ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Κ∆ʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.

Δευτέρα 31 Οκτωβρίου 2016

Κ∆ʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι.




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

Κ∆ʹ. Καὶ τοῦτο, εἰδότες τὸν καιρὸν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου  ἐγερθῆναι.


 αʹ. Ἐπειδὴ  πάντα  ἅπερ  ἐχρῆν  ἐπέταξεν,  ὠθεῖ  πάλιν  αὐτοὺς  εἰς  τὴν  τῶν  ἀγαθῶν ἐργασίαν  ἀπὸ τοῦ  κατεπείγοντος.  Ἐπὶ θύραις  γὰρ, φησὶν,  ὁ τῆς  κρίσεως ἕστηκε καιρός· καθάπερ καὶ Κορινθίοις ἔγραφεν, ὅτι Ὁ καιρὸς συνεσταλμένος τὸ λοιπόν ἐστι· καὶ Ἑβραίοις δὲ πάλιν, Ἔτι μικρὸν ὅσον ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ἀλλ' ἐκεῖ μὲν τοὺς πονουμένους ἀνιστὰς, καὶ τοὺς ἱδρῶτας τῶν ἐπαλλήλων πειρασμῶν παραμυθούμενος ταῦτα ἔλεγεν, ἐνταῦθα δὲ τοὺς καθεύδοντας διεγείρων· καὶ γὰρ πρὸς ἀμφότερα χρήσιμος ἡμῖν οὗτος ὁ λόγος. Τί δέ ἐστιν, ὅ φησιν, Ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι; Τουτέστιν, ἐγγὺς ἡ ἀνάστασις, ἐγγὺς ἡ κρίσις ἡ φοβερὰ, ἐγγὺς  ἡ ἡμέρα ἡ ὡς  κλίβανος  καιομένη·  καὶ δεῖ λοιπὸν  ἡμᾶς ἀπαλλαγῆναι  τῆς ῥᾳθυμίας. Νῦν γὰρ ἐγγύτερον  ἡμῶν  ἡ σωτηρία, ἢ ὅτε  ἐπιστεύσαμεν. Ὁρᾷς πῶς ἐφίστησιν αὐτοῖς ἤδη τὴν ἀνάστασιν;


Τοῦ χρόνου γὰρ προϊόντος, φησὶν, ὁ μὲν τοῦ παρόντος  βίου δαπανᾶται  καιρὸς, ὁ δὲ τοῦ μέλλοντος  αἰῶνος  ἐγγύτερος γίνεται.  Ἂν  μὲν  οὖν  ᾖς  παρεσκευασμένος, καὶ  πάντα  πεποιηκὼς  ὅσα ἐπέταξε, σωτηρίας γίνεται  ἡ ἡμέρα· ἂν δὲ τοὐναντίον,  οὐκέτι. Ἀλλ' οὐκ ἀπὸ τῶν λυπηρῶν, ἀλλ'  ἀπὸ  τῶν  χρηστῶν  προτρέπει  τέως,  καὶ  ταύτῃ  τῆς  τῶν  παρόντων  αὐτοὺς ἀπολύων  συμπαθείας. Εἶτα, ἐπειδὴ  εἰκὸς  ἦν  αὐτοὺς  ἐν  μὲν  ἀρχῇ καὶ προοιμίοις σπουδαιοτέρους   εἶναι,   ἅτε   ἀκμάζοντος   αὐτοῖς   τοῦ   πόθου,   τοῦ   χρόνου   δὲ προελθόντος  καταμαρανθῆναι τὴν πᾶσαν σπουδὴν, φησὶν ὅτι τοὐναντίον  μὲν οὖν δεῖ ποιεῖν, οὐχὶ ἐκλύεσθαι προϊόντος τοῦ χρόνου, ἀλλὰ μᾶλλον ἀκμάζειν. Ὅσῳ γὰρ ἂν ὁ βασιλεὺς ἐγγίζῃ, τοσούτῳ μᾶλλον δεῖ παρασκευάσασθαι· ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ πρὸς τοὺς ἀγῶνας· ἐπεὶ καὶ οἱ δρομεῖς τοῦτο ποιοῦσιν· ὅταν πρὸς τῷ τέλει τοῦ δρόμου γίνωνται καὶ τῇ τοῦ βραβείου λήψει, τότε διανίστανται μειζόνως. ∆ιὰ τοῦτο ἔλεγε, Νῦν ἐγγύτερον ἡμῶν ἡ σωτηρία, ἢ ὅτε ἐπιστεύσαμεν. Ἡ νὺξ προέκοψεν, ἡ δὲ  ἡμέρα ἤγγικεν.  Οὐκοῦν εἰ αὕτη μὲν τελευτᾷ, ἐκείνη δὲ πλησιάζει· τὰ ἐκείνης πράττωμεν λοιπὸν, μὴ τὰ ταύτης. Καὶ γὰρ καὶ ἐν τοῖς βιωτικοῖς τοῦτο γίνεται· καὶ ὅταν ἴδωμεν πρὸς ὄρθρον τὴν νύκτα ἐπειγομένην, καὶ χελιδόνος ᾀδούσης ἀκούσωμεν, τὸν πλησίον ἕκαστος διεγείρομεν, καίτοιγε  ἔτι  τῆς  νυκτὸς  οὔσης· ἀλλ'  ἐπειδὴ  λοιπὸν  ἄπεισιν,  ἐπειγόμεθα  λοιπὸν λέγοντες ἀλλήλοις, ὅτι Ἡμέρα γέγονε, καὶ τὰ τῆς ἡμέρας ἅπαντα πράττομεν, ἐνδυόμενοι καὶ ὀνείρων ἀπαλλαττόμενοι καὶ ὕπνον διακρουόμενοι, ἵνα παρεσκευασμένους ἡ ἡμέρα εὕρῃ, καὶ μὴ ἀνισχούσης ἀκτῖνος τότε ἀρξώμεθα ἀνίστασθαι καὶ διατείνεσθαι. Ὅπερ οὖν ἐκεῖ ποιοῦμεν, τοῦτο καὶ ἐνταῦθα πράξωμεν· ἀποδυσώμεθα τὰς φαντασίας, ἀπαλλαγῶμεν τῶν ὀνειράτων τοῦ παρόντος βίου, ἀποθώμεθα τὸν βαθὺν ὕπνον, καὶ ἐνδυσώμεθα ἀντὶ ἱματίων τὴν ἀρετήν· ταῦτα γὰρ ἅπαντα δηλῶν  ἔλεγεν, Ἀποθώμεθα γοῦν τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. Καὶ γὰρ πρὸς παράταξιν καὶ μάχην ἡ ἡμέρα ἡμᾶς καλεῖ. Ἀλλὰ μὴ δείσῃς παράταξιν καὶ ὅπλα ἀκούσας. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς παντευχίας βαρὺ καὶ ἀπευκτὸν τὸ ὁπλίζεσθαι, ἐνταῦθα δὲ ποθεινὸν καὶ εὐχῆς ἄξιον· φωτὸς γάρ ἐστι τὰ ὅπλα·  διὸ  καὶ  τῆς  ἀκτῖνος   λαμπρότερόν   σε  ἀποφαίνει   πολλὴν   ἀφιέντα   τὴν ἀστραπὴν, καὶ ἐν ἀσφαλείᾳ σε καθίστησιν· ὅπλα γάρ ἐστι· καὶ καταλάμπεσθαι ποιεῖ· φωτὸς γάρ ἐστιν ὅπλα. Τί οὖν; οὐκ ἀνάγκη πολεμεῖν; Ἀνάγκη μὲν πολεμεῖν, οὐ μὴν ταλαιπωρεῖσθαι  καὶ  πονεῖν·  οὐδὲ  γὰρ  πόλεμος  τοῦτό  ἐστιν,  ἀλλὰ  χορεία  καὶ πανήγυρις. Τοιαύτη τῶν ὅπλων τούτων ἡ φύσις, τοιαύτη ἡ τοῦ στρατηγοῦ δύναμις. Καὶ καθάπερ  νυμφίος  καλλωπιζόμενος  ἀπὸ  τῆς  παστάδος  πρόεισιν,  οὕτω  καὶ  ὁ τούτοις  φραττόμενος  τοῖς  ὅπλοις· καὶ  γὰρ  στρατιώτης  ὁμοῦ καὶ  νυμφίος  ἐστίν. Εἰπὼν δὲ, ὅτι Ἡ ἡμέρα ἤγγικεν,  οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ' ἤδη αὐτὴν ἐφίστησι· φησὶ γὰρ, Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν. Ἤδη γὰρ πάρεστιν ἡ ἡμέρα.  Καὶ ἀφ'  ὧν  μάλιστα  οἱ  πολλοὶ  προτρέπονται,  ἀπὸ  τούτων  καὶ  αὐτοὺς ἐφέλκεται,  τῆς εὐσχημοσύνης· πολὺς  γὰρ αὐτοῖς  τῆς παρὰ τῶν  πολλῶν  δόξης ὁ λόγος. Καὶ οὐκ εἶπε, Περιπατεῖτε, ἀλλὰ, Περιπατήσωμεν, ὥστε ἀνεπαχθῆ ποιῆσαι τὴν παραίνεσιν, καὶ κούφην τὴν ἐπίπληξιν. Μὴ κώμοις καὶ μέθαις· οὐ τὸ πίνειν κωλύων, ἀλλὰ τὸ ἀμέτρως· οὐ τὸ ἀπολαύειν οἴνου, ἀλλὰ τὸ μετὰ παροινίας· ὥσπερ οὖν καὶ τὸ ἑξῆς μετὰ τοῦ αὐτοῦ μέτρου τίθησι λέγων·  Μὴ κοίταις  καὶ ἀσελγείαις. Οὐδὲ γὰρ ἐνταῦθα τὸ μίγνυσθαι γυναιξὶν  ἀναιρεῖ, ἀλλὰ τὸ πορνεύειν. Μὴ ἔριδι καὶ ζήλῳ. Τὰ γὰρ καίρια τῶν  παθῶν  σβέννυσι τὴν  ἐπιθυμίαν  καὶ τὸν θυμόν. ∆ιόπερ οὐκ αὐτὰ μόνον,  ἀλλὰ  καὶ  τὰς  πηγὰς  αὐτῶν  ἀναιρεῖ.  βʹ. Οὐδὲν γὰρ  οὕτω  καὶ  ἐπιθυμίαν ἀνάπτει καὶ ὀργὴν ἐκκαίει, ὡς μέθη καὶ παροινία. ∆ιὰ τοῦτο πρότερον εἰπὼν, Μὴ κώμοις καὶ μέθαις, τότε ἐπήγαγε· Μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ. Καὶ οὐδὲ  ἐνταῦθα  ἔστη, ἀλλ'  ἀποδύσας  ἡμᾶς  τῶν  πονηρῶν  ἱματίων,  ἄκουσον  πῶς καλλωπίζει  λοιπὸν  λέγων·  Ἀλλ'  ἐνδύσασθε τὸν  Κύριον ἡμῶν  Ἰησοῦν  Χριστόν. Οὐκέτι εἶπεν ἔργα, ἀλλὰ μειζόνως αὐτοὺς ἀνέστησεν. Ὅτε μὲν γὰρ περὶ τῆς κακίας ἔφησεν, ἔργα ἔλεγεν· ὅτε δὲ περὶ τῆς ἀρετῆς, οὐκέτι ἔργα, ἀλλ' ὅπλα, δεικνὺς ὅτι ἐν πάσῃ  ἀσφαλείᾳ  καθίστησιν  ἡ  ἀρετὴ  τὸν  ἔχοντα   αὐτὴν,  καὶ  ἐν  πάσῃ λαμπρότητι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλ' ἐπὶ τὸ μεῖζον ἄγων τὸν λόγον, ὃ πολλῷ φρικωδέστερον ἦν, αὐτὸν τὸν ∆εσπότην δίδωσιν ἡμῖν ἱμάτιον, αὐτὸν τὸν βασιλέα. Ὁ γὰρ τοῦτον περιβεβλημένος, ἅπασαν ἔχει καθόλου τὴν ἀρετήν. Ὅταν δὲ εἴπῃ, Ἐνδύσασθε, πάντοθεν ἡμᾶς αὐτὸν περιβαλέσθαι κελεύει· ὥσπερ ἀλλαχοῦ φησιν, Εἰ δὲ Χριστὸς ἐν ὑμῖν· καὶ πάλιν, Εἰς τὸν ἔσω ἡμῶν ἄνθρωπον κατοικῆσαι τὸν Χριστόν. Καὶ γὰρ οἰκίαν αὐτῷ βούλεται εἶναι τὴν ψυχὴν τὴν ἡμετέραν, καὶ ὡς ἱμάτιον ἡμῖν αὐτὸν περικεῖσθαι, ἵνα πάντα αὐτὸς ἡμῖν ᾖ ἔσωθεν καὶ ἔξωθεν. Καὶ γὰρ πλήρωμα ἡμῶν αὐτός (καὶ γὰρ Πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσι πληρουμένου)· καὶ ὁδὸς καὶ ἀνὴρ καὶ νυμφίος  (Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνήν)· καὶ ῥίζα καὶ ποτὸν καὶ τροφὴ καὶ ζωή (Ζῶ γὰρ, φησὶν, οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός)· καὶ ἀπόστολος καὶ  ἀρχιερεὺς  καὶ  διδάσκαλος καὶ  πατὴρ  καὶ  ἀδελφὸς  καὶ συγκληρονόμος, καὶ τάφου κοινωνὸς  καὶ σταυροῦ (Συνετάφημεν  γὰρ αὐτῷ, φησὶ, καὶ σύμφυτοι γεγόναμεν  τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ)· καὶ ἱκέτης (Ὑπὲρ γὰρ Χριστοῦ πρεσβεύομεν)· καὶ πρὸς τὸν Πατέρα συνήγορος (καὶ γὰρ Ἐντυγχάνει, φησὶν, ὑπὲρ ἡμῶν)· καὶ οἶκος καὶ ἔνοικος (Ὁ γὰρ ἐν ἐμοὶ μένων, κἀγὼ ἐν αὐτῷ), καὶ φίλος (Ὑμεῖς γὰρ φίλοι μού ἐστε)· καὶ θεμέλιος καὶ λίθος ἀκρογωνιαῖος· καὶ ἡμεῖς αὐτοῦ καὶ μέλη καὶ γεώργιον καὶ οἰκοδομὴ καὶ κλήματα καὶ συνεργοί. Τί γὰρ οὐ βούλεται ἡμῶν  εἶναι,  παντὶ  τρόπῳ  συγκολλῶν   καὶ  συνάπτων  ἡμᾶς;  ὅπερ  τοῦ  σφόδρα φιλοῦντός   ἐστι.  Πείθου  τοίνυν,   καὶ  ἀναστὰς  ἐξ  ὕπνων   ἔνδυσαι  αὐτὸν,   καὶ ἐνδυσάμενος εὐήνιον αὐτῷ πάρεχε τὴν σάρκα· τοῦτο γὰρ ᾐνίξατο εἰπὼν, Τῆς σαρκὸς πρόνοιαν  μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Ὥσπερ γὰρ οὐ τὸ πίνειν  ἐκώλυσεν, ἀλλὰ τὸ μεθύειν, οὐδὲ τὸ γαμεῖν, ἀλλὰ τὸ ἀσελγεῖν· οὕτως οὐδὲ τὸ προνοεῖν  τῆς σαρκὸς, ἀλλὰ τὸ εἰς ἐπιθυμίας, οἷον τὸ τὴν χρείαν ὑπερβαίνειν· ἐπεὶ, ὅτι γε προνοεῖν αὐτῆς κελεύει, ἄκουσον τί φησι Τιμοθέῳ· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας. Οὕτω δὴ καὶ ἐνταῦθα προνόει μὲν, ἀλλὰ πρὸς ὑγείαν, μὴ πρὸς ἀσέλγειαν. Οὐδὲ γὰρ ἂν εἴη τοῦτο πρόνοια λοιπὸν, ὅταν τὴν φλόγα ἀνάπτῃς, ὅταν χαλεπὴν τὴν κάμινον ποιῇς. Ἵνα δὲ καὶ σαφέστερον μάθητε, τί ποτέ ἐστι τὸ προνοεῖν αὐτῆς εἰς ἐπιθυμίαν, καὶ φύγητε τὴν τοιαύτην πρόνοιαν, τοὺς μεθύοντας, τοὺς γαστριζομένους, τοὺς ἐν ἱματίοις καλλωπιζομένους,  τοὺς θρυπτομένους, τοὺς τὸν  ὑγρὸν καὶ διαῤῥέοντα ζῶντας βίον ἐννοήσατε, καὶ εἴσεσθε τὸ εἰρημένον. Ἐκεῖνοι γὰρ πάντα  ποιοῦσιν,  οὐχ  ἵνα  ὑγιαίνωσιν,   ἀλλ'  ἵνα  σκιρτῶσιν,  ἵνα  τὴν  ἐπιθυμίαν ἀνάπτωσιν. Ἀλλ' ὁ τὸν Χριστὸν ἐνδεδυμένος σὺ, πάντα ἐκεῖνα περικόψας, ἓν ζήτει μόνον,  ὅπως  ὑγιαίνουσαν  ἔχῃς  τὴν  σάρκα· καὶ  μέχρι  τοσούτου προνόει  ταύτης, περαιτέρω δὲ μηκέτι, ἀλλὰ πᾶσαν τὴν σπουδὴν εἰς τὴν τῶν πνευματικῶν  ἀνάλισκε ἐπιμέλειαν. Οὕτω γὰρ καὶ ἀναστῆναι ἐκ τοῦ ὕπνου τούτου δυνήσῃ, μὴ βαρούμενος ταῖς ποικίλαις ταύταις ἐπιθυμίαις. Καὶ γὰρ ὕπνος ὁ παρὼν βίος, καὶ ὀνειράτων οὐδὲν τὰ ἐν αὐτῷ διενήνοχε. Καὶ καθάπερ οἱ καθεύδοντες καὶ παραφθέγγονται,  καὶ ὁρῶσι πολλάκις  οὐδὲν ὑγιὲς, οὕτω καὶ ἡμεῖς· μᾶλλον  δὲ καὶ πολλῷ  χεῖρον. Ὁ μὲν γὰρ αἰσχρά τινα πράξας ἢ εἰπὼν ὄναρ, ἀπαλλαγεὶς τοῦ ὕπνου, καὶ τῆς αἰσχύνης ἀπήλλακται, καὶ δίκην οὐ δίδωσιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ἡ αἰσχύνη καὶ ἡ τιμωρία   ἀθάνατος.   Πάλιν,  οἱ  πλουτοῦντες   ὄναρ,  ἡμέρας  γενομένης ἐλέγχονται  εἰκῆ πλουτήσαντες· ἐνταῦθα  δὲ καὶ πρὸ τῆς ἡμέρας ὁ ἔλεγχος  ἔπεισι πολλάκις, καὶ πρὶν ἀπελθεῖν ἐκεῖ, τὰ ὀνείρατα ταῦτα ἀπέπτη. Ἀποτιναξώμεθα τοίνυν τὸν πονηρὸν τοῦτον ὕπνον. Ἂν γὰρ καθεύδοντας ἡμᾶς ἡ ἡμέρα καταλάβῃ, θάνατος διαδέξεται  ἀθάνατος·  καὶ  πρὸ  τῆς  ἡμέρας  δὲ  ἐκείνης  πᾶσιν  εὐεπιχείρητοι  τοῖς ἐχθροῖς   τοῖς   ἐντεῦθεν   ἐσόμεθα,  καὶ   ἀνθρώποις   καὶ   δαίμοσι·   κἂν   ἀνελεῖν βουληθῶσιν, ὁ κωλύσων  οὐδείς. Εἰ μὲν γὰρ πολλοὶ  οἱ ἐγρηγορότες ἦσαν, οὐκ ἦν τοσοῦτος ὁ κίνδυνος·  ἐπειδὴ  δὲ εἷς που καὶ δεύτερος λύχνον  ἅψας, καθάπερ ἐν βαθυτάτῃ νυκτὶ τῶν ἄλλων καθευδόντων, ἐγρήγορε, διὰ τοῦτο πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας,  πολλῆς  τῆς  ἀσφαλείας,  ὥστε μὴ τὰ ἀνήκεστα  παθεῖν.  γʹ. Οὐχὶ δοκεῖ λαμπρὰ ἡ ἡμέρα εἶναι νῦν; οὐχὶ πάντες  ἐγρηγορέναι νομίζομεν  καὶ νήφειν;  Ἀλλ' ὅμως (καὶ τάχα γελάσεσθε τὸ εἰρημένον, ἐγὼ μέντοι αὐτὸ ἐρῶ) τοῖς ἐν βαθείᾳ νυκτὶ καθεύδουσί τε καὶ ῥέγχουσιν ἐοίκαμεν ἅπαντες. Καὶ εἴ γε οὐσίαν ἀσώματον ἦν ἰδεῖν, ἔδειξα ἂν ὑμῖν πῶς οἱ μὲν πλείους ῥέγχουσιν, ὁ δὲ διάβολος διορύττει τοίχους, καὶ κατασφάττει  κειμένους,  καὶ ὑφαιρεῖται  τὰ ἔνδον,  καθάπερ ἐν  σκότῳ βαθεῖ μετὰ ἀδείας ἅπαντα πράττων. Μᾶλλον δὲ, εἰ καὶ ὀφθαλμοῖς τοῦτο ἰδεῖν ἀδύνατον, ὑπογράψωμεν  αὐτὸ τῷ λόγῳ, καὶ ἐννοήσωμεν πόσοι ὑπὸ ἐπιθυμιῶν  εἰσι πονηρῶν βεβαρημένοι, πόσοι τῷ χαλεπῷ  τῆς ἀσελγείας κάρῳ κατεχόμενοι, καὶ τὸ φῶς τοῦ πνεύματος κατασβεννύντες. ∆ιά τοι τοῦτο ἕτερα ἀνθ' ἑτέρων βλέπουσιν, ἕτερα ἀνθ' ἑτέρων  ἀκούουσι, καὶ  οὐδενὶ  τῶν  ἐνταῦθα  λεγομένων  προσέχουσιν.  Εἰ δὲ  ἐγὼ ψεύδομαι  ταῦτα  λέγων,  καὶ  ἐγρηγορὼς  ἕστηκας,  εἰπέ  μοι,  τί  γέγονεν  ἐνταῦθα σήμερον, εἰ μὴ ὡς ὀνειράτων ἤκουσας; Καὶ οἶδα μὲν, ὅτι ἐροῦσί τινες· οὐδὲ γὰρ κατὰ πάντων  ταῦτα  λέγω·  ἀλλὰ  σὺ ὁ  τοῖς  εἰρημένοις  ἔνοχος  ὢν,  ὁ  μάτην  ἐνταῦθα εἰσελθὼν,  εἰπὲ, τίς  προφήτης,  ποῖος ἀπόστολος σήμερον διελέχθη  ἡμῖν,  καὶ περὶ τίνων.  Ἀλλ' οὐκ ἂν ἔχοις εἰπεῖν· καὶ γὰρ πολλὰ ὡς ἐν ὀνείρῳ διελέχθης  ἐνταῦθα, τῶν ἀληθινῶν  οὐκ ἀκούσας πραγμάτων. Ταῦτα δέ μοι καὶ πρὸς γυναῖκας εἰρήσθω· καὶ γὰρ ἐν  ἐκείναις  πολὺς  ὁ ὕπνος· καὶ εἴθε ὕπνος.  Ὁ μὲν  γὰρ καθεύδων  οὔτε πονηρόν τι φθέγγεται, οὔτε χρηστόν· ὁ δὲ οὕτως ἐγρηγορὼς ὡς ὑμεῖς, πολλὰ καὶ ἐπὶ κακῷ   τῆς   ἑαυτοῦ   κεφαλῆς   ἐκβάλλει   ῥήματα,   τόκους   ἀριθμῶν,   λογισμοὺς δανεισμάτων  συντιθεὶς, καπηλείας ἀναισχύντου  μεμνημένος, τὰς ἀκάνθας πυκνὰς καταφυτεύων  ἐν τῇ ἑαυτοῦ ψυχῇ, καὶ τὸν σπόρον οὐκ ἀφεὶς οὐδὲ μικρὸν προκύψαι ποτέ. Ἀλλὰ διανάστηθι, καὶ τὰς ἀκάνθας ταύτας  προῤῥίζους ἀνάσπασον, καὶ τὴν μέθην ἀποτίναξαι· καὶ γὰρ ἐντεῦθεν ὁ ὕπνος. Μέθην δὲ οὐκ οἴνου λέγω μόνον, ἀλλὰ καὶ τῶν  βιωτικῶν  φροντίδων,  καὶ μετὰ τούτων  καὶ τὴν ἀπὸ τοῦ οἴνου. Ταῦτα δὲ οὐχὶ πλουσίοις μόνον, ἀλλὰ καὶ πένησι παραινῶ, καὶ μάλιστα τοῖς τὰ φιλικὰ συγκροτοῦσι συμπόσια. Οὐ γάρ ἐστι τοῦτο τρυφὴ  οὐδὲ ἄνεσις, ἀλλὰ  κόλασις καὶ τιμωρία· τρυφὴ γὰρ οὐκ αἰσχρὰ εἰπεῖν, ἀλλὰ σεμνὰ φθέγξασθαι, ἐμπλησθῆναι, οὐ διαῤῥαγῆναι. Εἰ δὲ ἡδονὴν αὐτὸ νομίζεις, δεῖξόν μοι ἐν ἑσπέρᾳ τὴν ἡδονήν·
ἀλλ' οὐκ ἂν ἔχοις. Καὶ οὔπω λέγω τὰς ἐντεῦθεν βλάβας, ἀλλὰ τέως περὶ τῆς ἡδονῆς σοι διαλέγομαι τῆς εὐθέως μαραινομένης· ὁμοῦ τε γὰρ διελύθη τὸ συμπόσιον, καὶ ἀπέπτη τὰ τῆς εὐφροσύνης. Ὅταν δὲ καὶ τὸν ἔμετον εἴπω, καὶ τὰς καρηβαρίας, καὶ τὰ μυρία νοσήματα, καὶ τὴν  τῆς ψυχῆς  αἰχμαλωσίαν,  τί πρὸς ταῦτα  ἐρεῖς; Μὴ γὰρ, ἐπειδὴ  πένητές  ἐσμεν, καὶ  ἀσχημονεῖν  ὀφείλομεν;  Ταῦτα δὲ  λέγω,  οὐ  κωλύων συνιέναι οὐδὲ κοινῇ συνδειπνεῖν,  ἀλλὰ κωλύων  ἀσχημονεῖν, καὶ βουλόμενος τὴν τρυφὴν εἶναι τρυφὴν, ἀλλὰ μὴ κόλασιν μηδὲ τιμωρίαν καὶ μέθην καὶ κῶμον. Μαθέτωσαν  Ἕλληνες,  ὅτι  μάλιστα  Χριστιανοὶ  τρυφᾷν  ἴσασι, καὶ  τρυφᾷν  μετὰ κόσμου. Ἀγαλλιᾶσθε γὰρ, φησὶ, τῷ  Κυρίῳ ἐν τρόμῳ. Πῶς δὲ ἔστιν ἀγαλλιᾶσθαι; Ὕμνους λέγοντας,  εὐχὰς  ποιουμένους,  ψαλμοὺς  ἐπεισάγοντας  ἀντὶ  τῶν ἀνελευθέρων  ἐκείνων  ᾀσμάτων.  Οὕτω καὶ  ὁ Χριστὸς τῇ  τραπέζῃ  παρέσται, καὶ εὐλογίας  ἐμπλήσει τὴν εὐωχίαν  ἅπασαν, ὅταν εὔχῃ, ὅταν ᾄδῃς πνευματικὰ,  ὅταν πένητας  ἐπὶ τῶν  προκειμένων  τὴν  κοινωνίαν  καλῇς, ὅταν  εὐταξίαν  πολλὴν  καὶ σωφροσύνην ἐπιστήσῃς τῷ συμποσίῳ· οὕτω καὶ ἐκκλησίαν ἐργάσῃ τὸν τόπον, ἀντὶ τῶν ἀκαίρων κραυγῶν καὶ εὐφημιῶν τὸν τῶν ἁπάντων ∆εσπότην ὑμνῶν. Καὶ μή μοι λέγε, ὅτι ἕτερος ἐκράτησε νόμος, ἀλλὰ διορθοῦ τὰ κακῶς ἔχοντα. Εἴτε γὰρ ἐσθίετε, φησὶν, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καὶ γὰρ ἀπὸ τῶν τοιούτων  τραπεζῶν ὑμῖν αἱ πονηραὶ ἐπιθυμίαι, ἐντεῦθεν αἱ ἀσέλγειαι, ἐντεῦθεν αἱ γυναῖκες  μὲν ἐν καταφρονήσει, αἱ δὲ πόρναι ἐν τιμῇ παρ' ὑμῖν· ἐντεῦθεν  αἱ τῶν οἰκιῶν  ἀνατροπαὶ, καὶ τὰ μυρία κακὰ, καὶ ἄνω  καὶ κάτω πάντα  γέγονε,  καὶ τὴν πηγὴν  ἀφέντες  τὴν  καθαρὰν,  ἐπὶ  τοῦ  βορβόρου τὸν  ὀχετὸν  τρέχετε.  Ὅτι  γὰρ βόρβορος τὸ τῆς πόρνης σῶμα, οὐδένα ἕτερον ἐρωτῶ, ἀλλ' αὐτόν σε τὸν ἐγκαλινδούμενον   τῷ  βορβόρῳ, εἰ  μὴ  σαυτὸν  ἐρυθριᾷς,  εἰ  μὴ  ἀκάθαρτον  εἶναι νομίζεις μετὰ τὴν ἁμαρτίαν. ∆ιὸ, παρακαλῶ, φεύγετε τὴν πορνείαν καὶ τὴν ταύτης μητέρα τὴν μέθην· Τί σπείρεις ὅπου θερίσαι οὐκ ἔνι, μᾶλλον δὲ, κἂν θερίσῃς, πολλήν σοι φέρει τὴν αἰσχύνην ὁ καρπός; Κἂν γὰρ τεχθῇ παιδίον, καὶ σὲ ᾔσχυνε, καὶ αὐτὸ ἠδίκηται διὰ σὲ νόθον καὶ δυσγενὲς γενόμενον. Κἂν μυρία αὐτῷ καταλίπῃς χρήματα, ἄτιμος ἐν οἰκίᾳ, ἄτιμος ἐν πόλει, ἄτιμος ἐν δικαστηρίῳ, καὶ ὁ ἐκ πόρνης καὶ ὁ ἐκ δούλης· ἄτιμος δὲ καὶ σὺ πάλιν, καὶ ζῶν καὶ τετελευτηκώς· κἂν γὰρ ἀπέλθῃς, μένει τὰ ὑπομνήματα  τῆς ἀσχημοσύνης. Τί τοίνυν  ἅπαντα καταισχύνεις; δʹ. Τί σπείρεις ἔνθα ἡ ἄρουρα σπουδάζει διαφθεῖραι τὸν καρπόν; ἔνθα πολλὰ τὰ ἀτόκια; ἔνθα πρὸ τῆς γενέσεως φόνος; καὶ γὰρ καὶ τὴν πόρνην οὐκ ἀφίης μεῖναι πόρνην μόνον, ἀλλὰ καὶ  ἀνδροφόνον  ποιεῖς.  Εἶδες ἀπὸ  μέθης  πορνείαν,  ἀπὸ  πορνείας  μοιχείαν,  ἀπὸ μοιχείας φόνον; μᾶλλον δὲ καὶ φόνου τι χεῖρον· οὐδὲ γὰρ ἔχω πῶς αὐτὸ καλέσω· οὐ γὰρ τεχθέντα  ἀναιρεῖ,  ἀλλὰ  καὶ τεχθῆναι  κωλύει.  Τί τοίνυν; Καὶ τοῦ  Θεοῦ τὴν δωρεὰν  ὑβρίζεις, καὶ  τοῖς  αὐτοῦ  μάχῃ  νόμοις,  καὶ  ὅπερ ἐστὶ κατάρα, τοῦτο  ὡς εὐλογίαν μεταδιώκεις, καὶ τὸ ταμιεῖον τῆς γενέσεως ταμιεῖον ποιεῖς σφαγῆς, καὶ τὴν πρὸς παιδοποιίαν δοθεῖσαν γυναῖκα πρὸς φόνον παρασκευάζεις; Ἵνα γὰρ ἀεὶ τοῖς ἐρασταῖς εὔχρηστος ᾖ καὶ ποθεινὴ καὶ πλέον ἀργύριον ἕλκῃ, οὐδὲ τοῦτο παραιτεῖται ποιῆσαι, μέγα ἐπὶ τὴν σὴν κεφαλὴν τὸ πῦρ ἐντεῦθεν σωρεύουσα· εἰ γὰρ καὶ ἐκείνης  τὸ τόλμημα, ἀλλὰ σὴ ἡ αἰτία γίνεται.  Ἐντεῦθεν καὶ εἰδωλολατρεῖαι. Πολλαὶ γὰρ ὥστε ἐπιχαρεῖς γενέσθαι, καὶ ἐπῳδὰς καὶ σπονδὰς καὶ φίλτρα καὶ μυρία ἕτερα μηχανῶνται.  Ἀλλ' ὅμως  μετὰ τοσαύτην  ἀσχημοσύνην, μετὰ φόνους,  μετὰ εἰδωλολατρείας,  πολλοῖς ἀδιάφορον τὸ πρᾶγμα εἶναι δοκεῖ, πολλοῖς καὶ γυναῖκας ἔχουσιν·  ἔνθα  καὶ  πλείων  ὁ  φορυτὸς  τῶν  κακῶν.  Καὶ γὰρ  φαρμακεῖαι  λοιπὸν κινοῦνται, οὐκ ἐπὶ τὴν νηδὺν τὴν πορνευομένην, ἀλλ' ἐπὶ τὴν ἠδικημένην γυναῖκα, καὶ ἐπιβουλαὶ μυρίαι, καὶ δαιμόνων κλήσεις, καὶ νεκυομαντεῖαι, καὶ πόλεμοι καθημερινοὶ,  καὶ ἄσπονδοι μάχαι, καὶ σύντροφοι  φιλονεικίαι.  ∆ιὸ καὶ ὁ Παῦλος εἰπὼν, Μὴ κοίταις καὶ ἀσελγείαις, ἐπήγαγε, Μὴ ἔριδι καὶ ζήλῳ· εἰδὼς τοὺς ἐντεῦθεν
πολέμους, τῶν οἰκιῶν τὰς ἀνατροπὰς, τῶν εὐγενῶν  παίδων τὰς ἀδικίας, τὰ μυρία κακά. Ἵν' οὖν ταῦτα διαφύγωμεν  ἅπαντα, τὸν Χριστὸν ἐνδυσώμεθα, καὶ μετ' αὐτοῦ διηνεκῶς ὦμεν· ἐπεὶ καὶ τοῦτό ἐστιν ἐνδύσασθαι, τὸ μηδέποτε αὐτοῦ ἀπολειφθῆναι, τὸ πάντοθεν αὐτὸν φαίνεσθαι ἐν ἡμῖν διὰ τῆς ἁγιωσύνης ἡμῶν, διὰ τῆς ἐπιεικείας. Οὕτω καὶ ἐπὶ φίλων  λέγομεν, Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο, τὴν πολλὴν  ἀγάπην λέγοντες καὶ τὴν ἀδιάλειπτον συνουσίαν· ὁ γὰρ ἐνδυσάμενος, ἐκεῖνο φαίνεται, ὅπερ ἐνδέδυται. Φαινέσθω τοίνυν πάντοθεν ἐν ἡμῖν ὁ Χριστός. Καὶ πῶς φανεῖται; Ἂν τὰ ἐκείνου ποιῇς. Τί δὲ ἐκεῖνος ἐποίησεν; Ὁ Υἱὸς τοῦ ἀνθρώπου, φησὶν, οὐκ ἔχει ποῦ τὴν κεφαλὴν  κλίνῃ. Τοῦτο καὶ σὺ ζήλωσον. Τροφῆς ἀπολαῦσαι ἔδει, καὶ κριθίνοις ἄρτοις ἐκέχρητο· ἀποδημῆσαι ἐχρῆν, καὶ οὐδαμοῦ ἵπποι καὶ ὑποζύγια, ἀλλὰ τοσαῦτα ἐβάδιζεν, ὥστε καὶ κοπιᾶσαι· καθευδῆσαι ἔδει, καὶ ἐπὶ προσκεφαλαίου ἔκειτο ἐπὶ τῆς πρώρας· κατακλιθῆναι  ἐχρῆν, καὶ ἐπὶ χόρτου καταπεσεῖν ἐκέλευσε. Καὶ τὰ ἱμάτια δὲ εὐτελῆ· καὶ πολλαχοῦ μόνος διέτριβεν, οὐδένα ἐπισυρόμενος. Καὶ τὰ ἐν τῷ σταυρῷ δὲ, καὶ τὰ ἐν ταῖς ὕβρεσι, καὶ πάντα ἁπλῶς καταμαθὼν, ζήλωσον· καὶ οὕτως ἐνεδύσω τὸν Χριστὸν, ἂν τῆς σαρκὸς πρόνοιαν  μὴ ποιῇς εἰς ἐπιθυμίας· οὐδὲ γὰρ ἡδονὴν   τὸ  πρᾶγμα  ἔχει.  Καὶ  γὰρ  αἱ  ἐπιθυμίαι   αὗται  τίκτουσι  πάλιν   ἑτέρας δριμυτέρας,  καὶ  οὐδέποτε  λήψῃ  κόρον,  ἀλλὰ  βάσανον  ἐργάσῃ σαυτῷ  μεγάλην. Ὥσπερ γὰρ ὁ διηνεκῶς ὢν ἐν τῷ διψῇν, κἂν μυρίας ἔχῃ παρακειμένας πηγὰς, οὐδὲν ἐντεῦθεν  κερδαίνει,  μὴ  δυνάμενος  τὸ  νόσημα  σβέσαι· οὕτω  καὶ  ὁ  διηνεκῶς  ἐν ἐπιθυμίαις ζῶν. Ἂν δὲ τῆς χρείας ᾖς ἐντὸς, οὐδέποτε τοῦτον δέξῃ τὸν πυρετὸν, ἀλλὰ πάντα ἐκεῖνα οἰχήσεται, καὶ μέθαι καὶ ἀσέλγειαι. Τοσοῦτον τοίνυν ἔσθιε ὅσον λῦσαι λιμὸν, τοιαῦτα ἐνδύου οἷον σκέπεσθαι μόνον, μηδὲ καλλώπιζε ἱματίοις τὴν σάρκα, ἵνα μὴ αὐτὴν ἀπολέσῃς· καὶ γὰρ καὶ μαλακωτέραν  αὐτὴν ποιεῖς, καὶ τὴν εὐεξίαν αὐτῆς λυμαίνῃ, τῇ πολλῇ βλακείᾳ διαλύων αὐτήν. Ἵν' οὖν ἔχῃς αὐτὴν ὄχημα καλὸν τῆς ψυχῆς, ἵνα ὁ κυβερνήτης ἀσφαλῶς ἐπὶ τῶν οἰάκων κάθηται, καὶ ὁ στρατιώτης εὐκόλως μεταχειρίζῃ τὰ ὅπλα, εὐάρμοστα πάντα ποίει. Οὐ γὰρ τὸ πολλὰ ἔχειν, ἀλλὰ τὸ ὀλίγων  δεῖσθαι, ἀναλώτους  ποιεῖ. Ἐκεῖνος μὲν γὰρ, κἂν μὴ ἀδικηθῇ, δέδοικεν· οὗτος δὲ, κἂν ἀδικηθῇ, τῶν οὐκ ἠδικημένων ἄμεινον διακείσεται, καὶ ἐν πλείονι καὶ διὰ τοῦτο ἔσται εὐθυμίᾳ. Μὴ τοίνυν  τοῦτο ζητῶμεν, ὅπως μηδεὶς ἐπηρεάσῃ, ἀλλ' ὅπως, κἂν ἐπηρεάζειν βούληται, μὴ δύνηται. Τοῦτο δὲ οὐδαμόθεν ἑτέρωθεν ἔσται, ἀλλ' ἢ ἐκ τοῦ τῆς χρείας ἔχεσθαι, καὶ μὴ πλειόνων ἐπιθυμεῖν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφῆσαι δυνησόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |