ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΒʹ. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.

Δευτέρα 31 Οκτωβρίου 2016

ΚΒʹ. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε.




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΒʹ. Εὐλογεῖτε τοὺς διώκοντας  ὑμᾶς· εὐλογεῖτε,  καὶ μὴ καταρᾶσθε.


αʹ. ∆ιδάξας αὐτοὺς  πῶς  πρὸς  ἀλλήλους   διακεῖσθαι  χρὴ,  καὶ  συγκολλήσας  τὰ  μέλη  μετὰ ἀκριβείας,  οὕτως  ἐξάγει  λοιπὸν  πρὸς  τὴν  ἔξω  παράταξιν,  εὐκολωτέραν  αὐτὴν ἐντεῦθεν ποιῶν. Ὥσπερ γὰρ ὁ τὰ πρὸς τοὺς οἰκείους οὐ κατωρθωκὼς, δυσκολώτερον τὰ πρὸς τοὺς ἀλλοτρίους οἰκονομήσει· οὕτως ὁ καλῶς ἀσκήσας ἑαυτὸν ἐν τούτοις, ῥᾷον καὶ τῶν ἔξωθεν περιέσται. ∆ιὰ δὴ τοῦτο καὶ ὁ Παῦλος ὁδῷ προβαίνων, μετ' ἐκεῖνα  ταῦτα  τίθησι,  καί  φησιν·  Εὐλογεῖτε  τοὺς  διώκοντας  ὑμᾶς. Οὐκ εἶπε,  Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτων ἐζήτησεν· ἐκεῖνο μὲν γὰρ ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου λοιπόν. Καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ καὶ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον. Καὶ γὰρ μισθῶν εἰσιν ἡμῖν πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ ἕτερον σὺ σαυτῷ μετ' ἐκεῖνον κατασκευάσεις μισθόν· ἐκεῖνος μὲν γάρ σοι τὸν ἀπὸ τοῦ διωγμοῦ παρέξει, σὺ δὲ σεαυτῷ τὸν ἀπὸ τῆς εὐλογίας τῆς εἰς ἐκεῖνον, σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς τὸν  Χριστὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος  τῷ  διώκοντι,  δείκνυσιν  ὅτι  οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων· οὕτως ὁ εὐλογῶν  πολὺν ἐμφαίνει τὸν ἔρωτα.


Μὴ τοίνυν  αὐτὸν λοιδορήσῃς, ἵνα καὶ αὐτὸς μείζονα καρπώσῃ μισθὸν, κἀκεῖνον  διδάξῃς, ὅτι τὸ πρᾶγμα προθυμίας ἐστὶν, οὐκ ἀνάγκης· πανηγύρεως  καὶ ἑορτῆς, οὐ συμφορᾶς οὐδὲ ἀθυμίας. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Χαίρετε, ὅταν εἴπωσι  πᾶν  πονηρὸν  ῥῆμα καθ' ὑμῶν  ψευδόμενοι.  ∆ιὰ τοῦτο  καὶ  οἱ  ἀπόστολοι ὑπέστρεφον χαίροντες, οὐχ ὅτι κακῶς ἤκουσαν μόνον, ἀλλ' ὅτι καὶ ἐμαστιγώθησαν. Μετὰ γὰρ τῶν εἰρημένων καὶ ἕτερον οὐ μικρὸν κερδανεῖς, τὸ καταπλῆξαι καὶ ταύτῃ τοὺς ἀντιδίκους, καὶ παιδεῦσαι διὰ τῶν ἔργων αὐτοὺς, ὅτι πρὸς ἑτέραν ὁδεύεις ζωήν. Ἂν γὰρ ἴδῃ σε χαίροντα καὶ πτερούμενον ἐπὶ τῷ πάσχειν κακῶς, εἴσεται σαφῶς διὰ τῶν πραγμάτων, ὅτι μείζους τῶν παρόντων ἑτέρας ἔχεις ἐλπίδας· ὡς, ἂν τοῦτο μὴ ποιῇς, ἀλλὰ κλαίῃς καὶ ὀδύρῃ, πόθεν δυνήσεται μαθεῖν ἐκεῖνος, ὅτι ἑτέραν ζωὴν ἀναμένεις; Καὶ μετὰ τούτου δὲ πάλιν  καὶ ἕτερον κατορθώσεις· ἂν γὰρ ἴδῃ σε οὐκ ἀλγοῦντα ταῖς ὕβρεσιν, ἀλλὰ καὶ εὐλογοῦντα, παύσεται ἐλαύνων. Ὅρα τοίνυν, ὅσα ἐντεῦθεν γίνεται τὰ καλά· καὶ σοὶ μισθὸς μείζων καὶ ὁ πειρασμὸς ἐλάττων, κἀκεῖνος ἀποστήσεται διώκων, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ διδασκαλία τῷ πεπλημμελημένῳ γενήσεται πρὸς εὐσέβειαν ἡ σὴ φιλοσοφία. ∆ιὰ τοῦτο οὐχὶ τοὺς ὑβρίζοντας μόνον, ἀλλὰ  καὶ τοὺς διώκοντας  καὶ διὰ τῶν  πραγμάτων  ἐπηρεάζοντας, τοῖς  ἐναντίοις ἀμείβεσθαι ἐκέλευσε. Καὶ νῦν μὲν αὐτοὺς εὐλογεῖν  ἐπέταξε· προϊὼν δὲ καὶ ἔργοις εὐεργετεῖν παραινεῖ. Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων.  Ἐπειδὴ γὰρ ἔστιν εὐλογῆσαι μὲν, καὶ μὴ καταρᾶσθαι, μὴ μὴν  ἐξ ἀγάπης  τοῦτο ποιῆσαι, βούλεται  καὶ διαθερμαίνεσθαι  ἡμᾶς τῇ φιλίᾳ.  ∆ιὸ καὶ τοῦτο  ἐπήγαγεν,  ὥστε μὴ μόνον  εὐλογεῖν,  ἀλλὰ  καὶ  συναλγεῖν  καὶ  συμπάσχειν,  εἴ  ποτε  ἴδοιμεν  αὐτοὺς συμφορᾷ περιπεσόντας. Ναὶ, φησίν· ἀλλὰ τὸ μὲν συναλγεῖν  τοῖς θρηνοῦσιν εἰκότως ἐπέταξε· τὸ δὲ ἕτερον τί δήποτε ἐκέλευσεν, οὐδὲν μέγα ὄν; Καίτοι γε ἐκεῖνο φιλοσοφωτέρας δεῖται ψυχῆς, τὸ χαίρειν μετὰ χαιρόντων, μᾶλλον ἢ τὸ κλαίειν μετὰ κλαιόντων.  Τοῦτο μὲν γὰρ καὶ ἡ φύσις αὐτὴ κατορθοῖ, καὶ οὐδεὶς οὕτω λίθινος, ὃς οὐ κλαίει τὸν ἐν συμφοραῖς ὄντα· ἐκεῖνο δὲ γενναίας σφόδρα δεῖται ψυχῆς, ὥστε τῷ εὐδοκιμοῦντι μὴ μόνον μὴ φθονεῖν, ἀλλὰ καὶ συνήδεσθαι. ∆ιὰ τοῦτο καὶ πρότερον αὐτὸ τέθεικεν.  Οὐδὲν γὰρ οὕτως  ἀγάπην  συνάγει, ὡς ὅταν  καὶ χαρᾶς καὶ λύπης κοινωνῶμεν  ἀλλήλοις. Μὴ τοίνυν, ἐπειδὴ πόῤῥω τῶν δεινῶν αὐτὸς ἕστηκας, καὶ τῆς συμπαθείας μένε ἐκτός· καὶ γὰρ καὶ τοῦ πλησίον παθόντος κακῶς, κοινὴν ὀφείλεις ποιεῖσθαι τὴν συμφοράν. Κοινώνει τοίνυν τῶν δακρύων, ἵνα κουφίσῃς τὴν ἀθυμίαν· κοινώνει  χαρᾶς, ἵνα  ῥιζώσῃς τὴν  εὐφροσύνην,  καὶ  πήξῃς  τὴν  ἀγάπην,  καὶ  πρὸ ἐκείνου σαυτὸν ὠφελήσῃς, διὰ μὲν τοῦ δακρύειν ἐλεήμονα κατασκευάζων, διὰ δὲ τοῦ συνήδεσθαι φθόνου  καὶ βασκανίας ἑαυτὸν ἐκκαθαίρων. Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Παύλου. Οὐ γὰρ εἶπε, Λῦσον τὴν συμφορὰν, ἵνα μὴ λέγῃς πολλάκις ὅτι ἀδύνατον· ἀλλὰ τὸ κουφότερον ἐπέταξε, καὶ οὗ κύριος εἶ. Κἂν γὰρ ἀνελεῖν  μὴ δυνηθῇς τὸ δεινὸν, εἴσαγε δάκρυα, καὶ τὸ πλεῖον ἀνεῖλες· κἂν μὴ δυνηθῇς αὐξῆσαι τὴν εὐημερίαν, εἴσαγε τὴν χαρὰν, καὶ πολλὴν τὴν προσθήκην ἐποίησας. ∆ιὰ τοῦτο οὐ μόνον μὴ φθονεῖν,  ἀλλὰ καὶ ὃ πολλῷ πλέον ἐστὶ παραινεῖ, τὸ καὶ συνήδεσθαι· τοῦ γὰρ μὴ φθονεῖν τοῦτο πολὺ πλέον. Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες· μὴ τὰ ὑψηλὰ φρονοῦντες,   ἀλλὰ  τοῖς  ταπεινοῖς   συναπαγόμενοι.  βʹ. Πολλὴν  πάλιν   περὶ  τῆς ταπεινοφροσύνης ποιεῖται τὴν σπουδὴν, ὅθεν καὶ ἤρξατο τοῦ λόγου. Καὶ γὰρ εἰκὸς ἦν   αὐτοὺς   φρονήματος   μεστοὺς  εἶναι,   καὶ   ἀπὸ   τῆς   πόλεως   καὶ   ἑτέρωθεν πολλαχόθεν· διὸ καὶ συνεχῶς ὑποσύρει τὸ νόσημα, καὶ καταστέλλει τὴν φλεγμονήν. Οὐδὲν γὰρ οὕτως ἀποσχίζει σῶμα Ἐκκλησίας, ὡς ἀλαζονεία. Τί δέ ἐστι, Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες; Παρεγένετό σοι ὁ πένης εἰς τὴν οἰκίαν; Γενοῦ κατ' ἐκεῖνον τῷ φρονήματι·  μὴ μείζονα λάβῃς ὄγκον διὰ τὸν πλοῦτον·  οὐκ ἔστι πλούσιος καὶ πένης ἐν Χριστῷ. Μὴ τοίνυν ἐπαισχυνθῇς διὰ τὴν ἔξωθεν περιβολὴν, ἀλλ' ἀπόδεξαι διὰ τὴν ἔνδον πίστιν· μηδὲ, ἂν ἴδῃς πενθοῦντα, ἀνάξιον αὐτὸν νομίσῃς παρακαλέσαι· μηδὲ, ἂν ἴδῃς εὐημεροῦντα, ἐρυθριάσῃς κοινωνῆσαι  τῆς ἡδονῆς  καὶ συνησθῆναι, ἀλλ' ὃ περὶ σεαυτοῦ φρονεῖς, καὶ περὶ ἐκείνου φρόνησον· Τὸ γὰρ αὐτὸ φρονοῦντες,  φησὶν, εἰς ἀλλήλους. Οἷον, μέγαν σαυτὸν εἶναι νομίζεις; Οὐκοῦν καὶ ἐκεῖνον νόμιζε. Ταπεινὸν  καὶ  μικρὸν  εἶναι  ὑποπτεύεις  ἐκεῖνον;  Οὐκοῦν καὶ  περὶ  σαυτοῦ τοῦτο ψηφίζου, καὶ πᾶσαν ἀνωμαλίαν  ἔκβαλε. Πῶς δ' ἂν γένοιτο τοῦτο; Ἂν τὴν ἀπόνοιαν ἐκβάλοις. ∆ιὸ καὶ ἐπήγαγε· Μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι·  τουτέστιν,  Εἰς τὴν  ἐκείνων  εὐτέλειαν  κατάβηθι,  συμπεριφέρου, συμπεριέρχου. Μὴ ἁπλῶς τῷ φρονήματι συνταπεινοῦ, ἀλλὰ καὶ βοήθει καὶ χεῖρα ὀρέγου, μὴ δι' ἑτέρου, ἀλλὰ διὰ σαυτοῦ ὡς πατὴρ παιδὸς προνοῶν, ὡς κεφαλὴ σώματος· ὅπερ καὶ ἀλλαχοῦ  φησι, Τοῖς δεσμίοις ὡς  συνδεδεμένοι. Ταπεινοὺς  δὲ ἐνταῦθα οὐχ ἁπλῶς τοὺς ταπεινόφρονάς φησιν, ἀλλὰ τοὺς ταπεινοὺς καὶ εὐκαταφρονήτους.  Μὴ γίνεσθε  φρόνιμοι  παρ'  ἑαυτοῖς·  τουτέστιν,  Μὴ νομίζετε ἀρκεῖν ἑαυτοῖς. Καὶ γὰρ ἀλλαχοῦ φησιν ἡ Γραφή· Οὐαὶ οἱ συνετοὶ παρ' ἑαυτοῖς, καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες. Καὶ διὰ τούτων δὲ πάλιν τὴν ἀπόνοιαν ὑπορύττει, καὶ τὸ φύσημα καὶ τὴν φλεγμονὴν  καταστέλλει. Οὐδὲν γὰρ οὕτως ἀπαίρει καὶ ἀποσχίζει τῶν  λοιπῶν,   ὡς  τὸ  νομίζειν  τινὰ  ἀρκεῖν  ἑαυτῷ·  διὸ  καὶ  ἐν  χρείᾳ  ἀλλήλων κατέστησεν ἡμᾶς ὁ Θεός. Κἂν γὰρ φρόνιμος  ᾖς, ἑτέρου δεήσῃ· ἂν δὲ νομίσῃς μὴ δεῖσθαι, ἀνοητότερος πάντων ἐγένου καὶ ἀσθενέστερος. Ὁ γὰρ τοιοῦτος καὶ ἔρημον ἑαυτὸν καταστήσει βοηθείας, καὶ ἐν οἷς ἂν ἁμαρτάνῃ, οὐδεμιᾶς ἀπολαύσεται οὔτε διορθώσεως οὔτε συγγνώμης, καὶ τὸν Θεὸν παροξυνεῖ διὰ τῆς ἀπονοίας, καὶ πολλὰ ἁμαρτήσεται. Ἔστι γὰρ, ἔστι πολλάκις καὶ τὸν φρόνιμον μὴ συνιδεῖν τὸ δέον, καὶ τὸν ἀνοητότερον εὑρεῖν τι τῶν προσηκόντων· ὅπερ ἐπὶ τοῦ Μωϋσέως καὶ τοῦ πενθεροῦ γέγονεν, ὅπερ ἐπὶ τοῦ Σαοὺλ καὶ τοῦ παιδὸς, ὅπερ ἐπὶ τοῦ Ἰσαὰκ καὶ τῆς Ῥεβέκκας. Μὴ τοίνυν νομίσῃς καθαιρεῖσθαι δεόμενος ἑτέρου. Τοῦτο γάρ σε μᾶλλον ὑψοῖ, τοῦτό σε ἰσχυρότερον ποιεῖ, τοῦτό σε λαμπρότερόν τε καὶ ἀσφαλέστερον. Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Εἰ γὰρ ἕτερον ψέγεις ἐπιβουλεύοντα, τί σαυτὸν ὑπεύθυνον ποιεῖς τῇ κατηγορίᾳ; Εἰ κακῶς ἐκεῖνος ἐποίησε, τί μὴ φεύγεις τὸν ζῆλον; Καὶ ὅρα πῶς ἐνταῦθα οὐ διέστειλεν, ἀλλὰ κοινὸν τὸν νόμον ἔθηκεν. Οὐ γὰρ εἶπε, Τῷ πιστῷ μὴ ἀποδῷς   κακὸν,   ἀλλὰ   Μηδενὶ,   κἂν   Ἕλλην   ᾖ,   κἂν   μιαρὸς,   κἂν   ὁστισοῦν. Προνοούμενοι καλὰ  ἐνώπιον  ἀνθρώπων  πάντων,  εἰ δυνατὸν,  τὸ ἐξ ὑμῶν,  μετὰ πάντων  ἀνθρώπων  εἰρηνεύοντες.  Τοῦτό ἐστι, Λαμψάτω τὸ φῶς  ὑμῶν  ἔμπροσθεν τῶν ἀνθρώπων· οὐχ ἵνα πρὸς κενοδοξίαν ζῶμεν, ἀλλ' ἵνα μὴ παρέχωμεν λαβὴν καθ' ἑαυτῶν   τοῖς  βουλομένοις.   ∆ιὸ  καὶ  ἀλλαχοῦ   φησιν,  Ἀπρόσκοποι  γίνεσθε  καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Καλῶς δὲ τὸ ἑξῆς ἐδήλωσεν εἰπὼν, Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν. Ἐστὶ γὰρ ὅπου οὐ δυνατόν· οἷον ὅταν περὶ εὐσεβείας ὁ λόγος ᾖ, ὅταν περὶ ἀδικουμένων  ὁ ἀγών. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ ἀνθρώπων  τῶν ἄλλων τοῦτο οὐ πανταχοῦ δυνατὸν, ὅπου γε καὶ ἐπὶ ἀνδρὸς καὶ γυναικὸς ταύτην ἔλυσε τὴν ἀνάγκην, εἰπών· Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστι· Τὰ παρὰ σεαυτοῦ πάρεχε, καὶ μηδενὶ δίδου πολέμου καὶ μάχης ἀφορμὴν, μὴ Ἰουδαίῳ, μὴ  Ἕλληνι·  εἰ  δέ  που  τὴν  εὐσέβειαν  παραβλαπτομένην  ἴδοις,  μὴ  προτίμα  τὴν ὁμόνοιαν τῆς ἀληθείας, ἀλλ' ἵστασο γενναίως  ἕως θανάτου· καὶ μηδὲ οὕτω ψυχῇ πολέμει, μηδὲ ἀποστρέφου γνώμῃ, ἀλλὰ τοῖς πράγμασι μάχου μόνον· τοῦτο γάρ ἐστι, Τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Κἂν ἐκεῖνος μὴ εἰρηνεύῃ, σὺ μὴ πληρώσῃς χειμῶνος  τὴν ψυχὴν, ἀλλ' ἔσο φίλος κατὰ γνώμην,  ὅπερ ἔφθην  εἰπὼν, τὴν ἀλήθειαν μηδαμοῦ προδιδούς. Μηδὲ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοὶ, ἀλλὰ δότε τόπον τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Ποίᾳ ὀργῇ; Τῇ τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς, ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτὸ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας· ἂν γὰρ αὐτὸς μὴ ἀμύνῃ, ὁ Θεὸς ἔσται τιμωρός. Συγχώρησον οὖν αὐτῷ, φησὶν, ἐπεξελθεῖν· τοῦτο γάρ ἐστι, ∆ότε τόπον  τῇ ὀργῇ. γʹ. Εἶτα παραμυθούμενος ἐπιπλέον,  καὶ τὴν μαρτυρίαν ἐπήγαγε, καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν τὴν
φιλοσοφίαν ἀπαιτεῖ, λέγων· Ἐὰν οὖν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Τί γὰρ λέγω, φησὶν, ὅτι εἰρηνεύειν  δεῖ; Καὶ γὰρ καὶ εὐεργετεῖν  ἐπιτάττω·  Ψώμιζε γὰρ αὐτὸν  καὶ πότιζε, φησίν. Εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας  πυρὸς  σωρεύσεις ἐπὶ  τὴν  κεφαλὴν  αὐτοῦ.  Ταῦτα  δὲ  ἔλεγε,  κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. Ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενήσῃ, οὐχ οὕτω κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ  τοῦ λελυπηκότος  αὐτόν. Οὐδὲν γὰρ οὕτως ἡδὺ, ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν. Ὅπερ οὖν ἐπιθυμεῖ, τοῦτο δίδωσιν αὐτῷ πρῶτον· καὶ ὅταν ἀφῇ τὸν ἰὸν, τότε λοιπὸν παραινεῖ τὰ ὑψηλότερα, λέγων· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἤδει γὰρ, ὅτι κἂν θηρίον  ᾖ ὁ ἐχθρὸς, οὐ μένει  ψωμιζόμενος  ἐχθρός· κἂν μυριάκις μικρόψυχος  ᾖ ὁ ἠδικημένος,  ψωμίζων   αὐτὸν  καὶ  ποτίζων,  οὐδὲ  αὐτὸς  λοιπὸν  ἐπιθυμήσει  τῆς τιμωρίας τῆς ἐκείνου. ∆ιὸ τῷ τέλει θαῤῥῶν τοῦ πράγματος, οὐδὲ ἁπλῶς ἠπείλησεν, ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ τιμωρίᾳ. Οὐ γὰρ εἶπε, Τιμωρήσῃ, ἀλλ' Ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Εἶτα καὶ ἀνεκήρυξεν αὐτὸν εἰπών· Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν· καὶ ἠρέμα πως ᾐνίξατο τὸ μὴ δεῖν τοιαύτῃ προαιρέσει ποιεῖν· τὸ γὰρ ἔτι μνησικακεῖν, ἡττᾶσθαί ἐστιν ὑπὸ τοῦ κακοῦ. Ἀλλὰ πρῶτον μὲν αὐτὸ οὐκ εἶπεν· οὐδὲ γὰρ εἶχε καιρόν· ὅτε δὲ ἐκένωσεν αὐτοῦ τὸν θυμὸν, τότε ἐπήγαγε λέγων· Νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Ἐπεὶ καὶ τοῦτο νίκη. Καὶ γὰρ ὁ πυκτεύων  τότε μᾶλλον  νικᾷ, οὐχ ὅταν ὑποτιθῇ  ἑαυτὸν ὥστε δέξασθαι τὰς πληγὰς, ἀλλ' ὅταν ἐξαίρων ἑαυτὸν παρασκευάζῃ τὸν ἀνταγωνιστὴν  εἰς τὸν ἀέρα κενοῦν τὴν δύναμιν. Οὕτω γὰρ οὔτε αὐτὸς πληγήσεται, κἀκείνου λύσει τὴν ἰσχὺν ἅπασαν· ὃ δὴ καὶ ἐπὶ τῶν ὕβρεων γίνεται. Ὅταν μὲν γὰρ ἀνθυβρίσῃς, ἡττήθης οὐχ ὑπὸ ἀνθρώπου, ἀλλ', ὅπερ ἐστὶν αἰσχρότερον, ὑπὸ πάθους ἀνελευθέρου τοῦ θυμοῦ κινηθείς· ἂν δὲ σιγήσῃς, καὶ ἐνίκησας, καὶ ἀπονητὶ τὸ τρόπαιον ἔστησας, καὶ μυρίους ἕξεις τοὺς στεφανοῦντας, καὶ τῆς λοιδορίας τὸ ψεῦδος καταγινώσκοντας. Ὁ μὲν γὰρ ἀντιλέγων,  ὡς δακνόμενος ἀντερεῖν δοκεῖ· ὁ δὲ δακνόμενος, ὑπόνοιαν παρέχει τοῦ συνειδέναι τοῖς λεγομένοις· ἂν δὲ καταγελάσῃς, τῷ γέλωτι τὴν κατὰ σαυτοῦ ψῆφον ἐξέλυσας. Καὶ εἰ βούλει σαφῆ τῶν εἰρημένων ἀπόδειξιν λαβεῖν, αὐτὸν ἐρώτησον τὸν ἐχθρὸν, πότε μᾶλλον ἀλγεῖ, ὅταν θερμανθεὶς ἀνθυβρίσῃς, ἢ ὅταν ὑβρίζοντος καταγελάσῃς· καὶ τοῦτο ἀκούσῃ μᾶλλον. Οὐδὲ γὰρ οὕτως ἥδεται τῷ μὴ ὑβρίζεσθαι, ὡς δάκνεται τῷ μὴ δύνασθαί σου καθάπτεσθαι. Οὐχ ὁρᾷς τοὺς θυμουμένους, ὅτι τῶν ἰδίων  πληγῶν  οὐ  πολὺν  ποιούμενοι  λόγον,  ἐπέρχονται  ῥύμῃ  πολλῇ,  καὶ  συῶν ἀγρίων  χεῖρον  τὰ  τοῦ  πλησίον ζητοῦντες  τραύματα, καὶ  πρὸς ἓν  τοῦτο ὁρῶντες,  καὶ τούτου  μᾶλλον  ὄντες,  ἢ τοῦ φυλάξασθαί  τι  παθεῖν;  Ὅταν οὖν, οὗ μάλιστα ἐπιθυμῇ,  τούτου  μάλιστα ἀποστερήσῃς αὐτὸν,  τοῦ παντὸς  ἀπεστέρησας, ἐξευτέλισας, καὶ ἔδειξας εὐκαταφρόνητον, καὶ παιδίον μᾶλλον ἢ ἄνδρα, καὶ σὺ μὲν φιλοσόφου ψῆφον λαβὼν, ἐκεῖνον δὲ θηρίου πονηροῦ δόξῃ περιβάλλων. Τοῦτο καὶ ἐν τῷ τύπτεσθαι ποιῶμεν,  καὶ ὅταν βουλώμεθα  τύπτειν,  μὴ ἀντιτύπτωμεν.  Ἀλλὰ βούλει καιρίαν δοῦναι πληγήν; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην σιαγόνα, καὶ μυρίοις αὐτὸν πλήξεις τραύμασιν. Οἱ γὰρ κροτοῦντες καὶ θαυμάζοντες τῶν καταλευόντων εἰσὶν αὐτῷ  χαλεπώτεροι·  καὶ πρὸ ἐκείνων  τὸ συνειδὸς αὐτοῦ καταγνώσεται,  καὶ μεγίστας αὐτὸν ἀπαιτήσει δίκας, καὶ ὡς τὰ ἔσχατα παθὼν, οὕτως ἐρυθριάσας ἀναχωρήσει. Εἰ δὲ καὶ τὴν παρὰ τῶν  πολλῶν  ζητεῖς δόξαν, καὶ ταύτης ἀπολαύσῃ μειζόνως. Καὶ ἄλλως μὲν γὰρ πρὸς τοὺς κακῶς πάσχοντας ἔχομέν τινα συμπάθειαν· ὅταν δὲ μηδὲ ἀντιτύπτοντας  ἴδωμεν, ἀλλὰ καὶ ἑαυτοὺς ἐκδιδόντας, οὐκ ἐλεοῦμεν μόνον,  ἀλλὰ  καὶ  θαυμάζομεν.  δʹ. ∆ιὰ ταῦτά  μοι  νῦν  ἀνοιμῶξαι  ἔπεισιν,  ὅτι  οἱ δυνάμενοι καὶ τὰ παρόντα ἔχειν, εἰ τῶν τοῦ Χριστοῦ νόμων ἠκούομεν ὡς ἐχρῆν, καὶ
τῶν  μελλόντων  ἐπιτυγχάνειν,  ἀμφοτέρων  ἐκπίπτομεν,  παρακούοντες  τῶν εἰρημένων,   καὶ  περιττὰ  φιλοσοφοῦντες.   Καὶ γὰρ  ἐκεῖνος  συμφερόντως  πάντα ἐνομοθέτησε, καὶ ἔδειξε τί μὲν ποιεῖ ἐνδόξους, τί δὲ αἰσχρούς. Καὶ οὐκ ἂν, εἰ ἔμελλεν ἀποφαίνειν  καταγελάστους τοὺς ἑαυτοῦ μαθητὰς, τοῦτο ἂν ἐπέταξεν· ἀλλ' ἐπειδὴ τοῦτο ποιεῖ λαμπροτέρους ἁπάντων, τὸ μὴ κακῶς λέγειν ἀκούοντας κακῶς, τὸ μὴ κακῶς  ποιεῖν  πάσχοντας  κακῶς, διὰ τοῦτο  ταῦτα  ἐπέταξεν.  Εἰ δὲ τοῦτο, πολλῷ μᾶλλον τὸ λέγειν καλῶς ἀκούοντας κακῶς, τὸ ἐγκωμιάζειν ὑβριζομένους, τὸ εὐεργετεῖν  ἐπιβουλευομένους.  ∆ιά  τοι  τοῦτο  καὶ  ταῦτα  ἐνομοθέτησε.  Καὶ γὰρ φείδεται τῶν αὑτοῦ μαθητῶν, καὶ οἶδε σαφῶς τί ποτέ ἐστι τὸ ποιοῦν σμικρὸν καὶ μέγαν.  Εἰ τοίνυν  καὶ φείδεται  καὶ οἶδε, τί αὐτῷ  φιλονεικεῖς  ἑτέραν ὁδὸν θέλων ἐλθεῖν; Καὶ γὰρ τὸ νικᾷν  ἀπὸ τοῦ κακῶς ποιεῖν, διαβολικῶν  ἐστι νόμων· διά τοι τοῦτο ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι τοῖς ἐκείνῳ τελουμένοις, οὕτω κρατοῦσιν οἱ ἀγωνιζόμενοι  πάντες. Ἀλλ' οὐκ ἐν τῷ σταδίῳ τοῦ Χριστοῦ οὗτος τῶν στεφάνων ὁ νόμος, ἀλλὰ τοὐναντίον  ἅπαν, τὸν πληττόμενον,  οὐ τὸν πλήττοντα  στεφανοῦσθαι νενομοθέτηται. Τοιοῦτον γὰρ αὐτοῦ τὸ στάδιον· ἀπεναντίας ἅπαντα ἔχει διατεταγμένα· ὥστε μὴ τῇ νίκῃ μόνον, ἀλλὰ καὶ τῷ τρόπῳ νίκης τὸ θαῦμα γίνεσθαι μεῖζον· ὅταν γὰρ τὰ ἑτέρωθι ὄντα ἥττης, ταῦτα νίκης ποιητικὰ ἀποφανῇ· τοῦτο Θεοῦ δύναμις, τοῦτο οὐρανοῦ τὸ στάδιον. τοῦτο ἀγγέλων  τὸ θέατρον. Οἶδα, ὅτι διεθερμάνθητε νῦν, καὶ κηροῦ γεγόνατε παντὸς ἁπαλώτεροι· ἀλλ' ἀναχωρήσαντες ἅπαντα ἀποβλύζετε. ∆ιὰ τοῦτο ἀλγῶ, ὅτι τὰ λεγόμενα ἐπὶ τῶν ἔργων οὐ δεικνύομεν, καὶ   ταῦτα   μέλλοντες   τὰ   μέγιστα   ἐντεῦθεν   κερδαίνειν.   Ἂν   γὰρ   ἐπιείκειαν ἐπιδειξώμεθα, ἀχείρωτοι πᾶσιν ἐσόμεθα, καὶ οὐδεὶς ἀνθρώπων, οὐ μικρὸς, οὐ μέγας ἡμᾶς ἀντιβλάψαι δυνήσεται. Ἄν τε γὰρ κακῶς τις εἴπῃ, σὲ μὲν οὐδὲν, ἑαυτὸν δὲ τὰ μέγιστα ἔβλαψεν· ἄν τε ἀδικήσῃ πάλιν, ἡ βλάβη περὶ τὸν ἠδικηκότα ἵσταται. Οὐχ ὁρᾷς καὶ ἐν  τοῖς  δικαστηρίοις, ὅτι  οἱ μὲν  ἠδικημένοι  λαμπροὶ  καὶ μετὰ πολλῆς ἑστήκασι τῆς παῤῥησίας ἐλευθεροστομοῦντες, οἱ δὲ ἠδικηκότες κάτω κύπτοντες μετ' αἰσχύνης καὶ φόβου; Καὶ τί λέγω κατηγορίαν καὶ ἀδικίαν; Κἂν γὰρ τὸ ξίφος ἀκονήσῃ κατὰ σοῦ, κἂν εἰς τὸν λαιμὸν αὐτὸν τὴν δεξιὰν βαπτίσῃ, σὲ μὲν οὐδὲν παρέβλαψεν, ἑαυτὸν δὲ κατέσφαξε. Καὶ μαρτυρήσειεν ἂν τῷ λόγῳ ὁ πρῶτος οὕτως ἀναιρεθεὶς ὑπὸ δεξιᾶς ἀδελφικῆς.  Ὁ μὲν γὰρ ἀπῄει πρὸς τὸν ἀκύμαντον  λιμένα, ἀθάνατον  δόξαν κτησάμενος· ὁ δὲ παντὸς θανάτου βίον ἀθλιώτερον ἔζη, στένων καὶ τρέμων, καὶ ἐν τῷ σώματι τὴν κατηγορίαν τοῦ γενομένου περιφέρων. Μὴ δὴ τοῦτο διώκωμεν, ἀλλ' ἐκεῖνο. Ὁ μὲν γὰρ κακῶς πάσχων οὐκ ἔχει μόνιμον οἴκοι τὸ κακόν· οὐ γὰρ αὐτὸς αὐτὸ ἔτεκεν, ἀλλ' ἑτέρωθεν αὐτὸ δεξάμενος, ἐποίησεν ἀγαθὸν διὰ τῆς ὑπομονῆς· ὁ δὲ ποιήσας κακῶς, οἴκοι τὴν πληγὴν ἔχει τῆς κακίας. Οὐχ ὁ Ἰωσὴφ ἐν δεσμωτηρίῳ ἦν, ἡ δὲ ἐπιβουλεύσασα αὐτῷ πόρνη ἐν οἰκίᾳ λαμπρᾷ καὶ περιφανεῖ; Τίς ἂν οὖν ἠθέλησας  γενέσθαι;  Καὶ μήπω  μοι  τὴν  ἀντίδοσιν  εἴπῃς,  ἀλλ'  αὐτὰ  καθ'  ἑαυτὰ ἐξέτασον τὰ γεγενημένα· καὶ γὰρ οὕτω μυριάκις προτιμήσεις τὸ δεσμωτήριον μετὰ τοῦ Ἰωσὴφ τῆς οἰκίας τῆς τὴν πόρνην ἐχούσης. Καὶ γὰρ εἰ τὴν ἀμφοτέρων  ψυχὴν ἴδοις, τὴν  μὲν ἐν εὐρυχωρίᾳ καὶ παῤῥησίᾳ ὄψει πολλῇ,  τὴν  δὲ τῆς Αἰγυπτίας ἐν στενοχωρίᾳ καὶ αἰσχύνῃ, καὶ κατηφείᾳ  καὶ θορύβῳ, καὶ ἀθυμίᾳ πολλῇ· καίτοι γε αὐτὴ ἐδόκει νικᾷν, ἀλλ' οὐκ ἦν αὕτη νίκη. Ταῦτ' οὖν εἰδότες, πρὸς τὸ κακῶς παθεῖν ἑαυτοὺς παρασκευάσωμεν, ἵνα καὶ τοῦ παθεῖν κακῶς ἀπαλλαγῶμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |