ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΗʹ δὲ αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν οἱ μαθηταὶ αὐτοῦ.

Κυριακή 30 Οκτωβρίου 2016

ΚΗʹ δὲ αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν οἱ μαθηταὶ αὐτοῦ.



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΚΗʹ δὲ αὐτῷ εἰς τὸ πλοῖον, ἠκολούθησαν οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἰδοὺ χειμὼν μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥσἘμβάντι τε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων· αὐτὸς δὲ ἐκάθευδεν.

αʹ. Ὁ μὲν οὖν Λουκᾶς, ἀπαλλάττων ἑαυτὸν τοῦ ἀπαιτηθῆναι τῶν χρόνων τὴν τάξιν, οὕτως εἶπεν· Ἐγένετο δὲ ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἀνέβη εἰς τὸ πλοῖον, καὶ  οἱ  μαθηταὶ  αὐτοῦ·  καὶ  ὁ  Μάρκος ὁμοίως.  Οὗτος δὲ  οὐχ  οὕτως,  ἀλλὰ  καὶ ἀκολουθίαν ἐνταῦθα διατηρεῖ. Οὐδὲ γὰρ οὕτω πάντες πάντα ἔγραφον. Ταῦτα δέ μοι καὶ ἔμπροσθεν εἴρηται, ἵνα μὴ τῇ παραλείψει διαφωνίαν  τις εἶναι νομίζοι. Τοὺς μὲν οὖν ὄχλους προέπεμψε, τοὺς  δὲ μαθητὰς μεθ' ἑαυτοῦ ἔλαβε· καὶ γὰρ καὶ τοῦτο ἐκεῖνοι λέγουσι. Παρέλαβε δὲ οὐ μάτην, οὐδὲ εἰκῆ, ἀλλ' ὥστε ποιῆσαι θεατὰς τοῦ μέλλοντος  ἔσεσθαι θαύματος. Καθάπερ γάρ τις παιδοτρίβης ἄριστος, εἰς ἀμφότερα αὐτοὺς ἤλειφεν, εἴς τε τὸ ἀκαταπλήκτους εἶναι ἐν τοῖς δεινοῖς, εἴς τε τὸ μετριάζειν ἐν  ταῖς  τιμαῖς. 


Ἵνα  γὰρ  μὴ μέγα  φρονῶσιν,  ὅτι  τοὺς  ἄλλους  ἐκπέμψας  αὐτοὺς κατέσχεν, ἀφίησι κλυδωνισθῆναι,  τοῦτό τε κατορθῶν,  καὶ γυμνάζων  πειρασμοὺς φέρειν  γενναίως.  Μεγάλα μὲν  γὰρ καὶ τὰ πρότερα θαύματα ἦν, ἀλλὰ  τοῦτο καὶ γυμνασίαν τινὰ εἶχεν οὐ μικρὰν, καὶ τοῦ παλαιοῦ συγγενὲς σημεῖον ἦν. ∆ιὰ τοῦτο μόνους τοὺς μαθητὰς ἄγει μεθ' ἑαυτοῦ. Ἔνθα μὲν γὰρ θαυμάτων ἐπίδειξις ἦν, καὶ τὸν δῆμον ἀφίησι παρεῖναι· ἔνθα δὲ πειρασμῶν καὶ φόβων  ἐπανάστασις, τοὺς ἀθλητὰς τῆς οἰκουμένης, οὓς γυμνάζειν ἔμελλε, τούτους παραλαμβάνει μόνους. Καὶ ὁ μὲν Ματθαῖος ὅτι ἐκάθευδεν εἶπεν ἁπλῶς, ὁ δὲ Λουκᾶς ὅτι ἐν προσκεφαλαίῳ φησὶ, δεικνύς τε τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. Τοῦ κλυδωνίου τοίνυν διεγερθέντος, καὶ τῆς θαλάσσης μαινομένης, διεγείρουσιν αὐτὸν λέγοντες· Κύριε, σῶσον ἡμᾶς, ἀπολλύμεθα. Ὁ δὲ αὐτοῖς ἐπετίμα πρὸ τῆς θαλάσσης. Καὶ γὰρ,  ὅπερ  ἔφην,  γυμνασίας  ἕνεκεν  ταῦτα  συνεχωρεῖτο,  καὶ  τύπος  ἦν  τῶν μελλόντων  καταλήψεσθαι  αὐτοὺς  πειρασμῶν. Καὶ γὰρ καὶ μετὰ ταῦτα  πολλάκις ἀφῆκεν  αὐτοὺς  εἰς  χαλεπωτέρους  χειμῶνας  πραγμάτων  ἐμπεσεῖν,  καὶ ἐμακροθύμησε. ∆ιὸ καὶ Παῦλος ἔλεγεν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν,  ὥστε ἐξαπορηθῆναι  ἡμᾶς καὶ τοῦ ζῇν· καὶ μετὰ ταῦτα  πάλιν,  Ὃς ἐκ τηλικούτων  θανάτων  ἐῤῥύσατο ἡμᾶς. ∆εικνὺς  τοίνυν ἐντεῦθεν, ὅτι θαῤῥεῖν χρὴ, κἂν μεγάλα διεγείρηται τὰ κύματα, καὶ ὅτι πάντα συμφερόντως  οἰκονομεῖ,  πρῶτον  αὐτοῖς  ἐπιτιμᾷ.  Καὶ γὰρ  αὐτὸ  τὸ  θορυβηθῆναι συμφερόντως  ἐγίνετο, ὥστε μεῖζον φανῆναι  τὸ θαῦμα, καὶ διηνεκῆ  γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. Ὅταν γὰρ παράδοξόν τι γενέσθαι μέλλῃ, πολλὰ προκατασκευάζεται πρότερον μνήμης ποιητικὰ, ἵνα μὴ μετὰ τὸ παρελθεῖν τὸ θαῦμα εἰς λήθην ἐμπέσωσιν. Οὕτω καὶ Μωϋσῆς πρότερον φοβεῖται τὸν ὄφιν, καὶ φοβεῖται οὐχ ἁπλῶς, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἀγωνίας, καὶ τότε ὁρᾷ τὸ παράδοξον ἐκεῖνο γινόμενον. Οὕτω καὶ οὗτοι, προσδοκήσαντες ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν· ἵνα ὁμολογήσαντες τὸν κίνδυνον,  μάθωσι τοῦ θαύματος τὸ μέγεθος. ∆ιὰ τοῦτο καὶ καθεύδει· εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδ' ἂν ἐνόμισαν αὐτὸν δύνασθαι τοιοῦτόν τι ποιεῖν. ∆ιὰ τοῦτο καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, καὶ τρανοτέραν αὐτοῖς ποιῶν τὴν αἴσθησιν τῶν γινομένων. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινόμενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εἶδον εὐεργετηθέντας, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, καὶ ὕπτιοι ἦσαν, (οὔτε γὰρ χωλοὶ,  οὔτε ἄλλο  τι  τοιοῦτον  νόσημα εἶχον),  ἔδει δὲ αὐτοὺς  διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν· συγχωρεῖ τὸν χειμῶνα, ἵνα διὰ τῆς ἀπαλλαγῆς σαφεστέραν λάβωσιν αἴσθησιν τῆς εὐεργεσίας. ∆ιὰ τοῦτο οὐδὲ παρόντων τῶν ὄχλων τοῦτο ποιεῖ, ὥστε μὴ καταγνωσθῆναι ὀλιγοπιστίας· ἀλλ' αὐτοὺς μόνους λαβὼν  διορθοῦται,  καὶ  πρὸ τοῦ  χειμῶνος  τῶν  ὑδάτων  τὸν  χειμῶνα  τῆς  ψυχῆς αὐτῶν λύει, ἐπιτιμῶν καὶ λέγων· Τί δειλοί ἐστε, ὀλιγόπιστοι; καὶ παιδεύων ὁμοῦ, ὅτι τὸν φόβον οὐχ ἡ τῶν πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς διανοίας ἀσθενές. Εἰ δὲ λέγοι  τις, ὅτι δειλίας  οὐκ ἦν, οὐδὲ ὀλιγοπιστίας,  τὸ προσελθόντας  ἐγεῖραι, ἐκεῖνο ἂν εἴποιμι, ὅτι τοῦτο αὐτὸ μάλιστα σημεῖον ἦν τοῦ μὴ τὴν προσήκουσαν περὶ αὐτοῦ  δόξαν  ἔχειν.  Ὅτι μὲν  γὰρ δύναται  ἐπιτιμᾷν  ἐγερθεὶς,  ᾔδεσαν· ὅτι  δὲ καὶ καθεύδων, οὐδέπω. Καὶ τί θαυμάζεις, εἰ νῦν, ὅπου γε καὶ μετὰ πολλὰ ἕτερα θαύματα ἀτελέστερον ἔτι διέκειντο; ∆ιὸ καὶ ἐπιτιμῶνται  πολλάκις, ὡς ὅταν λέγῃ, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Μὴ τοίνυν  θαυμάσῃς, εἰ τῶν  μαθητῶν  ἀτελέστερον διακειμένων   οἱ  ὄχλοι   οὐδὲν  μέγα  περὶ  αὐτοῦ  ἐφαντάζοντο·   Ἐθαύμαζον  γὰρ λέγοντες·  Ποταπός ἐστιν  οὗτος  ὁ  ἄνθρωπος,  ὅτι  καὶ  ἡ  θάλασσα καὶ  οἱ  ἄνεμοι ὑπακούουσιν αὐτῷ; Ὁ δὲ Χριστὸς οὐκ ἐπετίμησεν, ὅτι ἄνθρωπον  αὐτὸν ἐκάλουν, ἀλλ' ἀνέμενε,  διὰ τῶν  σημείων  αὐτοὺς διδάσκων, ὅτι πεπλανημένη  ἦν αὐτῶν  ἡ ὑπόληψις. Πόθεν δὲ ἄνθρωπον αὐτὸν ἐνόμιζον; Ἀπό τε τῆς ὄψεως, ἀπό τε τοῦ ὕπνου, καὶ τοῦ πλοίῳ κεχρῆσθαι. ∆ιὰ δὴ τοῦτο εἰς ἀμηχανίαν ἐξέπιπτον λέγοντες· Ποταπός ἐστιν οὗτος; Ὁ μὲν γὰρ ὕπνος καὶ τὸ φαινόμενον  ἄνθρωπον ἐδείκνυ· ἡ δὲ θάλαττα καὶ ἡ γαλήνη Θεὸν ἐνέφαινεν.


 βʹ. Ἐπειδὴ γὰρ καὶ Μωϋσῆς ἐποίησέ τι τοιοῦτόν ποτε, καὶ ἐντεῦθεν  δείκνυσι τὴν ὑπεροχήν· καὶ ὅτι ὁ μὲν ὡς δοῦλος, ὁ δὲ ὡς ∆εσπότης θαυματουργεῖ. Οὐ γὰρ ῥάβδον ἔτεινεν ὥσπερ ἐκεῖνος, οὐδὲ χεῖρας ἐξέτεινεν εἰς τὸν οὐρανὸν, οὐδὲ εὐχῆς ἐδεήθη· ἀλλ' ὥσπερ εἰκὸς δεσπότην ἐπιτάττοντα  θεραπαινίδι, καὶ ∆ημιουργὸν κτίσματι, οὕτως αὐτὴν κατέστειλέ τε καὶ ἐχαλίνωσε λόγῳ καὶ ἐπιτάγματι  μόνον· καὶ πᾶσα εὐθέως  ἐλύετο  ἡ ζάλη, καὶ οὐδὲ ἴχνος  ἀπέμενε  τῆς ταραχῆς. Τοῦτο γὰρ ἐδήλωσεν ὁ εὐαγγελιστὴς εἰπών· Καὶ ἐγένετο γαλήνη μεγάλη. Καὶ ὅπερ περὶ τοῦ Πατρὸς ὡς μέγα εἴρητο, τοῦτο αὐτὸς διὰ τῶν ἔργων ἐπεδείξατο πάλιν. Τί δὲ εἴρητο περὶ αὐτοῦ; Εἶπε, φησὶ, καὶ ἔστη πνεῦμα καταιγίδος. Οὕτω καὶ ἐνταῦθα· Εἶπε, καὶ ἐγένετο  γαλήνη  μεγάλη. ∆ιὸ μάλιστα καὶ ἐθαύμαζον οἱ ὄχλοι αὐτὸν, οὐκ ἂν θαυμάσαντες, εἴπερ οὕτως ἐποίησεν ὡς ἐκεῖνος. Ἐπειδὴ δὲ ἀπέβη τῆς θαλάττης,   διαδέχεται   θαῦμα  ἕτερον  φοβερώτερον.  ∆αιμονῶντες   γὰρ  καθάπερ δραπέται πονηροὶ δεσπότην ἰδόντες, ἔλεγον· Τί ἡμῖν καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ; ἦλθες  ὧδε  πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἐπειδὴ γὰρ ἄνθρωπον  αὐτὸν  ἔλεγον  οἱ ὄχλοι, ἦλθον οἱ δαίμονες τὴν θεότητα αὐτοῦ ἀνακηρύττοντες· καὶ οἱ τῆς θαλάττης κυμαινούσης καὶ πάλιν ἡσυχαζούσης οὐκ ἀκούοντες, ἤκουον τῶν δαιμόνων  ταῦτα βοώντων,  ἅπερ ἐκείνη διὰ τῆς γαλήνης  ἔκραζεν. Εἶτα ἵνα μὴ δόξῃ κολακείας  τὸ πρᾶγμα  εἶναι,  ἀπὸ τῆς  πείρας  τῶν  πραγμάτων  βοῶσι λέγοντες·  Ἦλθες ὧδε  πρὸ καιροῦ βασανίσαι ἡμᾶς; ∆ιὰ δὴ τοῦτο πρότερον ὡμολόγηται ἡ ἔχθρα, ἵνα μὴ ὕποπτος αὐτῶν   ἡ  ἱκετηρία  γένηται.  Καὶ γὰρ  ἐμαστίζοντο  ἀοράτως,  καὶ  τῆς  θαλάττης ἐχειμάζοντο  μᾶλλον,  κεντούμενοι  καὶ ἐμπιπράμενοι,  καὶ τὰ ἀνήκεστα πάσχοντες ἀπὸ τῆς παρουσίας μόνης. Ἐπειδὴ γὰρ οὐδεὶς αὐτοὺς προσενεγκεῖν ἐτόλμα, αὐτὸς πρὸς αὐτοὺς  ἀπέρχεται  ὁ Χριστός. Καὶ ὁ μὲν  Ματθαῖός φησιν  αὐτοὺς  εἰρηκέναι· Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς· οἱ δὲ ἄλλοι προσέθηκαν, ὅτι καὶ παρεκάλουν αὐτὸν καὶ ὥρκιζον, ἵνα μὴ εἰς τὴν ἄβυσσον αὐτοὺς ἐμβάλῃ. Ἐνόμισαν γὰρ ἤδη τὴν κόλασιν αὐτοῖς ἐφεστάναι, καὶ ἔδεισαν ὡς ἤδη εἰς τιμωρίαν ἐμπεσούμενοι. Εἰ δὲ οἱ περὶ  τὸν  Λουκᾶν ἕνα  φασὶν  αὐτὸν  εἶναι,  οὗτος  δὲ  δύο, οὐδὲ  τοῦτο  διαφωνίαν ἐμφαίνει.  Εἰ μὲν γὰρ εἶπον, ὅτι εἷς μόνος ἦν, ἕτερος δὲ οὐκ ἦν, ἐδόκουν ἐναντία λέγειν τῷ Ματθαίῳ· εἰ δὲ, ὁ μὲν περὶ τοῦ ἑνὸς, ὁ δὲ περὶ τῶν δύο διελέχθη, οὐ μάχης τὸ εἰρημένον, ἀλλὰ διαφόρου διηγήσεως. Καὶ γὰρ ἔμοιγε δοκεῖ τὸν χαλεπώτερον τούτων  ἐπιλεξάμενος  ὁ Λουκᾶς εἰρηκέναι· διὸ καὶ τραγικώτερον  ἀπαγγέλλει  τὴν συμφοράν· οἷον, ὅτι τὰ δεσμὰ  καὶ τὰς ἁλύσεις διαῤῥήσσων κατὰ τὴν ἔρημον ἐπλανᾶτο· ὁ δὲ Μάρκος ὅτι καὶ τοῖς λίθοις ἑαυτὸν ἔκοπτέ φησι· καὶ τὰ ῥήματα δὲ αὐτῶν ἱκανὰ τὸ ἀπηνὲς καὶ τὸ ἀναίσχυντον ἐνδείξασθαι. Ἦλθες γὰρ ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; φησίν. Ὅτι μὲν γὰρ οὐχ ἥμαρτον, οὐκ εἶχον εἰπεῖν· ἀξιοῦσι δὲ μὴ πρὸ καιροῦ δοῦναι τὴν δίκην. Ἐπειδὴ γὰρ κατέλαβεν αὐτοὺς τὰ ἀνήκεστα δεινὰ καὶ παράνομα  ἐκεῖνα  ἐργαζομένους,  καὶ  τὸ πλάσμα τὸ ἑαυτοῦ  παντὶ  διαστρέφοντας τρόπῳ καὶ τιμωρουμένους, καὶ ἐνόμιζον αὐτὸν δι' ὑπερβολὴν τῶν γενομένων  οὐκ ἀναμένειν τὸν καιρὸν τῆς κολάσεως, διὰ τοῦτο παρεκάλουν καὶ ἐδέοντο· καὶ οἱ μηδὲ δεσμῶν ἀνεχόμενοι σιδηρῶν, ἔρχονται δεδεμένοι· καὶ οἱ τὰ ὄρη κατατρέχοντες, εἰς τὰ πεδία ἐξῄεσαν· καὶ οἱ τοὺς ἄλλους κωλύοντες διαβαίνειν, τὸν ἀποτειχίζοντα τὴν ὁδὸν αὐτοῖς ἰδόντες, ἔστησαν. Τί δήποτε δὲ καὶ τοῖς τάφοις ἐμφιλοχωροῦσιν; Ὀλέθριον   δόγμα  τοῖς  πολλοῖς   ἐνθεῖναι   βουλόμενοι,  οἷον  ὅτι  αἱ  ψυχαὶ   τῶν ἀπελθόντων  δαίμονες γίνονται· ὃ μηδέποτε γένοιτο μηδὲ μέχρις ἐννοίας λαβεῖν. Τί οὖν, φησὶν, ἂν εἴποις, ὅταν πολλοὶ  τῶν  γοήτων  παῖδας λαβόντες  ἀποσφάττωσιν, ὥστε αὐτοῖς μετὰ ταῦτα συμπράττουσαν τὴν ψυχὴν ἔχειν; Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι μὲν γὰρ ἀποσφάττουσι, πολλοὶ λέγουσιν· ὅτι δὲ αἱ ψυχαὶ τῶν σφαγέντων  μετ' αὐτῶν εἰσι, πόθεν ἔγνως; εἰπέ μοι. Αὐτοὶ, φησὶν, οἱ δαιμονῶντες  βοῶσιν, ὅτι Ψυχὴ τοῦ δεῖνος ἐγώ. Ἀλλὰ καὶ τοῦτο σκηνή τις καὶ ἀπάτη διαβολική. Οὐ γὰρ ἡ ψυχὴ τοῦ τετελευτηκότος   ἐστὶν  ἡ  βοῶσα,  ἀλλ'  ὁ  δαίμων  ὁ  ὑποκρινόμενος  ταῦτα,  ὥστε ἀπατῆσαι τοὺς ἀκούοντας. Εἰ γὰρ εἰς δαίμονος οὐσίαν δυνατὸν  ψυχὴν  εἰσελθεῖν, πολλῷ μᾶλλον εἰς τὸ σῶμα τὸ ἑαυτῆς. Ἄλλως δὲ οὐκ ἂν ἔχοι λόγον τὴν ἠδικημένην ψυχὴν  συμπράττειν  τῷ  ἠδικηκότι·  ἣ ἄνθρωπον  δύνασθαι δύναμιν  ἀσώματον εἰς ἑτέραν μεταβαλεῖν οὐσίαν. Εἰ γὰρ ἐπὶ τῶν σωμάτων τοῦτο ἀμήχανον, καὶ οὐκ ἄν τις ἀνθρώπου  σῶμα ὄνου  ἐργάσαιτο· πολλῷ  μᾶλλον  ἐπὶ  τῆς  ἀοράτου ψυχῆς  τοῦτο ἀδύνατον, καὶ οὐκ ἄν τις ἰσχύσειεν εἰς δαίμονος οὐσίαν αὐτὴν μετενεγκεῖν.


 γʹ. Ὥστε γραϊδίων μεθυόντων ταυτὶ τὰ ῥήματα, καὶ παίδων μορμολύκεια. Οὐδὲ γὰρ ἔνι ψυχὴν ἀποῤῥαγεῖσαν τοῦ σώματος ἐνταῦθα πλανᾶσθαι λοιπόν. ∆ικαίων γὰρ ψυχαὶ ἐν χειρὶ Θεοῦ· εἰ δὲ αἱ τῶν δικαίων, καὶ αἱ τῶν παίδων· οὐδὲ γὰρ ἐκεῖναι πονηραί. Καὶ αἱ τῶν ἁμαρτωλῶν  δὲ εὐθέως ἐντεῦθεν  ἀπάγονται.  Καὶ δῆλον ἀπὸ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου· καὶ ἀλλαχοῦ δέ φησιν ὁ Χριστός· Σήμερον τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Καὶ οὐχ οἷόν τε ψυχὴν ἐξελθοῦσαν τοῦ σώματος ἐνταῦθα πλανᾶσθαι· καὶ μάλα εἰκότως. Εἰ γὰρ ἐν γῇ βαδίζοντες τῇ συνήθει καὶ γνωρίμῳ, καὶ σῶμα περικείμενοι, ὅταν  ξένην  ὁδεύωμεν  ὁδὸν, ποίαν  ἐλθεῖν  οὐκ ἴσμεν, ἂν  μὴ τὸν  χειραγωγοῦντα ἔχωμεν· πῶς ἡ τοῦ σώματος ἀποῤῥαγεῖσα ψυχὴ, καὶ τῆς συνηθείας ἐξελθοῦσα πάσης, εἴσεται  ποῦ  δεῖ  βαδίζειν  ἄνευ  τοῦ  καθοδηγοῦντος   αὐτήν;  Καὶ πολλαχόθεν   δὲ ἑτέρωθεν ἄν τις κατίδοι, ὅτι οὐκ ἔνι ψυχὴν ἐξελθοῦσαν ἐνταῦθα μεῖναι. Καὶ γὰρ ὁ Στέφανός φησι· ∆έξαι τὸ πνεῦμά μου· καὶ ὁ Παῦλος, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι  πολλῷ  μᾶλλον  κρεῖττον.  Καὶ περὶ τοῦ πατριάρχου  δέ φησιν  ἡ Γραφή· Καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, τραφεὶς ἐν γήρει καλῷ. Ὅτι δὲ οὐδὲ αἱ τῶν ἁμαρτωλῶν ψυχαὶ διατρίβειν ἐνταῦθα δύνανται, ἄκουσον τοῦ πλουσίου πολλὰ ὑπὲρ τούτου παρακαλοῦντος, καὶ οὐκ ἐπιτυγχάνοντος· ὡς εἴγε ἦν δυνατὸν, αὐτὸς ἂν ἦλθε, καὶ ἀνήγγειλε τὰ ἐκεῖ γεγενημένα. Ὅθεν δῆλον, ὅτι μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν  εἰς χώραν  τινὰ  ἀπάγονται  αἱ ψυχαὶ,  οὐκέτι κύριαι οὖσαι ἐπανελθεῖν, ἀλλὰ τὴν φοβερὰν ἐκείνην ἡμέραν ἀναμένουσαι. Εἰ δὲ λέγοι τις, Καὶ τίνος ἕνεκεν ὅπερ ἠξίωσαν οἱ δαίμονες ἐποίησεν ὁ Χριστὸς, εἰς τὴν ἀγέλην τῶν χοίρων ἐπιτρέψας αὐτοῖς ἀπελθεῖν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἐκείνοις πειθόμενος τοῦτο ἐποίησεν, ἀλλὰ  πολλὰ  ἐντεῦθεν  οἰκονομῶν·  ἓν  μὲν,  τὸ  διδάξαι  τοὺς  ἀπαλλαγέντας   τῶν πονηρῶν  τυράννων  ἐκείνων  τὸ μέγεθος  τῆς λύμης  τῶν  ἐπιβουλευόντων  αὐτοῖς· ἕτερον δὲ, ἵνα μάθωσι πάντες, ὅτι οὐδὲ χοίρων κατατολμῶσιν, εἰ μὴ αὐτὸς συγχωρήσειε· τρίτον, ὅτι χαλεπώτερα τῶν χοίρων ἐκείνους ἂν εἰργάσαντο, εἰ μὴ καὶ ἐν τῇ συμφορᾷ πολλῆς ἀπέλαυον τῆς τοῦ Θεοῦ προνοίας. Ὅτι γὰρ ἡμᾶς τῶν ἀλόγων μᾶλλον μισοῦσι, παντί που δῆλόν ἐστιν. Ὥστε οἱ τῶν χοίρων μὴ φειδόμενοι, ἀλλ' ἐν μιᾷ  καιροῦ  ῥοπῇ  πάντας   αὐτοὺς  κατακρημνίσαντες,   πολλῷ   μᾶλλον   ἂν  τοὺς ἀνθρώπους ταῦτα εἰργάσαντο, οὓς εἶχον, ἐπ' ἐρημίας ἄγοντες καὶ ἀπάγοντες, εἰ μὴ καὶ ἐν αὐτῇ τῇ τυραννίδι πολλὴ ἦν ἡ τοῦ Θεοῦ κηδεμονία, χαλινοῦσα καὶ ἐπέχουσα τὴν περαιτέρω ῥύμην αὐτῶν. Ὅθεν δῆλον, ὅτι οὐκ ἔστιν οὐδεὶς, ὃς οὐκ ἀπολαύει τῆς τοῦ  Θεοῦ προνοίας.  Εἰ δὲ μὴ πάντες  ὁμοίως,  μηδὲ  καθ' ἕνα  τρόπον,  καὶ  τοῦτο προνοίας μέγιστον εἶδός ἐστι. Πρὸς γὰρ τὸ ἑκάστῳ λυσιτελοῦν καὶ τὸ τῆς προνοίας ἐπιδείκνυται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐκ τούτου μανθάνομεν, ὅτιπερ οὐ κοινῇ  πάντων  προνοεῖ  μόνον,  ἀλλὰ  καὶ  ἰδίᾳ  ἑκάστου· ὁ καὶ  ἐπὶ  τῶν  μαθητῶν ἐδήλωσεν εἰπών· Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς ἠριθμημέναι εἰσί. Καὶ ἀπὸ τῶν δαιμονώντων δὲ τούτων ἄν τις τοῦτο κατίδοι σαφῶς, οἳ πάλαι ἂν ἀπεπνίγησαν, εἰ μὴ πολλῆς τῆς ἄνωθεν κηδεμονίας ἀπέλαυον. ∆ιὰ δὴ ταῦτα ἐπέτρεψεν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων, καὶ ἵνα καὶ οἱ τὰ χωρία οἰκοῦντες ἐκεῖνα μάθωσιν αὐτοῦ τὴν δύναμιν. Ἔνθα μὲν γὰρ πολὺ τὸ ὄνομα αὐτοῦ ἐστιν, οὐ σφόδρα ἐπεδείκνυτο· ἔνθα δὲ μηδεὶς αὐτὸν οἶδεν, ἀλλ' ἔτι ἀναισθήτως διάκεινται,  ἐκλάμπειν  ἐποίει τὰ θαύματα, ὥστε αὐτοὺς εἰς τὴν αὐτοῦ θεογνωσίαν ἐπισπάσασθαι. Ὅτι γὰρ ἀναίσθητοί τινες ἦσαν οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, δῆλον ἀπὸ τοῦ τέλους. ∆έον γὰρ αὐτοὺς προσκυνῆσαι καὶ θαυμάσαι τὴν δύναμιν, οἱ δὲ ἀπέπεμπον, Καὶ παρεκάλουν ἀπελθεῖν ἀπὸ  τῶν  ὁρίων  αὐτῶν.  Ἀλλὰ  τίνος  ἕνεκεν  ἀνεῖλον  τοὺς  χοίρους  οἱ  δαίμονες; Πανταχοῦ  τοὺς  ἀνθρώπους  εἰς  ἀθυμίαν  ἐμβάλλειν  ἐσπουδάκασι, καὶ  πανταχοῦ χαίρουσι τῇ ἀπωλείᾳ. Τοῦτο γοῦν καὶ ὁ διάβολος ἐπὶ τοῦ Ἰὼβ ἐποίησε· καίτοι καὶ ἐκεῖ ὁ Θεὸς ἐπέτρεψεν· ἀλλ' οὐδὲ ἐκεῖ πειθόμενος  τῷ διαβόλῳ, ἀλλὰ  τὸν  αὐτοῦ θεράποντα θέλων ἀποφῆναι λαμπρότερον, καὶ τῷ δαίμονι πᾶσαν ἀναισχυντίας ἐκκόπτων  πρόφασιν, καὶ εἰς τὴν αὐτοῦ περιτρέπων  κεφαλὴν  τὰ κατὰ τοῦ δικαίου γινόμενα.  Ἐπεὶ καὶ νῦν  τοὐναντίον,  ἤπερ ἤθελον  οὗτοι, γέγονε.  Καὶ γὰρ ἡ τοῦ Χριστοῦ δύναμις λαμπρῶς ἀνεκηρύττετο, καὶ ἡ πονηρία τῶν δαιμόνων, ἧς ἀπήλλαξε  τοὺς  ὑπ' αὐτῶν  κατεχομένους,  σαφέστερον διεδείκνυτο,  καὶ  ὅτι  οὐδὲ χοίρων εἰσὶν ἅπτεσθαι κύριοι, μὴ τοῦ τῶν ὅλων ἐπιτρέποντος Θεοῦ.

 δʹ. Εἰ δέ τις καὶ κατὰ ἀναγωγὴν  ταῦτα ἐκλάβοι, τὸ κωλύον  οὐδέν. Ἡ μὲν γὰρ ἱστορία αὕτη· δεῖ δὲ εἰδέναι σαφῶς, ὡς οἱ χοιρώδεις τῶν ἀνθρώπων  εὐεπιχείρητοι  ταῖς τῶν δαιμόνων ἐνεργείαις εἰσί. Καὶ ἄνθρωποι μὲν ὄντες οἱ ταῦτα πάσχοντες, δύνανται  καὶ περιγενέσθαι πολλάκις· ἂν δὲ χοῖροι τὸ ὅλον γένωνται,  οὐ δαιμονίζονται  μόνον, ἀλλὰ  καὶ  κατακρημνίζονται.  Καὶ ἄλλως  δὲ, ἵνα  μή τις  σκηνὴν  εἶναι  νομίσῃ τὰ γενόμενα,  ἀλλὰ  πιστεύσῃ σαφῶς ὅτι ἐξῆλθον  οἱ δαίμονες, ἀπὸ τοῦ θανάτου  τῶν χοίρων τοῦτο γίνεται κατάδηλον. Σκόπει δὲ αὐτοῦ καὶ τὸ πρᾶον μετὰ τῆς δυνάμεως. Ἐπειδὴ γὰρ  τοιαῦτα  εὐεργετηθέντες  ἀπήλαυνον  αὐτὸν  οἱ  τὴν  χώραν  οἰκοῦντες ἐκείνην, οὐκ ἀντέτεινεν,  ἀλλ' ἀνεχώρησε, καὶ τοὺς ἀναξίους ἀποφήναντας  ἑαυτοὺς τῆς αὐτοῦ διδασκαλίας κατέλιπε, τοὺς ἐλευθερωθέντας τῶν δαιμόνων δοὺς διδασκάλους καὶ τοὺς συβώτας, ὥστε παρ' ἐκείνων μαθεῖν πάντα τὰ γεγενημένα· καὶ αὐτὸς ἀναχωρήσας τὸν φόβον ἀφίησιν αὐτοῖς ἐνακμάζοντα. Καὶ γὰρ τῆς ζημίας τὸ μέγεθος διεδίδου τοῦ γεγενημένου  τὴν φήμην, καὶ καθικνεῖτο τῆς διανοίας αὐτῶν τὸ συμβάν. Καὶ πολλαχόθεν  ἐφέροντο  φωναὶ,  ἀνακηρύττουσαι  τοῦ θαύματος  τὸ παράδοξον,  ἀπὸ  τῶν   θεραπευθέντων,   ἀπὸ  τῶν   καταποντισθέντων,   ἀπὸ  τῶν δεσποτῶν τῶν  χοίρων, ἀπὸ τῶν  ποιμαινόντων  αὐτοὺς ἀνθρώπων.  Ταῦτα καὶ νῦν γινόμενα  ἴδοι τις ἂν, καὶ πολλοὺς  ἐν τοῖς μνημείοις  δαιμονιζομένους,  οὓς οὐδὲν κατέχει τῆς μανίας, οὐ σίδηρος, οὐχ ἅλυσις, οὐκ ἀνθρώπων  πλῆθος, οὐ παραίνεσις, οὐ νουθεσία, οὐ φόβος, οὐκ ἀπειλὴ, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Καὶ γὰρ ὅταν τις ἀκόλαστος ᾖ πρὸς πάντα σώματα ἐπτοημένος, οὐδὲν διενήνοχε  τοῦ δαιμονῶντος· ἀλλὰ γυμνὸς ὡς ἐκεῖνος περιέρχεται, ἱμάτια μὲν ἐνδεδυμένος, τῆς δὲ ἀληθοῦς περιβολῆς ἐστερημένος, καὶ τῆς αὐτῷ προσηκούσης δόξης γεγυμνωμένος, οὐ λίθοις ἑαυτὸν  κόπτων,  ἀλλὰ  ἁμαρτήμασι  πολλῶν   λίθων   χαλεπωτέροις.  Τίς  οὖν  τὸν τοιοῦτον   δῆσαι  δυνήσεται;  τίς   παῦσαι  ἀσχημονοῦντα   καὶ  οἰστρούμενον,  καὶ οὐδέποτε ἐν ἑαυτῷ γινόμενον,  ἀλλ' ἀεὶ παρὰ τὰ μνήματα φοιτῶντα;  Τοιαῦτα γὰρ τῶν πορνῶν τὰ καταγώγια, πολλῆς τῆς δυσωδίας γέμοντα, πολλῆς τῆς σηπεδόνος. Τί δὲ ὁ φιλάργυρος; οὐχὶ τοιοῦτος; τίς γὰρ αὐτὸν ἰσχύσει δῆσαί ποτε; οὐχὶ φόβοι καὶ ἀπειλαὶ καθημεριναὶ, καὶ παραινέσεις καὶ συμβουλαί; Ἀλλὰ πάντα ταῦτα διακόπτει τὰ δεσμά· κἂν ἔλθῃ τις αὐτὸν ἀπαλλάξαι, ὁρκίζει ὥστε μὴ ἀπαλλαγῆναι,  βάσανον ἡγούμενος εἶναι μεγίστην τὸ μὴ εἶναι ἐν τῇ βασάνῳ· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ἐκεῖνος μὲν γὰρ ὁ δαίμων, εἰ καὶ ἀνθρώπων  κατεφρόνησεν, ἀλλὰ τῷ προστάγματι εἶξε  τοῦ  Χριστοῦ,  καὶ  ταχέως   ἀπεπήδησε  τοῦ  σώματος·  οὗτος   δὲ  οὐδὲ  τῷ προστάγματι  εἴκει.  Ἰδοὺ  γοῦν  καθ' ἑκάστην  ἡμέραν  ἀκούει  αὐτοῦ  λέγοντος,  Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ, καὶ γέενναν ἀπειλοῦντος, καὶ τὰς ἀνηκέστους κολάσεις, καὶ οὐ πείθεται· οὐχ ὅτι ἰσχυροτερός ἐστι τοῦ Χριστοῦ, ἀλλ' ὅτι ἄκοντας  ἡμᾶς  ὁ  Χριστὸς οὐ  σωφρονίζει.  ∆ιὰ  τοῦτο  ὡς  ἐν  ἐρήμοις  οἱ  τοιοῦτοι διατρίβουσι, κἂν ἐν μέσαις πόλεσιν ὦσι. Τίς γὰρ ἂν ἕλοιτο  νοῦν  ἔχων  τοιούτοις συγγίνεσθαι ἀνθρώποις; Μᾶλλον ἂν ἔγωγε κατεδεξάμην μετὰ μυρίων δαιμονώντων οἰκεῖν,  ἢ μετὰ ἑνὸς  ταύτην  νοσοῦντος  τὴν  νόσον. Καὶ ὅτι  οὐ σφάλλομαι  ταῦτα λέγων, δῆλον ἐξ ὧν ἑκάτεροι πάσχουσιν. Οὗτοι μὲν γὰρ τὸν οὐδὲν ἠδικηκότα ἐχθρὸν ἡγοῦνται,   καὶ   βούλονται   καὶ   δοῦλον   λαβεῖν   ἐλεύθερον   ὄντα,   καὶ   μυρίοις περιβάλλουσι κακοῖς· οἱ δὲ δαιμονῶντες οὐδὲν τοιοῦτον ἐργάζονται, ἀλλ' ἐν ἑαυτοῖς τὴν νόσον στρέφουσι. Καὶ οὗτοι μὲν πολλὰς οἰκίας ἀνατρέπουσι, καὶ τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖσθαι παρασκευάζουσι, καὶ λύμη πόλεως καὶ τῆς οἰκουμένης ἁπάσης εἰσίν·  οἱ  δὲ  ὑπὸ  δαιμόνων   ἐνοχλούμενοι,   ἐλεεῖσθαι  μᾶλλόν   εἰσιν  ἄξιοι  καὶ δακρύεσθαι. Καὶ οἱ μὲν ἐν ἀναισθησίᾳ τὰ πλείονα πράττουσιν· οἱ δὲ μετὰ λογισμοῦ παραπαίουσιν, ἐν μέσαις πόλεσι βακχευόμενοι, καὶ καινήν τινα μαινόμενοι μανίαν. Τί γὰρ τοιοῦτον  ἐργάζονται  οἱ δαιμονῶντες  ἅπαντες, οἷον Ἰούδας ἐτόλμησε, τὴν ἐσχάτην παρανομίαν ἐπιδειξάμενος; Καὶ πάντες δὲ οἱ ἐκεῖνον ζηλοῦντες, καθάπερ θηρία χαλεπὰ ἀπὸ γαλεάγρας φυγόντα, τὰς πόλεις θορυβοῦσιν, οὐδενὸς κατέχοντος. Περίκειται μὲν γὰρ καὶ τούτοις δεσμὰ πανταχόθεν·  οἷον ὁ τῶν δικαστῶν φόβος, ἡ τῶν  νόμων  ἀπειλὴ, ἡ παρὰ τῶν  πολλῶν  κατάγνωσις,  καὶ ἕτερα πλείονα  τούτων· ἀλλ' ὅμως καὶ ταῦτα διαῤῥηγνύντες  πάντα ἄνω καὶ κάτω ποιοῦσι. Καὶ εἴ τις αὐτὰ τέλεον αὐτῶν  ἀφεῖλε, τότε ἂν ἔγνω  σαφῶς τὸν ἐν αὐτοῖς δαίμονα πολὺ τοῦ νῦν ἐξελθόντος  ἀγριώτερον  ὄντα καὶ μανικώτερον. 

εʹ. Ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ἔνι, τῷ λόγῳ  τέως αὐτὸ ὑποθώμεθα, καὶ πάσας αὐτοῦ περιέλωμεν  τὰς ἁλύσεις· καὶ τότε αὐτοῦ σαφῶς εἰσόμεθα τὴν λαμπρὰν μανίαν. Ἀλλὰ μὴ δείσητε τὸ θηρίον, ὅταν αὐτὸ ἐκκαλύψωμεν· ἐν γὰρ τῷ λόγῳ ἡ σκηνὴ, οὐκ ἐν ἀληθείᾳ τὸ πρᾶγμα. Ἔστω τοίνυν τις ἄνθρωπος πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς, μέλας, ἐξ ἑκατέρων τῶν ὤμων δράκοντας ἀντὶ χειρῶν ἔχων ἐξηρτημένους· ἔστω δὲ αὐτῷ καὶ στόμα, ἀντὶ μὲν ὀδόντων  ξίφη ὀξέα ἔχον  ἐμπεπηγότα,  ἀντὶ  δὲ  γλώσσης  ἰοῦ  καὶ  δηλητηρίου  φαρμάκου  πηγὴν ἀναβλύζουσαν· γαστὴρ δὲ, καμίνου πάσης δαπανητικωτέρα, τὰ ἐμβαλλόμενα ἀναλίσκουσα ἅπαντα· καὶ πόδες ὑπόπτεροί τινες καὶ φλογὸς  ἁπάσης σφοδρότεροι· καὶ τὸ πρόσωπον δὲ αὐτῷ ἀπὸ κυνὸς καὶ λύκου κατεσκευασμένον ἔστω· καὶ φθεγγέσθω μηδὲν ἀνθρώπινον, ἀλλ' ἀπηχές τι καὶ ἀηδὲς καὶ φοβερόν· ἐχέτω δὲ καὶ ἐν χερσὶ φλόγα. Τάχα φοβερὰ δοκεῖ εἶναι ὑμῖν τὰ εἰρημένα· ἀλλ' οὐδέπω κατ' ἀξίαν αὐτὸν  ἐσχηματίσαμεν· μετὰ γὰρ τούτων  καὶ ἕτερα δεῖ προσθεῖναι. Καὶ γὰρ τοὺς ἀπαντῶντας  σφαττέτω, κατεσθιέτω, τῶν σαρκῶν αὐτῶν ἁπτέσθω. Ἀλλὰ καὶ τούτου πολλῷ  χαλεπώτερος  ὁ φιλάργυρος,  πᾶσιν ἐπιὼν  ὥσπερ ᾅδης, πάντας  καταπίνων, κοινὸς  πολέμιος  περιερχόμενος  τοῦ  τῶν  ἀνθρώπων   γένους.  Καὶ γὰρ  βούλεται μηδένα ἄνθρωπον εἶναι, ἵνα τὰ πάντα κατέχῃ. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ὅταν πάντας ἀπολέσῃ τῇ ἐπιθυμίᾳ, καὶ τῆς γῆς τὴν οὐσίαν ἀφανίσαι ἐπιθυμεῖ, καὶ χρυσὸν αὐτὴν οὖσαν ἰδεῖν· οὐ τὴν γῆν δὲ μόνον, ἀλλὰ καὶ ὄρη καὶ νάπας καὶ πηγὰς, καὶ   πάντα   ἁπλῶς   τὰ   φαινόμενα.   Καὶ  ἵνα   μάθητε   ὅτι   οὐδέπω   τὴν   μανίαν παρεστήσαμεν τὴν ἐκείνου, μηδεὶς ἔστω ὁ ἐγκαλῶν  καὶ δεδιττόμενος,  ἀλλ'  ἄνελε τὸν  ἐκ τῶν  νόμων  φόβον  τῷ λόγῳ  τέως, καὶ ὄψει αὐτὸν  ξίφος  ἁρπάσαντα, καὶ πάντας  διαχρώμενον,   καὶ  οὐδενὸς  φειδόμενον,   οὐ  φίλου,  οὐ  συγγενοῦς,  οὐκ ἀδελφοῦ, οὐκ αὐτοῦ τοῦ γεγεννηκότος. Μᾶλλον δὲ οὐδὲ ὑποθέσεως ἐνταῦθα χρεία· ἀλλ' ἐρώμεθα αὐτὸν, εἰ μὴ τοιαύτας πλάττει καθ' ἑαυτὸν ἀεὶ φαντασίας, καὶ πάντας ἔπεισιν ἀναιρῶν τῷ λογισμῷ, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτοὺς τοὺς γεγεννηκότας. Μᾶλλον δὲ οὐδὲ ἐρωτήσεως χρεία· καὶ γὰρ πάντες ἴσασιν ὡς οἱ τούτῳ κατεχόμενοι  τῷ νοσήματι, καὶ γῆρας βαρύνονται  πατρὸς, τό τε γλυκὺ  καὶ πᾶσιν ἐπέραστον, τὸ παῖδας ἔχειν,  βαρὺ καὶ ἐπαχθὲς  εἶναι  νομίζουσι. Πολλοὶ γοῦν  καὶ ἀτοκίαν διὰ τοῦτο ὠνήσαντο, καὶ τὴν φύσιν ἐπήρωσαν, οὐκ ἀνελόντες  τεχθέντας τοὺς παῖδας, ἀλλὰ μηδὲ φῦναι τὴν ἀρχὴν συγχωρήσαντες. Μὴ τοίνυν θαυμάσητε, εἰ τὸν φιλάργυρον  οὕτως ἐσχηματίσαμεν (καὶ γὰρ πολὺ χείρων ἐστὶ τῶν εἰρημένων). ἀλλὰ σκοπήσωμεν πῶς τοῦ δαίμονος αὐτὸν ἀπαλλάξομεν. Πῶς οὖν ἀπαλλάξομεν; Εἰ μάθοι σαφῶς, ὅτι ἡ φιλαργυρία πρὸς αὐτὸ τοῦτο μάλιστα αὐτῷ ἐναντιοῦται, πρὸς τὸ πορίζειν  χρήματα· οἱ γὰρ τὰ μικρὰ κερδαίνειν  βουλόμενοι,  μεγάλας  ὑπομένουσι ζημίας· ὅθεν δὴ καὶ παροιμία εἰς αὐτὸ τοῦτο ἐξενήνεκται. Πολλοὶ γοῦν πολλάκις ἐπὶ μεγάλοις δανεῖσαι βουλόμενοι τόκοις, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐκ ἐξετάσαντες τοὺς λαμβάνοντας, μετὰ τοῦ τόκου καὶ τοῦ κεφαλαίου παντὸς ἐξέπεσον. Πάλιν εἰς κινδύνους περιπεσόντες ἕτεροι, καὶ μὴ βουληθέντες  ὀλίγα προέσθαι, καὶ τὴν ψυχὴν  μετὰ τῆς οὐσίας ἀπώλεσαν. Παρὸν πάλιν, ἢ ἀξιώματα κερδαλέα, ἢ ἄλλο τι τοιοῦτον  ὠνήσασθαι, μικρολογησάμενοι  τὸ πᾶν ἀπώλεσαν. Ἐπειδὴ γὰρ οὐκ ἴσασι σπείρειν, ἀλλ' ἀεὶ θερίζειν  μεμελετήκασι, καὶ τοῦ ἀμητοῦ συνεχῶς  ἐκπίπτουσιν. Οὐδεὶς γὰρ ἀεὶ θερίζειν δύναται, ὥσπερ οὐδὲ ἀεὶ κερδαίνειν. Ἐπεὶ οὖν οὐ βούλονται δαπανᾷν,  οὐδὲ κερδαίνειν  ἴσασιν. Ἀλλὰ κἂν γυναῖκα  δέῃ λαβεῖν,  πάλιν  τὸ αὐτὸ τοῦτο  ὑπομένουσιν·  ἢ γὰρ ἐξηπατήθησαν  ἄπορον ἀντ'  εὐπόρου λαβόντες·  ἢ καὶ  πλουσίαν  εἰσαγαγόντες  καὶ  μυρίων  γέμουσαν  ἐλαττωμάτων,  πλείονα  πάλιν  τὴν ζημίαν ὑπέμειναν. Οὐ γὰρ ἡ περιουσία, ἀλλ' ἡ ἀρετὴ τὸν πλοῦτον ἐργάζεται. Τί γὰρ ὄφελος τοῦ πλούτου, ὅταν δαπανηρὰ ᾖ καὶ ἄσωτος, καὶ πάντα ἀνέμου σφοδρότερον ἐκφορῇ; τί δὲ, ἂν ἀσελγὴς, καὶ μυρίους ἐραστὰς ἐφέλκηται;  τί δὲ, ἂν μέθυσος; οὐ πάντων  πενέστερον ταχέως τὸν ἄνδρα ἐργάσεται; Οὐ γαμοῦσι δὲ μόνον, ἀλλὰ καὶ ὠνοῦνται   ἐπισφαλῶς,   ὑπὸ  τῆς   ἐπιθυμίας   τῆς   πολλῆς   οὐ  τὰ  σπουδαῖα  τῶν ἀνδραπόδων, ἀλλὰ τὰ εὔωνα περιεργαζόμενοι. Ταῦτ' οὖν ἅπαντα ἀναλογισάμενοι (τῶν γὰρ περὶ τῆς γεέννης καὶ τῆς βασιλείας οὐδέπω λόγων ἀκούειν δύνασθε), καὶ τὰς ζημίας ἐννοήσαντες,  ἃς ὑπεμείνατε  πολλάκις  ἀπὸ τῆς φιλοχρηματίας,  καὶ ἐν δανείσμασι, καὶ ἐν ὠνίοις,  καὶ ἐν γάμοις, καὶ ἐν προστασίαις, καὶ ἐν τοῖς ἄλλοις ἅπασιν, ἀπόστητε τοῦ χρημάτων  ἐρᾷν. Οὕτω γὰρ δυνήσεσθε καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας ζῇν, καὶ μικρὸν ἐπιδόντες καὶ τῶν περὶ φιλοσοφίας ἀκοῦσαι λόγων, καὶ διαβλέψαντες εἰς αὐτὸν τῆς δικαιοσύνης ἰδεῖν τὸν ἥλιον, καὶ τῶν ἐπηγγελμένων παρ' αὐτοῦ ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |