ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΗʹ.Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ,

Δευτέρα 31 Οκτωβρίου 2016

ΚΗʹ.Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ,




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΚΗʹ.Λέγω δὲ  Χριστὸν Ἰησοῦν  διάκονον  γεγενῆσθαι  περιτομῆς  ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶ σαι τὰς ἐπαγγελίας τῶν πατέρων.

 αʹ. Πάλιν περὶ τῆς τοῦ Χριστοῦ κηδεμονίας  διαλέγεται,   ἔτι  τοῦ  αὐτοῦ  κεφαλαίου   ἐχόμενος,  καὶ  δεικνὺς   ὅσα ἐποίησεν ὑπὲρ ἡμῶν, καὶ πῶς οὐχ ἑαυτῷ ἤρεσε. Καὶ μετὰ τούτου κἀκεῖνο κατασκευάζει, ὅτι μειζόνων εἰσὶν οἱ ἐξ ἐθνῶν ὀφειλέται τῷ Θεῷ. Εἰ δὲ μειζόνων εἰσὶ, δίκαιοι  ἂν εἶεν  φέρειν  τοὺς ἐξ Ἰουδαίων  ἀσθενεῖς. Ἐπειδὴ γὰρ σφόδρα ἐκείνων καθήψατο, ἵνα μὴ τούτους ἐπάρῃ τοῦτο, καταστέλλει πάλιν  αὐτῶν  τὴν ἀπόνοιαν, ἐκείνοις μὲν ἐξ ἐπαγγελίας πατέρων δεικνὺς διδόμενα τὰ ἀγαθὰ, τοῖς δὲ ἐξ ἐθνῶν, ἐξ ἐλέου καὶ φιλανθρωπίας  μόνης· διὸ καὶ ἔλεγε, Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέου δοξάσαι τὸν Θεόν.


 Ἵνα  δὲ  σαφέστερον  γένηται  τὸ  λεγόμενον,  αὐτῶν  πάλιν  ἄκουσον  τῶν ῥημάτων,  ἵνα  μάθῃς  τί  ἐστι  τὸ  Ὑπὲρ  ἀληθείας  Θεοῦ γεγενῆσθαι  τὸν  Χριστὸν διάκονον περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων. Τί ποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐπαγγελία πρὸς τὸν Ἀβραὰμ ἦν γεγενημένη  λέγουσα· Σοὶ δώσω τὴν γῆν  καὶ τῷ σπέρματί σου, καὶ, Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται  πάντα  τὰ ἔθνη. Ἀλλ' ἐγένοντο  κολάσεως ὑπεύθυνοι  μετὰ ταῦτα οἱ τοῦ σπέρματος Ἀβραὰμ ἅπαντες.  Ὁ  γὰρ  νόμος  ὀργὴν   αὐτοῖς  κατειργάζετο  παραβαινόμενος,   καὶ  τῆς ἐπαγγελίας  ἀπεστέρει λοιπὸν  ἐκείνης τῆς τῶν  πατέρων. Παραγενόμενος τοίνυν  ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας  ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν. Πάντα γὰρ τὸν νόμον πληρώσας ἐν ᾧ καὶ περιτομὴν, καὶ ταύτῃ καὶ διὰ τοῦ σταυροῦ τῆς κατάρας ἀπαλλάξας τῆς ἐπὶ τῇ παραβάσει, οὐκ ἀφῆκε διαπεσεῖν τὴν ἐπαγγελίαν. Ὅταν οὖν λέγῃ, ∆ιάκονον περιτομῆς, τοῦτο λέγει, ὅτι ἐλθὼν, καὶ πάντα τὸν νόμον πληρώσας, καὶ περιτμηθεὶς, καὶ γενόμενος σπέρμα τοῦ Ἀβραὰμ, ἔλυσε τὴν κατάραν, ἔπαυσε τοῦ Θεοῦ τὴν ὀργὴν, ἐπιτηδείους λοιπὸν ἐποίησε τοὺς μέλλοντας δέχεσθαι τὴν  ἐπαγγελίαν,  ἅπαξ ἀπαλλαγέντας  τοῦ προσκεκρουκέναι. Ἵν' οὖν μὴ λέγωσιν  οὗτοι οἱ ἐγκαλούμενοι,  Πῶς οὖν ὁ Χριστὸς περιετέμνετο, καὶ πάντα τὸν νόμον ἐφύλαττεν; εἰς τοὐναντίον  αὐτὸ περιτρέπει. Οὐ γὰρ ἵνα μείνῃ ὁ νόμος, τοῦτο ἐποίησε, φησὶν, ἀλλ' ἵνα αὐτὸν λύσῃ, καὶ σὲ ἀπαλλάξῃ τῆς ἐπικειμένης κατάρας, καὶ ἐλευθερώσῃ καθόλου τῆς ἀρχῆς τῆς ἐκείνουἘπειδὴ γὰρ σὺ παρέβης τὸν νόμον,  διὰ  τοῦτο  ἐκεῖνος  ἐπλήρωσεν,  οὐχ  ἵνα  σὺ πληρώσῃς,  ἀλλ'  ἵνα  σοι τὰς ἐπαγγελίας βεβαιώσῃ τὰς πρὸς τοὺς πατέρας, ἃς ὁ νόμος διαπεσεῖν ἐποίει, δεικνύς σε προσκεκρουκότα καὶ  τῆς  κληρονομίας  ὄντα  ἀνάξιον·  ὥστε  καὶ  σὺ  κατὰ  χάριν ἐσώθης· καὶ γὰρ ἀποβεβλημένος  ἦς. Μὴ τοίνυν  στασίαζε, μηδὲ φιλονείκει ἀντεχόμενος ἀκαίρως τοῦ νόμου, ὃς καὶ τῆς ἐπαγγελίας ἐξέβαλεν ἂν, εἰ μὴ τοσαῦτα ἔπαθεν ὑπὲρ σοῦ ὁ Χριστός. Ἔπαθε δὲ ταῦτα, οὐκ ἐπειδὴ σὺ ἄξιος ἦς σωτηρίας, ἀλλ'ὥστε ἀληθεῦσαι τὸν Θεόν. Εἶτα, ἵνα μὴ τοῦτο φυσήσῃ τὸν ἐξ ἐθνῶν, φησί· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Οἱ μὲν Ἰουδαῖοι κἂν ἐπαγγελίας  εἶχον, εἰ καὶ ἀνάξιοι ἦσαν· σὺ δὲ οὐδὲ τοῦτο, ἀλλ' ἀπὸ φιλανθρωπίας ἐσώθης μόνης. Εἰ καὶ τὰ μάλιστα οὐδὲ ἐκείνοις τι πλέον ἐγένετο ἀπὸ τῆς ἐπαγγελίας, εἰ  μὴ  παρεγένετο  ὁ  Χριστός· ἀλλ'  ὅμως  ἵνα  αὐτοὺς  κεράσῃ,  καὶ  συγχωρήσῃ κατεξανίστασθαι τῶν ἀσθενῶν, μέμνηται τῶν ἐπαγγελιῶν·  περὶ δὲ τούτων  φησὶν, ὅτι ἐλέει ἐσώθησαν μόνῳ· διὸ καὶ δίκαιοι ἂν εἶεν μάλιστα δοξάζειν τὸν Θεόν. ∆όξα δὲ Θεῷ, τὸ  συνῆφθαι,  τὸ  ἡνῶσθαι,  τὸ  ὁμοθυμαδὸν  εὐφημεῖν,  τὸ  βαστάζειν τὸν ἀσθενέστερον, τὸ μὴ περιορᾷν ἀποῤῥηγνύμενον τὸ μέλος. Εἶτα καὶ μαρτυρίας ἐπάγει, ἐν αἷς δείκνυσιν, ὅτι δεῖ συνῆφθαι τοὺς ἐξ Ἰουδαίων  τοῖς ἐξ ἐθνῶν,  οὕτω λέγων· Καθὼς γέγραπται· ∆ιὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ· καὶ, Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ, Αἰνεῖτε, πάντα τὰ ἔθνη, τὸν Κύριον, ἐπαινέσατε αὐτὸν, πάντες οἱ λαοί· καὶ, Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος  ἄρχειν  ἐθνῶν·  ἐπ' αὐτῷ  ἔθνη  ἐλπιοῦσι. Ταῦτα δὲ πάντα  παρήγαγε, δεικνὺς ὅτι δεῖ ἡνῶσθαι καὶ δοξάζειν τὸν Θεὸν, ὁμοῦ καὶ τὸν ἐξ Ἰουδαίων καταστέλλων, ἵνα μὴ ἐπαίρηται κατὰ τούτου, τῶν προφητῶν πάντων τούτους καλούντων,  καὶ τὸν ἐξ ἐθνῶν  πείθων  μετριάζειν, τῷ δεῖξαι πλείονος  ὑπεύθυνον ὄντα χάριτος. βʹ. Εἶτα πάλιν ἐπὶ εὐχὴν κατακλείει τὸν λόγον, λέγων· Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ἐν τῇ ἐλπίδι, ἐν δυνάμει Πνεύματος ἁγίου. Τουτέστιν, ἀπαλλαγείητε τῆς πρὸς ἀλλήλους ἀθυμίας, καὶ μὴ καταβληθείητέ ποτε ὑπὸ τῶν πειρασμῶν· τοῦτο δὲ ἔσται ἐν τῷ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι. Τὸ δὲ πάντων αἴτιον τῶν ἀγαθῶν τοῦτο. Τοῦτο δὲ ἀπὸ Πνεύματος ἔσται ἁγίου· ἀλλ' οὐχ ἁπλῶς ἀπὸ Πνεύματος, ἀλλ' ἐὰν καὶ τὰ παρ' ἡμῶν εἰσενέγκωμεν. ∆ιὰ τοῦτό φησιν, Ἐν τῷ πιστεύειν· οὕτω γὰρ δύνασθε πληρωθῆναι  χαρᾶς, ἐὰν  πιστεύητε, ἐὰν  ἐλπίζητε.  Ἀλλ' οὐκ εἶπεν,  Ἐὰν ἐλπίζητε, ἀλλ', Ἐὰνπερισσεύητε ἐν τῇ ἐλπίδι, ὥστε μὴ μόνον παραμυθίαν εὑρεῖν τῶν δεινῶν, ἀλλὰ καὶ χαρὰν ἔχειν διὰ τὴν περιουσίαν τῆς πίστεως καὶ τῆς ἐλπίδος. Οὕτω καὶ τὸ Πνεῦμα  ἐπισπάσεσθε· οὕτω  καὶ  ἐκείνου  παραγενομένου,  τὰ  ἀγαθὰ  διατηρήσετε πάντα. Καθάπερ γὰρ τὴν ζωὴν ἡμῶν ἡ τροφὴ διακρατεῖ, καὶ ταύτην ἡ ζωὴ οἰκονομεῖ· οὕτως ἐὰν ἔχωμεν ἔργα ἀγαθὰ, τὸ Πνεῦμα ἕξομεν· κἂν τὸ Πνεῦμα ἔχωμεν καὶ ἔργα ἕξομεν  ἀγαθά·  ὡσπεροῦν  καὶ  τοὐναντίον,   ἐὰν  μὴ  ἔργα  ἔχωμεν,   τὸ  Πνεῦμα ἀφίπταται. Ἐὰν δὲ τοῦ Πνεύματος ἐρημωθῶμεν, καὶ περὶ τὰ ἔργα χωλεύσομεν· ὅταν γὰρ τοῦτο ἀπέλθῃ, τὸ ἀκάθαρτον ἔρχεται· καὶ δῆλον ἀπὸ τοῦ Σαούλ. Τί γὰρ, εἰ μὴ πνίγει  ἡμᾶς ὥσπερ ἐκεῖνον; Ἀλλ' ἑτέρως ἀπαγχονίζει  διὰ πράξεων πονηρῶν.  ∆εῖ τοίνυν ἡμῖν τῆς κιθάρας τοῦ ∆αυῒδ, ἵνα ἐπᾴδωμεν τῇ ψυχῇ τὰς θείας ἐπῳδὰς, καὶ τὰς ἐντεῦθεν καὶ τὰς ἀπὸ τῶν ἀγαθῶν πράξεων· ὡς ἂν θάτερον μόνον ποιῶμεν, καὶ τῆς ᾠδῆς ἀκούοντες, τῷ ταῦτα ἐπᾴδοντι πολεμῶμεν  διὰ τῶν ἔργων, καθάπερ ἐκεῖνος τότε· καὶ εἰς κρῖμα ἡμῖν ἔσται τὸ φάρμακον, καὶ ἀγριωτέρα ἡ μανία γενήσεται. Πρὸ μὲν   γὰρ   τοῦ   ἀκοῦσαι   δέδοικεν   ὁ   πονηρὸς   δαίμων,    μήποτε   ἀκούσαντες κατορθώσωμεν· ὅταν δὲ καὶ ἀκούσαντες οἱ αὐτοὶ μένωμεν, καὶ τοῦτο ἐξαιρεῖται τὸ δέος αὐτοῦ. Ψάλωμεν τοίνυν τὴν ἀπὸ τῶν πράξεων ᾠδὴν, ἵνα τὴν δαίμονος χαλεπωτέραν  ἐκβάλωμεν  ἁμαρτίαν.  ∆αίμων  μὲν  γὰρ  οὐ  πάντως  ἀποστερεῖ τῶν οὐρανῶν, ἀλλ' ἔστιν ὅπου καὶ συμπράττει τῷ νήφοντι· ἁμαρτία δὲ πάντως ἐκβάλλει.
∆αίμων γάρ ἐστιν ἑκούσιος αὕτη, καὶ μανία αὐθαίρετος· διόπερ οὐδὲ τοὺς ἐλεοῦντας ἔχει καὶ συγγινώσκοντας. Ἐπᾴδωμεν τοίνυν τῇ οὕτω διακειμένῃ ψυχῇ, καὶ ἀπὸ τῶν ἄλλων   Γραφῶν,  καὶ  ἀπὸ  τοῦ  μακαρίου  ∆αυΐδ·  καὶ  ψαλλέτω   τὸ  στόμα,  καὶ παιδευέσθω ὁ νοῦς. Οὐκ ἔστιν οὐδὲ τοῦτο αὐτὸ μικρόν· ἂν γὰρ παιδεύσωμεν  τὴν γλῶτταν  ψάλλειν, αἰσχυνθήσεται ἡ ψυχὴ ταύτης ψαλλούσης τἀναντία  βουλομένη. Οὐ τοῦτο δὲ μόνον καρπωσόμεθα τὸ καλὸν, ἀλλ' ὅτι καὶ πολλὰ ἡμεῖς εἰσόμεθα τῶνἡμῖν  διαφερόντων·   καὶ  γὰρ  καὶ  περὶ  τῶν  παρόντων   καὶ  τῶν  μελλόντων   σοι διαλέγεται,  καὶ  περὶ  τῶν  ὁρωμένων,  καὶ  περὶ  τῆς  ἀοράτου  κτίσεως.  Κἂν περὶ οὐρανοῦ θέλῃς μαθεῖν, πότερον μένει τοιοῦτος ἢ μεταβάλλεται, σαφῶς ἀποκρινεῖταί σοι καὶ ἐρεῖ, ὅτι  Οἱ οὐρανοὶ  ὡς  ἱμάτιον  παλαιωθήσονται,  καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Καὶ περὶ τοῦ σχήματος ἂν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν· Ὁ ἐκτείνων  τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Κἂν περὶ τῶν νώτων  αὐτοῦ βουληθῇ τις πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν· Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλάτους καὶ τοῦ ὕψους σοι διαλέγεται, δεικνὺς  ταῦτα  ἰσόμετρα ὄντα·  Καθ'  ὅσον  γὰρ,  φησὶν,  ἀπέχουσιν  ἀνατολαὶ  ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους αὐτόν. Κἂν τῆς γῆς τὰ θεμέλια περιεργάσῃ, οὐδὲ ταῦτά σε ἀποκρύψεται, ἀλλ' ἀκούσῃ ψάλλοντος αὐτοῦ καὶ λέγοντος,  Ὅτι ἐπὶ  θαλασσῶν  ἐθεμελίωσεν  αὐτήν.  Κἂν περὶ τῶν  σεισμῶν ἐπιθυμήσῃς μαθεῖν πόθεν γίνονται,  ἀπαλλάξει  σε πάσης ἀπορίας, οὕτω λέγων·  Ὁ ἐπιβλέπων  ἐπὶ  τὴν  γῆν,  καὶ ποιῶν  αὐτὴν  τρέμειν.  Κἂν τῆς  νυκτὸς  ζητήσῃς τὴν χρείαν,  καὶ ταύτην  εἴσῃ παρ' αὐτοῦ μαθὼν,  ὅτι Ἐν αὐτῇ διελεύσονται  πάντα  τὰ θηρία τοῦ δρυμοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιμα, ἀποκρίνεταί  σοι· Ὄρη τὰ ὑψηλὰ τοῖς ἐλάφοις. Καὶ διὰ τί αἱ πέτραι, λέγει σοι· Πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις  καὶ τοῖς λαγωοῖς. ∆ιὰ τί τὰ ἄκαρπα δένδρα, μάθε· Ἐκεῖ στρουθία ἐννοσσεύσουσι. ∆ιὰ τί ἐν ἐρήμοις πηγαί; Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, καὶ τὰ θηρία τοῦ ἀγροῦ. ∆ιὰ τί οἶνος; Οὐχ ἵνα πίνῃς μόνον, ἐπεὶ ἤρκει καὶ ἡ τοῦ ὕδατος φύσις, ἀλλ' ἵνα καὶ εὐφρανθῇς καὶ ἡσθῇς· Οἶνος γὰρ εὐφραίνει καρδίαν ἀνθρώπου. Τοῦτο δὲ μαθὼν, εἴσῃ καὶ μέχρι ποῦ τῷ οἴνῳ κεχρῆσθαι δεῖ. Πόθεν τρέφεται τὰ πετεινὰ, καὶ τὰ ἄγρια θηρία; Ἀκούσῃ λέγοντος· Πάντα πρὸς σὲ προσδοκῶσι δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον. Κἂν εἴπῃς, ∆ιὰ τί τὰ κτήνη; ἀποκρίνεταί  σοι, ὅτι καὶ ταῦτα  διὰ σέ· Ὁ ἐξανατέλλων  γὰρ, φησὶ, χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Τί τῆς σελήνης σοι χρεία; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐποίησε σελήνην εἰς καιρούς. Καὶ ὅτι ἐποίησε γενητὰ πάντα τὰ ὁρώμενα καὶ τὰ μὴ ὁρώμενα, καὶ τοῦτο σαφῶς ἐδίδαξεν εἰπών· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ ὅτι θανάτου  λύσις ἔσται, καὶ τοῦτό  σε διδάσκει λέγων·  Ὁ Θεὸς λυτρώσεται  τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν λαμβάνῃ με. Πόθεν τὸ σῶμα ἡμῖν γέγονε; καὶ τοῦτο λέγει·  Ἐμνήσθη ὅτι  χοῦς  ἐσμεν. Ποῦ πάλιν  ἀπέρχεται;  Ἐπιστρέψει εἰς  τὸν  χοῦν αὐτοῦ. ∆ιὰ τί  ταῦτα  πάντα;  ∆ιὰ σέ. ∆όξῃ γὰρ καὶ τιμῇ  ἐστεφάνωσας  αὐτὸν,  καὶ κατέστησας αὐτὸν  ἐπὶ  τὰ ἔργα τῶν  χειρῶν  σου. Εἰ ἔχομέν  τι  κοινὸν  πρὸς τοὺς ἀγγέλους οἱ ἄνθρωποι; Καὶ τοῦτο λέγει ψάλλων οὕτως· Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. Περὶ τῆς ἀγάπης τοῦ Θεοῦ· Καθὼς οἰκτείρει πατὴρ υἱοὺς, ᾠκτείρησε Κύριος τοὺς φοβουμένους αὐτόν. Περὶ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς, καὶ τῆς ἀταράχου λήξεως ἐκείνης· Ἐπίστρεψον, φησὶ, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου. ∆ιὰ τί οὕτω μέγας ὁ οὐρανός; Καὶ τοῦτο ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. ∆ιὰ τί νὺξ καὶ ἡμέρα ἐγένετο;  Οὐχ ἵνα  φαίνωσι  καὶ ἀναπαύωσι  μόνον,  ἀλλ' ἵνα  καὶ παιδεύωσιν· Οὐ γάρ εἰσι λαλιαὶ οὐδὲ λόγοι, ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν. Πῶς ἡ θάλασσα περίκειται τῇ γῇ; Ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτῆς· οὕτω γὰρ τὸ Ἑβραϊκὸν ἔχει.  γʹ. Ἀπὸ δὲ  τῶν  εἰρημένων  ἀρχὴν  λαβόντες  καὶ  τὰ  ἄλλα  πάντα εἴσεσθε, τὰ περὶ Χριστοῦ, τὰ περὶ ἀναστάσεως, τὰ περὶ τῆς μελλούσης ζωῆς, τὰ περὶ ἀναπαύσεως, τὰ περὶ κολάσεως, τὰ περὶ τῶν ἠθικῶν λόγων, τὰ περὶ τῶν δογμάτων ἅπαντα,   καὶ   μυρίων   ἀγαθῶν   ἐμπεπλησμένον   τὸ   βιβλίον   εὑρήσετε.  Κἂν  εἰς πειρασμοὺς ἐμπέσῃς, πολλὴν  ἐντεῦθεν  λήψῃ  παραμυθίαν·  κἂν  εἰς  ἁμαρτήματα, μυρία φάρμακα κείμενα ἐνταῦθα εὑρήσεις· ἂν εἰς πενίαν,  ἂν εἰς θλῖψιν,  πολλοὺς τοὺς  λιμένας  ὄψει·  κἂν  δίκαιος  ᾖς,  πολλὴν  ἀσφάλειαν  ἐκεῖθεν  καρπώσῃ· κἂν ἁμαρτωλὸς ᾖς, πολλὴν  τὴν παραμυθίαν. Ἄν τε γὰρ δίκαιος ᾖς, καὶ πάσχῃς δεινὰ,   ἀκούσῃ  λέγοντος,   ὅτι   Ἕνεκεν   σοῦ  θανατούμεθα   ὅλην   τὴν   ἡμέραν, ἐλογίσθημεν   ὡς   πρόβατα   σφαγῆς.   Ταῦτα  πάντα   ἦλθεν   ἐφ'   ἡμᾶς,   καὶ   οὐκ ἐπελαθόμεθά σου. Κἂν ἐπάρῃ σε τὰ κατορθώματα, ἀκούσῃ λέγοντος· Μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν· καὶ εὐθέως ταπεινωθήσῃ. Κἂν ἁμαρτωλὸς ᾖς, καὶ ἀπεγνωκὼς  ἑαυτοῦ, ἀκούσῃ συνεχῶς ἐπᾴδοντος· Σήμερον ἐὰν τῆς φωνῆς  αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· καὶ ἀναστήσῃ ταχέως. Κἂν διάδημα ἔχῃς ἐπὶ τῆς κεφαλῆς, καὶ μέγα φρονῇς, μαθήσῃ ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν  δύναμιν, καὶ  γίγας  οὐ  σωθήσεται  ἐν  πλήθει  ἰσχύος  αὐτοῦ·  καὶ  δυνήσῃ  μετριάζειν.  Ἐὰν πλούσιος ᾖς καὶ ἐπίδοξος, πάλιν  ἀκούσῃ Ψάλλοντος·  Οὐαὶ οἱ πεποιθότες  ἐπὶ  τῇ δυνάμει  αὐτῶν,  καὶ  ἐπὶ  τῷ  πλήθει  τοῦ  πλούτου  αὐτῶν  καυχώμενοι·  καὶ,  ὅτι Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει· καὶ, Οὐ συγκαταβήσεται ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ· καὶ οὐδὲν ἡγήσῃ μέγα εἶναι τῶν ἐπὶ τῆς γῆς. Τὸ γὰρ πάντων  λαμπρότερον,  ἡ δόξα καὶ ἡ δυναστεία, ὅταν  οὕτως εὐτελὴς ᾖ, τί ἕτερον ἄξιον ἂν εἴη λόγου τῶν ἐπὶ τῆς γῆς; Ἀλλ' ἐν ἀθυμίᾳ κατέστης; Ἄκουσον αὐτοῦ λέγοντος, Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν   Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ.  Ἀλλ' ὁρᾷς εὐδοκιμοῦντας παρ' ἀξίαν; Εἰπὲ, Μὴ παραζήλου ἐν πονηρευομένοις, ὅτι ὡσεὶ χόρτος ξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. Ὁρᾷς καὶ δικαίους καὶ ἁμαρτωλοὺς κολαζομένους; Ἄκουσον ὅτι οὐχ ἡ αὐτὴ αἰτία· Πολλαὶ γὰρ, φησὶν, αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. Ἐπὶ δὲ τῶν δικαίων οὐκ εἶπεν, Αἱ μάστιγες, ἀλλὰ, Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος· καὶ πάλιν, Θάνατος ἁμαρτωλῶν  πονηρός· καὶ, Τίμιος ἐναντίον  Κυρίου ὁ θάνατος τῶν  ὁσίων αὐτοῦ. Ταῦτα λέγε συνεχῶς, ἐντεῦθεν παιδεύου· τούτων γὰρ ἕκαστον τῶν ῥημάτων πέλαγος ἀχανὲς  ἔχει νοημάτων.  Ἡμεῖς μὲν γὰρ ἁπλῶς  αὐτὰ παρεδράμομεν· εἰ δὲ βουληθείητε   μετὰ  ἀκριβείας  διερευνήσασθαι  τὰ  εἰρημένα,  πολὺν   ὄψεσθε  τὸν πλοῦτον. Ἀλλὰ τέως καὶ ἐκ τῶν εἰρημένων δυνατὸν καθαίρεσθαι τῶν ἐπικειμένων παθῶν.  ὅταν  γὰρ  μήτε  φθονεῖν  ἐᾷ, μήτε  λυπεῖσθαι  καὶ  ἀθυμεῖν  ἀκαίρως,  μήτε ἡγεῖσθαί τι πλοῦτον  μήτε θλῖψιν  μήτε πενίαν,  μηδὲ αὐτὴν  τὴν ζωὴν νομίζειν  τι εἶναι, πάντων σε ἀπαλλάττει τῶν παθῶν. Ὑπὲρ δὲ τούτων εὐχαριστήσωμεν τῷ Θεῷ, καὶ τὸν θησαυρὸν μεταχειριζώμεθα,  Ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν  Γραφῶν τὴν ἐλπίδα ἔχωμεν, καὶ τῶν  μελλόντων  ἀπολαύσωμεν  ἀγαθῶν·  ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |