ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Μςʹ Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον

Σάββατο 22 Οκτωβρίου 2016

Μςʹ Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον




Ιωάννης Χρυσόστομος
Είς Πράξεις Αποστόλων
Τόμος 60



Μςʹ Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκα στον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ.

αʹ. Οὗτος ὁ ἀδελφὸς ἦν τοῦ Κυρίου καὶ ἐπίσκοπος τῶν Ἱεροσολύμων, ἀνὴρ μέγας καὶ θαυμαστός. Πρὸς τοῦτον εἰσέρχεται Παῦλος, ὥσπερ καὶ πρὸ τούτου καὶ πρὸς αὐτὸν πέμπεται· καὶ ὅπως ἄκουε. Τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, φησὶν, εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον. Ὅρα τὸ ἄτυφον. Πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι· καὶ ἀσπασάμενος αὐτοὺς, ἐξηγεῖτο καθ' ἓν ἕκαστον ὧν ἐποίησεν ὁ Θεὸς ἐν τοῖς ἔθνεσι διὰ τῆς διακονίας αὐτοῦ. Πάλιν αὐτοῖς τὰ τῶν ἐθνῶν  διηγεῖται, οὐ κενοδοξῶν, μὴ γένοιτο, ἀλλὰ τοῦ Θεοῦ θέλων τὴν φιλανθρωπίαν  ἐνδείξασθαι, καὶ πολλῆς αὐτοὺς ἐμπλῆσαι χαρᾶς. Ὅρα γοῦν πῶς ἀκούσαντες καὶ ἐδόξαζον τὸν Θεόν.


Οὐκ ἐκεῖνον ἐπῄρουν οὐδὲ ἐθαύμαζον· ἀλλὰ Τὸν Θεὸν ἐδόξαζον· οὕτω γὰρ διηγήσατο ὡς ἀνατιθέμενος αὐτῷ. Οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν Θεὸν, εἰπόντες αὐτῷ· Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν πεπιστευκότων· καὶ πάντες ζηλωταὶ τοῦ νόμου  ὑπάρχουσι.  Κατηχήθησαν  δὲ  περὶ  σοῦ,  ὅτι  ἀποστασίαν  διδάσκεις  ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων  μὴ περιτέμνειν  αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Ὅρα καὶ αὐτοὶ μεθ' ὅσης ὑποστολῆς φασιν. Οὐχ ὡς ἐπίσκοπος αὐθεντικῶς  διαλέγεται,  ἀλλ' αὐτὸν  παραλαμβάνουσι κοινωνὸν  τῆς γνώμης·   ὥσπερ  ἂν   εἰ  εὐθέως   καὶ   ἀπὸ  προοιμίων   ἀπολογούμενοι,   ὅτι   Οὐκ ἐβουλόμεθα. Ὁρᾷς τοῦ πράγματος τὴν ἀνάγκην, Θεωρεῖς πόσαι, φησὶ, μυριάδες εἰσὶν Ἰουδαίων  τῶν πεπιστευκότων; Καὶ οὐκ εἶπον, Πόσας μυριάδας κατηχήσαμεν, ἀλλ' Εἰσί. Καὶ οὗτοι, φησὶ, πάντες  ζηλωταὶ  τοῦ νόμου  ὑπάρχουσι. ∆ύο αἰτίαι,  καὶ τὸ πλῆθος, καὶ ἡ γνώμη. Οὔτε γὰρ εἰ ὀλίγοι ἦσαν, καταφρονῆσαι ἐχρῆν, οὔτε εἰ πολλοὶ, καὶ μὴ πάντες τοῦ νόμου ἀντείχοντο,  περὶ πολλοῦ ποιεῖσθαι. Εἶτα καὶ τρίτη αἰτία· Καὶ αὐτοὶ  πάντες  κατηχήθησαν,  φησὶ,  περὶ  σοῦ, ὅτι  ἀποστασίαν  διδάσκεις  ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων  μὴ περιτέμνειν  αὐτοὺς τὰ τέκνα,  μηδὲ  τοῖς  ἔθεσι  περιπατεῖν.  Οὐκ εἶπον,  Ἤκουσαν· ἀλλὰ,  Κατηχήθησαν, τουτέστιν,  ἐδιδάχθησαν  καὶ ἐπίστευσαν, ὅτι ἀποστασίαν ἀπὸ Μωϋσέως διδάσκεις, λέγων  μὴ περιτέμνειν  αὐτοὺς τὰ τέκνα, μηδὲ τοῖς ἔθεσι περιπατεῖν. Τοῦτο εἰπὼν, ἐπήγαγε· Τί οὖν ἐστι; Πάντως δεῖ πλῆθος συνελθεῖν· ἀκούσονται γὰρ, ὅτι ἐλήλυθας. Τοῦτο οὖν  ποίησον ὅ σοι λέγομεν.  Ὡς συμβουλεύοντες  ταῦτα  λέγουσιν,  οὐχ ὡς ἐπιτάττοντες.  Εἰσὶν ἡμῖν  ἄνδρες  τέσσαρες, εὐχὴν  ἔχοντες  ἐφ'  ἑαυτῶν.  Τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ δαπάνησον ἐπ' αὐτοῖς, ἵνα ξυρήσωνται τὴν κεφαλὴν, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς  φυλάσσων  τὸν  νόμον.  Ἔργῳ τὴν  ἀπολογίαν  ποιῆσαι αὐτῷ συμβουλεύουσιν, οὐ λόγῳ. Ἵνα ξυρήσωνται, φησὶ, καὶ γνῶσι πάντες, ὅτι ὧν κατήχηνται περὶ σοῦ, οὐδέν ἐστιν. Οὐκ εἶπον, ὅτι ∆ιδάσκεις, ἀλλὰ Κατήχηνται, πάλιν τὸ ἐδιδάχθησαν διὰ  τούτου δηλῶν, καὶ ὅτι Στοιχεῖς, τουτέστιν, ἐκ περιουσίας καὶ αὐτὸς φυλάττεις.  Οὐ γὰρ δὴ τοῦτο μόνον ἦν τὸ σπουδαζόμενον, εἰ μὴ ἑτέρους διδάσκει, ἀλλ' ὅτι καὶ αὐτὸς τηρεῖ. Τί οὖν, ἂν τὰ ἔθνη μάθωσιν, οὐ σκανδαλισθήσονται, φησί; Πῶς; ὅπου καὶ ἡμεῖς οἱ τῶν Ἰουδαίων  διδάσκαλοι ἐπέμψαμεν  πρὸς αὐτούς. Περὶ δὲ τῶν  πεπιστευκότων  ἐθνῶν  ἡμεῖς ἐπεστείλαμεν, κρίναντες μηδὲν τοιοῦτον τηρεῖν αὐτοὺς, εἰ μὴ φυλάσσεσθαι αὐτοὺς τὸ εἰδωλόθυτον καὶ τὸ αἷμα καὶ τὸ πνικτὸν  καὶ πορνείαν. Ἐνταῦθα ἐντρεπτικῶς. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ὥσπερ ἡμεῖς ἐκείνοις ἐπετάξαμεν, καίτοι γε Ἰουδαίοις κηρύττοντες, οὕτω καὶ σὺ, καίτοι ἔθνεσι κηρύττων, σύμπραξον ἡμῖν. Ὅρα τὸν Παῦλον· οὐ λέγει, Καὶ μὴν δύναμαι Τιμόθεον παραγαγεῖν, ὃν περιέτεμον· καὶ μὴν δύναμαι πεῖσαι τῷ λόγῳ· ἀλλ' ἐπείσθη αὐτοῖς, καὶ πάντα ἐποίησε· καὶ γὰρ οὕτω συνέφερεν. Οὐ γὰρ ἦν ἴσον εἰς ἀπολογίαν  καταστῆναι, καὶ οὐδενὸς εἰδότος ποιῆσαι ταῦτα. Ἀνύποπτον  ἦν τὸ καὶ δαπανᾶσθαι. Τότε παραλαβὼν  ὁ Παῦλος τοὺς ἄνδρας, καὶ τῇ ἐχομένῃ  ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερὸν, διαγγέλλων  τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ, ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. ∆ιαγγέλλων, τουτέστι, καταγγέλλων  ὥστε αὐτὸς ἦν ὁ δῆλον ἑαυτὸν ποιῶν. Ὡς δὲ ἔμελλον  αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι.


βʹ. Ὅρα πῶς μάλιστα δὴ αὐτοῖς ἐγχρονίζει. Οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι,  θεασάμενοι αὐτὸν  ἐν  τῷ  ἱερῷ, συνέχεον  πάντα  τὸν  ὄχλον,  καὶ ἐπέβαλον  ἐπ' αὐτὸν  τὰς  χεῖρας,  κράζοντες· Ἄνδρες  Ἰσραηλῖται,  βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος  ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας πανταχοῦ διδάσκων· ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν, καὶ κεκοίνωκε τὸν ἅγιον τόπον τοῦτον. Ὅρα τὸ ἦθος αὐτῶν πανταχοῦ ταραχῶδες, καὶ ἁπλῶς βοώντων ἐν τῷ μέσῳ. Ἦσαν γὰρ ἑωρακότες Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. Ἐκινήθη τε ἡ πόλις ὅλη, καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ· καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ· καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε, φησίν. Οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου. Ἃ μάλιστα αὐτοὺς ἐθορύβει ὁ ναὸς καὶ ὁ νόμος, ταῦτα προφέρουσι ἐκεῖνοι. Καὶ οὐδὲν ἐνεκάλεσε τοῖς ἀποστόλοις ὁ Παῦλος παθὼν  καίτοι  τοσαῦτα, ὅτι αὐτοὶ αἴτιοι  τούτων  γεγόνασιν αὐτῷ·  οὕτως  ἦν  μεγαλόψυχος.  Καὶ εἷλκον  αὐτὸν,  φησὶν,  ἔξω  τοῦ  ἱεροῦ·  καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐβούλοντο γὰρ αὐτὸν ἀνελεῖν καὶ διὰ τοῦτο ἔξω εἷλκον, ὥστε μετὰ πλείονος ἀδείας τοῦτο ποιῆσαι. Ζητούντων δὲ αὐτὸν ἀποκτεῖναι, ἀνέβη φάσις τῷ χιλιάρχῳ  τῆς σπείρας, ὅτι ὅλη συγκέχυται Ἱερουσαλήμ· ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχους, κατέδραμεν ἐπ' αὐτούς. Οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας, ἐπαύσαντο τύπτοντες  τὸν Παῦλον. Τότε ἐγγίσας ὁ χιλίαρχος, ἐπελάβετο αὐτοῦ, καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί· καὶ ἐπυνθάνετο, τίς ἂν εἴη καὶ τί ἐστι πεποιηκώς.  Ἄλλοι  δὲ ἄλλα ἐβόων ἐν τῷ ὄχλῳ.  Καὶ τίνος  ἕνεκεν  μέλλων αὐτὸν ἐξετάζειν, ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί; Παραμυθούμενος τὸν θυμὸν τοῦ δήμου. Μὴ δυνάμενος  δὲ γνῶναι  τὸ ἀσφαλὲς διὰ τὸν θόρυ  βον, ἐκέλευσε ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. Ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμοὺς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου· ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ κράζον, Αἶρε αὐτόν. Τί ἐστιν, Αἶρε αὐτόν; Ἔθος ἦν Ἰουδαίοις καθ' ὧν  ἂν  ἀπεφαίνοντο   τοῦτο  λέγειν,  ὡς  καὶ  ἐπὶ  τοῦ  Χριστοῦ τὸ  αὐτὸ  φαίνονται ποιοῦντες  καὶ λέγοντες, Ἆρον αὐτόν· τουτέστιν, Ἐκ τῶν  ζώντων  ποίησον ἀφανῆ. Τινὲς δὲ, ὃ παρ' ἡμῖν λέγουσι κατὰ τὴν Ῥωμαϊκὴν συνήθειαν, Ἐν τοῖς σίγνοις αὐτὸν ἔμβαλε, τοῦτο εἶναι τὸ, Αἶρε αὐτόν. Μέλλων δὲ εἰς τὴν παρεμβολὴν εἰσάγεσθαι ὁ Παῦλος, λέγει τῷ χιλιάρχῳ·  Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; Ἐπὶ τοὺς ἀναβαθμοὺς φερόμενος, ἀξιοῖ πρὸς τὸν χιλίαρχον  εἰπεῖν τι. Καὶ ὅρα πῶς ἐπιεικῶς· Εἰ ἔξεστί μοι εἰπεῖν τι πρὸς σέ; φησίν. Ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; Οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος, ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας, καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους  ἄνδρας τῶν  σικαρίων; Οὗτος ὁ Αἰγύπτιος ἄνθρωπός  τις νεωτεροποιὸς γέγονε καὶ στασιαστής. Πρὸς δὴ τοῦτο ἀπολογεῖται ὁ Παῦλος, καὶ δι' ὧν εἶπεν ἀπάγει τῆς ὑποψίας αὐτόν. Ἴδωμεν δὲ ἄνωθεν τὰ ἀνεγνωσμένα. Εἰσὶν ἡμῖν ἄνδρες, φησὶ, τέσσαρες εὐχὴν ἔχοντες ἐφ' ἑαυτῶν· τούτους παραλαβὼν, ἁγνίσθητι σὺν αὐτοῖς. Πρὸς δὴ τοῦτο οὐκ ἀντιπίπτει ὁ Παῦλος, ἀλλὰ πείθεται. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως ἔδει τοῦτο ποιεῖν (διὸ καὶ πείθουσιν αὐτόν), ἀλλ' ὅτι οἰκονομία τὸ πρᾶγμα καὶ συγκατάβασις ἦν. Οὐκ ἄρα ἐγκοπὴ τοῦ κηρύγματος τοῦτο ἦν, ὅπου γε καὶ αὐτοὶ ἐνομοθέτουν ἐκείνοις τὰ τοιαῦτα. Τοῦτο τοίνυν οἰκονομῶν καὶ αὐτὸς Πέτρῳ ἐγκαλεῖ  ὕστερον· καὶ οὐχ ἁπλῶς  αὐτὸ ποιεῖ. Ὅπερ γὰρ ἐνταῦθα  ἐποίησεν αὐτὸς, τοῦτο Πέτρος ἐκεῖ σιγῶν καὶ ἱστῶν αὐτοῦ τὸ δόγμα. Καὶ οὐκ εἶπον, ὅτι Οὐ χρὴ τοὺς κατὰ τὰ ἔθνη  διδάσκειν, οὐδὲ Ἀρκεῖ τὸ μὴ κηρῦξαι ἐκεῖ· ἀλλὰ  δεῖ καὶ πλεῖόν  τι ποιῆσαι, ἵνα πεισθῶσιν ἐκεῖνοι, ὅτι φυλάττεις  τὸν νόμον. Συγκατάβασις τὸ πρᾶγμά ἐστι, μηδὲν φοβηθῇς. Καὶ ὅρα, οὐ πρότερον πείθουσιν αὐτὸν, ἕως τοῦ εἰπεῖν  τὴν οἰκονομίαν πρῶτον καὶ τὸ κέρδος. Καὶ τὸ ἐν Ἱεροσολύμοις δὲ τοῦτο ποιεῖν, φορητόν. Ποίησον τοίνυν  τοῦτο ἐνταῦθα, ἵνα ἐξῇ σοι ἔξω ποιεῖν  ἐκεῖνο. Τότε παραλαβὼν, φησὶν, ὁ Παῦλος τοὺς ἄνδρας τῇ ἐχομένη ἡμέρᾳ. Οὐκ ἀνεβάλετο, ἀλλ' ἔργῳ δεικνὺς τὴν πειθὼ, παραλαμβάνει μεθ' ὧν ἔμελλεν  ἁγνίζεσθαι. Τοιοῦτόν τί ἐστι θερμὸν ἡ οἰκονομία. Καὶ πῶς, φησὶν, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι εἶδον αὐτὸν ἐν τῷ ἱερῷ; Εἰκὸς ἦν αὐτοὺς ἡμέρας τινὰς ἐκεῖ διατρίβειν. Ὅρα δὲ πῶς καὶ οἰκονομία τὸ γενόμενον ἦν· μετὰ γὰρ τὸ πεισθῆναι τοὺς Ἰουδαίους, τότε ἐπιτίθενται· εἰκότως, ἵνα μὴ κἀκεῖνοι συνεπιθῶνται. Βοηθεῖτε, φησὶν, ἄνδρες Ἰσραηλῖται. Ὥς τινος δυσθηράτου καὶ δυσχειρώτου ταῖς ἐκείνων  ἐμπεσόντος χερσὶ, Βοηθεῖτε, λέγουσι. Πάντας πανταχοῦ οὗτός ἐστιν ὁ διδάσκων. Οὐκ ἐνταῦθα  μόνον, φησὶν, ἀλλὰ Πανταχοῦ. εἶτα καὶ ἡ κατηγορία  μείζων  ἀπὸ τῶν  παρόντων.  Ἔτι δὲ, φησὶ, καὶ κεκοινώνηκε  τὸ ἱερὸν, ἄνδρας  Ἕλληνας  εἰσαγαγών.  Καὶ μὴν  καὶ  ἐπὶ  τοῦ  Χριστοῦ ἀνέβησαν προσκυνήσοντες· ἀλλὰ  τοὺς  οὐκ  ἂν  ἑλομένους  προσκυνῆσαι οὗτοι  λέγουσι. Καὶ ἐπιλαβόμενοι τοῦ Παύλου, φησὶν, εἷλκον αὐτὸν ἔξω. Σκόπει· ἀπὸ τοῦ ἱεροῦ ἐκβάλλουσιν αὐτόν· οὐκέτι γὰρ νόμων ἐδέοντο οὐδὲ δικαστηρίων· διὸ καὶ ἔτυπτον αὐτόν· οὕτω διὰ πάντων  φαίνονται  θρασεῖς ὄντες καὶ ἰταμοί. Ὁ δὲ τότε μὲν οὐκ ἀπελογήσατο, ὕστερον δέ·  εἰκότως· τότε γὰρ οὐδ' ἂν ἤκουσαν. Καὶ τί δήποτε ἔκραζον,  Αἶρε αὐτόν;  Ἐφοβοῦντο,  μὴ  διαφύγῃ.  Ἀλλ'  ὅρα μεθ'  ὅσης ὑποστολῆς διαλέγεται  ὁ Παῦλος τῷ χιλιάρχῳ.  Τί γάρ φησιν; Εἰ ἔξεστί μοι εἰπεῖν  τι πρὸς σέ; Τοσοῦτον ἦν ταπεινὸς, ὅτι καὶ μετριάζειν ᾔδει πανταχοῦ. Οὐκ ἄρα σὺ εἶ, φησὶν, ὁ Αἰγύπτιος;


 γʹ. Ὅρα κακουργίαν διαβόλου. Ἀπατεὼν ἦν ἐκεῖνος καὶ γόης ὁ Αἰγύπτιος, καὶ   προσεδόκησε  συσκιάζειν  διὰ   τούτου   καὶ   κοινωνοὺς   ποιεῖν   τῶν   ἐκείνῳ προσηκόντων  ἐγκλημάτων   καὶ  τὸν  Χριστὸν καὶ  τοὺς  ἀποστόλους·  ἀλλ'  οὐδὲν ἴσχυσεν, ἀλλ'  ὅμως ἔτι λαμπροτέρα γέγονεν  ἡ ἀλήθεια, οὐδὲν παραβλαβεῖσα τοῖς τοῦ διαβόλου μηχανήμασιν, ἀλλὰ καὶ μᾶλλον λάμψασα. Εἰ μὲν γὰρ μὴ ἦσαν γόητες, εἶτα οὗτοι ἐκράτουν, τάχα ἄν τις ἐπελάβετο· ὅτε δὲ καὶ ἐκεῖνοι ἐφάνησαν, οὗτοι κρατοῦσι, τοῦτό ἐστι τὸ θαυμαστόν. ∆ιὸ καὶ φανῆναι  οὐ κωλύονται,  ἵνα καὶ οὕτω μᾶλλον  λάμψωσιν·  ὥσπερ  οὗτος  καὶ  ἀλλαχοῦ  λέγει·  Ἵνα  οἱ  δόκιμοι  φανεροὶ γένωνται.  Τοιοῦτό τι ἦν, ὃ καὶ Γαμαλιῆλος ἔλεγεν,  ὅτι Πρὸ τούτων  τῶν  ἡμερῶν ἀνέστη Θευδᾶς. Τοὺς δὲ σικαρίους, οἱ μὲν γένος τι λῃστῶν φασιν αὐτοὺς εἶναι, οὕτω καλουμένους ἀφ' ὧν ἐπεφέροντο ξιφῶν, σικῶν λεγομένων παρὰ Ῥωμαίοις· οἱ δὲ τῆς μιᾶς αἱρέσεως τῆς παρ' Ἑβραίοις. Τρεῖς γάρ εἰσι παρ' αὐτοῖς  αἱρέσεις αἱ γενικαὶ, Φαρισαῖοι, Σαδδουκαῖοι, καὶ Ἐσσηνοὶ, οἱ καὶ Ὅσιοι λέγονται  (τοῦτο γάρ ἐστι τὸ Ἐσσηνοὶ ὄνομα)  διὰ  τὸ τοῦ  βίου σεμνόν· οἱ αὐτοὶ  δὲ καὶ  Σικάριοι διὰ  τὸ εἶναι ζηλωταί.  Μὴ τοίνυν  ἀλγῶμεν,  ὅτι αἱρέσεις εἰσὶν, ὅπου καὶ ψευδόχριστοι καὶ τῷ Χριστῷ ἐπιθέσθαι ἠθέλησαν καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο, ὥστε συσκιάσαι. Ἀλλ' ἡ ἀλήθεια λάμπει καὶ διάδηλός ἐστι πανταχοῦ. Τοῦτο καὶ ἐπὶ τῶν προφητῶν γέγονε· γεγόνασι ψευδοπροφῆται, καὶ ἀπὸ συγκρίσεως μᾶλλον ἔλαμψαν. Καὶ γὰρ ἡ νόσος τὴν ὑγείαν φανερὰν δείκνυσι, καὶ τὸ σκότος τὸ φῶς, καὶ τὴν γαλήνην ὁ χειμών. Οὐκ ἔνι  εἰπεῖν  τοὺς Ἕλληνας, ὅτι πλάνοι  καὶ γόητες  ἦσαν· ἐκεῖνοι  γὰρ ἠλέγχθησαν. Τοῦτο καὶ ἐπὶ Μωϋσέως γέγονε· συνεχώρησεν ὁ Θεὸς τοὺς μάγους, ἵνα μὴ μάγος ὑποληφθῇ  Μωϋσῆς· εἴασεν αὐτοὺς διδάξαι πάντας  μέχρι πόσου μαγεία φαντάσαι δύναται· περαιτέρω δὲ οὐκ ἠπάτησαν, ἀλλ'  αὐτοὶ τὴν ἧτταν  ὡμολόγησαν. Οὐδὲν ἡμᾶς βλάπτουσιν οἱ ἐπιθέται· μᾶλλον δὲ καὶ ποιοῦσι βελτίους, ἄν τις θέλῃ προσέχειν τὸν νοῦν. Τί οὖν, φησὶν, ὅταν κοινωνῶμεν  αὐτοῖς τῆς δόξης; Οὐ παρ' ἡμᾶς, ἀλλὰ παρὰ τοὺς οὐκ ἔχοντας κρίσιν. Μὴ σφόδρα μελέτω τῆς δόξης ἡμῖν τῆς τῶν πολλῶν, μηδὲ πέρα τοῦ δέοντος αὐτῆς φροντίζωμεν. Θεῷ ζῶμεν, οὐκ ἀνθρώποις· ἐν οὐρανῷ πολιτευόμεθα, οὐκ ἐπὶ τῆς γῆς· ἐκεῖ τὰ βραβεῖα καὶ τὰ ἔπαθλα κεῖται τῶν ἡμετέρων πόνων·   ἐκεῖθεν  προσδοκῶμεν  τοὺς  ἐπαίνους,  ἐκεῖθεν  τοὺς  στεφάνους.  Μέχρι τοσούτου φροντίζωμεν  τῶν ἀνθρώπων,  μέχρι τοῦ μὴ διδόναι καὶ παρέχειν αὐτοῖς λαβήν. Ἂν δὲ ἡμῶν μὴ παρεχόντων  ἐκεῖνοι θέλωσιν ἁπλῶς καὶ εἰκῇ κατηγορεῖν, γελῶμεν, μὴ δακρύωμεν. Σὺ προνόει καλὰ ἐνώπιον  Κυρίου καὶ ἀνθρώπων· ἂν σοῦ προνοοῦντος καλὰ ἐκεῖνος σκώπτῃ, μηκέτι φρόντιζε. Ἔχεις τὰ ὑποδείγματα ἐν ταῖς Γραφαῖς. Ἄρτι  γὰρ ἀνθρώπους  πείθω,  ἢ τὸν  Θεόν; φησί· καὶ πάλιν,  Ἀνθρώπους πείθομεν, Θεῷ δὲ πεφανερώμεθα.  Καὶ ὁ Χριστὸς οὕτως ἐπὶ τῶν σκανδαλιζομένων ἔλεγεν· Ἄφες αὐτοὺς, ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν· καὶ πάλιν, Οὐαὶ ὑμῖν, ὅταν  καλῶς ὑμᾶς εἴπωσιν πάντες οἱ ἄνθρωποι· καὶ πάλιν· Λαμψάτω τὰ ἔργα ὑμῶν, ὅπως ἴδωσιν οἱ ἄνθρωποι, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν  τὸν ἐν τοῖς οὐρανοῖς. Εἰ δὲ ἀλλαχοῦ  λέγει· Ὃς ἐὰν σκανδαλίσῃ ἕνα τῶν  μικρῶν τούτων,  συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς  θαλάσσης·  μὴ  θαυμάσῃς·  οὐ  γάρ  ἐστι  ταῦτα  ἐναντία,   ἀλλὰ  καὶ  σφόδρα συνᾴδοντα. Ὅταν μὲν γὰρ παρ' ἡμᾶς γένηται,  οὐαὶ ἡμῖν· ὅταν  δὲ μὴ παρ' ἡμᾶς, οὐκέτι. Καὶ πάλιν· Οὐαὶ ὑμῖν, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται. Τί οὖν, ἂν ἐγὼ  μὲν  ποιῶ  τι τῶν  δεόντων,  ἕτερος δὲ βλασφημῇ; Οὐδὲν πρὸς σὲ, ἀλλὰ  πρὸς ἐκεῖνον· δι' ἐκείνου  γὰρ ἐβλασφημήθη. Καὶ πῶς ἔνι  πρᾶξαί τι τῶν  δεόντων,  καὶ δοῦναι τοῖς ἄλλοις λαβήν; Πόθεν βούλεσθε, ἀπὸ τῶν νῦν ὄντων, ἢ ἀπὸ τῶν παλαιῶν τὰ παραδείγματα ὑμῖν ἀγάγω; Ἵνα μὴ ψοφοδεεῖς ὦμεν, βούλεσθε αὐτὸ δὴ τοῦτο τὸ νῦν μετὰ χεῖρας εἴπωμεν; Ἰουδάϊζεν ὁ Παῦλος ἐν Ἱεροσολύμοις, ἀλλ' ἐν Ἀντιοχείᾳ οὐκ ἔτι· ἰουδάϊζε  καὶ  ἐσκανδαλίζοντο,  ἀλλ' οὐ δικαίως  ἐσκανδαλίζοντο  ἐκεῖνοι. Λέγεται Νέρωνος καὶ οἰνοχόον  καὶ παλλακίδα  ἀσπάσαι· πόσα οἴεσθε κατ' αὐτοῦ εἰρηκέναι αὐτοὺς διὰ τοῦτο; Ἀλλ' οὐ δικαίως. Εἰ μὲν γὰρ ἐπὶ ἀσελγείᾳ ἠσπάσατο, ἢ ἐπὶ πονηροῖς πράγμασιν, εἰκότως· εἰ δὲ ἐπὶ βίῳ ὀρθῷ, τίνος ἕνεκεν; Εἴπω τι καί τινι τῶν  ἐμοὶ συνήθων  συμβάν. Ἐπέπεσεν ὀργή ποτε τοῦ Θεοῦ, καὶ σφόδρα νέος ὢν ἐκεῖνος, καὶ ἐν τῇ τοῦ διακόνου τάξει τυγχάνων, ἐπεὶ τότε ὁ ἐπίσκοπος ἔτυχεν ἀπὼν κατ' ἐκεῖνον  τὸν  καιρὸν,  καὶ  τῶν  πρεσβυτέρων οὐδεὶς  ἐφρόντιζεν,  ἀλλ' ἁπλῶς ἐποίησαν φωτισθῆναι ἀθρόον ἐν μιᾷ νυκτὶ μυριάδας πολλὰς, καὶ ἁπλῶς ἐβαπτίζοντο πάντες   οὐδὲν   εἰδότες·  τούτους   ἐκεῖνος   λαβὼν   κατ'  ἰδίαν   ὁμοῦ  ἑκατὸν   καὶ διακοσίους, διελέγετο, ἄλλο μὲν οὐδὲν, τὰ δὲ τῶν μυστηρίων μόνον ὡς μηδὲ τοῖς ἀμυνήτοις συγχωρεῖν παρεῖναι. Τοῦτο αὐτὸν ποιοῦντα ἐνόμισαν πολλοὶ τῆς ἀρχῆς ἐρῶντα τοῦτο ποιεῖν. Ἀλλ' οὐκ ἐφρόντισεν ἐκεῖνος τῶν νομιζόντων·  οὐκ ἐξέτεινε μέντοι ἐπὶ χρόνον τὸ πρᾶγμα, ἀλλ' εὐθέως ἐπαύσατο. Τί οὖν; ἐκεῖνος τοῦ σκανδάλου αἴτιος; Οὐκ ἔγωγε οἶμαι. Εἰ μὲν γὰρ οὐκ οὔσης αἰτίας τοῦτο ἐποίει, εἰκότως ἐκείνῳ τὴν αἰτίαν ἐπέγραφον, καὶ εἰ πάλιν ἐπεξέτεινεν. Ὅταν γὰρ τῶν τῷ Θεῷ δοκούντων κωλύηται  διὰ τὸ ἑτέρου σκάνδαλον,  καταφρονεῖν  δεῖ· τότε  δὲ φροντίζειν,  ὅταν μηδὲν ἀναγκαζώμεθα δι' ἐκεῖνον  προσκρούειν Θεῷ· ἐπεὶ, εἰπέ μοι, ἂν μεταξὺ διαλεγομένων ἡμῶν καὶ τοὺς μεθύοντας σκωπτόντων σκανδαλίζηταί τις, ἐγὼ παύσωμαι λέγων; Ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Μὴ καὶ ὑμεῖς βούλεσθε ὑπάγειν; Οὕτως οὔτε καταφρονεῖν  οὔτε σφόδρα ἀντιποιεῖσθαι  τῆς τῶν  πολλῶν  ἀσθενείας χρή. Ἢ οὐχ  ὁρῶμεν  καὶ  τοὺς  ἰατροὺς  τοῦτο  ποιοῦντας,  καὶ, ὅταν  μὲν  ἐγχωρῇ, χαριζομένους τοῖς κάμνουσιν, ὅταν δὲ ἡ χάρις ἡ ἐκείνων βλάβην ἐργάζηται, οὐκ ἔτι φειδομένους; Πανταχοῦ τὸ μέτρον τιμᾷν καλόν. Ἐβλασφήμησαν πολλοὶ κατηχήσεως ἕνεκεν κόρης τινὸς εὐμόρφου παρθένου μεινάσης, παρέβαλον πρὸς αὐτὴν, καὶ τοὺς κατηχοῦντας  ἐλοιδόρησαν. Τί οὖν; ἀποστῆναι ἐκείνους  ἔδει διὰ τοῦτο; Οὐδαμῶς· οὐδὲν γὰρ εἰργάζοντο ἐναντίον, ἀλλὰ καὶ σφόδρα δοκοῦν πρᾶγμα Θεῷ. Μὴ τοίνυν, εἰ σκανδαλίζονταί τινες, ἴδωμεν, ἀλλ' εἰ δικαίως, καὶ εἰ μὴ μετὰ τῆς ἡμετέρας βλάβης. Εἰ βρῶμα σκανδαλίζει, φησὶ, τὸν ἀδελφόν  μου, οὐ μὴ φάγω  κρέα εἰς τὸν αἰῶνα. Εἰκότως·  οὐδὲν  γὰρ  ἔβλαπτε  τὸ  μὴ  φαγεῖν·  εἰ  μέντοι  σκανδαλίζει  αὐτὸν,  ὅτι βούλομαι ἀποτάξασθαι, οὐκ ἔτι φροντίζειν  δεῖ. Καὶ τίνα, φησὶ, τοῦτο σκανδαλίζει; Πολλοὺς, ἔγωγε  οἶδα. Ὅταν  τοίνυν  ἀδιάφορον  ᾖ  τὸ  κώλυμα,  γινέσθω·  ἐπεὶ,  εἰ μέλλοιμεν  πρὸς  τοῦτο  μόνον  ὁρᾷν,  πολλῶν  ἔχομεν  ἀποστῆναι·  ὥσπερ οὖν  καὶ τοὐναντίον, εἰ μέλλοιμεν καταφρονεῖν, πολλοὺς ἀπολλύναι· ἐπεὶ καὶ Παῦλος προενόησε σκανδάλου· καὶ πῶς, ἄκουε· Ἵνα μὴ τῇ ἁδρότητι, φησὶ, ταύτῃ τῇ διακονουμένῃ ὑφ' ἡμῶν· οὐδὲν γὰρ ἔβλαπτε τὸ τὴν ὑπόνοιαν ἐξελεῖν. Ὅταν δὲ εἰς τοιαύτην   ἐμπέσωμεν   ἀνάγκην,   ὥστε   μεγάλα   γενέσθαι   κακὰ   διὰ   τὸ   ἑτέρου σκάνδαλον, καταφρονῶμεν ἐκείνου. Ἐκεῖνος μὲν γὰρ ἑαυτῷ αἴτιος, ἡμεῖς δὲ οὐκ ἔτι ὑπεύθυνοι· οὐ γὰρ ἐνῆν ἀβλαβῶς αὐτοῦ φείσασθαι. Ἐσκανδαλίσθησαν πολλοὶ, ὅτι εἰς ἱερὰ κατέκειντό τινες πιστοὶ, ἐπειδὴ οὐκ ἔδει κατακεῖσθαι· ἀλλὰ κακῶς· οὐδεμία γὰρ ἀπὸ τούτου βλάβη. Ἐσκανδαλίζοντο, ὅτι ἤσθιε μετὰ τῶν ἐθνικῶν ὁ Πέτρος· ἀλλ' ἐκεῖνος  μὲν ἐφείσατο, αὐτὸς δὲ οὐκ ἔτι. Πανταχοῦ προσήκει ἡμᾶς τοῖς τοῦ Θεοῦ νόμοις  κατακολουθοῦντας,  πολλὴν  σπουδὴν  ποιεῖσθαι,  ὥστε μηδεμίαν  ἀφορμὴν παρέχειν σκανδάλου, ἵνα καὶ αὐτοὶ ἀνεύθυνοι ὦμεν, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας  ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Μονογενοῦς αὐτοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




ΜΖʹ. Εἶπε δὲ ὁ Παῦλος· Ἐγώ εἰμι ἄνθρωπος Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολί της· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁΠαῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τὸν λαόν. Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε τῇ Ἑβραΐδι διαλέκτῳ, λέγων.

αʹ. Ὅρα αὐτὸν, ὅταν πρὸς τοὺς ἔξω διαλέγηται, οὐ παραιτούμενον καὶ τοῖς ἀπὸ τῶν νόμων κεχρῆσθαι βοηθήμασιν. Ἐνταῦθα αὐτὸν ἀπὸ τῆς πόλεως ἐντρέπει. Οὕτω καὶ  ἔμπροσθεν  ἔλεγε·  Τύψαντες  ἡμᾶς  δημοσίᾳ  ἀκατακρίτους  ἀνθρώπους, Ῥωμαίους  ὑπάρχοντας,  ἔβαλον  εἰς  φυλακήν.  Ἐπειδὴ  γὰρ  ἐπυνθάνετο,  Σὺ εἶ  ὁ Αἰγύπτιος; Ἐγώ εἰμι, φησὶν, ἄνθρωπος Ἰουδαῖος. Οὕτως εἰπὼν, εὐθέως αὐτὸν ταύτης ἀπήγαγε τῆς ὑποψίας. Εἶτα ἵνα μὴ νομισθῇ τὸ ἔθνος Ἰουδαῖος, λέγει τὴν θρησκείαν·  καὶ γὰρ καὶ ἀλλαχοῦ ἔννομον ἑαυτὸν Χριστοῦ καλεῖ. Τί τοῦτό ἐστι; Παῦλος ψεύδεται;  Ἄπαγε.  Τί  οὖν;  οὐκ  ἠρνήσατο;   Μὴ  γένοιτο·  Ἰουδαῖος  γὰρ  ἦν  καὶ Χριστιανὸς ὅσα ἔδει φυλάττων,  ἐπεὶ καὶ τῷ νόμῳ μάλιστα πάντων  αὐτὸς ἐπείθετο,τῷ Χριστῷ πιστεύων, καὶ πρὸς Πέτρον διαλεγόμενός φησιν· Ἡμεῖς φύσει Ἰουδαῖοι. ∆έομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. Καὶ τοῦτο τεκμήριον, ὅτι οὐ ψεύδεται,  εἴ  γε  πάντας  ἐπήγετο  μάρτυρας. Σκόπει αὐτὸν  πάλιν  μετὰ  ἐπιεικείας διαλεγόμενον.   Καὶ  τοῦτο   δὲ   τεκμήριον   πάλιν   μέγιστον   τοῦ   μηδενὸς   εἶναι ὑπεύθυνον, τὸ οὕτως ἕτοιμον εἶναι πρὸς ἀπολογίαν, καὶ βούλεσθαι εἰς λόγον καταστῆναι τῷ δήμῳ τῶν Ἰουδαίων.  Ὅρα τεταγμένον ἄνδρα, ὅρα οἰκονομίαν· εἰ μὴ χιλίαρχος ἦλθεν, εἰ μὴ ἔδησεν, οὐκ ἂν ἐδεήθη λόγου πρὸς ἀπολογίαν, οὐκ ἂν τοσαύτης ἀπέλαυσε σιγῆς. Ἐπιτρέψαντος δὲ αὐτοῦ, ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν. Καὶ ἀπὸ τοῦ τόπου πολλὴ ἡ εὐκολία, τὸ καὶ ὑψηλὸν ὄντα δημηγορεῖν καὶ δεδεμένον. Τί τούτου ἴσον τοῦ θεάματος, δυσὶν ἁλύσεσι δεδεμένον ἰδεῖν Παῦλον δημηγοροῦντα; πῶς οὐκ ἐταράχθη, πῶς οὐ συνεχύθη, τοσοῦτον δῆμον ἐκπεπολεμωμένον ὁρῶν τοῦ ἄρχοντος ἐφεστῶτος; Πρότερον ἀπέστησεν αὐτοὺς τοῦ θυμοῦ, εἶτα διαλέγεται·  καὶ ὅρα πῶς  φρονίμως.  Ὅπερ γὰρ ἐν  τῇ πρὸς Ἑβραίους ἐπιστολῇ  ἐποίησε, τοῦτο  καὶ  ἐνταῦθα·  πρῶτον  τῇ  συγγενείᾳ  τῆς  φωνῆς  αὐτοὺς ἐπισπᾶται· εἶτα  αὐτῷ  τῷ  ἡμέρῳ· διὸ καὶ τοῦτο  δηλῶν  ἐπάγει· Πολλῆς δὲ σιγῆς γενομένης, προσεφώνησε, φησὶ, τῇ Ἑβραΐδι διαλέκτῳ  λέγων· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου τῆς πρὸς ὑμᾶς νῦν ἀπολογίας. Ὅρα καὶ κολακείας ἀπηλλαγμένον τὸν λόγον καὶ τὸ ἐπιεικὲς ἔχοντα. Οὐ γὰρ εἶπε, ∆εσπόται, οὐδὲ Κύριοι, ἀλλὰ, Ἀδελφοί· ὃ μάλιστα ἐπόθουν, ὡσεὶ ἔλεγεν· Οὐκ ἀλλότριος  ὑμῶν ἐγὼ, οὐδὲ καθ' ὑμῶν. Ἄνδρες ἀδελφοὶ  καὶ πατέρες, φησί. Τοῦτο τιμῆς, ἐκεῖνο γνησιότητος. Ἀκούσατέ  μου  τῆς  πρὸς  ὑμᾶς  νῦν   ἀπολογίας.   Οὐκ  εἶπε,  ∆ιδασκαλίας,  οὐδὲ,∆ημηγορίας, ἀλλὰ, Ἀπολογίας· ἐν τάξει ἱκέτου ἑαυτὸν καθίστησιν. Ἀκούσαντες δὲ, ὅτι τῇ Ἑβραΐδι διαλέκτῳ προσεφώνει αὐτοῖς, μᾶλλον παρέσχον ἡσυχίαν. Ὁρᾷς, πῶς αὐτοὺς εἷλε τὸ ὁμόφωνον; εἶχον γάρ τινα αἰδῶ πρὸς τὴν γλῶτταν  ἐκείνην. Ὅρα δὲ καὶ πῶς  προοδοποιεῖ τῷ  λόγῳ  οὕτως  ἀρχόμενος καὶ λέγων·  Ἐγὼ μέν  εἰμι ἀνὴρ Ἰουδαῖος, γεγεννημένος  ἐν Ταρσῷ τῆς Κιλικίας, ἀνατεθραμμένος ἐν τῇ πόλει ταύτῃ παρὰ  τοὺς  πόδας  Γαμαλιήλου,  πεπαιδευμένος  δὲ  κατὰ  ἀκρίβειαν  τοῦ  πατρῴου νόμου, ζηλωτὴς ὑπάρχων τοῦ Θεοῦ, καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. Ἐγὼ μέν εἰμι, φησὶν, ἀνὴρ Ἰουδαῖος· ὃ μάλιστα πάντων ἐπόθουν ἀκοῦσαι. Γεγεννημένος ἐν Ταρσῷ τῆς  Κιλικίας. Ἵνα  μὴ πάλιν  νομίσωσι τὸ ἔθνος  ἄλλο,  τὴν  θρησκείαν  ἐπήγαγεν. Ἀνατεθραμμένος δὲ ἐν τῇ πόλει ταύτῃ. Τὴν πολλὴν  αὐτοῦ δείκνυσι σπουδὴν τὴν περὶ τὴν λατρείαν, ὅπου γε καὶ πατρίδα τηλικαύτην  ἀφεὶς  τοσοῦτον ἀφεστῶσαν, ἐνταῦθα εἵλετο τραφῆναι διὰ τὸν νόμον. Ὅρα πῶς ἄνωθεν προσεῖχε τῷ νόμῳ. Ταῦτα δὲ οὐ πρὸς ἐκείνους ἀπολογούμενος μόνον φησὶν, ἀλλὰ δεικνὺς, ὅτι οὐκ ἀνθρωπίνῳ σκοπῷ πρὸς τὸ κήρυγμα ἤχθη, ἀλλὰ θείᾳ δυνάμει· οὐ γὰρ ἂν οὕτω πεπαιδευμένος ἀθρόον μετέστη. Εἰ μὲν γὰρ ἦν τις τῶν πολλῶν, εἰκὸς ἦν τοῦτο ὑποπτεῦσαι· εἰ δὲ τῶν μάλιστα πάντων  κατεχομένων  ὑπὸ τοῦ νόμου, οὐκ ἦν εἰκὸς ἁπλῶς  καὶ οὐδεμιᾶς ἀνάγκης ἰσχυρᾶς οὔσης μεταθέσθαι αὐτόν. Ἀλλ' ἴσως εἴποι τις ἄν· Οὐδὲν τοῦτο ποιεῖ, ὅτι ἐνταῦθα ἀνετράφη· τί γὰρ εἰ κατὰ ἐμπορίαν ἢ κατ' ἄλλην τινὰ αἰτίαν ἐνταῦθα γέγονας; Ἵνα τοίνυν μὴ διὰ τοῦτο νομισθῇ, ἐπήγαγε, Παρὰ τοὺς πόδας Γαμαλιήλου· καὶ οὐχ ἁπλῶς εἶπε, Παρὰ Γαμαλιήλου, ἀλλὰ, Παρὰ τοὺς πόδας, τὴν καρτερίαν, τὴν προσεδρείαν, τὴν σπουδὴν τὴν περὶ τὴν ἀκρόασιν, τὴν πολλὴν πρὸς τὸν ἄνδρα αἰδῶ δεικνύς.  Πεπαιδευμένος κατὰ ἀκρίβειαν  τοῦ πατρῴου  νόμου. Οὐχ ἁπλῶς  νόμου, ἀλλὰ  Τοῦ πατρῴου προστίθησι· δεικνὺς  ὅτι ἄνωθεν  τοιοῦτος ἦν, καὶ οὐχ ἁπλῶς εἰδὼς τὸν νόμον. Ταῦτα δὲ δοκεῖ μὲν ὑπὲρ ἐκείνων λέγεσθαι, κατ' ἐκείνων δὲ ἦν, εἴ γε καὶ εἰδὼς αὐτὸν εἴασεν. Εἶτα, ἵνα μὴ πάλιν τις  ἐπενέγκῃ· τί οὖν, εἰ οἶδας μὲν ἀκριβῶς τὸν νόμον, οὐκ ἐκδικεῖς δὲ οὐδὲ φιλεῖς;  Ζηλωτὴς, φησὶν, ὑπάρχων· τουτέστιν,  οὐχ  ἁπλῶς  εἰδὼς,  ἀλλὰ  καὶ σφόδρα ζηλῶν  ὑπὲρ αὐτοῦ. Εἶτα, ἐπειδὴ μεγάλα περὶ αὐτοῦ ἐγκώμια εἶπε, κοινοῖ τὸν λόγον λοιπὸν, ἐπάγων, Καθὼς πάντες ὑμεῖς ἐστε σήμερον. ∆είκνυσι γὰρ αὐτοὺς οὐκ ἀνθρωπίνῳ  σκοπῷ ποιοῦντας, ἀλλὰ ζήλῳ θείῳ. Τοῦτο δὲ λέγει, χαριζόμενος αὐτοῖς καὶ προκαταλαμβάνων  αὐτῶν τὴν διάνοιαν, καὶ κατέχων  ἐν οἷς βλάβος οὐδὲν ἦν. Εἶτα καὶ τεκμήρια παράγει, λέγων· Ὃς ταύτην τὴν ὁδὸν ἐδίωξα ἕως θανάτου, δεσμεύων καὶ παραδιδοὺς εἰς φυλακὰς ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον. Ἵνα μηδεὶς εἴπῃ· Καὶ πόθεν τοῦτο δῆλον; μάρτυρας παράγει αὐτὸν τὸν ἀρχιερέα καὶ τοὺς  πρεσβυτέρους.  Καὶ  λέγει  μὲν  λεαίνων,   Ζηλωτὴς  ὑπάρχων   καθὼς  ὑμεῖς, τουτέστιν, ἴσος ὑμῖν· δείκνυσι δὲ διὰ τῶν  ἔργων, ὅτι ὑπὲρ αὐτοὺς ἦν. Οὐ γὰρ δὴ περιέμενον ὥστε συλλαβεῖν, ἀλλὰ καὶ τοὺς ἱερέας διήγειρον, καὶ ἀποδημίας ἐστελλόμην· καὶ οὐδὲ μέχρις ἀνδρῶν ἐχώρουν καθάπερ ὑμεῖς, ἀλλὰ καὶ γυναικῶν· καὶ δεσμεύων πάντας, καὶ εἰς δεσμωτήρια ἐμβάλλων. Ἀναμφισβήτητος ἡ μαρτυρία, ἀναπολόγητα  τὰ τῶν  Ἰουδαίων. Ὅρα πόσους παράγει μάρτυρας, τὸ πρεσβυτέριον, τὸν ἀρχιερέα, τοὺς ἐν τῇ πόλει.



βʹ. Βλέπε δὲ αὐτοῦ καὶ τὴν ἀπολογίαν  οὐ δειλίας οὖσαν,  ἀλλὰ  διδασκαλίας  μᾶλλον  καὶ  κατηχήσεως.  Εἰ  γὰρ  μὴ  λίθοι  ἦσαν  οἱ ἀκούοντες, προσεῖχον ἂν τοῖς λεγομένοις. Μέχρι γὰρ τούτου μάρτυρας εἶχεν αὐτοὺς, τὰ δὲ λοιπὰ ἀμάρτυρα. Παρ' ὧν καὶ ἐπιστολὰς δεξάμενος, πρὸς τοὺς ἀδελφοὺς εἰς ∆αμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλὴμ, ἵνα τιμωρηθῶσιν.   Ἐγένετο  δὲ  πορευομένῳ   μοι  καὶ  ἐγγίζοντι   τῇ  ∆αμασκῷ,  περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος, καὶ ἤκουον φωνῆς λεγούσης μοι· Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Ἐγὼ δὲ ἀπεκρίθην· Τίς εἶ, Κύριε; Εἶπέ τε πρός με· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Μάλιστα μὲν οὖν καὶ ταῦτα ἀξιόπιστα ἔδει εἶναι ἀπὸ τῶν προλαβόντων· οὐ γὰρ ἂν  μετεστράφη. Τί οὖν,  εἰ κομπάζει; φησίν; Οὐδαμῶς. ∆ιὰ τί  γὰρ τοσοῦτον ἐξαίφνης  ἔῤῥιψε ζῆλον; εἰπέ μοι. Τιμὴν προσδοκῶν; Καὶ μὴν τἀναντία  ὑπέμεινεν· ἀλλ' ἄνεσιν; Οὐδὲ τοῦτο· ἀλλὰ τί ἕτερον; Ἀλλ' οὐδὲν ἀπὸ λογισμῶν εὑρεῖν δυνατόν. Ταῦτα τοίνυν ἀφεὶς αὐτοῖς συλλέγειν, τὰ πράγματα διηγεῖται. Ἐγγίζοντί μοι, φησὶ, τῇ ∆αμασκῷ, περὶ μεσημβρίαν ἐξαίφνης ἐκ τοῦ οὐρανοῦ περιαστράψαι φῶς ἱκανὸν περὶ ἐμὲ, ἔπεσόν τε εἰς τὸ ἔδαφος. Ὅρα πόση ἡ ὑπερβολὴ τοῦ φωτός. Καὶ ὅτι οὐ κομπάζω, οἱ συνόντες μαρτυροῦσιν, οἱ χειραγωγοῦντες, οἱ τὸ φῶς θεασάμενοι. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο, τὴν δὲ φωνὴν  οὐκ ἤκουσαν τοῦ λαλοῦντός  μοι. Μηδὲν ξενισθῇς, εἰ ἐνταῦθα  μὲν οὕτως, ἑτέρωθι  δὲ λέγει, ὅτι Εἱστήκεισαν τὴν μὲν φωνὴν  ἀκούοντες, μηδένα δὲ θεωροῦντες. Οὐκ ἔστι τοῦτο ἐναντίον. Φωναὶ γὰρ δύο ἦσαν, ἡ Παύλου καὶ ἡ τοῦ Κυρίου· τὴν φωνὴν τοίνυν ἐκεῖ τοῦ Παύλου λέγει, ἐνταῦθα δὲ καὶ προσέθηκεν εἰπὼν, Τὴν φωνὴν οὐκ ἤκουσαν τοῦ λαλοῦντός  μοι. Οὐκοῦν τὸ, Μηδένα θεωροῦντες,  οὐ τοῦ ἰδεῖν,  ἀλλὰ  τοῦ μὴ ἀκοῦσαι δηλωτικόν  ἐστιν. Οὐ γὰρ εἶπεν  ὅτι τὸ φῶς  οὐκ ἔβλεπον· ἀλλὰ, Μηδένα θεωροῦντες  εἱστήκεισαν· τουτέστι, λα  λοῦντα.  Εἰκότως δὲ τοῦτο ἐγένετο· αὐτὸν γὰρ ἔδει τῆς φωνῆς καταξιωθῆναι ἐκείνης. Εἰ γὰρ ἤκουσαν κἀκεῖνοι, οὐκ ἂν τοσοῦτον ἐγένετο τὸ θαῦμα. Ἐπειδὴ τοίνυν οἱ παχύτεροι ὄψει πείθονται μᾶλλον, διὰ τοῦτο καὶ ἐκεῖνοι  τὸ φῶς  εἶδον  μόνον,  ὅπερ ἱκανὸν  ἦν αὐτοὺς πεῖσαι· ὅθεν  καὶ ἔμφοβοι γίνονται. Ἄλλως δὲ οὐ περὶ αὐτοὺς τὸ φῶς τοσοῦτον εἰργάσατο, ὅσον περὶ τοῦτον· καὶ γὰρ ἐπήρωσεν αὐτοῦ τὰς ὄψεις, διὰ τῶν εἰς τοῦτον συμβαινόντων κἀκείνοις  διδοὺς  ἀναβλέψαι,  εἴ  γε  ἤθελον.  Ἐμοὶ  γοῦν  δοκεῖ  καὶ  οἰκονομικῶς ἐκείνους μὴ πιστεῦσαι, ὥστε εἶναι μάρτυρας ἀξιοπίστους. Εἶπέ τε, φησὶ, πρὸς ἐμέ· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Καλῶς καὶ ἡ πόλις πρόσκειται, ὥστε ἐπιγνῶναι  αὐτούς. Καὶ οἱ ἀπόστολοι οὕτως ἔλεγον· Ἰησοῦν τὸν ἀπὸ Ναζαρέθ. Ὅρα, καὶ αὐτὸς μαρτυρεῖ, ὅτι ἐδιώκετο. Οἱ δὲ σὺν ἐμοὶ ὄντες τὸ μὲν φῶς ἐθεάσαντο, καὶ ἔμφοβοι ἐγένοντο,  τὴν  δὲ φωνὴν  οὐκ ἤκουσαν τοῦ λαλοῦντός  μοι. Εἶπον δέ· Τί ποιήσω, Κύριε; Ὁ δὲ Κύριος εἶπε πρός με· Ἀναστὰς πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται  τί σε δεῖ ποιῆσαι. Ὡς δὲ οὐκ ἐνέβλεπον  ἀπὸ τῆς δόξης τοῦ φωτὸς ἐκείνου, χειραγωγούμενος ὑπὸ τῶν συνόντων μοι, ἦλθον εἰς ∆αμασκόν. Ἀνανίας δέ τις ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων  τῶν  ἐν ∆αμασκῷ Ἰουδαίων, ἐλθὼν  πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Σαοὺλ ἀδελφὲ, ἀνάβλεψον.  Κἀγὼ αὐτῇ  τῇ  ὥρᾳ  ἀνέβλεψα  εἰς  αὐτόν.  Εἴσελθε, φησὶν,  εἰς  τὴν  πόλιν,  κἀκεῖ  σοι λαληθήσεται τί σε δεῖ ποιῆσαι. Ἰδοὺ πάλιν  ἄλλος μάρτυς. Καὶ ὅρα πῶς αὐτὸν καὶ ἀξιόπιστον ποιεῖ. Ἀνανίας δέ τις, φησὶν, ἀνὴρ εὐλαβὴς κατὰ τὸν νόμον, μαρτυρούμενος ὑπὸ πάντων τῶν Ἰουδαίων, εἰσελθὼν πρός με καὶ ἐπιστὰς, εἶπέ μοι· Ἀνάβλεψον. Οὕτως οὐδὲν ἀλλότριόν ἐστι. Κἀγὼ αὐτῇ τῇ ὥρᾳ ἀνέβλεψα. Εἶτα ἡ διὰ τῶν   πραγμάτων   μαρτυρία.   Καὶ  ὅρα   διὰ   προσώπων   καὶ   πραγμάτων   αὐτὴν πλεκομένην,   προσώπων   οἰκείων   τε   καὶ   ἀλλοτρίων.   Πρόσωπα  οἱ   ἱερεῖς,   οἱ πρεσβύτεροι,  οἱ  συνοδεύοντες  τὰ  πράγματα  ἃ  ἐποίει,  ἃ  ἔπαθε·  καὶ  πράγματα πράγμασι μαρτυρεῖ, οὐχὶ πρόσωπα μόνον. Ἢ καὶ ἑτέρως· ἀλλότριος ὁ Ἀνανίας· εἶτα τὸ πρᾶγμα αὐτὸ, ἡ ἀνάβλεψις· εἶτα προφητεία μεγάλη. Ὁ δὲ εἶπε, φησίν· Ὁ Θεὸς τῶν πατέρων ἡμῶν προεχειρίσατό σε γνῶναι  τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν  τὸν δίκαιον. Καλῶς εἶπε, Τῶν πατέρων, ἵνα δείξῃ αὐτοὺς οὐκ ὄντας Ἰουδαίους, ἀλλὰ ἀλλοτρίους τοῦ νόμου, καὶ φθόνῳ, οὐχὶ ζήλῳ ποιοῦντας. Γνῶναι, φησὶ, τὸ θέλημα αὐτοῦ, καὶ ἰδεῖν  τὸν  δίκαιον.  Οὐκοῦν αὐτοῦ  θέλημα  τοῦτο.  Ὅρα πῶς  ἐν  τάξει  διηγήσεως διδασκαλία ἐστί. Καὶ ἀκοῦσαι φωνὴν  ἐκ τοῦ στόματος αὐτοῦ, ὅτι ἔσῃ μάρτυς αὐτοῦ πρὸς πάντας  ἀνθρώπους,  ὧν  ἑώρακας καὶ ἤκουσας. Καὶ ἰδεῖν,  φησὶ, τὸν δίκαιον· τέως  τοῦτο  λέγει.  Εἰ δὲ  δίκαιος,  οὗτοι  ὑπεύθυνοι.  Καὶ ἀκοῦσαι φωνὴν  ἐκ  τοῦ στόματος αὐτοῦ. Ὅρα πῶς τὸ πρᾶγμα ἐπαίρει. Ὅτι ἔσῃ, φησὶ, μάρτυς αὐτοῦ. Οὐκοῦν διὰ τοῦτο οὐ προδώσεις τὴν ὄψιν, καὶ τὴν ἀκρόασιν, ὧν τε ἑώρακας ὧν τε ἤκουσας· δι' ἑκατέρων τῶν αἰσθήσεων αὐτὸν πιστοῦται. Καὶ νῦν τί μέλλεις; Ἀναστὰς βάπτισαι, καὶ ἀπόλουσαι τὰς ἁμαρτίας σου, ἐπικαλεσάμενος τὸ ὄνομα αὐτοῦ.



 γʹ. Ἐνταῦθα μέγα ἐφθέγξατο. Οὐ γὰρ εἶπεν, Εἰς τὸ ὄνομα αὐτοῦ βάπτισαι· ἀλλ',  Ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Χριστοῦ. Τοῦτο δὲ δεικνύντος ἐστὶν αὐτὸν Θεὸν  ὄντα· οὐ γὰρ ἔνι ἕτερόν τινα ἐπικαλέσασθαι, εἰ μὴ τὸν Θεόν. Εἶτα δείκνυσι καὶ ἑαυτὸν οὐκ ἀναγκασθέντα δι' ὧν λέγει· Ὁ δὲ Κύριος εἶπε πρός με· Πορεύου εἰς ∆αμασκὸν, κἀκεῖ σοι λαληθήσεται  τί  σε δεῖ  ποιῆσαι. Οὐδὲν ἀμάρτυρον,  ἀλλὰ  πόλεως  ὁλοκλήρου μαρτυρίαν παράγει, ἥ γε καὶ εἶδεν αὐτὸν χειραγωγούμενον.  Ὅρα δὲ καὶ τὴν προφητείαν ἐξελθοῦσαν, ἣν ἤκουσε μάρτυρα αὐτὸν ἔσεσθαι τοῦ Κυρίου. Μάρτυς γὰρ ὄντως  αὐτοῦ  γέγονε,  καὶ  μάρτυς  ὡς  χρὴ,  καὶ  δι'  ὧν  ἔπραξε, καὶ  δι'  ὧν  εἶπε. Τοιούτους καὶ ἡμᾶς εἶναι χρὴ μάρτυρας, καὶ μὴ προδιδόναι, ἃ ἐνεπιστεύθημεν· οὐ περὶ δογμάτων  λέγω  μόνον, ἀλλὰ καὶ περὶ βίου. Ὅρα γάρ· ὅτι εἶδεν, ὅτι ἤκουσε, μαρτυρεῖ πᾶσιν ἀνθρώποις,  καὶ οὐδὲν  αὐτὸν  ἐκώλυσε. Καὶ ἡμεῖς ἠκούσαμεν, ὅτι ἔστιν ἀνάστασις καὶ μυρία ἀγαθά· οὐκοῦν ὀφείλομεν τοῦτο μαρτυρῆσαι πᾶσιν ἀνθρώποις. Καὶ μὴν μαρτυροῦμεν, φησὶ, καὶ πιστεύομεν. Πῶς, τἀναντία πράττοντες; Εἰπὲ δή μοι· εἴ τις ἑαυτὸν ἔλεγε Χριστιανὸν, εἶτα ἀποστὰς τὰ Ἰουδαϊκὰ ἐφρόνει, ἄρα ἤρκεσεν ἂν ἡ μαρτυρία αὕτη; Οὐδαμῶς· ἀπὸ γὰρ τῶν ἔργων τὴν μαρτυρίαν ἐζήτουν ἄν. Οὕτω δὴ καὶ ἡμεῖς, εἰ λέγομεν ὅτι ἀνάστασίς ἐστι καὶ μυρία ἀγαθὰ, εἶτα καταφρονοῦμεν  αὐτῶν, καὶ τὰ ἐνταῦθα προτιμῶμεν, τίς ἡμῖν πιστεύσει; οὐ γὰρ οἷς λέγομεν, ἀλλ' οἷς πράττομεν προσέχουσιν ἅπαντες. Μάρτυς ἔσῃ, φησὶ, πρὸς πάντας ἀνθρώπους· οὐχὶ πρὸς τοὺς οἰκείους μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἀπίστους· οἱ γὰρ μάρτυρες τοῦτό εἰσιν, οὐχὶ τοὺς εἰδότας πείθουσιν, ἀλλὰ τοὺς οὐκ εἰδότας. Γενώμεθα ἀξιόπιστοι μάρτυρες. Πῶς δὲ ἐσόμεθα ἀξιόπιστοι; Ἀπὸ τοῦ βίου. Ἐπέθεντο ἐκείνῳ Ἰουδαῖοι· ἐπιτίθενται ἡμῖν τὰ πάθη κελεύοντα ἐξομόσασθαι τὴν μαρτυρίαν. Ἀλλὰ μὴ πειθώμεθα· μάρτυρές ἐσμεν παρὰ τοῦ Θεοῦ πεμφθέντες. Κρίνεται παρὰ ἀνθρώποις τισὶν ὁ Θεὸς, ὅτι οὐκ ἔστι Θεός· ἔπεμψεν ἡμᾶς μαρτυρήσοντας αὐτῷ. Μαρτυρήσωμεν καὶ πείσωμεν τοὺς δικάζοντας· ἂν μὴ μαρτυρήσωμεν, καὶ τῆς ἐκείνων πλάνης ἡμεῖς ἐσμεν αἴτιοι.  Εἰ δὲ  ἐν  δικαστηρίῳ,  ἔνθα  βιωτικὰ  πράγματα,  οὐκ  ἄν  τις  δέξαιτο μάρτυρα μυρίων γέμοντα κακῶν· πολλῷ μᾶλλον ἐνταῦθα, ἔνθα περὶ τοιούτων πραγμάτων  ἡ  σκέψις  ἐστίν.  Ἡμεῖς  λέγομεν,  ὅτι  ἠκούσαμεν  τοῦ  Χριστοῦ, καὶ πιστεύομεν οἷς ἐπηγγείλατο· λέγουσιν ἐκεῖνοι· ∆είξατε τοῦτο διὰ τῶν ἔργων· ὁ γὰρ βίος  ὑμῶν  τὰ  ἐναντία  μαρτυρεῖ, ὅτι  οὐ  πιστεύετε.  Τοὺς χρηματιζομένους,  τοὺς ἁρπάζοντας, τοὺς πλεονεκτοῦντας βούλεσθε ἴδωμεν; τοὺς πενθοῦντας, τοὺς κοπτομένους, τοὺς οἰκοδομοῦντας, τοὺς πάντα πραγματευομένους, ὡς οὐκ ἀποθανουμένους; Εἰ τοίνυν ὅτι ἀποθανεῖσθε οὐ πιστεύετε, πράγματι οὕτω δήλῳ καὶ φανερῷ, πῶς ὑμῖν πιστεύσομεν μαρτυροῦσιν; Εἰσὶ γὰρ, εἰσὶ πολλοὶ τῶν ἀνθρώπων, οἳ οὕτω διάκεινται,  ὡς οὐκ ἀποθανούμενοι.  Ὅταν γὰρ ἐν γήρᾳ μακρῷ ἄρχωνται οἰκοδομεῖν  καὶ γεωργεῖν,  πότε λογισμὸν λήψονται  θανάτου; Οὐ μικρὰ ἡ κόλασις ἡμῖν κληθεῖσι μὲν εἰς μαρτυρίαν, μὴ δυνηθεῖσι δὲ μαρτυρῆσαι ἃ εἴδομεν. Εἴδομεν καὶ ἡμεῖς ὀφθαλμοῖς τοὺς ἀγγέλους, καὶ σαφέστερον τῶν ἑωρακότων. Οὐκοῦν μαρτυρήσωμεν τῷ Χριστῷ· οὐ γὰρ δὴ ἐκεῖνοι μάρτυρες μόνον, ἀλλὰ καὶ ἡμεῖς. ∆ιὰ τοῦτο ἐκεῖνοι λέγονται μάρτυρες, ὅτι κελευόμενοι ἐξομόσασθαι πάντα ὑπομένουσιν, ἵνα τὴν ἀλήθειαν εἴπωσι· καὶ ἡμεῖς, ὅταν ὑπὸ τῶν παθῶν κελευώμεθα ἐξομόσασθαι, μὴ ἡττώμεθα. Ὁ χρυσὸς λέγει· Εἰπὲ, ὅτι ὁ Χριστὸς οὐκ ἔστι Χριστός· μὴ οὖν ἄκουε σὺ ὡς Θεοῦ, ἀλλὰ καταφρόνησον τῶν ἐκείνου  προσταγμάτων. Αἱ ἐπιθυμίαι αἱ πονηραὶ τὸ αὐτὸ λέγουσιν· ἀλλὰ σὺ μὴ παραπεισθῇς, ἀλλὰ στῆθι γενναίως,  ἵνα μὴ καὶ περὶ ἡμῶν λαληθῇ· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Τοῦτο γὰρ οὐ μαρτύρων,  ἀλλὰ  τὸ ἐναντίον.  Καὶ τὸ μὲν  τοὺς ἄλλους  ἀρνεῖσθαι, οὐδὲν θαυμαστόν· τὸ δὲ ἡμᾶς τοὺς εἰς μαρτύριον κληθέντας ἐξάρνους γενέσθαι, βαρὺ καὶ φορτικόν·  τοῦτο μάλιστα βλάπτει  τὰ ἡμέτερα. Εἰς μαρτύριον αὐτοῖς  ἀποβήσεται, φησίν·  ἀλλ'  ὅταν  οὐκ  ἀποπηδήσωμεν,  ὅταν  ἐνστῶμεν.  Εἰ πάντες  ἐβουλόμεθα μαρτυρεῖν τῷ Χριστῷ, ταχέως ἂν ἐπείσαμεν τῶν Ἑλλήνων τοὺς πολλούς. Μέγα βίος, ἀγαπητοί· κἂν σφόδρα θηριώδης ᾖ τις, κἂν φανερῶς οὐ καταγινώσκῃ διὰ τὸ δόγμα, ἀλλ' ἀποδέχεται λάθρα, ἀλλ' ἐπαινέσεται, ἀλλὰ θαυμάσεται. Καὶ πόθεν, φησὶν, ἂν γένοιτο  βίος ἄριστος; Οὐδαμόθεν, ἀλλ' ἢ ἀπὸ θείας  ἐνεργείας.  Τί οὖν, ὅταν  καὶ Ἕλληνες ὦσι τοιοῦτοι; Ἐκεῖνοι εἴ που καὶ εἶεν τοιοῦτοι, οἱ μὲν φύσει, οἱ δὲ διὰ κενοδοξίαν. Βούλει μαθεῖν, ὅση ἡ τοῦ βίου λαμπρότης, ὅσην ἔχει τὴν πειθώ; Πολλοὶ τῶν αἱρετικῶν οὕτως ἴσχυσαν, καὶ τὰ δόγματα καίτοι αὐτοῖς ὄντα διεφθαρμένα, οἱ πολλοὶ τῶν ἀνθρώπων  αἰδοῖ τῇ περὶ τὸν βίον οὐκ ἔτι τὸ δόγμα ἐξήτασαν· ἄλλοι δὲ καὶ καταγινώσκοντες  αὐτῶν διὰ τὸ δόγμα, ᾐδέσθησαν διὰ τὸν βίον· οὐ καλῶς μὲν, πλὴν ὅμως τοῦτο ἔπαθον. Τοῦτο τὰ σεμνὰ τῆς πίστεως τῆς ἡμετέρας διέβαλε, τοῦτο τὰ πάντα ἀνέτρεψε, τὸ μηδένα λόγον εἶναι βίου μηδενὶ, τοῦτο τῇ πίστει λυμαίνεται.
Λέγομεν, ὅτι Θεός ἐστιν ὁ Χριστὸς, μυρία καὶ ἕτερα παράγομεν, μετὰ δὲ τῶν ἄλλων καὶ τοῦτο, ὅτι  ἔπεισεν ἅπαντας  ὀρθῶς  ζῇν· ἀλλὰ  τοῦτο  ἐν  ὀλίγοις  ἐστί. Τὸ τῆς ἀναστάσεως δόγμα λυμαίνεται ἡ τοῦ βίου φαυλότης, τὸ τῆς ἀθανασίας τῆς ψυχῆς, τὸ τῆς  κρίσεως· πολλὰ  καὶ  ἕτερα ἐπισπᾶται, εἱμαρμένην,  ἀνάγκην,  τὸ ἀπρονόητον. Ψυχὴ γὰρ βαπτισθεῖσα μυρίοις κακοῖς, ὥσπερ τινὰς  παραμυθίας  ταύτας  ἐπινοεῖν ἑαυτῇ πειρᾶται, ἵνα μὴ λυπῆται λογιζομένη, ὅτι κρίσις ἐστὶ, καὶ ὅτι ἐφ' ἡμῖν κεῖται τὰ  τῆς  ἀρετῆς  καὶ  τὰ  τῆς  κακίας.  Μυρία  ὁ  βίος  ἐργάζεται  κακὰ,  θηρία  τοὺς ἀνθρώπους ποιεῖ, καὶ θηρίων ἀλογωτέρους· ἅπερ γὰρ ἐν ἑκάστῃ φύσει τῶν θηρίων ἐστὶ, ταῦτα πολλάκις εἰς ἕνα ἄνθρωπον συνήγαγε, καὶ τὸ πᾶν ἀνέτρεψε. ∆ιὰ τοῦτο τὴν  εἱμαρμένην εἰσήγαγεν ὁ διάβολος, διὰ τοῦτο ἀπρονόητον ἔφησεν εἶναι τὸν  κόσμον, διὰ τοῦτο φύσεις ἀγαθὰς  καὶ κακὰς, διὰ τοῦτο  κακὸν ἄναρχον  καὶ ὑλικὸν ὑποτίθεται, διὰ τοῦτο πάντα πράττει, ἵνα διαφθείρῃ τὸν βίον ἡμῶν. Οὔτε γὰρ ἀπὸ διεφθαρμένων  δογμάτων δυνατὸν ἀνενεγκεῖν  βίου ὄντα τοιούτου, οὔτε μένειν ἐν ὑγιαινούσῃ πίστει· ἀλλ' ἀνάγκῃ πολλῇ ταῦτα παραδέξασθαι. Οὐ γὰρ οἶμαι ἔγωγε ταχέως τινὰ τῶν οὐκ ὀρθῶς ζώντων εὑρίσκεσθαι, μὴ μυρία σατανικὰ βουλευόμενον, ὅτι γένεσίς ἐστιν, ὅτι ἁπλῶς τὰ πράγματα ἄγεται, ὅτι φύρδην καὶ κεχυμένως πάντα διοικεῖται. ∆ιὸ παρακαλῶ, φροντίζωμεν βίου καλοῦ, ἵνα μὴ παραδεχώμεθα δόγματα πονηρά. Ὁ Κάϊν ἔλαβε τιμωρίαν στένειν καὶ τρέμειν. Τοιοῦτοί εἰσιν οἱ πονηροὶ, καὶ συνειδότες ἑαυτοῖς μυρία κακὰ, πολλάκις ἐξ ὕπνων ἐξάλλονται, θορυβώδεις αὐτῶν οἱ λογισμοὶ, τεταραγμένοι οἱ ὀφθαλμοὶ, ὑποψίας γέμει πάντα, καταπλήττεται πάντα, χαλεπῆς  προσδοκίας, δειλίας  ἀνάμεστος αὐτῶν  ἡ ψυχὴ, φόβῳ  συστρεφομένη καὶ τρόμῳ ἀδρανὴς γίνεται. Οὐδὲν τῆς τοιαύτης ψυχῆς μαλακώτερον γένοιτο ἂν, οὐδὲν ἀνοητότερον.  Καθάπερ οἱ  μαινόμενοι  οὐχ  ἑστήκασιν  ἐν  ἑαυτοῖς·  οὕτως  οὐδὲ  ἡ τοιαύτη  ἐν ἑαυτῇ ἕστηκε. Πότε οὖν αὕτη εἰς συναίσθησιν ἔλθῃ τοσαύτην ἔχουσα σκοτοδινίαν, ἣν ἀγαπητὸν γαλήνης ἀπολαύουσαν καὶ εὐδίας, δυνηθῆναι ἐπιγνῶναι τὴν οἰκείαν εὐγένειαν; Ὅταν δὲ πάντα αὐτὴν ἐκφοβῇ καὶ ταράττῃ, καὶ ὄνειροι καὶ ῥήματα καὶ σχήματα καὶ ὑποψίαι ἁπλῶς, πότε δυνήσεται εἰς ἑαυτὴν ἰδεῖν, οὕτως ἐκτεταραγμένη καὶ τεθορυβημένη; Λύωμεν τοίνυν  αὐτῆς τὸ δέος, διαῤῥήξωμεν τὰ δεσμά. Εἰ γὰρ μὴ κόλασις ἦν, ποίας ταῦτα κολάσεως οὐ χείρω, ὑπὸ φόβῳ ζῇν ἀεὶ, μηδέποτε θαῤῥεῖν, μηδέποτε ἀνίεσθαι; Ταῦτα δὴ πάντα μετὰ ἀκριβείας εἰδότες, ἐν γαλήνῃ  ἑαυτοὺς  διατηρῶμεν,  καὶ  ἀρετῆς  ἐπιμελώμεθα,  ἵνα  καὶ  ὑγιῆ  δόγματα ἔχοντες  καὶ βίον ὀρθὸν, ἀπροσκόπτως τὴν  παροῦσαν ζωὴν  διανύσωμεν,  καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ   τοῦ  Μονογενοῦς  αὐτοῦ,  μεθ'  οὗ  τῷ  Πατρὶ, ἅμα  τῷ  ἁγίῳ  αὐτοῦ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |