ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην,

Κυριακή 30 Οκτωβρίου 2016

ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην,




Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΙΒʹ. Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας εἰς τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ.

αʹ. Μετὰ τῶν  δούλων  ὁ ∆εσπότης, μετὰ τῶν  ὑπευθύνων  ὁ Κριτὴς ἔρχεται βαπτισθησόμενος. Ἀλλὰ μὴ θορυβηθῇς· ἐν γὰρ τοῖς ταπεινοῖς τούτοις μάλιστα διαλάμπει  αὐτοῦ  τὸ  ὑψηλόν.  Ὁ γὰρ  κυοφορηθῆναι  τοσοῦτον  χρόνον  ἐν  μήτρᾳ καταδεξάμενος παρθενικῇ, καὶ προελθεῖν  ἐκεῖθεν μετὰ τῆς ἡμετέρας φύσεως, καὶ ῥαπισθῆναι, καὶ σταυρωθῆναι, καὶ τὰ ἄλλα παθεῖν ἅπερ ἔπαθε, τί θαυμάζεις εἰ καὶ βαπτίσασθαι κατεδέξατο, καὶ μετὰ τῶν ἄλλων  ἐλθεῖν  πρὸς τὸν  δοῦλον; Τὸ γὰρ ἐκπλῆττον ἐκεῖνο ἦν, τὸ Θεὸν ὄντα βουληθῆναι γενέσθαι ἄνθρωπον· τὰ δὲ ἄλλα λοιπὸν κατὰ λόγον ἕπεται ἅπαντα. ∆ιά τοι τοῦτο καὶ ὁ Ἰωάννης προλαβὼν ἔλεγεν ἐκεῖνα ἅπερ εἶπεν, ὅτι οὐκ ἔστιν ἄξιος λῦσαι τὸν ἱμάντα τοῦ ὑποδήματος, καὶ τὰ ἄλλα πάντα. οἷον ὅτι κριτής ἐστι, καὶ τὰ κατ' ἀξίαν ἀποδίδωσιν ἑκάστῳ, καὶ Πνεῦμα παρέξει δαψιλὲς  ἅπασιν· ἵνα ὅταν ἴδῃς αὐτὸν  ἐπὶ τὸ βάπτισμα ἐρχόμενον,  μηδὲν ταπεινὸν ὑποπτεύσῃς


∆ιὰ τοῦτο καὶ παρόντα αὐτὸν διακωλύει λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Ἐπειδὴ γὰρ τὸ βάπτισμα μετανοίας ἦν,  καὶ εἰς κατηγορίαν τῶν πεπλημμελημένων  ἐνῆγεν, ἵνα μή τις νομίσῃ, ὅτι καὶ αὐτὸς μετὰ τῆς τοιαύτης γνώμης ἐπὶ τὸν Ἰορδάνην ἔρχεται, προδιορθοῦται αὐτὸ, τῷ τε Ἀμνὸν καλέσαι, καὶ λυτρωτὴν τῆς κατὰ τὴν οἰκουμένην ἁμαρτίας ἁπάσης. Ὁ γὰρ τὰ παντὸς τοῦ τῶν ἀνθρώπων  γένους ἁμαρτήματα δυνάμενος ἀνελεῖν, πολλῷ μᾶλλον αὐτὸς ἀναμάρτητος ἦν. ∆ιὰ δὴ τοῦτο οὐκ εἶπεν· Ἴδε ὁ ἀναμάρτητος· ἀλλ' ὃ πολλῷ πλέον ἦν, Ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ἵνα μετὰ τούτου κἀκεῖνο μετὰ πάσης δέξῃ πληροφορίας,  καὶ δεξάμενος  ἴδῃς, ὅτι  ἕτερά τινα  οἰκονομῶν  ἐπὶ  τὸ βάπτισμα  ἔρχεται.  ∆ιὸ  καὶ  ἐλθόντι   αὐτῷ  ἔλεγεν·   Ἐγὼ  χρείαν   ἔχω  ὑπὸ  σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; Καὶ οὐκ εἶπε, Καὶ σὺ βαπτίζῃ ὑπ' ἐμοῦ; καὶ γὰρ καὶ τοῦτο ἔδεισεν εἰπεῖν· ἀλλὰ τί; Καὶ σὺ ἔρχῃ πρὸς μέ; Τί οὖν ὁ Χριστός; Ὅπερ ἐπὶ τοῦ Πέτρου πεποίηκεν ὕστερον, τοῦτο καὶ τότε ἐποίησε. Καὶ γὰρ καὶ ἐκεῖνος διεκώλυεν αὐτὸν νίψαι τοὺς πόδας· ἀλλ' ἐπειδὴ ἤκουσεν· Ὃ ποιῶ, νῦν σὺ οὐκ οἶδας, γνώσῃ δὲ μετὰ ταῦτα· καὶ ὅτι Οὐκ ἔχεις μέρος μετ' ἐμοῦ· ταχέως ἀπέστη τοῦ τόνου, καὶ πρὸς τὸ ἐναντίον  μετέστη. Καὶ οὗτος ὁμοίως πάλιν, ἀκούσας· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην· εὐθέως ὑπήκουσεν. Οὐ γὰρ ἀμέτρως ἦσαν φιλόνεικοι,   ἀλλὰ  καὶ  τὴν  ἀγάπην  ἐπεδείκνυντο   καὶ  τὴν  ὑπακοὴν,  καὶ  πάντα πείθεσθαι ἐμελέτων  τῷ  ∆εσπότῃ. Σκόπει δὲ πῶς  ἐντεῦθεν  αὐτὸν  ἐνάγει,  ἀφ' ὧν μάλιστα ὑπώπτευε τὸ γινόμενον·  οὐδὲ γὰρ εἶπεν, Οὕτω δίκαιόν ἐστιν, ἀλλ',  Οὕτω πρέπον ἐστίν. Ἐπειδὴ γὰρ ἀνάξιον αὐτοῦ μάλιστα εἶναι ἐνόμιζε τοῦτο, τὸ παρὰ τοῦ δούλου βαπτισθῆναι, τοῦτο μάλιστα τέθεικε τὸ πρὸς ἐκεῖνο  ἀντιδιαστελλόμενον, ὡσανεὶ ἔλεγεν·  Οὐχ ὡς ἀπρεπὲς τοῦτο φεύγεις  καὶ διακωλύεις;  δι' αὐτὸ μὲν οὖν τοῦτο ἄφες, ὅτι καὶ μάλιστα πρέπον ἐστίν. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄφες· ἀλλὰ τὸ, ἄρτι, προσέθηκεν. Οὐ γὰρ διηνεκῶς  ταῦτα  ἔσται, φησὶν,  ἀλλ' ὄψει  με ἐν  τούτοις  οἷς ἐπιθυμεῖς· ἄρτι μέντοι ὑπόμεινον  τοῦτο. Εἶτα καὶ δείκνυσι πῶς τοῦτο πρέπον. Πῶς οὖν πρέπον ἐστίν; Ὅτι τὸν νόμον πληροῦμεν ἅπαντα· ὅπερ οὖν δηλῶν ἔλεγε, Πᾶσαν δικαιοσύνην. ∆ικαιοσύνη γάρ ἐστιν ἡ τῶν ἐντολῶν ἐκπλήρωσις. Ἐπεὶ οὖν πάσας τὰς ἄλλας ἐντολὰς ἠνύσαμεν, φησὶ, τοῦτο δὲ ὑπολέλειπται  μόνον, δεῖ προστεθῆναι καὶ τοῦτο. Καὶ γὰρ ἦλθον λῦσαι τὴν ἀρὰν τὴν ἐπὶ τῇ παραβάσει τοῦ νόμου κειμένην. ∆εῖ τοίνυν πρότερον ἐμὲ αὐτὸν πάντα πληρώσαντα, καὶ ἐξελόμενον ὑμᾶς τῆς καταδίκης, οὕτως αὐτὸν ἀναπαῦσαι. Πρέπον οὖν ἐστιν ἐμοὶ πληρῶσαι τὸν νόμον ἅπαντα· ἐπειδὴ καὶ πρέπον ἐστὶ λῦσαι τὴν καθ' ὑμῶν ἐν τῷ νόμῳ γεγραμμένην  κατάραν. ∆ιὰ γὰρ τοῦτο καὶ σάρκα ἀνέλαβον καὶ παρεγενόμην. Τότε ἀφίησιν αὐτόν. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον  ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον  ἐπ' αὐτόν.


 βʹ. Ἐπειδὴ γὰρ πολλοὶ μείζονα αὐτοῦ τὸν Ἰωάννην  εἶναι ἐνόμιζον, διὰ τὸ τὸν μὲν ἐν ἐρήμῳ  πάντα   τραφῆναι   τὸν   χρόνον,   καὶ  υἱὸν   ἀρχιερέως  εἶναι,   καὶ  στολὴν περικεῖσθαι τοιαύτην, καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν, καὶ ἀπὸ στείρας τετέχθαι· τὸν δὲ Ἰησοῦν  καὶ ἀπὸ εὐτελοῦς  κόρης εἶναι  (ὁ γὰρ τῆς παρθενίας  τόκος οὐδέπω πᾶσι κατάδηλος ἦν), καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι, καὶ μετὰ πάντων ἀναστρέφεσθαι, καὶ τὴν κοινὴν  ταύτην ἐσθῆτα περικεῖσθαι, ἐλάττονα  αὐτοῦ εἶναι ὑπώπτευον, οὐδὲν οὐδέπω τῶν ἀποῤῥήτων εἰδότες ἐκείνων. Συνέβη δὲ καὶ βαπτισθῆναι αὐτὸν ὑπὸ τοῦ Ἰωάννου· ὅπερ ταύτην μᾶλλον ἐβεβαίου τὴν ὑπόνοιαν, εἰ καὶ μηδὲν τῶν προτέρων ἦν· ἐνενόουν γὰρ ὅτι οὗτος μὲν τῶν πολλῶν  εἷς· οὐδὲ γὰρ εἰ μὴ τῶν  πολλῶν  εἷς ἦν, οὐκ ἂν μετὰ τῶν  πολλῶν  ἐπὶ τὸ βάπτισμα ἦλθεν· ἐκεῖνος δὲ μείζων αὐτοῦ καὶ πολλῷ θαυμαστότερος· ἵν' οὖν μὴ αὕτη κρατήσῃ παρὰ τοῖς πολλοῖς ἡ δόξα, καὶ οἱ οὐρανοὶ ἀνοίγονται, βαπτισθέντος αὐτοῦ, καὶ τὸ Πνεῦμα κάτεισι, καὶ φωνὴ  μετὰ τοῦ Πνεύματος κηρύττουσα τοῦ Μονογενοῦς  τὴν  ἀξίαν. Ἐπειδὴ γὰρ ἡ φωνὴ  ἡ λέγουσα, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς,  παρὰ τοῖς πολλοῖς μᾶλλον ἁρμόττειν ἐδόκει τῷ Ἰωάννῃ· οὐ γὰρ προσέθηκεν, Οὗτος ὁ βαπτιζόμενος, ἀλλ' ἁπλῶς, Οὗτος· καὶ τῶν ἀκροατῶν ἕκαστος περὶ τοῦ βαπτίζοντος μᾶλλον, ἢ τοῦ βαπτιζομένου εἰρῆσθαι αὐτὴν ὑπενόει, διά τε αὐτὸ τοῦ Βαπτιστοῦ τὸ ἀξίωμα, διά τε τὰ εἰρημένα ἅπαντα· ἦλθε τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς τὴν φωνὴν ἕλκον ἐπὶ τὸν Ἰησοῦν, καὶ πᾶσι δῆλον ποιοῦν, ὅτι τὸ, Οὗτος, οὐ περὶ Ἰωάννου τοῦ βαπτίζοντος,  ἀλλὰ  περὶ  Ἰησοῦ  τοῦ  βαπτιζομένου  εἴρηται.  Καὶ πῶς,  φησὶν,  οὐκ ἐπίστευσαν τούτων γινομένων; Ὅτι καὶ ἐπὶ Μωϋσέως πολλὰ γέγονε θαύματα, εἰ καὶ μὴ τοιαῦτα· καὶ μετὰ πάντα  ἐκεῖνα,  καὶ τὰς φωνὰς,  καὶ τὰς σάλπιγγας,  καὶ τὰς ἀστραπὰς, καὶ μόσχον ἐχάλκευσαν, καὶ τῷ Βεελφεγὼρ ἐτελέσθησαν. Καὶ αὐτοὶ δὲ οὗτοι οἱ τότε παρόντες, καὶ τὸν  Λάζαρον ἀναστάντα  ἰδόντες,  τοσοῦτον ἀπέσχον πιστεῦσαι τῷ ταῦτα ἐργασαμένῳ, ὅτι καὶ αὐτὸν ἀνελεῖν  ἐπεχείρησαν πολλάκις. Εἰ τοίνυν   πρὸ  ὀφθαλμῶν   ὁρῶντες   νεκρῶν   ἀνάστασιν,  οὕτως   ἦσαν  πονηροὶ,  τί θαυμάζεις, εἰ φωνὴν οὐκ ἐδέξαντο φερομένην ἄνωθεν; Ὅταν γὰρ ἀγνώμων  ᾖ ψυχὴ καὶ διεστραμμένη, καὶ τῷ τῆς βασκανίας κατεχομένη νοσήματι, οὐδενὶ εἴκει τούτων· ὥσπερ οὖν ὅταν εὐγνώμων ᾖ, μετὰ πίστεως ἅπαντα δέχεται, καὶ τούτων οὐ σφόδρα δεῖται. Μὴ τοίνυν  τοῦτο εἴπῃς, ὅτι οὐκ ἐπίστευσαν· ἀλλ' ἐκεῖνο ζήτει, εἰ μὴ πάντα γέγονεν, ἀφ' ὧν αὐτοὺς πιστεῦσαι ἐχρῆν. Καὶ γὰρ διὰ τοῦ προφήτου ὑπὲρ τῶν καθ' ἑαυτὸν ἁπάντων  τοῦτον συντίθησι τὸν τρόπον τῆς ἀπολογίας ὁ Θεός. Ἐπειδὴ γὰρ ἀπόλλυσθαι ἔμελλον Ἰουδαῖοι, καὶ ἐσχάτῃ παραδίδοσθαι κολάσει, ἵνα μή τις ἀπὸ τῆς ἐκείνων  πονηρίας τὴν αὐτοῦ διαβάλῃ πρόνοιαν, φησὶν, ὅτι Τί με ἔδει ποιῆσαι τῷ ἀμπελῶνι  τούτῳ, καὶ οὐκ ἐποίησα; Τοῦτο δὴ καὶ ἐνταῦθα σκόπει· τί ἔδει γενέσθαι, καὶ οὐκ ἐγένετο; Καὶ εἴποτε δὲ λόγοι γίνοιντο  περὶ τῆς τοῦ Θεοῦ προνοίας, τούτῳ κέχρησο τῷ τρόπῳ τῆς ἀπολογίας πρὸς τοὺς ἀπὸ τῆς τῶν πολλῶν κακίας διαβάλλειν αὐτὴν ἐπιχειροῦντας. Ὅρα γοῦν οἷα παράδοξα γίνεται, καὶ τῶν μελλόντων προοίμια· οὐκέτι γὰρ παράδεισος, ἀλλ' οὐρανὸς ἀνοίγεται. Ἀλλ' ὁ μὲν πρὸς Ἰουδαίους λόγος, εἰς ἕτερον ἡμῖν ὑπερκείσθω καιρόν· νυνὶ  δὲ, τοῦ Θεοῦ συνεργοῦντος ἡμῖν, ἐπὶ τὰ προκείμενα τὸν λόγον  ἀγάγωμεν.  Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς, εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἀνεῴχθησαν  αὐτῷ οἱ οὐρανοί. Τίνος ἕνεκεν ἀνεῴχθησαν οἱ οὐρανοί; Ἵνα μάθῃς ὅτι καὶ σοῦ βαπτιζομένου τοῦτο γίνεται, πρὸς τὴν ἄνω πατρίδα τοῦ Θεοῦ σε καλοῦντος, καὶ πείθοντος  μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν. Εἰ δὲ μὴ ὁρᾷς, μὴ ἀπιστήσῃς. Καὶ γὰρ ἐν προοιμίοις ἀεὶ τῶν  παραδόξων  καὶ πνευματικῶν πραγμάτων  αἰσθηταὶ φαίνονται  ὄψεις καὶ σημεῖα τοιαῦτα, διὰ τοὺς ἀνοητότερον διακειμένους  καὶ  χρῄζοντας  ὄψεως  αἰσθητῆς,  καὶ  μηδεμίαν  ἔννοιαν  ἀσωμάτου φύσεως λαβεῖν  δυναμένους,  πρὸς δὲ τὰ ὁρατὰ μόνον  ἐπτοημένους· ἵνα κἂν μετὰ ταῦτα μὴ γένηται  ταῦτα τὰ ἐξ αὐτῶν  δηλωθέντα  ἅπαξ καὶ ἐν ἀρχῇ παραδέξῃ τῇ πίστει. Καὶ γὰρ ἐπὶ τῶν ἀποστόλων ἦχος ἐγένετο πνοῆς βιαίας, καὶ ὄψεις γλωσσῶν πυρίνων  ἐφάνησαν· ἀλλ' οὐ διὰ τοὺς ἀποστόλους, ἀλλὰ  διὰ τοὺς παρόντας  τότε Ἰουδαίους. Ἀλλ' ὅμως εἰ καὶ μὴ αἰσθητὰ γίνεται  σημεῖα, τὰ ἐξ αὐτῶν  δηλωθέντα ἅπαξ καταδεχόμεθα. Ἐπεὶ καὶ ἡ περιστερὰ διὰ τοῦτο τότε ἐφάνη,  ἵν' ὥσπερ ἀντὶ δακτύλου τινὸς δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν Υἱὸν τοῦ Θεοῦ. Οὐ μόνον δὲ διὰ τοῦτο, ἀλλ' ἵνα καὶ σὺ μάθῃς, ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ Πνεῦμα ἔρχεται.


γʹ. Λοιπὸν δὲ ἡμῖν αἰσθητῆς οὐ χρεία ὄψεως, τῆς πίστεως ἀντὶ πάντων ἀρκούσης· τὰ γὰρ σημεῖα  οὐ  τοῖς  πιστεύουσιν,  ἀλλὰ  τοῖς  ἀπίστοις.  ∆ιατί  δὲ  ἐν  εἴδει  περιστερᾶς; Ἥμερον τὸ ζῶον καὶ καθαρόν. Ἐπεὶ οὖν καὶ τὸ Πνεῦμα πραότητός ἐστι πνεῦμα, διὰ τοῦτο ἐν τούτῳ φαίνεται. Ἄλλως δὲ καὶ παλαιᾶς ἡμᾶς ἀναμιμνήσκει ἱστορίας. Καὶ γὰρ ναυαγίου ποτὲ κοινοῦ τὴν οἰκουμένην  καταλαβόντος  ἅπασαν, καὶ τοῦ γένους ἡμῶν  κινδυνεύοντος   ἀφανισθῆναι,  τοῦτο  ἐφάνη  τὸ  ζῶον,  καὶ  τὴν  λύσιν  τοῦ χειμῶνος  ἔδειξε, καὶ κλάδον  φέρον  ἐλαίας, τὴν  κοινὴν  τῆς οἰκουμένης  γαλήνην εὐηγγελίσατο· ἅπερ πάντα τύπος τῶν μελλόντων  ἦν. Καὶ γὰρ τότε πολλῷ χεῖρον τὰ τῶν  ἀνθρώπων  διέκειτο,  καὶ  πολλῷ  μείζονος  ἄξιοι  τιμωρίας  ἦσαν. Ἵν' οὖν  μὴ ἀπογνῷς,  ἀναμιμνήσκει  σε τῆς  ἱστορίας ἐκείνης.  Καὶ γὰρ  τότε  τῶν  πραγμάτων ἀπογνωσθέντων, γέγονε λύσις τις καὶ διόρθωσις· ἀλλὰ τότε διὰ τιμωρίας, νῦν δὲ διὰ χάριτος καὶ δωρεᾶς ἀφάτου. ∆ιὰ τοῦτο καὶ ἡ περιστερὰ φαίνεται, οὐ κλάδον ἐλαίας φέρουσα, ἀλλὰ τὸν πάντων τῶν κακῶν ἐλευθερωτὴν ἡμῖν δεικνύουσα, καὶ χρηστὰς ὑποτείνουσα τὰς ἐλπίδας. Οὐδὲ γὰρ ἀπὸ κιβωτοῦ ἄνθρωπον  ἐξάγει ἕνα, ἀλλὰ τὴν οἰκουμένην ἅπασαν εἰς τὸν οὐρανὸν ἀνάγει φανεῖσα, καὶ ἀντὶ θαλλοῦ ἐλαίας τὴν υἱοθεσίαν τῷ κοινῷ τῆς οἰκουμένης κομίζει γένει. Ἐννοήσας τοίνυν τὸ μέγεθος τῆς δωρεᾶς, μηδὲ ἐλάττονα αὐτοῦ τὴν ἀξίαν νομίσῃς εἶναι, διὰ τὸ ἐν τοιαύτῃ φανῆναι ὄψει. Καὶ γὰρ ἀκούω τινῶν λεγόντων,  ὅτι ὅσον ἀνθρώπου καὶ περιστερᾶς τὸ μέσον,τοσοῦτον τοῦ Χριστοῦ καὶ τοῦ Πνεύματος, ἐπειδὴ ὁ μὲν ἐν τῇ ἡμετέρᾳ φύσει, τὸ δὲ ἐν ὄψει περιστερᾶς ἐφάνη. Τί οὖν πρὸς ταῦτα ἔστιν εἰπεῖν; Ὅτι ὁ μὲν Υἱὸς τοῦ Θεοῦ, φύσιν ἀνθρώπου ἀνέλαβε· τὸ δὲ Πνεῦμα, οὐ φύσιν ἀνέλαβε περιστερᾶς. ∆ιὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς  οὐκ εἶπεν, ὅτι ἐν φύσει περιστερᾶς, ἀλλ' ἐν εἴδει περιστερᾶς· οὐκοῦν οὐδὲ μετὰ ταῦτα ἐν τούτῳ ὤφθη  τῷ σχήματι, ἀλλὰ τότε μόνον. Εἰ δὲ διὰ τοῦτο ἐλάττονα αὐτοῦ τὴν ἀξίαν φὴς εἶναι, εὑρεθήσεται καὶ τὰ Χερουβὶμ κατὰ τὸν λόγον τοῦτον ἀμείνω πολλῷ, καὶ τοσοῦτον ὅσον περιστερᾶς ἀετός· καὶ γὰρ εἰς ταύτην κἀκεῖνα ἐσχηματίσθη τὴν ὄψιν· καὶ οἱ ἄγγελοι δὲ ἀμείνους πάλιν· καὶ γὰρ ἐν σχήματι ἀνθρώπων  πολλάκις ἐφάνησαν. Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. Καὶ γὰρ ἕτερον οἰκονομίας ἀλήθεια, καὶ ὄψεως προσκαίρου συγκατάβασις. Μὴ τοίνυν ἀχάριστος γίνου περὶ τὸν εὐεργέτην, μηδὲ τοῖς ἐναντίοις ἀμείβου τὸν τὴν πηγήν σοι τῆς μακαριότητος δωρησάμενον. Ὅπου γὰρ υἱοθεσίας ἀξίωμα, ἐκεῖ καὶ ἡ τῶν κακῶν ἀναίρεσις, καὶ ἡ τῶν ἀγαθῶν ἁπάντων δόσις. ∆ιὰ δὴ τοῦτο τὸ μὲν Ἰουδαϊκὸν παύεται βάπτισμα, τὸ δὲ ἡμέτερον ἀρχὴν λαμβάνει. Καὶ ὅπερ ἐπὶ τοῦ Πάσχα γέγονε, τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος συμβαίνει. Καὶ γὰρ καὶ ἐκεῖ ἀμφότερα μετελθὼν, τὸ μὲν ἔπαυσε, τῷ δὲ ἀρχὴν δέδωκε· καὶ ἐνταῦθα πληρώσας τὸ Ἰουδαϊκὸν βάπτισμα, ὁμοῦ καὶ τοῦ τῆς Ἐκκλησίας τὰς θύρας ἀνοίγνυσιν,  ὥσπερ ἐν μιᾷ τραπέζῃ τότε, οὕτως  ἐν ἑνὶ ποταμῷ νῦν, καὶ τὴν σκιὰν ὑπογράψας, καὶ τὴν ἀλήθειαν προσθείς. Πνεύματος γὰρ χάριν τοῦτο ἔχει τὸ βάπτισμα μόνον· τὸ δὲ Ἰωάννου, ταύτης ἔρημον τῆς δωρεᾶς ἦν.
∆ιὰ δὴ τοῦτο ἐπὶ μὲν τῶν ἄλλων τῶν βαπτιζομένων οὐδὲν τοιοῦτον συνέβη, ἐπὶ δὲ αὐτοῦ μόνου τοῦ μέλλοντος τοῦτο παραδιδόναι· ἵνα μετὰ τῶν εἰρημένων καὶ τοῦτο μάθῃς, ὅτι οὐχ ἡ καθαρότης τοῦ βαπτίζοντος,  ἀλλ'  ἡ δύναμις  τοῦ βαπτιζομένου τοῦτο ἐποίησε. Τότε γοῦν καὶ οἱ οὐρανοὶ ἀνεῴχθησαν, καὶ τὸ Πνεῦμα ἐπῆλθεν. Ἀπὸ γὰρ τῆς παλαιᾶς λοιπὸν ἐπὶ τὴν καινὴν ἐξάγει πολιτείαν  ἡμᾶς, τάς τε πύλας ἡμῖν ἀνοιγνὺς τὰς ἄνω, καὶ Πνεῦμα πέμπων ἐκεῖθεν, καλοῦν εἰς τὴν ἐκεῖ πατρίδα· καὶ οὐχ ἁπλῶς  καλοῦν,  ἀλλὰ  καὶ  μετὰ  ἀξιώματος  τοῦ  μεγίστου.  Οὐ γὰρ  ἀγγέλους  καὶ ἀρχαγγέλους ἐποίησεν, ἀλλὰ υἱοὺς Θεοῦ κατασκευάσας καὶ ἀγαπητοὺς, οὕτως ἕλκει πρὸς ἐκείνην  τὴν λῆξιν ἡμᾶς.


 δʹ. Ταῦτ' οὖν ἐννοήσας ἅπαντα, καὶ τῆς ἀγάπης τοῦ καλοῦντος, καὶ τῆς πολιτείας  τῆς ἐκεῖ, καὶ τῆς τιμῆς τῆς δοθείσης ἄξιον ἐπίδειξαι βίον·  τῷ  κόσμῳ  σταυρωθεὶς,  καὶ  σταυρώσας αὐτὸν  σεαυτῷ,  τὴν  τῶν  οὐρανῶν πολιτεύου πολιτείαν  μετὰ ἀκριβείας ἁπάσης· μηδὲ ἐπειδὴ τὸ σῶμά σου μὴ μετέστη πρὸς τὸν οὐρανὸν, νομίσῃς ἔχειν  τι κοινὸν  πρὸς τὴν γῆν· τὴν γὰρ κεφαλὴν  ἄνω καθημένην ἔχεις· Καὶ διὰ τοῦτο δὲ πρότερον ἐνταῦθα παραγενόμενος ὁ ∆εσπότης, καὶ τοὺς ἀγγέλους ἀγαγὼν, τότε σε ἀναλαβὼν ἀπῆλθεν ἐκεῖ, ἵνα καὶ πρὸ τῆς ἀνόδου τῆς ἐκεῖσε μάθῃς, ὅτι δυνατόν σοι τὴν γῆν ὡς τὸν οὐρανὸν οἰκεῖν. Μένωμεν τοίνυν τὴν εὐγένειαν τηροῦντες, ἢν ἐδεξάμεθα ἐξ ἀρχῆς, καὶ τὰ ἐκεῖ βασίλεια καθ' ἑκάστην ἐπιζητῶμεν  τὴν ἡμέραν, καὶ πάντα  τὰ ἐνταῦθα  σκιὰν καὶ ὄναρ εἶναι  νομίζωμεν. Οὐδὲ γὰρ εἰ βασιλεύς τις τῶν ἐπὶ τῆς γῆς πτωχὸν ὄντα σε καὶ προσαιτοῦντα λαβὼν, υἱὸν  ἐξαίφνης  ἐποιήσατο, τὴν  καλύβην  καὶ τὴν  εὐτέλειαν  τῆς  καλύβης  τῆς  σῆς ἐνενόησας ἄν· καίτοιγε οὐ πολὺ τὸ μέσον ἐκεῖ. Μὴ τοίνυν μηδὲ ἐνταῦθα λογίζου τι τῶν  προτέρων·  καὶ  γὰρ  ἐπὶ  πολλῷ  μείζοσιν ἐκλήθης.  Ὅ τε  γὰρ  καλῶν,  ὁ τῶν ἀγγέλων  ∆εσπότης ἐστί· τά τε διδόμενα ἀγαθὰ, καὶ λόγον καὶ διάνοιαν ὑπερβαίνει πᾶσαν. Οὐ γὰρ ἀπὸ γῆς εἰς γῆν σε μεθίστησι, καθάπερ ὁ βασιλεὺς, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν, καὶ ἀπὸ φύσεως θνητῆς εἰς ἀθάνατον καὶ δόξαν ἄῤῥητον, τότε δυναμένην μόνον φανῆναι  καλῶς, ὅταν αὐτῆς ἀπολαύσωμεν. Τοιούτων τοίνυν μέλλων μετέχειν ἀγαθῶν, χρημάτων μοι μέμνησαι, καὶ τῆς ἐνταῦθα φαντασίας ἀντέχῃ; καὶ οὐ νομίζεις ἅπαντα τὰ ὁρώμενα τῶν τοῦ προσαιτοῦντος ῥακίων εὐτελέστερα εἶναι; Καὶ πῶς ἄξιος φανήσῃ ταύτης τῆς τιμῆς; ποίαν δὲ ἔξεις ἀπολογίαν εἰπεῖν, μᾶλλον δὲ ποίαν οὐ δώσεις δίκην, μετὰ τοσαύτην δωρεὰν ἐπὶ τὸν πρότερον ἐμετὸν τρέχων;Οὐκέτι γὰρ ὡς ἄνθρωπος ἁπλῶς, ἀλλ' ὡς υἱὸς Θεοῦ ἁμαρτὼν κολάζῃ, καὶ γίνεταί σοι τὸ τῆς τιμῆς  μέγεθος ἐφόδιον  τιμωρίας  μείζονος. Καὶ γὰρ καὶ ἡμεῖς οὐχ ὁμοίως δούλους ἁμαρτάνοντας, καὶ υἱοὺς τὸ αὐτὸ πλημμελοῦντας  κολάζομεν· καὶ μάλιστα ὅταν μεγάλα παρ'  ἡμῶν εὐεργετημένοι  τύχωσιν. Εἰ γὰρ ὁ παράδεισον λαχὼν,  διὰ μίαν παρακοὴν τοσαῦτα μετὰ τὴν τιμὴν ὑπέστη δεινά· οἱ τὸν οὐρανὸν ἀπολαβόντες ἡμεῖς, καὶ τῷ Μονογενεῖ γενόμενοι  συγκληρονόμοι, τίνα  ἕξομεν συγγνώμην,  τῷ ὄφει μετὰ τὴν περιστερὰν προστρέχοντες; Οὐκέτι γὰρ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ, Ἐργᾷ τὴν  γῆν,  καὶ τὰ πρότερα ἀκουσόμεθα ἐκεῖνα, ἀλλὰ  τὰ πολλῷ  τούτων χαλεπώτερα, τὸ σκότος τὸ ἐξώτερον, τὰ δεσμὰ τὰ ἄλυτα, τὸν σκώληκα τὸν ἰοβόλον, τὸν  βρυγμὸν  τῶν  ὀδόντων·  καὶ  μάλα  εἰκότως.  Ὁ γὰρ  μηδὲ  εὐεργεσίᾳ τοσαύτῃ γενόμενος βελτίων, δικαίως ἂν τὴν ἐσχάτην καὶ χαλεπωτέραν  δῴη δίκην. Ἤνοιξέ ποτε καὶ ἔκλεισε τὸν οὐρανὸν Ἠλίας, ἀλλ' ὥστε ὑετὸν κατενεγκεῖν καὶ ἀναστεῖλαι· σοὶ δὲ οὐχ οὕτως ἀνοίγεται ὁ οὐρανὸς, ἀλλ' ὥστε ἀναβῆναί σε ἐκεῖ· καὶ τὸ δὴ μεῖζον, οὐχ ὥστε ἀναβῆναι, ἀλλ' ὥστε καὶ ἑτέρους ἀναγαγεῖν, εἰ βουληθείης· τοσαύτην σοι παῤῥησίαν καὶ ἐξουσίαν ἐν τοῖς ἑαυτοῦ ἔδωκεν ἅπασιν. Ἐπεὶ οὖν ἐκεῖ ἡμῶν ἡ οἰκία, ἐκεῖ πάντα ἀποθώμεθα, καὶ μηδὲν ἐνταῦθα καταλίπωμεν, ἵνα μὴ αὐτὰ ἀπολέσωμεν. Ἐνταῦθα μὲν γὰρ κἂν κλεῖν ἐπιθῇς, κἂν θύρας καὶ μοχλοὺς, κἂν μυρίους ἐπιστήσης οἰκέτας, καὶ πάντων  περιγένῃ τῶν κακούργων, κἂν τοὺς τῶν βασκάνων διαφύγῃς ὀφθαλμοὺς,  κἂν τοὺς σῆτας, κἂν τὴν ἀπὸ τοῦ χρόνου γινομένην  ἀπώλειαν,  ὅπερ ἀδύνατον, τὸν γοῦν θάνατον οὐ διαφεύξῃ ποτὲ, ἀλλ' ἀφαιρεθήσῃ ἅπαντα ἐκεῖνα ἐν μιᾷ καιροῦ ῥοπῇ· καὶ οὐκ ἀφαιρεθήσῃ μόνον, ἀλλὰ καὶ εἰς τὰς τῶν ἐχθρῶν πολλάκις παραπέμψεις χεῖρας. Ἂν δὲ εἰς ἐκείνην παραπέμψῃς τὴν οἰκίαν, πάντων  ἀνώτερος ἔσῃ. Οὔτε γὰρ κλεῖν,  οὔτε θύρας καὶ μοχλοὺς  ἐπιθεῖναι  δεῖ· τοιαύτη  τῆς πόλεως ἐκείνης  ἡ δύναμις·  οὕτως  ἄσυλον τὸ χωρίον  ἐστὶ, καὶ φθορᾷ  καὶ πονηρίᾳ  πάσῃ ἄβατον τοῦτο ὑφέστηκε.


εʹ. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, ἔνθα μὲν ἀπόλλυται  καὶ διαφθείρεται τὰ ἀποτιθέμενα, σωρεύειν ἅπαντα, ἔνθα δὲ ἀνέπαφα μένει, καὶ πλείω γίνεται,  ἐνταῦθα  μηδὲ τὸ  πολλοστὸν  ἀποτίθεσθαι  μέρος, καὶ  ταῦτα  τὸν  ἅπαντα μέλλοντας ἐκεῖ βιώσεσθαι χρόνον; ∆ιὰ τοῦτο καὶ Ἕλληνες ἀπιστοῦσι τοῖς παρ' ἡμῶν λεγομένοις·  ἀφ'  ὧν  γὰρ πράττομεν,  οὐκ ἀφ'  ὧν  λέγομεν,  τὴν  παρ'  ἡμῶν ἀπόδειξιν   λαμβάνειν   ἐθέλουσι·  καὶ   ἐπειδὰν   ἴδωσιν   οἰκίας   οἰκοδομουμένους λαμπρὰς, καὶ παραδείσους κατασκευάζοντας καὶ λουτρὰ, καὶ ἀγροὺς ὠνουμένους, οὐκ ἐθέλουσι πιστεῦσαι, ὅτι πρὸς ἑτέραν παρασκευαζόμεθα πόλεως  ἀποδημίαν. Εἰ γὰρ τοῦτο ἦν, φησὶν, ἅπαντα τὰ ἐνταῦθα ἂν ἐξαργυρίσαντες, ἐκεῖ προαπέθεντο· καὶ τοῦτο  ἀπὸ  τῶν  ἐνταῦθα  γινομένων  στοχάζονται.  Καὶ γὰρ  ὁρῶμεν  τοὺς  σφόδρα εὐπόρους ἐν ἐκείναις μάλιστα ταῖς πόλεσιν οἰκίας καὶ ἀγροὺς καὶ τὰ ἄλλα πάντα κεκτημένους, ἐν αἷς διατρίβειν μέλλουσιν. Ἀλλ' ἡμεῖς τοὐναντίον ποιοῦμεν· καὶ τὴν μὲν γῆν, ἢν μικρὸν ὕστερον ἀφιέναι μέλλομεν, μετὰ πολλῆς κτώμεθα τῆς σπουδῆς, οὐχὶ  χρήματα  μόνον,  ἀλλὰ  καὶ  τὸ  αἷμα  αὐτὸ  προϊέμενοι  ὑπὲρ  πλέθρων   καὶ οἰκημάτων ὀλίγων· ὑπὲρ δὲ τοῦ τὸν οὐρανὸν πρίασθαι οὐδὲ τὰ περιττὰ τῆς χρείας ἀνεχόμεθα δοῦναι, καὶ ταῦτα ὀλίγης αὐτὸν μέλλοντες ὠνεῖσθαι τιμῆς, καὶ διαπαντὸς ἔχειν, εἴγε αὐτὸν ὠνησαίμεθα. ∆ιά τοι τοῦτο τὴν ἐσχάτην δώσομεν δίκην, γυμνοὶ καὶ πένητες ἀπιόντες ἐκεῖ· μᾶλλον δὲ οὐχ ὑπὲρ τῆς ἡμετέρας πτωχείας, ἀλλὰ καὶ ὑπὲρ ὧν ἄλλους τοιούτους ποιοῦμεν, τὰς ἀνηκέστους ὑποστησόμεθα συμφοράς. Ὅταν γὰρ ἴδωσιν   Ἕλληνες   περὶ   ταῦτα   σπουδάζοντας   τοὺς   τοσούτων   ἀπολαύσαντας μυστηρίων,  πολλῷ  μᾶλλον  αὐτοὶ  τῶν  παρόντων   ἀνθέξονται.  Ὅθεν  πολὺ  καὶ ἐντεῦθεν ἐπὶ τὴν ἡμετέραν κεφαλὴν σωρεύομεν πῦρ. Ὅταν γὰρ οἱ διδάσκειν αὐτοὺς ὀφείλοντες  ὑπερορᾷν τῶν φαινομένων  ἁπάντων, αὐτοὶ μάλιστα πάντων αὐτοὺς εἰς τὴν   τούτων   ἐμβάλλωμεν   ἐπιθυμίαν,   πότε  δυνησόμεθα  σωθῆναι,  τῆς  ἑτέρων ἀπωλείας τὰς εὐθύνας ὑπέχοντες; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος, ὅτι ἀντὶ ἁλῶν καὶ λαμπάδων ἀφῆκεν ἡμᾶς εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ἵνα καὶ τοὺς διαῤῥέοντας ὑπὸ τρυφῆς   ἐπισφίγγωμεν,   καὶ   τοὺς   τῇ   μερίμνῃ   τῶν   χρημάτων   ἐσκοτωμένους φωτίζωμεν; Ὅταν οὖν καὶ εἰς σκότος αὐτοὺς ἐμβάλλωμεν πλεῖον, καὶ χαυνοτέρους ποιῶμεν, τίς ἔσται σωτηρίας ἡμῖν ἐλπίς; Οὐκ ἔστιν οὐδεμία· ἀλλ'  οἰμώζοντες, καὶ τοὺς ὀδόντας βρύχοντες, καὶ δεδεμένοι πόδας καὶ χεῖρας εἰς τὸ τῆς γεέννης ἀπελευσόμεθα πῦρ, μετὰ τὸ κατεργασθῆναι καλῶς ταῖς τοῦ πλούτου φροντίσι. Ταῦτ' οὖν  ἐννοήσαντες  ἅπαντα,  τὰ δεσμὰ λύσωμεν  τῆς τοιαύτης  ἀπάτης, ἵνα  μηδὲ εἰς ἐκεῖνα ἐμπέσωμεν τὰ τῷ πυρὶ παραδιδόντα ἡμᾶς τῷ ἀσβέστῳ. Ὁ μὲν γὰρ χρήμασι δουλεύων, καὶ ταῖς ἐνταῦθα ἁλύσεσι καὶ ταῖς ἐκεῖ διηνεκῶς ἔσται ὑπεύθυνος· ὁ δὲ ταύτης ἀπηλλαγμένος  τῆς ἐπιθυμίας, ἑκατέρας τεύξεται τῆς ἐλευθερίας· ἧς ἵνα καὶ ἡμεῖς ἐπιτύχωμεν,  τὸν  χαλεπὸν  τῆς φιλοχρηματίας  συντρίψαντες  ζυγὸν, πτερώσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανὸν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |