ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Ξς ʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί

Τετάρτη 19 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Ξς ʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί



Ιωάννης Χρυσόστομος Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58

 ΟΜΙΛΙΑ  Ξς  ʹ. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχὼ, ἠκολούθη σαν αὐτῷ ὄχλοι πολλοί. Καὶ ἰδοὺ δύο τυ φλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραζον λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς ∆αυΐδ.


αʹ. Ὅρα πόθεν παρῆλθεν εἰς τὰ Ἱεροσόλυμα, καὶ ποῦ πρὸ τούτου διέτριβεν· ὃ καὶ μάλιστα ζητήσεως ἄξιον εἶναί μοι δοκεῖ, διατί μὴ καὶ πρώην ἐκεῖθεν ἀπῆλθεν εἰς τὴν  Γαλιλαίαν,  ἀλλὰ  διὰ  τῆς  Σαμαρείας.  Ἀλλὰ  τοῦτο  μὲν  τοῖς  φιλομαθέσιν ἀφήσομεν. Εἰ γάρ τις ἀκριβῶς ἐξετάζειν ἐθέλοι, εὑρήσει τὸν Ἰωάννην  αἰνιξάμενον αὐτὸ καλῶς, καὶ τὴν αἰτίαν τεθεικότα. Ἡμεῖς δὲ τῶν προκειμένων ἐχώμεθα, καὶ τῶν τυφλῶν  τούτων  ἀκούσωμεν, οἳ πολλῶν  βλεπόντων  ἦσαν ἀμείνους. Οὔτε γὰρ τὸν ὁδηγοῦντα  ἔχοντες,  οὔτε  ἰδεῖν  αὐτὸν  δυνάμενοι  ἐπιστάντα,  ὅμως  ἐφιλονείκουν ἐλθεῖν πρὸς αὐτὸν, καὶ μεγάλῃ ἤρξαντο φωνῇ κράζειν, καὶ ἐπιστομισθέντες μᾶλλον ἐβόων. Τοιοῦτον γὰρ ψυχὴ  καρτερική· δι' αὐτῶν  τῶν  κωλυόντων  αἴρεται.


 Ὁ δὲ Χριστὸς εἴα αὐτοὺς ἐπιστομίζεσθαι, ἵνα μειζόνως αὐτῶν ἡ προθυμία φαίνηται,  καὶ μάθῃς ἀξίως αὐτοὺς ἀπολαύοντας τῆς θεραπείας. ∆ιὰ τοῦτο οὐδὲ ἐρωτᾷ, Πιστεύετε; ὅπερ ἐπὶ πολλῶν ποιεῖ· ἡ γὰρ κραυγὴ καὶ ἡ πρόσοδος ἤρκει πᾶσι κατάδηλον ποιῆσαι τὴν πίστιν αὐτῶν. Ἐντεῦθεν μάνθανε, ἀγαπητὲ, ὅτι κἂν σφόδρα εὐτελεῖς ὦμεν καὶ ἀπεῤῥιμμένοι, μετὰ σπουδῆς δὲ προσίωμεν τῷ Θεῷ, καὶ δι' ἡμῶν αὐτῶν δυνησόμεθα ἀνύειν   ὅπερ  ἂν  αἰτῶμεν.   Ὅρα  γοῦν  καὶ  οὗτοι  πῶς  οὐδένα  τῶν   ἀποστόλων συνήγορον ἔχοντες, ἀλλὰ καὶ πολλοὺς τοὺς ἐπιστομίζοντας, ἴσχυσαν ὑπερβῆναι τὰ κωλύματα,  καὶ πρὸς αὐτὸν  ἐλθεῖν  τὸν  Ἰησοῦν. Καίτοι παῤῥησίαν βίου οὐδεμίαν αὐτοῖς  μαρτυρεῖ ὁ εὐαγγελιστὴς,  ἀλλ' ἤρκεσεν ἀντὶ  πάντων  αὐτοῖς ἡ προθυμία. Τούτους δὴ καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν ἀναβάλληται τὴν δόσιν ὁ Θεὸς, κἂν πολλοὶ οἱ ἀπάγοντες, μὴ ἀποστῶμεν αἰτοῦντες. Ταύτῃ γὰρ μάλιστα τὸν Θεὸν ἐπισπασόμεθα. Ὅρα γοῦν καὶ ἐνταῦθα πῶς τὴν σφοδρὰν αὐτῶν  προθυμίαν οὐχ ἡ πενία, οὐχ ἡ πήρωσις, οὐ τὸ μὴ ἀκουσθῆναι, οὐ τὸ παρὰ τῶν ὄχλων  ἐπιτιμηθῆναι, οὐκ ἄλλο οὐδὲν διεκώλυσε. Τοιοῦτόν ἐστι ψυχὴ ζέουσα καὶ πονουμένη. Τί οὖν ὁ Χριστός; Ἐφώνησεν αὐτοὺς καὶ εἶπε· Τί θέλετε ποιήσω ὑμῖν; Λέγουσιν αὐτῷ· Κύριε, ἵνα ἀνοιγῶσιν  ἡμῶν οἱ ὀφθαλμοί. Τίνος ἕνεκεν αὐτοὺς ἐρωτᾷ; Ἵνα μή τις νομίσῃ, ὅτι ἄλλα βουλομένοις λαβεῖν ἄλλα δίδωσι. Καὶ γὰρ ἔθος αὐτῷ πανταχοῦ πρότερον τὴν ἀρετὴν τῶν θεραπευομένων κατάδηλον ποιεῖν καὶ ἐκκαλύπτειν ἅπασι, καὶ τότε ἐπάγειν τὴν ἰατρείαν· δι' ἓν μὲν, ἵνα καὶ τοὺς ἄλλους εἰς ζῆλον ἀγάγῃ· δι' ἕτερον δὲ, ἵνα  δείξῃ  τῆς  δωρεᾶς  ἀξίως  ἀπολαύοντας.  Τοῦτο  γοῦν  καὶ  ἐπὶ  τῆς  Χαναναίας ἐποίησε γυναικὸς, τοῦτο καὶ ἐπὶ τοῦ ἑκατοντάρχου, τοῦτο καὶ ἐπὶ τῆς αἱμοῤῥοούσης· μᾶλλον δὲ ἡ θαυμασία γυνὴ ἐκείνη καὶ προὔλαβε τοῦ ∆εσπότου τὴν πεῦσιν· ἀλλ' ὅμως οὐδὲ οὕτως αὐτὴν παρέδραμεν, ἀλλὰ καὶ μετὰ τὴν ἰατρείαν κατάδηλον αὐτὴν ποιεῖ. Οὕτως αὐτῷ  πανταχοῦ  περισπούδαστον ἦν  ἀνακηρύττειν  τῶν  προσιόντων αὐτῷ τὰ κατορθώματα, καὶ πολλῷ μείζονα ἀποφαίνειν τῶν ὄντων· ὃ δὴ καὶ ἐνταῦθα ποιεῖ. Εἶτα, ἐπειδὴ εἶπον ὅπερ ἐβούλοντο, σπλαγχνισθεὶς  ἥψατο αὐτῶν.  Αὕτη γὰρ μόνον ἡ αἰτία τῆς ἰατρείας, δι' ἣν καὶ εἰς τὸν κόσμον ἦλθεν. Ἀλλ' ὅμως εἰ καὶ ἔλεος ἦν καὶ χάρις, τοὺς ἀξίους ἐπιζητεῖ. Ὅτι δὲ ἄξιοι, δῆλον καὶ ἐξ ὧν ἐβόησαν, καὶ ἐξ ὧν λαβόντες οὐκ ἀπεπήδησαν, ὃ πολλοὶ ποιοῦσι, μετὰ τὰς εὐεργεσίας ἀγνωμονοῦντες. Ἀλλ' οὐκ ἐκεῖνοι τοιοῦτοι· ἀλλὰ καὶ πρὸ τῆς δόσεως καρτερικοὶ, καὶ μετὰ τὴν δόσιν εὐγνώμονες·  καὶ γὰρ ἠκολούθησαν αὐτῷ. Καὶ ὅτε ἤγγισεν εἰς Ἱεροσόλυμα, καὶ ἦλθεν  εἰς Βηθφαγῆ πρὸς τὸ ὄρος τῶν  ἐλαιῶν,  ἀπέστειλε δύο τῶν  μαθητῶν αὐτοῦ, λέγων· Πορεύεσθε εἰς τὴν κώμην τὴν κατέναντι  ὑμῶν, καὶ εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον  μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι. Καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε, ὅτι Ὁ Κύριος αὐτῶν  χρείαν ἔχει· καὶ εὐθέως ἀποστέλλει αὐτούς. Τοῦτο δὲ γέγονεν,  ἵνα  πληρωθῇ  τὸ ῥηθὲν διὰ τοῦ προφήτου  Ζαχαρίου· Εἴπατε τῇ θυγατρὶ Σιὼν, Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. Καίτοι πολλάκις ἐπέβη τῶν Ἱεροσολύμων πρότερον, ἀλλ' οὐδέποτε μετὰ τοσαύτης περιφανείας. Τί οὖν τὸ αἴτιον; Προοίμια ἦν τότε τῆς οἰκονομίας· καὶ οὔτε αὐτὸς σφόδρα κατάδηλος ἦν, οὔτε ὁ καιρὸς τοῦ παθεῖν ἐγγύς· διόπερ ἀδιαφορώτερον  αὐτοῖς  ἀνεμίγνυτο,  καὶ  μᾶλλον  κρύπτων  ἑαυτόν.  Οὔτε γὰρ  ἂν ἐθαυμάσθη φαινόμενος οὕτω, καὶ εἰς μείζονα ἂν αὐτοὺς ἐξήγαγεν ὀργήν. Ἐπειδὴ δὲ καὶ  τῆς  αὐτοῦ  δυνάμεως  πεῖραν  ἔδωκεν  ἱκανὴν,  καὶ  ὁ σταυρὸς ἐπὶ  θύραις  ἦν, μειζόνως  ἐκλάμπει  λοιπὸν,  καὶ  μετὰ  πλείονος  ἅπαντα  πράττει  περιφανείας  τὰ μέλλοντα αὐτοὺς ἐκκαίειν. ∆υνατὸν μὲν γὰρ ἦν καὶ παρὰ τὴν ἀρχὴν τοῦτο γενέσθαι· ἀλλ' οὐ χρήσιμον, οὐδὲ λυσιτελὲς οὕτω. Σὺ δέ μοι θέα ὅσα θαύματα γίνεται, καὶ ὅσαι πληροῦνται  προφητεῖαι.  Εἶπεν, ὅτι Εὑρήσετε ὄνον· προεῖπεν  ὅτι οὐδεὶς κωλύσει, ἀλλ'  ὅτι  ἀκούσαντες  σιγήσουσι. Τοῦτο  δὲ  οὐ  μικρὸν  κρῖμα  Ἰουδαίων,  εἰ  τοὺς οὐδέποτε γνωρίμους  αὐτῷ, οὐδὲ φανέντας,  πείθει  τὰ αὐτῶν  προέσθαι καὶ μηδὲν ἀντειπεῖν,  καὶ διὰ τῶν  μαθητῶν·  οὗτοι  δὲ αὐτῷ  θαυματουργοῦντι  παρόντες  οὐκ ἐπείσθησαν. βʹ. Μηδὲ μικρὸν εἶναι νομίσῃς τὸ γεγενημένον.  Τίς γὰρ αὐτοὺς ἔπεισε, τῶν   ἰδίων   ἀφαιρουμένων,   καὶ  ταῦτα  πένητας   ὄντας  ἴσως  καὶ  γεωργοὺς,  μὴ ἀντειπεῖν; τί λέγω μὴ ἀντειπεῖν; μὴ ἐρέσθαι, ἢ καὶ ἐρομένους σιγῆσαι καὶ παραχωρῆσαι;  Καὶ  γὰρ  ἀμφότερα  ὁμοίως  θαυμαστὰ  ἦν.  καὶ  εἰ  μηδὲν  εἶπον, ἑλκομένων  τῶν  ὑποζυγίων,  καὶ εἰ εἰπόντες  καὶ ἀκούσαντες, ὅτι ὁ Κύριος αὐτῶν χρείαν ἔχει, παρεχώρησαν καὶ οὐκ ἀντέστησαν, καὶ ταῦτα οὐκ αὐτὸν ὁρῶντες, ἀλλὰ τοὺς μαθητάς. Ἀπὸ τούτων αὐτοὺς παιδεύει, ὅτι καὶ Ἰουδαίους ἐδύνατο καὶ ἄκοντας κωλῦσαι  διόλου  μέλλοντας  αὐτῷ  ἐπιέναι,  καὶ  ἀφώνους  καταστῆσαι, ἀλλ'  οὐκ ἠθέλησε. Καὶ ἕτερον δὲ μετὰ τούτων διδάσκει τοὺς μαθητὰς, ὅπερ ἂν αἰτήσῃ διδόναι· κἂν αὐτὴν κελεύσῃ τὴν ψυχὴν προέσθαι. καὶ ταύτην παρέχειν, καὶ μὴ ἀντιλέγειν. Εἰ γὰρ οἱ ἄγνωστοι  αὐτῷ παρεχώρησαν, πολλῷ  μᾶλλον  αὐτοὺς ἁπάντων  ἐξίστασθαι δεῖ. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἑτέραν πάλιν προφητείαν ἐπλήρου διπλῆν· τὴν μὲν δι' ἔργων, τὴν δὲ διὰ ῥημάτων. Καὶ ἡ μὲν διὰ τῶν ἔργων ἦν, ἡ διὰ τῆς καθέδρας τοῦ ὄνου·  ἡ  δὲ  διὰ  τῶν  ῥημάτων,  ἡ  τοῦ  προφήτου  Ζαχαρίου· καὶ  γὰρ  εἶπεν,  ὅτι καθεδεῖται  ὁ βασιλεὺς ἐπὶ ὄνου. Καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτὴν, ἑτέραν πάλιν ἐδίδου προφητείας ἀρχὴν, δι' ὧν ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; Τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προανεφώνει, καὶ ὅτι αὐτοῖς ἐπαναπαύσεται,   καὶ   εἴξουσιν   αὐτῷ   καὶ   ἕψονται·   καὶ   προφητεία   διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο δοκεῖ μόνον ἐπὶ τὸν ὄνον καθίσαι, ἀλλὰ καὶ μέ τρον ἡμῖν φιλοσοφίας παρέχων Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου, οὐδὲ δόγματα  ἐφύτευε  τὰ  τῆς  ἀληθείας,  ἀλλὰ  καὶ  τὸν  βίον  ἡμῖν  διώρθου  δι'  αὐτῶν τούτων, πανταχοῦ  κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας χρείας, καὶ διὰ πάντων  τὴν ζωὴν  κατορθῶν  τὴν  ἡμετέραν.  ∆ιά τοι  τοῦτο  καὶ  ἡνίκα  τίκτεσθαι  ἔμελλεν  οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν, οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ, ἀλλὰ πτωχὴν, καὶ μνηστῆρα τέκτονα  ἔχουσαν, καὶ ἐν  καλύβῃ  γεννᾶται,  καὶ ἐν  φάτνῃ  τίθεται·  καὶ μαθητὰς  ἐκλέγων,  οὐ  ῥήτορας  καὶ  σοφοὺς,  οὐδὲ  εὐπόρους  καὶ  εὐγενεῖς,  ἀλλὰ πένητας  καὶ ἐκ πενήτων  καὶ πάντοθεν  ἀσήμους ἐξέλεξε· καὶ τράπεζαν παρατιθέμενος,  ποτὲ μὲν κριθίνους  ἄρτους παρατίθεται,  ποτὲ δὲ πρὸς αὐτὸν  τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνεῖσθαι κελεύων; καὶ στιβάδα ποιῶν, ἀπὸ χόρτου ποιεῖ· καὶ ἱμάτια ἀμφιεννύμενος, εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται· οἰκίαν δὲ οὐδὲ ἔσχεν. Εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπου εἰς τόπον ἔδει, ὁδοιπορῶν  τοῦτο ποιεῖ, καὶ οὕτως ὁδοιπορῶν, ὡς καὶ κοπιᾷν. Καὶ καθήμενος  οὐ θρόνου δεῖται, οὐδὲ προσκεφαλαίου, ἀλλ' ἐπὶ τοῦ ἐδάφους, ποτὲ μὲν ἐν τῷ ὄρει, ποτὲ δὲ παρὰ τὴν πηγήν· καὶ οὐ παρὰ τὴν πηγὴν μόνον, ἀλλὰ καὶ μόνος, καὶ Σαμαρείτιδι διαλέγεται.   Πάλιν  λύπης   μέτρα  τιθεὶς,   ἡνίκα   θρηνῆσαι  ἔδει,  δακρύει  ἠρέμα, πανταχοῦ  κανόνας,  ὅπερ ἔφην,  καὶ ὅρους πηγνὺς,  μέχρι ποῦ προβαίνειν  δεῖ, καὶ περαιτέρω μηκέτι. ∆ιὰ δὴ τοῦτο καὶ νῦν,  ἐπειδὴ  συνέβαινέ  τινας  ἀσθενεστέρους ὄντας  ὑποζυγίων  δεῖσθαι, κἀνταῦθα  μέτρον ἔθηκε, δεικνὺς  ὅτι οὐχ ἵππους, οὐδὲ ἡμιόνους   ζεύξαντας   φέρεσθαι  δεῖ,  ἀλλὰ   ὄνῳ   κεχρῆσθαι,  καὶ   περαιτέρω   μὴ προβαίνειν, καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν δὲ καὶ τὴν προφητείαν, τὴν διὰ τῶν ῥημάτων, τὴν διὰ τῶν πραγμάτων. Τίς οὖν ἡ προφητεία; Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί  σοι πρᾶος, καὶ ἐπιβεβηκὼς  ἐπὶ  ὑποζύγιον  καὶ πῶλον  νέον·  οὐχὶ  ἅρματα ἐλαύνων,  ὡς οἱ λοιποὶ  βασιλεῖς· οὐ φόρους ἀπαιτῶν,  οὐ σοβῶν καὶ δορυφόρους περιάγων·  ἀλλὰ  πολλὴν   τὴν  ἐπιείκειαν   κἀντεῦθεν   ἐπιδεικνύμενος.   Ἐρώτησον τοίνυν  τὸν Ἰουδαῖον· ποῖος βασιλεὺς ἐπὶ ὄνου ὀχούμενος ἦλθεν  εἰς Ἱερουσαλήμ; Ἀλλ' οὐκ ἂν ἔχοι  εἰπεῖν,  ἀλλ' ἢ τοῦτον  μόνον.  Ἐποίει δὲ ταῦτα, ὅπερ ἔφην,  τὰ μέλλοντα προδηλῶν. Ἐνταῦθα γὰρ ἡ Ἐκκλησία δηλοῦται διὰ τοῦ πώλου, καὶ ὁ λαὸς ὁ νέος, ὁ ποτὲ μὲν ἀκάθαρτος, μετὰ δὲ τὸ καθίσαι τὸν Ἰησοῦν καθαρὸς γενόμενος. Καὶ ὅρα διόλου τὴν εἰκόνα σωζομένην. Οἱ γὰρ μαθηταὶ λύουσι τὰ ὑποζύγια. ∆ιὰ γὰρ τῶν ἀποστόλων κἀκεῖνοι καὶ ἡμεῖς ἐκλήθημεν· διὰ τῶν ἀποστόλων προσήχθημεν. Ἐπειδὴ δὲ καὶ ἡ ἡμετέρα εὐδοκίμησις ἐκείνους παρεζήλωσε, διὰ τοῦτο φαίνεται  ἡ ὄνος ἀκολουθοῦσα τῷ πώλῳ  Μετὰ γὰρ τὸ καθίσαι τὸν Χριστὸν ἐπὶ τὰ ἔθνη, τότε ἥξουσι κἀκεῖνοι παραζηλοῦντες. Καὶ τοῦτο δηλῶν  ὁ Παῦλος ἔλεγεν· Ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν, ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ· καὶ οὕτω πᾶς Ἰσραὴλ σωθήσεται. Ὅτι γὰρ προφητεία ἦν, δῆλον ἐκ τῶν εἰρημένων. Οὐ γὰρ ἂν ἐμέλησε τῷ προφήτῃ μετὰ τοσαύτης ἀκριβείας τοῦ ὄνου τὴν ἡλικίαν  εἰπεῖν, εἰ μὴ τοῦτο  ἦν. Οὐ ταῦτα  δὲ μόνον  δηλοῦνται  διὰ τῶν  εἰρημένων.  ἀλλ' ὅτι  καὶ μετ' εὐκολίας αὐτοὺς ἄξουσιν οἱ ἀπόστολοι. Ὥσπερ γὰρ ἐν ταῦθα οὐδεὶς ἀντεῖπεν εἰς τὸ κατασχεῖν, οὕτως οὐδὲ ἐπὶ τῶν ἐθνῶν οὐδεὶς ἠδυνήθη διακωλῦσαι τῶν κατεχόντων  αὐτοὺς ἔμπροσθεν. Οὐ κάθηται δὲ ἐπὶ γυμνὸν τὸν πῶλον, ἀλλ' ἐπὶ τὰ ἱμάτια τῶν ἀποστόλων. Ἐπειδὴ γὰρ τὸν πῶλον  ἔλαβον, ἅπαντα λοιπὸν προΐενται, καθὼς καὶ Παῦλος ἔλεγεν· Ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τῶν ψυχῶν  ὑμῶν.  Σκόπει δὲ τὸ εὐήνιον  τοῦ πώλου,  πῶς ἀδάμαστος ὢν  καὶ χαλινοῦ ἄπειρος,  οὐκ  ἐσκίρτησεν, ἀλλ'  εὐτάκτως  ἐφέρετο.  Ὃ καὶ  αὐτὸ  προφητεία  τοῦ μέλλοντος  ἦν, δηλοῦσα τὸ καταπειθὲς  τῶν  ἐθνῶν,  καὶ τὴν  ἀθρόαν εἰς εὐταξίαν μεταβολήν. Καὶ γὰρ πάντα τὸ ῥῆμα εἰργάσατο τὸ λέγον· Λύσαντες ἀγάγετέ μοι· ὥστε τὰ  ἄτακτα  εὔτακτα,  καὶ  τὰ  ἀκάθαρτα  γενέσθαι  λοιπὸν  καθαρά. γʹ. Ἀλλ' ὅρα τὸ ταπεινὸν  τῶν  Ἰουδαίων.  Τοσαῦτα θαύματα εἰργάσατο, καὶ οὐδέποτε αὐτὸν οὕτως ἐξεπλάγησαν· ἐπειδὴ δὲ εἶδον ὄχλον συντρέχοντα, τότε θαυμάζουσιν. Ἐσείσθη γὰρ πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; Οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν Ἰησοῦς ὁ προφήτης,  ὁ  ἀπὸ  Ναζαρὲτ τῆς  Γαλιλαίας.  Καὶ ὅτε  ἔδοξαν  μέγα  τι  λέγειν,  τότε χαμαίζηλος ἦν αὐτῶν ἡ γνώμη, καὶ ταπεινὴ καὶ σεσυρμένη. Ταῦτα δὲ αὐτὸς ἐποίει, οὐ πομπήν τινα ἐπιδεικνύμενος, ἀλλ' ὁμοῦ μὲν, ὅπερ εἶπον, καὶ προφητείαν πληρῶν, καὶ φιλοσοφίαν παιδεύων, ὁμοῦ δὲ καὶ τοὺς μαθητὰς παραμυθούμενος λυπουμένους διὰ τὸν θάνατον, καὶ δεικνὺς ὅτι ταῦτα πάντα πάσχει ἑκών. Σὺ δέ μοι θαύμασον τοῦ προφήτου τὴν ἀκρίβειαν, πῶς πάντα προεῖπε· καὶ τὰ μὲν ὁ ∆αυῒδ, τὰ δὲ ὁ Ζαχαρίας προανεφώνησεν.  Οὕτω καὶ ἡμεῖς ποιῶμεν, καὶ ὑμνῶμεν,  καὶ τὰ ἱμάτια προώμεθα τοῖς αὐτὸν φέρουσι. Τίνος γὰρ ἂν εἴημεν ἄξιοι, ὅταν οἱ μὲν τὴν ὄνον περιβάλλωσιν εἰς ἢν ἐκάθητο, οἱ δὲ τοῖς ποσὶν αὐτῆς ὑποστρωννύωσι τὰ ἱμάτια, ἡμεῖς δὲ αὐτὸν γυμνὸν ὁρῶντες, καὶ οὐδὲ ἀποδῦναι κελευόμενοι, ἀλλ' ἀπὸ τῶν κειμένων δαπανᾷν, μηδὲ οὕτως ὦμεν φιλότιμοι; κἀκεῖνοι μὲν παρακολουθῶσιν ἔμπροσθεν καὶ ὄπισθεν, ἡμεῖς δὲ καὶ προσιόντα παραπεμπώμεθα καὶ διακρουώμεθα καὶ ὑβρίζωμεν; Πόσης ταῦτα κολάσεως ἄξια; πόσης τιμωρίας; Προσέρχεταί σοι δεόμενος ὁ ∆εσπότης, καὶ οὐδὲ ἀκοῦσαι βούλει τῆς ἱκετηρίας, ἀλλ' ἐγκαλεῖς καὶ ἐπιτιμᾷς, καὶ ταῦτα ἀκούσας τοιούτων ῥημάτων. Εἰ δὲ ἕνα ἄρτον διδοὺς καὶ ἀργύριον ὀλίγον, οὕτω βάναυσος εἶ καὶ ὀλίγωρος καὶ ὀκνηρὸς, εἰ πάντα κενῶσαι ἔδει, τίς ἂν ἐγένου; Οὐχ ὁρᾷς τοὺς ἐν τῷ θεάτρῳ φιλοτίμους,  ὅσα ταῖς πόρναις προΐενται; σὺ δὲ οὐδὲ τὸ ἥμισυ τούτων δίδως,  οὐδὲ  τὸ  πολλοστὸν  πολλάκις.  Ἀλλ' ὁ μὲν  διάβολος  κελεύει  δοῦναι  τοῖς τυχοῦσι,  γέενναν  προξενῶν,  καὶ  δίδως·  ὁ δὲ  Χριστὸς τοῖς  δεομένοις,  βασιλείαν ἐπαγγελλόμενος, καὶ οὐ μόνον οὐ δίδως, ἀλλὰ καὶ ὑβρίζεις· καὶ αἱρῇ μᾶλλον ὑπακοῦσαι τῷ διαβόλῳ, ἵνα κολασθῇς, ἢ πεισθῆναι τῷ Χριστῷ καὶ σωθῆναι. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς παραπληξίας; Ὁ μὲν γέενναν προξενεῖ, ὁ δὲ βασιλείαν· καὶ τοῦτον ἀφέντες, ἐκείνῳ προστρέχετε. Καὶ τὸν μὲν προσιόντα παραπέμπεσθε, τὸν δὲ  μακρὰν  ὄντα  προσκαλεῖσθε.  Καὶ ταὐτὸν  γίνεται,  οἷον  ἂν  εἰ  βασιλεὺς  μὲν ἁλουργίδα  ἔχων,  καὶ  διάδημα  προτεινόμενος   μὴ  πείθοι,  λῃστὴς  δὲ  μάχαιραν ἐπισείων,   καὶ   θάνατον   ἀπειλῶν    πείθοι.   Ταῦτ'   οὖν   ἐννοοῦντες,    ἀγαπητοὶ, διαβλέψωμεν ὀψὲ γοῦν ποτε, καὶ ἀνανήψωμεν. Καὶ γὰρ ἐγὼ λοιπὸν αἰσχύνομαι περὶ ἐλεημοσύνης  διαλεγόμενος,  διὰ τὸ πολλάκις  περὶ ταύτης  τῆς ὑποθέσεως εἰπὼν, μηδὲν ἄξιον ἀνῦσαι τῆς παραινέσεως. Γέγονε μὲν γάρ τι πλέον, οὐ τοσοῦτον δὲ ὅσον ἐβουλόμην. Ὁρῶ μὲν γὰρ σπείροντας ὑμᾶς, οὐ δαψιλεῖ δὲ τῇ δεξιᾷ. ∆ιὸ καὶ φοβοῦμαι μήπως καὶ φειδομένως θερίσητε. Ὅτι γὰρ φειδομένως σπείρομεν, ἐξετάσωμεν, εἰ δοκεῖ, τίνες πλείους ἐν τῇ πόλει, πένητες ἢ πλούσιοι· καὶ τίνες οὔτε πένητες, οὔτε πλούσιοι, ἀλλ' οἱ μέσην χώραν ἔχοντες. Οἷον, ἔστι τὸ δέκατον μέρος πλουσίων,  καὶ τὸ δέκατον  πενήτων  τῶν  οὐδὲν  ὅλως  ἐχόντων·  οἱ δὲ λοιποὶ  τῶν μέσων εἰσί. ∆ιέλωμεν  τοίνυν  εἰς τοὺς δεομένους τὸ πᾶν πλῆθος τῆς πόλεως, καὶ ὄψεσθε τὴν  αἰσχύνην  ὅση. Οἱ μὲν  γὰρ  σφόδρα  πλουτοῦντες  ὀλίγοι·  οἱ  δὲ  μετ' ἐκείνους πολλοί· πάλιν οἱ πένητες πολλῷ τούτων ἐλάττους. Ἀλλ' ὅμως τοσούτων ὄντων τῶν δυναμένων τοὺς πεινῶντας τρέφειν, πολλοὶ πεινῶντες  καθεύδουσιν· οὐ διὰ τὸ μὴ δύνασθαι  μετ' εὐκολίας  αὐτοῖς  ἐπαρκεῖν  τοὺς  ἔχοντας,  ἀλλὰ  διὰ τὴν πολλὴν αὐτῶν ὠμότητα καὶ ἀπανθρωπίαν. Εἰ γὰρ διέλοιντο οἵ τε πλουτοῦντες, οἵ τε μετ' ἐκείνους, τοὺς δεομένους ἄρτων καὶ ἐνδυμάτων, μόλις ἂν πεντήκοντα ἀνδράσιν ἢ  καὶ   ἑκατὸν   λάχοι   πένης   εἷς.  Ἀλλ'  ὅμως   καὶ   ἐν   τοσαύτῃ  ἀφθονίᾳ   τῶν προστησομένων ὄντες, ὀδύρονται καθ' ἑκάστην ἡμέραν. Καὶ ἵνα μάθῃς αὐτῶν τὴν ἀπανθρωπίαν,   ἑνὸς  τῶν  ἐσχάτων  εὐπόρων  καὶ  τῶν  μὴ  σφόδρα  πλουτούντων πρόσοδον ἡ Ἐκκλησία ἔχουσα, ἐννόησον ὅσαις ἐπαρκεῖ καθ' ἑκάστην ἡμέραν χήραις, ὅσαις παρθένοις·  καὶ  γὰρ  εἰς  τὸν  τῶν  τρισχιλίων  ἀριθμὸν  ὁ  κατάλογος  αὐτῶν ἔφθασε.  Μετὰ  τούτων   τοῖς  τὸ  δεσμωτήριον  οἰκοῦσι,  τοῖς  ἐν  τῷ  ξενοδοχείῳ κάμνουσι, τοῖς ὑγιαίνουσι, τοῖς ἀποδημοῦσι, τοῖς τὰ σώματα λελωβημένοις, τοῖς τῷ θυσιαστηρίῳ  προσεδρεύουσι,  καὶ  τροφῆς   καὶ  ἐνδυμάτων   ἕνεκεν,   τοῖς   ἁπλῶς προσιοῦσι καθ' ἑκάστην ἡμέραν· καὶ οὐδὲν αὐτῇ τὰ τῆς οὐσίας ἠλάττωται. Ὥστε εἰ δέκα ἄνδρες  μόνον  οὕτως  ἠθέλησαν  ἀναλίσκειν,  οὐδεὶς  ἂν  ἦν  πένης.  δʹ. Καὶ τί ἔμελλον, φησὶν, οἱ παῖδες ἡμῶν διαδέχεσθαι; Τὸ κεφάλαιον  ἔμενε, καὶ ἡ πρόσοδος πάλιν πλείων  ἐγίνετο, ἐν οὐρανῷ θησαυριζομένων αὐτοῖς τῶν κτημάτων. Ἀλλ' οὐ βούλεσθε οὕτω; Κἂν ἐξ ἡμισείας, κἂν ἀπὸ τρίτης μοίρας, κἂν ἀπὸ τετάρτης, κἂν ἀπὸ δεκάτης. ∆ιὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν δέκα πόλεων πένητας δυνατὸν ἦν θρέψαι τὴν πόλιν τὴν ἡμετέραν. Καὶ εἰ βούλεσθε, ποιήσωμέν τινα τούτων συλλογισμόν· μᾶλλον δὲ οὐδὲ συλλογισμοῦ χρεία· καὶ γὰρ αὐτόθεν κατάδηλός ἐστιν ἡ εὐκολία τοῦ πράγματος.   Ὁρᾶτε  γοῦν   εἰς   τὰς   λειτουργίας   τὰς   πολιτικὰς,   ὅσα  οἰκία   μία ἀναλίσκουσα πολλάκις οὐκ ὤκνησεν, ἀλλ' οὐδὲ μικρὸν ᾔσθετο τῆς δαπάνης· ἢν εἰ τῶν  πλουσίων  ἕκαστος εἰς  τοὺς  πένητας  λειτουργεῖν  λειτουργίαν  ἐβούλετο,  ἐν βραχείᾳ καιροῦ ῥοπῇ ἥρπασεν ἂν  τὸν  οὐρανόν.  Τίς οὖν  ἂν  εἴη συγγνώμη,  ποία ἀπολογίας σκιὰ, ὅταν μηδὲ ὧν ἀφίστασθαι μέλλομεν πάντως ἀπαγόμενοι ἐντεῦθεν, μηδὲ τούτων μεταδιδῶμεν τοῖς δεομένοις μετὰ δαψιλείας τοσαύτης, μεθ' ὅσης τοῖς ἐπὶ τῆς σκηνῆς ἕτεροι, καὶ ταῦτα τοσαῦτα μέλλοντες  καρποῦσθαι ἐκ τούτων; Ἔδει μὲν γὰρ, εἰ καὶ διαπαντὸς  ἐνταῦθα ἦμεν, μηδὲ οὕτω φείδεσθαι τῆς καλῆς ταύτης δαπάνης  ὅταν δὲ μικρὸν ὕστερον ἐντεῦθεν  ἀπαγώμεθα, καὶ πάντων  ἀφελκώμεθα γυμνοὶ, ποίαν ἕξομεν ἀπολογίαν, μηδὲ ἀπὸ τῶν προσόδων παρέχοντες  τοῖς λιμώττουσι καὶ ἀγχομένοις; Οὐδὲ γὰρ ἀναγκάζω σε τὰ ὄντα μειῶσαι· οὐκ ἐπειδὴ μὴ βούλομαι, ἀλλ' ἐπειδὴ σφόδρα ὀκνοῦντα ὁρῶ. Οὐ τοίνυν τοῦτό φημι· ἀλλ' ἀπὸ τῶν καρπῶν ἀνάλωσον, καὶ μηδὲν θησαυρίσῃς ἐντεῦθεν. Ἀρκεῖ σοι ὥσπερ ἐκ πηγῆς ἔχειν ἐπιῤῥέοντα τὰ χρήματα τῶν προσόδων· ποίησον κοινωνοὺς τοὺς πένητας, καὶ γενοῦ καλὸς οἰκονόμος τῶν παρὰ τοῦ Θεοῦ σοι δοθέντων. Ἀλλὰ τελέσματα δίδωμι, φησί. ∆ιὰ τοῦτο  οὖν  καταφρονεῖς,  ὅτι  ἐνταῦθα  οὐδεὶς  ἀπαιτεῖ;  κἀκείνῳ  μὲν  τῷ,  κἂν ἐνέγκῃ, κἂν μὴ ἐνέγκῃ ἡ γῆ, λαμβάνοντι μετὰ ἀνάγκης καὶ στρεβλοῦντι οὐ τολμᾷς ἀντειπεῖν·  τῷ δὲ οὕτως ἡμέρῳ, καὶ τότε ἀπαιτοῦντι, ὅταν ἐνέγκῃ ἡ γῆ, οὐδὲ μέχρι λόγου ἀποκρίνῃ; Καὶ τίς σε ἐξαιρήσεται τῶν ἀκαρτερήτων ἐκείνων κολάσεων; Οὐκ ἔστιν οὐδείς. Εἰ γὰρ ἐπειδὴ ἐκεῖ πάντως ἕψεται τιμωρία χαλεπωτάτη  μὴ δόντι, διὰ τοῦτο γίνῃ σπουδαῖος περὶ τὴν ἔκτισιν, ἐννόησον ὅτι καὶ ἐνταῦθα χαλεπωτέρα· οὐ τὸ δεθῆναι, οὐδὲ τὸ εἰς δεσμωτήριον ἐμπεσεῖν, ἀλλὰ τὸ ἀπελθεῖν εἰς τὸ πῦρ τὸ αἰώνιον. Πάντων  οὖν  ἕνεκεν  ταῦτα  πρῶτον  καταθῶμεν  τὰ  τελέσματα. Καὶ γὰρ πολλὴ  ἡ εὐκολία, καὶ μείζων ὁ μισθὸς, καὶ πλείων ἡ ἐμπορία, καὶ χείρων ἡ κόλασις ἀγνωμονοῦσιν   ἡμῖν.  Κόλασις  γὰρ  διαδέχεται   τέλος  οὐκ  ἔχουσα.  Εἰ  δὲ  τοὺς στρατιώτας  μοι λέγεις  τοὺς ὑπὲρ σοῦ πολεμοῦντας  βαρβάροις, ἔστι καὶ ἐνταῦθα στρατόπεδον, τὸ τῶν  πτωχῶν,  καὶ πόλεμος, ὃν ὑπὲρ σοῦ πολεμοῦσιν  οἱ πένητες. Ὅταν γὰρ λάβωσιν, εὐχόμενοι τὸν Θεὸν ἵλεω ποιοῦσιν· ἵλεω δὲ ποιοῦντες, ἀποκρούονται  ἀντὶ βαρβάρων τὰς τῶν  δαιμόνων  ἐπιβουλάς· οὐκ ἀφιᾶσι σφοδρὸν εἶναι τὸν πονηρὸν, οὐδὲ ἐπιτίθεσθαι συνεχῶς, ἀλλ' ἐκλύουσιν αὐτοῦ τὴν ἰσχύν. εʹ. Ὁρῶν τοίνυν τοὺς στρατιώτας τούτους καθ' ἑκάστην ἡμέραν πυκτεύοντας ὑπὲρ σοῦ τῷ διαβόλῳ διὰ τῶν δεήσεων καὶ τῶν εὐχῶν, ἀπαίτησον σαυτὸν τὴν καλὴν ταύτην εἰσφορὰν, τὰς ἐκείνων τροφάς. Καὶ γὰρ ἥμερος ὢν ὁ Βασιλεὺς οὗτος, οὐκ ἔδωκέ σοι τοὺς ἀπαιτοῦντας, ἀλλ' ἑκόντα βούλεται καταθεῖναι· κἂν κατὰ μικρὸν καταβάλῃς, δέχεται· κἂν ἀπορῶν διὰ πολλοῦ χρόνου καταθῇς, οὐ κατεπείγει τὸν οὐκ ἔχοντα. Μὴ δὴ τῆς μακροθυμίας αὐτοῦ καταφρονῶμεν, ἀλλὰ θησαυρίζωμεν ἑαυτοῖς μὴ ὀργὴν, ἀλλὰ σωτηρίαν· μὴ θάνατον, ἀλλὰ ζωήν· μὴ κόλασιν καὶ τιμωρίαν, ἀλλὰ τιμὰς καὶ στεφάνους. Οὐκ ἔστιν ἐνταῦθα δοῦναι μισθὸν τῆς μετακομιδῆς τῶν εἰσφερομένων, οὐκ ἔστιν ἐνταῦθα καμεῖν ἐξαργυρίζοντας. Ἂν καταβάλῃς αὐτὰ, αὐτὸς αὐτὰ μετατίθησιν εἰς τὸν οὐρανὸν ὁ ∆εσπότης· αὐτός σοι τὴν πραγματείαν κατασκευάζει κερδαλεωτέραν. Οὐκ ἔστιν ἐνταῦθα παράπομπον εὑρεῖν τῶν καταβληθέντων· μόνον κατάβαλε, καὶ εὐθέως ἄνεισιν· οὐχ ἵνα στρατιῶται ἕτεροι τραφῶσιν, ἀλλ' ἵνα σοὶ μένῃ μετ' ἐμπορίας πολλῆς. Ἐνταῦθα μὲν γὰρ ἅπερ ἂν δῷς, ἀναλαβεῖν οὐκ ἔνι· ἐκεῖ δὲ μετὰ πολλῆς ἀπολήψῃ πάλιν αὐτὰ τῆς τιμῆς, καὶ κερδανεῖς μείζω καὶ πνευματικώτερα  κέρδη. Ἐνταῦθα  τὰ  διδόμενα  ἀπαίτησίς  ἐστιν·  ἐκεῖ  χρῆσις  καὶ δάνειον καὶ ὄφλημα. Καὶ γὰρ χειρόγραφά σοι ἐποίησεν ὁ Θεός· Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ἔδωκέ σοι καὶ ἀῤῥαβῶνα καὶ ἐγγυητὰς, καὶ ταῦτα Θεὸς ὤν. Ποῖον ἀῤῥαβῶνα; Τὰ ἐν τῷ παρόντι βίῳ, τὰ αἰσθητὰ, τὰ πνευματικὰ, τὰ προοίμια τῶν μελλόντων.   Τί  τοίνυν   ἀναβάλλῃ   καὶ  ὀκνεῖς,   τοσαῦτα  ἤδη  λαβὼν,   τοσαῦτα προσδοκῶν; Ἃ μὲν γὰρ ἔλαβες, ἔστι ταῦτα· σῶμα αὐτός σοι διέπλασε· ψυχὴν αὐτός σοι ἐνέθηκεν· ἐτίμησέ σε λόγῳ μόνον τῶν ἐπὶ γῆς· τῶν ὁρωμένων σοι ἁπάντων τὴν χρῆσιν ἔδωκεν· ἐχαρίσατό σοι τὴν ἑαυτοῦ γνῶσιν·  τὸν  Υἱὸν ἐπέδωκεν  ὑπὲρ σοῦ· βάπτισμα τοσούτων γέμον ἀγαθῶν ἐδωρήσατο· ἔδωκέ σοι τράπεζαν ἱεράν· ἐπηγγείλατο  βασιλείαν καὶ τὰ ἀπόῤῥητα ἀγαθά. Τοσαῦτα τοίνυν  λαβὼν,  τοσαῦτα μέλλων  λαμβάνειν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ, περὶ χρήματα ἀπολλύμενα μικρολογῇ; καὶ ποίαν ἕξεις συγγνώμην; Ἀλλὰ τοὺς παῖδας πάντως ὁρᾷς, καὶ διὰ τούτους ἀναδύῃ; Καὶ μὴν κἀκείνους παίδευσον τοιαῦτα κερδαίνειν κέρδη. Καὶ γὰρ εἰ ἀργύριον ἦν σοι δεδανεισμένον καὶ τόκους φέρον, εἶτα ὀφειλέτης εὐγνώμων  ἦν, μυριάκις ἂν εἵλου ἀντὶ τοῦ χρυσίου τὸ γραμματεῖον καταλιπεῖν  τῷ παιδὶ, ὥστε αὐτῷ τὰς προσόδους γενέσθαι πολλὰς, καὶ μὴ ἀναγκάζεσθαι περιϊέναι καὶ ζητεῖν ἑτέρους τοὺς δανεισομένους. Καὶ νῦν τοῦτο δὸς τὸ χειρόγραφον τοῖς παιδίοις, καὶ κατάλιπε τὸν Θεὸν αὐτοῖς ὀφειλέτην.  Σὺ δὲ τοὺς μὲν ἀγροὺς οὐ πωλεῖς καὶ δίδως τοῖς παιδίοις, ἀλλ' ἐᾷς, ὅπως ἡ πρόσοδος μένῃ, καὶ ὁ τῶν χρημάτων πλεονασμὸς αὐτοῖς γένηται πλείων   ἐντεῦθεν·   τὸ   δὲ   χειρόγραφον   τοῦτο,   παντὸς   ἀγροῦ   καὶ   προσόδων εὐπορώτερον, καὶ τοσούτους φέρον καρποὺς, τοῦτο δέδοικας καταλιπεῖν; καὶ πόσης ἂν εἴη τοῦτο εὐηθείας τε καὶ παραπληξίας; Καὶ ταῦτα εἰδὼς ὅτι κἂν αὐτοῖς αὐτὸ καταλίπῃς,  καὶ αὐτὸς αὐτὸ λαβὼν  ἀπελεύσῃ πάλιν.  Τοιαῦτα γὰρ τὰ πνευματικά· πολλὴν ἔχει τὴν φιλοτιμίαν.  Μὴ δὴ πτωχεύωμεν,  μηδὲ ἀπάνθρωποι καὶ ὠμοὶ περὶ ἡμᾶς αὐτοὺς γινώμεθα, ἀλλ' ἐμπορευσώμεθα τὴν καλὴν ταύτην  πραγματείαν· ἵνα καὶ αὐτοὶ λαβόντες αὐτὴν ἀπέλθωμεν, καὶ τοῖς υἱοῖς τοῖς ἑαυτῶν καταλείψωμεν, καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν  ἀγαθῶν,  χάριτι  καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


23. ΟΜΙΛΙΑ ΞΖʹ. Καὶ εἰσελθὼν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, ἐξέβαλε πάν τας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατ έστρεψε, καὶ τὰς καθέδρας τῶν πωλούντων  τὰς περιστερὰς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.


αʹ. Τοῦτο καὶ Ἰωάννης  φησίν· ἀλλ' ἐκεῖνος  μὲν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου, οὗτος δὲ πρὸς τῷ τέλει. Ὅθεν εἰκὸς δεύτερον γεγενῆσθαι τοῦτο, καὶ κατὰ διαφόρους καιρούς. Καὶ δῆλον καὶ ἀπὸ τῶν χρόνων, καὶ ἀπὸ τῆς ἀποκρίσεως. Ἐκεῖ μὲν γὰρ ἐν αὐτῷ τῷ Πάσχα παρεγένετο· ἐνταῦθα δὲ πρὸ πολλοῦ. Κἀκεῖ μὲν λέγουσιν Ἰουδαῖοι·
Τί σημεῖον δεικνύεις  ἡμῖν; ἐνταῦθα δὲ σιγῶσι, καίτοι ἐπιτιμηθέντες,  διὰ τὸ ἤδη θαυμάζεσθαι αὐτὸν παρὰ πᾶσι. Τοῦτο δὲ κατηγορία μείζων Ἰουδαίων, ὅτι καὶ ἅπαξ καὶ δὶς τοῦτο αὐτοῦ ποιήσαντος, ἐνέμενον ἔτι τῇ καπηλείᾳ, καὶ ἀντίθεον αὐτὸν εἶναι  ἔλεγον, δέον κἀντεῦθεν  μαθεῖν αὐτοῦ τὴν πρὸς τὸν Πατέρα τιμὴν, καὶ τὴν οἰκείαν ἰσχύν. Καὶ γὰρ καὶ ἐθαυματούργησε, καὶ ἑώρων τοὺς λόγους τοῖς πράγμασι συμφωνοῦντας. Ἀλλ' οὐδὲ οὕτως ἐπείθοντο, ἀλλ' ἠγανάκτουν· καὶ ταῦτα τοῦ προφήτου  βοῶντος  ἀκούοντες,  καὶ  τῶν  παιδίων  παρὰ  καιρὸν  ἡλικίας ἀνακηρυττόντων  αὐτόν. ∆ιόπερ καὶ αὐτὸς τὸν Ἡσαΐαν αὐτοῖς ἐπιτειχίζει κατήγορον, λέγων·  Ὁ  οἶκός  μου  οἶκος  προσευχῆς  κληθήσεται.  Οὐ ταύτῃ  δὲ  μόνον δείκνυσιν αὐτοῦ τὴν ἐξουσίαν, ἀλλὰ καὶ τῷ θεραπεῦσαι ποικίλα νοσήματα· Προσῆλθον γὰρ αὐτῷ χωλοὶ καὶ τυφλοὶ, καὶ ἐθεράπευσεν αὐτούς· καὶ τὴν δύναμιν αὐτοῦ καὶ τὴν ἐξουσίαν ἐνδείκνυται.  Οἱ δὲ οὐδὲ οὕτως ἐπείθοντο, ἀλλὰ μετὰ τῶν λοιπῶν θαυμάτων καὶ τῶν παίδων ἀκούοντες ἀνακηρυττόντων  αὐτὸν ἀπεπνίγοντο, καί φασιν· Οὐκ ἀκούεις τί οὗτοι λέγουσι; Καὶ μὴν τοῦτο τοῦ Χριστοῦ ἦν εἰπεῖν πρὸς αὐτούς· Οὐκ ἀκούετε τί οὗτοι λέγουσιν; ὡς γὰρ Θεῷ ᾖδον ἐκεῖνοι  Τί οὖν αὐτός; Ἐπειδὴ τοῖς φανεροῖς ἀντέλεγον, ἐπιπληκτικώτερον  κέχρηται τῇ διορθώσει, λέγων· Οὐδέποτε ἀνέγνωτε· Ἐκ στόματος νηπίων  καὶ θηλαζόντων  κατηρτίσω αἶνον; Καὶ καλῶς εἶπεν, Ἐκ στόματος. Οὐ γὰρ τῆς διανοίας αὐτῶν ἦν τὸ λεγόμενον, ἀλλὰ τῆς αὐτοῦ δυνάμεως τρανούσης τὸ τῆς γλώττης ἐκείνων ἄωρον. Τοῦτο δὲ καὶ τύπος τῶν ἐθνῶν  ἦν,  τῶν  ψελλιζόντων   καὶ ἀθρόον  ἠχησάντων  μεγάλα  μετὰ διανοίας  καὶ πίστεως.  Καὶ τοῖς  ἀποστόλοις  δὲ  ἐντεῦθεν  οὐ  μικρὰ  παράκλησις.  Ἵνα  γὰρ  μὴ διαπορῶσι, πῶς ἰδιῶται ὄντες δυνήσονται τὸ κήρυγμα καταγγεῖλαι, προλαβόντες οἱ παῖδες πᾶσαν αὐτῶν ἐξέβαλον τὴν ἀγωνίαν, ὅτι δώσει καὶ αὐτοῖς λόγον ὁ τούτους ποιήσας ὑμνεῖν.  Οὐ ταύτῃ  δὲ μόνον,  ἀλλ' ὅτι  καὶ τῆς  φύσεώς  ἐστι δημιουργὸς, ἐδήλου τὸ θαῦμα. Οἱ μὲν οὖν παῖδες, καίτοι ἄωρον ἔχοντες  τὴν ἡλικίαν,  εὔσημα ἐφθέγγοντο καὶ τοῖς ἄνω συνῳδά· οἱ δὲ ἄνδρες παραφροσύνης γέμοντα καὶ μανίας. Τοιοῦτον γὰρ ἡ κακία. Ἐπεὶ οὖν πολλὰ ἦν αὐτοὺς τὰ παροξύνοντα, τὰ παρὰ τῶν ὄχλων, τὰ παρὰ τῆς ἐκβολῆς τῶν πωλούντων,  τὰ τῶν θαυμάτων, τὰ τῶν παιδίων, πάλιν   αὐτοὺς   καταλιμπάνει,   χαλῶν   αὐτῶν   τὸν   ὄγκον   τοῦ  πάθους,  καὶ  μὴ βουλόμενος  ἄρχεσθαι τῆς διδασκαλίας, ἵνα μὴ ζέοντες τῷ φθόνῳ  δυσχεραίνωσιν ἐπιπλέον  πρὸς τὰ λεγόμενα.  Πρωΐας δὲ ἐπανάγων  εἰς τὴν  πόλιν,  ἐπείνασε. Πῶς πρωΐας πεινᾷ; Ὅτε συνεχώρησε τῇ σαρκὶ, τότε ἐπιδείκνυται  αὐτῆς τὸ πάθος. Καὶ ἰδὼν  συκῆν ἐπὶ τῆς ὁδοῦ, ἦλθεν  ἐπ' αὐτὴν, καὶ οὐδὲν εὗρεν εἰ μὴ φύλλα  μόνον. Ἄλλος φησὶν εὐαγγελιστὴς, ὅτι Οὐδέπω καιρὸς ἦν· εἰ δὲ καιρὸς οὐκ ἦν, πῶς ἕτερος εὐαγγελιστής  φησιν, Ἦλθεν, εἰ ἄρα εὕροι καρπὸν ἐν αὐτῇ; Ὅθεν δῆλον, ὅτι τῆς ὑπονοίας  τῶν  μαθητῶν  ἦν  τοῦτο,  ἀτελέστερον  ἔτι  διακειμένων.   Καὶ γὰρ  τὰς ὑπονοίας τῶν μαθητῶν πολλαχοῦ γράφουσιν οἱ εὐαγγελισταί. Ὥσπερ οὖν τοῦτο τῆς ὑπονοίας αὐτῶν ἦν, οὕτω καὶ τὸ νομίζειν διὰ τοῦτο αὐτὴν κατηρᾶσθαι, διὰ τὸ μὴ ἔχειν  καρπόν. Τίνος οὖν ἕνεκεν  κατηράθη; Τῶν μαθητῶν  ἕνεκεν,  ἵνα  θαῤῥῶσιν. Ἐπειδὴ  γὰρ  πανταχοῦ   μὲν  εὐηργέτει,  οὐδένα  δὲ  ἐκόλασεν·  ἔδει  δὲ  καὶ  τῆς τιμωρητικῆς αὐτοῦ δυνάμεως ἀπόδειξιν παρασχεῖν, ἵνα μάθωσι καὶ οἱ μαθηταὶ καὶ οἱ Ἰουδαῖοι, ὅτι δυνάμενος ξηρᾶναι τοὺς σταυροῦντας αὐτὸν, ἑκὼν συγχωρεῖ, καὶ οὐ ξηραίνει· οὐκ ἐβούλετο δὲ τοῦτο εἰς ἀνθρώπους ἐνδείξασθαι· εἰς τὸ φυτὸν τῆς ἐνεργείας αὐτοῦ τῆς τιμωρητικῆς τὴν ἀπόδειξιν παρέσχετο. Ὅταν δὲ εἰς τόπους, ἢ εἰς φυτὰ, ἢ εἰς ἄλογα γίνηταί  τι τοιοῦτον,  μὴ ἀκριβολογοῦ, μηδὲ λέγε· Πῶς οὖν δικαίως ἐξηράνθη ἡ συκῆ, εἰ καιρὸς οὐκ ἦν; τοῦτο γὰρ ἐσχάτης ληρωδίας λέγειν· ἀλλὰ τὸ θαῦμα ὅρα, καὶ θαύμαζε καὶ δόξαζε τὸν θαυματουργόν. Ἐπεὶ καὶ ἐπὶ τῶν χοίρων πολλοὶ τοῦτο εἰρήκασι τῶν καταποντισθέντων, τὸν τοῦ δικαίου γυμνάζοντες λόγον· ἀλλ' οὐδὲ ἐνταῦθα προσεκτέον αὐτοῖς· καὶ γὰρ καὶ ταῦτα ἄλογα, ὥσπερ  ἐκεῖνο  φυτὸν  ἄψυχον.  Τίνος  οὖν  ἕνεκεν  περίκειται  τοιοῦτον  σχῆμα τῷ πράγματι, καὶ τῆς κατάρας αὕτη ἡ πρόφασις; Ὅπερ ἔφην, τῆς τῶν μαθητῶν ὑπονοίας τοῦτο ἦν. Εἰ δὲ μηδέπω καιρὸς ἦν, εἰκῆ τινες τὸν νόμον δηλοῦσθαι ἐνταῦθα λέγουσι. Καὶ γὰρ τούτου καρπὸς ἦν ἡ πίστις, καὶ τότε ἦν ὁ καιρὸς τοῦ καρποῦ τούτου, καὶ ἤνεγκε  γοῦν  αὐτόν.  Ἤδη  γὰρ  αἱ  χῶραι  λευκαί  εἰσι  πρὸς  θερισμὸν,  φησί·  καὶ, Ἀπέστειλα ὑμᾶς θερίζειν ἃ οὐχ ὑμεῖς κεκοπιάκατε. βʹ. Οὐκ ἄρα τούτων τι αἰνίττεται ἐνταῦθα, ἀλλ' ὅπερ ἔφην ἐστὶ, τὴν δύναμιν ἐπιδείκνυται τὴν τιμωρητικήν· καὶ τοῦτο ἐκ τοῦ λέγειν, Οὔπω γὰρ ἦν καιρὸς, δείκνυσι· δηλῶν  ὅτι προηγουμένως εἰς τοῦτο ἦλθεν, οὐ διὰ τὴν πείνην, ἀλλὰ διὰ τοὺς μαθητὰς, οἳ καὶ σφόδρα ἐθαύμασαν, καίτοι πολλῶν  ἤδη σημείων γενομένων  μειζόνων· ἀλλ' ὅπερ ἔφην, ξένον τοῦτο ἦν· νῦν γὰρ πρῶτον τὴν τιμωρητικὴν ἐπεδείξατο δύναμιν. ∆ιὸ οὐδὲ ἐν ἄλλῳ φυτῷ, ἀλλ' ἐν τῷ πάντων ὑγροτάτῳ τὸ θαῦμα ἐποίησεν, ὥστε κἀντεῦθεν μεῖζον φανῆναι τὸ θαῦμα. Καὶ ἵνα μάθῃς, ὅτι δι'  αὐτοὺς τοῦτο γέγονεν,  ἵνα εἰς τὸ θαῤῥεῖν αὐτοὺς ἀλείψῃ, ἄκουε τῶν  ἑξῆς ὧν λέγει. Τί δέ φησιν; Καὶ ὑμεῖς μείζονα ἐργάσεσθε, ἐὰν θέλητε πιστεύειν, καὶ εὐχῇ θαῤῥεῖν. Ὁρᾷς ὅτι τὸ πᾶν δι' αὐτοὺς γέγονεν, ὥστε μὴ δεδοικέναι καὶ τρέμειν ἐπιβουλάς; ∆ιὸ καὶ δεύτερον τοῦτο λέγει, εὐχῇ προσηλῶν καὶ πίστει. Οὐ γὰρ δὴ τοῦτο ἐργάσεσθε μόνον, φησὶν, ἀλλὰ καὶ ὄρη μεταστήσετε, καὶ ἕτερα πλείονα ποιήσετε, πίστει καὶ εὐχῇ θαῤῥοῦντες. Ἀλλ' οἱ ἀλαζόνες Ἰουδαῖοι καὶ τετυφωμένοι, διακόψαι  βουλόμενοι  τὴν  διδασκαλίαν  αὐτοῦ,  προσελθόντες  ἠρώτων·  Ἐν  ποίᾳ ἐξουσίᾳ ταῦτα  ποιεῖς;  Ἐπειδὴ  γὰρ  τοῖς  σημείοις  ἐπισκῆψαι  οὐκ  εἶχον,  τὴν  τῶν καπηλευόντων  ἐν τῷ ἱερῷ προφέρουσιν αὐτῷ διόρθωσιν. Τοῦτο δὲ καὶ παρὰ τῷ Ἰωάννῃ φαίνονται ἐρωτῶντες, εἰ καὶ μὴ τούτοις τοῖς ῥήμασιν, ἀλλὰ τῇ αὐτῇ γνώμῃ. Καὶ γὰρ ἐκεῖ λέγουσι· Τί σημεῖον δεικνύεις  ἡμῖν, ὅτι ταῦτα ποιεῖς; Ἀλλ' ἐκεῖ μὲν ἀποκρίνεται  αὐτοῖς  λέγων·  Λύσατε τὸν  ναὸν  τοῦτον,  καὶ ἐγὼ  ἐν  τρισὶν  ἡμέραις ἐγερῶ αὐτόν· ἐνταῦθα δὲ εἰς ἀπορίαν αὐτοὺς ἐμβάλλει. Ὅθεν δῆλον, ὅτι τότε μὲν ἀρχὴ καὶ προοίμιον ἦν τῶν θαυμάτων, ἐνταῦθα δὲ τέλος. Ὃ δὲ λέγουσι, τοῦτό ἐστι· Τὸν διδασκαλικὸν ἐδέξω θρόνον; ἱερεὺς ἐχειροτονήθης, ὅτι τοσαύτην ἐξουσίαν ἐπεδείξω;  φησί.  Καὶ μὴν  οὐδὲν  ἐποίησεν  αὐθάδειαν  ἔχον,  ἀλλὰ  τῆς  εὐταξίας προενόησε τοῦ ἱεροῦ· ἀλλ' ὅμως οὐδὲν ἔχοντες εἰπεῖν, τούτῳ ἐπισκήπτουσι. Καὶ ὅτε μὲν ἐξέβαλεν, οὐκ ἐτόλμησαν εἰπεῖν οὐδὲν, διὰ τὰ θαύματα· ἐπειδὴ δὲ ὤφθη, τότε ἐπιτιμῶσι. Τί οὖν αὐτός; Οὐκ ἐξ εὐθείας αὐτοῖς ἀποκρίνεται, δεικνὺς ὅτι εἰ ἤθελον ἰδεῖν  αὐτοῦ τὴν ἐξουσίαν, ἠδύναντο·  ἀλλ' ἀντερωτᾷ  αὐτοὺς λέγων·  Τὸ βάπτισμα Ἰωάννου  πόθεν  ἐστίν;  ἐξ οὐρανοῦ,  ἢ  ἐξ ἀνθρώπων;  Καὶ ποία  αὕτη  ἀκολουθία; Μεγίστη μὲν  οὖν.  Εἰ γὰρ  εἶπον,  Ἐξ οὐρανοῦ,  εἶπεν  ἂν  αὐτοῖς·  ∆ιατί  οὖν  οὐκ ἐπιστεύσατε αὐτῷ; Εἰ γὰρ ἐπίστευσαν, οὐκ ἂν  ἠρώτησαν  ταῦτα.  Περὶ γὰρ αὐτοῦ ἐκεῖνος εἶπεν, ὅτι Οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα  τοῦ ὑποδήματος αὐτοῦ· καὶ, Ἰδοὺ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ, Οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί· καὶ, ὅτι Τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ. Ὥστε εἰ ἐπίστευσαν ἐκείνῳ, οὐδὲν ἦν τὸ κωλύον αὐτοὺς εἰδέναι ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖ. Εἶτα ἐπειδὴ κακουργοῦντες ἔλεγον, Οὐκ ἴσμεν, οὐκ εἶπεν, Οὐδὲ ἐγὼ οὐκ οἶδα· ἀλλὰ τί; Οὐδὲ ἐγὼ λέγω ὑμῖν. Εἰ μὲν γὰρ ἠγνόουν, διδάσκεσθαι αὐτοὺς ἔδει· ἐπειδὴ δὲ ἐκακούργουν, εἰκότως οὐδὲν αὐτοῖς ἀποκρίνεται. Καὶ πῶς οὐκ εἶπον, ὅτι Ἐξ ἀνθρώπων τὸ βάπτισμα; Ἐφοβοῦντο τοὺς ὄχλους, φησίν. Εἶδες διεστραμμένην καρδίαν; Πανταχοῦ τοῦ Θεοῦ καταφρονοῦσι, καὶ διὰ τοὺς ἀνθρώπους ἅπαντα πράττουσι. Καὶ γὰρ καὶ τοῦτον δι' αὐτοὺς ἐφοβοῦντο, οὐκ αἰδούμενοι τὸν ἄνδρα, ἀλλὰ διὰ τοὺς ἀνθρώπους· καὶ τῷ Χριστῷ πιστεύειν  διὰ  τοὺς  ἀνθρώπους  οὐκ  ἤθελον·  καὶ  πάντα  ἐντεῦθεν  αὐτοῖς ἐτίκτετο τὰ κακά. Εἶτά φησι· Τί ὑμῖν δοκεῖ; Ἄνθρωπος εἶχε υἱοὺς δύο, καὶ λέγει τῷ πρώτῳ·  Ὕπαγε, σήμερον ἐργάζου εἰς τὸν  ἀμπελῶνα.  Ὁ δὲ ἀποκριθεὶς  εἶπεν,  Οὐ θέλω·  ὕστερον  δὲ  μεταμεληθεὶς   ἀπῆλθε.   Καὶ  προσελθὼν   τῷ  δευτέρῳ,  εἶπεν ὡσαύτως. Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἐγὼ, κύριε· καὶ οὐκ ἀπῆλθε. Τίς οὖν ἐκ τῶν δύο ἐποίησε τοῦ πατρὸς τὸ θέλημα; Λέγουσιν, Ὁ πρῶτος. Πάλιν διὰ παραβολῶν αὐτοὺς ἐλέγχει,   τήν   τε   αὐτῶν   ἀγνωμοσύνην,   καὶ   τὸ   τῶν   σφόδρα  κατεγνωσμένων καταπειθὲς αἰνιττόμενος.  Τὰ γὰρ τέκνα ταῦτα τὰ δύο τοῦτο δηλοῖ, ὃ καὶ ἐπὶ τῶν ἐθνῶν καὶ ἐπὶ Ἰουδαίων γέγονε. Καὶ γὰρ ἐκεῖνοι οὐχ ὑποσχόμενοι ἀκούσεσθαι, οὐδὲ γενόμενοι ἀκροαταὶ τοῦ νόμου, διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν ὑπακοήν· καὶ οὗτοι εἰπόντες,  Πάντα ὅσα ἂν εἴπῃ ὁ Θεὸς, ποιήσομεν καὶ ἀκουσόμεθα, διὰ τῶν  ἔργων παρήκουσαν. ∆ιά τοι τοῦτο ἵνα μὴ νομίσωσι τὸν νόμον αὐτοὺς ὠφελεῖν,  δείκνυσιν ὅτι αὐτὸ μὲν οὖν τοῦτο αὐτοὺς καταδικάζει· ὅπερ οὖν καὶ ὁ Παῦλός φησιν, ὅτι Οὐχ οἱ ἀκροαταὶ   τοῦ   νόμου   δίκαιοι   παρὰ   τῷ   Θεῷ,  ἀλλ'   οἱ   ποιηταὶ   τοῦ   νόμου δικαιωθήσονται.   ∆ιὰ   τοῦτο   ἵνα   καὶ   αὐτοκατακρίτους    ποιήσῃ   παρ'   αὐτῶν ἐξενεχθῆναι  παρασκευάζει τὴν ψῆφον· ὅπερ καὶ ἐν τῇ ἐπιούσῃ παραβολῇ ποιεῖ τοῦ ἀμπελῶνος.  γʹ. Καὶ ἵνα τοῦτο γένηται, ἐπ' ἄλλου προσώπου γυμνάζει τὸ ἔγκλημα. Ἐπειδὴ γὰρ ἐξ εὐθείας οὐκ ἠθέλησαν ὁμολογῆσαι, διὰ παραβολῆς αὐτοὺς ἐμβάλλει λοιπὸν εἰς ὅπερ ἐβούλετο. Ὅτε δὲ οὐ συνιέντες τὰ λεγόμενα τὴν ψῆφον ἐξήνεγκαν, τότε ἀποκαλύπτει  τὸ συνεσκιασμένον λοιπὸν,  καὶ λέγει· Ὅτι τελῶναι  καὶ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἦλθε γὰρ ὁ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι  ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Εἰ μὲν γὰρ εἶπεν ἁπλῶς, Πόρναι προάγουσιν ὑμᾶς, ἔδοξεν ἂν φορτικὸς εἶναι αὐτοῖς ὁ λόγος· νυνὶ δὲ, μετὰ τὴν αὐτῶν ψῆφον ἀποφαινόμενος, ἀνεπαχθὴς εἶναι δοκεῖ. ∆ιὰ τοῦτο καὶ τὴν αἰτίαν  προστίθησι. Τίς δὲ  ἦν  αὕτη;  Ἦλθεν Ἰωάννης,  φησὶ, πρὸς ὑμᾶς, οὐ  πρὸς ἐκείνους· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ Ἐν ὁδῷ δικαιοσύνης. Οὐδὲ γὰρ τοῦτο ἔχετε ἐγκαλεῖν,  ὅτι  ἠμελημένος  τις  ἦν,  καὶ  οὐδὲν  ὠφελῶν·  ἀλλὰ  καὶ  ὁ  βίος ἀνεπίληπτος,  καὶ ἡ πρόνοια πολλὴ, καὶ οὐ προσέσχετε αὐτῷ. Καὶ μετὰ τούτου καὶ ἕτερον ἔγκλημα, ὅτι τελῶναι προσέσχον· καὶ μετὰ τούτου πάλιν ἄλλο, ὅτι οὐδὲ μετ' ἐκείνους  ὑμεῖς.  Ἔδει μὲν  γὰρ  καὶ  πρὸ  αὐτῶν·  τὸ  δὲ  μηδὲ  μετ'  αὐτοὺς,  πάσης συγγνώμης ἐστερημένον ἦν· καὶ ἄφατος κἀκείνων  ἔπαινος, καὶ τούτων κατηγορία. Πρὸς ὑμᾶς ἦλθε, καὶ οὐ προσήκασθε· οὐκ ἦλθε πρὸς ἐκείνους, καὶ ἐδέξαντο· καὶ οὐδὲ ἐκείνους ἔσχετε διδασκάλους. Ὅρα διὰ πόσων ἐκείνων δείκνυται τὸ ἐγκώμιον, καὶ τούτων  ἡ κατηγορία. Πρὸς ὑμᾶς ἦλθεν, οὐ πρὸς ἐκείνους. Ὑμεῖς οὐκ ἐπιστεύσατε· τοῦτο ἐκείνους οὐκ ἐσκανδάλισεν. Αὐτοὶ ἐπίστευσαν· τοῦτο ὑμᾶς οὐκ ὠφέλησε. Τὸ δὲ, Προάγουσιν, οὐχ ὡς τούτων ἑπομένων, ἀλλ' ὡς ἐλπίδα ἐχόντων, ἐὰν ἐθέλωσιν. Οὐδὲν γὰρ οὕτως ὡς ζηλοτυπία διεγείρει τοὺς παχυτέρους. ∆ιὰ τοῦτο ἀεὶ λέγει· Οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. ∆ιὰ τοῦτο καὶ πόρνας παρήγαγε καὶ τελώνας, ἵνα παραζηλώσωσι. Καὶ γὰρ τὰ δύο ταῦτα ἄκρα ἁμαρτήματα, ἐξ ἔρωτος χαλεποῦ τικτόμενα, τὸ μὲν ἀπὸ σωμάτων, τὸ δὲ ἀπὸ χρημάτων  ἐπιθυμίας. ∆είκνυσι δὲ, ὅτι τοῦτο μάλιστά ἐστιν ἀκοῦσαι νόμου Θεοῦ, τὸ Ἰωάννῃ  πιστεῦσαι. Οὐκ ἄρα χάριτος μόνης  τὸ  εἰσελθεῖν  πόρνας,  ἀλλὰ  καὶ  δικαιοσύνης.  Οὐ  γὰρ  πόρναι  μένουσαι εἰσῆλθον, ἀλλ' ὑπακούσασαι καὶ πιστεύσασαι καὶ καθαρισθεῖσαι καὶ μεταβαλόμεναι, οὕτως εἰσῆλθον. Εἶδες πῶς ἀνεπαχθῆ  τὸν λόγον  ἐποίησε καὶ τομώτερον, ἀπὸ τῆς παραβολῆς, ἀπὸ τῆς  τῶν  πορνῶν  ἐπαγωγῆς;  Οὐδὲ γὰρ εἶπεν  εὐθέως,  ∆ιατί  οὐκ ἐπιστεύσατε  Ἰωάννῃ;  ἀλλ',  ὃ  πολλῷ  πληκτικώτερον   ἦν,  τοὺς  τελώνας  καὶ  τὰς πόρνας  προθεὶς,  τότε  τοῦτο  ἐπήγαγεν,   ἀπὸ  τῆς  τῶν   πραγμάτων   ἀκολουθίας διελέγχων  αὐτῶν  τὸ ἀσύγγνωστον, καὶ δεικνὺς,  ὅτι διὰ φόβον  ἀνθρώπων  πάντα ποιοῦσι καὶ δόξαν κενήν. Καὶ γὰρ τὸν Χριστὸν οὐχ ὡμολόγουν  διὰ φόβον, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται· καὶ τὸν Ἰωάννην πάλιν οὐκ ἐτόλμων κακίζειν· οὐδὲ τοῦτο δι' εὐλάβειαν, ἀλλὰ διὰ φόβον. Ἅπερ ἅπαντα ἤλεγξε διὰ τῶν εἰρημένων, καὶ χαλεπωτέραν    ὕστερον   ἐπήγαγε   τὴν   πληγὴν,   εἰπών·   Ὑμεῖς   δὲ   εἰδότες   οὐ μετεμελήθητε ὕστερον, τοῦ πιστεῦσαι αὐτῷ. Κακὸν μὲν γὰρ καὶ τὸ παρὰ τὴν ἀρχὴν μὴ ἑλέσθαι τὸ καλόν· μείζων δὲ κατηγορία, τὸ μηδὲ μεταθέσθαι. Μάλιστα γὰρ τοῦτο ἐργάζεται πολλοὺς  πονηροὺς, ὃ καὶ νῦν  πάσχοντας  ἐνίους  ὁρῶ ὑπὸ ἀναισθησίας ἐσχάτης. Ἀλλὰ μηδεὶς ἔστω τοιοῦτος· ἀλλὰ κἂν εἰς ἔσχατον κατενεχθῇ  κακίας, μὴ ἀπογινωσκέτω τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Ῥᾴδιον γὰρ ἐξ αὐτῶν τῶν βαράθρων τῆς πονηρίας  ἀνενεγκεῖν.  Ἢ οὐκ ἠκούσατε πῶς ἐκείνη  ἡ πόρνη, ἡ ἐπὶ ἀσελγείᾳ πάντας  παρελάσασα, πάντας  ἀπέκρυψεν ἐν εὐλαβείᾳ; Οὐ τὴν ἐν τοῖς Εὐαγγελίοις λέγω, ἀλλὰ τὴν ἐπὶ τῆς γενεᾶς τῆς ἡμετέρας, τὴν ἐκ Φοινίκης τῆς παρανομωτάτης πόλεως. Καὶ γὰρ αὕτη πόρνη ποτὲ παρ' ἡμῖν ἦν, τὰ πρωτεῖα ἐπὶ τῆς σκηνῆς ἔχουσα, καὶ πολὺ τὸ ὄνομα αὐτῆς πανταχοῦ, οὐκ ἐν τῇ πόλει τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ μέχρι Κιλίκων καὶ Καππαδοκῶν. Καὶ πολλὰς μὲν ἐκένωσεν οὐσίας, πολλοὺς δὲ εἷλεν ὀρφανούς·  πολλοὶ  δὲ αὐτὴν  καὶ  εἰς  γοητείαν  διέβαλλον,  ὡς  οὐ τῇ  τοῦ σώματος ὥρᾳ μόνον, ἀλλὰ καὶ τοῖς φαρμάκοις ἐκεῖνα τὰ δίκτυα πλέκουσαν. Εἷλέ ποτε καὶ βασιλίδος ἀδελφὸν αὕτη ἡ πόρνη· καὶ γὰρ πολλὴ ἦν αὐτῆς ἡ τυραννίς. Ἀλλ' ἀθρόον οὐκ οἶδ' ὅπως, μᾶλλον δὲ οἶδα σαφῶς· βουληθεῖσα γὰρ καὶ μεταβληθεῖσα, καὶ τοῦ Θεοῦ τὴν χάριν ἐπισπασαμένη· κατεφρόνησεν ἁπάντων ἐκείνων, καὶ ῥίψασα τοῦ διαβόλου τὰς μαγγανείας, πρὸς τὸν οὐρανὸν ἀνέδραμε. Καίτοιγε οὐδὲν αἰσχρότερον αὐτῆς ἦν, ὅτε ἐπὶ τῆς σκηνῆς ἦν· ἀλλ' ὅμως ὕστερον πολλὰς παρήλασε τῇ  τῆς  ἐγκρατείας  ὑπερβολῇ,  καὶ  σάκκον περιθεμένη,  πάντα  τὸν  χρόνον  οὕτως ἠσκεῖτο. Ταύτης ἕνεκεν  καὶ ὕπαρχος ἠνωχλήθη,  καὶ στρατιῶται ὡπλίσθησαν, καὶ μεταστῆσαι πρὸς τὴν σκηνὴν αὐτὴν οὐκ ἴσχυσαν, οὐδὲ ἐξαγαγεῖν τῶν ὑποδεξαμένων αὐτὴν παρθένων. Αὕτη μυστηρίων καταξιωθεῖσα τῶν ἀποῤῥήτων, καὶ τῆς χάριτος ἀξίαν ἐπιδειξαμένη σπουδὴν, οὕτω τὸν βίον κατέλυσεν, ἅπαντα ἀπονιψαμένη  διὰ τῆς χάριτος, καὶ μετὰ τὸ βάπτισμα πολλὴν ἐπιδειξαμένη τὴν φιλοσοφίαν. Οὐδὲ γὰρ ψιλῆς ὄψεως μετέδωκε τοῖς ποτε ἐρασταῖς ἐπὶ τοῦτο ἐλθοῦσιν, ἀποκλείσασα ἑαυτὴν, καὶ  ἔτη  πολλὰ  καθάπερ ἐν  δεσμωτηρίῳ  διατελέσασα. Οὕτως ἔσονται  οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι· οὕτω πανταχοῦ πεπυρωμένης ἡμῖν ψυχῆς δεῖ, καὶ τὸ κωλύον  οὐδὲν  γενέσθαι  μέγαν  καὶ  θαυμαστόν.  δʹ. Μηδεὶς τοίνυν  τῶν  ἐν  κακίᾳ ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολλάκις γὰρ αὐτὸν ἡ πόρνη παρελεύσεται· μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ἄκουσον τί φησιν ὁ Θεὸς πρὸς τὴν Ἱερουσαλήμ· Εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν. Ὅταν ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, ∆ιατί τοσοῦτον ἀπελείφθης  χρόνον, ἂν μετανοήσωμεν· ἀλλ' ἀγαπᾷ, ὅταν προσέλθωμεν· μόνον ὡς χρὴ προσέλθωμεν. Κολληθῶμεν αὐτῷ σφοδρῶς, καὶ προσηλώσωμεν τῷ φόβῳ αὐτοῦ τὰς καρδίας ἡμῶν. Τοιαῦτα γέγονεν οὐκ ἐν τῇ Καινῇ μόνον πράγματα, ἀλλὰ  καὶ  ἐν  τῇ  Παλαιᾷ. Τί γὰρ  τοῦ  Μανασσῆ χεῖρον;  Ἀλλ' ἠδυνήθη  τὸν  Θεὸν ἐξιλεώσασθαι. Τί τοῦ Σολομῶνος μακαριώτερον; ἀλλ' ἀπονυστάξας ἔπεσε. Μᾶλλον δὲ καὶ ἀμφότερα ἐν ἑνὶ ἔχω δεῖξαι γενόμενα, ἐν τῷ πατρὶ τῷ τούτου· καὶ γὰρ καὶ καλὸς καὶ κακός ποτε γέγονεν  ὁ αὐτός. Τί τοῦ Ἰούδα μακαριώτερον; ἀλλ' ἐγένετο προδότης. Τί τοῦ Ματθαίου ἀθλιώτερον; ἀλλ' ἐγένετο εὐαγγελιστής. Τί τοῦ Παύλου χεῖρον, ἀλλ' ἐγένετο  ἀπόστολος. Τί τοῦ Σίμωνος  ζηλωτότερον;  ἀλλ' ἐγένετο  καὶ αὐτὸς ἁπάντων  ἀθλιώτερος.  Πόσας τοιαύτας  ἑτέρας βούλει  ἰδεῖν  μεταβολὰς, καὶ πάλαι γεγενημένας,  καὶ νῦν γινομένας  καθ'  ἑκάστην ἡμέραν;  ∆ιὰ δὴ τοῦτο λέγω, μήτε ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ Ἐκκλησίᾳ θαῤῥείτω. Πρὸς μὲν γὰρ τοῦτόν  φησιν, Ὁ δοκῶν  ἑστάναι, βλεπέτω  μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον,  Μὴ ὁ πίπτων  οὐκ ἀνίσταται; καὶ, Τὰς παρειμένας  χεῖρας καὶ τὰ παραλελυμένα  γόνατα ἀνορθώσατε.  Πάλιν  πρὸς  τού τους  φησὶ,  Γρηγορεῖτε· πρὸς  δὲ  ἐκείνους, Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν. Οὗτοι μὲν γὰρ φυλάξαι δέονται ὅπερ ἔχουσιν, ἐκεῖνοι  δὲ γενέσθαι ὅπερ οὐκ εἰσίν· οὗτοι διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνοι   τῆς   ἀῤῥωστίας  ἀπαλλαγῆναι·   κάμνουσι   γάρ·  ἀλλὰ   πολλοὶ   καὶ   τῶν καμνόντων  ὑγιαίνουσι, καὶ τῶν ὑγιαινόντων  ῥᾳθυμήσαντες ἀῤῥωστοῦσι. Πρὸς μὲν οὖν  ἐκείνους  φησίν· Ἴδε, ὑγιὴς  γέγονας· μηκέτι  ἁμάρτανε, ἵνα  μὴ χεῖρόν  τί σοι γένηται· πρὸς δὲ τούτους· Θέλεις ὑγιὴς γενέσθαι; ἐγερθεὶς ἆρον τὴν κλίνην σου, καὶ ὕπαγε  εἰς  τὸν  οἶκόν  σου. ∆εινὴ  γὰρ,  δεινὴ  παράλυσις  ἁμαρτία·  μᾶλλον  δὲ  οὐ παράλυσις μόνον  ἐστὶν, ἀλλὰ  καὶ ἄλλο  τι χαλεπώτερον.  Οὐ γὰρ ἐν ἀργίᾳ μόνον ἀγαθῶν ἐστιν ὁ τοιοῦτος, ἀλλὰ καὶ ἐν ἐνεργείᾳ κακῶν. Ἀλλ' ὅμως κἂν οὕτω διακείμενος ᾖς, καὶ θελήσῃς μικρὸν διαναστῆναι, πάντα λύεται τὰ δεινά. Κἂν τριακονταοκτὼ  ἔτη ἔχῃς, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων.  Πάρεστι καὶ νῦν ὁ Χριστὸς, καὶ λέγει, Ἆρον τὴν κλίνην σου· μόνον θέλησον διαναστῆναι· μὴ ἀπογνῷς. Οὐκ ἔχεις ἄνθρωπον; ἀλλ' ἔχεις Θεόν. Οὐκ ἔχεις τὸν βάλλοντά σε εἰς τὴν κολυμβήθραν; ἀλλ' ἔχεις τὸν οὐκ ἀφιέντα σε δεηθῆναι κολυμβήθρας. Οὐκ ἔχεις τὸν ἐκεῖ σε ῥίπτοντα; ἀλλ' ἔχεις τὸν κελεύοντά σοι ἆραι τὴν κλίνην. Οὐκ ἔστιν εἰπεῖν, Ἐν ᾧ δὲ ἔρχομαι ἐγὼ, ἄλλος πρὸ ἐμοῦ καταβαίνει. Ἂν γὰρ θελήσῃς κατελθεῖν εἰς τὴν πηγὴν, οὐδεὶς ὁ κωλύων.  Οὐκ ἀναλίσκεται, οὐ δαπανᾶται  ἡ χάρις· πηγή τίς ἐστιν ἀναβλύζουσα διηνεκῶς· ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες θεραπευόμεθα καὶ ψυχὴν καὶ σῶμα. Προσερχώμεθα τοίνυν καὶ νῦν. Καὶ γὰρ Ῥαὰβ πόρνη ἦν, ἀλλ' ἐσώθη· καὶ ὁ λῃστὴς ἀνδροφόνος ἦν, ἀλλὰ παραδείσου πολίτης ἐγένετο· καὶ ὁ μὲν Ἰούδας μετὰ τοῦ ∆ιδασκάλου ὢν, ἀπώλετο· ὁ δὲ λῃστὴς ἐν σταυρῷ ὢν, μαθητὴς ἐγένετο. Ταῦτα τοῦ Θεοῦ τὰ παράδοξα. Οὕτως οἱ μάγοι εὐδοκίμησαν· οὕτως ὁ τελώνης εὐαγγελιστὴς ἐγένετο· οὕτως ὁ βλάσφημος, ἀπόστολος. εʹ. Ταῦτα ὅρα, καὶ μηδέποτε ἀπογνῷς, ἀλλ' ἀεὶ  θάῤῥει  καὶ  διανάστησον  σαυτόν.  Ἅψαι  μόνον  τῆς  ἐκεῖ  φερούσης  ὁδοῦ, καὶ προβήσῃ ταχέως.  Μὴ τὰς  θύρας  ἀποκλείσῃς,  μὴ τὴν  εἴσοδον φράξῃς.  Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος. Εἰ δὲ καὶ πολὺς ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ καὶ τῇ ἀρετῇ, ἐν τῷ κόσμῳ πάντως καμῇ καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διατί μὴ τοῦτον αἱρούμεθα τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Καίτοιγε οὐδὲ ὁ αὐτὸς  κάματος  οὗτος  κἀκεῖνος.  Ἐν μὲν  γὰρ τοῖς  βιωτικοῖς  καὶ κίνδυνοι  συνεχεῖς, καὶ ζημίαι  ἐπάλληλοι,  καὶ ἡ ἐλπὶς  ἄδηλος, καὶ δουλοπρέπεια πολλὴ,  καὶ χρημάτων  καὶ σωμάτων  καὶ ψυχῆς  δαπάνη· καὶ τότε ἡ τῶν  καρπῶν ἀντίδοσις πολὺ τῆς ἐλπίδος καταδεεστέρα, ἂν ἄρα βλαστήσῃ. Οὐδὲ γὰρ πανταχοῦ φέρει καρπὸν ὁ τῶν βιωτικῶν  πραγμάτων ἱδρώς· πλὴν ἀλλὰ καὶ ὅταν μὴ διαπέσῃ, ἀλλὰ  καὶ πολλὴν  ἐνέγκῃ  τὴν  φορὰν, ἐν βραχεῖ παραμένει  τῷ χρόνῳ.  Ὅταν γὰρ γηράσῃς, καὶ μηκέτι λοιπὸν  ἀκριβῆ τῆς ἀπολαύσεως τὴν αἴσθησιν ἔχῃς, τότε σοι φέρει τὰς ἀμοιβὰς ὁ πόνος. Καὶ ὁ μὲν πόνος ἐν ἀκμάζοντι σώματι, ὁ δὲ καρπὸς καὶ ἡ τρυφὴ  ἐν  γεγηρακότι  καὶ  παρειμένῳ,  ὅταν  καὶ  τὴν  αἴσθησιν  ὁ  χρόνος καταμαράνῃ· καίτοι εἰ μὴ κατεμάρανεν, ἡ τῆς τελευτῆς  ἐλπὶς  οὐκ ἠφίει  τρυφᾷν. Ἐκεῖ δὲ  οὐχ  οὕτως,  ἀλλ' ὁ μὲν  πόνος,  ἐν  φθορᾷ  καὶ  τελευτῶντι   σώματι· ὁ δὲ στέφανος, ἐν ἀκηράτῳ  καὶ ἀθανάτῳ  καὶ τέλος  οὐκ ἔχοντι.  Καὶ ὁ μὲν πόνος  καὶ πρῶτος καὶ βραχύς· ἡ δὲ ἀντίδοσις καὶ ὑστέρα καὶ ἄπειρος, ἵνα μετὰ ἀδείας ἀναπαύῃ λοιπὸν,  μηδὲν  προσδοκῶν  ἀηδές.  Οὐ γὰρ  ἔστι  μεταβολὴν  δεῖσαι  λοιπὸν,  οὐδὲ ἔκπτωσιν, καθάπερ ἐνταῦθα. Ποῖα οὖν ταῦτα ἀγαθὰ, τὰ μήτε ἀσφαλῆ, καὶ βραχέα καὶ πήλινα, καὶ πρὶν ἢ φανῆναι ἀφανιζόμενα, καὶ μετὰ πολλῶν κτώμενα πόνων; Ποῖα δὲ ἐκείνων  ἀγαθὰ ἴσα, τῶν  ἀκινήτων,  τῶν  ἀγηράτων, τῶν  μηδένα μόχθον ἐχόντων, τῶν καὶ ἐν τῷ καιρῷ τῶν ἀγώνων τοὺς στεφάνους σοι κομιζόντων; Ὁ γὰρ χρημάτωνκαταφρονῶν,    καὶ   ἐντεῦθεν    ἤδη   λαμβάνει    τὸν   μισθὸν,   φροντίδος ἀπαλλαττόμενος,  βασκανίας,  συκοφαντίας,  ἐπιβουλῆς,  φθόνου.  Ὁ  σώφρων,  καὶ κοσμίως   ζῶν,   καὶ   πρὸ   τῆς   ἐντεῦθεν    ἀποδημίας   στεφανοῦται   καὶ   τρυφᾷ, ἀσχημοσύνης,  γέλωτος,  κινδύνων   κατηγορίας,  τῶν  ἄλλων   ἁπάντων ἀπαλλαττόμενος δεινῶν. Τὰ ἄλλα πάντα ὁμοίως τῆς ἀρετῆς μέρη ἐντεῦθεν ἤδη ἡμῖν δίδωσι τὴν ἀμοιβήν. Ἵν'  οὖν καὶ τῶν  παρόντων  καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν ἀγαθῶν, φύγωμεν κακίαν καὶ ἑλώμεθα ἀρετήν. Οὕτω γὰρ καὶ ἐνταῦθα τρυφήσομεν, καὶ τῶν  μελλόντων  ἐπιτευξόμεθα στεφάνων·  ὧν γένοιτο  πάντας  ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |