ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΙΗʹ Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος

Κυριακή 30 Οκτωβρίου 2016

ΙΗʹ Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΙΗʹ Ἠκούσατε ὅτι ἐῤῥέθη Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ· ἀλλ' ὅστις σε ῥαπίσει εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Καὶ τῷ θέλοντί σοι κρι θῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον.

αʹ. Ὁρᾷς  ὅτι  οὐ  περὶ  ὀφθαλμοῦ  τὰ  πρότερα  ἔλεγεν,  ἡνίκα  ἐνομοθέτει ὀφθαλμὸν  ἐκκόπτειν  τὸν  σκανδαλίζοντα,  ἀλλὰ  περὶ τοῦ  διὰ  φιλίας  βλάπτοντος ἡμᾶς, καὶ εἰς τὸ τῆς ἀπωλείας  ἐμβάλλοντος  βάραθρον; Ὁ γὰρ τοσαύτην ἐνταῦθα ποιούμενος τὴν ὑπερβολὴν, καὶ μηδὲ ἑτέρου ἐξορύττοντος τὸν ὀφθαλμὸν ἐπιτρέπων ἐκκόψαι τὸν ἐκείνου, πῶς ἂν τὸν ἑαυτοῦ ἐκκόπτειν  ἐνομοθέτησεν; Εἰ δέ τις τοῦ παλαιοῦ  κατηγορεῖ  νόμου, διὰ τὸ κελεύειν  οὕτως  ἀμύνεσθαι,  σφόδρα μοι δοκεῖ σοφίας νομοθέτῃ πρεπούσης ἄπειρος εἶναι, καὶ καιρῶν δύναμιν ἀγνοεῖν, καὶ συγκαταβάσεως κέρδος. Ἂν γὰρ ἐννοήσῃ τίνες ἦσαν οἱ ταῦτα ἀκούοντες, καὶ πῶς διακείμενοι,  καὶ πότε  τὴν  νομοθεσίαν  ἐδέξαντο  ταύτην,  σφόδρα ἀποδέξεται  τοῦ νομοθέτου  τὴν  σοφίαν, 


καὶ  ὄψεται  ὅτι  εἷς  καὶ  ὁ  αὐτὸς  ὁ  ἐκεῖνα  καὶ  ταῦτα νομοθετήσας ἐστὶ, καὶ σφόδρα χρησίμως ἑκάτερα καὶ μετὰ τοῦ προσήκοντος γράψας καιροῦ.  Καὶ γὰρ  εἰ  παρὰ  τὴν  ἀρχὴν  τὰ  ὑψηλὰ  ταῦτα  καὶ  ὑπέρογκα  εἰσήγαγε παραγγέλματα, οὔτ' ἂν ταῦτα ἐδέξατο, οὔτε ἐκεῖνα· νυνὶ δὲ ἐν καιρῷ τῷ προσήκοντι ἑκάτερα διαθεὶς, τὴν οἰκουμένην δι' ἀμφοτέρων κατώρθωσεν ἅπασαν. Ἄλλως δὲ καὶ τοῦτο ἐκέλευσεν, οὐχ ἵνα  τοὺς ἀλλήλων  ἐκκόπτωμεν  ὀφθαλμοὺς,  ἀλλ' ἵνα  παρ' ἑαυτοῖς τὰς χεῖρας κατέχωμεν. Ἡ γὰρ ἀπειλὴ τοῦ παθεῖν τὴν ἐπὶ τὸ δρᾶσαι ὁρμὴν διεκώλυσε.  Καὶ οὕτω  δὴ  πολλὴν  ἠρέμα  ὑποσπείρει  τὴν  φιλοσοφίαν,  ὅπου  γε παθόντα τοῖς ἴσοις ἀμύνεσθαι κελεύει· καίτοιγε μείζονος κολάσεως ἄξιος ἦν ὁ τῆς παρανομίας ταύτης κατάρξας, καὶ τοῦτο ὁ τοῦ δικαίου λόγος ἀπαιτεῖ. Ἀλλ' ἐπειδὴ καὶ  φιλανθρωπίαν  ἐβούλετο  κεράσαι  τῷ  δικαίῳ,  τὸν  μείζονα  πλημμελήσαντα ἐλάττονι τῆς ἀξίας καταδικάζει τιμωρίᾳ, παιδεύων καὶ ἐν τῷ πάσχειν πολλὴν ἐπιδείκνυσθαι τὴν ἐπιείκειαν. Εἰπὼν τοίνυν τὸν παλαιὸν νόμον, καὶ ἀναγνοὺς αὐτὸν ἅπαντα, δείκνυσι πάλιν  οὐ τὸν ἀδελφὸν  ὄντα τὸν ταῦτα ἐργασάμενον, ἀλλὰ τὸν πονηρόν. ∆ιὰ τοῦτο καὶ ἐπήγαγεν· Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι  τῷ πονηρῷ. Οὐκ εἶπε,  Μὴ ἀντιστῆναι  τῷ  ἀδελφῷ,  ἀλλὰ,  Τῷ  πονηρῷ·  δεικνὺς  ὅτι  ἐκείνου κινοῦντος  ταῦτα τολμᾶται, καὶ ταύτῃ τὸ πολὺ τῆς ὀργῆς τῆς πρὸς τὸν πεποιηκότα χαλῶν καὶ ὑποτεμνόμενος, τῷ τὴν αἰτίαν ἐφ' ἕτερον μεταθεῖναι. Τί οὖν; οὐ χρὴ ἡμᾶς ἀνθίστασθαι  τῷ  πονηρῷ· φησί. ∆εῖ μὲν, οὐ τούτῳ  δὲ τῷ  τρόπῳ· ἀλλ' ὡς  αὐτὸς ἐπέταξε, τῷ παρέχειν  ἑαυτὸν πάσχειν κακῶς· οὕτω γὰρ αὐτοῦ περιέσῃ. Οὐδὲ γὰρ πυρὶ σβέννυται πῦρ, ἀλλ' ὕδατι πῦρ. Ἵνα δὲ μάθῃς ὅτι καὶ ἐν τῷ παλαιῷ νόμῳ ὁ παθὼν   κρατεῖ  μᾶλλον,  καὶ  οὗτός  ἐστιν  ὁ  στεφανούμενος,   ἐξέτασον  αὐτὸ  τὸ γινόμενον, καὶ ὄψει πολλὴν αὐτοῦ τὴν προεδρίαν οὖσαν. Ὁ μὲν γὰρ ἄρξας χειρῶν  ἀδίκων  ἀμφοτέρους  αὐτὸς ἔσται ἀνηρηκὼς τοὺς ὀφθαλμοὺς,  καὶ τὸν τοῦ πλησίον, καὶ τὸν αὐτοῦ. ∆ιὸ καὶ μισεῖται παρὰ πάντων δικαίως, καὶ μυρίαις βάλλεται κατηγορίαις. Ὁ δὲ ἠδικημένος, καὶ μετὰ τὸ τοῖς ἴσοις ἀμύνεσθαι. οὐδὲν ἔσται δεινὸν πεποιηκώς. ∆ιὸ καὶ πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ἅτε καθαρὸς ὢν, καὶ μετὰ τὸ ποιῆσαι, ταύτης τῆς πλημμελείας Καὶ τὰ μὲν τῆς συμφορᾶς ἴσα ἀμφοτέροις· τὰ δὲ τῆς δόξης οὐκ ἴσα, οὔτε παρὰ Θεῷ, οὔτε παρὰ ἀνθρώποις. ∆ιόπερ λοιπὸν  οὐδὲ τὰ τῆς συμφορᾶς ἴσα. Ἀρχόμενος μὲν οὖν ἔλεγεν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ  αὐτοῦ εἰκῆ, καὶ ὁ μωρὸν καλῶν,  ἔνοχος ἔσται τῇ γεέννῃ  τοῦ πυρός· ἐνταῦθα  δὲ καὶ πλείονα ἀπαιτεῖ φιλοσοφίαν,  οὐ μόνον κελεύων ἡσυχάζειν τὸν πάσχοντα κακῶς, ἀλλὰ καὶ ἀντιφιλοτιμεῖσθαι  μειζόνως, τὴν ἑτέραν παρέχοντα σιαγόνα. Τοῦτο δὲ λέγει, οὐ περὶ τῆς  τοιαύτης  πληγῆς  νομοθετῶν   μόνον.  ἀλλὰ  καὶ  τὴν  ἐν  ἅπασι  τοῖς  ἄλλοις ἀνεξικακίαν  παιδεύων  ἡμᾶς.


 βʹ. Ὥσπερ γὰρ ὅταν λέγῃ, ὅτι Ὁ καλῶν τὸν ἀδελφὸν αὐτοῦ μωρὸν, ἔνοχος ἔσται τῇ γεέννῃ.  οὐ περὶ τοῦ ῥήματος τούτου λέγει  μόνον, ἀλλὰ  καὶ  περὶ  λοιδορίας  ἁπάσης·  οὕτω  δὴ  καὶ  ἐνταῦθα,  οὐχ  ἵνα  ῥαπιζόμενοι φέρωμεν γενναίως, νομοθετεῖ, ἀλλ' ἵνα καὶ πᾶν ὁτιοῦν πάσχοντες μὴ θορυβώμεθα.
∆ιὰ τοῦτο κἀκεῖ τὴν ἐσχάτην ὕβριν ἐπελέξατο, καὶ ἐνταῦθα τὴν μάλιστα δοκοῦσαν εἶναι  πληγὴν  ἐπονείδιστον,  τὴν  ἐπὶ  σιαγόνος,  καὶ  πολλὴν  ἔχουσαν  τὴν  ὕβριν τέθεικε. Κελεύει δὲ τοῦτο, ὑπέρ τε τοῦ πλήττοντος,  ὑπέρ τε τοῦ πληττομένου  τὸν λόγον  ποιούμενος.  Ὅ τε γὰρ ὑβρισμένος, οὐδὲν  ἡγήσεται  πάσχειν  δεινὸν,  οὕτωπαρεσκευασμένος φιλοσοφεῖν (οὐδὲ γὰρ τῆς ὕβρεως αἴσθησιν λήψεται, ἅτε ἀγωνιζόμενος   μᾶλλον   ἢ  τυπτόμενος)·  ὅ  τε  ἐπηρεάζων   καταισχυνθεὶς   οὐκέτι δευτέραν  ἐπάξει  πληγὴν,  κἂν  θηρίου  παντὸς  χαλεπώτερος  ᾖ,  ἀλλὰ  καὶ  ἐπὶ  τῇ προτέρᾳ σφόδρα ἑαυτοῦ καταγνώσεται. Οὐδὲν γὰρ οὕτω κατέχει τοὺς ἀδικοῦντας, ὡς τὸ φέρειν  τοὺς ἀδικουμένους  ἐπιεικῶς  τὰ γινόμενα·  οὐ κατέχει δὲ μόνον  τῆς προσωτέρω  ῥύμης,  ἀλλὰ  καὶ  ἐπὶ  τοῖς  φθάσασι  μετανοῆσαι  παρασκευάζει,  καὶ θαυμάζοντας τὴν ἐπιείκειαν  ἀναχωρεῖν,  καὶ οἰκειοτέρους καθίστησι, καὶ δούλους, οὐχὶ φίλους μόνον, ἀντὶ ἐχθρῶν καὶ πολεμίων  ποιεῖ· ὥσπερ οὖν τὸ ἀμύνεσθαι, τὰ ἐναντία ἅπαντα· ἀμφοτέρους τε γὰρ καταισχύνει καὶ χείρους κατασκευάζει, καὶ τὴν ὀργὴν  εἰς  μείζονα  ἀνάγει  φλόγα·  καὶ  πολλάκις  καὶ  εἰς  θάνατον  καταστρέφει περαιτέρω  τὸ  δεινὸν  προβαῖνον.  ∆ιὰ τοῦτο  οὐ μόνον  ῥαπιζόμενον  ἐκέλευσε μὴ ὀργίζεσθαι, ἀλλὰ καὶ ἐμπιπλᾷν αὐτοῦ τὴν ἐπιθυμίαν ἐπέταξεν, ἵνα μηδὲ τὸ πρότερον δόξῃς ἄκων ὑπομεμενηκέναι. Οὕτω γὰρ καὶ ἀναίσχυντον ὄντα καιρίᾳ δυνήσῃ πλῆξαι πληγῇ  μᾶλλον,  ἢ εἰ τῇ  χειρὶ  ἔπληξας,  καὶ  ἀναισχυντότερον  ὄντα  ἐπιεικέστερον ποιήσεις. Τῷ θέλοντί  σοι κριθῆναι, καὶ τὸν χιτῶνά  σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον. Οὐδὲ γὰρ ἐπὶ πληγῶν μόνον, ἀλλὰ καὶ ἐπὶ χρημάτων βούλεται τὴν τοιαύτην ἀνεξικακίαν  παρέχεσθαι. ∆ιὸ πάλιν  τὴν αὐτὴν τίθησιν ὑπερβολήν. Ὥσπερ γὰρ ἐκεῖ κελεύει νικᾶν ἐν τῷ πάσχειν, οὕτω καὶ ἐνταῦθα τῷ ἀφαιρεῖσθαι πλείονα ὧν ὁ πλεονεκτῶν  προσεδόκησε. Πλὴν οὐχ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλὰ μετὰ προσθήκης. Οὐ γὰρ εἶπε, ∆ὸς τῷ αἰτοῦντι τὸ ἱμάτιον, ἀλλὰ, Τῷ θέλοντί σοι κριθῆναι· τουτέστιν, ἐὰν εἰς δικαστήριον ἕλκῃ καὶ πράγματά σοι παρέχῃ. Καὶ ὥσπερ εἰπὼν  μὴ καλεῖν μωρὸν,  μηδὲ ὀργίζεσθαι εἰκῆ, προϊὼν  πλέον  ἀπῄτησεν, ἡνίκα  ἐκέλευσε καὶ  τὴν δεξιὰν  σιαγόνα  παρέχειν·  οὕτω  καὶ ἐνταῦθα,  εἰπὼν  εὐνοεῖν  τῷ  ἀντιδίκῳ,  πάλιν ἐπιτείνει τὸ ἐπίταγμα. Οὐ γὰρ δὴ μόνον ἃ βούλεται λαβεῖν κελεύει δοῦναι, ἀλλὰ καὶ πλείονα  ἐπιδείξασθαι φιλοτιμίαν.  Τί οὖν; γυμνὸς μέλλω  περιιέναι; φησίν. Οὐκ ἂν ἦμεν  γυμνοὶ,  εἰ  τούτοις  ἐπειθόμεθα  μετὰ  ἀκριβείας·  ἀλλὰ  καὶ  πολλῷ  πλείονα ἁπάντων  ἂν ἦμεν περιβεβλημένοι. Πρῶτον μὲν γὰρ οὐδεὶς ἂν οὕτω διακειμένοις ἐπέθετο· δεύτερον δὲ, εἰ καὶ ἔτυχέ τις οὕτως ἄγριος καὶ ἀνήμερος, ὡς καὶ μέχρι τοσούτου προελθεῖν, ἀλλὰ πολλῷ πλείους ἂν ἐφάνησαν οἱ τὸν οὕτω φιλοσοφοῦντα οὐχ ἱματίοις μόνον, ἀλλὰ καὶ τῇ σαρκὶ τῇ ἑαυτῶν, εἴγε οἷόν τε ἦν, περιβάλλοντες.


 γʹ. Εἰ δὲ καὶ ἐχρῆν γυμνὸν περιιέναι διὰ τοιαύτην φιλοσοφίαν, οὐδὲ οὕτως αἰσχρὸν ἦν. Ἐπεὶ καὶ ὁ Ἀδὰμ γυμνὸς  ἦν ἐν τῷ παραδείσῳ, καὶ οὐκ ᾐσχύνετο· καὶ ὁ Ἡσαΐας γυμνὸς καὶ ἀνυπόδετος, καὶ πάντων Ἰουδαίων λαμπρότερος ἦν· καὶ ὁ Ἰωσὴφ δὲ, ὅτε ἀπεδύσατο, τότε μάλιστα ἔλαμψεν.  Οὐ γὰρ τὸ οὕτω γυμνοῦσθαι  κακὸν, ἀλλὰ  τὸ οὕτως ἐνδύεσθαι, καθάπερ νῦν  ἡμεῖς ἱματίοις πολυτελέσι, τοῦτο καὶ αἰσχρὸν καὶ καταγέλαστον. ∆ιά τοι τοῦτο ἐκείνους μὲν ὁ Θεὸς ἐπῄνεσε, τούτοις δὲ ἐγκαλεῖ, καὶ διὰ  προφητῶν   καὶ  δι'  ἀποστόλων.  Μὴ  τοίνυν   ἀδύνατα   εἶναι   νομίζωμεν   τὰ ἐπιτάγματα. Καὶ γὰρ μετὰ τοῦ συμφέροντος σφόδρα ἐστὶν εὔκολα, ἐὰν νήφωμεν· καὶ τοσοῦτον ἔχει τὸ κέρδος, ὡς μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ ἐκείνους τοὺς ἐπηρεάζοντας τὰ μέγιστα ὠφελεῖν. Καὶ τοῦτο μάλιστα αὐτῶν ἐστι τὸ ἐξαίρετον, ὅτι πείθοντες ἡμᾶς πάσχειν κακῶς, διὰ τῶν αὐτῶν καὶ τοὺς ποιοῦντας διδάσκουσι φιλοσοφεῖν.  Ὅταν γὰρ ἐκεῖνος μὲν ἡγῆται μέγα τὸ τὰ ἑτέρων λαμβάνειν,  σὺ δὲ αὐτῷ δείξῃς, ὅτι σοι κοῦφον  καὶ ἃ μὴ αἰτεῖ δοῦναι, καὶ ἀντίῤῥοπον  φιλοτιμίαν  εἰσαγάγῃς τῆς ἐκείνου πτωχείας,  καὶ  φιλοσοφίαν  τῆς  ἐκείνου  πλεονεξίας,  ἐννόησον  ὅσης ἀπολαύσεται διδασκαλίας,   οὐ   διὰ   ῥημάτων,   ἀλλὰ   διὰ   τῶν   ἔργων   αὐτῶν   παιδευόμενος καταφρονεῖν μὲν κακίας, ἐφίεσθαι δὲ ἀρετῆς. Οὐδὲ γὰρ ἑαυτοῖς χρησίμους ἡμᾶς εἶναι βούλεται ὁ Θεὸς, ἀλλὰ καὶ τοῖς πλησίον ἅπασιν. Ἂν μὲν οὖν δῷς, καὶ μὴ δικάσῃ, τὸ σαυτοῦ συμφέρον ἐζήτησας μόνον·  ἂν  δὲ προσδῷς καὶ ἕτερον, κἀκεῖνον  βελτίω ποιήσας ἐξέπεμψας. Τοιοῦτόν ἐστι τὸ ἅλας, ὅπερ αὐτοὺς εἶναι  βούλεται· καὶ γὰρ ἑαυτὸ συγκροτεῖ, καὶ τὰ ἄλλα διακρατεῖ σώματα, οἷς ἂν ὁμιλήσῃ· τοιοῦτόν ἐστι τὸ φῶς· καὶ γὰρ ἑαυτῷ καὶ τοῖς ἄλλοις φαίνει. Ἐπεὶ οὖν ἐν τάξει σε τούτων κατέστησε, ὠφέλησον καὶ τὸν ἐν σκότῳ καθήμενον, καὶ δίδαξον αὐτὸν, ὅτι οὐδὲ τὸ πρότερον βίᾳ ἔλαβε· πεῖσον ὅτι οὐκ ἐπηρέασεν. Οὕτω γὰρ καὶ αὑτὸς αἰδεσιμώτερος ἔσῃ καὶ σεμνότερος, ἐὰν δείξῃς ὅτι ἐχαρίσω, καὶ οὐχ ἡρπάγης. Ποίησον τοίνυν αὐτοῦ  τὴν ἁμαρτίαν διὰ τῆς σῆς ἐπιεικείας φιλοτιμίαν σήν. Εἰ δὲ μέγα τοῦτο εἶναι νομίζεις, ἀνάμεινον,  καὶ  ὄψει  σαφῶς,  ὅτι  οὐδέπω  πρὸς τὸ  τέλειον  ἀπήντηκας.  Οὐδὲ γὰρ ἐνταῦθα  ἵσταταί σοι ὁ τοὺς περὶ ἀνεξικακίας  τιθεὶς  νόμους, ἀλλὰ  καὶ περαιτέρω πρόεισιν, οὕτω λέγων· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Εἶδες ὑπερβολὴν φιλοσοφίας; Μετὰ γοῦν τὸ δοῦναι τὸν χιτῶνα  καὶ τὸ ἱμάτιον, οὐδὲ εἰ γυμνῷ τῷ σώματι χρῆσθαι βούλοιτο ὁ ἐχθρὸς πρὸς ταλαιπωρίας  καὶ πόνους, οὐδὲ οὕτως αὐτὸν δεῖ κωλύειν, φησί. Πάντα γὰρ βούλεται κεκτῆσθαι ἡμᾶς κοινὰ, καὶ τὰ σώματα καὶ τὰ χρήματα, καὶ τοῖς δεομένοις καὶ τοῖς ὑβρίζουσι· τὸ μὲν γὰρ ἀνδρείας, τὸ δὲ φιλανθρωπίας  ἐστί. ∆ιὰ τοῦτο ἔλεγεν· Ἐάν τίς σε ἀγγαρεύσῃ μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο· ἀνωτέρω σε ἀνάγων πάλιν, καὶ τὴν αὐτὴν φιλοτιμίαν ἐπιδείκνυσθαι κελεύων. Εἰ γὰρ ἅπερ ἀρχόμενος ἔλεγεν, ἐλάττονα ὄντα τούτων πολλῷ, τοσούτους ἔχει μακαρισμοὺς, ἐννόησον οἵα λῆξις τοὺς ταῦτα κατορθοῦντας ἀναμένει, καὶ τίνες καὶ πρὸ τῶν ἐπάθλων γίνονται, ἐν ἀνθρωπίνῳ σώματι καὶ παθητῷ ἀπάθειαν ἅπασαν κατορθοῦντες. Ὅταν γὰρ μήτε ὕβρεσι καὶ πληγαῖς, μήτε χρημάτων ἀφαιρέσει δάκνωνται, μήτε ἄλλῳ μηδενὶ εἴκωσι τοιούτῳ, ἀλλὰ καὶ ἐπιδαψιλεύωνται  τῷ πάθει μᾶλλον, σκόπησον οἵα αὐτοῖς κατασκευάζεται ἡ ψυχή. ∆ιὰ δὴ τοῦτο ὅπερ ἐπὶ τῶν πληγῶν, ὅπερ ἐπὶ τῶν χρημάτων, τοῦτο καὶ ἐνταῦθα ἐκέλευσε ποιεῖν. Τί γὰρ λέγω, φησὶν, ὕβριν καὶ χρήματα; Κἂν αὐτῷ τῷ σώματί σου βούληται εἰς πόνον χρήσασθαι καὶ κάματον, καὶ τοῦτο ἀδίκως, πάλιν νίκησον καὶ ὑπέρβηθι τὴν ἄδικον ἐπιθυμίαν ἐκείνου. Τὸ γὰρ ἀγγαρεῦσαι τοῦτό ἐστι, τὸ ἀδίκως ἑλκύσαι, καὶ ἄνευ λόγου τινὸς, καὶ ἐπηρεάζοντα. Ἀλλ' ὅμως καὶ πρὸς τοῦτο ἔσο παρατεταγμένος, ὥστε πλέον παθεῖν, ἢ ἐκεῖνος  βούλεται  ποιῆσαι.  Τῷ  αἰτοῦντί   σε  δίδου,  καὶ  τὸν  θέλοντα   ἀπὸ  σοῦ δανείσασθαι μὴ ἀποστραφῇς. Ταῦτα ἐκείνων  ἐλάττονα· ἀλλὰ μὴ θαυμάσῃς· τοῦτο γὰρ εἴωθεν  ἀεὶ ποιεῖν, ἀναμιγνὺς  τοῖς μεγάλοις τὰ μικρά. Εἰ δὲ ταῦτα μικρὰ πρὸς ἐκεῖνα, ἀκουέτωσαν οἱ τὰ ἑτέρων λαμβάνοντες, οἱ πόρναις τὰ ἑαυτῶν διανέμοντες, καὶ διπλῆν ἑαυτοῖς ἀνάπτοντες πυρὰν, καὶ διὰ τῆς προσόδου τῆς ἀδίκου, καὶ διὰ τῆς δαπάνης   τῆς  ὀλεθρίας.  ∆άνεισμα  δὲ  ἐνταῦθα   οὐ  τὸ  μετὰ  τῶν   τόκων   λέγει συμβόλαιον, ἀλλὰ τὴν χρῆσιν ἁπλῶς. Ἀλλαχοῦ δὲ αὐτὸ καὶ ἐπιτείνει, λέγων ἐκείνοις διδόναι, παρ' ὧν οὐ προσδοκῶμεν ἀπολαμβάνειν. Ἠκούσατε ὅτι ἐῤῥέθη· Ἀγαπήσεις τὸν πλησίον σου, καὶ μισήσεις τὸν ἐχθρόν σου. Ἐγὼ δὲ λέγω ὑμῖν· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· εὐλογεῖτε τοὺς καταρωμένους  ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς· ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὅρα τὴν κορωνίδα τῶν ἀγαθῶν πῶς ἐπέθηκεν ἐσχάτην. ∆ιὰ γὰρ τοῦτο παιδεύει, μὴ μόνον ῥαπιζόμενον φέρειν, ἀλλὰ καὶ παρέχειν τὴν δεξιὰν σιαγόνα, μηδὲ μόνον τῷ χιτῶνι  τὸ ἱμάτιον προστιθέναι, ἀλλὰ καὶ δύο συνοδεύειν μίλια τῷ ἓν ἀγγαρεύοντι, ἵνα τὸ πολλῷ πλέον τούτων  μετ' εὐκολίας δέξῃ πάσης. Καὶ τί τούτων πλέον ἐστί; φησί. Τὸ τὸν ποιοῦντα ταῦτα μηδὲ ἐχθρὸν ἔχειν· μᾶλλον δὲ καὶ τούτου ἕτερόν τι πλέον. Οὐ γὰρ εἶπε, Μὴ μισήσῃς, ἀλλὰ, Ἀγάπησον· οὐκ εἶπε, Μὴ ἀδικήσῃς, ἀλλὰ, Καλῶς ποίησον.


δʹ. Εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ τούτων  αὐτῶν  ἑτέραν  ὄψεται  προσθήκην πολλῷ  μείζονα τούτων. Οὐδὲ γὰρ ἁπλῶς ἐκέλευσεν ἀγαπᾷν, ἀλλὰ καὶ εὔχεσθαι. Εἶδες ὅσους ἀνέβη βαθμοὺς, καὶ πῶς εἰς αὐτὴν ἡμᾶς τὴν κορυφὴν ἔστησε τῆς ἀρετῆς; Σκόπει δὲ ἄνωθεν ἀριθμῶν. Πρῶτός ἐστι βαθμὸς, μὴ ἄρχειν  ἀδικίας·  δεύτερος, μετὰ τὸ  ἄρξασθαι, τοῖς  ἴσοις ἀμύνασθαι· τρίτος, μὴ δρᾶσαι τὸν  ἐπηρεάζοντα  ταῦτα  ἃ ἔπαθεν,  ἀλλ' ἡσυχάσαι· τέταρτος, τὸ καὶ παρασχεῖν ἑαυτὸν  εἰς τὸ παθεῖν  κακῶς· πέμπτος, τὸ καὶ πλέον παρασχεῖν ἢ ἐκεῖνος βούλεται ὁ ποιήσας· ἕκτος, τὸ μὴ μισῆσαι τὸν ταῦτα ἐργασάμενον· ἕβδομος, τὸ καὶ ἀγαπῆσαι· ὄγδοος, τὸ καὶ εὐεργετῆσαι· ἔννατος, τὸ καὶ τὸν  Θεὸν ὑπὲρ  αὐτοῦ  παρακαλεῖν.  Εἶδες ὕψος  φιλοσοφίας;  ∆ιά  τοι  τοῦτο  καὶ λαμπρὸν τὸ ἔπαθλον ἔχει. Ἐπειδὴ γὰρ μέγα ἦν τὸ ἐπίταγμα, καὶ νεανικῆς δεόμενον ψυχῆς καὶ πολλῆς τῆς σπουδῆς, καὶ μισθὸν αὐτῷ τίθησι τοιοῦτον, οἷον οὐδενὶ τῶν προτέρων.   Οὐ  γὰρ   γῆς   ἐνταῦθα   μέμνηται,   καθάπερ   ἐπὶ   τῶν   πράων·   οὔτε παρακλήσεως  καὶ  ἐλέου,  καθάπερ  ἐπὶ  τῶν  πενθούντων   καὶ  ἐλεημόνων·  οὔτε βασιλείας οὐρανῶν· ἀλλ' ὃ πάντων τούτων ἦν φρικωδέστερον, τὸ γενέσθαι ὁμοίους τῷ  Θεῷ, ὡς  ἀνθρώπους  γενέσθαι  εἰκός.  Ὅπως  γὰρ  γένησθε,  φησὶν,  ὅμοιοι  τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Σὺ δέ μοι παρατήρει, πῶς οὐδὲ ἐνταῦθα, οὐδὲ ἐν τοῖς ἔμπροσθεν Πατέρα ἑαυτοῦ καλεῖ· ἀλλ' ἐκεῖ μὲν Θεὸν καὶ βασιλέα μέγαν, ὅτε περὶ τῶν  ὅρκων διελέγετο· ἐνταῦθα δὲ Πατέρα αὐτῶν. Ποιεῖ δὲ τοῦτο, τῷ προσήκοντι καιρῷ τοὺς περὶ τούτων τηρῶν λόγους. Εἶτα καὶ προσάγων τὴν ὁμοιότητα, φησὶν, ὅτι Τὸν ἥλιον αὐτοῦ ἀνατέλλει  ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ γὰρ αὐτὸς  οὐ μόνον  οὐ μισεῖ, φησὶν,  ἀλλὰ  καὶ εὐεργετεῖ  τοὺς ὑβρίζοντας. Καίτοιγε οὐδαμοῦ τὸ γινόμενον  ἴσον, οὐ μόνον διὰ τὴν τῆς εὐεργεσίας ὑπερβολὴν, ἀλλὰ καὶ διὰ τὴν τῆς ἀξίας ὑπεροχήν. Σὺ μὲν γὰρ παρὰ τοῦ ὁμοδούλου καταφρονῇ,  ἐκεῖνος  δὲ παρὰ τοῦ δούλου  καὶ μυρία εὐεργετηθέντος·  καὶ σὺ μὲν ῥήματα  χαρίζῃ  εὐχόμενος  ὑπὲρ  αὐτοῦ,  αὐτὸς  δὲ  πράγματα  πολὺ  μεγάλα  καὶ θαυμαστὰ, τὸν ἥλιον  ἀνάπτων,  καὶ τοὺς ἐτησίους ὄμβρους διδούς. Ἀλλ' ὅμως καὶ οὕτω δίδωμι ἴσον εἶναι, ὡς ἄνθρωπον ἐγχωρεῖ εἶναι. Μὴ τοίνυν μίσει τὸν ποιοῦντα κακῶς, τοιούτων ὄντα σοι πρόξενον ἀγαθῶν, καὶ εἰς τοσαύτην ἄγοντά σε τιμήν· μὴ καταρῶ τῷ ἐπηρεάζοντι· ἐπεὶ τὸν μὲν πόνον ὑπέστης, τοῦ δὲ καρποῦ ἀπεστερήθης· καὶ τὴν μὲν ζημίαν οἴσεις, τὸν δὲ μισθὸν ἀπολεῖς· ὅπερ ἐσχάτης ἐστὶν ἀνοίας, τὸ χαλεπώτερον   ὑπομείναντας,  τὸ  ἔλαττον  τούτου  μὴ  φέρειν.  Καὶ πῶς  ἔνι  τοῦτο γενέσθαι;  φησί. Θεὸν ἰδὼν  ἄνθρωπον  γενόμενον,  καὶ  τοσοῦτον  καταβάντα,  καὶ τοσαῦτα παθόντα διὰ σὲ, ἐρωτᾷς ἔτι καὶ ἀμφιβάλλεις, πῶς δυνατὸν τοῖς ὁμοδούλοις ἀφεῖναι  τὰς  ἀδικίας;  Οὐκ ἀκούεις  αὐτοῦ  ἐν  τῷ  σταυρῷ λέγοντος·  Ἄφες   αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν, Οὐκ ἀκούεις Παύλου λέγοντος, ὅτι Ὁ ἀναβὰς ἄνω καὶ καθήμενος ἐν δεξιᾷ ἐντυγχάνει  ὑπὲρ ἡμῶν, Οὐχ ὁρᾷς ὅτι καὶ μετὰ τὸν σταυρὸν καὶ μετὰ τὴν  ἀνάληψιν,  τοῖς  ἀνῃρηκόσιν  Ἰουδαίοις  ἔπεμπε τοὺς ἀποστόλους  τὰ μυρία οἴσοντας ἀγαθὰ, καὶ ταῦτα μυρία μέλλοντας παρ' αὐτῶν πάσχειν δεινά; Ἀλλὰ σὺ μεγάλα ἠδίκησαι; Καὶ τί τοιοῦτον πέπονθας, οἷον ὁ σὸς ∆εσπότης, δεσμούμενος, μαστιζόμενος, ῥαπιζόμενος, παρὰ οἰκετῶν  ἐμπτυόμενος,  θάνατον  ὑπομένων,  καὶ θάνατον τὸν θανάτων ἁπάντων αἴσχιστον, μετὰ μυρίας εὐεργεσίας; Εἰ δὲ καὶ μεγάλα ἠδίκησαι, καὶ διὰ τοῦτο μάλιστα εὐεργέτησον, ἵνα καὶ σαυτῷ λαμπρότερον ποιήσῃς τὸν  στέφανον,  καὶ τὸν  ἀδελφὸν  τῆς ἐσχάτης ἀπαλλάξῃς  ἀῤῥωστίας. Ἐπεὶ καὶ οἱ ἰατροὶ,  ὅταν  λακτίζωνται   καὶ  ὑβρίζωνται  παρὰ  τῶν  μαινομένων,  τότε  μάλιστα αὐτοὺς ἐλεοῦσι, καὶ παρασκευάζονται πρὸς τὴν ἐκείνων διόρθωσιν, εἰδότες ὅτι τῆς ὑπερβολῆς τοῦ νοσήματος ἡ ὕβρις ἐστί. Καὶ σὺ τοίνυν  ταύτην περὶ τῶν ἐπιβουλευόντων  ἔχε τὴν γνώμην, καὶ οὕτω κέχρησο τοῖς ἀδικοῦσιν· ἐκεῖνοι γάρ εἰσι μάλιστα οἱ νοσοῦντες καὶ τὴν βίαν ὑπομένοντες ἅπασαν. Ἀπάλλαξον τοίνυν αὐτὸν τῆς χαλεπῆς ταύτης ἐπηρείας, καὶ δὸς ἀφεῖναι τὴν ὀργὴν, καὶ δαίμονος ἐλευθέρωσον χαλεποῦ, τοῦ θυμοῦ. Καὶ γὰρ δαιμονῶντας  ἐὰν ἴδωμεν, δακρύομεν, οὐχὶ καὶ αὐτοὶ σπουδάζομεν  δαιμονᾷν.  Τοῦτο καὶ  νῦν  ποιῶμεν  ἐπὶ  τῶν  ὀργιζομένων·  καὶ  γὰρ ἐκείνοις ἐοίκασιν οἱ θυμούμενοι· μᾶλλον δὲ κἀκείνων εἰσὶν ἀθλιώτεροι, μετὰ αἰσθήσεως μαινόμενοι.  ∆ιὸ καὶ ἀσύγγνωστος αὐτῶν  ἡ παραπληξία.


εʹ. Μὴ τοίνυν ἐπέμβαινε  κειμένῳ,  ἀλλὰ  καὶ  ἐλέει  Καὶ γὰρ  ἂν  ὑπὸ  χολῆς  ἐνοχλούμενον   καὶ σκοτοδινιῶντα  καὶ ἐμέσαι ἐπειγόμενον  τὸν πονηρὸν τοῦτον  χυμὸν ἴδωμεν, χεῖρα ὀρέγομεν, καὶ διαβαστάζομεν σπαραττόμενον, κἂν τὸ ἱμάτιον μολύνωμεν, οὐκ ἐπιστρεφόμεθα, ἀλλ' ἓν μόνον ζητοῦμεν, ὅπως ἐκεῖνον ἀπαλλάξωμεν  τῆς χαλεπῆς ταύτης  στενοχωρίας  Τοῦτο τοίνυν  καὶ  ἐπὶ  τούτων  ποιῶμεν,  καὶ  διαβαστάζωμεν ἐμοῦντας  καὶ σπαραττομένους·  μηδὲ πρότερον ἀφῶμεν,  ἕως ἂν ἅπασαν ἀπόθηται τὴν πικρίαν. Καὶ τότε σοι χάριν εἴσεται μεγίστην· ἐπειδὰν παύσηται, τότε γνώσεται σαφῶς, ὅσης αὐτὸν ἀπήλλαξας ταραχῆς. Καὶ τί λέγω τὴν παρ' ἐκείνου χάριν; Ὁ γὰρ Θεός σε εὐθέως στεφανώσει, καὶ μυρίοις ἀμείψεται  καλοῖς, ὅτι σου τὸν ἀδελφὸν νοσήματος  ἠλευθέρωσας  χαλεποῦ·  κἀκεῖνος  δὲ ὡς  ∆εσπότην τιμήσει, διαπαντὸς αἰδούμενός σου τὴν ἐπιείκειαν. Οὐχ ὁρᾷς τὰς τικτούσας γυναῖκας, πῶς δάκνουσι τὰς παρεστώσας,  καὶ  οὐκ  ἀλγοῦσιν  ἐκεῖναι;  μᾶλλον   δὲ  ἀλγοῦσι  μὲν,  φέρουσι  δὲ γενναίως,  καὶ συναλγοῦσι ταῖς ὀδυνωμέναις  καὶ διακοπτομέναις  ὑπὸ τῆς ὠδῖνος. Ταύτας καὶ σὺ ζήλωσον, καὶ μὴ γίνου μαλακώτερος γυναικῶν, Ἐπειδὰν γὰρ τέκωσιν αἱ γυναῖκες αὗται (γυναικῶν γάρ εἰσι μικροψυχότεροι), τότε σε τὸν ἄνδρα εἴσονται. Εἰ δὲ βαρέα τὰ ἐπιτάγματα, ἐννόησον ὅτι διὰ τοῦτο παρεγένετο ὁ Χριστὸς, ἵνα ταῦτα ἐν τῇ ἡμετέρᾳ καταφυτεύσῃ διανοίᾳ, ἵνα καὶ ἐχθροῖς καὶ φίλοις χρησίμους κατασκευάσῃ. ∆ιὰ τοῦτο καὶ ἑκατέρων τούτων  ἐπιμελεῖσθαι κελεύει· τῶν μὲν ἀδελφῶν,  ἡνίκα ἂν λέγῃ, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου· τῶν δὲ ἐχθρῶν, ἐπειδὰν νομοθετῇ φιλεῖν  τε καὶ εὔχεσθαι ὑπὲρ αὐτῶν. Καὶ οὐκ ἀπὸ τοῦ ὑποδείγματος τοῦ κατὰ  τὸν  Θεὸν ἐνάγει  μόνον  εἰς  τοῦτο,  ἀλλὰ  καὶ  ἐκ  τοῦ  ἐναντίου.  Ἐὰν  γὰρ ἀγαπήσητε, φησὶ, τοὺς ἀγαπῶντας  ὑμᾶς, τίνα μισθὸν ἔχετε; οὐχὶ καὶ οἱ τελῶναι  τὸ αὐτὸ ποιοῦσι; Τοῦτο καὶ ὁ Παῦλός φησιν· Οὔπω μέχρις αἵματος ἀντικατέστητε πρὸς τὴν ἁμαρτίαν ἀνταγωνιζόμενοι. Ἂν μὲν οὖν ταῦτα ποιῇς, μετὰ τοῦ Θεοῦ ἕστηκας· ἂν δὲ ἐγκαταλιμπάνῃς  αὐτὰ, μετὰ τῶν τελωνῶν.  Εἶδες πῶς οὐ τοσοῦτον τῶν ἐντολῶν τὸ μέσον, ὅσον τῶν  προσώπων  τὸ διάφορον; Μὴ τοίνυν  τοῦτο  λογιζώμεθα,  ὅτι δυσχερὲς τὸ ἐπίταγμα,  ἀλλὰ  καὶ τὸ ἔπαθλον  ἐννοήσωμεν,  καὶ λογισώμεθα  τίνος ὅμοιοι γινόμεθα κατορθώσαντες, καὶ τίνος ἴσοι διαμαρτάνοντες. Τῷ μὲν οὖν ἀδελφῷ κελεύει   καταλλάττεσθαι,   καὶ   μὴ  πρότερον   ἀφίστασθαι,  ἕως   ἂν   τὴν   ἔχθραν ἀνέλωμεν·  ὅταν  δὲ  περὶ  πάντων  διαλέγηται,  οὐκέτι  ταύτῃ  ἡμᾶς  ὑποβάλλει  τῇ ἀνάγκῃ, ἀλλὰ τὰ παρ' ἡμῶν ἀπαιτεῖ μόνον, εὔκολον καὶ ταύτῃ ποιῶν τὸν νόμον. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν· ἵνα μὴ διὰ ταῦτα αὐτὰ ἀηδῶς πρὸς αὐτοὺς ἔχωσι, κελεύει  μὴ μόνον  φέρειν  ταῦτα  ποιοῦντας,  ἀλλὰ  καὶ ἀγαπᾷν. Ὁρᾷς πῶς πρόῤῥιζον τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν τὴν περὶ τὰ σώματα, τὴν περὶ τὰ χρήματα, τὴν περὶ τὴν δόξαν, τὴν περὶ τὸν παρόντα βίον ἀναιρεῖ; Τοῦτο γὰρ ἐποίησε μὲν ἐξ ἀρχῆς, πολλῷ  δὲ πλέον  νῦν. Ὅ τε γὰρ πτωχὸς  καὶ ὁ πρᾶος καὶ ὁ πενθῶν  κενοῖ  τὴν  ὀργήν·  ὅ  τε  δίκαιος  καὶ  ἐλεήμων  κενοῖ  τὴν  τῶν  χρημάτων ἐπιθυμίαν· ὁ καθαρὸς τὴν καρδίαν ἀπήλλακται ἐπιθυμίας πονηρᾶς· ὁ δεδιωγμένος καὶ  φέρων  τὰς  ὕβρεις  καὶ  κακῶς  ἀκούων,  πᾶσαν  ἀσκεῖ λοιπὸν  τῶν  παρόντων πραγμάτων ὑπεροψίαν, καὶ τύφου καὶ κενοδοξίας ἐστὶ καθαρός. Λύσας τοίνυν τῶν δεσμῶν τούτων τὸν ἀκροατὴν, καὶ εἰς τοὺς ἀγῶνας ἀλείψας, πάλιν ἑτέρως ἀνασπᾷ ταῦτα τὰ πάθη, καὶ μετὰ πλείονος τῆς ἀκριβείας. Ἀρξάμενος γὰρ ἀπὸ τῆς ὀργῆς, καὶ πάντοθεν  ἐκκόψας  τοῦ  πάθους  τούτου  τὰ  νεῦρα,  καὶ  εἰπὼν,  Ὁ ὀργιζόμενος  τῷ ἀδελφῷ, καὶ ὁ μωρὸν καλῶν, καὶ ὁ ῥακὰ, κολαζέσθω· καὶ ὁ προσφέρων τὸ δῶρον μὴ πρότερον προσίτω τῇ τραπέζῃ, ἕως ἂν καταλύσῃ τὴν ἔχθραν· καὶ ὁ ἀντίδικον ἔχων, πρὶν  ἢ  τὸ  δικαστήριον  ἰδεῖν,  φίλον   ποιείτω   τὸν  ἐχθρόν·  ἐπὶ  τὴν  ἐπιθυμίαν μεταβαίνει πάλιν, καί φησιν· Ὁ ἐμβλέπων ἀκολάστοις ὀφθαλμοῖς, ὡς μοιχὸς τιμωρείσθω· ὁ σκανδαλιζόμενος ὑπὸ γυναικὸς  ἀκολάστου, ἢ ὑπὸ ἀνδρὸς, ἢ ἄλλου τινὸς τῶν αὐτῷ προσηκόντων, ἅπαντας ἐκκοπτέτω τούτους· ὁ νόμῳ γάμου κατέχων γυναῖκα, μηδέποτε αὐτὴν ἐκβαλλέτω καὶ πρὸς ἑτέραν βλεπέτω. ∆ιὰ γὰρ τούτων τῆς πονηρᾶς  ἐπιθυμίας  τὰς  ῥίζας ἀνεῖλεν.  Εἶτα ἐντεῦθεν  τῶν  χρημάτων  τὸν  ἔρωτα ἀναστέλλει,  κελεύων  μήτε ὀμνύναι,  μήτε ψεύδεσθαι, μήτε αὐτοῦ ἀντέχεσθαι  τοῦ χιτωνίσκου,  ὃν  ἄν  τις  ἐνδεδυμένος   τύχῃ·  ἀλλὰ  καὶ  τὸ  ἱμάτιον  προΐεσθαι  τῷ βουλομένῳ,  καὶ τὴν τοῦ σώματος χρῆσιν, ἐκ πολλῆς  τῆς περιουσίας τὸν περὶ τὰ χρήματα  ἀναιρῶν   πόθον.   ʹ.   Τότε  μετὰ  ταῦτα  πάντα   καὶ  τὸν  ποικίλον   τῶν ἐπιταγμάτων  τούτων  στέφανον,  ἐπάγει  λέγων·  Εὔχεσθε ὑπὲρ τῶν  ἐπηρεαζόντων
ὑμᾶς· ἐπ'  αὐτὴν   ἄνω  τὴν  ἀκροτάτην  τῆς  φιλοσοφίας  ἀνάγων  κορυφήν. Ὥσπερ γὰρ τοῦ πρᾶον εἶναι μεῖζον τὸ ῥαπίζεσθαι, καὶ τοῦ ἐλεήμονα εἶναι τὸ καὶ τὸ ἱμάτιον προΐεσθαι μετὰ τοῦ χιτωνίσκου, καὶ τοῦ δίκαιον εἶναι τὸ καὶ ἀδικούμενον φέρειν, καὶ τοῦ εἰρηνοποιὸν εἶναι τὸ καὶ ῥαπιζόμενον καὶ ἀγγαρευόμενον ἕπεσθαι· οὕτω καὶ τοῦ διώκεσθαι τὸ διωκόμενον εὐλογεῖν. Ὁρᾷς πῶς κατὰ μικρὸν εἰς αὐτὰς ἀνάγει  τοῦ  οὐρανοῦ  τὰς  ἁψῖδας;  Τίνος  οὖν  ἂν  εἴημεν  ἄξιοι,  οἱ  πρὸς τὸν  Θεὸν κελευόμενοι τὸν ζῆλον ἔχειν, καὶ τάχα μηδὲ τῶν τελωνῶν  γινόμενοι ἴσοι; Εἰ γὰρ τὸ φιλεῖν  τοὺς φιλοῦντας,  τελωνῶν  καὶ ἁμαρτωλῶν  καὶ ἐθνικῶν·  ὅταν μηδὲ τοῦτο ποιῶμεν  (οὐ γὰρ ποιοῦμεν  αὐτὸ βασκαίνοντες εὐδοκιμοῦσι τοῖς ἀδελφοῖς), ποίαν οὐχ  ὑποστησόμεθα  δίκην,  ὑπερβαίνειν   τοὺς  γραμματεῖς  κελευόμενοι,  καὶ  τῶν ἐθνικῶν    ἑστῶτες   κατώτεροι;   Πῶς   οὖν   ὀψόμεθα   βασιλείαν,   εἰπέ   μοι;   πῶς ἐπιβησόμεθα τῶν ἱερῶν προθύρων ἐκείνων, οὐδὲ τῶν τελωνῶν ἀμείνους γινόμενοι; Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Οὐχὶ καὶ οἱ τελῶναι  τὸ αὐτὸ ποιοῦσιν, Ὃ καὶ μάλιστα θαυμάσαι αὐτοῦ τῆς διδασκαλίας ἔστιν, ὅτι πανταχοῦ τὰ ἔπαθλα τῶν ἀγώνων τιθεὶς μετὰ πολλῆς  τῆς περιουσίας· οἷον καὶ τὸ τὸν Θεὸν ὁρᾷν, καὶ βασιλείαν οὐρανῶν κληρονομεῖν, καὶ τὸ υἱοὺς Θεοῦ γενέσθαι, καὶ τὸ ὁμοίους Θεοῦ, καὶ τὸ ἐλεεῖσθαι, καὶ τὸ παρακαλεῖσθαι, καὶ τὸν μισθὸν τὸν πολύν· εἴ που καὶ λυπηρῶν μνησθῆναι ἔδει, ὑφειμένως  τοῦτο ποιεῖ· τὸ μὲν γὰρ τῆς γεέννης  ὄνομα ἅπαξ ἐν τοσούτοις τέθεικε λόγοις· καὶ ἑτέροις δέ τισιν ὑπεσταλμένως, καὶ ἐντρεπτικώτερον μᾶλλον ἢ ἀπειλητικώτερον κεχρημένος τῷ λόγῳ, διορθοῦται τὸν ἀκροατὴν λέγων· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; καὶ, Ἐὰν τὸ ἅλας μωρανθῇ· καὶ, Ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Ἔστι δὲ ὅπου καὶ τὰ ἁμαρτήματα ἀντὶ κολάσεως τίθησι, τὸ φορτικὸν τῆς κολάσεως τῷ ἀκροατῇ διδοὺς συνιδεῖν, ὡς ὅταν λέγῃ· Ἐμοίχευσεν αὐτὴν  ἐν  τῇ  καρδίᾳ  αὐτοῦ·  καὶ,  Ὁ ἀπολύων  ποιεῖ  αὐτὴν  μοιχευθῆναι·  καὶ,  Τὸ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστι. Τοῖς γὰρ νοῦν ἔχουσιν ἀντὶ τοῦ τῆς κολάσεως ὀνόματος ἀρκεῖ καὶ τὸ τῆς ἁμαρτίας μέγεθος εἰς σωφρονισμόν. ∆ιὸ δὴ καὶ ἐνταῦθα τοὺς ἐθνικοὺς  καὶ τοὺς τελώνας  εἰς μέσον ἄγει, τῇ ποιότητι  τοῦ προσώπου τὸν μαθητὴν ἐντρέπων. Ὃ καὶ ὁ Παῦλος ἐποίει λέγων· Μὴ λυπεῖσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· καὶ, Καθάπερ τὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν. Καὶ δεικνὺς ὅτι οὐδὲν  ὑπέρογκον  ἀπαιτεῖ,  ἀλλὰ  μικρῷ  πλέον  τοῦ  εἰωθότος,  φησίν· Οὐχὶ καὶ  οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν; Ἀλλ' ὅμως οὐχ ἵστησιν ἐνταῦθα τὸν λόγον, ἀλλ' εἰς τὰ ἔπαθλα αὐτὸν καταλύει καὶ τὰς χρηστὰς ἐλπίδας, λέγων· Γίνεσθε οὖν τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Καὶ πολὺ τὸ τῶν οὐρανῶν ὄνομα διασπείρει πανταχοῦ, καὶ ἀπὸ  τοῦ  τόπου  τὰ  φρονήματα  αὐτῶν  διεγείρων.  Τέως  γὰρ  ἀσθενέστερον  καὶ παχύτερόν πως ἦσαν διακείμενοι. Ἅπαντα οὖν ἐννοοῦντες τὰ εἰρημένα, πολλὴν καὶ πρὸς τοὺς ἐχθροὺς  ἐπιδειξώμεθα  τὴν  ἀγάπην,  καὶ τὸ καταγέλαστον  ἐκεῖνο  ἔθος ἐκβάλωμεν, ὅπερ πολλοὶ τῶν ἀλογωτέρων ὑπομένουσιν, ἀναμένοντες τοὺς ἀπαντῶντας  πρώτους προσειπεῖν, ὃ μὲν ἔχει πολὺν μακαρισμὸν μὴ ζηλοῦντες, ὃ δέ ἐστι καταγέλαστον,  τοῦτο διώκοντες. Τίνος οὖν ἕνεκεν οὐ προσερεῖς αὐτὸν πρότερος; Ἐπειδὴ τοῦτο ἀναμένει, φησίν. Οὐκοῦν δι' αὐτὸ τοῦτο μάλιστα ἐπιπηδᾷν ἔδει, ἵνα σὺ λάβῃς τὸν στέφανον. Οὒ, φησίν· ἐπειδὴ τοῦτο ἐσπούδακε. Καὶ τί ταύτης τῆς  ἀλογίας  χεῖρον  γένοιτ' ἄν; Ἐπειδὴ γὰρ  τοῦτο  ἐσπούδακε, φησὶ, μισθοῦ μοι γενέσθαι πρόξενος, οὐ βούλομαι ἐπιλαβέσθαι τῆς ὑποθέσεως ταύτης. Ἂν μὲν οὖν ἐκεῖνός σε προσείπῃ πρότερος, οὐδέν σοι γίνεται πλέον καὶ προσειπόντι· ἐὰν δὲ σὺ πρότερος ἐπιπηδήσῃς τῇ προσρήσει, ἐπραγματεύσω τὸν τῦφον ἐκείνου, καὶ δαψιλῆ τινα ἐκ τῆς ἀπονοίας αὐτοῦ τὸν καρπὸν ἐτρύγησας. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας, τοσαῦτα μέλλοντας  καρποῦσθαι ἀπὸ ψιλῶν  ῥημάτων,  προδιδόναι  τὸ κέρδος, καὶ καταγινώσκοντος  αὐτοῦ, τοῖς αὐτοῖς περιπίπτειν; Εἰ γὰρ διὰ τοῦτο αὐτὸν αἰτιᾷ, ὅτι πρότερος ἀναμένει τὴν παρ' ἑτέρου πρόσρησιν, τίνος ἕνεκεν ζηλοῖς ὅπερ ἐγκαλεῖς, καὶ ὅπερ ἔφης εἶναι πονηρὸν, τοῦτο ὡς ἀγαθὸν μιμεῖσθαι ἐσπούδακας; Ὁρᾷς πῶς οὐδὲν   ἀνθρώπου   κακίᾳ  συζῶντος  ἀνοητότερον;   ∆ιὸ  παρακαλῶ,  φύγωμεν   τὸ πονηρὸν τοῦτο ἔθος καὶ καταγέλαστον. Καὶ γὰρ μυρίας ἀνέτρεψε φιλίας τὸ νόσημα τοῦτο, καὶ πολλὰς ἔχθρας εἰργάσατο. ∆ιὰ δὴ τοῦτο φθάνωμεν  αὐτοὺς ἡμεῖς. Οἱ γὰρ ῥαπίζεσθαι καὶ ἀγγαρεύεσθαι καὶ γυμνοῦσθαι παρ' ἐχθρῶν κελευόμενοι, καὶ φέρειν, ποίας  ἂν  εἴημεν  συγγνώμης  ἄξιοι,  ἐν  προσρήσει ψιλῇ  τοσαύτην  ἐπιδεικνύμενοι φιλονεικίαν;   Καταφρονούμεθα  γὰρ,  φησὶ,  καὶ  διαπτυόμεθα,   ὅταν  αὐτῷ χαρισώμεθα τοῦτο. Καὶ ἵνα μὴ καταφρονήσῃ ἄνθρωπος, προσκρούεις Θεῷ; καὶ ἵνα μὴ καταφρονήσῃ  σου  ὁ  μαινόμενος   ὁμόδουλος,  καταφρονεῖς   τοῦ  ∆εσπότου,  τοῦ τοσαῦτά σε εὐεργετηκότος; Εἰ γὰρ ἄτοπον τὸ καταφρονεῖν σου τὸν ὁμότιμον, πολλῷ μᾶλλον  τό  σε καταφρονεῖν  τοῦ  σε πεποιηκότος  Θεοῦ. Μετὰ δὲ τούτου  κἀκεῖνο σκόπει, ὅτι ὅταν σου καταφρονήσῃ, τότε σοι μείζονος μισθοῦ γίνεται πρόξενος. ∆ιὰ γὰρ τὸν Θεὸν ταῦτα ὑπομένεις, ἐπειδὴ τῶν αὐτοῦ νόμων ἤκουσας. Τοῦτο δὲ ποίας οὐκ ἂν εἴη τιμῆς ἀντάξιον; πόσων διαδημάτων; Ἐμοὶ γένοιτο  καὶ ὑβρίζεσθαι, καὶ καταφρονεῖσθαι  διὰ  τὸν  Θεὸν, ἢ τιμᾶσθαι  παρὰ βασιλέων  ἁπάντων·  οὐδὲν  γὰρ, οὐδὲν τῆς δόξης ταύτης ἴσον. Ταύτην τοίνυν διώκωμεν οὕτως, ὡς αὐτὸς ἐκέλευσε, καὶ τῶν ἀνθρωπίνων  μηδένα ποιούμενοι λόγον, ἀλλὰ τὴν ἀκριβῆ φιλοσοφίαν ἐπιδεικνύμενοι  διὰ  πάντων,  οὕτω  τὸν  ἑαυτῶν  βίον  οἰκονομῶμεν.  Καὶ γὰρ  τῶν οὐρανῶν  καὶ  τῶν  ἐκεῖσε στεφάνων  ἐντεῦθεν  ἤδη  καρπωσόμεθα  τὰ  ἀγαθὰ,  ὡς ἄγγελοι μετὰ ἀνθρώπων βαδίζοντες, ὡς αἱ τῶν ἀγγέλων δυνάμεις ἐν τῇ γῇ περιπολοῦντες, καὶ πάσης μὲν ἐπιθυμίας, πάσης δὲ ἐκτὸς μένοντες ταραχῆς· καὶ μετὰ τούτων δὲ πάντων  καὶ τὰ ἀπόῤῥητα ἀποληψόμεθα ἀγαθά· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος καὶ ἡ προσκύνησις, σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ἀγαθῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |