ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΖʹ.Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα

Δευτέρα 31 Οκτωβρίου 2016

ΚΖʹ.Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΖʹ.Τῷ δὲ δυναμένῳ  ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέ λιόν  μου καὶ τὸ κήρυγμα Ἰησοῦ  Χριστοῦ, κατὰ  ἀποκάλυψιν   μυστηρίου  χρόνοις  αἰωνίοις   σεσιγημένου, φανερωθέντος δὲ νῦν διὰ Γραφῶν προφητικῶν κατ' ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνω ρισθέντος· μόνῳ σοφῷ Θεῷ, διὰ Ἰησοῦ Χριστοῦ, ᾧ  ἡ  δόξα εἰς  τοὺς  αἰῶνας.  Ἀμήν.


αʹ. Ἔθος ἀεὶ  τῷ  Παύλῳ εἰς  εὐχὰς  καὶ δοξολογίας κατακλείειν τὴν παραίνεσιν· οἶδε γὰρ οὐ μικρὰν τὸ πρᾶγμα ἔχον ῥοπήν. Τοῦτο δὲ ἀπὸ φιλοστοργίας  καὶ εὐλαβείας  ποιεῖν  εἴωθε. Καὶ γὰρ φιλόπαιδος  καὶ φιλοθέου διδασκάλου τὸ μὴ μόνον λόγῳ παιδεύειν, ἀλλὰ καὶ δι' εὐχῶν τὴν παρὰ τοῦ Θεοῦ  συμμαχίαν  τοῖς  διδασκομένοις  εἰσάγειν·  ὃ  δὴ  καὶ  ἐνταῦθα  ποιεῖ.  Ἡ  δὲ ἀκολουθία αὕτη ἐστί· Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. Πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. Ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν  ἱκετηρίαν.  Εἰπὼν  δὲ,  Στηρίξαι,  ἐπάγει  καὶ  κατὰ  ποῖον  τρόπον·  Κατὰ  τὸ εὐαγγέλιόν   μου.


 Τοῦτο  δὲ  δηλοῦντος   ἦν,  ὅτι  οὔπω  ἦσαν  βεβαιωθέντες,  ἀλλ' ἑστήκεσαν μὲν, ἐσαλεύοντο δέ. Εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, Καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ· τουτέστιν  ὃ αὐτὸς ἐκήρυξεν. Εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ' ἐκείνου  οἱ νόμοι. Φιλοσοφῶν δὲ λοιπὸν  καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο τὸ δῶρον, καὶ πολλῆς τῆς τιμῆς. Καὶ πρῶτον μὲν ἀπὸ τοῦ καταγγείλαντος  τοῦτο κατασκευάζει, ἔπειτα καὶ ἀπ' αὐτῶν τῶν καταγγελθέντων·  εὐαγγέλια γὰρ ἦν. Πρὸς τούτοις, ἀπὸ τοῦ μηδενὶ γνωρίσαι πρὸ ἡμῶν.  Τοῦτο γοῦν  ᾐνίξατο  εἰπὼν,  Κατὰ ἀποκάλυψιν  μυστηρίου· ὅπερ μεγίστης φιλίας σημεῖόν ἐστι, τὸ μυστηρίων ποιεῖν κοινωνοὺς, καὶ μηδένα πρὸ ἡμῶν. Χρόνοις  αἰωνίοις   σεσιγημένου,  φανερωθέντος   δὲ  νῦν.  Πάλαι  μὲν  γὰρ προώριστο, ἐφάνη  δὲ νῦν. Πῶς ἐφάνη; ∆ιὰ Γραφῶν προφητικῶν.  Ἐνταῦθα πάλιν ἐκλύει τὸν φόβον  τοῦ ἀσθενοῦς. Τί γὰρ δέδοικας; μὴ ἀποστῇς τοῦ νόμου; Τοῦτο βούλεται  ὁ  νόμος,  τοῦτο  ἄνωθεν   προὔλεγεν.  Εἰ  δὲ  καὶ  ἐξετάζεις  διὰ  τί  νῦνἐφανερώθη,  οὐκ  ἀσφαλὲς  πρᾶγμα  ποιεῖς,  μυστήρια  Θεοῦ περιεργαζόμενος,  καὶ εὐθύνας  ἀπαιτῶν·  οὐδὲ  γὰρ  πολυπραγμονεῖν  τὰ  τοιαῦτα  δεῖ,  ἀλλ'  ἀγαπᾷν  καὶ στέργειν. ∆ιὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην  ἐπήγαγε, Κατ' ἐπιταγὴν τοῦ αἰωνίου  Θεοῦ, εἰς ὑπακοὴν πίστεως. Ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ πολυπραγμοσύνης· καὶ ὅταν Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή. Εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαῤῥύνει λέγων· Εἰς πάντα τὰ ἔθνη γνωρισθέντος. Οὐ γὰρ σὺ μόνος, ἀλλ' ἡ οἰκουμένη πᾶσα οὕτω πιστεύει, οὐκ ἄνθρωπον, ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον. ∆ιὸ καὶ ἐπήγαγε, ∆ιὰ Ἰησοῦ Χριστοῦ. Οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη· ἀμφότερα δὲ αὐτοῦ ἔργα. ∆ιὸ καὶ οὕτως ἀναγνωστέον, Τῷ δὲ δυναμένῳ  ὑμᾶς στηρίξαι διὰ Ἰησοῦ Χριστοῦ. Καὶ γὰρ, ὅπερ εἶπον, ἀμφότερα αὐτῷ ἀνατίθησι· μᾶλλον δὲ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. ∆ιὸ καὶ ἔλεγεν· Ὧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. ∆οξάζει δὲ πάλιν  τὸ ἀκατάληπτον  τῶν μυστηρίων  τούτων  ἐκπληττόμενος.  Οὐδὲ γὰρ  νῦν  ὅτε  ἐφάνη,  λογισμοῖς  αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως εἰδέναι χρὴ, ἄλλως δὲ οὐκ ἔνι. Καλῶς εἶπε, Μόνῳ σοφῷ Θεῷ. Ὅταν γὰρ ἐννοήσῃς πῶς τὰ ἔθνη εἰσήγαγε καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, πῶς τῆς γῆς ἀναξίους ὄντας εἰς  οὐρανοὺς  ἀνήγαγε,  καὶ τῆς  παρούσης ζωῆς  ἐκπεπτωκότας  εἰς τὴν  ἀθάνατον ἐκείνην   καὶ   ἀπόῤῥητον   εἰσήγαγε,  καὶ   ὑπὸ   δαιμόνων   πατουμένους   ἀγγέλοις ἐφαμίλλους ἐποίησε, καὶ παράδεισον ἠνέῳξε, καὶ τὰ παλαιὰ ἅπαντα κακὰ ἔλυσε, καὶ ταῦτα ἐν χρόνῳ  βραχεῖ, καὶ δι'  ὁδοῦ ῥᾳδίας καὶ συντομωτάτης·  τότε γνώσῃ  τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης τοὺς ἐξ ἐθνῶν  μεμαθηκότας  διὰ τοῦ Ἰησοῦ. ∆έον οὖν  θαυμάζειν  αὐτοῦ τὴν  σοφίαν, καὶ δοξάζειν αὐτόν· σὺ δὲ περὶ μικρὰ στρέφῃ, τῇ σκιᾷ προσεδρεύων ἔτι· ὅπερ οὐ σφόδρα ἐστὶ δοξάζοντος. Ὁ γὰρ μὴ θαῤῥῶν αὐτῷ, μηδὲ τῇ πίστει πεποιθὼς, οὐ μαρτυρεῖ τῷ μεγέθει τῶν γενομένων.  Ἀλλ' αὐτὸς τὴν ὑπὲρ ἐκείνων δόξαν ἀνήνεγκε, κἀκείνους εἰς τὸν αὐτὸν ζῆλον ἐνάγων. Ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος, Μόνῳ σοφῷ Θεῷ,μὴ πρὸς ἀθέτησιν τοῦ Υἱοῦ νόμιζε τοῦτο λέγεσθαι. Εἰ γὰρ ἅπαντα ταῦτα, ἀφ' ὧν ἡ σοφία  αὐτοῦ  δείκνυται,  διὰ  Χριστοῦ γέγονε,  καὶ  χωρὶς  αὐτοῦ  οὐδὲ  ἓν  γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἴσα. Τίνος οὖν ἕνεκεν Μόνῳ εἴρηκε; Πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης. Ἀποδοὺς τοίνυν τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς ἐπὶ παραίνεσιν χωρεῖ, πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων οὕτως· Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοί. Ὀφείλομεν, οὐ χαριζόμεθα. Τί ὀφείλομεν; Τὰ ἀσθενήματα τῶν ἀδυνάτων  βαστάζειν. βʹ. Εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωμίοις, οὐχὶ τῷ δυνατοὺς μόνον εἰπεῖν, ἀλλὰ καὶ τῷ μεθ' ἑαυτοῦ τάξαι ἐκείνους; Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ χρησίμῳ πάλιν αὐτοὺς ἐπισπᾶται, καὶ ἀνεπαχθῶς· σὺ μὲν γὰρ δυνατὸς  εἶ, φησὶ, καὶ καταβαίνων  οὐδὲν βλάπτῃ· ἐκείνῳ  δὲ περὶ τῶν  ἐσχάτων  ὁ κίνδυνος, ἂν μὴ διαβαστάζηται. Καὶ οὐκ εἶπε, Τοὺς ἀσθενεῖς, ἀλλὰ, Τὰ ἀσθενήματα τῶν ἀδυνάτων, εἰς ἔλεον αὐτῶν ἐπισπώμενος καὶ ἐπικαλῶν· ὡς καὶ ἀλλαχοῦ φησιν, Ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον. ∆υνατὸς γέγονας; Ἀπόδος τῷ Θεῷ τὴν ἀμοιβὴν τῷ ποιήσαντί σε τοιοῦτον· ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀῤῥώστου διορθούμενος. Καὶ γὰρ καὶ ἡμεῖς ἀσθενεῖς ἦμεν, ἀλλ' ὑπὸ τῆς χάριτος ἐγενόμεθα δυνατοί. Τοῦτο δὲ οὐκ ἐνταῦθα δεῖ μόνον ποιεῖν, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλως ἀσθενούντων·  οἷον ἂν ἀκρόχολός τις ᾖ, ἂν ὑβριστὴς, ἂν ἄλλο  τι ἔχων  τοιοῦτον ἐλάττωμα,  διαβάσταζε. Πῶς δὲ τοῦτο γένοιτ' ἂν, ἄκουσον τῶν  ἑξῆς. Εἰπὼν γὰρ, Ὀφείλομεν βαστάζειν, ἐπήγαγε, Καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω  εἰς  τὸ  ἀγαθὸν,  πρὸς  οἰκοδομήν.  Ὃ δὲ  λέγει,  τοῦτό  ἐστι· ∆υνατὸς  εἶ; Λαμβανέτω σου πεῖραν τῆς δυνάμεως ὁ ἀσθενής· ἐκεῖνος μανθανέτω σου τὴν ἰσχὺν, ἐκείνῳ ἄρεσον. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἄρεσον, ἀλλ', Εἰς τὸ ἀγαθόν· καὶ οὐδὲ ἁπλῶς εἰς τὸ ἀγαθὸν, ἵνα μὴ λέγῃ ὁ τέλειος, Ἰδοὺ γὰρ εἰς τὸ ἀγαθὸν ἕλκω, ἀλλὰ προσέθηκε, Πρὸς οἰκοδομήν. Ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, μὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεομένῳ ἄρεσκε· οὕτω γὰρ καὶ δόξης ἀπολαύσῃ τῆς ἀληθοῦς, καὶ ὠφέλειαν ἐργάσῃ πολλήν. Ἡ μὲν γὰρ τῶν βιωτικῶν  δόξα εὐθέως ἀφίπταται· ἡ δὲ τῶν πνευματικῶν   μένει,  ἂν  πρὸς  οἰκοδομὴν  τοῦτο  ποιῇς.  ∆ιὸ  παρὰ  πάντων  τοῦτο ἀπαιτεῖ· οὐ γὰρ ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ' Ἕκαστος ὑμῶν. Εἶτα ἐπειδὴ μέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν  τὸν  Χριστὸν εἰσάγει μέσον λέγων·  Καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ὅπερ καὶ ἀεὶ ποιεῖ. Καὶ γὰρ ὅτε περὶ ἐλεημοσύνης ἔλεγεν, αὐτὸν παρήγαγε, λέγων· Γινώσκετε τὴν χάριν τοῦ Κυρίου, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν· καὶ ὅτε  εἰς  ἀγάπην  προὔτρεπεν,  ἐκεῖθεν  προὔτρεψεν,  εἰπών·  Καθὼς καὶ  ὁ  Χριστὸς ἠγάπησεν ἡμᾶς· καὶ ὅτε περὶ τοῦ φέρειν αἰσχύνην καὶ κινδύνους συνεβούλευεν, ἐπ' αὐτὸν κατέφυγε, λέγων· Ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Οὕτω καὶ ἐνταῦθα δείκνυσι καὶ αὐτὸν τοῦτο ποιήσαντα, καὶ τὸν προφήτην  ἄνωθεν  προαναφωνήσαντα·  διὸ καὶ ἐπήγαγε, Καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων  σε ἐπέπεσον ἐπ' ἐμέ. Τί δέ ἐστιν, Οὐχ ἑαυτῷ ἤρεσεν; Ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι,  ἐξῆν μὴ παθεῖν ἅπερ ἔπαθεν, εἴ γε ἤθελε τὸ ἑαυτοῦ σκοπεῖν· ἀλλ' ὅμως οὐκ ἠθέλησεν, ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἑαυτὸν ἐκένωσεν; Ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι μόνον, ὅτι  ἄνθρωπος  γέγονεν,  ἀλλ' ὅτι  καὶ ὑβρίσθη, καὶ πονηρὰν  παρὰ πολλοῖς  ἔλαβε δόξαν, ἀσθενὴς εἶναι νομισθείς. Εἰ γὰρ Υἱὸς εἶ, φησὶ, τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·  καὶ,   Ἄλλους   ἔσωσεν,  ἑαυτὸν   οὐ   δύναται   σῶσαι.  ∆ιὸ   πράγματος ἐμνημόνευσε χρησιμεύοντος αὐτῷ εἰς τὴν παροῦσαν ὑπόθεσιν, καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο. Οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα μόνον, ἀλλὰ καὶ τὸν Πατέρα· Οἱ ὀνειδισμοὶ γὰρ τῶν ὀνειδιζόντων  σε ἐπέπεσον, φησὶν, ἐπ' ἐμέ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐδὲν συνέβη καινὸν, οὐδὲν ξένον. Οἱ γὰρ ἐπὶ τῆς Παλαιᾶς ὀνειδίζειν  αὐτῷ  μελετήσαντες,  οὗτοι  καὶ  κατὰ  τοῦ  Παιδὸς ἐμάνησαν.  Ταῦτα δὲ ἐγράφη,  ἵνα  μιμώμεθα.  Ἐνταῦθα  αὐτοὺς  καὶ  εἰς  πειρασμῶν  ὑπομονὴν  ἀλείφει λοιπόν· Ὅσα γὰρ προεγράφη, φησὶν, εἰς διδασκαλίαν ἡμῶν προεγράφη· ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, τουτέστιν, ἵνα μὴ ἐκπέσωμεν. Ποικίλοι γὰρ οἱ ἀγῶνες ἔσωθεν, ἔξωθεν, ἵνα νευρούμενοι καὶ παρακαλούμενοι  παρὰ  τῶν  Γραφῶν,  ὑπομονὴν  ἐπιδειξώμεθα,  ἵνα  ἐν  ὑπομονῇ ζῶντες,  μένωμεν  ἐπὶ  τῆς  ἐλπίδος.  Ταῦτα γὰρ  ἀλλήλων  ἐστὶ κατασκευαστικὰ, ἡ ὑπομονὴ  τῆς  ἐλπίδος,  ἡ  ἐλπὶς  τῆς  ὑπομονῆς·  ἅπερ ἀμφότερα  ἀπὸ  τῶν  Γραφῶν γίνεται. Εἶτα πάλιν εἰς εὐχὴν περιτρέπει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Ἐπειδὴ γὰρ εἶπε τὰ παρ' ἑαυτοῦ, καὶ τὰ ὑποδείγματα ἐπήγαγε τοῦ Χριστοῦ, καὶ τὴν ἀπὸ τῶν  Γραφῶν προσέθηκε μαρτυρίαν, δεικνὺς  ὅτι μετὰ τῶν  Γραφῶν καὶ αὐτὸς πάλιν  δίδωσι τὴν ὑπομονήν.  ∆ιὰ τοῦτο ἔλεγεν,  Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς  καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις, κατὰ Χριστὸν Ἰησοῦν. Τοῦτο γάρ ἐστιν ἀγάπης, ὃ περὶ ἑαυτοῦ τις φρονεῖ, τοῦτο καὶ περὶ τοῦ ἄλλου. γʹ. Εἶτα πάλιν  δεικνὺς,  ὅτι  οὐχ  ἁπλῶς  ἀγάπην  ζητεῖ,  ἐπήγαγε,  Κατὰ Χριστὸν Ἰησοῦν· ὃ πανταχοῦ ποιεῖ, ἐπειδή ἐστι καὶ ἑτέρα ἀγάπη. Καὶ τί τὸ κέρδος τῆς συμφωνίας; Ἵνα ὁμοθυμαδὸν, φησὶν, ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἐν ἑνὶ στόματι, ἀλλὰ καὶ μιᾷ ψυχῇ τοῦτο ποιεῖν ἐκέλευσεν. Εἶδες πῶς τὸ σῶμα ἥνωσεν ἅπαν, καὶ πῶς τὸν λόγον κατέκλεισε πάλιν εἰς δοξολογίαν; Ὅθεν καὶ ἐνάγει μάλιστα εἰς ὁμόνοιαν καὶ συμφωνίαν. Εἶτα πάλιν ἐντεῦθεν  τῆς  αὐτῆς  παραινέσεως  ἔχεται  λέγων·  ∆ιὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς  καὶ  ὁ  Χριστὸς προσελάβετο  ὑμᾶς  εἰς  δόξαν  Θεοῦ. Πάλιν  τὸ  παράδειγμα ἄνωθεν,   καὶ   τὸ   κέρδος  ἄφατον·   μάλιστα   γὰρ   τὸν   Θεὸν  τοῦτο   δοξάζει   τὸ συμπεφράχθαι.  Ὥστε κἂν  ἀλγῶν  ὑπὲρ  αὑτοῦ  διαστασιάζῃς  πρὸς  τὸν  ἀδελφὸν, ἐννοήσας ὅτι καταλύσας τὴν  ὀργὴν  τὸν  ∆εσπότην σου δοξάζεις, κἂν μὴ διὰ τὸν ἀδελφὸν, δι' αὐτὸ γοῦν τοῦτο καταλλάγηθι· μᾶλλον δὲ διὰ τοῦτο πρῶτον. Καὶ γὰρ ὁ Χριστὸς τοῦτο ἄνω καὶ κάτω στρέφει, καὶ τῷ Πατρὶ διαλεγόμενος ἔλεγεν· Ἐν τούτῳ γνώσονται  πάντες,  ὅτι  σύ με  ἀπέστειλας,  ἐὰν  ὦσιν  ἕν.  Πειθώμεθα  τοίνυν,  καὶ συνάπτωμεν  ἑαυτοὺς ἀλλήλοις.  Ἐνταῦθα γὰρ οὐκέτι τοὺς ἀσθενεῖς, ἀλλὰ πάντας διεγείρει. Κἂν βούληταί τις ἀποῤῥαγῆναί σου, μὴ καὶ σὺ ἀποῤῥαγῇς, μηδὲ τὸ ψυχρὸν ἐκεῖνο  φθέγξῃ  ῥῆμα, Ἐὰν φιλῇ  με, φιλῶ·  ἐὰν  μὴ  φιλῇ  με ὁ δεξιὸς  ὀφθαλμὸς, ἐξορύξω αὐτόν· σατανικὰ γὰρ τὰ ῥήματα ταῦτα, καὶ τελωνῶν ἄξια, καὶ τῆς Ἑλλήνων μικροψυχίας.  Σὺ δὲ  ὁ  πρὸς  μείζονα  κληθεὶς  πολιτείαν,  καὶ  εἰς  τοὺς  οὐρανοὺς ἐγγραφεὶς,  μειζόνων  ὑπεύθυνος  εἶ νόμων.  Μὴ δὴ λέγε  ταῦτα,  ἀλλ' ὅταν  σε μὴ βούληται φιλεῖν, τότε πλείονα ἐπιδείκνυσο τὴν ἀγάπην, ἵνα αὐτὸν ἐπισπάσῃ· καὶ γὰρ μέλος ἐστί· τὸ δὲ μέλος ὅταν ὑπό τινος ἀνάγκης ἀποσχίζηται τοῦ λοιποῦ σώματος, πάντα ποιοῦμεν ὥστε ἑνῶσαι πάλιν αὐτὸ, καὶ πλείονα πρόνοιαν ἐπιδεικνύμεθα τότε. Καὶ γὰρ πλείων ὁ μισθὸς, ὅταν μὴ βουλόμενον φιλεῖν ἐφελκύσῃ. Εἰ γὰρ ἐπὶ ἀρίστου κελεύει καλεῖν τοὺς μὴ δυναμένους ἡμῖν ἀντιδοῦναι, ἵνα αὐξηθῇ τὰ τῆς ἀντιδόσεως· πολλῷ  μᾶλλον  ἐπὶ  φιλίας  τοῦτο  δεῖ  ποιεῖν.  Ὁ μὲν  γὰρ  φιλούμενος  καὶ  φιλῶν ἀπέδωκέ σοι τὴν ἀμοιβήν· ὁ δὲ φιλούμενος καὶ μὴ φιλῶν, ἀνθ' ἑαυτοῦ τὸν Θεόν σοι χρεώστην κατέστησε· καὶ χωρὶς τούτων,  ὅταν μὲν φιλῇ  σε, οὐ πολλῆς  δεῖται τῆς σπουδῆς· ὅταν δὲ μὴ φιλῇ, τότε σου χρείαν ἔχει τῆς ἀντιλήψεως.  Μὴ τοίνυν  τὴν αἰτίαν τῆς σπουδῆς αἰτίαν ποιοῦ ῥᾳθυμίας, μηδὲ λέγε, ὅτι Ἐπειδὴ νοσεῖ, διὰ τοῦτο αὐτοῦ ἀμελῶ· καὶ γὰρ νόσος ἐστὶν ἡ κατάψυξις τῆς ἀγάπης· ἀλλὰ σὺ θέρμανον τὸ καταψυχθέν.  Τί οὖν ἐὰν μὴ θερμαίνηται, φησί; Μένε τὰ σαυτοῦ ποιῶν. Τί οὖν, ἂν μειζόνως  διαστρέφηται; Πάλιν μείζονά σοι τὴν ἀντίδοσιν  προξενεῖ, καὶ τοσοῦτον μᾶλλον  δείκνυσι  τοῦ  Χριστοῦ μιμητήν.  Εἰ γὰρ  τὸ  ἀγαπᾷν  ἀλλήλους,  γνώρισμα μαθητῶν·  Ἐν τούτῳ  γὰρ  γνώσονται  πάντες,  φησὶν,  ὅτι  ἐμοὶ  μαθηταί  ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους· τὸ τὸν μισοῦντα φιλεῖν, ἐννόησον ἡλίκον. Καὶ γὰρ ὁ ∆εσπότης σου μισοῦντας  ἐφίλει  καὶ  παρεκάλει·  καὶ  ὅσῳ ἀσθενεῖς  ἦσαν, τοσούτῳ  μᾶλλον αὐτῶν ἐπεμελεῖτο, καὶ ἐβόα λέγων, Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες. Καὶ τραπέζης ἠξίου τῆς αὑτοῦ τελώνας  καὶ ἁμαρτωλούς· καὶ ὅσην αὐτὸν ἠτίμασεν ἀτιμίαν ὁ τῶν Ἰουδαίων δῆμος, τοσαύτην περὶ αὐτοὺς ἐπεδείξατο τι μὴν καὶ κηδεμονίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Τοῦτον καὶ σὺ ζήλωσον. Οὐδὲ γὰρ μικρόν ἐστι τὸ κατορθούμενον, ἀλλ' οὗ χωρὶς οὐδὲ ὁ μαρτυρῶν σφόδρα δύναται ἀρέσαι Θεῷ, καθὼς ὁ Παῦλός φησι. Μὴ τοίνυν λέγε, ὅτι Μισοῦμαι, καὶ διὰ τοῦτο οὐ φιλῶ· διὰ γὰρ τοῦτο μάλιστα φιλεῖν ὀφείλεις. Ἄλλως δὲ οὐδ' ἔνι φιλοῦντα μισεῖσθαι ταχέως, ἀλλὰ κἂν θηρίον ᾖ τις, τοὺς φιλοῦντας  φιλεῖ· τοῦτο γὰρ καὶ οἱ ἐθνικοὶ, φησὶ, καὶ οἱ τελῶναι  ποιοῦσιν. Εἰ δὲ τοὺς φιλοῦντας  ἕκαστος φιλεῖ, τοὺς μετὰ τοῦ μισεῖσθαι φιλοῦντας τίς οὐκ ἂν ἀγαπήσειε; Τοῦτο τοίνυν ἐπίδειξαι, καὶ μὴ παύσῃ λέγων  τοῦτο τὸ ῥῆμα, ὅτι ὅσῳ ἄν με μισήσῃς, οὐ παύσομαί σε φιλῶν,  καὶ πᾶσαν φιλονεικίαν  ἐχάλασας, καὶ πᾶσαν ψυχὴν  ἐμάλαξας. Ἢ γὰρ ἀπὸ φλεγμονῆς γίνεται τὸ νόσημα τοῦτο, ἢ ἀπὸ ψυχρότητος· ἀλλ' ἀμφότερα ἡ τῆς ἀγάπης δύναμις διορθοῦν  εἴωθε  τῇ  θερμότητι.  Οὐχ ὁρᾷς  τοὺς  αἰσχρῶς  ἐρῶντας  ῥαπιζομένους, ἐμπτυομένους, ὀνειδιζομένους. μυρία πάσχοντας δεινὰ ὑπὸ τῶν πορνευομένων γυναικῶν  ἐκείνων;  Τί οὖν ἐξέλυσε τοῦτον  τὸν ἔρωτα; τὰ τῶν  ὕβρεων; Οὐδαμῶς, ἀλλὰ καὶ μᾶλλον ἀνῆψεν· καίτοι γε αἱ μὲν ταῦτα ποιοῦσαι μετὰ τοῦ πορνεύεσθαι καὶ ἀσήμου γένους  εἰσὶ  καὶ  εὐτελοῦς,  οἱ  δὲ  πάσχοντες  πολλάκις  λαμπροὺς  ἔχουσι προγόνους ἀριθμεῖν, καὶ πολλὴν ἄλλην περιφάνειαν  λέγειν· ἀλλ' ὅμως οὐδὲ τοῦτο αὐτοὺς ἐκλύει, οὐδὲ ἀφίστησι τῆς ἐρωμένης. δʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, ὅσην ὁ τοῦ διαβόλου καὶ τῶν δαιμόνων  ἔρως ἰσχὺν ἔχει, ταύτην οὐ δυνάμενοι περὶ τὴν κατὰ Θεὸν ἐπιδεῖξαι  φιλίαν;  οὐκ  ἐννοεῖς,  ὅτι  τοῦτο  μέγιστόν  ἐστιν  ὅπλον  κατὰ  τοῦ διαβόλου·  οὐ  συνορᾷς, ὅτι  παρέστηκεν  ὁ πονηρὸς  δαίμων  ἐκεῖνος,  ἕλκων  πρὸς ἑαυτὸν τὸν μισούμενον, καὶ βουλόμενος πλεονεκτῆσαι τὸ μέλος; σὺ δὲ παρατρέχεις, καὶ τὸ ἔπαθλον προδίδως τῆς μάχης; Καὶ γὰρ ἔπαθλον ὁ ἀδελφὸς ἐν τῷ μέσῳ κεῖται· κἂν   περιγένῃ,   σὺ   τὸν   στέφανον   ἔλαβες·   ἂν   δὲ   ῥᾳθυμήσῃς,   ἀστεφάνωτος ἀνεχώρησας.  Παῦσαι τοίνυν  τὸ  σατανικὸν  ἐκεῖνο  φθεγγόμενος   ῥῆμα,  ὅτι  Ἐὰν ἀδελφός  μου  μισῇ με, οὐδὲ  ἰδεῖν  αὐτὸν  βούλομαι.  Οὐδὲν γὰρ  αἰσχρότερον  τοῦ ῥήματος τούτου, καίτοι γε εὐγενοῦς  αὐτὸ ψυχῆς δεῖγμα εἶναι τίθενται  οἱ πολλοί· ἀλλ'  οὐδὲν  τούτων  δυσγενέστερον  οὐδὲ  ἀνοητότερον   οὐδὲ  ὠμότερον.  ∆ιὸ  δὴ μάλιστα  καὶ  πενθῶ,  ὅτι  τὰ  τῆς  κακίας  ἀρετῆς  εἶναι  νομίζουσιν  οἱ  πολλοὶ,  καὶ ὑπερορᾷν καὶ καταφρονεῖν,  λαμπρὸν ἔδοξεν εἶναι καὶ σεμνόν· ὅπερ μεγίστη παγίς ἐστι  τοῦ   διαβόλου,   τὸ   καὶ   ἀγαθὴν   περιθεῖναι   δόξαν   τῇ   πονηρίᾳ·   διὸ   καὶ δυσεξάλειπτος γίνεται.  Καὶ γὰρ πολλῶν  ἔγωγε  ἤκουσα σεμνυνομένων  ἐπὶ τῷ μὴ προσίεσθαι τοὺς ἀποστρεφομένους αὐτούς· καίτοι γε ὁ ∆εσπότης σου καὶ ἐγκαλλωπίζεται  τούτῳ. Ποσάκις γοῦν αὐτὸν διέπτυσαν ἄνθρωποι; ποσάκις ἀπεστράφησαν; αὐτὸς δὲ οὐ παύεται ἐπιτρέχων.  Μὴ τοίνυν  λέγε, ὅτι Οὐ δύναμαι προσίεσθαι τοὺς μισοῦντας, ἀλλ' εἰπὲ, ὅτι Οὐ δύναμαι διαπτύσαι τοὺς διαπτύοντας. Τοῦτο τοῦ μαθητοῦ  τοῦ Χριστοῦ τὸ ῥῆμα, ὡς τό γε ἕτερον τοῦ διαβόλου· τοῦτο λαμπροὺς ἐποίει καὶ ἐνδόξους, ὡς τό γε ἕτερον αἰσχροὺς καὶ καταγελάστους. ∆ιὰ τοῦτο θαυμάζομεν Μωϋσέα, ὅτι καὶ τοῦ Θεοῦ λέγοντος,  Ἔασόν με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτοὺς, οὐκ ἠδυνήθη διαπτύσαι τοὺς πολλάκις αὐτὸν ἀποστραφέντας, ἀλλ' ἔλεγεν, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλειψον. Θεοῦ γὰρ φίλος ἦν καὶ μιμητής. Μὴ δὴ σεμνυνώμεθα ἐν οἷς ἐγκαλύπτεσθαι δεῖ, μηδὲ λέγωμεν  τὰ τῶν  ἀγοραίων  τούτων  καὶ σεσυρμένων ἀνθρώπων,  Οἶδα καταπτύσαι μυρίων· ἀλλὰ κἂν ἕτερος τοῦτο λέγῃ, καταγελῶμεν καὶ ἐπιστομίζωμεν, ὅτι καλλωπίζεται  ἐφ' οἷς αἰσχύνεσθαι ἔδει. Τί λέγεις, εἰπέ μοι; καταπτύεις  ἀνθρώπου πιστοῦ, οὗ ἀπίστου ὄντος οὐ κατέπτυσεν ὁ Χριστός; Τί λέγω, οὐ κατέπτυσεν; Οὕτω μὲν οὖν αὐτὸν ἐφίλησεν ἐχθρὸν ὄντα καὶ δυσειδῆ, ὡς καὶ ἀποθανεῖν  ὑπὲρ αὐτοῦ. Εἶτα αὐτὸς μὲν οὕτως ἐφίλησε καὶ τοιοῦτον ὄντα, σὺ δὲ νῦν, ὅτε ὡραῖος ἐγένετο καὶ θαυμαστὸς, διαπτύεις, εἰπέ μοι, μέλος ὄντα τοῦ Χριστοῦ, καὶ σῶμα γενόμενον ∆εσποτικόν; οὐκ ἐννοεῖς,  τί φθέγγῃ; οὐκ αἰσθάνῃ οἷα τολμᾷς;  Κεφαλὴν ἔχει τὸν Χριστὸν, καὶ τράπεζαν καὶ ἱμάτιον καὶ ζωὴν καὶ φῶς καὶ νυμφίον, καὶ πάντα ἐστὶν ἐκεῖνος αὐτῷ, καὶ τολμᾷς εἰπεῖν, ὅτι ∆ιαπτύω τοῦτον; καὶ οὐ τοῦτον μόνον, ἀλλὰ καὶ μυρίους ἑτέρους μετ' αὐτοῦ; Ἐπίσχες, ἄνθρωπε, καὶ ἀνάπαυσαι τῆς μανίας· ἐπίγνωθι τὸν ἀδελφὸν, μάθε ὅτι ἀνοίας ταῦτα τὰ ῥήματα καὶ παραπληξίας, καὶ λέγε τἀναντία, ὅτι  Κἂν μυριάκις  με  διαπτύῃ,  ἐγὼ  οὐκ  ἀποστήσομαι· οὕτω  καὶ  τὸν  ἀδελφὸν κερδανεῖς, καὶ εἰς δόξαν τοῦ Θεοῦ βιώσῃ, καὶ τῶν μελλόντων  μεθέξεις ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/















Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |