ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΒʹ Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ,οὐδὲ νήθει·

Κυριακή 30 Οκτωβρίου 2016

ΚΒʹ Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ,οὐδὲ νήθει·



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΚΒʹ Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, πῶς αὐξάνει· οὐ κοπιᾷ,οὐδὲ νήθει· λέγω δὲ ὑμῖν, ὅτι οὐδὲ Σολο μῶν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων.

αʹ. Εἰπὼν περὶ τῆς ἀναγκαίας τροφῆς, καὶ δείξας ὅτι οὐδὲ ὑπὲρ ταύτης χρὴ μεριμνᾷν, ἐπὶ τὸ κουφότερον μεταβαίνει λοιπόν. Οὐδὲ γὰρ οὕτως ἀναγκαῖον ἔνδυμα, ὡς τροφή. Τίνος οὖν ἕνεκεν οὐ κέχρηται καὶ ἐνταῦθα τῷ αὐτῷ ὑποδείγματι τῷ τῶν ὀρνίθων,  οὐδὲ λέγει  τὸν ταῶνα  ἡμῖν, καὶ τὸν κύκνον, καὶ τὸ πρόβατον; καὶ γὰρ πολλὰ τοιαῦτα παραδείγματα ἦν ἐκεῖθεν λαβεῖν. Ὅτι βούλεται ἑκατέρωθεν δεῖξαι τὴν ὑπερβολὴν, ἀπό τε τῆς εὐτελείας τῶν  τῆς τοιαύτης μετασχόντων  εὐπρεπείας, ἀπό τε τῆς φιλοτιμίας  τοῦ καλλωπισμοῦ τῆς δοθείσης τοῖς κρίνοις. ∆ιὰ τοῦτο ὅτε αὐτὰ κατεσκεύασεν, οὐδὲ κρίνα αὐτὰ καλεῖ λοιπὸν, ἀλλὰ χόρτον ἀγροῦ.


Καὶ οὐδὲ τῷ ὀνόματι ἀρκεῖται τούτῳ, ἀλλὰ πάλιν ἑτέραν εὐτέλειαν προστίθησιν, εἰπὼν, σήμερον ὄντα. Καὶ οὐκ εἶπεν, αὔριον οὐκ ὄντα, ἀλλὰ τὸ πολλῷ  πάλιν  καταδεέστερον. εἰς κλίβανον βαλλόμενον. Καὶ οὐκ εἶπεν, ἀμφιέννυσιν, ἀλλ', οὕτως ἀμφιέννυσιν. Ὁρᾷς πανταχοῦ  πολλὰς  τὰς  ὑπερβολὰς  καὶ  τὰς  ἐπιτάσεις;  Ποιεῖ δὲ  τοῦτο,  ἵνα  αὐτῶν καθάψηται· διὰ δὴ τοῦτο καὶ ἐπήγαγεν· Οὐ πολλῷ μᾶλλον ὑμᾶς; Καὶ γὰρ πολλὴν ἔχει καὶ  τοῦτο  τὴν  ἔμφασιν.  Τὸ γὰρ,  ὑμᾶς,  οὐδὲν  ἕτερον  ἐστὶν  αἰνιττομένου,  ἢ  τὸ πολυτίμητον  καὶ  περισπούδαστον  τοῦ  γένους·  ὡσανεὶ  ἔλεγεν,  Ὑμᾶς, οἷς  ψυχὴν ἔδωκεν, οἷς σῶμα διέπλασε, δι' οὓς τὰ ὁρώμενα πάντα ἐποίησε, δι' οὓς προφήτας ἔπεμψε, καὶ νόμον ἔδωκε, καὶ τὰ μυρία εἰργάσατο ἀγαθά· δι' οὓς τὸν μονογενῆ παῖδα ἐξέδωκεν. Ἐπειδὴ δὲ ἀπέδειξε σαφῶς, τότε καὶ ἐπιπλήττει λέγων· Ὀλιγόπιστοι. Τοιοῦτον γὰρ ὁ συμβουλεύων· οὐ παραινεῖ μόνον, ἀλλὰ καὶ καθάπτεται, ἵνα διεγείρῃ πλέον πρὸς τὴν πειθὼ τῶν λεγομένων. Ἀπὸ τούτων ἡμᾶς οὐχὶ μὴ μεριμνᾷν διδάσκει μόνον, ἀλλὰ μηδὲ ἐπτοῆσθαι  πρὸς τὴν πολυτέλειαν τῶν ἱματίων. Χλόης γὰρ ἡ εὐπρέπεια, καὶ πόας τὸ κάλλος· μᾶλλον δὲ καὶ τιμιώτερος ὁ χόρτος τῆς τοιαύτης στολῆς. Τί τοίνυν μέγα φρονεῖς, ἐν οἷς τὰ νικητήρια παρὰ τῇ βοτάνῃ μετὰ πολλῆς τῆς  περιουσίας; Καὶ ὅρα πῶς  ἀπὸ τῶν  προοιμίων  κοῦφον  δείκνυσι  τὸ ἐπίταγμα, πάλιν ἀπὸ τῶν ἐναντίων  αὐτοὺς καὶ ἀφ' ὧν δεδοίκασιν, ἀπὸ τούτων ἀπάγων. Εἰπὼν γὰρ Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ, ἐπήγαγεν,  Οὐ κοπιῶσιν.  Ὥστε κόπων  ἡμᾶς ἀπαλλάξαι βουλόμενος, ταῦτα ἐκέλευσεν. Οὐ τοίνυν  τὸ μὴ μεριμνᾷν ταῦτα πόνος ἀλλὰ τὸ μεριμνᾷν. Καὶ καθάπερ εἰπὼν, Οὐ σπείρουσιν, οὐ τὸν σπόρον ἀνέτρεψεν, ἀλλὰ τὴν φροντίδα· οὕτως εἰπὼν, Οὐ κοπιῶσιν, οὐδὲ νήθουσιν, οὐ τὸ ἔργον ἀνεῖλεν, ἀλλὰ τὴν μέριμναν. Εἰ δὲ Σολομῶν ἡττήθη τοῦ κάλλους αὐτῶν, καὶ οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ δι' ὅλης τῆς βασιλείας αὐτοῦ· (οὐδὲ γὰρ ἔχοι τις εἰπεῖν ὅτι νῦν μὲν τοιαῦτα περιεβάλετο, μετὰ δὲ ταῦτα οὐκέτι ἀλλὰ οὐδὲ ἐν μιᾷ ἡμέρᾳ οὕτως ἐκαλλωπίσατο· τοῦτο γὰ ἐδήλωσεν εἰπὼν,  Ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ)· καὶ οὐχ ὑπὸ τούτου μὲν ἡττήθη τοῦ ἄνθους, τὸ δὲ ἕτερον ἐμιμήσατο, ἀλλὰ πᾶσιν ὁμοῦ παρεχώρησε· (διὸ καὶ ἔλεγεν Ὡς ἓν τούτων· ὅσον γὰρ τῆς ἀληθείας πρὸς τὸ ψεῦδος τοσοῦτον τῶν ἱματίων ἐκείνων καὶ τῶν ἀνθῶν τούτων τὸ μέσον·) εἰ τοίνυν ἐκεῖνος ὡμολόγησε τὴν ἧτταν, ἁπάντων  βασιλέων  τῶν  πώποτε  γενομένων  λαμπρότερος  πότε  σὺ περιγενέσθαι δυνήσῃ, μᾶλλον δὲ ἐγγὺς γενέσθαι κἂν μικρὸν τῆς τοιαύτης εὐμορφίας; Ἐντεῦθεν ἡμᾶς παιδεύει μηδ' ὅλως ἐφίεσθαι τοῦ τοιούτου καλλωπισμοῦ. Ὅρα γοῦν αὐτοῦ τὸ τέλος· μετὰ τὴν νίκην εἰς κλίβανον βάλλεται. Εἰ δὲ περὶ τὰ εὐτελῆ καὶ οὐδενὸς ἄξια λόγοι καὶ τὴν τυχοῦσαν παρεχόμενα χρείαν, τοσαύτην προνοιαν ὁ Θεὸς ἐπεδείξατο, πῶς σὲ προήσεται τὸ πάντων  ἀναγκαιότατον  ζῶον; Τίνος οὖν ἕνεκεν  οὕτω καλὰ αὐτὰ ἐποίησεν; Ἵνα τὴν αὐτοῦ σοφίαν ἐπιδείξηται καὶ τὴν περιουσίαν τῆς δυνάμεως, ἵνα πανταχόθεν αὐτοῦ τὴν δόξαν μάθωμεν. Οὐ γὰρ οἱ οὐρανοὶ μόνοι διηγοῦνται τὴν δόξαν τοῦ Θεοῦ, ἀλλὰ καὶ ἡ γῆ· καὶ τοῦτο ὁ ∆αυῒδ δηλῶν ἔλεγεν· Αἰνεῖτε τὸνΚύριον, ξύλα καρποφόρα καὶ πᾶσαι κέδροι. Τὰ μὲν γὰρ διὰ τοῦ καρποῦ, τὰ δὲ διὰ τοῦ μεγέθους, τὰ δὲ διὰ τοῦ κάλλους ἀναπέμπει τῳ ποιήσαντι τὴν εὐφημίαν. Πολλῆς γὰρ καὶ  τοῦτο  περιουσίας  σοφίας  σημεῖον,  ὅταν  καὶ  εἰς  τὰ  σφόδρα εὐτελῆ,  (τί  γὰρ εὐτελέστερον τοῦ σήμερον ὄντος, καὶ αὔριον οὐκ ὄντος;) τοσοῦτον ἐκχέῃ τὸ κάλλος. Εἰ τοίνυν τῷ χόρτῳ τὸ μὴ ἐν χρεία δέδωκε, (τί γὰρ αὐτοῦ τὸ κάλλος πρὸς τὴν τοῦ πυρὸς τροφὴν συντελεῖ;) πῶς σοὶ τὸ ἐν χρείᾳ οὐ δώσει; Εἰ τὸ πάντων εὐτελέστερον ἐκαλλώπισεν ἐκ περιουσίας, καὶ ταῦτα οὐ πρὸς χρείαν, ἀλλὰ πρὸς φιλοτιμίαν  τοῦτο ποιῶν· πολλῷ μᾶλλον σὲ τὸν ἁπάντων τιμιώτερον ἐν τοῖς κατὰ τὴν χρείαν τιμήσει,


βʹ. Ἐπειδὴ τοίνυν  ἀπέδειξε πολλὴν  τοῦ Θεοῦ τὴν  πρόνοιαν  οὖσαν, καὶ ἔδει καὶ ἐπιπλῆξαι λοιπὸν, καὶ ἐνταῦθα κέχρηται τῇ φειδοῖ, οὐκ ἀπιστίαν, ἀλλ' ὀλιγοπιστίαν αὐτοῖς ἐγκαλῶν.  Εἰ γὰρ τὸν χόρτον τοῦ ἀγροῦ. φησὶν, ὁ Θεὸς οὕτως ἀμφιέννυσι, πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι. Καίτοιγε ταῦτα πάντα αὐτὸς ἐργάζεται· Πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο  οὐδὲ ἕν· ἀλλ' ὅμως οὐδαμοῦ ἑαυτοῦ μέμνηται τέως. Ἤρκει γὰρ εἰς τὸ δεῖξαι τὴν αὐθεντίαν τέως, τὸ λέγειν καθ' ἑκάστην τῶν  ἐντολῶν·  Ἠκούσατε ὅτι ἐῤῥέθη τοῖς ἀρχαίοις· ἐγὼ δὲ λέγω  ὑμῖν. Μὴ τοίνυν θαυμάσῃς, ὅταν καὶ ἐν τοῖς μετὰ ταῦτα κρύπτῃ ἑαυτὸν, ἢ ταπεινόν  τι περὶ ἑαυτοῦ φθέγγηται. Ἓν γὰρ ἐσπούδαζε τέως, εὐπαράδεκτον αὐτοῖς γενέσθαι τὸν λόγον, καὶ διὰ πάντων  ἀποδεῖξαι οὐκ ἀντίθεόν  τινα ὄντα, ἀλλ' ὁμονοοῦντα καὶ συμβαίνοντα τῷ Πατρί. Ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Τοσούτους γὰρ ἀναλώσας λόγους συνεχῶς αὐτὸν ἐν τῷ μέσῳ τίθησι, τὴν σοφίαν αὐτοῦ θαυμάζων, τὴν πρόνοιαν, τὴν κηδεμονίαν τὴν διὰ πάντων,  καὶ τῶν μεγάλων  καὶ τῶν μικρῶν. Καὶ γὰρ ὅτε περὶ τῆς Ἰερουσαλὴμ ἔλεγε,  τὴν  πόλιν  τοῦ  μεγάλου  βασιλέως  αὐτὴν  ἐκάλεσε· καὶ  ὅτε  τοῦ  οὐρανοῦ ἐμνημόνευσε, θρόνον πάλιν ὠνόμασε τοῦ Θεοῦ· καὶ ὅτε περὶ τῆς κατὰ τὸν κόσμον οἰκονομίας διελέγετο, αὐτῷ πάλιν  τὸ πᾶν ἀνατίθησι λέγων  ὅτι· Τὸν ἥλιον  αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ ἐν τῇ εὐχῇ δὲ ἐδίδασκε λέγειν ὅτι, Αὐτοῦ ἐστιν ἡ βασιλεία, καὶ ἡ δύναμις, καὶ ἡ δόξα. Καὶ ἐνταῦθα περὶ τῆς προνοίας αὐτοῦ διαλεγόμενος, καὶ δεικνὺς πῶς καὶ ἐν τοῖς μικροῖς ἀριστοτέχνης  ἐστὶ, φησὶν  ὅτι  Τὸν  χόρτον  τοῦ  ἀγροῦ  ἀμφιέννυσι.  Καὶ οὐδαμοῦ ἑαυτοῦ Πατέρα καλεῖ, ἀλλ' ἐκείνων, ἵνα καὶ τῇ τιμῇ καθάψηται, καὶ ὅταν αὐτοῦ λέγῃ Πατέρα, μηκέτι ἀγανακτῶσιν.  Εἰ δὲ ὑπὲρ ψιλῶν  καὶ ἀναγκαίων  οὐ δεῖ μεριμνᾷν, τίνος  ἂν εἶεν ἄξιοι συγγνώμης  οἱ ὑπὲρ τῶν  πολυτελῶν  μεριμνῶντες;  μᾶλλον  δὲ τίνος ἂν εἶεν συγγνώμης ἄξιοι οἱ μηδὲ καθεύδοντες, ἵνα τὰ τῶν ἄλλων λάβωσι; Μὴ οὖν μεριμνήσητε λέγοντες· Τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλώμεθα; Πάντα γὰρ ταῦτα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ. Εἶδες πῶς πάλιν αὐτοὺς καὶ ἐνέτρεψε μειζόνως, καὶ  παρεδήλωσεν  ὅτι  οὐδὲν  φορτικὸν,  οὐδὲ  ἐπαχθὲς  ἐπέταξεν;  Ὥσπερ οὖν  ὅτε ἔλεγεν· Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, οὐδὲν μέγα ποιεῖτε· καὶ γὰρ οἱ ἐθνικοὶ τὸ αὐτὸ ποιοῦσιν· ἀπὸ τῆς μνήμης  τῶν  ἐθνικῶν  αὐτοὺς διήγειρε πρὸς τὸ  μεῖζον·  οὕτω  καὶ  νῦν  ἐκείνους  εἰς  μέσον  ἄγει,  καθαπτόμενος  καὶ  δεικνὺς  ὅτι ἀναγκαῖον  ἀπαιτεῖ παρ' ἡμῶν  ὀφείλημα.  Εἰ γὰρ τῶν  γραμματέων  καὶ Φαρισαίων πλέον   ἐπιδείξασθαι   χρὴ,   τίνος   ἂν   εἴημεν   ἄξιοι   οἱ   μὴ   μόνον   ἐκείνους   μὴ ὑπερβαίνοντες,  ἀλλὰ  καὶ ἐν  τῇ τῶν  ἐθνικῶν  εὐτελείᾳ  μένοντες,  καὶ τὴν  αὐτῶν μικροψυχίαν  ζηλοῦντες;  Οὐ μὴν μέχρι τῆς ἐπιπλήξεως  ἔστη, ἀλλὰ  καθαψάμενος ἐντεῦθεν καὶ διεγείρας αὐτοὺς, καὶ ἐντρέψας μεθ' ὑπερβολῆς ἁπάσης, καὶ ἑτέρωθεν παρακαλεῖ λέγων· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, ὅτι χρῄζετε τούτων ἁπάντων. Οὐκ εἶπεν,  Οἶδεν ὁ Θεὸς, ἀλλ',  Οἶδεν ὁ Πατὴρ, ὥστε αὐτοὺς  εἰς μείζονα  ἐλπίδα ἀγαγεῖν. Εἰ γὰρ πατήρ ἐστι, καὶ πατὴρ τοιοῦτος, οὐ δυνήσεται περιϊδεῖν τοὺς υἱοὺς ἐν ἐσχάτοις ὄντας κακοῖς· ὅπου γε οὐδὲ ἄνθρωποι πατέρες ὄντες τοῦτο ὑπομένουσι. Καὶ ἕτερον δὲ μετὰ τούτου πάλιν ἐπάγει λογισμόν. Ποῖον δὴ τοῦτον; Ὅτι χρῄζετε αὐτῶν. Ὃ δὲ λέγει,τοιοῦτόν  ἐστι. Μὴ γὰρ περιττά ἐστι ταῦτα, ἵνα καταφρονήσῃ; Καίτοιγε οὐδὲ ἐν τοῖς περισσοῖς κατεφρόνησεν, ἐπὶ τοῦ χόρτου· νυνὶ δὲ καὶ ἀναγκαῖά ἐστιν. Ὥστε ὃ  νομίζεις  αἴτιον  εἶναί  σοι τῆς  φροντίδος,  τοῦτο  ἱκανὸν  εἶναί  φημι  τῆς φροντίδος σε ταύτης ἀπαγαγεῖν. Εἰ γὰρ λέγοις, ὅτι διὰ τοῦτό με χρὴ μεριμνᾷν, ἐπειδὴ ἀναγκαῖά  ἐστι, τοὐναντίον  ἐγώ φημι, ὅτι δι' αὐτὸ μὲν οὖν τοῦτο μὴ μεριμνήσῃς, ἐπειδὴ ἀναγκαῖά ἐστιν. Εἰ γὰρ περιττὰ ἦν, οὐδ' οὕτως ἀπογινώσκειν, ἀλλὰ θαῤῥεῖν ὑπὲρ τῆς αὐτῶν χορηγίας ἐχρῆν· ἐπειδὴ δὲ ἀναγκαῖά ἐστιν, οὐκέτι ἀμφιβάλλειν  δεῖ. Ποῖος γάρ ἐστι πατὴρ, ὃς ὑπομένει μηδὲ τὰ ἀναγκαῖα παρασχεῖν τοῖς παισίν; Ὥστε καὶ διὰ τοῦτο πάντως παρέξει ὁ Θεός. Καὶ γὰρ δημιουργὸς τῆς φύσεως αὐτός ἐστι, καὶ τὴν  χρείαν  αὐτῆς μετὰ ἀκριβείας αὐτὸς ἐπίσταται. Οὐδὲ γὰρ τοῦτο ἂν ἔχοις εἰπεῖν, ὅτι Πατὴρ μέν ἐστι, καὶ ἀναγκαῖά ἐστι τὰ ζητούμενα, ἀγνοεῖ δὲ ὅτι ἐν χρείᾳ αὐτῶν  καθεστήκαμεν.  Ὁ  γὰρ  τὴν  φύσιν  αὐτὴν  εἰδὼς,  καὶ  δημιουργὸς  αὐτῆς γεγενημένος,  καὶ τοιαύτην  αὐτὴν  διαπλάσας, εὔδηλον  ὅτι καὶ τὴν  χρείαν  αὐτῆς ἐπίσταται σοῦ μᾶλλον τοῦ ἐν χρείᾳ αὐτῶν καθεστῶτος. Καὶ γὰρ αὐτῷ τοῦτο ἔδοξεν, ὥστε  ἐν   τοιαύτῃ   χρείᾳ   εἶναι   αὐτήν.   Οὐ  τοίνυν   ἐναντιώσεται   οἷς   ἠθέλησε, καταστήσας μὲν ἐν ἀνάγκῃ τοσαύτης χρείας ἀποστερῶν δὲ αὖ πάλιν τῆς χρείας καὶ τῶν ἀναγκαίων αὐτήν.


γʹ. Μὴ τοίνυν φροντίζωμεν· οὐδὲν γὰρ ἡμῖν περιέσται πλέον, ἢ τὸ κατατείνειν  ἑαυτούς. Ὅταν γὰρ καὶ μεριμνώντων  ἡμῶν καὶ μὴ μεριμνώντων παρέχῃ, καὶ μᾶλλον μὴ μεριμνώντων,  τί σοι πλέον ἀπὸ τῆς φροντίδος, ἢ τὸ δίκην σαυτὸν περιττὴν ἀπαιτεῖν; Οὐδὲ γὰρ ἐπὶ δαψιλὲς ἀπιέναι μέλλων ἄριστόν τις, ὑπὲρ τροφῆς ἀνέξεται μεριμνᾷν· οὐδὲ ὁ ἐπὶ πηγὴν βαδίζων, ὑπὲρ τοῦ πίνειν φροντίζει. Μὴ τοίνυν μηδὲ ἡμεῖς, καὶ πηγῆς ἁπάσης καὶ μυρίων δείπνων παρεσκευασμένων δαψιλεστέραν ἔχοντες χορηγίαν  τοῦ Θεοῦ τὴν πρόνοιαν, πτωχεύωμεν,  μηδὲ μικροψυχῶμεν.  Μετὰ γὰρ  τῶν  εἰρημένων  καὶ  ἕτερον  λογισμὸν  πάλιν  ὑπὲρ τοῦ θαῤῥεῖν περὶ τῶν τοιούτων τίθησι λέγων· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ἐπειδὴ γὰρ ἀνῆκε τῆς φροντίδος τὴν ψυχὴν, τότε καὶ τῶν οὐρανῶν ἐμνημόνευσε. Καὶ γὰρ τὰ παλαιὰ ἀναλύσων παραγέγονε, καὶ πρὸς μείζονα καλέσων πατρίδα. ∆ιὰ τοῦτο πάντα ποιεῖ, ὥστε τῶν  περιττῶν ἡμᾶς ἀπαλλάττειν,  καὶ τῆς πρὸς τὴν γῆν συμπαθείας. ∆ιὰ τοῦτο καὶ τῶν ἐθνικῶν ἐμνημόνευσεν, εἰπὼν ὅτι τὰ ἔθνη ἐπιζητεῖ ταῦτα, οἷς ὁ πόνος ἅπας κατὰ τὸν παρόντα βίον, οἷς λόγος οὐδεὶς περὶ τῶν μελλόντων, οὐδὲ ἔννοια τῶν οὐρανῶν. Ὑμῖν δὲ οὐχὶ ταῦτά ἐστι τὰ προηγούμενα, ἀλλ' ἕτερα. Οὐ γὰρ διὰ τοῦτο ἐγενόμεθα, ἵνα φάγωμεν καὶ  πίωμεν  καὶ  περιβαλώμεθα.  ἀλλ'  ἵνα  ἀρέσωμεν  Θεῷ, καὶ  τῶν  μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν.  Ὥσπερ οὖν  ἐν  τῇ  σπουδῇ πάρεργα ταῦτα,  οὕτω  καὶ ἐν  τῇ αἰτήσει πάρεργα ἔστω. ∆ιὰ τοῦτο καὶ ἔλεγε· Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ οὐκ εἶπε, ∆οθήσεται, ἀλλὰ, Προστεθήσεται, ἵνα μάθῃς, ὅτι οὐδὲν μέγα τῶν διδομένων τὰ παρόντα ἐστὶ πρὸς τὸ μέγεθος τῶν μελλόντων.  ∆ιὰ δὴ τοῦτο οὐδὲ αἰτεῖν αὐτὰ κελεύει, ἀλλ' αἰτεῖν μὲν ἕτερα, θαῤῥεῖν δὲ ὡς καὶ τούτων ἐκείνοις προστιθεμένων. Ζήτει τοίνυν τὰ μέλλοντα, καὶ λήψῃ καὶ τὰ παρόντα· μὴ ζήτει τὰ ὁρώμενα, καὶ πάντως αὐτῶν ἐπιτεύξῃ. Καὶ γὰρ ἀνάξιόν σου τὸ  περὶ  τοιούτων  προσιέναι  τῷ  δεσπότῃ. Ὁ γὰρ  τὴν  ἅπασαν  σπουδὴν  καὶ  τὴν μέριμναν   ὑπὲρ  τῶν   ἀποῤῥήτων  ἀγαθῶν   ἐκείνων   ὀφείλων   ποιεῖσθαι,  σφόδρα σεαυτὸν καταισχύνεις, εἰς τὴν τῶν ῥεόντων  πραγμάτων  ἐπιθυμίαν  καταναλίσκων αὐτήν.  Πῶς οὖν;  φησίν·  οὐκ  ἐκέλευσε  τὸν  ἄρτον  αἰτεῖν;  Ἀλλὰ,  Τὸν  ἐπιούσιον, προσέθηκε, καὶ τούτῳ πάλιν τὸ, σήμερον· ὅπερ οὖν καὶ ἐνταῦθα ποιεῖ. Οὐ γὰρ εἶπε, Μὴ μεριμνήσητε· ἀλλὰ, Μὴ μεριμνήσητε ὑπὲρ τῆς αὔριον· ὁμοῦ καὶ τὴν ἐλευθερίαν ἡμῖν παρέχων,  καὶ τὴν ψυχὴν  ἡμῶν  προσηλῶν τοῖς ἀναγκαιοτέροις. Καὶ γὰρ καὶ ἐκεῖνα  αἰτεῖν  διὰ  τοῦτο  ἐκέλευσεν,  οὐχ  ὡς  τοῦ  Θεοῦ δεομένου  τῆς  παρ' ἡμῶν ὑπομνήσεως, ἀλλ' ἵνα μάθωμεν, ὅτι μετὰ τῆς αὐτοῦ βοηθείας κατορθοῦμεν ἅπερ ἂν κατορθώσωμεν, καὶ ἵνα οἰκειωθῶμεν τῇ συνεχεῖ περὶ τούτων αἰτήσει. Εἶδες πῶς καὶ ἐντεῦθεν  ἔπεισεν, ὅτι  λήψονται  τὰ παρόντα  πάντως;  Ὁ γὰρ τὰ μείζω  παρέχων, πολλῷ μᾶλλον τὰ ἐλάττω δώσει. Οὐ γὰρ διὰ τοῦτο, φησὶν, εἶπον μὴ μεριμνᾷν, μηδὲ αἰτεῖν, ἵνα ταλαιπωρῆτε  καὶ γυμνοὶ περιέρχησθε, ἀλλ' ἵνα καὶ τούτων ἐν ἀφθονίᾳ ἦτε· ὃ δὴ μάλιστα πάντων  ἱκανὸν  ἦν αὐτοὺς ἐφελκύσασθαι. Ὥσπερ οὖν ἐπὶ τῆς ἐλεημοσύνης  ἀποτρέπων  αὐτοὺς  ἐπιδείκνυσθαι  τοῖς  ἀνθρώποις,  τούτῳ  μάλιστα ἔπειθε. τῷ μετὰ πλείονος αὐτὸ παρέξειν ὑποσχέσθαι τῆς φιλοτιμίας  αὐτοῖς· (Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φανερῷ·) οὕτω καὶ ἐνταῦθα ἀφέλκων αὐτοὺς τοῦ μὴ ζητεῖν αὐτὰ, τούτῳ μάλιστα πείθει, τῷ μὴ ζητοῦσι μετὰ πλείονος ὑποσχέσθαι παρέχειν τῆς περιουσίας. ∆ιὰ γὰρ τοῦτο κελεύω, φησὶ, μὴ ζητεῖν, οὐχ ἵνα μὴ λάβῃς, ἀλλ' ἵνα λάβῃς δαψιλῶς· ἵνα λάβῃς μετὰ τοῦ σοι προσήκοντος σχήματος, μετὰ τῆς ἁρμοζούσης σοι λυσιτελείας·  ἵνα  μὴ μεριμνῶν, μηδὲ σχιζόμενος εἰς τὴν  τούτων  φροντίδα,  ἀνάξιον  σαυτὸν καὶ τούτων  καὶ τῶν πνευματικῶν  καταστήσῃς· ἵνα μὴ ταλαιπωρίαν  περιττὴν ὑπομείνῃς, καὶ τοῦ προκειμένου πάλιν ἐκπέσῃς. Μὴ οὖν μεριμνήσητε περὶ τῆς αὔριον. Ἀρκετὸν γὰρ τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς· τουτέστιν, ἡ ταλαιπωρία,  ἡ συντριβή. Οὐκ ἀρκεῖ σοι τὸ ἐν ἱδρῶτι τοῦ προσώπου σου ἐσθίειν τὸν ἄρτον σου; τί καὶ ἑτέραν προστιθεῖς τὴν ἀπὸ τῆς φροντίδος ταλαιπωρίαν, μέλλων λοιπὸν καὶ τῶν προτέρων ἀπολύεσθαι κόπων;


δʹ. Κακίαν δὲ  ἐνταῦθά  φησιν,  οὐ  τὴν  πονηρίαν,  μὴ  γένοιτο,  ἀλλὰ  τὴν ταλαιπωρίαν  καὶ τὸν πόνον καὶ τὰς συμφοράς· ὥσπερ οὖν καὶ ἀλλαχοῦ  φησιν· Εἰ ἔστι κακία ἐν πόλει, ἢν Κύριος οὐκ ἐποίησεν; οὐχ ἁρπαγὰς λέγων, οὐδὲ πλεονεξίας, οὐκ ἄλλο τι τῶν τοιούτων  οὐδὲν, ἀλλὰ τὰς ἄνωθεν φερομένας πληγάς. Καὶ πάλιν, Ἐγὼ, φησὶ, ποιῶν εἰρήνην καὶ κτίζων κακά. Οὐδὲ γὰρ ἐνταῦθα τὴν κακίαν φησὶν,ἀλλὰ τοὺς λιμοὺς καὶ τοὺς λοιμοὺς, τὰ δοκοῦντα  εἶναι  κακὰ παρὰ τοῖς πολλοῖς.Ἔθος  γὰρ  τοῖς  πολλοῖς  τὸ  ταῦτα  λέγειν  κακά.  Οὕτω  γοῦν  καὶ  οἱ  τῶν  πέντε σατραπειῶν  ἐκείνων  ἱερεῖς καὶ μάντεις, ἡνίκα τὰς βοῦς ὑποζεύξαντες  τῇ κιβωτῷ χωρὶς  τῶν  δαμάλεων  ἀφῆκαν  βαδίζειν,  κακίαν  τὰς  θεηλάτους  ἐκάλουν  πληγὰς ἐκείνας, καὶ τὴν ἐξ αὐτῶν ἀθυμίαν καὶ ὀδύνην ἐγγινομένην  αὐτοῖς. Τοῦτο τοίνυν καὶ ἐνταῦθα  δηλοῖ  λέγων·  Ἀρκετὸν τῇ  ἡμέρᾳ ἡ κακία  αὐτῆς. Οὐδὲν γὰρ οὕτως ἀλγύνει  ψυχὴν, ὡς μέριμνα καὶ φροντίς. Οὕτω καὶ Παῦλος εἰς παρθενίαν ἐνάγων συνεβούλευε λέγων· Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. Ὅταν δὲ λέγῃ, ὅτι ἡ αὔριον μεριμνήσει περὶ ἑαυτῆς, οὐχ ὡς τῆς ἡμέρας μεριμνώσης ταῦτά φησιν, ἀλλ' ἐπειδὴ πρὸς δῆμον ἀτελέστερον ὁ λόγος ἦν αὐτῷ, βουλόμενος ἐμφαντικώτερον  ποιῆσαι τὸ λεγόμενον, προσωποποιεῖται τὸν καιρὸν, κατὰ τὴν τῶν πολλῶν συνήθειαν φθεγγόμενος  πρὸς  αὐτούς.  Καὶ ἐνταῦθα  μὲν  συμβουλεύει,  προϊὼν  δὲ  αὐτὸ  καὶ νομοθετεῖ  λέγων·  Μὴ κτήσησθε χρυσίον,  μήτε  ἀργύριον,  μήτε  πήραν  εἰς  ὁδόν. Ἐπειδὴ γὰρ διὰ τῶν ἔργων αὐτὰ ἐπεδείξατο, τότε λοιπὸν καὶ τὴν ἀπὸ τῶν ῥημάτων εἰσάγει νομοθεσίαν εὐτονωτέραν, ὅτε καὶ εὐπαράδεκτος ὁ λόγος ἐγένετο, τοῖς ἔργοις τοῖς ἑαυτοῦ πρότερον βεβαιωθείς. Ποῦ οὖν ἔδειξε διὰ τῶν ἔργων; Ἄκουσον αὐτοῦ λέγοντος· Ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται μόνῳ, ἀλλὰ καὶ ἐν τοῖς μαθηταῖς παρέχεται τὴν ὑπὲρ τούτων ἀπόδειξιν, καὶ αὐτοὺς οὕτω σχηματίσας, καὶ οὐκ ἀφεὶς οὐδενὸς δεηθῆναι. Σκόπει δὲ αὐτοῦ καὶ τὴν κηδεμονίαν, πῶς πατρὸς παντὸς ὑπερβαίνει φιλοστοργίαν. Τοῦτο γὰρ κελεύω, φησὶ, δι' ἕτερον μὲν οὐδὲν, ἵνα δὲ ὑμᾶς ἀπαλλάξω περιττῶν φροντίδων. Κἂν γὰρ σήμερον μεριμνήσῃς ὑπὲρ τῆς αὔριον, καὶ πάλιν αὔριον μεριμνήσεις. Τί οὖν τὸ περιττόν; Τί καταναγκάζεις τὴν ἡμέραν πλέον τῆς συγκεκληρωμένης αὐτῇ ταλαιπωρίας καταδέχεσθαι, καὶ μετὰ τῶν  οἰκείων  πόνων  καὶ τὸ τῆς ἐπιούσης προστιθεῖς αὐτῇ φορτίον,  καὶ ταῦτα οὐδὲν τὴν ἑτέραν μέλλων  ἀπὸ τῆς προσθήκης τῆς γινομένης ἐπικουφίζειν, ἀλλὰ πλεονεξίαν μόνον περιττῶν ἐπιδείκνυσθαι πόνων; Ἵνα γὰρ μειζόνως αὐτῶν καθάψηται, μονονουχὶ τὸν καιρὸν αὐτὸν ψυχώσας ὡς ἀδικούμενον εἰσάγει, καὶ καταβοῶντα  αὐτῶν  ὑπὲρ τῆς περιττῆς  ἐπηρείας. Καὶ γὰρ ἔλαβες τὴν ἡμέραν,  ἵνα  τὰ  αὐτῆς  φροντίζῃς.  Τίνος  οὖν  ἕνεκεν  καὶ  τὰ  τῆς  ἑτέρας  αὐτῇ προστιθεῖς; μὴ γὰρ οὐκ ἀρκοῦν ἔχει φορτίον τὴν ἑαυτῆς φροντίδα; τί τοίνυν αὐτὴν βαρύνεις μειζόνως; Ὅταν δὲ ὁ νομοθέτης ταῦτα λέγῃ, καὶ ὁ μέλλων ἡμῖν δικάζειν, ἐννόησον πῶς ἡμῖν χρηστὰς ὑποτείνει τὰς ἐλπίδας, ὅταν αὐτὸς μαρτυρῇ, ὅτι ταλαίπωρος ὁ βίος οὗτος καὶ ἐπίμοχθος, ὡς καὶ τὴν τῆς μιᾶς ἡμέρας φροντίδα ἀρκεῖν εἰς τὸ κακοῦν ἡμᾶς καὶ συντρίβειν. Ἀλλ' ὅμως τοσούτων εἰρημένων καὶ τηλικούτων, ἡμεῖς ὑπὲρ μὲν τού  των μεριμνῶμεν, ὑπὲρ δὲ τῶν ἐν τοῖς οὐρανοῖς οὐκέτι, ἀλλ' ἀντεστρέψαμεν τὴν τάξιν, ἑκατέρωθεν μαχόμενοι τοῖς λεγομένοις. Σκόπει γάρ· μὴ ζητεῖτε τὰ παρόντα, φησὶ, καθόλου· ἡμεῖς δὲ ταῦτα ζητοῦμεν διηνεκῶς. Ζητεῖτε τὰ ἐπουράνια, φησίν· ἡμεῖς δὲ οὐδὲ μικρὰν ὥραν ἐκεῖνα ζητοῦμεν, ἀλλ' ὅσην ὑπὲρ τῶν βιωτικῶν ἐπιδεικνύμεθα τὴν μέριμναν, τοσαύτην ἐν τοῖς πνευματικοῖς ἔχομεν τὴν ὀλιγωρίαν, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Ἀλλ' οὐκ ἀεὶ ταῦτα προχωρεῖ, οὐδὲ ἀεὶ ταῦτα ἐνδέχεται. Ἰδοὺ δέκα ἡμέρας καταφρονοῦμεν, ἰδοὺ εἴκοσιν, ἰδοὺ ἑκατόν· οὐκ ἀνάγκη πάντως ἀπελθεῖν, καὶ ἐμπεσεῖν εἰς τὰς τοῦ δικάζοντος χεῖρας; Ἀλλ' ἔχει παραμυθίαν ἡ ἀναβολή. Καὶ ποία παραμυθία, τὸ καθ' ἑκάστην ἡμέραν προσδοκᾷν κόλασιν καὶ τιμωρίαν; Εἰ γὰρ βούλει παραμυθίαν τινὰ  ἀπὸ τῆς ἀναβολῆς  ταύτης λαβεῖν, λάβε τὴν ἀπὸ τῆς μετανοίας καρπούμενος διόρθωσιν. Καὶ γὰρ εἰ τὸ μέλλειν τὴν  τιμωρίαν   παραψυχήν   τινα  εἶναι   νομίζεις,  πολλῷ   μᾶλλον   κέρδος  τὸ  μὴ περιπεσεῖν τῇ τιμωρίᾳ. Καταχρησώμεθα τοίνυν τῇ μελλήσει ταύτῃ πρὸς τὸ παντελῶς ἀπαλλαγῆναι  τῶν  ἐπικειμένων  δεινῶν.  Οὐδὲ γὰρ φορτικὸν,  οὐδὲ ἐπαχθές  τι τῶν ἐπιταχθέντων  ἐστίν· ἀλλ' οὕτως  εὔκολα  πάντα  καὶ ῥᾴδια, ὡς  προαίρεσιν μόνον εἰσενεγκόντας γνησίαν πάντα δυνηθῆναι ἀνύσαι, κἂν μυρίων ὦμεν ὑπεύθυνοι πλημμελημάτων.  Καὶ γὰρ ὁ Μανασσῆς μιάσματα ἄπειρα ἦν τετολμηκώς·  καὶ γὰρ κατὰ τῶν ἁγίων τὰς χεῖρας ἐξέτεινε, καὶ τὰ βδελύγματα εἰς τὸν ναὸν εἰσήγαγε, καὶ φόνων  τὴν πόλιν  ἐνέπλησε, καὶ πολλὰ ἕτερα εἰργάσατο συγγνώμης  μείζονα· ἀλλ' ὅμως μετὰ τὴν τοσαύτην καὶ τηλικαύτην  παρανομίαν, ἅπαντα ἀπενίψατο  ἐκεῖνα. Πῶς καὶ  τίνι  τρόπῳ;  Μετανοίᾳ  καὶ  γνώμῃ. 


εʹ. Οὐ γάρ  ἐστιν,  οὐκ  ἔστιν  οὐδὲν ἁμάρτημα, ὅπερ οὐκ εἴκει καὶ παραχωρεῖ τῇ τῆς μετανοίας δυνάμει, μᾶλλον δὲ τῇ τοῦ  Χριστοῦ χάριτι.  Καὶ γὰρ  ἂν  μεταβαλώμεθα  μόνον,  αὐτὸν  ἔχομεν συνεφαπτόμενον  ἡμῖν· κἂν θελήσῃς γενέσθαι καλὸς, οὐδεὶς ὁ κωλύων· μᾶλλον δέ ἐστι μὲν ὁ κωλύων,  ὁ διάβολος, οὐ μὴν ἰσχύει; σοῦ τὰ ἄριστα προαιρουμένου, καὶ ταύτῃ τὸν Θεὸν ἐπισπωμένου πρὸς συμμαχίαν. Ἂν δὲ σὺ μὴ βουληθῇ, ἀλλ' ἀποπηδήσῃς, πῶς σου προστήσεται; Οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλ' ἑκόντα βούλεται σώζεσθαι. Εἰ γὰρ αὐτὸς οἰκέτην ἔχων μισοῦντά σε καὶ ἀποστρεφόμενον, καὶ συνεχῶς ἀποπηδῶντα  καὶ φεύγοντα,  οὐκ ἂν ἕλοιο κατέχειν, καὶ ταῦτα δεόμενος αὐτοῦ τῆς διακονίας· πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μὴ διὰ τὴν οἰκείαν χρείαν, ἀλλὰ διὰ τὴν σὴν σωτηρίαν  πάντα  ποιῶν,  οὐκ  ἂν  ἕλοιτό  σε πρὸς  βίαν  κατέχειν·  ὥσπερ οὖν  ἐὰν προαίρεσιν ἐπιδείξῃ  μόνον,  οὐκ  ἂν  ἕλοιτό  σέ ποτε  προέσθαι, οὐδ' ἂν  ὁτιοῦν  ὁ διάβολος  ποιῇ.  Ὥστε ἡμεῖς  αἴτιοι  τῆς  ἀπωλείας  τῆς  ἡμετέρας  ἐσμέν. Οὐδὲ γὰρ προσερχόμεθα αὐτῷ, οὐδὲ ἐντυγχάνομεν,  οὐδὲ παρακαλοῦμεν,  ὡς χρή· ἀλλὰ κἂν προσέλθωμεν,   τοῦτο   ποιοῦμεν   οὐχ   ὡς   ὀφείλοντες    λαβεῖν,   οὐδὲ   μετὰ   τῆς προσηκούσης πίστεως, οὐδὲ ὡς ἀπαιτοῦντες, ἀλλὰ χασμώμενοι καὶ ἀναπεπτωκότες πάντα ποιοῦμεν. Καίτοιγε βούλεται ἀπαιτεῖσθαι παρ' ἡμῶν ὁ Θεὸς, καὶ χάριν ἔχει σοι τούτου πολλήν. Μόνος γὰρ οὗτος ὁ χρεώστης, ὅταν ἀπαιτῆται, χάριν ἔχει, καὶ ἃ μὴ ἐδανείσαμεν δίδωσι. Κἂν μὲν σφοδρῶς ἴδῃ ἐπικείμενον  τὸν ἀπαιτοῦντα, καὶ ἃ μὴ ἔλαβε παρ' ἡμῶν καταβάλλει· ἂν δὲ νωθρῶς, καὶ αὐτὸς διαναβάλλεται, οὐ διὰ τὸ μὴ βού λεσθαι δοῦναι, ἀλλ' ἐπειδὴ παρ' ἡμῶν ἡδέως ἔχει ἀπαιτεῖσθαι. ∆ιὰ τοῦτό σοι καὶ ὑπόδειγμα εἶπεν ἐκείνου τοῦ φίλου τοῦ νύκτωρ παραγενομένου καὶ ἄρτον αἰτοῦντος, καὶ τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν μὴ φοβουμένου, μηδὲ ἀνθρώπους ἐντρεπομένου. Καὶ οὐκ ἔστη μέχρι τῶν παραδειγμάτων,  ἀλλὰ καὶ ἐπ' αὐτῶν  αὐτὸ τῶν  ἔργων ἔδειξεν, ἡνίκα τὴν Φοινίκισσαν ἐκείνην  γυναῖκα  τῆς μεγάλης δωρεᾶς ἐμπλήσας ἐξέπεμψε. ∆ιὰ μὲν γὰρ ταύτης, ὅτι καὶ τὰ μὴ προσήκοντα τοῖς ἀπαιτοῦσι σφοδρῶς δίδωσιν, ἔδειξεν. Οὐ γὰρ καλόν ἐστι, φησὶ, λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις· ἀλλ' ὅμως ἔδωκεν, ἐπειδὴ σφόδρα αὐτὸν ἀπῄτησε. ∆ιὰ δὲ τῶν  Ἰουδαίων  ἐδήλωσεν,  ὅτι  τοῖς  ῥᾳθυμοῦσιν  οὐδὲ  τὰ  αὐτῶν  δίδωσιν.  Οὐκοῦν ἔλαβον ἐκεῖνοι οὐδὲν, ἀλλὰ τὰ αὐτῶν ἀπώλεσαν. Καὶ οὗτοι μὲν, ἐπειδὴ μὴ ᾔτησαν, οὐδὲ τὰ ἴδια ἔλαβον· ἐκείνη δὲ, ἐπειδὴ σφοδρῶς ἐπετέθη, καὶ τὰ ἀλλότρια ἴσχυσεν ἐκδικῆσαι, καὶ τὰ τῶν τέκνων  ἔλαβε τὸ κυνάριον. Τοσοῦτον ἡ προσεδρεία ἀγαθόν. Κἂν γὰρ κύων ᾖς, προσεδρεύων προτιμηθήσῃ τοῦ τέκνου ῥᾳθυμοῦντος· ὅσα γὰρ οὐκ ἀνύει ἡ φιλία, τοσαῦτα ἤνυσεν ἡ προσεδρεία. Μὴ τοίνυν λέγε, ὅτι Ἐχθρός μού ἐστιν ὁ Θεὸς, καὶ οὐκ εἰσακούσεται. Εὐθέως σοι ἀποκρίνεται συνεχῶς ἐνοχλοῦντι·  εἰ καὶ μὴ διὰ τὸ εἶναι φίλον, ἀλλὰ διὰ τὸ προσεδρεύειν· καὶ οὔτε ἡ ἔχθρα, οὔτε ἡ ἀκαιρία, οὔτε ἄλλο οὐδὲν γίνεται κώλυμα. Μὴ εἴπῃς, Οὐκ εἰμὶ ἄξιος, καὶ οὐκ εὔχομαι· καὶ γὰρ ἡ  Συροφοινίκισσα  τοιαύτη  ἦν.  Μὴ εἴπῃς,  ὅτι  Πολλὰ  ἥμαρτον,  καὶ  οὐ  δύναμαι παρακαλέσαι τὸν ὠργισμένον· οὐ γὰρ τὴν ἀξίαν ὁ Θεὸς σκοπεῖ, ἀλλὰ τὴν γνώμην. Εἰ γὰρ τὸν  ἄρχοντα  τὸν  τὸν  Θεὸν μὴ φοβούμενον,  μηδὲ ἀνθρώπους  αἰσχυνόμενον ἔκαμψεν ἡ χήρα· πολλῷ μᾶλλον τὸν ἀγαθὸν ἐπισπάσεται ἡ συνεχὴς ἔντευξις. Ὥστε κἂν μὴ φίλος ᾖς, κἂν μὴ τὰ ὀφειλόμενα ἀπαιτῇς, κἂν τὰ πατρῷα κατεδηδοκὼς ᾖς, καὶ  πολὺν  χρόνον  ἐξ ὄψεως  γενόμενος,  κἂν  ἄτιμος,  κἂν  πάντων  ἔσχατος, κἂν ὀργιζομένῳ,  κἂν  ἀγανακτοῦντι  προσέλθῃς· θέλησον  μόνον  εὔξασθαι καὶ ἐπανελθεῖν, καὶ πάντα ἀπολήψῃ, καὶ τὴν ὀργὴν καὶ τὴν καταδίκην σβέσεις εὐθέως. Ἀλλ' ἰδοὺ εὔχομαι, φησὶ, καὶ οὐδὲν γίνεται πλέον. Οὐ γὰρ εὔχῃ κατ' ἐκείνους· οἷον τὴν Συροφοινίκισσαν λέγω, καὶ τὸν φίλον τὸν ἀωρὶ παραγενόμενον, καὶ τὴν χήραν τὴν   συνεχῶς    ἐνοχλοῦσαν    τὸν   δικαστὴν,   καὶ   τὸν   υἱὸν   τὸν   τὰ   πατρῷα καταναλώσαντα. Εἰ γὰρ οὕτως ηὔχου, ταχέως ἐπετύγχανες. Καὶ γὰρ εἰ καὶ ὑβρίσθη, πατήρ ἐστι· καὶ εἰ ὤργισται, φιλόπαις ἐστί· καὶ ἓν ζητεῖ μόνον, οὐ δίκην λαβεῖν τῶν ὕβρεων, ἀλλ' ἰδεῖν σε μεταμελόμενον καὶ παρακαλοῦντα.   ʹ. Ὄφελον καὶ ἡμεῖς οὕτω διεθερμάνθημεν,   ὡς  ἐκεῖνα   τὰ  σπλάγχνα   πρὸς  τὴν   ἀγάπην   διανίσταται   τὴν ἡμετέραν. Ἀλλ' ἀφορμὴν ἐπιζητεῖ μόνον τοῦτο τὸ πῦρ· κἂν μικρὸν αὐτῷ παράσχῃς σπινθῆρα, ὁλόκληρον ἀνάπτεις φλόγα εὐεργεσίας. Οὐδὲ γὰρ ἐπειδὴ ὕβρισται, ἀγανακτεῖ, ἀλλ' ἐπειδὴ σὺ ὁ ὑβρίζων εἶ, καὶ ταύτῃ γινόμενος πάροινος. Εἰ γὰρ ἡμεῖς πονηροὶ ὄντες, τῶν παίδων ὑβριζόντων, ὑπὲρ ἐκείνων ἀλγοῦμεν, πολλῷ μᾶλλον ὁ Θεὸς, ὁ μηδὲ ὑβρισθῆναι δυνάμενος, ὑπὲρ σοῦ τοῦ ὑβρικότος ἀγανακτεῖ. Εἰ ἡμεῖς οἱ φύσει ἀγαπῶντες, πολλῷ μᾶλλον ὁ ὑπὲρ φύσιν φιλόστοργος. Εἰ γὰρ καὶ ἐπιλάθοιτο, φησὶ,  γυνὴ   τὰ   ἔκγονα   τῆς   κοιλίας   αὐτῆς,   ἀλλ'  ἐγὼ   οὐκ   ἐπιλήσομαί   σου. Προσέλθωμεν τοίνυν  αὐτῷ καὶ εἴπωμεν· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Προσέλθωμεν εὐκαίρως, ἀκαίρως· μᾶλλον δὲ οὐδέποτε ἔστιν ἀκαίρως προσελθεῖν· ἄκαιρον γὰρ τὸ μὴ διηνεκῶς  προσιέναι. Τὸν γὰρ ἐπιθυμοῦντα  διδόναι διαπαντὸς  εὔκαιρον αἰτεῖν. Ὥσπερ γὰρ τὸ ἀναπνεῖν οὐδέποτε ἄκαιρον, οὕτως οὐδὲ τὸ αἰτεῖν, ἀλλὰ τὸ μὴ αἰτεῖν ἄκαιρον. Καὶ γὰρ καθάπερ τῆς ἀναπνοῆς δεόμεθα ταύτης, οὕτω καὶ τῆς παρ' αὐτοῦ βοηθείας· κἂν θέλωμεν, ῥᾳδίως αὐτὸν ἐπισπασόμεθα. Καὶ τοῦτο δηλῶν ὁ προφήτης, καὶ δεικνὺς  τῆς εὐεργεσίας τὸ ἀεὶ παρεσκευασμένον, ἔλεγεν·  Ὡς ὄρθρον ἕτοιμον εὑρήσομεν αὐτόν. Ὁσάκις γὰρ ἂν προσέλθωμεν, ἀναμένοντα τὰ παρ' ἡμῶν ὀψόμεθα. Εἰ δὲ οὐδὲν  ἀπὸ τῆς πηγαζούσης αὐτοῦ ἀρετῆς ἀρυόμεθα, ἡμέτερον  τὸ ἔγκλημα ἅπαν. Τοῦτο γοῦν καὶ Ἰουδαίοις ἐγκαλῶν ἔλεγε· Τὸ δὲ ἔλεός μου ὡς νεφέλη πρωϊνὴ, καὶ ὡς δρόσος ὀρθρινὴ παραπορευομένη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐγὼ μὲν τὰ παρ'  ἐμαυτοῦ  ἅπαντα  παρέσχον· ὑμεῖς  δὲ,  ὥσπερ  ἥλιος  θερμὸς  ἐπιὼν  καὶ  τὴν νεφέλην καὶ τὴν δρόσον διακρούεται καὶ ἀποκρύπτει, οὕτω διὰ τῆς πολλῆς πονηρίας τὴν ἄφατον ἀνεστείλατε φιλοτιμίαν.  Ὃ καὶ αὐτὸ πάλιν προνοίας ἐστίν. Ὅταν γὰρ καὶ ἀναξίους ἴδῃ τοῦ παθεῖν εὖ, ἐπέχει τὰς εὐεργε  σίας, ἵνα μὴ ῥᾳθύμους ἡμᾶς ἐργάσηται. Ἂν δὲ μεταβαλώμεθα μικρὸν, καὶ τοσοῦτον ὅσον γνῶναι ὅτι ἡμάρτομεν, ὑπὲρ τὰς πηγὰς  ἀναβλύζει,  ὑπὲρ τὸ πέλαγος  χεῖται·  καὶ ὅσῳ ἂν  πλείονα  λάβῃς, τοσούτῳ μᾶλλον χαίρει· καὶ ταύτῃ πρὸς τὸ πλείονα δοῦναι διανίσταται πάλιν. Καὶ γὰρ πλοῦτον οἰκεῖον τὴν ἡμετέραν ἡγεῖται σωτηρίαν, καὶ τὸ δοῦναι δαψιλῶς τοῖς αἰτοῦσιν· ὅπερ οὖν καὶ ὁ Παῦλος δηλῶν ἔλεγε· Πλουτῶν εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὅταν γὰρ μὴ αἰτήσωμεν, τότε ὀργίζεται· ὅταν μὴ αἰτήσωμεν.   τότε   ἀποστρέφεται.   ∆ιὰ  τοῦτο   ἐπτώχευσεν,   ἵνα   ἡμᾶς   πλουσίουςἐργάσηται· διὰ τοῦτο καὶ πάντα ὑπέστη ἐκεῖνα, ἵνα ἡμᾶς ἐκκαλέσηται πρὸς τὸ αἰτεῖν. Μὴ τοίνυν  ἀπογνῶμεν· ἀλλ' ἔχοντες τοσαύτας ἀφορμὰς καὶ χρηστὰς ἐλπίδας, κἂν καθ' ἑκάστην ἁμαρτάνωμεν τὴν ἡμέραν, προσίωμεν παρακαλοῦντες, δεόμενοι, τὴν ἄφεσιν τῶν πλημμελημάτων  αἰτοῦντες. Οὕτω γὰρ καὶ πρὸς τὸ ἁμαρτάνειν ὀκνηρότεροι λοιπὸν  ἐσόμεθα, καὶ τὸν διάβολον ἀποσοβήσομεν, καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν  ἐκκαλεσόμεθα, καὶ τῶν μελλόντων  ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |