ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Βʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Βʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Β' 
Τόμος 62


ΟΜΙΛΙΑ Βʹ.Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

αʹ. Οἱ πλείους τῶν ἀνθρώπων ἅπαντα πράττουσι καὶ μηχανῶνται,  ὥστε καὶ παρὰ ἄρχουσι καὶ παρὰ τοῖς αὐτῶν  μείζοσι χάριν  τινὰ  σχεῖν· καὶ μέγα τίθενται  τοῦτο, καὶ μακαρίους ἑαυτοὺς εἶναι νομίζουσιν, ἐὰν ἐπιτύχωσι τοῦ σπουδαζομένου. Εἰ δὲ τὸ παρὰ ἀνθρώποις χάριτος τυχεῖν τοσοῦτον μέγα, τὸ παρὰ Θεοῦ χάριν εὑρεῖν, πόσον ἂν γένοιτο;∆ιὰ τοῦτο ἀεὶ τοῦτο προτίθησι τῆς αὐτοῦ ἐπιστολῆς, καὶ τοῦτο ἐπεύχε  ται, εἰδὼς ὅτι  ἂν  τοῦτο  ᾖ, οὐδὲν  ἔσται  λοιπὸν  τῶν  ἀνιαρῶν,  ἀλλ' ὅσα ἂν  ᾖ  δυσχερῆ, πάντα λυθήσεται.  


Καὶ  ἵνα   μάθητε,  ὁ  Ἰωσὴφ   δοῦλος   ἦν,  νέος,  ἄπειρος,  ἄπλαστος,  καὶ ἐνεχειρίσθη ἀθρόον οἰκίας προστασίαν, καὶ ἀνδρὶ Αἰγυπτίῳ παρεῖχεν εὐθύνας. Ἴστε δέ πως ἀκρόχολον ἐκεῖνο τὸ ἔθνος καὶ ἀσύγγνωστον· ὅταν δὲ καὶ ἀρχὴ προσῇ καὶ ἐξουσία, μείζων  ὁ θυμὸς ὑπὸ τῆς ἐξουσίας αἰρόμενος.  ∆ῆλον  δὲ τοῦτο καὶ ἐξ ὧν  μετὰ ταῦτα ἐποίησε. Τῆς γὰρ δεσποίνης κατηγορούσης, ἠνείχετο· καίτοι γε οὐ τῶν τὰ ἱμάτια κατεχόντων ἦν τὸ βιάζεσθαι, ἀλλὰ τοῦ ἀποδεδυμένου. Ἐχρῆν γὰρ εἰπεῖν, ὅτι εἰ ἦρες τὴν φωνήν  σου, ἔφυγεν  ἂν, καὶ εἰ συνῄδει ἑαυτῷ, οὐκ ἂν περιέμεινε τοῦ δεσπό  του τὴν παρουσίαν. Ἀλλ' ὅμως οὐδὲν τοιοῦτον ἐνενόησεν ἐκεῖνος, ἀλλ' ἀλόγως τῷ θυμῷ τὸ πᾶν ἐπιτρέψας, εἰς δεσμωτήριον ἐνέβαλεν· οὕτως ἀλόγιστός τις ἦν. Καίτοι γε ἐνῆν καὶ ἀπὸ τῶν ἄλλων  στοχάσασθαι τοῦ ἀνδρὸς τὴν εὔνοιαν, τὴν σύνεσιν· ἀλλ' ὅμως ἐπειδὴ σφόδρα  ἄλογος  ἦν,  οὐδὲν  τοιοῦτον  ἐλογίσατο.  Ὁ τοίνυν  καὶ  πρὸς  δεσπότην  ἔχων τοιοῦτον  μοχθηρὸν  καὶ διακονίαν  ἐμπεπιστευμένος  οἰκίας  ὁλοκλήρου,  καὶ ξένος καὶ ἔρημος καὶ ἄπειρος, ἐπειδὴ ὁ Θεὸς αὐτοῦ κατεσκέδασε χάριν πολλὴν,  ὡς οὐδὲν ὄντας τοὺς πειρασμοὺς, οὕτω πάντα παρῆλθε, καὶ δεσποίνης συκοφαντίαν, καὶ κίνδυνον θανάτου, καὶ δεσμωτήριον, καὶ τελευταῖον  ἐπὶ τὸν θρόνον ἦλθε τὸν βασιλικόν. Εἶδεν οὖν ὁ μακάριος οὗτος, ὅση τοῦ Θεοῦ ἡ χάρις· καὶ διὰ τοῦτο ταύτην αὐτοῖς ἐπεύχεται. Καὶ ἕτερον  δέ τι κατασκευάζει· βουλόμενος  γὰρ αὐτὸς  πρὸς τὰ μέλλοντα  τῆς  ἐπιστολῆς εὐγνώμονας  καταστῆσαι· ἵνα, κἂν ἐπιτιμᾷ,  κἂν ἐπιπλήττῃ,  μὴ ἀποπηδῶσι· διὰ τοῦτο ὑπομιμνήσκει αὐτοὺς πρὸ πάντων  τῆς χάριτος τοῦ Θεοῦ, λεαίνων  αὐτῶν τὴν καρδίαν, ἵνα, κἂν θλῖψις ᾖ, ἀναμιμνησκόμενοι  τῆς χάριτος, ἀφ' ἧς ἐσώθησαν ἐκ τῶν μειζόνων, ἐν τοῖς  ἐλάττοσι  μὴ ἀπογινώσκωσιν,  ἀλλ' ἐκεῖθεν  ἔχωσι  τὴν  παραμυθίαν·  καθάπερ  καὶ ἀλλαχοῦ γράφων  ἔλεγεν· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν  τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ  μᾶλλον  καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ. Χάρις ὑμῖν, φησὶ, καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Εὐχαριστεῖν ὀφείλομεν  τῷ Θεῷ πάντοτε  περὶ ὑμῶν, ἀδελφοὶ,  καθὼς ἄξιόν ἐστιν. Ὅρα ταπεινοφροσύνης  ὑπερβολήν· εἰπὼν, Εὐχαριστεῖν ὀφείλομεν, δίδωσιν αὐτοῖς συλλογίζεσθαι καὶ ἐννοεῖν,  ὅτι εἰ ἄλλοι ὑπὲρ τῶν ὑμετέρων  κατορθωμάτων  οὐχ ὑμᾶς πρῶτον θαυμάζουσιν, ἀλλὰ τὸν Θεὸν, πολλῷ  μᾶλλον  καὶ ἡμᾶς. Ἄλλως  δὲ καὶ ἐπαίρει
αὐτῶν  τὰ φρονήματα,  ὅτι  τοιαῦτα  πάσχουσιν, οὐ δακρύων  ἄξια οὐδὲ θρήνων,  ἀλλ' εὐχαριστίας τῆς εἰς τὸν Θεόν. Εἰ δὲ Παῦλος εὐχαριστεῖ ἐπὶ τοῖς ἀλλοτρίοις  ἀγαθοῖς, τί πείσονται  οἱ μὴ μόνον  μὴ εὐχαριστοῦντες,  ἀλλὰ  καὶ τηκόμενοι;  Ὅτι ὑπεραυξάνει  ἡ πίστις ἡμῶν, καὶ πλεονάζει ἀγάπη ἑνὸς ἑκάστου πάντων  ὑμῶν εἰς ἀλλήλους.  Καὶ πῶς ἔνι πίστιν αὐξῆσαι, φησί; Πῶς; ὅταν ὑπὲρ αὐτῆς πάσχωμέν τι δεινόν. Μέγα μὲν οὖν καὶ τὸ ἐστηρίχθαι, καὶ ὑπὸ τῶν λογισμῶν μὴ παραφέρεσθαι· ὅταν δὲ καὶ ἄνεμοι προσαράσσωσιν, ὅταν  ὑετοὶ  καταῤῥηγνύωνται,  ὅταν  αἴρηται  πάντοθεν   χαλεπὸς   ὁ χειμὼν,   ὅταν  ἐπάλληλα   τὰ  κύματα  ᾖ,  εἶτα  μὴ  παρασαλευώμεθα,  οὐδενὸς  ἑτέρου τεκμήριόν ἐστιν, ἀλλ' ἢ τοῦ αὐξηθῆναι, καὶ ὑπεραυξηθῆναι, καὶ ὑψηλοτέραν  γενέσθαι. Καθάπερ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ πάντα μὲν τὰ λιθώδη καὶ ταπεινὰ ἀπεκρύβη ταχέως, ὅσα δὲ ἦν ὑπεράνω, οὐκ ἐφικνεῖτο  αὐτῶν· οὕτω καὶ ἡ πίστις ὑψηλὴ γενομένη, οὐκέτι κατασπᾶται.  ∆ιὰ  τοῦτο  οὐκ  εἶπεν,  αὐξάνει,  ἀλλ',  Ὑπεραυξάνει  ἡ  πίστις  ὑμῶν,  καὶ πλεονάζει ἡ ἀγάπη ἑνὸς ἑκάστου πάντων  ὑμῶν εἰς ἀλλήλους. Ὁρᾷς ὅτι καὶ τοῦτο πρὸς τὰς  θλίψεις  συμβάλλεται,  τὸ  συμπεφράχθαι,  τὸ  ἀλλήλων   ἔχεσθαι;  Ἀπὸ τούτου  καὶ παράκλησις ἐγίνετο πολλή. Τὴν μὲν οὖν ἀσθενῆ καὶ ἀγάπην καὶ  πίστιν θλίψεις παρασαλεύουσι, τὴν δὲ ἰσχυρὰν ἰσχυροτέραν ποιοῦσιν. Ἡ μὲν γὰρ ἐν ὀδύνῃ ψυχὴ, ὅταν ἀσθενὴς ᾖ, οὐδὲν ἂν πρόσθοιτο, ἡ δὲ ἰσχυρὰ καὶ τότε μάλιστα. Καὶ ὅρα ἀγάπην· οὐ τὸν μὲν ἠγάπων, τὸν δὲ οὒ, ἀλλ' ἴση ἦν παρὰ πάντων· τοῦτο γὰρ ᾐνίξατο τῷ εἰπεῖν, Ἑνὸς ἑκάστου πάντων ὑμῶν εἰς ἀλλήλους· ὅτι ἰσόῤῥοπός τίς ἐστιν, ὥσπερ ἑνὸς σώματος. Ἐπεὶ καὶ νῦν εὑρίσκομεν ἀγάπην οὖσαν παρὰ πολλοῖς, ἀλλὰ ταύτην τὴν ἀγάπην διαστάσεως αἰτίαν γινομένην.  Ὅταν γὰρ κατὰ δύο καὶ τρεῖς ὦμεν συνημμένοι, καὶ οἱ μὲν δύο πρὸς ἀλλήλους  σφόδρα  ὦσι  συνδεδεμένοι,  ἢ  τρεῖς  ἢ  τέσσαρες, τῶν  δὲ  λοιπῶν  ἑαυτοὺς ἀφέλκωσι,  τῷ  πρὸς  ἐκείνους  ἔχειν  καταφυγεῖν   καὶ  ἐκείνοις  πάντα  θαῤῥεῖν,  τοῦτο διάστασις ἀγάπης ἐστὶν, οὐκ ἀγάπη. Εἰπὲ γάρ μοι· εἰ ὁ ὀφθαλμὸς τὴν πρόνοιαν, ἣν ὑπὲρ τοῦ παντὸς σώματος ἔχει, εἰς τὴν χεῖρα περιστήσειε, καὶ τῶν ἄλλων ἑαυτὸν ἀποστρέψας μελῶν, ἐκείνῃ μόνῃ προσέχοι, οὐχὶ τῷ παντὶ  λυμαίνεται; Εἰκότως. Οὕτω καὶ ἡμεῖς ἂν τὴν ἀγάπην τὴν εἰς πᾶσαν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ ὀφείλουσαν ἐκτείνεσθαι, εἰς ἕνα καὶ δεύτερον περιστείλωμεν,  καὶ ἡμῖν αὐτοῖς κἀκείνοις  καὶ τῷ παντὶ λυμαινόμεθα.  Ταῦτα γὰρ οὐκ ἀγάπης ἐστὶν, ἀλλὰ διαστάσεως σχίσματα, καὶ ῥήγματα διεσπασμένα. Ἐπεὶ κἂν ἀπὸ τοῦ  παντὸς  ἀνθρώπου  ἀποσπάσας λάβω  μέρος, αὐτὸ  μὲν  οὖν  τὸ σχίσμα ἑαυτῷ ἥνωται, καὶ ἔστι συνεχὲς καὶ συγκεκολλημένον·  πλὴν καὶ οὕτω σχίσμα ἐστὶν, ἐπειδὴ τῷ λοιπῷ οὐχ ἥνωται σώματι.
βʹ. Τί γὰρ ὄφελος, ὅτι τὸν δεῖνα φιλεῖς  σφοδρῶς; Ἀνθρωπίνη ἐστὶν ἡ ἀγάπη· εἰ δὲ οὐκ ἔστιν ἀνθρωπίνη,  ἀλλὰ διὰ τὸν Θεὸν φιλεῖς,  πάντας  φίλει· ὁ γὰρ Θεὸς οὕτως ἐπέταξε καὶ τοὺς ἐχθροὺς φιλεῖν. Εἰ δὲ τοὺς ἐχθροὺς ἐπέταξε φιλεῖν, πόσῳ μᾶλλον τοὺς οὐδὲν λελυπηκότας;  Ἀλλὰ φιλῶ,  φησίν. Ἀλλ' οὐχ οὕτω· μᾶλλον  δὲ οὐδὲ φιλεῖς· ὅταν γὰρ κακηγορῇς, ὅταν φθονῇς, ὅταν ἐπιβουλεύῃς, πῶς φιλεῖς; Ἀλλ' οὐδὲν τούτων ποιῶ, φησίν. Ἀλλ' ὅταν ἀκούοντος κακῶς, μὴ ἐμφράττῃς τὸ στόμα τοῦ λέγοντος, μὴ ἀπιστῇς τοῖς λεγομένοις; μὴ καταστέλλῃς, ποίας ταῦτα φιλίας τεκμήριον; Καὶ πλεονάζει, φησὶν, ἡ  ἀγάπη  ἑνὸς  ἑκάστου  πάντων   ὑμῶν  εἰς  ἀλλήλους,   ὥστε  ἡμᾶς  αὐτοὺς  ἐν  ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. Ἐν γοῦν τῇ προτέρᾳ ἐπιστολῇ τὰς Ἐκκλησίας φησὶν ἁπάσας τῆς Μακεδονίας καὶ τῆς Ἀχαΐας ἐξηχεῖσθαι μαθούσας τὰ κατὰ τὴν πίστιν αὐτῶν·   Ὥστε,  φησὶ,   μὴ   χρείαν   ἔχειν   ἡμᾶς   λαλεῖν   τι·   αὐτοὶ   γὰρ   περὶ   ὑμῶν ἀπαγγέλλουσιν   ὁποίαν  εἴσοδον  ἔσχομεν  πρὸς  ὑμᾶς·  ἐνταῦθα  δέ  φησιν,  Ὥστε ὑμᾶς καυχᾶσθαι. Τί δήποτ' οὖν ἐστι τὸ εἰρημένον; Ἐκεῖ φησιν, ὅτι οὐ δέονται διδασκαλίας τῆς παρ' ὑμῶν· ἐνταῦθα δὲ οὐκ εἶπεν, ὅτι διδάσκομεν αὐτοὺς, ἀλλὰ, καυχώμεθα καὶ σεμνυνόμεθα. Εἰ τοίνυν ἡμεῖς ἐφ' ὑμῖν καὶ εὐχαριστοῦμεν τῷ Θεῷ, καὶ καυχώμεθα παρὰ ἀνθρώποις,  πολλῷ  μᾶλλον  ὑμᾶς ἐπὶ τοῖς ἡμετέροις  χρὴ καλοῖς  τοῦτο  ποιεῖν.  Εἰ γὰρ ἑτέροις καυχήματός  ἐστιν ἄξια τὰ κατορθώματα  ὑμῶν,  πῶς ἡμῖν  θρήνων;  Οὐκ ἔστιν εἰπεῖν· Ὥστε ἡμᾶς αὐτοὺς, φησὶν, ἐν ὑμῖν καυχᾶσθαι ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ ὑπὲρ τῆς ὑπομονῆς  ὑμῶν καὶ πίστεως. Ἐνταῦθα δείκνυσι καὶ πολὺν παρελθόντα  χρόνον· ἡ γὰρ ὑπομονὴ ἀπὸ χρόνου φαίνεται  πολλοῦ, οὐκ ἐν δύο καὶ τρισὶν ἡμέραις. Οὐχ ἁπλῶς δέ φησιν ὑπομονήν.  Μάλιστα μὲν οὖν καὶ τὸ τῶν ἐπηγγελμένων ἀγαθῶν μὴ ἤδη ἀπολαύειν,  ὑπομονῆς ἐστι· νῦν δὲ καὶ μείζονα λέγει ὑπομονήν.  Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν διωγμῶν. Ὅτι δὲ ταύτην αἰνίττεται, δῆλον ἐξ ὧν ἐπάγει καὶ λέγει· Ἐν πᾶσι τοῖς διωγμοῖς  ὑμῶν  καὶ  ταῖς  θλίψεσιν  αἷς  ἀνέχεσθε.  Πολεμίοις  γὰρ  συνέζων  διηνεκῶς πάντοθεν βλάπτειν ἐπιχειροῦσι, καὶ στεῤῥὰν καὶ ἀκίνητον τὴν ὑπομονὴν ἐπεδείκνυντο. Αἰσχυνέσθωσαν  ὅσοι διὰ  προστασίαν  ἀνθρώπων   εἰς  δόγματα  μεθίστανται.  Ἔτι γὰρ ἀρχῆς  οὔσης τοῦ  κηρύγματος,  ἄνθρωποι  πένητες  καὶ  ἀπὸ  τῆς  καθημερινῆς  ζῶντες ἐργασίας πρὸς ἄνδρας  πολιτευομένους  καὶ πρώτους  τῆς πόλεως  ἔχθρας  ἀνεδέχοντο, οὔτε βασιλέως, οὔτε ἄρχοντος  ὄντος που πιστοῦ, καὶ πόλεμον  ἀκήρυκτον  ὑφίσταντο, καὶ οὐδὲ οὕτως ἐξίσταντο. Ἔνδειγμα τῆς δικαίας κρίσεως τοῦ Θεοῦ. Ὅρα πῶς αὐτοῖς συνάγει τὴν παραμυθίαν. Εἶπεν, ὅτι Εὐχαριστοῦμεν τῷ Θεῷ, εἶπεν, ὅτι Καυχώμεθα παρὰ ἀνθρώποις. Καλὰ μὲν οὖν καὶ ταῦτα· ἀλλ' ὃ μάλιστα ζητεῖ ὁ ὀδυνώμενος,  τοῦτό ἐστιν, ἀπαλλαγὴν   τῶν  κακῶν,  καὶ  τιμωρίαν  τῶν  κακῶς  αὐτοὺς  διατιθέντων.  Ὅταν  γὰρ ἀσθενὴς ᾖ ἡ ψυχὴ, ταῦτα μάλιστα ἐπιζητεῖ· ἡ γὰρ φιλόσοφος, οὐδὲ τοῦτο. Τί οὖν ἐστιν ὅ φησιν,  Ἔνδειγμα  τῆς  δικαίας  κρίσεως  τοῦ  Θεοῦ; Ἤδη  τὴν  ἀνταπόδοσιν   ᾐνίξατο ἑκατέραν, καὶ τὴν τῶν ποιούντων  κακῶς, καὶ τὴν τῶν πασχόντων· ὡς ἂν εἰ ἔλεγεν· ἵν', ὅταν  ὑμᾶς μὲν στεφανοῖ,  ἐκείνους  δὲ κολάζῃ, δεικνύηται  τὸ δίκαιον  τοῦ Θεοῦ. Ἅμα αὐτοὺς καὶ παραμυθεῖται,  δεικνὺς  ὅτι ἀπὸ τῶν  οἰκείων  πόνων  καὶ τῶν  ἱδρώτων  καὶ κατὰ τὸν τῆς δικαιοσύνης λόγον στεφανοῦνται. Ἀλλὰ πρότερον τίθησι τὸ αὐτῶν. Εἰ γὰρ καὶ σφόδρα ἐπιθυμεῖ τις τὴν ἐκδικίαν, ἀλλὰ πρότερον τῶν ἐπάθλων ὀρέγεται. ∆ιὰ τοῦτο καὶ  ἐπάγει  λέγων·  Εἰς τὸ  καταξιωθῆναι  ὑμᾶς  τῆς  βασιλείας  τοῦ  Θεοῦ, ὑπὲρ ἧς καὶ πάσχετε. Οὐκ ἄρα οὖν ἀπὸ τοῦ δυνατωτέρους  εἶναι τοὺς ἀδικοῦντας τοῦτο γίνεται, ἀλλ' ἀπὸ τοῦ δεῖν οὕτως εἰς τὴν βασιλείαν εἰσιέναι. ∆ιὰ πολλῶν γὰρ θλίψεων, φησὶ, δεῖ ἡμᾶς εἰσελθεῖν  εἰς  τὴν  βασιλείαν  τοῦ  Θεοῦ. Εἴπερ δίκαιον  παρὰ  Θεῷ ἀνταποδοῦναι  τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις  ἄνεσιν μεθ' ἡμῶν, ἐν τῇ ἀποκαλύψει τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ μετ' ἀγγέλων  δυνάμεως αὐτοῦ. Τὸ, εἴπερ, ἐνταῦθα ἀντὶ τοῦ, ἐπεὶ, κεῖται· ὅπερ ἐπὶ τῶν σφόδρα ὁμολογουμένων  καὶ ἡμεῖς τίθεμεν καὶ ἀναντιῤῥήτων·   ἀντὶ  τοῦ, σφόδρα δίκαιον.  Εἰ δίκαιόν  ἐστι, φησὶ,  παρὰ Θεῷ τούτους ἀμύνασθαι, πάντως  ἀμυνεῖται· ὡς ἂν εἰ ἔλεγεν·  εἰ μέλει  τῷ Θεῷ τῶν  πραγμάτων,  εἰ φροντίζει  ὁ Θεός. Οὕτω καὶ αὐτὸς τίθησι τὸ εἴπερ τοῦτο, ὡς ἐπὶ ὡμολογημένων· ὡς εἰ ἔλεγέ τις· εἰ μισεῖ τοὺς πονηροὺς ὁ Θεός· διὰ τοῦτο λέγων οὕτως, ἵνα ἐκείνους ἀναγκάσῃ εἰπεῖν,  ὅτι μισεῖ· μάλιστα γὰρ αἱ τοιαῦται  ψῆφοι  ἀναμφίλεκτοί εἰσιν· ὡς καὶ αὐτῶν ἐκείνων  εἰδότων,  ὅτι  δίκαιόν  ἐστιν.  Εἰ γὰρ παρὰ ἀνθρώποις  τοῦτο  δίκαιον,  πολλῷ μᾶλλον  παρὰ τῷ Θεῷ. Ἀνταποδοῦναι,  φησὶ, τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν,  καὶ ὑμῖν τοῖς θλιβομένοις μεθ' ἡμῶν ἄνεσιν.
γʹ. Τί οὖν; ἴση ἡ ἀνταπόδοσις; Οὐδαμῶς· ἀλλ' ὅρα διὰ τῶν  ἑξῆς πῶς δείκνυσι σφοδροτέραν οὖσαν, καὶ τὴν ἄνεσιν πολλῷ μείζονα. Ἰδοὺ καὶ ἑτέρα παράκλη  σις· τοὺς κοινωνοὺς  γὰρ τῶν θλίψεων  καὶ ἐν τῇ ἀνταποδόσει κοινωνοὺς  ἔχειν φησί (τοῦτο γάρ  ἐστι  τὸ,  Μεθ'  ἡμῶν)·  συνάπτων   αὐτοὺς   ἐν  τοῖς  στεφάνοις,   τοῖς   τὰ  μυρία κατωρθωκόσι  καὶ  μείζονα.  Εἶτα καὶ  τὸν  καιρὸν  προστίθησι, καὶ  διὰ  τῆς  ὑπογραφῆς ἐπανάγει  τὰς διανοίας  αὐτῶν,  μονονουχὶ  ἀνοίγων  τῷ ῥήματι τοὺς οὐρανοὺς ἤδη, καὶ τοῖς ὀφθαλμοῖς αὐτῶν παριστὰς, καὶ περιτίθησιν αὐτῷ τὴν στρατιὰν τὴν ἀγγελικὴν, καὶ ἀπὸ τοῦ τόπου, καὶ ἀπὸ τῶν  μετ' αὐτοῦ πλατυτέραν  τὴν εἰκόνα  ποιῶν,  ὥστε αὐτοὺς ἀναπνεῦσαι   μικρόν.  Καὶ  ὑμῖν  τοῖς  θλιβομένοις   ἄνεσιν  μεθ'  ἡμῶν,  φησὶν,  ἐν  τῇ ἀποκαλύψει  τοῦ Κυρίου Ἰησοῦ ἀπ' οὐρανοῦ  μετ' ἀγγέλων  δυνάμεως  αὐτοῦ, ἐν πυρὶ φλογὸς, διδόντος ἐκδίκησιν τοῖς μὴ εἰδόσι Θεὸν, καὶ τοῖς μὴ ὑπακούουσι τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Εἰ οἱ τῷ Εὐαγγελίῳ μὴ ὑπακούοντες διδόασι τιμωρίαν, οἱ καὶ μετὰ τοῦ μὴ ὑπακοῦσαι θλίβοντες  ὑμᾶς, τί οὐ πείσονται; Θέα δέ μοι σύνεσιν· οὐκ εἶπεν  ἐνταῦθα,  τοῖς θλίβουσιν  ὑμᾶς, ἀλλὰ,  Τοῖς μὴ ὑπακούουσιν. Ὥστε εἰ καὶ μὴ δι' ὑμᾶς, δι' ἑαυτὸν ἀνάγκη, φησὶ, τιμωρήσασθαι αὐτούς. Τοῦτο μὲν οὖν ὑπὲρ πληροφορίας εἴρηται, ὅτι πάντως αὐτοὺς κολασθῆναι δεῖ· τὸ δὲ πρότερον ὑπὲρ τοῦ καὶ αὐτοὺς τετιμῆσθαι. Τὸ μὲν οὖν πιστεῦσαι ἡ ὑπὲρ τῆς τιμωρίας πληροφορία ποιεῖ· τὸ δὲ ἡσθῆναι, ὅτι  ὑπὲρ  τῶν  εἰς  αὐτοὺς  γεγενημένων  ταῦτα  πάσχουσι.  Ταῦτα  εἴρηται  μὲν  πρὸς ἐκείνους. ἁρμόζει δὲ καὶ ἡμῖν. Ὅταν οὖν ἐν θλίψεσιν  ὦμεν, ταῦτα λογιζώμεθα. Μὴ τῇ ἑτέρων  τιμωρίᾳ  χαίρωμεν  ὡς ἐκδικούμενοι,  ἀλλ' ὡς αὐτοὶ τοιαύτης  ἀπαλλαττόμενοι κολάσεως  καὶ  τιμωρίας.  Τί γὰρ  ἡμῖν  ὄφελος,  ὅταν  ἕτεροι  κολασθῶσι;  Μὴ ἔχωμεν, παρακαλῶ, τοιαύτας ψυχὰς, ἀπὸ τῆς βασιλείας προτρεπώμεθα πρὸς ἀρετήν. Ὁ μὲν γὰρ σφόδρα ἐνάρετος  οὔτε ἀπὸ φόβου, οὔτε ἀπὸ βασιλείας ἐνάγεται,  ἀλλὰ  δι' αὐτὸν  τὸν Χριστόν· καθάπερ Παῦλος ἐποίει. Πλὴν ἡμεῖς ἐννοῶμεν  τὰ ἐν τῇ βασιλείᾳ ἀγαθὰ, τὰ ἐν τῇ γεέννῃ κακὰ, καὶ κἂν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν καὶ παιδαγωγῶμεν, οὕτως ἑαυτοὺς ἐνάγωμεν   πρὸς  τὰ  πρακτέα.  Ὅταν  ἴδῃς  τι  χρηστὸν  καὶ  μέγα  ἐν  τῷ  παρόντι  βίῳ, ἐννόησον  τὴν  βασιλείαν,  καὶ  οὐδὲν  αὐτὸ  νομίσεις·  ὅταν  φοβερὸν,  ἐννόησον  τὴν γέενναν,  καὶ καταγελάσεις· ὅταν  ὑπὸ ἐπιθυμίας  κατέχῃ  σωματικῆς,  λογίζου  τὸ πῦρ, λογίζου  καὶ αὐτῆς  τῆς  ἁμαρτίας  τὴν  ἡδονὴν,  ὅτι  οὐδενός  ἐστιν  ἀξία, ὅτι  οὐδὲ ἔχει ἡδονήν. Εἰ γὰρ ὁ τῶν ἐνταῦθα κειμένων  νόμων φόβος τοσαύτην ἔχει τὴν ἰσχὺν, ὡς καὶ ἀπάγειν  ἡμᾶς  τῶν  πονηρῶν  πράξεων,  πολλῷ  μᾶλλον  ἡ  μνήμη  τῶν  μελλόντων,   ἡ τιμωρία ἡ ἀθάνατος, ἡ κόλασις ἡ ἀΐδιος· εἰ ὁ τοῦ βασιλέως φόβος τοῦ ἐπὶ γῆς τοσούτων ἡμᾶς ἀπάγῃ κακῶν, πόσῳ μᾶλλον  ὁ τοῦ αἰωνίου  βασιλέως; Πόθεν οὖν δυνάμεθα  τὸν φόβον ἔχειν διηνεκῶς; Ἂν συνεχῶς τῶν Γραφῶν ἐπακούωμεν. Εἰ γὰρ νεκρὸς ὁρώμενος μόνον  οὕτως  ἡμῶν  συστέλλει  τὴν  διάνοιαν,  πόσῳ μᾶλλον  ἡ γέεννα  καὶ τὸ πῦρ τὸ ἄσβεστον; πόσῳ μᾶλλον ὁ σκώληξ ὁ ἀτελεύτητος; Ἂν τὴν γέενναν  ἀεὶ ἀναλογιζώμεθα, οὐ ταχέως εἰς αὐτὴν ἐμπεσούμεθα. ∆ιὰ τοῦτο ἠπείλησε κόλασιν ὁ Θεός· ὡς εἰ μὴ εἶχέ τι μέγα κέρδος τὸ λογίζεσθαι, οὐκ ἂν αὐτὴν ἠπείλησεν ἤδη ὁ Θεός· ἀλλ' ἐπειδὴ ἰσχύει ἡ μνήμη  αὐτῆς  μεγάλα  κατορθῶσαι,  διὰ  τοῦτο,  καθάπερ  τι  φάρμακον  σωτήριον,  τὴν ἀπειλὴν  αὐτῆς ἐγκατέθετο  ἡμῶν  ταῖς ψυχαῖς. Μὴ δὴ παρορῶμεν τὸ τοσοῦτον κέρδος τὸ  ἐντεῦθεν  τικτόμενον,  ἀλλὰ  ταύτην  συνεχῶς  στρέφωμεν,  ἐν  ἀρίστοις,  ἐν δείπνοις.  Ἡ μὲν γὰρ τῶν  ἡδέων διάλεξις  οὐδὲν τὴν ψυχὴν  ὠφελεῖ,  ἀλλ' ἀτονωτέραν ἐργάζεται· ἡ δὲ τῶν λυπηρῶν  καὶ σκυθρωπῶν  πᾶν αὐτῆς περικόπτει τὸ διακεχυμένον καὶ διαῤῥέον, καὶ ἐπιστρέφει καὶ συστέλλει διαλελυμένην αὐτήν. Ὁ περὶ θεάτρων  καὶ μίμων  διαλεγόμενος,  οὐδὲν αὐτὴν  ὤνησεν, ἀλλὰ καὶ μᾶλλον  ἐξέκαυσε καὶ προπετεστέραν εἰργάσατο· ὁ τὰ ἀλλότρια μεριμνῶν καὶ πολυπραγμονῶν,  πολλάκις αὐτῇ καὶ  κινδύνους   ἐκ  τῆς  περιεργίας   ταύτης   προσετρίψατο.  Ὁ  μέντοι   περὶ  γεέννης διαλεγόμενος οὔτε κίνδυνον ἕξει τινὰ, καὶ σωφρονεστέραν ἐργάζεται. Ἀλλὰ δέδοικας τὸ φορτικὸν  τῶν  ῥημάτων; Μὴ γὰρ, ἂν σιγήσῃς, τὴν γέενναν  ἔσβεσας; μὴ γὰρ, ἂν εἴπῃς, ἀνῆψας; Ἄν τε εἴπῃς, ἄν τε μὴ εἴπῃς, ἀναβράσεται τὸ πῦρ. Λεγέσθω συνεχῶς περὶ αὐτῆς, ἵνα μηδέποτε ἐμπέσῃς εἰς αὐτήν. Οὐκ ἔστι ψυχὴν  μεριμνῶσαν  περὶ γεέννης  ἁμαρτεῖν ταχέως· ἄκουε γὰρ τῆς ἀρίστης παραινέσεως· Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐ μὴ ἁμάρτῃς. Οὐκ ἔστι ψυχὴν δεδοικυῖαν ὑπὲρ εὐθυνῶν  μὴ ὀκνηρὰν εἶναι περὶ τὰ πλημμελήματα· φόβος γὰρ ἐνακμάζων διανοίᾳ, οὐδὲν ἀφίησι κοσμικὸν εἶναι ἐν αὐτῇ.  Εἰ γὰρ  λόγος  περὶ  αὐτῆς  κινούμενος  οὕτω  ταπεινοῖ  καὶ  συστέλλει,  λογισμὸς διαπαντὸς   ἐνοικῶν   ταῖς   ψυχαῖς   οὐχὶ   παντὸς   πυρὸς  μᾶλλον   ἐκκαθαίρει   ψυχήν; Βασιλείας  μὴ  οὕτω  μνημονεύωμεν,   ὡς  γεέννης·  μᾶλλον  γὰρ  ὁ  φόβος  ἰσχύει  τῆς ἐπαγγελίας·  καὶ οἶδα ὅτι πολλοὶ  κατεφρόνησαν  ἂν μυρίων  ἀγαθῶν,  εἰ τῆς κολάσεως ἦσαν ἀπηλλαγμένοι· ὅπου γε καὶ νῦν ἐμοὶ ἀρκεῖ τὸ μὴ τιμωρηθῆναι,  τὸ μὴ κολασθῆναι. Οὐδεὶς τῶν γέενναν  ἐχόντων  πρὸ ὀφθαλμῶν,  εἰς γέενναν  ἐμπεσεῖται· οὐδεὶς τῶν καταφρονούντων  γεέννης   ἐκφεύξεται   γέενναν.   Καθάπερ  γὰρ  παρ'  ἡμῖν   οἱ   μὲν δεδοικότες τὰ δικαστήρια, οὐχ ἁλώσονται δικαστηρίοις, οἱ δὲ καταφρονοῦντες,  ἐκεῖνοι μάλιστά  εἰσιν  οἱ  περιπίπτοντες·   οὕτω  κἀκεῖ.  Εἰ  μὴ  ἔδεισαν  τὴν  καταστροφὴν   οἱ Νινευῖται, κατεστράφησαν ἄν· ἐπειδὴ δὲ ἔδεισαν, οὐ κατεστράφησαν. Εἰ ἔδεισαν ἐπὶ τοῦ Νῶε τὸν  κατακλυσμὸν,  οὐκ ἂν κατεκλύσθησαν·  καὶ οἱ Σοδομῖται εἰ ἔδεισαν, οὐκ ἂν κατεκαύθησαν. Μέγα κακὸν τὸ καταφρονεῖν  ἀπειλῆς· ὁ καταφρονῶν  ἀπειλῆς, ταχέως τῆς διὰ τῶν πραγμάτων  αἰσθήσεται πείρας. Οὐδὲν οὕτω χρήσιμον, ὡς τὸ περὶ γεέννης διαλέγεσθαι· ἀργύρου παντὸς καθαρωτέρας ἡμῖν ἐργάζεται τὰς ψυχάς. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος, ὅτι Τὰ κρίματά σου ἐνώπιόν  μού ἐστι διαπαντός. Καὶ ὁ Χριστὸς δὲ συνεχῶς περὶ αὐτῆς διαλέγεται. Εἰ γὰρ καὶ λυπεῖ τὸν ἀκροατὴν, ἀλλ' ὠφελεῖ τὰ μέγιστα. δʹ. Τοιαῦτα γὰρ τὰ ὠφελοῦντα  πάντα· καὶ μὴ θαυμάσῃς· καὶ γὰρ φάρμακα καὶ σιτία πρότερον  λυποῦντα  τὸν  ἀσθενοῦντα,  τότε τὴν  ὠφέλειαν  ἐπάγει.  Εἰ δὲ ῥημάτων  οὐκ ἀνεχόμεθα βαρύτητος, εὔδηλον, ὅτι τῆς διὰ τῶν πραγμάτων θλίψεως οὐκ ἀνεξόμεθα· εἰ τῶν περὶ γεέννης οὐδεὶς ἀνέχεται λόγων, εὔδηλον ὅτι, εἰ διωγμὸς κατέλαβε, πρὸς πῦρ, πρὸς σίδηρον οὐδεὶς ἂν ἔστη ποτέ. Γυμνάσωμεν τὴν ἀκοὴν ἡμῶν μὴ μαλακίζεσθαι· ἀπὸ τούτου γὰρ καὶ ἐπὶ τὰ πράγματα ἥξομεν. Ἂν ἐθισθῶμεν ἀκούειν φοβερὰ, ἐθισθησόμεθα καὶ ὑπομένειν  φοβερά· ἂν δὲ οὕτως ὦμεν διαλελυμένοι,  ὡς μηδὲ ῥήματα φέρειν, πότε πρὸς τὰ πράγματα  στησόμεθα; Ὁρᾷς πῶς καταφρονεῖ  τῶν ἐνταῦθα πάντων,  καὶ τῶν  ἐπαλλήλων κινδύνων  ὁ μακάριος Παῦλος; ∆ιὰ τί; Ὅτι μεμελετήκει  καὶ γεέννης καταφρονεῖν   ὑπὲρ  τῶν  τῷ  Θεῷ δοκούντων.  Ἐκεῖνος  οὐδὲ  τὴν  πεῖραν  τῆς  γεέννης ἡγεῖτό τι εἶναι διὰ τὸν τοῦ Χριστοῦ πόθον· ἡμεῖς ὑπὲρ τῶν ἡμῖν συμφερόντων οὐδὲ τῶν περὶ αὐτῆς  λόγων  ἀνεχόμεθα.  Νῦν μὲν οὖν  ὀλίγα  ἀκούσαντες  ἀπέρχεσθε· δέομαι δὲ ὑμῶν, εἴ τίς ἐστιν ἐν ὑμῖν ἀγάπη, διαπαντὸς τοὺς περὶ τούτων στρέφειν λόγους. Οὐδὲν βλάψαι  δυνήσονται,  κἂν  μὴ ὠφελήσωσι·  πάντως  δὲ καὶ  ὠφελήσουσι·  πρὸς γὰρ τὰς διαλέξεις  καὶ ἡ ψυχὴ ποιοῦται.  Φθείρουσι, φησὶν, ἤθη χρηστὰ ὁμιλίαι  κακαί. Οὐκοῦν ὠφελοῦσιν  ὁμιλίαι  ἀγαθαί· οὐκοῦν  καὶ σωφρονίζουσιν  ὁμιλίαι  φοβεραί. Ὥσπερ γὰρ κηρός τίς ἐστιν ἡ ψυχή· ἂν μὲν γὰρ ψυχρὰς  ἐπαγάγῃς  ὁμιλίας,  ἐπώρωσας αὐτὴν  καὶ ἐσκλήρυνας· ἂν δὲ πεπυρωμένας, ἐμάλαξας· μαλάξας δὲ, τυποῖς πρὸς ὅπερ ἂν θέλῃς, καὶ τὴν εἰκόνα τὴν βασιλικὴν ἐγχαράττεις. Ἀποφράττωμεν τοίνυν ἡμῶν τὰς ἀκοὰς πρὸς τὰς ὁμιλίας  τὰς εἰκῆ· οὐκ ἔστι μικρὸν  τὸ κακόν· ἀπὸ τούτου  γίνεται  πάντα  τὰ κακά. Εἰ μεμελετήκει  ἡμῶν  ἡ διάνοια  προσέχειν  θείοις  λόγοις,  οὐκ ἂν προσέσχεν ἑτέροις· οὐ προσέχουσα δὲ ἑτέροις, οὐκ ἂν οὐδὲ τὰ πράγματα μετῆλθε τὰ πονηρά. Ὁδὸς γὰρ ἐπὶ τὰ ἔργα  λόγος   ἐστί·  πρῶτον   ἐννοοῦμεν,   εἶτα  φθεγγόμεθα,   εἶτα  πράττομεν.   Πολλοὶ πολλάκις καὶ σωφρονοῦντες, ἀπὸ ῥημάτων αἰσχρῶν ἐπὶ πράξεις ἦλθον αἰσχράς. Οὐ γάρ ἐστιν ἡμῶν ἡ ψυχὴ οὔτε ἀγαθὴ φύσει οὔτε κακὴ, ἀλλὰ προαιρέσει καὶ τοῦτο κἀκεῖνο γίνεται.  Ὥσπερ οὖν  τὸ  ἱστίον,  ὅπουπερ  ἂν  πνεύσῃ  ὁ ἄνεμος,  μεταφέρει  τὸ  πλοῖον· μᾶλλον  δὲ ὥσπερ ὁ οἴαξ μεταφέρει  τὸ πλοῖον,  ἂν ἐξ οὐρίων  ὁ ἄνεμος ᾖ· οὕτω καὶ ὁ λογισμὸς,  ἂν  ἐξ οὐρίων  τὰ  ῥήματα  φέρηται  τὰ  καλὰ,  πλεύσεται  ἀκινδύνως·  ἂν  δὲ ἐναντία,   πολλάκις   καὶ  καταδύσει  τὸν  λογισμόν.  Ὅπερ  γάρ  ἐστι  τοῖς  πλοίοις   τὰ πνεύματα,   τοῦτο  ταῖς  ψυχαῖς   οἱ  λόγοι·  ὅπουπερ  ἂν  θέλῃς,  μετάγεις   αὐτὴν   καὶ μετατρέπεις. ∆ιὰ τοῦτο παραινῶν  τίς φησι· Πᾶσα διήγησίς σου ἔστω ἐν νόμῳ Ὑψίστου.
∆ιὸ  παρακαλῶ,  ἀπὸ  τῆς  τίτθης  τὰ  παιδία  λαμβάνοντες,   μὴ  μύθοις  γραϊκοῖς  αὐτὰ ἐθίζωμεν,   ἀλλ'   ἐκ   πρώτης   ἡλικίας   μανθανέτω,   ὅτι   κρίσις   ἐστίν·   ὅτι   κόλασις, ἐμπηγνύσθω  αὐτῶν  τῇ διανοίᾳ· οὗτος ὁ φόβος συῤῥιζωθεὶς, μεγάλα ἐργάζεται ἀγαθά. Ψυχὴ γὰρ μαθοῦσα ἐκ πρώτης  ἡλικίας  τῇ προσδοκίᾳ ταύτῃ  κατασείεσθαι, οὐ ταχέως ἀποσείσεται τοῦτο τὸ δέος· ἀλλ' ὥσπερ τις ἵππος εὐήνιος, ἐπικαθήμενον  ἔχουσα τὸν τῆς γεέννης λογισμὸν, εὔτακτα βαδίζουσα, καὶ φθέγξεται καὶ ἐρεῖ χρήσιμα· καὶ οὔτε νεότης, οὔτε πλοῦτος, οὔτε ὀρφανία, οὔτε ἄλλο οὐδὲν αὐτὴν βλάψαι δυνήσεται, οὕτω στεῤῥὸν ἔχουσα τὸν λογισμὸν, καὶ πρὸς πάντα ἀντέχειν δυνάμενον. Τούτοις τοῖς λόγοις καὶ ἡμᾶς αὑτοὺς ῥυθμίζωμεν,  καὶ γυναῖκας  καὶ δούλους καὶ τέκνα καὶ φίλους,  εἰ δυνατὸν,  καὶ ἐχθρούς.  ∆υνάμεθα   γὰρ  μετὰ  τούτων   τῶν   λόγων   τὰ  πολλὰ   τῶν   ἁμαρτημάτων ὑποτεμέσθαι, καὶ βέλτιον ἐν λυπηροῖς ἐνδιατρίβειν, ἢ χρηστοῖς· καὶ δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ μοι, ἂν ἔλθῃς εἰς οἰκίαν, ἔνθα γάμοι ἐπιτελοῦνται,  πρὸς μὲν ὥραν ἥσθης τῇ θέᾳ, ὕστερον δὲ ἀπελθὼν  τήκεις σαυτὸν τῇ λύπῃ, ὅτι οὐκ ἔχεις τοσαῦτα. Ἂν δὲ εἰς οἰκίαν πενθούντων εἰσέλθῃς, κἂν σφόδρα πλουτοῦντες  ὦσιν, ἀπελθὼν  ἀναπαύσῃ μᾶλλον· οὐ  γὰρ δὴ φθόνον ἐδέξω ἐκεῖθεν, ἀλλὰ παράκλησιν καὶ παραμυθίαν ἐπὶ τῇ σῇ πενίᾳ. Εἶδες διὰ τῶν  πραγμάτων,  ὡς οὐδὲν  ὁ πλοῦτος  ἀγαθὸν,  οὐδὲν  ἡ πενία  κακὸν,  ἀλλ' ἀδιάφορά ἐστι πράγματα. Οὕτω καὶ νῦν ἂν περὶ τρυφῆς διαλέγῃ, μᾶλλον  κόπτεις τὴν ψυχὴν οὐκ ἔχουσαν ἴσως τρυφᾷν· ὅταν δὲ κατὰ τρυφῆς, καὶ τοὺς τῆς γεέννης  ἐμβάλῃς ἐν μέσῳ λόγους, εὐφραίνει  σε τὸ πρᾶγμα, καὶ πολλὴν  τέξεται τὴν ἡδονήν.  Ὅταν γὰρ ἐννοήσῃς,  ὅτι  ἡ  τρυφὴ   οὐδὲν  ἡμῖν  πρὸς  τὸ  πῦρ  ἐκεῖνο  δυνήσεται   ἀμῦναι,  οὐκ ἐπιζητήσεις αὐτήν· ἂν δὲ λογίσῃ, ὅτι καὶ μᾶλλον  αὐτὸ ἀνάπτειν  εἴωθεν, οὐ μόνον οὐκ ἐπιζητήσεις,  ἀλλὰ  καὶ  ἀποστραφήσῃ  καὶ  ἀποκρούσῃ.  Μὴ  δὴ  φεύγωμεν   τοὺς  περὶ γεέννης  λόγους, ἵνα φύγωμεν  τὴν γέενναν·  μὴ φεύγωμεν  τὴν τῆς κολάσεως μνήμην, ἵνα  μὴ κολασθῶμεν.  Εἰ ὁ πλούσιος  ἐκεῖνος  τὸ πῦρ ἐνενόει  ἐκεῖνο,  οὐκ ἂν ἥμαρτεν· ἐπειδὴ  δὲ οὐδέποτε  αὐτοῦ  ἐμνήσθη, διὰ τοῦτο  αὐτῷ  περιέπεσεν.  Εἰπέ μοι, ἄνθρωπε, μέλλων  παρίστασθαι τῷ βήματι τοῦ Χριστοῦ πάντα μᾶλλον φθέγγῃ, ἢ περὶ τούτου; Καὶ πρᾶγμα μὲν ἔχων πρὸς δικαστὴν, μέχρι ῥημάτων πολλάκις,  οὐ νύκτα, οὐχ ἡμέραν, οὐ καιρὸν, οὐχ ὥραν ἄλλο τι φθέγγῃ, ἀλλὰ διαπαντὸς περὶ ἐκείνου τοῦ πράγματος· μέλλων δὲ ὑπὲρ πάσης τῆς ζωῆς  σου λόγον διδόναι, καὶ εὐθύνας ὑποσχεῖν, οὐδὲ ἄλλων σε ἀναμιμνησκόντων  ὑπὲρ τῆς  δίκης  ἀνέχῃ;  Τοιγαροῦν  διὰ  τοῦτο  πάντα  ἀπόλωλε  καὶ διέφθαρται,  ὅτι  βήματι  μὲν  ἀνθρωπίνῳ   παραστήσεσθαι μέλλοντες  περὶ  πραγμάτων βιωτικῶν, πάντα κινοῦμεν, πάντας ἀξιοῦμεν, διηνεκῶς περὶ τούτου μεριμνῶμεν, πάντα ὑπὲρ τούτου  πράττομεν,  εἰς δὲ τὸ βῆμα τοῦ Χριστοῦ μέλλοντες  ἥκειν  μετ' οὐ πολὺ, οὐδὲν οὔτε δι' ἑαυτῶν, οὔτε δι' ἄλλων πράττομεν, οὐκ ἀξιοῦμεν τὸν δικαστήν. Καίτοι γε πολλὴν ἡμῖν ἐκεῖνος δίδωσι προθεσμίαν, καὶ οὐκ ἀναρπάζει ἡμᾶς ἐν τοῖς μέσοις ἁμαρτήμασιν,   ἀλλ'   ἀφίησιν   ἀποδύσασθαι,   καὶ   οὐδὲν   τῶν   εἰς   αὐτὸν   ἡκόντων παραλιμπάνει  ἡ ἀγαθότης  ἐκείνη  καὶ ἡ φιλανθρωπία. Ἀλλ'  οὐδὲν γίνεται  πλέον· διὰ τοῦτο   μείζων   ἡ  τιμωρία.   Ἀλλὰ  μὴ  γένοιτο   γενέσθαι.   ∆ιὸ,  παρακαλῶ,   κἂν  νῦν ἀνανήψωμεν,  ἔχωμεν τὴν γέενναν  πρὸ ὀφθαλμῶν,  ἐννοῶμεν  τὰς εὐθύνας ἐκείνας τὰς ἀπαραιτήτους·  ἵνα  ταῦτα  λογιζόμενοι,   καὶ  τὴν  κακίαν  φύγωμεν,   καὶ  τὴν  ἀρετὴν αἱρώμεθα, καὶ δυνηθῶμεν  ἐπιτυχεῖν  τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ φιλανθρωπίᾳ.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |