁ Πέτρος ἦν λοιπὸν φοβερὸς, κολάζων καὶ τὰ εἰς νοῦν ἐξελέγχων· ᾧ καὶ μᾶλλον προσέκειντο διά τε τὸ σημεῖον, καὶ τὴν πρώτην δημηγορίαν, καὶ τὴν δευτέραν, καὶ τὴν τρίτην. Αὐτὸς γὰρ καὶ τὸ σημεῖον εἰργάσατο τὸ πρῶτον, καὶ τὸ δεύτερον, καὶ τὸ νῦν, ὅπερ ἐμοὶ καὶ διπλοῦν, ἀλλ' οὐχ ἁπλῶς ἕν τι καὶ μόνον εἶναι δοκεῖ· ἓν μὲν, τὸ τὰ κατὰ διάνοιαν ἐλέγξαι·   δεύτερον   δὲ,   τὸ   ἀνελεῖν    προστάγματι.   Μᾶλλον   δὲ   προσετίθεντο πιστεύοντες,  φησὶν,  τῷ  Κυρίῳ πλήθη  ἀνδρῶν  τε  καὶ  γυναικῶν,  ὥστε κατὰ  τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ τῶν κλινῶν  καὶ κραββάτων, ἵνα ἐρχομένου  Πέτρου κἂν  ἡ σκιὰ ἐπισκιάσῃ τινὶ  αὐτῶν.  Τοῦτο ἐπὶ  τοῦ Χριστοῦ οὐ γέγονεν· ὅθεν καὶ ὁρᾷν νῦν ἐστιν ἔργῳ τὸ ὑπ' αὐτοῦ εἰρημένον ἐξελθόν. Ποῖον δὴ τοῦτο; Ὁ πιστεύων  εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ  ποιῶ, κἀκεῖνος  ποιήσει, καὶ μείζονα τούτων  ποιήσει. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν  πέριξ πόλεων  εἰς Ἱερουσαλὴμ,φέροντες  ἀσθενεῖς καὶ ὀχλουμένους  ὑπὸ πνευμάτων  ἀκαθάρτων,  οἵτινες ἐθεραπεύοντο ἅπαντες. Σὺ δέ μοι σκόπει, πῶς αὐτοῖς ὁ βίος ὑφαίνεται  πᾶς διὰ τῶν ἐναντίων.  Οἷον, ἀθυμία πρώτη γέγονε διὰ τὴν ἀνάληψιν τοῦ Χριστοῦ, εἶτα εὐθυμία διὰ τὴν  τοῦ Πνεύματος κάθοδον· πάλιν  ἀθυμία διὰ τοὺς χλευάζοντας, εἶτα εὐθυμία διὰ τοὺς πιστοὺς καὶ τὸ σημεῖον· πάλιν ἀθυμία διὰ τὸ κατασχεθῆναι, εἶτα εὐθυμία διὰ τῆς ἀπολογίας. Πάλιν ἐνταῦθα καὶ εὐθυμία καὶ ἀθυμία. Ὅτι μὲν γὰρ ἦσαν λαμπροὶ, καὶ ὁ Θεὸς αὐτοῖς ἀπεκάλυψεν, εὐθυμία· ὅτι δὲ τοὺς αὐτῶν ἀνῄρουν, ἀθυμία. Πάλιν εὐθυμία ἀπὸ τῆς λαμπρότητος· πάλιν ἀθυμία ἀπὸ τοῦ ἀρχιερέως. Καὶ διόλου τοῦτο σκοπουμένοις ἰδεῖν δυνατόν· καὶ ἐπὶ τῶν παλαιῶν δὲ οὕτως εὕροι τις ἄν. Ἴδωμεν  δὲ ἄνωθεν  τὰ εἰρημένα. Ἐπώλουν,  φησὶ, καὶ ἔφερον  τὰς τιμὰς, καὶ ἐτίθουν   παρὰ  τοὺς  πόδας  τῶν   ἀποστόλων.  Ὅρα  μοι,  ἀγαπητὲ,  πῶς  οὐ  τοῖς ἀποστόλοις ἐπέτρεπον πωλεῖν, ἀλλ' αὐτοὶ ἐπώλουν, καὶ τὰς τιμὰς ἐκείνοις ἐδίδοσαν. Ἀλλ' οὐχ οὕτως ὁ Ἀνανίας, ἀλλ' ὑφαιρεῖταί τι τῆς τιμῆς οὗ ἀπέδοτο ἀγροῦ· διὸ καὶ τιμωρεῖται ὡς τὸ πρᾶγμα μὴ καλῶς διαθέμενος, καὶ κλέπτων τὰ ἑαυτοῦ φωραθείς. Οὗτος καὶ τῶν νῦν ἱερέων ἥψατο ὁ λόγος, καὶ σφόδρα κατὰ κράτος. Ἐπεὶ δὲ συνῄδει τῷ γενομένῳ καὶ ἡ τούτου γυνὴ, διὰ τοῦτο καὶ αὐτὴν ἐξετάζει.


βʹ. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι σφόδρα πικρῶς αὐτῇ ἐχρήσατο. Τί λέγεις; εἰπέ μοι, ποία πικρία; Εἰ ξύλα τις συλλέξας καταλεύεται, πολλῷ μᾶλλον ὁ ἱερόσυλος· καὶ ταῦτα γὰρ ἱερὰ λοιπὸν ἦν τὰ χρήματα.  Οὐκοῦν  ὁ  ἑλόμενος  τὰ  αὐτοῦ  πωλῆσαι  καὶ  διαδοῦναι,  εἶτα  λαβὼν, ἱερόσυλος ἂν εἴη. Εἰ δὲ ὁ ἐκ τῶν αὐτοῦ λαβὼν, ἱερόσυλος, πολλῷ μᾶλλον ὁ ἐκ τῶν ἀλλοτρίων. Μὴ γὰρ, ἐπειδὴ νῦν μὴ γίνεται τοῦτο, καὶ ἕπεται παρὰ πόδας ἡ κόλασις, νομίσητε ἀτιμωρητὶ ταῦτα γίνεσθαι. Ὁρᾷς, ὅτι τοῦτο ἐγκαλεῖται, ὅτι ποιήσας αὐτὰ ἱερὰ χρήματα, τότε ἔλαβε; Μὴ γὰρ οὐκ ἠδύνασο, φησὶ, καὶ μετὰ τὸ πωλῆσαι αὐτὰ ὡς ἰδίοις ἀποχρήσασθαι; μὴ γὰρ ἐκωλύθης; διὰ τί μετὰ τὸ ὑποσχέσθαι λαμβάνεις; Ὅρα, πῶς εὐθέως ἐξ ἀρχῆς ἐπέθετο ὁ διάβολος μεταξὺ σημείων γενομένων  καὶ θαυμάτων τοσούτων· μᾶλλον  δὲ πῶς καὶ οὗτος ὑπ' αὐτοῦ ἐπωρώθη.  Τοιοῦτόν τι καὶ ἐν τῇ Παλαιᾷ γέγονεν, ὅτε ὁ Χαρμὶ τὸ ἀνάθημα κλέψας ἑάλω· ἀλλ' ὅμως ἔγνως καὶ ἐκεῖ μεθ' ὅσης ἐκδικίας διωρθώθη τὸ πρᾶγμα. Ἱεροσυλία γὰρ σφόδρα χαλεπὸν, ἀγαπητὲ, καὶ πολλῆς γέμον καταφρονήσεως. Οὔτε πωλῆσαι ἠναγκάσαμεν, φησὶν, οὔτε πωλήσαντα δοῦναι τὰ χρήματα· σὺ εἵλου ἐξ οἰκείας προαιρέσεως· τί τοίνυν ἔκλεψας ἀπὸ τῶν ἱερῶν χρημάτων; ∆ιὰ τί ἐπλήρωσε, φησὶν, ὁ Σατανᾶς τὴν καρδίαν σου; Καὶ εἰ ὁ Σατανᾶς τοῦτο ἐποίησε, τί αὐτὸς ἐγκαλεῖται; Αἴτιος γέγονε δεξάμενος αὐτοῦ τὴν ἐνέργειαν, καὶ πληρωθείς. Ἀλλ' ἔδει διορθῶσαι, φησίν. Ἀλλ' οὐκ ἂν διωρθώθη· ὁ γὰρ τοιαῦτα ὁρῶν καὶ μὴ κερδάνας, πολλῷ μᾶλλον οὐκ ἂν ἑτέρως ἐκέρδανεν. Οὐκ ἔδει τοίνυν ἁπλῶς παρελθεῖν τὸ γεγονὸς, ἀλλ' ὡς σηπεδόνα τινὰ ἐκτμηθῆναι, ἵνα μὴ τῷ λοιπῷ λυμήνηται σώματι. Νῦν μὲν γὰρ καὶ οὗτος ὠφέληται μὴ προελθὼν περαιτέρω κακίας, καὶ οἱ λοιποὶ σπουδαιότεροι γενόμενοι· τότε δὲ ἂν τοὐναντίον  συνέβη. ∆ιὰ τοῦτο πρῶτον  ἐλέγχει,  καὶ δείκνυσιν, ὅτι οὐκ ἔλαθεν  αὐτὸν τὸ γεγονὸς, καὶ τότε καταδικάζει. ∆ιὰ τί γὰρ, φησὶ, τοῦτο πεποίηκας; ἤθελες ἔχειν; Ἔδει ἔχειν ἐξ ἀρχῆς, καὶ  μὴ  ὑποσχέσθαι· νῦν  δὲ  λαβὼν  μετὰ  τὸ  ἀναθέσθαι,  μείζονα  τὴν  ἱεροσυλίαν εἰργάσω.  Ὁ  μὲν  γὰρ  τὰ  τῶν   ἄλλων   λαμβάνων,   ἴσως  ἀλλοτρίων   ἐπιθυμήσας λαμβάνει· σοὶ δὲ ἐξῆν ἔχειν τὰ σά. Τί τοίνυν ἐποίησας αὐτὰ ἱερὰ, καὶ τότε ἔλαβες; Ἀπὸ  πολλῆς  καταφρονήσεως  τοῦτο   πεποίηκας.  Οὐκ ἔχει  τὸ  γενόμενον συγγνώμην, ἐκτός ἐστιν ἀπολογίας. Μηδεὶς δὲ σκανδαλιζέσθω, εἴ τινες καὶ νῦν εἰσιν ἱερόσυλοι.  Εἰ  γὰρ  τότε  ἦσαν,  πολλῷ  μᾶλλον  νῦν,  ὅτε  πολλὰ  τὰ  κακά.  Ἀλλ' ἐλέγχωμεν αὐτοὺς ἐπὶ πάντων, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Ὁ Ἰούδας ἱερόσυλος ἦν· ἀλλ' οὐκ ἐσκανδάλισε τοῦτο τοὺς μαθητάς. Ὁρᾷς, ὅσα κακὰ ἡ τῶν  χρημάτων ἐπιθυμία ποιεῖ; Καὶ ἐγένετο, φησὶ, φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα. Ἐκεῖνος ἐτιμωρήθη,  καὶ ἄλλοι  ἐκέρδαναν.  Ὥστε οὐχ ἁπλῶς  τοῦτο οἰκονομεῖται·
καίτοι δὲ σημείων ἄλλων πρότερον γενομένων, ὅμως οὐκ ἦν φόβος τοιοῦτος. Οὕτως ἀληθές  ἐστιν  ἐκεῖνο,  ὅτι  Γινώσκεται  Κύριος κρίματα  ποιῶν.  Οὕτω καὶ  ἐπὶ  τῆς κιβωτοῦ γέγονεν· Ὀζᾶν ἐτιμωρήθη, καὶ ἐγένετο τοῖς ἄλλοις φόβος. Ἀλλ' ἐκεῖ μὲν φοβηθεὶς ὁ βασιλεὺς ἀπώσατο τὴν κιβωτόν· ἐνταῦθα δὲ οὗτοι μᾶλλον προσεκτικώτεροι γίνονται. Εἶδες, πῶς οὐκ ἐκάλεσε αὐτὸν ὁ Πέτρος, ἀλλ' ἀνέμεινεν ὥστε εἰσελθεῖν· οὐδὲ τῶν ἄλλων  τις ἐτόλμησεν ἐξειπεῖν τὸ γεγονός. Τοῦτο φόβος διδασκάλου, τοῦτο τιμὴ μαθητῶν, τοῦτο ὑπακοή. Τριῶν ὡρῶν  διάστημα. Καὶ οὐκ ἔμαθεν ἡ γυνὴ, οὐδὲ ἐξεῖπέ τις τῶν παρόντων, καίτοι γε ἱκανὸν ἦν ἐξηχθῆναι· ἀλλ' ἐφοβοῦντο.  Τοῦτο  γοῦν  καὶ  θαυμάζων  ὁ  συγγραφεὺς  λέγει,  ὅτι  Μὴ εἰδυῖα  τὸ γεγονὸς, εἰσῆλθε. Καίτοι γε ἀπὸ τούτου ἐνῆν μαθεῖν, ὅτι οἶδε τὰ λανθάνοντα. ∆ιὰ τί γὰρ μηδένα ἐρωτήσας, ὑμᾶς ἐρωτᾷ; Ἢ δῆλον, ὅτι ὡς εἰδώς; Ἀλλ' ἡ πολλὴ πώρωσις οὐκ εἴασεν αὐτὴν τὸ ἔγκλημα ἀποδύσασθαι, ἀλλὰ μετὰ αὐθαδείας πολλῆς ἀποκρίνεται· ἐνόμιζε γὰρ πρὸς ἄνθρωπον  διαλέγεσθαι. Τὸ δεινὸν τοῦτο, ὅτι ὡς ἐκ μιᾶς  βουλῆς  ἐπὶ  τὴν  ἁμαρτίαν  ἦλθον,  ἢ  ὥσπερ  ἀπὸ  συνθήκης  τινός.  Τί  ὅτι συνεφωνήθη ὑμῖν, φησὶ, πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Ἰδοὺ οἱ πόδες τῶν θαψάντων τὸν  ἄνδρα  σου ἐπὶ  τὴν  θύραν,  καὶ  ἐξοίσουσί σε. Πρότερον αὐτὴν  διδάσκει  τὸ ἁμάρτημα, καὶ τότε δείκνυσιν, ὅτι δικαίως τὰ αὐτὰ πείσεται τῷ ἀνδρί· ἐπειδὴ καὶ τὰ αὐτὰ  ἥμαρτε.  Καὶ πῶς,  φησὶ,  Παραχρῆμα  ἔπεσε  παρὰ  τοὺς  πόδας  αὐτοῦ,  καὶ ἐξέψυξεν; Ὅτι πλησίον εἱστήκει. Οὕτως αὐτοὶ καθ' ἑαυτῶν τὴν τιμωρίαν ἐπεσπάσαντο. Τίς λοιπὸν οὐκ ἂν ἐξεπλάγη; τίς οὐκ ἂν ἔδεισε τὸν ἀπόστολον; τίς οὐκ ἂν ἐθαύμασε; Καὶ ἦσαν ὁμοθυμαδὸν, φησὶν, ἅπαντες ἐν τῇ στοᾷ Σολομῶντος. Ἐκ τούτου δῆλον, ὅτι οὐκ ἐν οἰκίᾳ, ἀλλὰ τὸ ἱερὸν καταλαβόντες  ἐκεῖ διέτριβον· οὔτε μὴν λοιπὸν ἀκαθάρτων ἅπτεσθαι ἐφυλάττοντο,  ἀλλ' ἁπλῶς ἥπτοντο τῶν νεκρῶν. Καὶ ὅρα, πῶς ἐν μὲν τοῖς οἰκείοις εἰσὶ σφοδροὶ, ἐν δὲ τοῖς ἀλλοτρίοις οὐ κέχρηνται τῇ δυνάμει. Μᾶλλον δὲ, φησὶ, προσετίθεντο πιστεύοντες τῷ Κυρίῳ πλήθη ἀνδρῶν  τε καὶ γυναικῶν· ὥστε κατὰ τὰς πλατείας τιθέναι τοὺς ἀσθενεῖς ἐπὶ κλινῶν καὶ κραββάτων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.


γʹ. Πολλὴ τῶν προσιόντων ἡ πίστις, καὶ μείζων ἢ ἐπὶ τοῦ Χριστοῦ. Πόθεν δὴ τοῦτο γέγονεν; Ἀπὸ τοῦ τὸν Χριστὸν ἀποφήνασθαι καὶ εἰπεῖν· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, ποιήσει, καὶ μείζονα ποιήσει. Μενόντων γὰρ αὐτῶν ἐκεῖ καὶ οὐ περιιόντων, ἔφερον πάντες  ἐπὶ τῶν  κλινῶν  καὶ κραββάτων  οὓς εἶχον  ἀσθενεῖς, καὶ πάντοθεν  αὐτοῖς συνήγετο τὸ θαῦμα, ἀπὸ τῶν πιστευσάντων, ἀπὸ τῶν θεραπευθέν  των, ἀπὸ τοῦ κολασθέντος, ἀπὸ τῆς παῤῥησίας τῆς πρὸς ἐκείνους, ἀπὸ τῆς ἀρετῆς τῶν  οὐχ ἁπλῶς πιστευσάντων· οὐ γὰρ δὴ τῶν σημείων ἦν μόνον τὸ γενόμενον. Εἰ γὰρ καὶ αὐτοὶ μετριάζοντες τούτῳ τὸ πᾶν λογίζονται, λέγοντες ἐν τῷ ὀνόματι τοῦ Χριστοῦ ταῦτα ποιεῖν, ἀλλὰ καὶ ὁ βίος καὶ ἡ ἀρετὴ τῶν ἀνδρῶν τοῦτο πεποίηκε. Σκόπει δὲ, πῶς ἀριθμὸν ἐνταῦθα τῶν πιστευσάντων οὐ λέγει, ἀφεὶς ἐξ ἑαυτοῦ τὸν ἀκροατὴν συλλογίζεσθαι· οὕτως εἰς πλῆθος ἄπειρον ἐπέτεινε τὰ τῆς πίστεως. Ἐντεῦθεν καὶ ἡ ἀνάστασις   μᾶλλον   ἐκηρύττετο.   Οὐδεὶς   δὲ   αὐτοῖς   ἐτόλμα   κολλᾶσθαι,   ἀλλ' ἐμεγάλυνεν αὐτοὺς ὁ λαός. Τοῦτο λέγει, δεικνὺς, ὅτι οὐκ ἔτι λοιπὸν ἦσαν εὐκαταφρόνητοι  καθάπερ καὶ  πρότερον· καὶ  ὅτι  ἐν  βραχεῖ  καιρῷ,  καὶ  μιᾷ  ῥοπῇ τοσαῦτα γέγονεν  ὑπὸ τοῦ ἁλιέως  καὶ ἰδιώτου.  Οὐρανὸς οὖν λοιπὸν  ἦν ἡ γῆ, καὶ πολιτείας, καὶ παῤῥησίας, καὶ θαυμάτων, καὶ πάντων  ἕνεκεν· καὶ καθάπερ ἄγγελοι οὕτως ἐθαυμάζοντο, πρὸς οὐδὲν ἐπιστρεφόμενοι, οὐ πρὸς γέλωτα, οὐ πρὸς ἀπειλὰς, οὐ πρὸς κινδύνους.  Οὐ μόνον  δὲ διὰ  τοῦτο,  ἀλλ' ὅτι  σφόδρα φιλάνθρωποι   καὶ κηδεμονικοὶ τυγχάνοντες,  τοῖς μὲν χρήμασιν ἐβοήθουν, τοῖς δὲ θεραπείᾳ σωμάτων. ∆ιὰ τί ἐπλήρωσεν  ὁ Σατανᾶς τὴν καρδίαν σου; Μονονουχὶ ἀπολογεῖται  ὁ Πέτρος μέλλων  κολάσειν αὐτὸν, καὶ τοὺς ἄλλους παιδεύει. Ἐπειδὴ γὰρ σφόδρα φορτικὸν ἔμελλε  φαίνεσθαι  τὸ γενόμενον,  διὰ δὴ τοῦτο καὶ ἐπ'  αὐτοῦ τούτου καὶ ἐπὶ τῆς γυναικὸς φοβερὸν ποιεῖ τὸ δικαστήριον. Εἰ δὲ ἀσύγγνωστα ἁμαρτόντας μὴ τοιαύτην δίκην ἀπῄτησεν ἀμφοτέρους, πόση ἐντεῦθεν  καταφρόνησις  Θεοῦ οὐκ ἂν γέγονεν; Ὅτι δὲ διὰ  τοῦτο, δῆλον  ἀπὸ τοῦ  μὴ εὐθέως  ἐπὶ  τιμωρίαν  ἐλθεῖν,  ἀλλὰ  δεῖξαι πρῶτον τὴν ἁμαρτίαν. Ὅθεν οὐδεὶς ἐστέναξεν, οὐδεὶς ἀνῴμωξεν, ἀλλὰ πάντες ἐφοβήθησαν. Εἰκότως δὲ, τῆς πίστεως αὐτῶν  ἐπιτεινομένης,  καὶ τὰ σημεῖα πλείω ἐγίνετο,  καὶ πολὺς  καὶ παρὰ τοῖς  οἰκείοις  ὁ φόβος ἦν, ἐπειδὴ οὐχ οὕτω τὰ τῶν ἔξωθεν ἡμᾶς θορυβεῖ, ὡς τὰ τῶν οἰκείων. Ἂν οὖν ὦμεν πρὸς ἀλλήλους συγκεκροτημένοι, οὐδεὶς ἔσται ἡμῖν πολεμῶν· ὥσπερ, ἂν ἀπ' ἀλλήλων  διιστώμεθα, τὸ ἐναντίον  πάντες ἡμῖν ἐπιθήσονται. Ἀπὸ τούτου κἀκεῖνοι λοιπὸν ἐθάῤῥουν, καὶ μετὰ παῤῥησίας καὶ εἰς ἀγορὰν ἐνέβαλλον, καὶ ἐν μέσῳ τῶν ἐχθρῶν καὶ ἐκράτουν· καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· ὃ καὶ μείζονος ἀπόδειξις δυνάμεως ἦν, ὅτι κατεχόμενοι, δεσμούμενοι, τοιαῦτα ἔπραττον. Εἰ οὖν οἱ μόνον ψευσάμενοι τοιαῦτα ἔπαθον, οἱ καὶ ἐπιορκοῦντες τί οὐ πείσονται; Μᾶλλον δὲ εἰ ἁπλῶς εἰποῦσα ἡ γυνὴ, Ναὶ τοσούτου, τοιαύτην ἔδωκε δίκην, καὶ οὐκ ἐξέφυγεν· ἐννοήσατε οἱ ὀμνύοντες καὶ ἐπιορκοῦντες, τίνος ἂν εἴητε ἄξιοι κολάσεως; Εὔκαιρον καὶ ἀπὸ τῆς Παλαιᾶς δεῖξαι τὸ χαλεπὸν τῆς ἐπιορκίας τήμερον. ∆ρέπανον, φησὶ, πετόμενον ἦν, πλάτους πήχεων δέκα. Τὸ πετόμενον τὴν ταχίστην ἔφοδον τῆς τιμωρίας  δηλοῖ τὴν τοῖς ὅρκοις παρεπομένην· τὸ δὲ πήχεων  τοῦτο δέκα εἶναι  τὸ πλάτος καὶ τὸ μῆκος, τὸ σφοδρὸν σημαίνει καὶ τὸ μέγεθος τῶν  κακῶν· τὸ δὲ ἀπ' οὐρανοῦ  πέτεσθαι,  τὸ  ἐκ  τοῦ  ἄνωθεν  δικαστηρίου  τὴν  ψῆφον  φέρεσθαι· τὸ  δὲ δρεπανοειδὲς,  τὸ  ἄφυκτον  τῆς  τιμωρίας.  Καθάπερ γὰρ  δρέπανον  εἰς  τράχηλον ἐμπεσὸν οὐκ ἂν καθ' ἑαυτὸ ἀνελκυσθείη, μένει δέ πως ἔτι καὶ ἀποτεμνομένης  τῆς κεφαλῆς·  οὕτω  καὶ ἡ δίκη τοῖς ὀμνύουσιν  ἐπιοῦσα, φοβερά τίς ἐστι, καὶ οὐκ ἂν ἀποσταίη μὴ πρότερον  ἐργασαμένη τὸ αὐτῆς. Εἰ δὲ διαφεύγομεν  ὀμνύοντες, μὴ θαῤῥῶμεν· ἐπὶ γὰρ κακῷ τῷ ἡμετέρῳ τοῦτο γίνεται Ἐπεὶ τί νομίζετε; πόσοι μετὰ Ἀνανίαν  καὶ Σάπφειραν τὰ αὐτὰ ἐκείνοις ἐτόλμησαν, καὶ οὐ τὰ αὐτὰ ἔπαθον; Καὶ πῶς,  φησὶν,  οὐκ  ἔπαθον;  Οὐκ ἐπειδὴ  συνεχωρήθη  αὐτοῖς,  ἀλλ'  ἐπειδὴ  μείζονι τηροῦνται  κακῷ.


δʹ. Ὥστε οἱ πολλὰ πταίοντες,  μὴ κολαζόμενοι, μᾶλλον  ἢ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι ὀφείλουσιν· αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας  διὰ τῆς ἀτιμωρησίας καὶ τῆς μακροθυμίας τοῦ Θεοῦ. Μὴ τοῦτο τοίνυν ἴδωμεν,   ὅτι  οὐ  κολαζόμεθα,  ἀλλ'  εἰ  μὴ  ἡμάρτομεν·  εἰ  δὲ  ἁμαρτάνοντες   οὐ κολαζόμεθα, μᾶλλον τρέμειν ὀφείλομεν. Εἰπέ μοι, ἄν τινα δοῦλον ἔχῃς, καὶ ἀπειλῇς αὐτῷ μόνον, καὶ οὐ τύπτῃς, πότε μᾶλλον φοβεῖται, πότε φεύγει, πότε δραπετεύει; οὐχ ὅταν ἀπειλῇς μόνον; Ὅθεν καὶ ἀλλήλοις  παραινοῦμεν, μὴ ἀπειλεῖν  συνεχῶς, ὥστε μὴ τῷ φόβῳ μᾶλλον κατασεῖσαι τὴν ψυχὴν, ὥστε μὴ σπαράττειν αὐτὸν πλέον τῶν πληγῶν.  Ἄλλως δὲ καὶ ἐκεῖ μὲν πρόσκαιρος ἡ τιμωρία, ἐνταῦθα δὲ διηνεκής. Μὴ τοίνυν εἰ μηδεὶς τὰ τοῦ δρεπάνου πάσχει, νῦν τοῦτο ἴδῃς, ἀλλ' ἐκεῖνο ἐννόησον, εἰ  τοιαῦτα   ποιεῖ·  ἐπεὶ   πολλὰ   γίνεται   νῦν   οἷα  ἐπὶ   τοῦ  κατακλυσμοῦ,  ἀλλὰ κατακλυσμὸς οὐ γέγονε· γέεννα γὰρ ἠπείληται, καὶ τιμωρία. Πολλοὶ ἁμαρτάνουσιν οἷα  τὰ  ἐπὶ  τῶν  Σοδόμων, ἀλλὰ  πῦρ  οὐκ  ἦλθεν  ὑετοῦ·  πύρινος  γὰρ  ἡτοίμασται ποταμός. Πολλοὶ τὰ τοῦ Φαραὼ ἐτόλμησαν· ἀλλ' οὐκ ἔπαθον τὰ τοῦ Φαραὼ, οὐδὲ κατεποντίσθησαν  εἰς  Ἐρυθρὰν θάλασσαν· τὸ  γὰρ  πέλαγος  αὐτοὺς  μένει  τὸ  τῆς ἀβύσσου, ἔνθα οὐ μετὰ ἀναισθησίας ἡ τιμωρία, οὐδὲ ἀποπνιγῆναι ἔνι, ἀλλ' ἐπὶ πλέον κολαζομένους,  τηγανιζομένους,  ἀπαγχονιζομένους  ἀναλίσκεσθαι. Πολλοὶ τὰ τῶν Ἰσραηλιτῶν ἐτόλμησαν· ἀλλ' οὐκ ἔφαγον αὐτοὺς ὄφεις· μένει γὰρ αὐτοὺς ὁ σκώληξ ὁ ἀτελεύτητος. Πολλοὶ τὰ τοῦ Γιεζῆ ἐτόλμησαν· ἀλλ' οὐκ ἐλεπρώθησαν· μένει γὰρ αὐτοὺς ἀντὶ τῆς λέπρας τὸ διχοτομηθῆναι, καὶ τεθῆναι μετὰ τῶν ὑποκριτῶν. Πολλοὶ καὶ ὤμοσαν καὶ ἐπιώρκησαν· εἰ δὲ καὶ διέφυγον, μὴ θαῤῥῶμεν· μένει γὰρ αὐτοὺς ὁ βρυγμὸς τῶν ὀδόντων. Καὶ ἐνταῦθα δὲ τάχα πείσονται, καὶ οὐ φεύξονται, εἰ καὶ μὴ
παρὰ πόδας, ἀλλ' ἐφ' ἑτέροις ἁμαρτήμασιν, ἵνα καὶ χαλεπωτέρα ἡ τιμωρία ᾖ· ἐπεὶ καὶ ἡμεῖς πολλάκις ἀφορμὰς λαβόντες ἀπὸ μικρῶν, καὶ ὑπὲρ μεγάλων τὸ πᾶν κενοῦμεν. Ὥστε ὅταν ἴδῃς τί σοι συμβὰν, ἀναμνήσθητί σου τῆς ἁμαρτίας ἐκείνης. Τοῦτο γὰρ ἐπὶ τῶν υἱῶν τοῦ Ἰακὼβ γέγονε. Μνημονεύετε τῶν ἀδελφῶν τοῦ Ἰωσήφ· ἐπώλησαν τὸν ἀδελφὸν,   σφάξαι  ἐπεχείρησαν,  μᾶλλον   δὲ  καὶ  ἔσφαξαν  ὅσον  τὸ  ἐπ'  αὐτοῖς· ἠπάτησαν, ἐλύπησαν τὸν γέροντα· οὐδὲν ἔπαθον. Μετὰ πλείονα γοῦν ἔτη περὶ τῶν ἐσχάτων  ἐκινδύνευσαν,  καὶ  τῆς  ἁμαρτίας  ταύτης  ὑπομιμνήσκονται.  Καὶ ὅτι  οὐ στοχασμὸς τὸ εἰρημένον, ἄκουε αὐτῶν τί φασι· Ναί· ἐν ἁμαρτίᾳ γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν. Οὕτω δὴ καὶ σὺ, ὅταν τι συμβῇ, εἰπὲ, ναὶ, ἐν ἁμαρτίᾳ ἐσμὲν, ὅτι οὐκ ἠκούσαμεν τοῦ Χριστοῦ, ὅτι  ὠμόσαμεν· αἱ πολυορκίαι,  καὶ αἱ ἐπιορκίαι  ἐπὶ  τὴν κεφαλήν μου ἦλθον. Οὐκοῦν ἐξομολόγησαι· καὶ γὰρ κἀκεῖνοι ἐξωμολογήσαντο, καὶ ἐσώθησαν. Τί γὰρ, εἰ μὴ παραχρῆμα ἔπεισιν ἡ τιμωρία; ἐπεὶ καὶ ὁ Ἀχαὰβ διὰ τοῦ Ναβουθαὶ οὐκ  εὐθέως  παρὰ τὴν  ἁμαρτίαν  ἔπαθεν  ἅπερ ἔπαθε. ∆ιὰ τί  δὲ  τοῦτο γίνεται; ∆ίδωσί σοι προθεσμίαν ὁ Θεὸς, ὥστε ἀπονίψασθαι· ὅταν δὲ ἐπιμένῃς, ἐπάγει  λοιπὸν τὴν τιμωρίαν. Εἴδετε, τί ἔπαθον οἱ ψευδόμενοι; Οὐκοῦν ἐννοήσατε, τί πείσονται  καὶ οἱ ἐπιορκοῦντες·  ἐννοήσατε,  καὶ ἀπόστητε. Οὐκ ἔστιν ὀμνύντα  μὴ ἐπιορκεῖν,  καὶ  ἑκόντα  καὶ  ἄκοντα·  οὐκ  ἔστιν  ἐπιορκοῦντα  σωθῆναι.  Ἀρκεῖ μία ἐπιορκία τὸ πᾶν ἐργάσασθαι, καὶ ὁλόκληρον ἡμῖν τὴν τιμωρίαν  ἐπαγαγεῖν. ∆ιὰ  δὴ   τοῦτο   προσέχωμεν,   παρακαλῶ,   ἑαυτοῖς,   ἵνα   τὴν   ἐντεῦθεν   κόλασιν
διαφυγόντες,  τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας  ἀξιωθῶμεν,  χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



ΙΓʹ. Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ, ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων, πλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰςχεῖρας αὐτῶν ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ.


αʹ. Οὐδὲν ἰταμώτερον  κακίας,  οὐδὲν  τολμηρότερον.  Πείρᾳ μαθόντες  τὴν αὐτῶν ἀνδρείαν ἐξ ὧν ἐπεχείρησαν πρότερον, ὅμως ἐπιχειροῦσι, καὶ πάλιν ἐπισυνίστανται. Τί ἐστιν, Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς, καὶ πάντες οἱ σὺν αὐτῷ; ∆ιηγέρθη, φησὶ,  κινηθεὶς  ἐπὶ  τοῖς  γενομένοις.  Καὶ ἐπέβαλον  τὰς  χεῖρας  αὐτῶν  ἐπὶ  τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Νῦν σφοδρότερον αὐτοῖς ἐπιτίθενται.  Οὐκ εὐθέως  δὲ αὐτοὺς ἔκριναν, προσδοκῶντες πάλιν  αὐτοὺς πράους ἔσεσθαι. Καὶ πόθεν  δῆλον,  ὅτι  σφοδρότερον  αὐτοῖς  ἐπετέθησαν; Ἀπὸ τοῦ θεῖναι αὐτοὺς εἰς τήρησιν δημοσίαν. Πάλιν περιπίπτουσι κινδύνοις, καὶ πάλιν τῆς παρὰ τοῦ Θεοῦ ἀπολαύουσι ῥοπῆς· καὶ ὅπως, ἄκουε τῶν  ἑξῆς· Ἄγγελος  δὲ Κυρίου διὰ τῆς νυκτὸς ἀνέῳξε τὰς πύλας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς, εἶπε· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Τοῦτο καὶ εἰς ἐκείνων παραμυθίαν γέγονε, καὶ εἰς τούτων ὠφέλειαν καὶ διδασκαλίαν. Καὶ ὅρα, ὅπερ ἐπὶ τοῦ Χριστοῦ, τοῦτο καὶ νῦν γινόμενον. Γινόμενα μὲν γὰρ δήπου τὰ θαύματα οὐκ ἀφίησιν αὐτοὺς ἰδεῖν, ἀφ' ὧν δ' ἂν μάθοιεν, ταῦτα κατασκευάζει· οἷον ἐπὶ τῆς ἀναστάσεως  τῆς  αὐτοῦ  οὐκ  ἀφῆκεν  αὐτοὺς  ἰδεῖν  πῶς  ἀνέστη·  ἀνάξιοι  γὰρ  τοῦ ταύτην  ἰδεῖν  ἦσαν· ἀλλὰ δείκνυσιν  ἀφ' ὧν τοῦτο εἰργάσατο. Ὁμοίως καὶ ἐπὶ τοῦ οἴνου τοῦ ἀπὸ τοῦ ὕδατος γενομένου, οὐ βλέπουσιν οἱ ἀνακείμενοι· ἐμέθυον γάρ· καὶ τὴν κρίσιν ἐπιτρέπει ἑτέροις. Οὕτω δὴ καὶ ἐνταῦθα. Ἐξαγομένους μὲν γὰρ αὐτοὺς οὐχ ὁρῶσι, τεκμήρια δὲ, ἀφ' ὧν ἠδύναντο καταμαθεῖν τὰ γενόμενα, εἶδον. Τί δήποτε δὲ καὶ κατὰ τὴν νύκτα αὐτοὺς ἐξέβαλε; Ὅτι οὕτω μᾶλλον ἢ ἐκείνως ἐπιστεύθησαν· ἄλλως  τε καὶ ὅτι οὐκ ἂν ἐπὶ τὸ ἐρωτῆσαι ἦλθον· οὔτε μὴν ἑτέρως ἂν καὶ αὐτοὶ
ἐπίστευσαν. Οὕτω καὶ ἐπὶ τῶν  παλαιῶν  γέγονεν,  οἷον  ἐπὶ τοῦ Ναβουχοδονόσορ·εἶδεν αἰνοῦντας τὸν Θεὸν ἐπὶ τῆς καμίνου τοὺς παῖδας, καὶ τότε εἰς ἔκπληξιν ἦλθε.∆έον  τοίνυν  καὶ  τούτους  ἐρωτῆσαι  πρῶτον,  Πῶς  ἐξήλθετε,  οἱ  δὲ  ὡς  οὐδενὸς γενομένου ἐρωτῶσι λέγοντες· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ λαβεῖν; Καὶ ὅρα, πῶς δι' ἑτέρων μανθάνουσιν  ἅπαντα. Ὁρῶσι γὰρ κεκλεισμένην τὴν φυλακὴν μετὰ  ἀσφαλείας,  καὶ  τοὺς  φύλακας  ἑστῶτας  πρὸ  τῶν  θυρῶν.  Ἀκούσαντες  δὲ, εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερὸν καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς, καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον, καὶ πᾶσαν τὴν γερουσίαν τῶν  υἱῶν Ἰσραήλ· καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον ἀχθῆναι  αὐτούς. Παραγενόμενοι δὲ οἱ ὑπηρέται οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες   δὲ ἀπήγγειλαν, λέγοντες,  ὅτι τὸ μὲν δεσμωτήριον εὕρομεν κεκλεισμένον  ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας ἑστῶτας πρὸ τῶν θυρῶν· ἀνοίξαντες δὲ ἔσω οὐδένα εὕρομεν. ∆ιπλῆ ἡ ἀσφάλεια ὥσπερ ἐπὶ τοῦ τάφου, καὶ ἡ σφραγὶς καὶ οἱ ἄνθρωποι.  Ὅρα, πῶς ἦσαν θεομάχοι. Ταῦτα ἀνθρώπινα, εἰπέ μοι, τὰ ἐπ' αὐτῶν γενόμενα; Τίς αὐτοὺς ἐξήγαγε τῶν  θυρῶν κεκλεισμένων;  πῶς ἐξῆλθον τῶν  φυλάκων  πρὸ τῶν  θυρῶν ἑστώτων; Ὄντως μαινομένων καὶ μεθυόντων  τὰ ῥήματα. Οὓς οὐ κατέσχε φυλακὴ, καὶ δεσμὰ, καὶ  θύραι  κεκλεισμέναι,  τούτων   προσεδόκησαν  περιέσεσθαι,  παίδων   ἀνοήτων πρᾶγμα παθόντες. Οἱ ὑπηρέται γοῦν αὐτῶν διὰ τοῦτο παραγίνονται, καὶ ὁμολογοῦσι τὸ γεγονὸς,  ἵνα  πᾶσαν αὐτοῖς  ἀποκλείσωσι πρόφασιν. Ὁρᾷς σημεῖα ἐπὶ  σημείοις διάφορα, τὰ μὲν ὑπ' αὐτῶν, τὰ δὲ εἰς αὐτοὺς γενόμενα, ἃ καὶ λαμπρότερα ἦν; Καλῶς οὐδὲ   εὐθέως   αὐτοῖς   ἐμηνύθη,   ἀλλὰ   πρότερον   ἐν   ἀπορίᾳ   γεγονόσιν,   ἵνα διασκεψάμενοι θείαν  εἶναι  δύναμιν,  οὕτω μάθωσιν ἅπαντα. Ὡς δὲ ἤκουσαν τοὺς λόγους  τούτους  ὅ  τε  ἀρχιερεὺς  καὶ  ὁ  στρατηγὸς  τοῦ  ἱεροῦ  καὶ  οἱ  ἀρχιερεῖς, διηπόρουν  περὶ  αὐτῶν  τί  ἂν  γένοιτο  τοῦτο.  Παραγενόμενος  δέ  τις  ἀπήγγειλεν αὐτοῖς, ὅτι ἰδοὺ οἱ ἄνδρες, οὓς ἔθεσθε ἐν τῇ φυλακῇ, εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες  τὸν  λαόν.  Τότε ἀπελθὼν  ὁ  στρατηγὸς  σὺν  τοῖς  ὑπηρέταις,  ἤγαγεν αὐτοὺς οὐ μετὰ βίας· ἐφοβοῦντο γὰρ τὸν λαὸν, ἵνα μὴ λιθασθῶσιν. Ὢ τῆς ἀνοίας Ἐφοβοῦντο,  φησὶ,  τὸν  ὄχλον.  Τί γὰρ  αὐτοὺς  ὁ  ὄχλος  ὠφέλει;  ∆έον  τὸν  Θεὸν φοβηθῆναι τὸν καθάπερ πτηνοὺς ἀεὶ τῶν χειρῶν αὐτοὺς ἐξαρπάζοντα τῶν ἐκείνων· οἱ δὲ μᾶλλον  τὸν ὄχλον  φοβοῦνται.  Ὁ δὲ ἀρχιερεὺς ἐπηρώτησεν αὐτοὺς, λέγων· Οὐχὶ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ ἐπληρώσατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν  ἐφ' ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Τί οὖν οἱ ἀπόστολοι; Πάλιν μετ' ἐπιεικείας αὐτοῖς διαλέγονται· καίτοι γε ἐνῆν εἰπεῖν· Τίνες γάρ ἐστε ὑμεῖς ἀντιδιαταττόμενοι  τῷ Θεῷ; Ἀλλὰ τί; Πάλιν ἐν τάξει παραινέσεως καὶ συμβουλῆς, καὶ μετὰ ἐπιεικείας πολλῆς ἀποκρίνονται.  Ἀποκριθεὶς δὲ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλλον ἢ ἀνθρώποις. Πολλὴ ἡ φιλοσοφία καὶ τοιαύτη, ὅτι ἐντεῦθεν δεικνύουσι καὶ αὐτοὺς μαχομένους τῷ Θεῷ. Ὁ Θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Ὃν ὑμεῖς ἀνείλετε, φησὶν, ὁ Θεὸς ἤγειρε. Καὶ ὅρα, τῷ Πατρὶ τὸ πᾶν πάλιν  ἀνατιθέασιν,  ἵνα μὴ δόξῃ ἀλλότριος  εἶναι  τοῦ Πατρός. Καὶ ὕψωσε, φησὶ, τῇ  δεξιᾷ αὐτοῦ. Οὐχ ἁπλῶς  τὴν ἀνάστασιν τοῦτο μόνην, ἀλλὰ καὶ τὴν ὕψωσιν, τουτέστι, τὴν ἀνάληψιν, δηλοῖ. Τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραήλ. 


βʹ. Ὅρα πάλιν τὸ κέρδος καὶ ἐν τάξει ἀπολογίας διδασκαλίαν ἀπηρτισμένην. Καὶ ἡμεῖς ἐσμεν αὐτοῦ μάρτυρες τῶν ῥημάτων τούτων. Πολλὴ ἡ παῤῥησία. Εἶτα ἀξιόπιστον [λοιπὸν]  τὸν  λόγον  ποιῶν,  ἐπήγαγε· Καὶ τὸ Πνεῦμα δὲ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ Θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ. Ὁρᾷς, πῶς οὐχὶ μόνον τῇ ἑαυτῶν,  ἀλλὰ  καὶ τῇ τοῦ Πνεύματος μαρτυρίᾳ κέχρηνται;  Καὶ οὐκ εἶπον,  Ὃ ἔδωκεν  ἡμῖν,  ἀλλὰ,  Τοῖς πειθομένοις·  ἅμα μὲν  μετριάζοντες,  ἅμα δὲ μέγα  αὐτὸ
δεικνύντες, καὶ δηλοῦντες, ὅτι καὶ αὐτοῖς δυνατὸν λαβεῖν. Ὅρα, πῶς καὶ δι' ἔργων καὶ διὰ ῥημάτων  ἐπαιδεύοντο,  καὶ οὐ προσεῖχον, ἵνα δικαία αὐτοῖς ἡ κατάκρισις γένηται. ∆ιὰ γάρ τοι τοῦτο καὶ ὁ Θεὸς συνεχώρει ἄγεσθαι αὐτοὺς εἰς δικαστήριον, ἵνα καὶ ἐκεῖνοι παιδεύωνται, εἴ γε μανθάνειν ἐβούλοντο, καὶ οἱ ἀπόστολοι εἰς παῤῥησίαν  ἀλείφωνται.   Οἱ δὲ  ἀκούσαντες,  διεπρίοντο,  καὶ  ἐβούλοντο  ἀνελεῖν αὐτούς. Ὅρα κακίας ὑπερβολήν. ∆έον ἐφ' οἷς ἤκουσαν καταπλαγῆναι,  οἱ δὲ διαπρίονται, καὶ βουλεύονται εἰκῆ ἀνελεῖν. Ἀλλ' ἀναγκαῖον λοιπὸν ἄνωθεν ἰδεῖν τὰ ἀνεγνωσμένα. Ἄγγελος δὲ Κυρίου διὰ τῆς νυκτὸς ἤνοιξε τὰς πύλας τῆς φυλακῆς, καὶ ἐξαγαγὼν αὐτοὺς εἶπεν· Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἐξαγαγών· οὐκ αὐτὸς ἀπάγει αὐτοὺς, ἀλλ'  ἀφίησιν· ὥστε  καὶ  ταύτῃ  αὐτῶν   γνωσθῆναι   τὸ  ἀκατάπληκτον,   ὃ  καὶ  ἔδειξαν  νυκτὸς εἰσελθόντες εἰς τὸ ἱερὸν καὶ διδάσκοντες. Εἰ δὲ ἐξέβαλον αὐτοὺς οἱ φύλακες, ὡς ἐκεῖνοι  ἐνόμιζον,  ἔφυγον  ἂν, εἴ γε πεισθέντες  ἐξῆλθον·  μᾶλλον  δὲ, εἰ ἐξέβαλον αὐτοὺς ἐκεῖνοι, οὐκ ἂν εἰς τὸ ἱερὸν ἔστησαν, ἀλλ' ἀπέδρασαν ἄν. Τοῦτο δὲ οὐδεὶς οὕτως ἀνόητος ὥστε μὴ συνιδεῖν. Οὐχὶ παραγγελίᾳ  παρηγγείλαμεν  ὑμῖν, φησί; Εἰ μὲν οὖν καὶ αὐτοὶ ἐπείσθησαν ὑμῖν, καλῶς εὐθύνετε· εἰ δὲ καὶ ἐξ ἐκείνου εἶπον μὴ πεισθήσεσθαι, περιτταὶ αἱ εὐθῦναι, περιτταὶ καὶ αἱ παραγγελίαι. Ὅρα ἐγκλημάτων ἀνακολουθίαν,  καὶ ὑπερβάλλουσαν ἄνοιαν.  Φονικὰς λοιπὸν  βούλονται  δεῖξαι τὰς προαιρέσεις  τῶν  Ἰουδαίων,  ὡς  οὐ  δι'  ἀλήθειαν   ταῦτα  ποιούντων,   ἀλλ'  ὥστε ἀμύνασθαι βουλομένων. ∆ιὰ τοῦτο καὶ οὐδὲ θρασέως αὐτοῖς ἀποκρίνονται οἱ ἀπόστολοι·   διδάσκαλοι   γὰρ   ἦσαν·   καίτοι   τίς   οὐκ   ἂν   τὴν   πόλιν   ἅπασαν ἀναρτησάμενος, καὶ τοσαύτης ἀπολαύων  χάριτος, εἶπεν  ἂν  δή τι  καὶ ἐφθέγξατο μέγα; Ἀλλ' οὐχ οὗτοι· οὐ γὰρ ὠργίζοντο,  ἀλλ' ἠλέουν  αὐτοὺς καὶ ἐδάκρυον, καὶ ἐσκόπουν, ὅπως αὐτοὺς ἀπαλλάξωσι τῆς πλάνης καὶ τοῦ θυμοῦ. Καὶ οὐκ ἔτι λέγουσι πρὸς αὐτούς· Ὑμεῖς κρίνατε· ἀλλ' ἀποφαίνονται  λέγοντες· Ὃν ὁ Θεὸς ἤγειρε· διὰ τούτου δηλοῦντες, ὅτι κατὰ γνώμην  τοῦ Θεοῦ ταῦτά ἐστιν. Οὐκ εἶπον δὲ, ὅτι Οὐκ εἴπομεν ὑμῖν καὶ τότε, Ἡμεῖς οὐ δυνάμεθα, ἃ εἴδομεν καὶ ἠκούσαμεν, μὴ λαλεῖν; οὐ γάρ εἰσι φιλότιμοι· ἀλλὰ πάλιν τὰ αὐτά φασι, τὸν σταυρὸν, τὴν ἀνάστασιν. Καὶ οὐ λέγουσι, διὰ τί ἐσταυρώθη· ὅτι ὑπὲρ ἡμῶν· ἀλλ' αἰνίττονται  μὲν, οὔπω δὲ φανερῶς, τέως αὐτοὺς φοβῆσαι βουλόμενοι. Εἰπέ μοι, ποία ῥητορεία ἐνταῦθα; Οὐδεμία· οὕτω χωρὶς κατασκευῆς τὸ τῆς ζωῆς ἐκήρυττον Εὐαγγέλιον. Εἰπὼν δὲ, ὅτι Ὕψωσε, λέγει καὶ ἐπὶ τίνι, Ἐπὶ τῷ δοῦναι μετάνοιαν, ἐπάγων, τῷ Ἰσραὴλ, καὶ ἄφεσιν ἁμαρτιῶν. Ἀλλ' ἀπίθανα ταῦτα τέως ἐδόκει, φασί. Τί λέγεις; καὶ πῶς οὐ πιθανὰ μᾶλλον, οἷς γε οὐκ ἄρχοντες ἀντειπεῖν εἶχον, οὐ πλῆθος· ἀλλ' οἱ μὲν ἐπεστομίζοντο, οἱ δὲ ἐδιδάσκοντο; Καὶ ἡμεῖς,  φησὶ, μάρτυρες τῶν ῥημάτων τούτων ἐσμέν. Ποίων; Ὅτι   ἄφεσιν,   ὅτι   μετάνοιαν   ἐπηγγείλατο·   ἡ   μὲν   γὰρ   ἀνάστασις   ἦν   λοιπὸν ὡμολογημένη. Ὅτι δὲ ἄφεσιν δίδωσιν, ἡμεῖς μαρτυροῦμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ οὐκ ἂν  ἐπῆλθε,  μὴ πρότερον  τῶν  ἁμαρτιῶν  λυθεισῶν· ὥστε ἀναμφισβήτητον τεκμήριον  τοῦτό  ἐστιν.  Ἄφεσιν  ἁμαρτημάτων  ἀκούεις,  ἄθλιε,  καὶ  ὅτι  οὐ  δίκην ἀπαιτεῖ,  καὶ  βούλει  ἀνελεῖν;  Καὶ πόσης  ταῦτα  οὐχὶ  κακίας;  Καίτοι ἢ  διελέγξαι ψευδομένους ἐχρῆν, ἢ μὴ δυναμένους, πεισθῆναι· εἰ δὲ μὴ ἐβούλοντο πεισθῆναι, μὴ ἀνελεῖν.  Τί γὰρ  ἦν  ἀναιρέσεως  ἄξιον;  Οἱ δὲ  ὑπὸ  τοῦ  θυμοῦ  οὐδὲ  συνεῖδον  τὸ γεγενημένον.  Ὅρα, πῶς ἐνταῦθα μνημονεύσαντες  τοῦ τολμήματος, περὶ ἀφέσεως διαλέγονται,  δεικνύντες,  ὅτι τὰ μὲν γεγενημένα  ἄξια θανάτου, τὰ δὲ διδόμενα ὡς εὐγνώμοσιν ἐδίδοντο. Πῶς ἂν ἄλλως τις ἔπεισεν αὐτοὺς ἢ ὡς εὐδοκιμοῦντας εἰπών; Καὶ ὅρα τὴν κακουργίαν· τοὺς Σαδδουκαίους αὐτοῖς ἐφιστῶσιν, οἳ μάλιστα ἤλγουν ἐπὶ τῇ ἀναστάσει. Ἀλλ' οὐδὲν τῆς πονηρίας ἀπώναντο.  Ἀλλ' ἴσως ἐρεῖ τις· Καὶ τίς ἄνθρωπος τοιούτων ἀπολαύων, οἵων οἱ ἀπόστολοι, οὐκ ἂν μέγας ἐγένετο; Ἀλλ' ὅρα μοι πρὶν  ἢ ἀπολαῦσαι τῆς χάριτος, πῶς  ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν  τῇ
προσευχῇ,  καὶ  ἐλπίζοντες   ἐπὶ  τὴν  ἄνωθεν   ῥοπήν.  Καὶ  σὺ  ἐλπίζεις,  ἀγαπητὲ, βασιλείαν οὐρανῶν, ἀλλ' οὐδὲν ὑπομένεις; καὶ σὺ Πνεῦμα ἔλαβες, ἀλλ' οὐ τοιαῦτα πάσχεις, οὐδὲ κινδυνεύεις; Ἐκεῖνοι δὲ, πρὶν ἢ τῶν προτέρων ἀναπνεῦσαι, πάλιν ἐφ' ἕτερα ἤγοντο. Καὶ τοῦτο δὲ αὐτὸ τὸ μὴ τυφωθῆναι, τὸ μὴ κενοδοξῆσαι, πόσον ἐστὶν ἀγαθόν τὸ μετὰ ἐπιεικείας  διαλέγεσθαι, πόσον ἐστὶ κέρδος Οὐ γὰρ δὴ πάντα τῆς χάριτος ἦν, ἀλλὰ καὶ τῆς αὐτῶν σπουδῆς πολλὰ τὰ τεκμήρια. Τὸ γὰρ ἐν αὐτοῖς τὰ τῆς χάριτος διαλάμπειν,  τῆς αὐτῶν  ἐπιμελείας  ἦν.

γʹ. Ὅρα γοῦν εὐθὺς ἐξ ἀρχῆς, πῶς μεμεριμνημένος ὁ Πέτρος ἐστὶ, πῶς νήφων  καὶ ἐγρηγορὼς, πῶς οἱ πιστεύσαντες τὰ χρήματα  ἔῤῥιψαν.  Οὐδὲν ἴδιον  εἶχον,  ἐν  εὐχῇ  ἦσαν, ὁμόνοιαν  ἐπεδείκνυντο,  ἐν νηστείαις  διῆγον.  Ταῦτα ποίας  χάριτος; εἰπέ  μοι. ∆ιὰ τοῦτο  καὶ δι' αὐτῶν  ποιεῖ γενέσθαι τὸν ἔλεγχον τῶν ὑπηρετῶν αὐτῶν· οἳ καὶ ὥσπερ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον οἱ πεμφθέντες,   Οὐδέποτε   οὕτως   ἄνθρωπος   ἐλάλησεν   ὡς   οὗτος   ὁ   ἄνθρωπος, ἀπήγγειλαν  ὑποστρέψαντες ἅπερ εἶδον. Σὺ δέ μοι σκόπει ἐνταῦθα καὶ αὐτῶν  τὴν ἐπιείκειαν, πῶς εἴκουσι, καὶ τοῦ ἀρχιερέως τὴν πεπλασμένην γνώμην. Ἐπιεικῶς γὰρ δῆθεν αὐτοῖς διαλέγεται, ἅτε φοβούμενος, καὶ κωλῦσαι μᾶλλον ἐβούλετο, ἢ ἀνελεῖν, ἐπειδὴ τοῦτο οὐκ ἠδύνατο. Καὶ ὥστε πάντας κινῆσαι, καὶ περὶ τῶν ἐσχάτων αὐτοῖς ἐπικρεμάσαι  τὸν  κίνδυνον,  Βούλεσθε, φησὶν,  ἐπαγαγεῖν  ἐφ'  ἡμᾶς  τὸ  αἷμα  τοῦ ἀνθρώπου τούτου; Ἔτι ἄνθρωπος εἶναί σοι δοκεῖ; Οὕτως εἶπε, δεικνὺς, ὅτι ἀναγκαία ἡ παρακέλευσις γέγονεν αὐτοῖς. Ἀλλ' ὅρα καὶ τὸν Πέτρον, τί φησιν· Τοῦτον ὁ Θεὸς ἀρχηγὸν καὶ Σωτῆρα ὕψωσε τῇ δεξιᾷ αὐτοῦ, τοῦ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ, καὶ ἄφεσιν  ἁμαρτιῶν.  Ἐνταῦθα  οὐ  μέμνηται  τῶν  ἐθνῶν,   ἵνα  μὴ  δῷ  λαβήν.  Καὶ ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτούς. Ὅρα πάλιν τούτους ἐν ἀπορίᾳ, τούτους ἐν ὀδύνῃ· ἐκείνους  δὲ ἐν  ἀνέσει  καὶ  εὐθυμίᾳ  καὶ  ἐν  τρυφῇ.  Οὐχ ἁπλῶς  ὠδυνῶντο,  ἀλλὰ
∆ιεπρίοντο.  Τοῦτό  ἐστιν  ἄρα  τὸ,  κακῶς  παθεῖν  τὸ  κακῶς  ποιεῖν·  καθάπερ  καὶ ἐνταῦθα ἔστιν ἰδεῖν. Ἐν δεσμοῖς ἦσαν οὗτοι, παρειστή  κεισαν δικαστηρίῳ, καὶ οἱ δικάζοντες  ἦσαν ἐν ἀπορίᾳ, ἐν ἀμηχανίᾳ πολλῇ. Καθάπερ γὰρ ὁ τὸν ἀδάμαντα πλήττων, αὐτὸς λαμβάνει τὴν πληγήν· οὕτω δὴ καὶ οὗτοι. Ἀλλ' ἑώρων οὐ μόνον οὐκ ἐμποδιζομένην αὐτῶν τὴν παῤῥησίαν, ἀλλὰ καὶ μᾶλλον αὐξόμενον τὸ κήρυγμα, καὶ
ἀκαταπλήκτως διαλεγομένους αὐτοὺς, καὶ μὴ παρέχοντας λαβάς. Μιμησώμεθα τούτους δὴ καὶ ἡμεῖς, ἀγαπητοὶ, καὶ ἀκατάπληκτοι  ἐν πᾶσι γενώμεθα  τοῖς δεινοῖς. Οὐκ ἔστι δεινόν τι τῷ φοβουμένῳ τὸν Θεὸν, ἀλλ' ἐν τοῖς μὴ φοβουμένοις ἐστὶ τὰ
δεινά.  Ὁ γὰρ  τῶν  παθῶν  δι'  ἀρετῆς  ἀνώτερος  γινόμενος,  καὶ  ὥσπερ σκιὰν  τὰ παρόντα   παρατρέχων   πράγματα,   πῶς   ὑπό   τινος   πείσεται   δεινόν;   τίνα   δὲ φοβηθήσεται; ἢ τί τὰ δεινὰ λογιεῖται; Οὐκοῦν καταφύγωμεν  ἐπὶ ταύτην τὴν πέτραν
τὴν ἄσειστον. Εἰ πόλιν  ἡμῖν τις κατεσκεύαζε, καὶ τεῖχος  περιετίθει· μᾶλλον  δὲ εἰ ἀπῴκιζεν  ἡμᾶς εἰς γῆν,  ἔνθα  μηδεὶς ἦν ὁ ἐνοχλῶν,  καὶ πᾶσαν ἐκεῖ παρεῖχε τὴν ἀφθονίαν, οὐκ ἀφεὶς πρὸς οὐδένα πρᾶγμα ἔχειν, οὐκ ἂν ἡμᾶς ἐν τοσαύτῃ κατέστησεν ἀσφαλείᾳ, ἐν ὅσῃ νῦν ὁ Χριστός. Ἔστω γοῦν, εἰ βούλει, καὶ ἡ πόλις χαλκῆ, τεῖχος πάντοθεν  ἔχουσα  καρτερὸν  καὶ  ἀνάλωτον·  μηδεὶς  αὐτῇ  προσκείσθω  πολέμιος,
ἄφθονον ἐχέτω γῆν καὶ λιπαράν· παρέστω δὲ καὶ ἡ τῶν ἄλλων ἀφθονία πραγμάτων· ἔστωσαν καὶ πολῖται  ἥμεροι καὶ προσηνεῖς, καὶ μηδεὶς ἐκεῖ φαινέσθω  κακοῦργος ἀνὴρ,   μὴ   κλέπτης,   μὴ   λωποδύτης,   μὴ   συκοφάντης,   μὴ   δικαστήριον,   ἀλλὰ
συναλλάγματα  ἁπλῶς·  καὶ  ταύτην  οἰκῶμεν  τὴν  πόλιν·  οὐκ  ἦν  οὐδὲ  οὕτως  ἐν ἀσφαλείᾳ ζῇν. ∆ιὰ τί; Ὅτι καὶ πρὸς οἰκέτας, καὶ πρὸς γυναῖκα,  καὶ πρὸς παιδία ἀνάγκη  διαφέρεσθαι,  καὶ  πολλῆς  ἀθυμίας  εἶναι  ὑπόθεσιν.  Ἐνταῦθα  δὲ  οὐδὲν
τοιοῦτον· οὐ γὰρ ἦν, οὐκ ἦν τὸ λυποῦν  οὐδὲ τὸ παρέχον ἀθυμίαν τινά. Ἀλλὰ τὸ θαυμαστὸν, αὐτὰ δὴ τὰ δοκοῦντα παρέχειν ἀθυμίαν, ταῦτα πάσης ἐγίνετο χαρᾶς καὶ εὐφροσύνης  αἴτια.  Εἰπὲ γάρ μοι, τίνος  ἕνεκεν  ἔμελλον  ἀλύειν  ἐκεῖνοι;  τίνος  δὲ
ἕνεκεν δυσχεραίνειν; Βούλει παραγάγωμέν τινα ἐν τῷ μέσῳ; Ἔστω τις ἀπὸ ὑπάτων,  πλοῦτον  κεκτήσθω πολὺν,  πόλιν  οἰκείτω  τὴν  βασιλικὴν, πράγματα πρὸς μηδένα ἐχέτω, τρυφάτω  μόνον, καὶ πρὸς τοῦτο ἀσχολείσθω, ἐν αὐτῇ τῇ κορυφῇ καὶ τοῦ πλούτου  καὶ  τῆς  τιμῆς  καὶ  τῆς  δυναστείας  καθήμενος·  ἀντεπεξαγάγωμεν  αὐτῷ Πέτρον τὸν  ἐν  δεσμοῖς, εἰ  δοκεῖ, τὸν  ἐν  μυρίοις  κακοῖς· καὶ  τοῦτον  εὑρήσομεν τρυφῶντα  μᾶλλον. Ὅταν γὰρ τοσαύτη περιουσία χαρᾶς ᾖ, ὡς ἐν δεσμοῖς ἥδεσθαι, ἐννόησον ὅσον ἐστὶ τὸ μέγεθος τῆς χαρᾶς. Καθάπερ γὰρ οἱ ἐπὶ μεγάλης ὄντες ἀρχῆς, ὅσα ἂν προσπέσῃ δεινὰ, οὐκ αἰσθάνονται,  ἀλλ' ἐπιμένουσι τῇ χαρᾷ· οὕτω δὴ καὶ οὗτοι δι' αὐτὰ δὴ ταῦτα μᾶλλον ἔχαιρον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ὅσην ἔχειν συμβαίνει τοὺς διὰ Χριστόν τι πάσχοντας δεινόν· μᾶλλον γὰρ ἐπὶ τοῖς δεινοῖς χαίρουσιν, ἢ ἐπὶ τοῖς ἀγαθοῖς. Εἴ τις ἐφίλησε τὸν Χριστὸν, οἶδεν ὃ λέγω. Ἀλλὰ τί; ἀσφαλείας ἕνεκεν ἔμελλον τὰ δυσχερῆ φεύγειν; Καὶ τίς, εἰπέ μοι, μυρίον κεκτημένος πλοῦτον, τοσούτους κινδύνους ἠδυνήθη διαφυγεῖν, ἔθνεσι τοσούτοις   ὁμιλῶν,   ὑπὲρ  μεταστάσεως  πολιτείας   μόνης;   Οὗτοι  δὲ  ὥσπερ  ἐξ ἐπιτάγματος βασιλικοῦ πάντα ἤνυον, μᾶλλον δὲ καὶ πολλῷ ῥᾴδιον. Οὐ γὰρ οὕτως ἐπίταγμα  βασιλικὸν, ὡς τὰ ἐκείνων  ῥήματα ἅπαντα  ἤνυσαν· τὸ γὰρ ἐπίταγμα  τὸ βασιλικὸν  ἀνάγ   κῃ  ἐπάγεται,  οὗτοι  δὲ  ἑκόντας  καὶ  προαιρουμένους,  καὶ μυρίαν χάριν εἰδότας. Ποῖον ἐπίταγμα βασιλικὸν πάντων ἀποστῆναι τῶν χρημάτων, καὶ τῆς ψυχῆς ἔπεισεν ἂν, καὶ καταφρονῆσαι οἰκίας, πατρίδος, συγγενῶν, καὶ τῆς σωτηρίας αὐτῆς; Ἀλλ' αἱ τῶν ἁλιέων καὶ σκηνοποιῶν ἴσχυσαν φωναί. Ὥστε καὶ ἐν ἡδονῇ ἦσαν, καὶ δυνατώτεροι καὶ ἰσχυρότεροι πάντων. Ναὶ, φησὶν, ἐκεῖνοι, ἐπειδὴ τὰ σημεῖα ἐποίουν. Οἱ δὲ πιστεύσαντες, εἰπέ μοι, ποῖα σημεῖα ἐποίουν, οἱ τρισχίλιοι, καὶ πεντακισχίλιοι,  οἳ καὶ ἐν ἀγαλλιάσει πολλῇ διῆγον; Εἰκότως· ἡ γὰρ πασῶν τῶν ἀθυμιῶν  ὑπόθεσις,  ἡ  τῶν  χρημάτων  κτῆσις  ἀνῄρητο.  Ἐκείνη  γὰρ,  ἐκείνη  καὶ πολέμων, καὶ μάχης, καὶ λύπης, καὶ ἀθυμίας, καὶ πάντων αἰτία τῶν κακῶν ἦν· ἡ τὸν βίον  ἐπίπονον  ποιοῦσα καὶ  λυπηρότερον,  ἐκείνη  ἐστί. Καὶ πλείους  εὕροι τις  ἂν μᾶλλον ἔχοντας ἀθυμίας ὑποθέσεις τοὺς ἐν πλούτῳ, ἢ τοὺς ἐν πενίᾳ. Εἰ δὲ μὴ δοκεῖ τισιν οὕτως ἔχειν, οὐ παρὰ τὴν τῶν πραγμάτων φύσιν, ἀλλὰ παρὰ τὴν δόξαν αὐτῶν. Εἰ δέ τινα ἔχουσι καὶ ἡδονὴν  οἱ ἐν πλούτῳ, οὐδὲν θαυμαστόν. Καὶ γὰρ οἱ ψώρας ἀναπεπλησμένοι,  ἐν  πολλῇ  εἰσιν ἡδονῇ.  Ὅτι γὰρ ἐκείνων  οὐδὲν  διαφέρουσιν  οἱ πλουτοῦντες, ἀλλ' ἡ ψυχὴ τοιαύτη τίς ἐστιν αὐτοῖς, δῆλον ἐκεῖθεν· Ἀνιῶσιν αὐτοὺς φροντίδες, καὶ ὅμως βούλονται αὐταῖς ἐνέχεσθαι διὰ τὴν πρόσκαιρον ἡδονήν· οἱ δὲ τούτων ἀπηλλαγμένοι,  ἐν ὑγείᾳ εἰσὶ καὶ ἀθυμίας ἐκτός.


δʹ. Τί ἥδιον, εἰπέ μοι; τί δαὶ ἀσφαλέστερον; ὑπὲρ ἄρτου φροντίζειν  ἑνὸς  καὶ  ἐνδυμάτων,  ἢ ὑπὲρ μυρίων  καὶ οἰκετῶν καὶ ἐλευθέρων, τὰ καθ' ἑαυτὸν μὴ μεριμνῶντα; Καθάπερ γὰρ οὗτος ὑπὲρ ἑαυτοῦ δέδοικεν· οὕτω καὶ σὺ ὑπὲρ τῶν  τῆς σῆς ἐκκρεμαμένων  κεφαλῆς.  Καὶ τί δήποτε φευκτὸν ἡ πενία δοκεῖ, φησίν; Ἐπειδὴ καὶ τὰ ἄλλα ἀγαθὰ ἀπευκτὰ πολλοῖς τυγχάνει, ἅπερ εἰσὶν οὐ διὰ τὸ ἀπευκτὰ εἶναι φευκτὰ, ἀλλὰ διὰ τὸ δυσκατόρθωτα. Οὐκοῦν καὶ αὕτη οὐκ ἀπευκτὴ, ἀλλὰ δυσκατόρθωτος· ὥστε εἴ γέ τις αὐτὴν ἐνεγκεῖν ἠδύνατο, οὐκ ἂν ἦν ἀπευκτή. ∆ιὰ τί γὰρ οὐκ ἀπηύχοντο αὐτὴν οἱ ἀπόστολοι; διὰ τί πολλοὶ καὶ αἱροῦνται αὐτὴν, καὶ οὐ μόνον οὐκ ἀπεύχονται, ἀλλὰ καὶ ἐπιτρέχουσι; Τὸ γὰρ ὄντως ἀπευκτὸν οὐδὲ αἱρετὸν, πλὴν τοῖς μαινομένοις. Εἰ δὲ οἱ φιλόσοφοι τῶν ἀνθρώπων  καὶ ὑψηλοὶ ἐπὶ ταύτην ἔρχονται ὡς ἐπί τι χωρίον ἀσφαλὲς καὶ ἄνοσον, οὐδὲν θαυμαστὸν, ἐὰν τοῖς ἄλλοις μὴ δοκῇ. Ὁ μὲν γὰρ πλούσιος οὐδὲν ἕτερον εἶναί μοι δοκεῖ, ἀλλ' ἢ πόλις ἀτείχιστος ἐν πεδίῳ κειμένη καὶ πολλαχόθεν  ἐπισπωμένη τοὺς ἐπιβουλεύοντας· ἡ δὲ πενία φρούριον ἀσφαλὲς, χαλκῷ περιβεβλημένον πολλῷ, καὶ δύσκολον ἔχον τὴν ἄνοδον. Καὶ μὴν τοὐναντίον, φησὶν, ἐστίν· οὗτοι γάρ εἰσιν οἱ εἰς δικαστήριον πολλάκις ἑλκόμενοι· οὗτοί εἰσιν οἱ ἐπηρεαζόμενοι καὶ κακῶς πάσχοντες. Οὐχ οἱ πένητες  ἁπλῶς, ἀλλ'  οἱ πένητες  μὲν, βουλόμενοι δὲ πλουτεῖν. Ἐγὼ δὲ οὐ περὶ ἐκείνων φημὶ, ἀλλὰ περὶ τῶν σπουδαζόντων ἐν πενίᾳ διάγειν. Εἰπὲ
γάρ μοι, διὰ τί μηδεὶς τοὺς ἐν τοῖς ὄρεσιν ἕλκει εἰς δικαστήριον; καίτοι γε εἰ ἡ πενία εὐχείρωτον, ἐκείνους μάλιστα πάντων  ἕλκεσθαι ἔδει, ὅσῳ πάντων  εἰσὶ πενέστεροι.∆ιὰ τί τοὺς προσαιτοῦντας οὐδεὶς ἕλκει εἰς δικαστήριον; διὰ τί μηδεὶς βιάζεται μηδὲ συκοφαντεῖ; ἆρ' οὐ διότι ἐν ἀσφαλεστέρῳ χωρίῳ  μένουσι; Πόσοις τὸ πρᾶγμα καὶ δυσοιώνιστον εἶναι δοκεῖ, ἡ πενία λέγω, καὶ τὸ προσαιτεῖν; Τί οὖν, εἰπέ μοι, καλὸν τὸ ἐπαιτεῖν; Καλὸν,  ἐὰν ᾖ ὁ παραμυθούμενος καὶ ἐλεῶν, ἐὰν ᾖ ὁ παρέχων· οὕτω βίον ἀπράγμονα καὶ ἀσφαλῆ τοῦτον πᾶς οἶδεν. Ἐγὼ δὲ οὐ τοῦτο παραινῶ· μὴ γένοιτο·  ἀλλ' ὥστε μὴ  πλούτου  ἐφίεσθαι.  Εἰπὲ γάρ  μοι, τίνας  ἂν  εἴπω  μᾶλλον μακαρίους, τοὺς  ἐπιτηδείους  πρὸς ἀρετὴν,  ἢ  τοὺς  ταύτης  πόῤῥω  καθεστηκότας; Εὔδηλον, ὅτι τοὺς ἐπιτηδείους. Τίς οὖν ἐπιτήδειος πρὸς τὸ μαθεῖν τι τῶν χρησίμων, καὶ λάμπειν  ἐν  φιλοσοφίᾳ,  οὗτος  ἢ ἐκεῖνος;  Παντί που δῆλον,  ὅτι  οὗτος. Εἰ δὲ ἀπιστεῖς, μάνθανε· Ἀγέσθω τις ἀπὸ τῆς ἀγορᾶς τῶν προσαιτούντων, καὶ αὐτὸς μὲν ἔστω πηρὸς, χωλὸς,  κυλλός·  ἕτερος δέ τις  καλὸς  μὲν  ἰδεῖν,  ἰσχυρὸς τῷ  σώματι, πάντοθεν   σφριγῶν,   τοῖς   χρήμασι  περιῤῥεόμενος·  γένος   ἐχέτω   λαμπρὸν,   καὶ δυναστείαν  μεγάλην.  Οὐκοῦν ἀγάγωμεν  τούτους εἰς τὸ τῆς φιλοσοφίας παιδευτήριον,  καὶ ἴδωμεν,  τίς  αὐτῶν  μᾶλλον  δέξεται  τὰ τῆς διδασκαλίας. Ἔστω γοῦν  τὸ  πρῶτον  παράγγελμα,  Ταπεινὸς  ἔσο καὶ  μέτριος·  τοῦτο  γὰρ  ὁ  Χριστὸς προσέταξε· τίς μᾶλλον αὐτὸ κατορθῶσαι δυνήσεται, οὗτος ἢ ἐκεῖνος; Μακάριοι οἱ πενθοῦντες· τίς μᾶλλον  προσέξει τῷ εἰρημένῳ; Μακάριοι οἱ ταπεινοί· τίς μᾶλλον ἀκούσεται; Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ· μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην· μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· τίς εὐκόλως ταῦτα καταδέξεται;  Καὶ εἰ  βούλει,  πᾶσιν  αὐτοῖς  ἐφαρμόσωμεν  ἑκατέρους.  Οὐχ ὁ  μὲν φλεγμαίνει  καὶ οἰδεῖ πάντοθεν· ὁ δὲ ταπεινοφρονεῖ  ἀεὶ καὶ συνέσταλται διαπαντός; Εὔδηλον ὅτι. Ἔστι μὲν οὖν δή τι καὶ ἔπος τοιοῦτο τοῖς ἔξωθεν εἰρημένον· ∆οῦλος μὲν Ἐπίκτητος, σῶμα ἀνάπηρος· πενίην Ἶρος, καὶ φίλος ἀθανάτων. Ἀλλὰ τοῦτο μὲν ὁ πένης. Ἡ δὲ τοῦ πλουσίου ψυχὴ πάντων γέμει τῶν κακῶν, ἀπονοίας, κενοδοξίας, ἐπιθυμιῶν  μυρίων, ὀργῆς καὶ θυμοῦ, πλεονεξίας, ἀδικίας, καὶ εἴ τινος ἑτέρου. Ἄρα φανερὸν, ὅτι πρὸς φιλοσοφίαν αὕτη ἐπιτηδεία, ἢ ἐκείνη. Πάντως ζητεῖτε μαθεῖν, τί μᾶλλον  ἥδιον·  τοῦτο  γὰρ  παρὰ  πολλοῖς  ζητούμενον  ὁρῶ,  εἴ  γε  αὕτη  ἡδίων  ἡ διαγωγή. Καὶ μὴν οὐδὲ ὑπὲρ τούτου ἀμφιβάλλειν  χρή· ὁ γὰρ ἐγγὺς τῆς ὑγείας, οὗτος καὶ ἐν ἡδονῇ πολλῇ. Τίς δὲ, εἰπέ μοι, πρὸς τὸ προκείμενον, ὅπερ βουλόμεθα, κατορθῶσαι, τὸν νόμον τοῦτον λέγω, ἐπιτήδειος, ὁ πένης ἢ ὁ πλουτῶν; τίς εὐκόλως ὀμεῖται, ὁ πρὸς παῖδας παροξυνόμενος, ὁ πρὸς μυρίους ἔχων  συναλλάγματα,  ἢ ὁ
 προσιὼν ὑπὲρ ἄρτου ἢ ἱματίου ἑνός; Οὗτος οὐδὲ ἀνάγκην  ὅρκων ἔχει, ἐὰν θέλῃ, ἀλλ' ἀεὶ ἐν ἀπραγμοσύνῃ διάγει· μᾶλλον δὲ ὁ παιδευόμενος μὴ ὀμνύναι, καὶ χρημάτων καταφρονήσει πολλάκις, καὶ πανταχοῦ τῆς ἀρετῆς τὰς ὁδοὺς τεμνομένας
ἀπὸ  τούτου  τοῦ  καλοῦ  ἴδοι  τις  ἂν,  καὶ  πάσας φερούσας πρὸς  ἐπιείκειαν,  πρὸς χρημάτων ὑπεροψίαν, πρὸς εὐλάβειαν, πρὸς κατάστασιν ψυχῆς, πρὸς κατάνυξιν. Μὴ δὴ ῥᾳθυμῶμεν,  ἀγαπητοὶ,  ἀλλὰ  πάλιν  πολλὴν  ποιησώμεθα  τὴν  σπουδήν· οἱ μὲν κατωρθωκότες,  ὥστε φυλάξαι  τὸ κατορθωθὲν,  ὥστε μὴ εὐκόλως  ἀποῤῥοήν τινα γενέσθαι καὶ παλίῤῥοιαν εἰς τοὐπίσω· οἱ δὲ ἔτι λειπόμενοι, ὥστε διαναστῆναι, ὥστε σπουδάσαι τὸ λεῖπον πληρῶσαι. Καὶ τέως οἱ κατορθώσαντες τοὺς μήπω δυνηθέντας, καθάπερ ἐν πελάγει νηχομένοις τὰς χεῖρας ἐκτείνοντες, ἐν τῷ λιμένι τῆς ἀνωμοσίας δεχέσθωσαν. Λιμὴν γὰρ ὄντως ἀσφαλὴς, τὸ μὴ ὀμνύναι· λιμὴν, πρὸς τὸ μὴ καταποντίζεσθαι ὑπὸ τῶν προσπιπτόντων  πνευμάτων. Κἂν γὰρ ὀργὴ, κἂν ἐπήρεια, κἂν θυμὸς ὑπερζέσῃ, κἂν ὁτιοῦν, ἡ ψυχὴ ἐν ἀσφαλείᾳ καθέστηκεν, ὥστε οὐδ' ἂν ἐκβάλῃ τι τῶν οὐκ ὀφειλόντων  εἰρῆσθαι· οὐ γὰρ εἰς ἀνάγκην  κατέστησεν ἑαυτὴν, οὐδὲ νόμον. Ὅρα τί διὰ τὸν ὅρκον ἐποίησεν Ἡρώδης· τὴν κεφαλὴν  ἀπέτεμε τοῦ Προδρόμου. ∆ιὰ τοὺς ὅρκους γὰρ, φησὶ, καὶ τοὺς συνανακειμένους  οὐκ ἠθέλησεν
αὐτὴν ἀθετῆσαι. Τί δι' ὅρκον πεπόνθασιν αἱ φυλαὶ  ἐπὶ τῆς Βενιαμὶν φυλῆς; τί δι' ὅρκον πέπονθεν  ὁ Σαούλ; Ὁ μὲν γὰρ ἐπιώρκησεν, ὁ δὲ Ἡρώδης καὶ τῆς ἐπιορκίας χεῖρον εἰργάσατο, τὸν φόνον. Πάλιν ὁ Ἰησοῦς διὰ τὸν ὅρκον ἐπὶ τῶν Γαβαωνιτῶν οἷα  πέπονθεν  ἔγνως.  Σατανικὴ  γὰρ ὄντως  ἐστὶ παγὶς  τὸ  ὀμνύναι.  ∆ιαῤῥήξωμεν τοίνυν τὰ σχοινία, καὶ ἐν εὐκολίᾳ καταστήσομεν ἑαυτοὺς πάσης φυλακῆς. Ἀπαλλαγῶμεν τῆς σατανικῆς παγίδος· φοβηθῶμεν τὴν ἐντολὴν τὴν ∆εσποτικήν· εἰς συνήθειαν ἀρίστην ἑαυτοὺς ἐμβάλωμεν· ἵνα ὁδῷ προβαίνοντες, καὶ ταύτην καὶ τὰς λοιπὰς  ἐντολὰς   κατορθώσαντες,  τῶν   ἐπηγγελμένων   ἐπιτύχωμεν   ἀγαθῶν   τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |