ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΓʹ Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος

Σάββατο 22 Οκτωβρίου 2016

ΜΓʹ Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60


ΜΓʹ Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον προσκαλεσάμενος ὁ Παῦλος τοὺς μαθητὰς, καὶ ἀσπασάμενος, ἐξῆλθε πορευθῆναι εἰς τὴν Μακεδονίαν.

αʹ. Ἔδει πολλῆς παρακλήσεως ἀπὸ τῆς ταραχῆς ἐκείνης. Τοῦτο δὴ καὶ ποιεῖ, καὶ ἵνα παρακαλέσῃ τοὺς μαθητὰς, ἔρχεται εἰς Μακεδονίαν, εἶτα εἰς τὴν Ἑλλάδα. Καὶ ὅτι   σφόδρα  αὐτοὺς   παρεκάλεσεν,   ἄκουε.  ∆ιελθὼν   δὲ   τὰ   μέρη  ἐκεῖνα,   καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. Ποιήσας τε μῆνας τρεῖς, γενομένης αὐτῷ ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο γνώμη τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. Συνείπετο δὲ αὐτῷ ἄχρι τῆς Ἀσίας Σώπατρος  Βεροιαῖος,  Θεσσαλονικέων  δὲ  Ἀρίσταρχος  καὶ  Σεκοῦνδος  καὶ  Γάϊος ∆ερβαῖος  καὶ  Τιμόθεος, Ἀσιανοὶ  δὲ  Τυχικὸς  καὶ  Τρόφιμος.  Οὗτοι προελθόντες,


ἔμενον ἡμᾶς ἐν Τρωάδι. Πάλιν διώκεται ὑπὸ Ἰουδαίων, καὶ ἔρχεται εἰς Μακεδονίαν. Πῶς δὲ τὸν Τιμόθεον Θεσσαλονικέα φησίν; Οὐ τοῦτο λέγει· ἀλλὰ, Προέλαβον, φησὶν, οὗτοι  εἰς  τὴν  Τρωάδα προοδοποιοῦντες  αὐτῷ.  Ἡμεῖς δὲ ἐξεπλεύσαμεν  μετὰ τὰς ἡμέρας τῶν Ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρωάδα ἄχρις ἡμερῶν  πέντε,  οὗ  διετρίψαμεν   ἡμέρας  ἑπτά.  Καὶ γὰρ  τὰς  ἑορτὰς  ἐμοὶ  δοκεῖ σπουδάζειν αὐτὸν ποιεῖν ἐν ταῖς μεγάλαις πόλεσιν. Ἀπὸ Φιλίππων ἐκπλεῖ, ἔνθα τὰ κατὰ τὸ δεσμωτήριον ἐγένετο. Τρίτον δὲ τοῦτο εἰς Μακεδονίαν ἐπανῆλθε, καὶ πολλὰ μαρτυρεῖ τοῖς Φιλιππησίοις· διὸ καὶ ἐνδιατρίβει ἐκεῖ. Ἐν δὲ τῇ μιᾷ τῶν Σαββάτων, συνηγμένων ἡμῶν κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς μέλλων ἐξιέναι· παρέτεινέ  τε  τὸν  λόγον  μέχρι  μεσονυκτίου.  Ὅρα πῶς  πάντα  πάρεργα  ἦν  τοῦ κηρύγματος. Πεντηκοστὴ τότε ἦν καὶ Κυριακὴ ἦν· ὁ δὲ καὶ μέχρι μεσονυκτίου τὴν διδασκαλίαν ἐκτείνει· οὕτω τῆς τῶν μαθητῶν σωτηρίας ἐφίετο, ὅτι οὐδὲ τὴν νύκτα ἐσίγα,  ἀλλὰ  τότε  μᾶλλον  διελέγετο,  ἅτε  ἡσυχίας  οὔσης. Ὅρα πῶς  καὶ  πολλὰ διελέγετο, καὶ παρ' αὐτὸν τοῦ δείπνου τὸν καιρόν. Ἀλλὰ συνετάραξε τὴν ἑορτὴν ὁ διάβολος, οὐ μὴν ἴσχυσε, βαπτίσας τὸν ἀκροατὴν ὕπνῳ καὶ κατενεγκών.  Καὶ ὅπως συμβαίνει, ἡρμήνευσεν ἐπαγαγών· Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ, οὗ ἦμεν συνηγμένοι. Καθήμενος δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ὑπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν ἐπ' αὐτῷ,  καὶ συμπεριλαβὼν  αὐτὸν,  εἶπε· Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Ἀναβὰς δὲ, καὶ κλάσας ἄρτον καὶ γευσάμενος, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν  οὐ  μετρίως.  Θέα δέ  μοι  τὸ  θέατρον,  ὅπως  ἦν  συγκεκροτημένον· Συνηγμένων γὰρ τῶν μαθητῶν, φησί· καὶ τὸ σημεῖον, οἷον· Ἐπὶ θυρίδος γὰρ, φησὶν, ἐκάθητο, καὶ ἀωρὶ τῶν νυκτῶν. Τοσοῦτος ἦν ὁ πόθος τῆς ἀκροάσεως. Αἰσχυνθῶμεν ἡμεῖς μηδὲ ἐν ἡμέρᾳ τοῦτο ποιοῦντες. Ἀλλὰ Παῦλος διελέγετο, φησὶ, τότε. Τί λέγεις; Καὶ νῦν Παῦλος διαλέγεται, μᾶλλον δὲ οὐδὲ τότε Παῦλος οὐδὲ νῦν, ἀλλ' ὁ Χριστὸς, καὶ οὐδεὶς ἀκούει. Οὐχὶ θυρίς ἐστι νῦν, οὐ πεῖνα, οὐχ ὕπνος ἐνοχλεῖ, καὶ ὅμως οὐκ ἀκούομεν· οὐ  στενοχωρία τόπου, οὐκ ἄλλο τῶν τοιούτων  οὐδέν. Καὶ τὸ δὴ θαυμαστὸν,   ὅτι   καίτοι   νεανίας    ἐκεῖνος   ὢν   οὐκ   ἦν   ῥᾴθυμος,   καὶ   ὕπνῳ καταφερόμενος  οὐκ ἀπέστη, οὐδὲ ἔδεισε τὸν  κίνδυνον  μὴ κατενεχθῇ.  Εἰ δὲ καὶ νυστάξας  κατέπεσε,  μὴ  θαυμάσῃς· οὐ  γὰρ  ἀπὸ  ῥᾳθυμίας  ἐνύσταξεν,  ἀλλ'  ἀπὸ ἀνάγκης φύσεως. Σὺ δέ μοι θέα, ὅτι οὕτως ἔζεον τῇ προθυμίᾳ, ὅτι καὶ ἐν τριστέγῳ ἦσαν· οὔπω γὰρ ἦν ἡ ἐκκλησία. Μὴ θορυβεῖσθε, φησίν· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. Οὐκ εἶπεν, Ἀναστήσεται, ἐγερῶ γὰρ αὐτόν· ἀλλὰ τί; Μὴ θορυβεῖσθε. Ὅρα τὸ ἄτυφον, καὶ παρακλητικόν. Ἀναβὰς καὶ κλάσας, φησὶν, ἄρτον καὶ γευσάμενος. Τοῦτο διέκοψε  τὸν  λόγον,   οὐ  μὴν  ἔβλαψεν.  Ὁρᾷς  τοῦ  δείπνου   τὸ  ἀπέριττον;  Καὶ γευσάμενος, φησὶν, ἐφ' ἱκανόν τε ὁμιλήσας ἄχρις αὐγῆς, οὕτως ἐξῆλθεν. Ὁρᾷς πῶς διενυκτέρευον;   Τοιαῦται  αἱ  τράπεζαι  ἦσαν,  ὡς  νήφοντας   πάλιν   ἀπιέναι  τοὺς ἀκροατὰς, καὶ πρὸς ἀκρόασιν εἶναι ἐπιτηδείους. Τί κυνῶν διαφέρομεν ἡμεῖς; Ὁρᾶτε πόσον τὸ διάφορον; Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως. Σφόδρα παρακαλοῦνται, ὅτι τε ζῶντα ἀπέλαβον, ὅτι τε σημεῖον γέγονεν. Ἡμεῖς δὲ προσελθόντες ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν  εἰς τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτω γὰρ ἦν διατεταγμένος, μέλλων αὐτὸς πεζεύειν. Ὡς δὲ συνέβαλεν  ἡμῖν  εἰς τὴν  Ἄσσον, ἀναλαβόντες  αὐτὸν  ἤλθομεν  εἰς Μυτιλήνην. Πολλαχοῦ τῶν μαθητῶν  ὁ Παῦλος χωρίζεται. Ἰδοὺ γὰρ πάλιν, αὐτὸς μὲν πεζεύει, ἐκεῖνοι δὲ τῷ πλοίῳ ἀνάγονται· τὸ μὲν κουφότερον ἐκείνοις ἐπιτρέπων, τὸ δὲ ἐπιπονώτερον  αὐτὸς  αἱρούμενος. Ἐπέζευεν, ἅμα καὶ πολλὰ  οἰκονομῶν,  ἅμα καὶ παιδεύων  μηδὲ αὐτοὺς χωρίζεσθαι αὐτοῦ. Κἀκεῖθεν ἀποπλεύσαντες  τῇ ἐπαύριον, κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον, καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ  ἤλθομεν  εἰς Μίλητον. Ὅρα πῶς ἐπειγομένου  τοῦ Παύλου ἀνάγονται,  καὶ οὐ χρονοτριβοῦσιν, ἀλλὰ  παρέρχονται  τὰς νήσους. Ἔκρινε γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ,  εἰ  δυνατὸν  ἦν  αὐτῷ  τὴν  ἡμέραν  τῆς  Πεντηκοστῆς  γενέσθαι  εἰς Ἱεροσόλυμα.



 βʹ. Τίς ἡ ἔπειξις αὕτη; Οὐ διὰ τὴν ἑορτὴν, ἀλλὰ διὰ τὸ πλῆθος. Ἅμα καὶ τούτῳ Ἰουδαίους ἐπήγετο, ὡς δὴ τιμῶν τὰς ἑορτάς· καὶ τοὺς ἐχθροὺς ἑλεῖν βουλόμενος,  ἅμα  ἔσπευδε  τὸν  λόγον  καθεῖναι.  Ὅρα γοῦν  οἷον  γέγονε  κέρδος, πάντων  παρόντων.  Ἄλλως  δὲ, ἵνα  μὴ διὰ τοῦτο ἀμεληθῇ  τὰ κατὰ τὴν  Ἔφεσον, ᾠκονόμησεν ἑτέρως. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Καὶ ἀσπασάμενος,  φησὶ, τοὺς μαθητὰς,  ἐξῆλθε  πορευθῆναι  εἰς  Μακεδονίαν,  καὶ  παρακαλέσας  αὐτοὺς  λόγῳ πολλῷ,  ἦλθεν  εἰς  τὴν  Ἑλλάδα.  Καὶ τούτῳ  πάλιν  ἀνεκτήσατο,  ἱκανὴν  διδοὺς παραμυθίαν.  Ὅρα πανταχοῦ  διὰ  λόγων  τὸ  πᾶν  κατορθοῦντα,  οὐ  διὰ  σημείων. Μέλλοντα δὲ, φησὶν, ἀνάγεσθαι εἰς τὴν Συρίαν. Συνεχῶς ἡμῖν αὐτὸν δείκνυσι ἐπειγόμενον εἰς τὴν Συρίαν. Τὸ δὲ αἴτιον ἡ Ἐκκλησία ἦν καὶ τὰ Ἱεροσόλυμα· οὕτως εἶχε πόθον καὶ τὰ ἐκεῖ κατορθοῦν. Καίτοι οὐ μεγάλη ἡ Τρωάς ἐστι· τί οὖν ἡμερῶν ἀριθμὸν ἑπτὰ ἐν αὐτῇ ποιοῦσι; Μεγάλη ἴσως ἦν κατὰ τοὺς πιστούς. Καὶ ἡμέρας δὲ διατρίψας  ἑπτὰ, τῇ ἐπιούσῃ τὴν νύκτα ἀνάλωσεν εἰς τὴν διδασκαλίαν· οὕτω δυσαποσπάστως καὶ αὐτὸς  αὐτῶν  εἶχε, καὶ αὐτοὶ  αὐτοῦ. Συνηγμένων  δὲ, φησὶν, ἡμῶν  κλάσαι ἄρτον. Πρὸς αὐτὸν  τὸν  καιρὸν, ᾧ ἐνεδείκνυτο  πεινῇν  (καὶ οὐκ ἦν ἄκαιρον), ἀρχὴν ὁ λόγος λαβὼν παρετάθη· ὥστε οὐ προηγουμένως εἰς διδασκαλίαν καθήκειν, ἀλλὰ συνῆλθον μὲν κλάσαι ἄρτον, ἐμπεσόντος δὲ λόγου, παρέτεινε τὴν διδασκαλίαν. Ὅρα πως καὶ τῇ τραπέζῃ τοῦ Παύλου πάντες ἐκοινώνουν. Ἐμοὶ δοκεῖ, καὶ παρὰ τὴν τράπεζαν αὐτὸν καθήμενον διαλέγεσθαι, παιδεύοντα ἡμᾶς πάντα τὰ λοιπὰ πάρεργα ἡγεῖσθαι. Ὑποτυπώσατέ μοι τὸν οἶκον ἐκεῖνον, ἔνθα λαμπάδες ἦσαν, ἔνθα ὄχλος, ἔνθα Παῦλος μέσος ὢν διελέγετο, ἔνθα καὶ τὰς θυρίδας πολλοὶ κατελάμβανον  καὶ  τῆς  σάλπιγγος  ἀκοῦσαι ἐκείνης,  καὶ  τὸ  πρόσωπον  τὸ  χάριεν θεάσασθαι· τί εἰκὸς εἶναι τοὺς διδασκομένους, καὶ πόσην καρποῦσθαι τὴν ἡδονήν; Τίνος δὲ ἕνεκεν ἐν νυκτὶ διελέγετο; Ἐπειδὴ ἔμελλεν ἐξιέναι, καὶ οὐκ ἔτι ὁρᾷν αὐτοὺς λοιπόν·  ἀλλὰ τοῦτο μὲν αὐτοῖς οὐ λέγει, ἅτε ἀσθενεστέροις οὖσι, τοῖς δὲ ἄλλοις ἔλεγεν. Ἅμα δὲ αὐτοὺς καὶ τὸ γενόμενον  σημεῖον διαπαντὸς ἐποίει μεμνῆσθαι τῆς ἑσπέρας ἐκείνης. Πολλὴ ἡ ἡδονὴ τῶν ἀκροατῶν, ὅτι καὶ ἐγκοπεῖσα ἐπετάθη μᾶλλον· ὥστε ὑπὲρ τοῦ διδασκάλου ἡ πτῶσις γέγονεν. Ἄλλως τε καὶ πᾶσιν ἔμελλεν ἐκεῖνος ἐπιτιμᾷν  τοῖς  ῥᾳθύμοις,  ὁ διὰ  τοῦτο  ἀποθανὼν,  ἵνα  Παῦλον  ἀκούσῃ. Καὶ τίνος ἕνεκεν,  φησὶ, καταλέγει  ἕκαστα, καὶ ποῦ ἦλθον,  καὶ ποῦ ἀπῆλθον,  καὶ ποῦ μὲν ἐνδιέτριβε, τίνα δὲ παρέπλεε μέρη; Ἵνα δείξῃ τέως, σχολαιότερον αὐτὸν πλέοντα, καὶ τοῦτο ἀνθρωπίνως, καὶ παραπλέοντα. Ἔκρινε γὰρ παραπλεῦσαι τὴν Ἔφεσον, ἵνα μὴ  γένηται   αὐτῷ,  φησὶ,  χρονοτριβῆσαι  ἐν  τῇ  Ἀσίᾳ. Καλῶς·  οὐ  γὰρ  ἠδύνατο γενόμενος ἐκεῖ, παραπλεῦσαι, ἐπειδὴ οὐκ ἐβούλετο λυπῆσαι τοὺς μένειν ἀξιοῦντας αὐτόν. Ἢ τοίνυν  τοῦτό ἐστιν εἰπεῖν, καὶ ὅτι ἐσπούδαζεν. Ἔσπευδε γὰρ, φησὶν, εἰ δυνατὸν ἦν αὐτῷ τὴν ἡμέραν τῆς Πεντηκοστῆς ποιῆσαι ἐν Ἱεροσολύμοις. Ὥστε καὶ διὰ τοῦτο μένειν  οὐκ ἦν  δυνατόν.  Ὅρα καὶ ἀνθρωπίνως  αὐτὸν  κινούμενον,  καὶ ἐπιθυμοῦντα καὶ σπεύδοντα καὶ οὐκ ἐπιτυγχάνοντα  πολλάκις. ∆ιὰ τοῦτο δὲ ταῦτα γίνεται,  ἵνα μὴ νομίσωμεν, ὅτι ὑπὲρ φύσιν ἦν τὴν ἀνθρωπίνην.  Οἱ γὰρ ἅγιοι καὶ μεγάλοι ἄνδρες ἐκεῖνοι τῆς μὲν φύσεως τῆς αὐτῆς ἡμῖν ἐκοινώνουν, τῆς δὲ προαιρέσεως οὐκέτι· διὸ καὶ πολλὴν ἐπεσπῶντο τὴν χάριν. Ὅρα γοῦν πόσα καὶ ἀφ' ἑαυτῶν οἰκονομοῦσι. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Ἵνα μὴ δῶμεν προσκοπὴν τοῖς βουλομένοις· καὶ πάλιν, Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν. Ἰδοὺ καὶ βίος ἄληπτος, καὶ πολλὴ  ἡ συγκατάβασις· Τοῦτο οἰκονομία  λέγεται,  τὸ εἰς ἀκρότητα εἶναι  καὶ ὕψους ἀρετῆς, καὶ ταπεινοφροσύνης συγκαταβάσεως. Καὶ ἄκουε πῶς ὁ ὑπερβαίνων τὰ παραγγέλματα τοῦ Χριστοῦ, οὗτος πάλιν  πάντων  ταπεινότερος ἦν. Πᾶσι πάντα γέγονα, φησὶν, ἵνα πάντας  κερδήσω. Ὁ αὐτὸς καὶ εἰς κινδύνους  ἑαυτὸν ἐνέβαλε, καθὼς   ἑτέρωθί   φησιν·   Ἐν   ὑπομονῇ   πολλῇ,   ἐν   θλίψεσιν,   ἐν   ἀνάγκαις,   ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς.  Καὶ πολὺς ἦν αὐτοῦ ὁ πόθος, ὁ περὶ τὸν Χριστόν. Ἂν γὰρ τοῦτο μὴ ᾖ, πάντα περιττὰ, καὶ τὰ τῆς οἰκονομίας καὶ τοῦ ἀλήπτου βίου καὶ τοῦ παρακεκινδυνευμένου. Τίς ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;



γʹ. Ταῦτα, παρακαλῶ, καὶ ἡμεῖς μιμώμεθα τὰ ῥή   ματα,  καὶ  εἰς  κινδύνους  ῥίπτωμεν  ἑαυτοὺς  διὰ  τοὺς  ἀδελφοὺς  τοὺς ἡμετέρους. Κἂν πῦρ ᾖ, κἂν σίδηρος, ῥῖψον σαυτὸν, ἀγαπητὲ, ἵνα σοῦ τὸ μέλος ἐξέλῃς· ῥῖψον, μὴ φοβηθῇς.  Μαθητὴς εἶ τοῦ Χριστοῦ τοῦ διὰ τοὺς ἀδελφοὺς  τὴν  ψυχὴν θέντος· συμμαθητὴς Παύλου, τοῦ μυρία ἑλομένου παθεῖν δεινὰ διὰ τοὺς ἐχθροὺς, διὰ τοὺς πολεμοῦντας αὐτῷ· ἐμπλήσθητι ζήλου, μίμησαι τὸν Μωσέα. Εἶδεν ἀδικούμενον καὶ ἤμυνε, κατεφρόνησε τρυφῆς βασιλικῆς, καὶ γέγονε διὰ τοὺς καταπονουμένους φυγὰς,  πλανήτης,  ἔρημος συγγενῶν  καὶ οἰκίας· ἐν  ἀλλοτρίᾳ  διετέλεσε τοσοῦτον χρόνον, καὶ οὐκ ἐμέμψατο ἑαυτῷ οὐδὲ εἶπε· Τί τοῦτο; βασιλείας κατεφρόνησα, τιμῆς τοσαύτης καὶ δόξης· εἱλόμην ἀμῦναι τοῖς ἀδικουμένοις, καὶ περιεῖδεν ὁ Θεὸς, καὶ οὐ μόνον οὐκ ἐπανήγαγέ  με ἐπὶ τὴν προτέραν τιμὴν, ἀλλὰ καὶ τεσσαράκοντα ἔτη ἐν ἀλλοτρίᾳ διάγω. Καλῶς γε· οὐ γὰρ τοὺς μισθοὺς ἀπέλαβον. Ἀλλ' οὐδὲν τούτων εἶπεν οὐδὲ ἐνενόησεν.  Οὕτω καὶ σύ· κἂν  κακόν  τι  πάθῃς  ἀγαθοποιῶν,  κἂν  ἐπὶ  πολὺν χρόνον, μὴ σκανδαλίζου μηδὲ θορυβοῦ· πάντως ἀποδώσει σοι τὴν ἀμοιβὴν ὁ Θεός. Ὅσῳ ἂν χρονίζῃ ἡ ἀντίδοσις, τοσούτῳ οἱ τόκοι ἐπιτείνονται. Οὐκοῦν ἔχωμεν ψυχὴν συμπαθητικὴν, ἔχωμεν  διάνοιαν  εἰδυῖαν  συναλγεῖν·  μηδὲν ἔστω παρ' ἡμῖν ὠμὸν, μηδὲν ἀπάνθρωπον. Κἂν μηδὲν δυνηθῇς εἰσενεγκεῖν, δάκρυσον, στέναξον, ἄλγησον ἐπὶ τοῖς γινομένοις· οὐδὲ ταῦτά σοι ἔσται εἰκῆ. Εἰ τοῖς ὑπὸ τοῦ Θεοῦ κολαζομένοις δικαίως συναλγεῖν χρὴ, πολλῷ μᾶλλον τοῖς ὑπὸ ἀνθρώπων  ἀδίκως πάσχουσιν. Οὐκ ἐξῆλθον, φησὶν, Αἰνὰν κόψασθαι οἶκον ἐχόμενον αὐτῆς· λήψονται ὀδύνην ἀνθ' ὧν ᾠκοδόμησαν  εἰς καταγέλωτα.  Τοῦτο ἐγκαλεῖ  ὁ Ἰεζεκιὴλ, ὅτι  οὐ συνήλγησαν.  Τί λέγεις, ὦ προφῆτα; ὁ Θεὸς κολάζει, κἀγὼ συναλγήσω τοῖς κολαζομένοις; Ναί· τοῦτο γὰρ αὐτὸς ὁ κολάζων βούλεται· οὐδὲ γὰρ αὐτὸς ἥδεται κολάζων, ἀλλὰ μάλιστα καὶ ἀλγεῖ. Ἐπεὶ οὖν οὐδὲ αὐτὸς εὐφραίνεται ὁ κολάζων, μὴ τοίνυν μηδὲ σὺ εὐφραίνου. Ἀλλ' εἰ δικαίως, φησὶ, κολάζονται, οὐ δεῖ ἀλγεῖν. Καὶ μὴν διὰ τοῦτο δεῖ ἀλγεῖν, ὅτι ἄξιοι κολάσεως ἐφάνησαν. Εἰπὲ δή μοι, ὅταν ἴδῃς τὸν υἱὸν τὸν σὸν καιόμενον  ἢ τεμνόμενον, μὴ οὐκ ἀλγεῖς; Εὔδηλον ὅτι, καὶ οὐ λέγεις πρὸς σεαυτόν· Τί τοῦτο; Πρὸς ὑγίειαν  ἡ τομὴ βλέπει, ὑπὲρ ἀπαλλαγῆς  ἐστιν ἡ καῦσις· ἀλλ' ὅμως ὅταν ἀκούσῃς ὀλολύζοντος, οὐ φέροντος τὰς ὀδύνας, ἀλγεῖς, καὶ οὐχ ἱκανὴ ἡ τῆς ὑγιείας ἐλπὶς ἀφελεῖν   τὴν   σύγχυσιν   τῆς   φύσεως.  Οὕτω  καὶ  ἐπὶ   τούτων,   κἂν   εἰς  ὑγείαν κολάζωνται,  ὅμως  ἀδελφικὴν  ἐπιδεικνύωμεν  ἡμεῖς  προαίρεσιν ἐπ' αὐτοὺς,  [καὶ] πατρικὴν διάθεσιν. Τομαὶ καὶ καύσεις εἰσὶν αἱ τιμωρίαι τοῦ Θεοῦ· ἀλλὰ διὰ τοῦτο ὀφείλομεν  κλαίειν,  ὅτι  ἐνόσησαν, ὅτι  τοιαύτης  ἐδεήθησαν  ἰατρείας. Ἐάν τις  ἐπὶ στεφάνοις  ταῦτα πάσχῃ, τότε μὴ ἄλγει, οἷον ὡς Παῦλος, ὡς Πέτρος· ὅταν δὲ ἐπὶ τιμωρίᾳ τίνῃ δίκην, τότε δάκρυσον, τότε στέναξον. Τοιοῦτοι ἦσαν οἱ προφῆται. ∆ιὸ καί  τις  αὐτῶν  ἔλεγεν·  Οἴμοι, Κύριε, ἐξαλείφεις  σὺ τὸ  κατάλοιπον  τοῦ  Ἰσραήλ; Ἀνδροφόνους ὁρῶμεν, μιαροὺς ἄνδρας, κολαζομένους πολλάκις, καὶ δακνόμεθα καὶ ἀλγοῦμεν.   Μὴ  ὑπὲρ  τὸ   μέτρον   φιλόσοφοι   ὦμεν·   ἐλεήμονες   γενώμεθα,   ἵνα ἐλεηθῶμεν· οὐδὲν ἴσον τούτου τοῦ καλοῦ· οὐδὲν οὕτω τὸν ἀνθρώπινον ἡμῖν ὑποδείκνυσι  χαρακτῆρα  ὡς  τὸ ἐλεεῖν,  ὡς  τὸ φιλάνθρωπον  εἶναι.  ∆ιὰ τοῦτο  καὶ  οἱ νόμοι τοῖς δημίοις τὸ πᾶν ἐπιτρέπουσι, τὸν δικαστὴν μέχρι τῆς ἀποφάσεως ἀναγκάσαντες τιμωρεῖσθαι, εἰς δὲ τὸ ἔργον ἐκείνους ἐξήγαγον. Οὕτω, κἂν δικαίως γένηται, οὐχὶ ψυχῆς φιλοσόφου τὸ κολάζειν, ἀλλά τινος ἑτέρου δεῖται τοῦτο· ἐπεὶ καὶ ὁ Θεὸς οὐ δι' ἑαυτοῦ  κολάζει, ἀλλὰ  διὰ τῶν  ἀγγέλων.  ∆ήμιοι οὖν  εἰσιν  οἱ ἄγγελοι;  Μὴ γένοιτο·  οὐ τοῦτό  φημι,  ἀλλὰ  τιμωρητικαὶ  δυνάμεις  εἰσίν. Ὅτε τὰ Σόδομα  κατεστρέφετο,  δι'  ἐκείνων  ἅπαντα  ἐγίνετο·  ὅτε  τὰ  κατ'  Αἴγυπτον,  δι' ἐκείνων.  Ἀποστολὴν γὰρ, φησὶ, δι' ἀγγέλων  πονηρῶν.  Ὅτε μέντοι σῶσαι χρὴ, δι' ἑαυτοῦ τοῦτο ποιεῖ· οὕτω τὸν Υἱὸν ἔπεμψεν  ἐπὶ σωτηρίᾳ τοῦ γένους. Καὶ πάλιν· Τότε, φησὶν, ἐρῶ τοῖς ἀγγέλοις· Συλλέξατε τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βάλετε εἰς τὴν  κάμινον.  Περὶ δὲ τῶν  δικαίων  οὐχ οὕτως,  ἀλλ',  Ὁ δεχόμενος  ὑμᾶς, ἐμὲ δέχεται· καὶ πάλιν· ∆ήσατε αὐτοῦ χεῖρας καὶ πόδας, καὶ βάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ὅρα ἐκεῖ τοὺς δούλους διακονουμένους· ὅταν δὲ εὐεργετεῖν δέῃ, αὐτὸν εὐεργετοῦντα,  αὐτὸν  καλοῦντα·  ∆εῦτε,  οἱ  εὐλογημένοι  τοῦ  Πατρός μου, κληρονομήσατε  τὴν  ἡτοιμασμένην  ὑμῖν  βασιλείαν.  Ὅταν  διαλέγεσθαι  δέῃ  τῷ Ἀβραὰμ, αὐτὸς  παραγίνεται·  ὅταν  εἰς  Σόδομα  ἀπελθεῖν,  τοὺς  δούλους  πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν  σε καταστήσω. Καὶ τοῦτον  μὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν, τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν.  Νῦν δὲ πολλοὶ  καὶ ἐπὶ τοῖς κακῶς πάσχουσιν ἀδίκως χαίρουσιν. Ἀλλὰ μὴ ἡμεῖς οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας  ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



 Μ∆ʹ.  Ἀπὸ   δὲ   τῆς   Μιλήτου   πέμψας   εἰς   Ἔφεσον, μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς Ἐκκλησίας. Ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν, εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας, ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, ὡς μεθ' ὑμῶν  πάντα  τὸν  χρό νον  ἐγενόμην,  δουλεύων  τῷ Κυρίῳ μεθ' ὑμῶν  μετὰ πάσης ταπεινοφροσύνης καὶ πολλῶν δα κρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων, ὡς οὐδὲν ὑπ εστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι   ὑμῖν,  καὶ  διδάξαι  ὑμᾶς  δημοσίᾳ, καὶ  κατ'  οἴκους,  διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησι τὴν εἰς Θεὸν μετάνοιαν,  καὶ πίστιν τὴν εἰς τὸν Κύ ριον ἡμῶν Ἰησοῦν Χριστόν.

αʹ. Ὅρα αὐτὸν καὶ ἐπειγόμενον  παραπλεῦσαι, καὶ μὴ παρορῶντα, ἀλλὰ τὸ πᾶν οἰκονομοῦντα. Τοὺς ἄρχοντας μεταπεμψάμενος, ἐπ' αὐτῶν τὰ εἰρημένα διέξεισι. Καὶ ἄξιον θαυμάσαι, πῶς εἰς ἀνάγκην ἐμπεσὼν τοῦ μεγάλα τινὰ περὶ ἑαυτοῦ εἰπεῖν, πειρᾶται μετριάζειν. Καθάπερ γὰρ ὁ Σαμουὴλ μέλλων  παραδιδόναι τῷ Σαοὺλ τὴν ἀρχὴν, ἐπ' αὐτῶν λέγει· Μή τι παρ' ὑμῶν εἴληφα; ὑμεῖς μάρτυρες καὶ ὁ Θεός· καὶ ὁ ∆αυῒδ ἀπιστηθεὶς λέγει· Ἐν τῷ ποιμνίῳ ἤμην ποιμαίνων  τὰ  οἱ εὐλογημένοι τοῦ   Πατρός  μου,   κληρονομήσατε   τὴν   ἡτοιμασμένην   ὑμῖν   βασιλείαν.   Ὅταν διαλέγεσθαι  δέῃ τῷ Ἀβραὰμ, αὐτὸς παραγίνεται·  ὅταν εἰς Σόδομα ἀπελθεῖν,  τοὺς δούλους πέμπει, καθάπερ τις δικαστὴς ἀνιστὰς τοὺς μέλλοντας κολάζειν. Καὶ πάλιν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα  ἦς πιστὸς, ἐπὶ πολλῶν  σε καταστήσω. Καὶ τοῦτον μὲν αὐτὸς εὐλογεῖ· ἐκεῖνον δὲ τὸν πονηρὸν οὐκ αὐτὸς, ἀλλὰ δοῦλοι δεσμεύουσι. Ταῦτα εἰδότες, μὴ χαίρωμεν ἐπὶ τοῖς κολαζομένοις, ἀλλὰ καὶ ἀλγῶμεν· τούτους πενθῶμεν,  τούτους δακρύωμεν, ἵνα καὶ τούτου μισθὸν λάβωμεν. Νῦν δὲ
πολλοὶ  καὶ  ἐπὶ  τοῖς  κακῶς  πάσχουσιν  ἀδίκως  χαίρουσιν.  Ἀλλὰ  μὴ  ἡμεῖς  οὕτω ποιῶμεν, ἀλλὰ πᾶσαν συμπάθειαν ἐπιδεικνυώμεθα· ἵνα καὶ αὐτοὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας  ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ
τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |