ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΚΘʹ.Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν

Δευτέρα 31 Οκτωβρίου 2016

ΚΘʹ.Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν



Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΚΘʹ.Πέπεισμαι δὲ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν.


 αʹ. Εἶπεν, ὅτι Ἐφ' ὅσον εἰμὶ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω· εἶπεν, ὅτι Μήπως οὐδὲ σοῦ φείσηται· εἶπε, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς· καὶ πάλιν, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; καὶ, Σὺ τίς εἶ ὁ κρίνων  ἀλλότριον  οἰκέτην; καὶ ἕτερα πολλῷ  πλείονα  τοιαῦτα.  Ἐπεὶ  οὖν  πολλαχοῦ   τὸν  λόγον  τραχύτερον  ἐποίησε, θεραπεύει λοιπόν· καὶ ὅπερ ἀρχόμενος ἔλεγε, τοῦτο καὶ τελευτῶν.  Ἀρχόμενος μὲν ἔλεγεν·   Εὐχαριστῶ   τῷ   Θεῷ  μου   ὑπὲρ   πάντων   ὑμῶν,   ὅτι   ἡ   πίστις   ὑμῶν καταγγέλλεται  ἐν ὅλῳ τῷ κόσμῳ· ἐνταῦθα  δὲ, Πέπεισμαι, φησὶν, ὅτι μεστοί ἐστε ἀγαθωσύνης, δυνάμενοι καὶ ἄλλους νουθετεῖν· ὅπερ πλέον ἐστὶν ἐκείνου. Καὶ οὐκ εἶπεν, Ἤκουσα, ἀλλὰ, Πέπεισμαι, καὶ οὐ δέομαι παρ' ἑτέρου μαθεῖν, ἀλλ' Αὐτὸς ἐγὼ, τουτέστιν, ὁ ἐπιτιμῶν, ὁ ἐγκαλῶν.


Καὶ Ὅτι μεστοί ἐστε ἀγαθωσύνης. Τοῦτο πρὸς τὴν ἔναγχος γενομένην παραίνεσιν· ὡσανεὶ ἔλεγεν, ὅτι Οὐχ ὡς ὠμοῖς οὐδὲ μισαδέλφοις ταῦτα παρῄνεσα προσλαμβάνεσθαι, καὶ μὴ ἐᾷν μηδὲ καταλύειν τὸ ἔργον τοῦ Θεοῦ· οἶδα γὰρ, ὅτι μεστοί ἐστε ἀγαθωσύνης. ∆οκεῖ δέ μοι ἐνταῦθα καὶ ὁλόκληρον  τὴν ἀρετὴν οὕτω καλεῖν. Καὶ οὐκ εἶπεν, Ἔχετε, ἀλλὰ, Μεστοί ἐστε ἀγαθωσύνης. Καὶ τὸ ἑξῆς  μετὰ  τῆς   αὐτῆς   ἐπιτάσεως·  Πεπληρωμένοι   πάσης  γνώσεως.   Τί  γὰρ  εἰ φιλόστοργοι  μὲν  ἦσαν, οὐκ ᾔδεσαν δὲ πῶς  δεῖ τοῖς  φιλουμένοις  κεχρῆσθαι; ∆ιὰ τοῦτο προσέθηκε, Πάσης γνώσεως,  δυνάμενοι  καὶ ἄλλους  νουθετεῖν·  οὐχὶ  μόνον μανθάνειν,  ἀλλὰ καὶ διδάσκειν. Τολμηρότερον δὲ ἔγραψα ὑμῖν  ἀπὸ μέρους. Ὅρα Παύλου ταπεινοφροσύνην,  ὅρα σοφίαν, πῶς καὶ βαθεῖαν ἔδωκε τὴν τομὴν ἐν τοῖς ἔμπροσθεν, καὶ ἐπειδὴ κατώρθωσεν ὅπερ ἐβούλετο, πολλῇ κέχρηται τῇ θεραπείᾳ πάλιν. Ἱκανὸν γὰρ καὶ χωρὶς τῶν εἰρημένων, αὐτὸ τοῦτο τὸ ὁμολογῆσαι τετολμηκέναι,  χαλάσαι αὐτῶν  τὸν  τόνον.  Τοῦτο καὶ Ἑβραίοις ἐπιστέλλων  ποιεῖ, λέγων   οὕτω·  Πεπείσμεθα  δὲ  περὶ  ὑμῶν,  ἀγαπητοὶ,  τὰ  κρείττονα  καὶ  ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ Κορινθίοις πάλιν ὁμοίως, Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε. Καὶ Γαλάταις δὲ ἐπιστέλλων  ἔλεγε, Πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Καὶ πανταχοῦ δὲ τῶν ἐπιστολῶν τοῦτο εὕροι τις ἂν τὸ θεώρημα δαψιλές· ἐνταῦθα δὲ καὶ μειζόνως. Καὶ γὰρ ἐν ἀξιώματι ἦσαν πλείονι, καὶ ἔδει φλεγμαίνουσαν τὴν διάνοιαν αὐτῶν καταστέλλειν, μὴ τῷ στύφειν μόνον, ἀλλὰ καὶ τῷ χαλᾷν· καὶ γὰρ διαφόρως αὐτὸ  ποιεῖ. ∆ιὸ καὶ ἐνταῦθά  φησι, Τολμηρότερον ὑμῖν  ἔγραψα. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ προσέθηκεν, Ἀπὸ μέρους, τουτέστιν ἠρέμα. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ τί φησιν; Ὡς ἐπαναμιμνήσκων  ὑμᾶς. Καὶ οὐκ εἶπε, ∆ιδάσκων, οὐδὲ, Ἀναμιμνήσκων, ἀλλ',  Ἐπαναμιμνήσκων, τουτέστι, μικρόν τι ἀναμιμνήσκων.  Ὁρᾷς τὸ  τέλος  τῷ  προοιμίῳ  συμβαῖνον;  Ὥσπερ γὰρ  ἐκεῖ  ἔλεγεν,  ὅτι  Ἡ πίστις  ὑμῶν καταγγέλλεται ἐν ὅλῳ τῷ κόσμῳ, οὕτω καὶ ἐν τῷ τέλει τῆς Ἐπιστολῆς· Ἡ γὰρ ἡμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. Καὶ ὥσπερ ἀρχόμενος ἔλεγεν· Ἐπιποθῶ γὰρ ὑμᾶς ἰδεῖν, ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικὸν  εἰς τὸ στηριχθῆναι ὑμᾶς· τοῦτο δέ ἐστι, συμπαρακληθῆναι·  οὕτω  καὶ  ἐνταῦθα,  Ὡς ἐπαναμιμνήσκων,  ἔλεγε.  Καὶ ἀπὸ τοῦ θρόνου καταβὰς τοῦ διδασκαλικοῦ, καὶ ἐκεῖ καὶ ἐνταῦθα ὡς ἀδελφοῖς  διαλέγεται, καὶ φίλοις καὶ ὁμοτίμοις· ὃ δὴ μάλιστά ἐστι διδασκάλου, διαποικίλλειν  τὸν λόγον πρὸς τὴν τῶν ἀκουόντων ὠφέλειαν. Ὅρα γοῦν πῶς εἰπὼν,  ὅτι Τολμηρότερον ἔγραψα, καὶ ὅτι Ἀπὸ μέρους, καὶ ὅτι Ὡς ἐπαναμιμνήσκων,  οὐδὲ τούτοις ἠρκέσθη, ἀλλὰ ταπεινότερον ἔτι ποιῶν τὸν λόγον, ἐπήγαγε· ∆ιὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ· ὁ καὶ ἀρχόμενος ἔλεγεν, Ὀφειλέτης εἰμί. Ὡσανεὶ ἔλεγεν, Οὐκ ἐμαυτῷ ἥρπασα τὴν τιμὴν, οὐδὲ ἐπεπήδησα τούτῳ πρῶτος, ἀλλ' ὁ Θεὸς τοῦτο ἐπέταξε, καὶ τοῦτο κατὰ χάριν, οὐχ ὡς ἄξιον εἰς τοῦτο ἀφορίσας. Μὴ τοίνυν τραχύνεσθε· οὐ γὰρ ἐγὼ κατεξανίσταμαι· ὁ Θεός ἐστιν ὁ ἐπιτάττων. Καὶ ὥσπερ ἐκεῖ φησιν, Ὧ λατρεύω ἐν τῷ εὐαγγελίῳ τοῦ Υἱοῦ αὐτοῦ, οὕτω καὶ ἐνταῦθα εἰπὼν, ∆ιὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, ἐπήγαγεν Εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα  τὸ  εὐαγγέλιον  τοῦ  Θεοῦ. Μετὰ γὰρ  τὴν  πολλὴν  τῶν  εἰρημένων ἀπόδειξιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὸν λόγον, οὐχ ἁπλῶς λατρείαν λέγων, καθάπερ ἐν ἀρχῇ, ἀλλὰ λειτουργίαν καὶ ἱερουργίαν· Αὕτη γάρ μοι ἱερωσύνη τὸ κηρύττειν καὶ καταγγέλλειν·  ταύτην προσφέρω τὴν θυσίαν. Ἱερεῖ δὲ οὐδεὶς ἂν ἐγκαλέσειε τὸ θῦμα σπουδάζοντι ἄμωμον προσενεγκεῖν. Ταῦτα δὲ ἔλεγεν,  ἅμα καὶ τούτων  πτερῶν  τὰ φρονήματα, καὶ δεικνὺς θυσίαν ὄντας, καὶ ὑπὲρ τῶν καθ' ἑαυτὸν ἀπολογούμενος, ὅτι τοῦτο ἐπιτέτακται. Καὶ γὰρ μάχαιρά μου τὸ εὐαγγέλιον, φησὶν, ὁ τοῦ κηρύγματος λόγος. Καὶ ἡ αἰτία, οὐχ ἵνα ἐγὼ δοξασθῶ, οὐχ ἵνα λαμπρὸς φανῶ, ἀλλ' Ἵνα γένηται ἡ προσφορὰ τῶν  ἐθνῶν  εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι ἁγίῳ.  Τουτέστιν, αἱ ψυχαὶ τῶν διδασκομένων ἵνα δεχθῶσιν. Οὐ γὰρ ἐμὲ τοσοῦτον τιμῶν ὁ Θεὸς εἰς τοῦτο ἤγαγεν, ὅσον ὑμῶν κηδόμενος. βʹ. Καὶ πῶς ἂν γένοιτο εὐπρόσδεκτος; Ἐν Πνεύματι ἁγίῳ· οὐ γὰρ πίστεως δεῖ μόνης, ἀλλὰ καὶ πολιτείας πνευματικῆς, ἵνα κατέχωμεν τὸ Πνεῦμα τὸ δοθὲν ἅπαξ. Οὐ γὰρ ξύλα καὶ πῦρ, οὐδὲ βωμὸς καὶ μάχαιρα, ἀλλὰ Πνεῦμα πάντα παρ' ἡμῖν. ∆ιὰ τοῦτο πάντα ποιῶ, ἵνα μὴ σβεσθῇ ἐκεῖνο τὸ πῦρ· τοῦτο γὰρ καὶ ἐπιτέταγμαι. Τί οὖν τοῖς μὴ δεομένοις λέγεις; ∆ι' αὐτὸ δὴ τοῦτο οὐ διδάσκω, ἀλλ' ἀναμιμνήσκω, φησί· καθάπερ ὁ ἱερεὺς παρέστηκε τὸ πῦρ ἀνακαίων, οὕτω καὶ ἐγὼ τὴν προθυμίαν ὑμῶν διεγείρων. Καὶ ὅρα· οὐκ εἶπεν, Ἵνα γένηται ἡ προσφορὰ ὑμῶν, ἀλλὰ,  Τῶν  ἐθνῶν.  Ὅταν  δὲ  εἴπῃ,  Τῶν  ἐθνῶν,  τὴν  οἰκουμένην  λέγει,  γῆν  καὶ θάλασσαν ἅπασαν, καταστέλλων  ἐκείνων  τὰ φρονήματα,  ὥστε μὴ ἀπαξιῶσαι καὶ διδάσκαλον ἔχειν τὸν πρὸς τὰ πέρατα τῆς οἰκουμένης τεινόμενον· ὃ καὶ ἀρχόμενος ἔλεγε, Καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης  εἰμί. Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν. Ἐπειδὴ γὰρ σφόδρα ἑαυτὸν ἐταπείνωσε, πάλιν  ἐπαίρει τὸν λόγον, καὶ τοῦτο ὑπὲρ ἐκείνων ποιῶν, ὥστε μὴ δόξαι εὐκαταφρόνητος εἶναι. Καὶ ἐν τῷ ἐπαίρειν δὲ αὐτὸν, τοῦ οἰκείου μέμνηται ἤθους, οὕτω λέγων· Ἔχω οὖν καύχησιν. Καυχῶμαι, φησὶν, οὐκ ἐν ἐμαυτῷ, οὐδὲ ἐν τῇ ἡμετέρᾳ σπουδῇ, ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι. Οὐ γὰρ τολμήσω τι λαλῆσαι, ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν τῶν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Οὐδὲ γὰρ ἂν ἔχοι τις εἰπεῖν, φησὶν, ὅτι κόμπος μου τὰ ῥήματα· τῆς γὰρ ἱερουργίας μου ταύτης τὰ σύμβολα, καὶ τῆς χειροτονίας ἔχω πολλὰ δεῖξαι τὰ τεκμήρια, οὐ ποδήρη καὶ κώδωνας, καθάπερ οἱ παλαιοὶ, οὐδὲ μίτραν καὶ κίδαριν, ἀλλὰ πολλῷ φρικωδέστερα τούτων  σημεῖα καὶ  θαύματα.  Οὐδὲ γὰρ  ἔστιν  εἰπεῖν,  ὅτι  ἐνεχειρίσθην  μὲν,  οὐκ ἐποίησα δὲ τὸ ἐπιταχθέν· μᾶλλον δὲ οὐδὲ ἐγὼ ἐποίησα, ἀλλὰ ὁ Χριστός· διὸ καὶ ἐν αὐτῷ καυχῶμαι, οὐχ ὑπὲρ τῶν τυχόντων  πραγμάτων, ἀλλ' ὑπὲρ τῶν πνευματικῶν. Τοῦτο γάρ ἐστι, Τὰ πρὸς τὸν Θεόν. Ὅτι γὰρ ἤνυσα ἐφ' ὃ ἐπέμφθην, καὶ οὐ κόμπος τὰ ῥήματα, δηλοῖ τὰ θαύματα καὶ ἡ τῶν ἐθνῶν ὑπακοή. Οὐ γὰρ τολμήσω τι λαλῆσαι ὧν οὐ κατειργάσατο ὁ Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ. Ὅρα πῶς βιάζεται τὸ πᾶν δεῖξαι τοῦ Θεοῦ, καὶ οὐδὲν ἑαυτοῦ. Εἴτε γὰρ φθέγγομαί  τι, εἴτε ποιῶ, εἴτε θαυματουργῶ, πάντα αὐτὸς, πάντα τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα δὲ λέγει, δεικνὺς καὶ τοῦ Πνεύματος τὸ ἀξίωμα. Εἶδες πῶς ταῦτα τῶν παλαιῶν θαυμαστότερα καὶ φρικωδέστερα, ἡ θυσία, ἡ προσφορὰ, τὰ σύμβολα; Ὅταν γὰρ εἴπῃ, Ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τεράτων,  τοῦτο λέγει, τὴν διδασκαλίαν, τὴν περὶ βασιλείας φιλοσοφίαν,  τὴν τῶν ἔργων, καὶ τῆς πολιτείας ἐπίδειξιν, τοὺς νεκροὺς τοὺς ἐγειρομένους, τοὺς δαίμονας τοὺς  ἐλαυνομένους,  τοὺς  θεραπευομένους  τυφλοὺς,  τοὺς  πηδῶντας  χωλοὺς,  τὰ ἄλλα τεράστια, ἅπερ ἅπαντα εἰργάζετο τὸ Πνεῦμα τὸ ἅγιον ἐν ἡμῖν. Εἶτα ἡ τούτων ἀπόδειξις,  ἐπειδὴ  ταῦτα  τέως  ἀπόφασις  ἦν,  τῶν  μαθητῶν  τὸ  πλῆθος.  ∆ιὸ  καὶ ἐπήγαγεν· Ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον  τοῦ Χριστοῦ. Ἀρίθμει τοίνυν  καὶ πόλεις  καὶ χώρας, καὶ ἔθνη  καὶ δήμους, μὴ τοὺς ὑπὸ Ῥωμαίοις μόνους, ἀλλὰ καὶ τοὺς ὑπὸ βαρβάροις. Μὴ γάρ μοι τὴν διὰ τῆς Φοινίκης καὶ Συρίας καὶ τῆς Κιλίκων καὶ Καππαδοκῶν ἔλθῃς ὁδὸν, ἀλλὰ καὶ τὰ ὄπισθεν ἅπαντα λογίζου, τὴν Σαρακηνῶν καὶ Περσῶν καὶ Ἀρμενίων καὶ τὴν τῶν  ἄλλων   βαρβάρων.  ∆ιὰ  γὰρ  τοῦτο  εἶπε,  Καὶ κύκλῳ,  ἵνα  μὴ  τὴν  κατευθὺ λεωφόρον ἔλθῃς μόνον, ἀλλὰ καὶ πᾶσαν καὶ τὴν κατὰ τὸν νότον Ἀσίαν περιδράμῃς τῇ διανοίᾳ. Καὶ ὥσπερ νιφάδας θαυμάτων ἑνὶ λόγῳ παρέδραμεν, εἰπὼν, Ἐν δυνάμει σημείων καὶ τεράτων· οὕτω καὶ πόλεις ἀπείρους, καὶ ἔθνη καὶ δήμους καὶ χώρας ἐνὶ τούτῳ πάλιν συνεῖλε ῥήματι. Τῷ κύκλῳ. Πόῤῥω γὰρ ἦν τύφου παντός· καὶ ταῦτα δὲ διὰ τούτους  ἐφθέγγετο,  ὥστε μὴ μέγα φρονεῖν  ἐφ' ἑαυτοῖς. Καὶ ἀρχόμενος  μὲν, φησὶν, Ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν, καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν· ἐνταῦθα δὲ ἀνάγκην ἱερωσύνης τίθησιν. Ἐπειδὴ γὰρ τραχύτερον ἐφθέγξατο, καὶ σαφέστερον αὐτοῦ δείκνυσι τὴν ἐξουσίαν. ∆ιὰ τοῦτο ἐκεῖ μὲν ἁπλῶς φησι, Καθὼς καὶ ἐν τοῖς λοιποῖς  ἔθνεσιν·  ἐνταῦθα  δὲ καὶ τὸν  τόπον  λέγει  πάντα,  ὥστε πάντοθεν  αὐτῶν ὑποτέμνεσθαι  τὸ  φρόνημα.  Καὶ οὐχ  ἁπλῶς  εἶπε,  Κηρῦξαι τὸ  εὐαγγέλιον,  ἀλλὰ Πεπληρωκέναι  τὸ  εὐαγγέλιον   τοῦ  Χριστοῦ.  Οὕτω  δὲ  φιλοτιμούμενον εὐαγγελίζεσθαι, ὅπου οὐκ ὠνομάσθη ὁ Χριστός. γʹ. Ἰδοὺ πάλιν ἑτέρα ὑπερβολὴ, ὅτι οὐ μόνον  τοσούτους εὐηγγελίσατο  καὶ ἔπεισεν, ἀλλ' ὅτι οὐδὲ πρὸς μεμαθηκότας ἀπῆλθε. Τοσοῦτον ἀπεῖχε τοῦ ἐπιῤῥίπτειν  ἑαυτὸν ἀλλοτρίοις  μαθηταῖς, καὶ δόξης ἕνεκεν τοῦτο ποιεῖν, ὅτι καὶ ἐσπούδαζε, τοὺς μὴ ἀκηκοότας διδάσκειν. Οὐδὲ γὰρ εἶπεν, Ὅπου οὐκ ἐπείσθησαν, ἀλλ',  Ὅπου οὐδὲ ὠνομάσθη ὁ Χριστός· ὃ πλέον ἐστί.  Καὶ τίνος  ἕνεκεν  τοιαῦτα  ἐφιλοτιμεῖτο;  Ἵνα  μὴ  ἐπ'  ἀλλότριον  θεμέλιον οἰκοδομήσω, φησί. Ταῦτα δὲ λέγει, δεικνὺς ἑαυτὸν ἀλλότριον ὄντα κενοδοξίας, καὶ παιδεύων  αὐτοὺς, ὅτι οὐκ ἀπὸ τοῦ δόξης ἐρᾷν καὶ τῆς παρ'  αὐτῶν  τιμῆς ἐπὶ τὸ γράψαι  ἦλθεν,  ἀλλ'  ὡς  διακονίαν  πληρῶν,  ὡς  ἱερουργίαν  ἀπαρτίζων,  ὡς  τῆς σωτηρίας αὐτῶν  ἐρῶν. Ἀλλότριον δὲ τὸ τῶν  ἀποστόλων φησὶν, οὐ κατὰ τὴν τοῦ προσώπου ποιότητα,  οὐδὲ κατὰ  τὴν  τοῦ κηρύγματος  φύσιν,  ἀλλὰ  κατὰ  τὸν  τοῦ μισθοῦ λόγον· ἐπεὶ τὰ κηρύγματα οὐκ ἀλλότρια ἦν, ἀλλ' ὅσον εἰς μισθὸν ἀλλότρια. Ὁ γὰρ τῶν  ἑτέροις πεπονημένων  μισθὸς, τούτου ἀλλότριος  ἦν. Εἶτα δείκνυσι καὶ προφητείαν πληρουμένην, λέγων· Καθὼς γέγραπται, Οἷς οὐκ ἀνηγγέλη  περὶ αὐτοῦ, ὄψονται· καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσιν. Ὁρᾷς ἐπιτρέχοντα ὅπου πλείων ὁ πόνος, ὅπου μείζων ὁ ἱδρώς; ∆ιὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Σκόπει πάλιν  πῶς  τῷ  προοιμίῳ  ὁμοίως  τὸ  τέλος  ὑφαίνει.  Καὶ γὰρ  καὶ  ἀρχόμενος  τῆς ἐπιστολῆς ἔλεγεν, ὅτι Πολλάκις προεθέμην ἐλθεῖν  πρὸς ὑμᾶς, καὶ ἐκωλύθην  ἄχρι τοῦ δεῦρο· ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν ἐκωλύθη, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Ὥσπερ γὰρ ἐκεῖ φησι, Πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς, οὕτω καὶ ἐνταῦθα, Ἐνεκοπτόμην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν. Νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις. Ὁρᾷς πῶς ἔδειξεν, ὅτι οὐ τῆς παρ' αὐτῶν ἐφιέμενος δόξης ἔγραφέ τε καὶ παρεγίνετο;  Ἐπιποθίαν  δὲ ἔχων  τοῦ ἐλθεῖν  πρὸς ὑμᾶς ἀπὸ πολλῶν  ἐτῶν.  Ὡς ἂν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ' ὑμῶν προπεμφθῆναι  ἐκεῖ, ἐὰν  ὑμῶν  πρῶτον  ἀπὸ μέρους ἐμπλησθῶ.  Ἵνα γὰρ μὴ δόξῃ ἐξευτελίζειν  αὐτοὺς τῷ λέγειν,  ὅτι Ἐπειδὴ οὐδὲν ἔχω ποιῆσαι, διὰ τοῦτο ἔρχομαι πρὸς ὑμᾶς, πάλιν  τὸν τῆς ἀγάπης κινεῖ λόγον εἰπὼν, Ἐπιποθίαν ἔχων  τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν  ἐτῶν. Οὐ γὰρ διὰ τοῦτο ἐπεθύμησα ἐλθεῖν, ἐπειδὴ σχολὴν ἄγω, ἀλλ' ἵνα τὴν ἐπιθυμίαν, ἣν πάλαι ὤδινον, ταύτην ἀποτέκω. Εἶτα, ἵνα μὴ τοῦτο πάλιν αὐτοὺς φυσήσῃ, σκόπει πῶς αὐτοὺς καταστέλλει, εἰπὼν, Ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν, ἐλπίζω διαπορευόμενος θεάσασθαι ὑμᾶς. ∆ιὰ γὰρ τοῦτο τέθεικε τοῦτο, ἵνα  μὴ μέγα φρονῶσιν·  ὁμοῦ γὰρ καὶ τὴν  ἀγάπην  δεῖξαι βούλεται, καὶ κωλῦσαι θρύπτεσθαι ἐκείνους. ∆ιὸ συνεχῶς αὐτὸ τίθησι, καὶ ἐφεξῆς ἐναλλάττων  τὰ ἑκατέρων τούτων κατασκευαστικά. ∆ιά τοι τοῦτο πάλιν, ἵνα μὴ λέγωσιν, Ὁδοῦ πάρεργον ἡμᾶς ποιεῖ, ἐπήγαγε, Καὶ ὑφ' ὑμῶν προπεμφθῆναι· τουτέστιν, Ἵνα ὑμεῖς μοι μάρτυρες ἦτε, ὅτι οὐ καταφρονῶν ὑμῶν, ἀλλ' ἑλκόμενος ὑπὸ τῆς χρείας παρατρέχω. Ἐπειδὴ δὲ καὶ τοῦτο ἔτι λυπεῖ, λιπαρώτερον αὐτὸ θεραπεύει, λέγων, Ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ. Τῷ μὲν γὰρ εἰπεῖν, ∆ιαπορευόμενος, δείκνυσιν οὐκ ἐφιέμενος αὐτῶν τῆς δόξης· τῷ δὲ εἰπεῖν, Ἐμπλησθῶ, δείκνυσιν ἐρῶν αὐτῶν τῆς ἀγάπης, καὶ οὐχ ἁπλῶς ἐρῶν, ἀλλὰ καὶ σφοδρῶς· διὸ οὐδὲ εἶπεν, Ἐμπλησθῶ, ἀλλ', Ἀπὸ μέρους. Οὐδεὶς μὲν γὰρ χρόνος ἐμπλῆσαι δύναται, οὐδὲ ἐμποιῆσαί μοι κόρον τῆς συνουσίας ὑμῶν. Εἶδες πῶς τὴν ἀγάπην δείκνυσιν, ὅταν καὶ  ἐπειγόμενος μὴ πρότερον ἀνίστηται, ἕως ἂν ἐμπλησθῇ; Καὶ τοῦτο δὲ τῆς πολλῆς αὐτοῦ φιλοστοργίας σημεῖον τὸ τοῖς ῥήμασιν οὕτω θερμῶς κεχρῆσθαι. Οὐδὲ γὰρ εἶπε, θεάσομαι, ἀλλ' Ἐμπλησθῶ, τὰ τῶν γονέων μιμούμενος ῥήματα. Καὶ ἀρχόμενος μὲν ἔλεγεν, Ἵνα τινὰ καρπὸν σχῶ· ἐνταῦθα δὲ, Ἵνα ἐμπλησθῶ· ἅπερ ἀμφότερα ἐφελκομένου  ἦν. Τὸ μὲν γὰρ ἐγκώμιον  αὐτῶν  ἦν μέγιστον, εἴ γε καρπὸν αὐτῷ παρέχειν ἔμελλον  ἐκ τῆς ὑπακοῆς· τὸ δὲ, τῆς αὐτοῦ φιλίας  δεῖγμα γνήσιον. Καὶ Κορινθίοις δὲ ἐπιστέλλων  οὕτως ἔλεγεν· Ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι· διὰ πάντων τὴν πρὸς τοὺς μαθητὰς ἀγάπην ἐνδεικνύμενος,  ἧς  ἴσον  οὐδέν.  ∆ιὸ καὶ  ἀρχόμενος  ἀεὶ  τῶν  ἐπιστολῶν  ἐντεῦθεν προοιμιάζεται,  καὶ  τελευτῶν  εἰς  τοῦτο  καταλύει  πάλιν.  δʹ. Καθάπερ γὰρ  πατὴρ φιλόπαις  μονογενὲς  παιδίον  καὶ  γνήσιον,  ἐφίλει  τοὺς  πιστοὺς  ἅπαντας·  διὸ  καὶ ἔλεγε, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Καὶ γὰρ πρὸ τῶν  ἄλλων  ἁπάντων  τοῦτο  χρὴ  τὸν  διδάσκαλον  ἔχειν.  ∆ιὸ καὶ Πέτρῳ ἔλεγεν ὁ Χριστὸς, Εἰ φιλεῖς με, ποίμαινε τὰ πρόβατά μου. Ὁ γὰρ τὸν Χριστὸν φιλῶν, καὶ τὴν  ποίμνην  αὐτοῦ φιλεῖ.  Καὶ τὸν  Μωϋσέα δὲ τότε ἐπέστησε τῷ  δήμῳ τῶν Ἰουδαίων, ὅτε τὴν πρὸς αὐτοὺς εὔνοιαν ἐπεδείξατο· καὶ ὁ ∆αυῒδ δὲ οὕτως ἐπὶ τὴν βασιλείαν ἦλθε, πρότερον φιλόστοργος περὶ αὐτοὺς φανείς. Οὕτω γοῦν ἔτι νέος ὢν ἤλγησε ὑπὲρ τοῦ λαοῦ, ὡς καὶ τὴν αὐτοῦ ψυχὴν  ἐπιδοῦναι, ἡνίκα τὸν βάρβαρον καθεῖλεν  ἐκεῖνον.  Εἰ δὲ λέγει· Τί ἔσται τῷ  ἀνελόντι  τὸν  ἀλλόφυλον  τοῦτον;  οὐ μισθὸν ἀπαιτῶν ἔλεγεν, ἀλλὰ πιστευθῆναι βουλόμενος, καὶ ἐγχειρισθῆναι τὴν πρὸς αὐτὸν  μάχην.  Ὅτε γοῦν  εἰσῆλθε πρὸς τὸν  βασιλέα μετὰ τὴν  νίκην,  οὐδὲν  ὑπὲρ τούτων διελέχθη. Καὶ ὁ Σαμουὴλ δὲ σφόδρα φιλόστοργος ἦν· διὸ καὶ ἔλεγεν, Ἐμοὶ δὲ μὴ γένοιτο διαμαρτεῖν τοῦ διαλιπεῖν προσευχόμενον ὑπὲρ ὑμῶν τῷ Κυρίῳ. Οὕτω καὶ Παῦλος, μᾶλλον δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πολλῷ πλέον, ἁπάντων  περιεκαίετο τῶν ἀρχομένων.  ∆ιὸ καὶ τοὺς μαθητὰς  οὕτω  πρὸς αὐτὸν  διέθηκεν,  ὡς  εἰπεῖν,  ὅτι  Εἰ δυνατὸν,  τοὺς ὀφθαλμοὺς  ὑμῶν  ἐξορύξαντες ἂν ἐδώκατέ μοι. ∆ιὰ τοῦτο καὶ τοῖς Ἰουδαίων διδασκάλοις τοῦτο πρὸ τῶν ἄλλων ὁ Θεὸς ἐγκαλεῖ λέγων· Ὦ οἱ ποιμένες Ἰσραὴλ, μὴ βόσκουσιν οἱ ποιμένες ἑαυτούς; οὐχὶ τὰ πρόβατα βόσκουσιν; Ἐκεῖνοι δὲ τοὐναντίον ἐποίουν. Τὸ γάλα γὰρ, φησὶ, κατεσθίετε, καὶ τὰ ἔρια περιβάλλεσθε, καὶ τὸ παχὺ ἐσφάζετε, καὶ τὰ πρόβατα οὐκ ἐβόσκετε. Καὶ ὁ Χριστὸς δὲ ποιμένος ἀρίστου κανόνα  ἐκφέρων  ἔλεγεν·  Ὁ ποιμὴν  ὁ καλὸς τὴν ψυχὴν  αὑτοῦ τίθησιν  ὑπὲρ τῶν προβάτων. Τοῦτο ὁ ∆αυῒδ ἐποίησε πολλαχοῦ  τε ἀλλαχοῦ, καὶ ἡνίκα ἄνωθεν  κατὰ τοῦ δήμου παντὸς  ἡ φοβερὰ ἐκείνη ὀργὴ κατεφέρετο. Πάντων γὰρ σφαττομένων ἔλεγεν, Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, ἐγὼ ὁ ποιμὴν ἐκακοποίησα· καὶ οὗτοι, τὸ ποίμνιον, τί ἐποίησαν; ∆ιὰ τοῦτο καὶ ἐν τῇ αἱρέσει τῶν τιμωριῶν ἐκείνων οὐ λιμὸν εἵλετο, οὐ δίωξιν  ἐχθρῶν, ἀλλὰ τὸν παρὰ τοῦ Θεοῦ πεμπόμενον  θάνατον,  δι' οὗ προσεδόκα τοὺς μὲν  ἄλλους  ἐν  ἀσφαλείᾳ  καταστήσειν, αὐτὸν  δὲ πρὸ τῶν  ἄλλων  ἁπάντων κατενεχθήσεσθαι. Ἐπειδὴ δὲ τοῦτο οὐκ ἐγένετο, θρηνεῖ καὶ λέγει· Ἐν ἐμοὶ ἡ χείρ σου· εἰ δὲ οὐκ ἀρκεῖ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Ἐγὼ γὰρ, φησὶν, ὁ ποιμὴν ἥμαρτον. Ὡσανεὶ ἔλεγεν,  ὅτι Εἰ καὶ οὗτοι ἥμαρτον, ἐγὼ ὑπεύθυνος  ἤμην τῇ τιμωρίᾳ  ὁ μὴ διορθούμενος· ὅταν δὲ καὶ ἐμὸν τὸ ἁμάρτημα ᾖ, ἐγὼ δίκαιος ἂν εἴην δοῦναι τὴν τιμωρίαν. Καὶ γὰρ αὐξῆσαι τὸ ἔγκλημα θέλων, τὸ τοῦ ποιμένος ἔθηκεν ὄνομα. Οὕτω γοῦν τὴν ὀργὴν ἔστησεν, οὕτω τὴν ἀπόφασιν ἀνεκαλέσατο· τοσοῦτόν ἐστιν ἐξομολόγησις· ∆ίκαιος γὰρ ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ· τοσοῦτον κηδεμονία καὶ  συμπάθεια  ποιμένος   ἀρίστου.  Καὶ  γὰρ  ἐσπαράττετο  αὐτοῦ   τὰ  σπλάγχνα πιπτόντων  ἐκείνων, καθάπερ παίδων γνησίων ἀναιρουμένων· διὸ καὶ ἐπ' αὐτὸν τὴν ὀργὴν  ἐλθεῖν  ἠξίου. Καὶ ἐν  ἀρχῇ  δὲ  τῆς  σφαγῆς  τοῦτο  ἐποίησεν  ἂν,  εἰ  μὴ  καὶ βαδίζουσαν αὐτὴν ὁδῷ καὶ πρὸς αὐτὸν ἥξειν ἤλπιζεν. Ὅτε γοῦν εἶδε τοῦτο μὲν μὴ γινόμενον, ἐκείνους δὲ ἐπινεμομένην  τὴν συμφορὰν, οὐκέτι ἤνεγκεν, ἀλλ' ἀνήφθη μᾶλλον, ἢ ἐπὶ τοῦ Ἀμνὼν τοῦ πρωτοτόκου. Τότε γὰρ θάνατον  οὐκ ᾔτησε, νῦν δὲ ἀξιοῖ πρὸ τῶν  ἄλλων  πεσεῖν. Τοιοῦτον εἶναι  χρὴ τὸν  ἄρχοντα,  καὶ μᾶλλον  ταῖς ἑτέρων,  ἢ ταῖς  οἰκείαις  ἀλγεῖν  συμφοραῖς. Τοιοῦτον γοῦν  τι  καὶ ἐπὶ τοῦ παιδὸς ἔπαθεν, ἵνα μάθῃς, ὅτι οὐδὲν πλέον  τῶν  ἀρχομένων  τὸν παῖδα ἐφίλει.  Καίτοι γε ἀκόλαστος ἦν ὁ νεανίσκος καὶ πατραλοίας, ἀλλ' ὅμως ἔλεγε· Τίς δώσει μοι θάνατον ἀντὶ  σοῦ; Τί  λέγεις,  ὦ  μακάριε,  καὶ  πάντων  ἀνθρώπων  πραότατε;  ἀνελεῖν  σε ἐσπούδαζεν ὁ παῖς, καὶ μυρίοις σε περιέβαλε κακοῖς· καὶ ὅτε ἐκ μέσου γέγονε, καὶ τὸ τρόπαιον ἔστη, τότε εὔχῃ σφαγῆναι; Ναὶ, φησίν. Οὐ γὰρ ἐμοὶ νενίκηκε  τὸ στρατόπεδον, ἀλλ' ἔτι πολεμοῦμαι σφοδρότερον ἢ πρότερον, καὶ τὰ σπλάγχνα μοι διακόπτεται νῦν μειζόνως. Οὗτοι μὲν οὖν τῶν ἐγκεχειρισμένων ἐφρόντιζον. εʹ. Ὁ δὲ μακάριος  Ἀβραὰμ  καὶ  τῶν   οὐκ  ἐμπεπιστευμένων   αὐτῷ  πολλὴν   ἐποιεῖτο  τὴν πρόνοιαν, καὶ τοσαύτην, ὡς καὶ κινδύνοις ἑαυτὸν περιβαλεῖν χαλεποῖς. Ὅτι γὰρ οὐχ ὑπὲρ ἀδελφιδοῦ μόνου ἔπραττεν ἅπερ ἔπραττεν, ἀλλὰ καὶ ὑπὲρ τῶν Σοδομιτῶν, οὐ πρότερον ἀπέστη τοὺς Πέρσας ἐλαύνων  ἐκείνους, ἕως πάντας αὐτοὺς ἠλευθέρωσε. Καίτοι γε  ἐξῆν  λαβόντι  τοῦτον  ἀναχωρεῖν,  ἀλλ' οὐκ  ἠθέλησε· καὶ  γὰρ  πάντων ὁμοίως ἐκήδετο. Καὶ τοῦτο καὶ διὰ τῶν μετὰ ταῦτα δῆλον ἐποίησεν. Ὅτε γοῦν οὐ βαρβάρων στρατόπεδον  ἔμελλεν  αὐτοὺς  πολιορκεῖν,  ἀλλὰ  ἡ θεήλατος  ὀργὴ τὰς πόλεις αὐτῶν ἐκ βάθρων ἀνασπᾷν, καὶ οὐκέτι ὅπλων ἦν ὁ καιρὸς, οὐδὲ μάχης καὶ παρατάξεως, ἀλλ' ἱκετηρίας, τοσαύτην ἐποιήσατο ὑπὲρ αὐτῶν σπουδὴν, ὅσην ἂν εἰ αὐτὸς ἀπόλλυσθαι  ἔμελλε. ∆ιὰ δὴ τοῦτο, καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις προσέρχεται τῷ  Θεῷ, καὶ ἐπὶ τὴν  φύσιν  καταφεύγει  λέγων·  Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Καὶ ἐπειδὴ οἴκοθεν εἶδεν αὐτοὺς προδεδομένους, δι' ἑτέρους αὐτοὺς ἀξιοῖ σώζεσθαι. ∆ιὰ τοῦτο καὶ ὁ Θεὸς ἔλεγεν· Οὐ μὴ κρύψω ἀπὸ τοῦ παιδός μου Ἀβραὰμ ἃ μέλλω  ποιεῖν; ἵνα ἡμεῖς μάθωμεν  πῶς ἐστι φιλάνθρωπος  ὁ δίκαιος. Καὶ οὐδ' ἂν ἀπέστη παρακαλῶν, εἰ μὴ ὁ Θεὸς ἀπέστη πρῶτος. Καὶ δοκεῖ μὲν ὑπὲρ τῶν δικαίων δεῖσθαι, τὸ δὲ πᾶν ὑπὲρ ἐκείνων ἐποίει. Καὶ γὰρ σφόδρα εἰσὶν αἱ τῶν ἁγίων ψυχαὶ ἥμεροι καὶ φιλάνθρωποι, καὶ περὶ τοὺς οἰκείους καὶ περὶ τοὺς ἀλλοτρίους, καὶ μέχρι τῶν ἀλόγων αὐτῶν ταύτην ἐκτείνουσι τὴν ἡμερότητα. ∆ιὰ τοῦτο καὶ  σοφός τις ἔλεγε, ∆ίκαιος οἰκτείρει ψυχὰς κτηνῶν  αὐτοῦ· εἰ δὲ καὶ κτηνῶν, πόσῳ μᾶλλον ἀνθρώπων,  Ἀλλ' ἐπειδὴ κτηνῶν  ἐμνήσθην, λογισώμεθα  καὶ τοὺς τῶν  προβάτων ποιμένας  τοὺς ἐν τῇ Καππαδοκῶν χώρᾳ, οἷα καὶ ἡλίκα πάσχουσιν ὑπὲρ τῆς τῶν ἀλόγων  προστασίας. Πολλάκις  γοῦν  χιόνι  καταχωσθέντες,  τρεῖς  ἐφεξῆς  ἔμειναν ἡμέρας. Λέγονται δὲ καὶ οἱ ἐν τῇ Λιβύῃ οὐκ ἐλάττονα  τούτων  ὑπομένειν  δεινὰ, μῆνας  ὁλοκλήρους  τὴν  χαλεπὴν  ἔρημον ἐκείνην  καὶ τῶν  πικροτάτων  γέμουσαν θηρίων   περιπολοῦντες.   Εἰ  δὲ  περὶ  ἄλογα  τοσαύτη  σπουδὴ,  τίνα   ἂν  ἔχοιμεν ἀπολογίαν  οἱ ψυχὰς  λογικὰς  ἐμπιστευθέντες,  καὶ τὸν βαθὺν τοῦτον  καθεύδοντες ὕπνον; ἀναπνεῖν γὰρ ὅλως ἐχρῆν; ἡσυχάζειν δὲ ὅλως, ἀλλ' οὐ πανταχοῦ περιτρέχειν, καὶ μυρίοις ἑαυτοὺς ἐκδιδόναι θανάτοις ὑπὲρ τῶν προβάτων τούτων; Ἢ οὐκ ἴστε τῆς ἀγέλης ταύτης τὸ ἀξίωμα; οὐχ ὑπὲρ ταύτης ὁ ∆εσπότης ὁ σὸς μυρία ἐπραγματεύσατο, καὶ τὸ αἷμα ὕστερον ἐξέχεε τὸ ἑαυτοῦ; σὺ δὲ ἀνάπαυσιν ζητεῖς; καὶ τί χεῖρον γένοιτ' ἂν τῶν ποιμένων  τούτων; Οὐκ ἐννοεῖς  τοῦτο, ὅτι περιεστήκασι τὰ πρόβατα ταῦτα λύκοι τούτων  πολλῷ  πικρότεροι καὶ ἀγριώτεροι; οὐ λογίζῃ πρὸς σαυτὸν οἵας δεῖ ψυχῆς τῷ μέλλοντι ταύτην μεταχειρίζειν τὴν ἀρχήν; Ἀλλ' ἄνθρωποι μὲν δημαγωγοὶ ὑπὲρ τῶν  τυχόντων  βουλευόμενοι  πραγμάτων,  τὰς νύκτας  ταῖς ἡμέραις προστιθέασιν ἀγρυπνοῦντες·  ἡμεῖς  δὲ ὑπὲρ οὐρανοῦ  τὸν  ἀγῶνα  ἔχοντες,  καὶ  ἐν ἡμέρᾳ καθεύδομεν; καὶ τίς ἡμᾶς λοιπὸν  ἐξαιρήσεται τῆς ἐπὶ τούτοις κολάσεως; Εἰ γὰρ τὸ σῶμα κατακόπτεσθαι ἔδει, εἰ γὰρ μυρίους ὑποστῆναι θανάτους, οὐχ ὡς ἐπὶ πανήγυριν τρέχειν ἐχρῆν; Ταῦτα δὲ μὴ μόνον ποιμένες, ἀλλὰ καὶ πρόβατα ἀκουέτω, ἵνα τοὺς ποιμένας προθυμοτέρους ποιῶσιν, ἵνα μᾶλλον αὐτῶν τὴν προαίρεσιν ἀλείφωσιν, ἕτερον μὲν οὐδὲν, πειθὼ δὲ καὶ ὑπακοὴν πᾶσαν παρέχοντες. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε λέγων·  Πείθεσθε τοῖς ἡγουμένοις  ὑμῶν  καὶ ὑπείκετε, ὅτι αὐτοὶ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Ὅταν δὲ εἴπῃ, Ἀγρυπνοῦσι, μυρίους  λέγει  πόνους  καὶ  φροντίδας  καὶ  κινδύνους.  Ὁ γὰρ  καλὸς ποιμὴν καὶ τοιοῦτος, οἷον ὁ Χριστὸς βούλεται, μυρίοις ἁμιλλᾶται  μάρτυσιν. Ὁ μὲν γὰρ ἅπαξ δι' αὐτὸν ἀπέθανεν, οὗτος δὲ μυριάκις διὰ τὴν ποίμνην, εἴ γε ποιμὴν εἴη τοιοῦτος, οἷον εἶναι χρή· ὁ γὰρ τοιοῦτος καθ' ἑκάστην ἡμέραν ἀποθνήσκειν δύναται.∆ιὸ καὶ ὑμεῖς εἰδότες τὸν πόνον, συμπράττετε ταῖς εὐχαῖς, τῇ σπουδῇ, τῇ προθυμίᾳ, τῇ φιλίᾳ, ἵνα καὶ ἡμεῖς ὑμῶν, καὶ ἡμῶν ὑμεῖς καύχημα γένησθε. ∆ιὰ τοῦτο γὰρ καὶ τῷ  κορυφαίῳ  τῶν  ἀποστόλων,  καὶ  ὑπὲρ  τοὺς  ἄλλους  φιλοῦντι   αὐτὸν,  τοῦτο ἐνεχείρισε, πρότερον ἐρωτήσας αὐτὸν, εἰ φιλοῖτο  παρ' αὐτοῦ, ἵνα μάθῃς, ὅτι τοῦτο πρὸ τῶν ἄλλων τῆς ἀγάπης τῆς εἰς αὐτὸν τεκμήριον τίθεται· καὶ γὰρ νεανικῆς τοῦτο δεῖται ψυχῆς. Ταῦτα δέ μοι περὶ ἀρίστων εἴρηται ποιμένων, οὐ περὶ ἐμαυτοῦ καὶ τῶν καθ' ἡμᾶς, ἀλλ' εἴ τις τοιοῦτος, οἷος ὁ Παῦλος ἦν, οἷος ὁ Πέτρος, οἷος ὁ Μωϋσῆς. Τούτους οὖν μιμησώμεθα καὶ ἄρχοντες καὶ ἀρχόμενοι· ἔξεστι γὰρ καὶ ἀρχομένῳ ἐν μέρει εἶναι ποιμένος, τῆς οἰκίας, τῶν φίλων, τῶν οἰκετῶν, τῆς  γυναικὸς, τῶν παίδων· κἂν οὕτω τὰ καθ' αὑτοὺς οἰκονομῶμεν, πάντων ἐπιτευξόμεθα τῶν ἀγαθῶν·ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |