ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΒʹ Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες

Κυριακή 30 Οκτωβρίου 2016

ΛΒʹ Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΛΒʹ Καὶ παράγοντι ἐκεῖθεν τῷ Ἰησοῦ ἠκολούθησαν δύο τυφλοὶ κράζοντες, καὶ λέγοντες· Ἐλέησον ἡμᾶς, υἱὲ ∆αυΐδ. Καὶ ἐλθόντος αὐτοῦ εἰς τὴν οἰκίαν, προσῆλθον αὐτῷ οἱ τυφλοὶ, καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· «Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι;» Λέγουσιν αὐτῷ· «Ναὶ, Κύριε.» Τότε ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, λέγων· «Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν.» Καὶ ἀνεῴχθησαν αὐτῶν οἱ ὀφθαλμοί.

αʹ. Τί δήποτε παρέλκει αὐτοὺς κράζοντας; Πάλιν ἐνταῦθα παιδεύων ἡμᾶς τὴν παρὰ τῶν πολλῶν  διωθεῖσθαι δόξαν. Ἐπειδὴ γὰρ πλησίον ἦν ἡ οἰκία, ἄγει αὐτοὺς ἐκεῖ κατ' ἰδίαν θεραπεύσων. Καὶ τοῦτο δῆλον ἐξ ὧν καὶ παρήγγειλε μηδενὶ εἰπεῖν. Οὐ μικρὰ δὲ αὕτη τῶν  Ἰουδαίων  κατηγορία, ὅταν οὗτοι μὲν, τῶν  ὀφθαλμῶν  αὐτοῖς ἐκκεκομμένων,  ἐξ ἀκοῆς μόνης  τὴν  πίστιν  δέχωνται·  ἐκεῖνοι  δὲ θεωροῦντες  τὰ θαύματα,  καὶ  τὴν  ὄψιν  μαρτυροῦσαν  τοῖς  γινομένοις  ἔχοντες,  τἀναντία  πάντα ποιῶσιν. Ὅρα δὲ αὐτῶν καὶ τὴν προθυμίαν, καὶ ἀπὸ τῆς κραυγῆς, καὶ ἀπ' αὐτῆς τῆς ἐντεύξεως. Οὐδὲ γὰρ ἁπλῶς προσῆλθον, ἀλλὰ μεγάλα βοῶντες, καὶ οὐδὲν ἕτερον ἀλλ' ἢ ἔλεον προβαλλόμενοι. Υἱὸν δὲ ∆αυῒδ ἐκάλουν, ἐπειδὴ τὸ ὄνομα τιμῆς ἐδόκει εἶναι.


  Πολλαχοῦ γοῦν  καὶ οἱ προφῆται  τοὺς βασιλέας, οὓς ἐβούλοντο  τιμᾷν  καὶ μεγάλους ἀποφαίνειν, οὕτως ἐκάλουν. Καὶ ἀγαγὼν αὐτοὺς εἰς τὴν οἰκίαν, δευτέραν ἐρώτησιν  προσάγει. Πολλαχοῦ  γὰρ  ἐσπούδακεν  ἱκετευόμενος  ἰᾶσθαι, ἵνα  μή  τις νομίσῃ  διὰ  φιλοτιμίαν  αὐτὸν  τοῖς  θαύμασι τούτοις  ἐπιπηδᾶν·  καὶ  οὐ διὰ  τοῦτο μόνον, ἀλλ' ἵνα δείξῃ, ὅτι καὶ ἄξιοι ἦσαν θεραπείας· καὶ ἵνα μή τις λέγῃ, ὅτι Εἰ ἐλέῳ μόνον ἔσωζε, πάντας σώζεσθαι ἔδει. Ἔχει γάρ τινα καὶ ἡ φιλανθρωπία  λόγον, τὸν ἀπὸ τῆς πίστεως τῶν σωζομένων. Οὐ διὰ ταῦτα δὲ μόνον τὴν πίστιν αὐτοὺς ἀπαιτεῖ, ἀλλ' ἐπειδὴ εἶπον υἱὸν ∆αυῒδ, ἀνάγων αὐτοὺς ἐπὶ τὸ ὑψηλότερον, καὶ παιδεύων, ἃ χρὴ, περὶ αὐτοῦ φαντάζεσθαι, φησί· Πιστεύετε ὅτι δύναμαι τοῦτο ποιῆσαι; Οὐκ εἶπεν, ὅτι Πιστεύετε ὅτι δύναμαι παρακαλέσαι τὸν Πατέρα μου, ὅτι δύναμαι εὔξασθαι, ἀλλ', Ὅτι ἐγὼ δύναμαι τοῦτο ποιῆσαι. Τί οὖν ἐκεῖνοι; Ναὶ, Κύριε. Οὐκέτι ∆αυῒδ υἱὸν αὐτὸν καλοῦσιν, ἀλλ' ὑψηλότερον ἀνίπτανται,  καὶ τὴν δεσποτείαν ὁμολογοῦσι. Καὶ τότε λοιπὸν καὶ αὐτὸς ἐπιτίθησι τὴν χεῖρα, λέγων· Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Ποιεῖ δὲ τοῦτο, τὴν πίστιν αὐτῶν ῥωννὺς, καὶ δεικνὺς μεριστὰς ὄντας τοῦ κατορθώματος,  καὶ  μαρτυρῶν  ὅτι  οὐ κολακείας  τὰ  ῥήματα ἦν.  Οὐδὲ γὰρ εἶπεν, Ἀνοιχθήτωσαν ὑμῶν οἱ ὀφθαλμοὶ, ἀλλὰ, Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω  ὑμῖν· ὃ πολλοῖς τῶν προσελθόντων  λέγει, πρὸ τῆς τῶν σωμάτων ἰατρείας τὴν ἐν τῇ ψυχῇ πίστιν  προανακηρῦξαι  σπεύδων, ὥστε καὶ ἐκείνους  εὐδοκιμωτέρους  ποιῆσαι, καὶ ἑτέρους σπουδαιοτέρους κατασκευάσαι. Οὕτω καὶ ἐπὶ τοῦ παραλυτικοῦ· καὶ γὰρ πρὸ τοῦ  σφίγξαι  τὸ  σῶμα,  τὴν  ψυχὴν  κειμένην  ἀνίστησι,  λέγων·  Θάρσει, τέκνον, ἀφέωνταί  σου αἱ ἁμαρτίαι· καὶ τὸ κοράσιον δὲ ἀναστήσας κατέσχε, καὶ διὰ τῆς τραπέζης  ἐδίδαξεν  αὐτὴν  τὸν  εὐεργέτην·  καὶ  ἐπὶ  τοῦ  ἑκατοντάρχου  δὲ  ὁμοίως ἐποίησε, τῇ πίστει τὸ πᾶν ἐπιτρέψας· καὶ τοὺς μαθητὰς δὲ ἀπαλλάττων τοῦ χειμῶνος τῆς θαλάσσης, τῆς ὀλιγοπιστίας πρῶτον ἀπήλλαττεν  Οὕτω δὴ καὶ ἐνταῦθα· ᾔδει μὲν καὶ πρὸ  τῆς ἐκείνων  φωνῆς  αὐτὸς τὰ ἀπόῤῥητα τῆς διανοίας·  ἵνα  δὲ καὶ ἑτέρους εἰς τὸν αὐτὸν ζῆλον ἀγάγῃ, καὶ τοῖς ἄλλοις καταδήλους αὐτοὺς ποιεῖ, διὰ τοῦ τέλους τῆς ἰατρείας τὴν κρυπτομένην αὐτῶν πίστιν ἀνακηρύττων. Εἶτα μετὰ τὴν ἰατρείαν κελεύει μηδενὶ εἰπεῖν· καὶ οὐχ ἁπλῶς κελεύει, ἀλλὰ μετὰ πολλῆς τῆς σφοδρότητος.  Ἐνεβριμήσατο γὰρ  αὐτοῖς  ὁ  Ἰησοῦς, φησὶ,  λέγων·  Ὁρᾶτε, μηδεὶς γινωσκέτω.  Οἱ δὲ  ἐξελθόντες,  διεφήμισαν  αὐτὸν  ἐν  ὅλῃ  τῇ  γῇ  ἐκείνῃ.  Οὐ μὴν ἠνέσχοντο  ἐκεῖνοι,  ἀλλ'  ἐγένοντο  κήρυκες  καὶ  εὐαγγελισταί·  καὶ  κελευόμενοι κρύπτειν τὸ γεγενημένον, οὐκ ἠνέσχοντο. Εἰ δὲ ἀλλαχοῦ φαίνεται λέγων· Ἄπελθε, καὶ διηγοῦ τὴν δόξαν τοῦ Θεοῦ· οὐκ ἔστιν ἐναντίον ἐκεῖνο τούτῳ, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Παιδεύει γὰρ ἡμᾶς αὐτοὺς μὲν περὶ ἑαυτῶν μηδὲν λέγειν, ἀλλὰ καὶ τοὺς βουλομένους ἡμᾶς ἐγκωμιάζειν κωλύειν· εἰ δὲ εἰς τὸν Θεὸν ἡ δόξα ἀναφέροιτο, μὴ μόνον μὴ κωλύειν, ἀλλὰ καὶ ἐπιτάττειν τοῦτο ποιεῖν. Αὐτῶν δὲ ἐξερχομένων, φησὶν, ἰδοὺ προσήνεγκαν αὐτῷ ἄνθρωπον κωφὸν, δαιμονιζόμενον. Οὐ γὰρ τῆς φύσεως ἦν τὸ πάθος, ἀλλὰ τοῦ δαίμονος ἡ ἐπιβουλή· διὸ καὶ ἑτέρων δεῖται τῶν προσαγόντων. Οὐδὲ γὰρ δι' ἑαυτοῦ παρακαλέσαι ἠδύνατο, ἄφωνος ὢν, οὐδὲ ἑτέρους ἱκετεῦσαι, τοῦ δαίμονος δήσαντος τὴν γλῶτταν, καὶ τὴν ψυχὴν μετὰ τῆς γλώττης πεδήσαντος. ∆ιὰ τοῦτο οὐδὲ ἀπαιτεῖ πίστιν αὐτὸν, ἀλλ' εὐθέως διορθοῦται τὸ νόσημα. Ἐκβληθέντος γὰρ τοῦ δαίμονος, φησὶν, ἐλάλησεν  ὁ κωφός.  Οἱ δὲ ὄχλοι  ἐθαύμασαν, λέγοντες· Οὐδέποτε ἐφάνη  οὕτως  ἐν τῷ Ἰσραήλ. Ὃ δὴ μάλιστα ἠνία  τοὺς Φαρισαίους, ὅτι πάντων αὐτὸν προὐτίθεσαν, οὐ τῶν τότε ὄντων, ἀλλὰ καὶ τῶν πώποτε γενομένων· προὐτίθεσαν δὲ, οὐχ ὅτι ἐθεράπευεν, ἀλλ' ὅτι ῥᾳδίως, καὶ ταχέως, καὶ ἄπειρα νοσήματα,  καὶ  ἀνιάτως   ἔχοντα.  Καὶ ὁ  μὲν  δῆμος  οὕτως. 



βʹ. Οἱ Φαρισαῖοι  δὲ τοὐναντίον  ἅπαν.  Οὐ γὰρ μόνον  διαβάλλουσι  τὰ γεγενημένα,  ἀλλὰ  καὶ ἐναντία λέγοντες  ἑαυτοῖς οὐκ αἰσχύνονται. Τοιοῦτον γὰρ ἡ πονηρία. Τί γάρ φασιν; Ἐν τῷ ἄρχοντι  τῶν  δαιμονίων   ἐκβάλλει  τὰ  δαιμόνια·  οὗ  τί  γένοιτ'  ἂν  ἀνοητότερον; Μάλιστα μὲν γὰρ, ὃ καὶ προϊών φησιν, ἀμήχανον  δαίμονα ἐκβάλλειν  δαίμονα· τὰ γὰρ  ἑαυτοῦ  συγκροτεῖν  εἴωθεν,  οὐ  καταλύειν  ἐκεῖνος.  Αὐτὸς δὲ  οὐχὶ  δαίμονας ἐξέβαλε μόνον, ἀλλὰ καὶ λεπροὺς ἐκάθηρε, καὶ νεκροὺς ἤγειρε, καὶ θάλατταν ἐχαλίνου,  καὶ ἁμαρτήματα ἔλυε, καὶ βασιλείαν ἐκήρυττε, καὶ τῷ Πατρὶ προσῆγεν· ἅπερ  οὔτ'  ἂν  ἕλοιτό  ποτε  δαίμων,  οὔτ'  ἂν  δυνηθείη  ποτὲ  ἐργάσασθαι. Οἱ γὰρ δαίμονες εἰδώλοις προσάγουσι, καὶ Θεοῦ ἀπάγουσι, καὶ τῇ μελλούσῃ ζωῇ ἀπιστεῖν πείθουσιν.  Ὁ  δαίμων  ὑβριζόμενος  οὐκ  εὐεργετεῖ,  ὅπου  γε  καὶ  μὴ  ὑβριζόμενος βλάπτει τοὺς θεραπεύοντας αὐτὸν καὶ τιμῶντας.  Αὐτὸς δὲ τοὐναντίον  ποιεῖ· μετὰ γὰρ τὰς ὕβρεις ταύτας καὶ τὰς λοιδορίας, Περιῆγε, φησὶ, τὰς πόλεις πάσας καὶ τὰς κώμας,  διδάσκων  ἐν  ταῖς  συναγωγαῖς  αὐτῶν,  καὶ  κηρύσσων τὸ Εὐαγγέλιον  τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καὶ οὐ μόνον αὐτοὺς οὐκ ἐκόλασεν ἀναισθητοῦντας, ἀλλ' οὐδὲ ἁπλῶς ἐπετίμησεν· ὁμοῦ τε τὴν πραότητα ἐπιδεικνύμενος,  καὶ ταύτῃ τὴν κακηγορίαν ἐλέγχων· ὁμοῦ τε βουλόμενος διὰ τῶν ἑξῆς σημείων πλείονα παρασχεῖν τὴν  ἀπόδειξιν, καὶ τότε καὶ τὸν ἀπὸ τῶν λόγων ἔλεγχον ἐπαγαγεῖν. Περιῆγε τοίνυν καὶ ἐν πόλεσι, καὶ ἐν χώραις, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν· παιδεύων ἡμᾶς οὕτως ἀμείβεσθαι τοὺς κακηγόρους, οὐ κακηγορίαις ἑτέραις. ἀλλ' εὐεργεσίαις μείζοσιν. Εἰ γὰρ μὴ δι' ἀνθρώπους, ἀλλὰ διὰ τὸν Θεὸν εὐεργετεῖς τοὺς ὁμοδούλους, ὅσα ἂν ποιῶσι, μὴ ἀποστῇς εὐεργετῶν, ἵνα μείζων  ὁ μισθὸς ᾖ· ὡς  ὅ γε  μετὰ  τὴν  κακηγορίαν  ἀφιστάμενος  τῆς  εὐεργεσίας, δείκνυσιν  ὅτι  διὰ  τὸν  ἐκείνων  ἔπαινον,  ἀλλ'  οὐ  διὰ  τὸν  Θεὸν, τῆς  τοιαύτης ἐπιλαμβάνεται ἀρετῆς. ∆ιὰ τοῦτο ὁ Χριστὸς παιδεύων ἡμᾶς, ὅτι ἐξ ἀγαθότητος μόνης ἐπὶ τοῦτο ᾔει, οὐ μόνον οὐκ ἀνέμενε πρὸς αὐτὸν ἐλθεῖν τοὺς κάμνοντας, ἀλλὰ καὶ αὐτὸς πρὸς ἐκείνους ἠπείγετο, δύο τὰ μέγιστα αὐτοῖς κομίζων ἀγαθά· ἓν μὲν, τῆς βασιλείας τὸ Εὐαγγέλιον· ἕτερον δὲ, τὴν πάντων  τῶν  νοσημάτων  διόρθωσιν. Καὶ οὐδὲ πόλιν παρεώρα, οὐ κώμην παρέτρεχεν, ἀλλὰ πάντα ἐπῄει τόπον. Καὶ οὐδὲ μέχρι τούτου  ἵσταται,  ἀλλὰ  καὶ  ἑτέραν  πρόνοιαν  ἐπιδείκνυται.  Ἰδὼν  γὰρ,  φησὶ,  τοὺς ὄχλους, ἐσπλαγχνίσθη περὶ αὐτῶν ὅτι ἦσαν ἐσκυλμένοι καὶ ἐῤῥιμμένοι, ὡς πρόβατα μὴ ἔχοντα ποιμένα. Τότε λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. ∆εήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν  αὐτοῦ.  Ὅρα  πάλιν   τὸ  ἀκενόδοξον.   Ἵνα  μὴ  ἅπαντας   πρὸς  ἑαυτὸν ἐπισύρηται, ἐκπέμπει τοὺς μαθητάς. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα αὐτοὺς καὶ παιδεύσῃ, καθάπερ ἔν τινι παλαίστρᾳ τῇ Παλαιστίνῃ μελετήσαντας, οὕτω πρὸς τοὺς ἀγῶνας τῆς οἰκουμένης ἀποδύσασθαι. ∆ιὰ δὴ τοῦτο καὶ μείζονα τὰ γυμνάσια τῶν ἀγώνων  τίθησι, ὅσον εἰς τὴν αὐτῶν ἧκεν ἀρετὴν, ἵνα εὐκοπώτερον τῶν μετὰ ταῦτα ἀγώνων  ἅψωνται, καθάπερ τινὰς νεοσσοὺς ἁπαλοὺς πρὸς τὸ πτῆναι προάγων ἤδη. Καὶ τέως  αὐτοὺς  ἰατροὺς  σωμάτων  ποιεῖ,  ὕστερον ταμιευόμενος  τὴν  τῆς  ψυχῆς διόρθωσιν  τὴν  προηγουμένην.  Καὶ σκόπει πῶς  εὔκολον  τὸ πρᾶγμα δείκνυσι  καὶ ἀναγκαῖον. Τί γάρ φησιν; Ὁ μὲν θερισμὸς πολὺς, οἱ δὲ ἐργάται ὀλίγοι. Οὐ γὰρ ἐπὶ τὸν σπόρον ὑμᾶς, φησὶν, ἀλλ' ἐπὶ τὸν ἀμητὸν πέμπω. Ὅπερ ἐν τῷ Ἰωάννῃ ἔλεγεν· Ἄλλοι κεκοπιάκασι, καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν εἰσεληλύθατε. Ταῦτα δὲ ἔλεγε, καὶ τὸ φρόνημα αὐτῶν καταστέλλων, καὶ θαῤῥεῖν παρασκευάζων, καὶ δεικνὺς ὅτι ὁ μείζων προέλαβε πόνος. Θέα δὲ καὶ ἐνταῦθα ἀπὸ φιλανθρωπίας  ἀρχόμενον, οὐκ ἐξ ἀμοιβῆς τινος.  Ἐσπλαγχνίσθη  γὰρ, ὅτι  ἦσαν ἐσκυλμένοι  καὶ  ἐῤῥιμμένοι,  ὡς  πρόβατα μὴ ἔχοντα ποιμένα. Αὕτη τῶν ἀρχόντων τῶν Ἰουδαίων ἡ κατηγορία, ὅτι ποιμένες ὄντες τὰ  τῶν  λύκων  ἐπεδείκνυντο.  Οὐ γὰρ  μόνον  οὐ διώρθουν  τὸ  πλῆθος,  ἀλλὰ  καὶ ἐλυμαίνοντο  αὐτῶν  τὴν  προκοπήν.  Ἐκείνων  γοῦν  θαυμαζόντων,  καὶ λεγόντων, Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ· οὗτοι τὰ ἐναντία ἔλεγον, ὅτι Ἐν τῷ ἄρχοντι τῶν  δαιμονίων  ἐκβάλλει  τὰ  δαιμόνια.  Ἀλλὰ  τίνας  ἐργάτας  ἐνταῦθά  φησι; Τοὺς δώδεκα μαθητάς. Τί οὖν; εἰπὼν, Οἱ δὲ ἐργάται ὀλίγοι, προσέθηκεν αὐτοῖς; Οὐδαμῶς· ἀλλ' αὐτοὺς ἔπεμψε. Τίνος οὖν ἕνεκεν ἔλεγε, ∆εήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ, ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ, καὶ οὐδένα αὐτοῖς προσέθηκεν; Ὅτι καὶ δώδεκα ὄντας  πολλοὺς  ἐποίησε λοιπὸν,  οὐχὶ τῷ ἀριθμῷ προσθεὶς, ἀλλὰ δύναμιν χαρισάμενος.


γʹ. Εἶτα δεικνὺς ἡλίκον τὸ δῶρόν ἐστι, φησὶ, ∆εήθητε τοῦ Κυρίου τοῦ θερισμοῦ· καὶ  λανθανόντως   ἑαυτὸν  ἐμφαίνει  τὸν  τὸ  κῦρος  ἔχοντα.  Εἰπὼν  γὰρ,∆εήθητε τοῦ  Κυρίου τοῦ θερισμοῦ, οὐδὲν δεηθέντων αὐτῶν, οὐδὲ εὐξαμένων, αὐτὸς αὐτοὺς εὐθέως χειροτονεῖ, ἀναμιμνήσκων αὐτοὺς καὶ τῶν Ἰωάννου ῥημάτων, καὶ τῆς ἅλω, καὶ τοῦ λικμῶντος,  καὶ τοῦ ἀχύρου, καὶ τοῦ σίτου. Ὅθεν δῆλον, ὅτι αὐτός  ἐστιν  ὁ  γεωργὸς,  αὐτὸς  ὁ  τοῦ  θερισμοῦ Κύριος, αὐτὸς  ὁ  τῶν  προφητῶν δεσπότης. Εἰ γὰρ  θερίζειν  ἔπεμψε,  δῆλον  ὅτι  οὐ  τὰ  ἀλλότρια,  ἀλλ'  ἃ  διὰ  τῶν προφητῶν ἔσπειρεν. Οὐ ταύτῃ δὲ αὐτοὺς μόνον παρεθάῤῥυνε, τῷ θερισμὸν καλέσαι τὴν  αὐτῶν  διακονίαν,  ἀλλὰ  καὶ  τῷ  ποιῆσαι δυνατοὺς  πρὸς τὴν  διακονίαν.  Καὶ προσκαλεσάμενος, φησὶ,  τοὺς  δώδεκα  μαθητὰς  αὐτοῦ,  ἔδωκεν  αὐτοῖς  ἐξουσίαν πνευμάτων  ἀκαθάρτων,  ὥστε ἐκβάλλειν  αὐτὰ, καὶ θεραπεύειν  πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Καίτοι οὔπω ἦν Πνεῦμα δεδομένον· Οὔπω γὰρ ἦν, φησὶ, Πνεῦμα, ἐπειδὴ  Ἰησοῦς  οὐδέπω  ἐδοξάσθη.  Πῶς  οὖν  ἐξέβαλλον  τὰ  πνεύματα;  Ἀπὸ  τῆς ἐπιταγῆς τῆς αὐτοῦ, ἀπὸ τῆς ἐξουσίας. Σκόπει δέ μοι καὶ τὸ εὔκαιρον τῆς ἀποστολῆς. Οὐ γὰρ ἐκ προοιμίων  αὐτοὺς ἔπεμψεν, ἀλλ' ὅτε ἱκανῶς  τῆς ἀκολουθήσεως ἦσαν ἀπολελαυκότες, καὶ εἶδον καὶ νεκρὸν ἐγερθέντα, καὶ θάλατταν  ἐπιτιμηθεῖσαν, καὶ δαίμονας  ἐλαθέντας,  καὶ  παραλυτικὸν  σφιγέντα,  καὶ  ἁμαρτήματα  λυθέντα,  καὶ λεπρὸν καθαρθέντα, καὶ ἀρκοῦσαν αὐτοῦ τῆς δυνάμεως ἔλαβον ἀπόδειξιν, καὶ δι' ἔργων  καὶ  διὰ  λόγων,  τότε  αὐτοὺς  ἐκπέμπει· καὶ  οὐκ  εἰς  ἐπικίνδυνα  πράγματα (οὐδεὶς γὰρ ἐν Παλαιστίνῃ τέως κίνδυνος ἦν), ἀλλὰ πρὸς κακηγορίας ἔδει ἵστασθαι μόνον. Πλὴν καὶ τοῦτο αὐτοῖς προλέγει, τὸ περὶ τῶν κινδύνων,  προπαρασκευάζων αὐτοὺς  καὶ  πρὸ  τοῦ  καιροῦ,  καὶ  ἐναγωνίους   ποιῶν  τῇ  συνεχεῖ  περὶ  τούτων προῤῥήσει. Εἶτα, ἐπειδὴ  δύο  συζυγίας  εἶπεν  ἡμῖν  ἀποστόλων,  τὴν  Πέτρου καὶ Ἰωάννου, καὶ μετ' ἐκείνας τὸν Ματθαῖον ἔδειξε κληθέντα, περὶ δὲ τῆς τῶν ἄλλων ἀποστόλων κλήσεώς τε καὶ προσηγορίας οὐδὲν ἡμῖν διελέχθη, ἐνταῦθα ἀναγκαίως τὸν κατάλογον  αὐτῶν καὶ τὸν ἀριθμὸν τίθησι, καὶ τὰ ὀνόματα δῆλα ποιεῖ, λέγων οὕτως· Τῶν δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος. Καὶ γὰρ ἕτερος Σίμων ἦν, ὁ Κανανίτης· καὶ Ἰούδας ὁ Ἰσκαριώτης, καὶ Ἰούδας ὁ Ἰακώβου· καιἸάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου.Ὁ μὲν οὖν Μάρκος καὶ κατὰ τὴν ἀξίαν αὐτοὺς τίθησι· μετὰ γὰρ τοὺς δύο κορυφαίους τότε τὸν Ἀνδρέαν ἀριθμεῖ· οὗτος δὲ οὐχ οὕτως, ἀλλ' ἀδιαφόρως, μᾶλλον δὲ καὶ Θωμᾶν τὸν πολὺ   καταδεέστερον   ἑαυτοῦ   προτίθησιν.   Ἀλλ'   ἴδωμεν   αὐτῶν   ἄνωθεν   τὸν κατάλογον. Πρῶτος, Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ. Οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον· τὸν μὲν γὰρ ἀπὸ τῆς ἀρετῆς, τὸν δὲ ἀπὸ τῆς εὐγενείας τῆς κατὰ τὸν  τρόπον ὠνόμασεν. Εἶτα Ἰάκωβος  ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης  ὁ ἀδελφὸς αὐτοῦ. Ὁρᾷς πῶς οὐ κατὰ τὴν ἀξίαν τίθησιν; Ἐμοὶ γὰρ δοκεῖ ὁ Ἰωάννης οὐχὶ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ τοῦ ἀδελφοῦ μείζων εἶναι. Εἶτα εἰπὼν, Φίλιππος καὶ Βαρθολομαῖος, ἐπήγαγε· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης.  Ἀλλ' οὐχ ὁ Λουκᾶς οὕτως· ἀλλ' ἀντιστρόφως,  καὶ προτίθησιν  αὐτὸν  τοῦ Θωμᾶ, Εἶτα Ἰάκωβος  ὁ τοῦ Ἀλφαίου. Ἦν γὰρ, ὡς ἔφθην ειπὼν, καὶ ὁ τοῦ Ζεβεδαίου. Εἶτα εἰπὼν Λεββαῖον τὸν ἐπικληθέντα  Θαδδαῖον, καὶ Σίμωνα τὸν ζηλωτὴν, ὃν καὶ Κανανίτην καλεῖ, ἐπὶ τὸν προδότην ἔρχεται· καὶ οὐχ ὡς ἐχθρός τις καὶ πολέμιος, ἀλλ' ὡς ἱστορίαν γράφων οὕτω διηγήσατο. Οὐκ εἶπεν, Ὁ μιαρὸς καὶ παμμίαρος, ἀλλ' ἀπὸ τῆς πόλεως αὐτὸν ἐκάλεσεν, Ἰούδας ὁ Ἰσκαριώτης. Ἦν γὰρ καὶ ἕτερος Ἰούδας ὁ Λεββαῖος, ὁ ἐπικληθεὶς Θαδδαῖος, ὃν Ἰακώβου φησὶν ὁ Λουκᾶς εἶναι λέγων,  Ἰούδας Ἰακώβου. Ἀπὸ τούτου τοίνυν  διαιρῶναὐτὸν,  φησίν· Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν. Καὶ οὐκ αἰσχύνεται λέγων· Ὁ καὶ παραδοὺς αὐτόν. Οὕτως οὐδὲν οὐδέποτε οὐδὲ τῶν δοκούντων ἐπονειδίστων εἶναι ἀπέκρυπτον. Πρῶτος δὲ πάντων καὶ κορυφαῖος, ὁ ἀγράμματος, ὁ ἰδιώτης. Ἀλλ' ἴδωμεν ποῦ καὶ πρὸς τίνας αὐτοὺς πέμπει. Τούτους τοὺς δώδεκα, φησὶν, ἀπέστειλεν ὁ Ἰησοῦς. Ποίους τούτους; Τοὺς ἁλιέας, τοὺς  τελώνας·  καὶ  γὰρ  τέσσαρες ἦσαν  ἁλιεῖς,  καὶ  δύο  τελῶναι,  Ματθαῖος  καὶ Ἰάκωβος· ὁ δὲ εἷς καὶ προδότης. Καὶ τί πρὸς αὐτούς φησιν; Εὐθέως παραγγέλλει αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον  πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα  οἴκου Ἰσραήλ. Μὴ γὰρ δὴ νομίσητε, φησὶν, ἐπειδή με ὑβρίζουσι, καὶ δαιμονῶντα  καλοῦσιν, ὅτι μισῶ αὐτοὺς καὶ ἀποστρέφομαι. Καὶ γὰρ πρώτους αὐτοὺς διορθῶσαι ἐσπούδακα, καὶ πάντων ὑμᾶς ἀπάγων  τῶν  ἄλλων,  τούτοις πέμπω διδασκάλους καὶ ἰατρούς. Καὶ οὐ μόνον  πρὸ τούτων  ἄλλοις  καταγγεῖλαι  κωλύω,  ἀλλ' οὐδὲ ὁδοῦ ἅψασθαι τῆς ἐκεῖ φερούσης ἐπιτρέπω, οὐδὲ εἰς πόλιν τοιαύτην εἰσελθεῖν.


δʹ. Καὶ γὰρ καὶ οἱ Σαμαρεῖται ἐναντίως πρὸς Ἰουδαίους διάκεινται. Καίτοιγε εὐκολώτερα τὰ ἐκείνων ἦν· πολλῷ γὰρ ἐπιτηδειότερον πρὸς τὴν πίστιν εἶχον· τὰ δὲ τούτων χαλεπώτερα. Ἀλλ' ὅμως ἐπὶ τὰ δυσκολώτερα  πέμπει,  τὴν  κηδεμονίαν  τὴν  περὶ  αὐτοὺς  ἐνδεικνύμενος,  καὶ  τὰ στόματα   τῶν   Ἰουδαίων   ἐμφράττων,   καὶ   προοδοποιῶν   τῇ   διδασκαλίᾳ   τῶν ἀποστόλων, ἵνα μὴ πάλιν ἐγκαλῶσιν, ὅτι πρὸς ἀκροβύστους εἰσῆλθον, καὶ δικαίαν δόξωσιν αἰτίαν  ἔχειν  τοῦ φυγεῖν  αὐτοὺς καὶ ἀποστρέφεσθαι. Καὶ πρόβατα αὐτοὺς καλεῖ ἀπολωλότα, οὐκ ἀποπηδήσαντα, πανταχόθεν συγγνώμην αὐτοῖς ἐπινοῶν, καὶ ἐφελκόμενος  αὐτῶν  τὴν  γνώμην.  Πορευόμενοι δὲ, φησὶ, κηρύξατε λέγοντες,  ὅτι Ἤγγικεν  ἡ  βασιλεία  τῶν  οὐρανῶν.  Εἶδες διακονίας  μέγεθος;  εἶδες  ἀποστόλων ἀξίωμα; Οὐδὲν αἰσθητὸν  κελεύονται  λέγειν,  οὐδὲ οἷον οἱ περὶ Μωϋσέα καὶ τοὺς προφήτας  τοὺς  ἔμπροσθεν,  ἀλλὰ  καινά  τινα   καὶ  παράδοξα.  Οὐ  γὰρ  τοιαῦτα ἐκήρυττον ἐκεῖνοι, ἀλλὰ γῆν, καὶ τὰ ἐν τῇ γῇ ἀγαθά· οἱ δὲ βασιλείαν οὐρανῶν, καὶ τὰ ἐκεῖ ἅπαντα. Οὐκ ἐντεῦθεν  δὲ μόνον οὗτοι μείζους, ἀλλὰ καὶ ἐκ τῆς ὑπακοῆς. Οὐδὲ γὰρ ἀναδύονται, οὐδὲ ὀκνοῦσι, καθάπερ οἱ παλαιοί· ἀλλὰ, καίτοι κινδύνους καὶ πολέμους καὶ τὰ ἀφόρητα ἀκούοντες κακὰ, μετὰ πολλῆς δέχονται  τῆς πειθοῦς τὰ ἐπιταττόμενα,  ἅτε  βασιλείας  κήρυκες ὄντες.  Καὶ τί  θαυμαστὸν,  φησὶν,  εἰ  μηδὲν σκυθρωπὸν  κηρύττοντες   καὶ  χαλεπὸν,   εὐκόλως   ὑπήκουσαν;  Τί  λέγεις;  οὐδὲν χαλεπὸν ἐπετάγησαν; Οὐκ ἀκούεις τῶν δεσμωτηρίων, τῶν ἀναγωγῶν, τῶν πολέμων τῶν  ἐμφυλίων,  τοῦ  παρὰ πάντων  μίσους, ἅπερ ἅπαντα  μικρὸν  ὕστερον  αὐτοὺς ὑποστήσεσθαι ἔλεγεν; Ἑτέροις μὲν γὰρ μυρίων  ἐσομένους ἀγαθῶν  προξένους καὶ κήρυκας ἔπεμπεν αὐτοὺς δὲ ἀνήκεστα δεινὰ πείσεσθαι ἔλεγε καὶ προανεφώνει. Εἶτα ποιῶν   αὐτοὺς  ἀξιοπίστους,  φησίν·  Ἀσθενοῦντας  θεραπεύετε,  λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Ὅρα πῶς τῶν ἠθῶν ἐπιμελεῖται, καὶ οὐκ ἔλαττον ἢ τῶν σημείων, δεικνὺς ὅτι τὰ σημεῖα τούτων χωρὶς οὐδέν  ἐστι.  Καὶ γὰρ  τὸ  φρόνημα  αὐτῶν  καταστέλλει  λέγων·  ∆ωρεὰν  ἐλάβετε, δωρεὰν δότε· καὶ φιλοχρηματίας  καθαρεύειν  παρασκευάζει. Εἶτα ἵνα  μὴ νομισθῇ αὐτῶν εἶναι κατόρθωμα, καὶ ἐπαρθῶσιν ἀπὸ τῶν γινομένων  σημείων, φησί· ∆ωρεὰν ἐλάβετε. Οὐδὲν χαρίζεσθε τοῖς δεχομένοις ὑμᾶς· οὐ γὰρ μισθοῦ ταῦτα ἐλάβετε, οὐδὲ πονέσαντες· ἐμὴ γὰρ ἡ χάρις. Οὕτως οὖν καὶ ἐκείνοις  δότε· οὐδὲ γὰρ ἔστι τιμὴν αὐτῶν  ἀξίαν  εὑρεῖν.  Εἶτα  τὴν  ῥίζαν  τῶν  κακῶν  εὐθέως  ἀνασπῶν,  φησί·  Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν  εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον. Οὐκ εἶπε, Μὴ λάβητε μεθ' ἑαυτῶν, ἀλλὰ, Κἂν ἑτέρωθεν ἐξῇ λαβεῖν, φύγε τὸ πονηρὸν νόσημα. Καὶ γὰρ πολλὰ διὰ τούτου κατώρθου· ἓν μὲν, ἀνυπόπτους ποιῶν τοὺς μαθητάς· δεύτερον δὲ, πάσης αὐτοὺς ἀπαλλάττων  φροντίδος, ὥστε τὴν σχολὴν πᾶσαν τῷ λόγῳ παρέχειν· τρίτον, διδάσκων αὐτοὺς τὴν ἑαυτοῦ δύναμιν. Τοῦτο γοῦν αὐτοῖς καὶ λέγει μετὰ ταῦτα· Μή τινος ὑστερήσατε, ὅτε ἔπεμψα ὑμᾶς γυμνοὺς καὶ ἀνυποδέτους; Οὐκ εὐθέως εἶπε, Μὴ κτήσησθε· ἀλλ' ὅτε εἶπε, Λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, τότε εἶπε, Μηδὲν κτήσησθε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε· καὶ τὸ συμφέρον διὰ τῶν πραγμάτων, καὶ τὸ πρέπον αὐτοῖς, καὶ τὸ δυνατὸν παρεχόμενος. Ἀλλ' ἴσως εἴποι τις ἂν, ὅτι Τὰ μὲν ἄλλα λόγον ἂν ἔχοι· τὸ δὲ μὴ πήραν ἔχειν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ῥάβδον, μηδὲ  ὑποδήματα,  τίνος  ἕνεκεν  ἐπέταξεν;  Εἰς πᾶσαν  αὐτοὺς  ἀκρίβειαν  ἀσκῆσαι βουλόμενος· ἐπεὶ καὶ ἀνωτέρω, οὐδὲ ὑπὲρ τῆς ἐπιούσης ἡμέρας μεριμνᾷν ἐπέτρεψε. Καὶ γὰρ  καὶ  τῇ  οἰκουμένῃ  διδασκάλους  ἔμελλεν  ἀποστέλλειν.  ∆ιὰ  τοῦτο  καὶ ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων, ὡς εἰπεῖν, κατασκευάζει, πάσης ἀπολύων φροντίδος βιωτικῆς, ὥστε μιᾷ κατέχεσθαι φροντίδι  μόνῃ, τῇ τῆς διδασκαλίας· μᾶλλον δὲ καὶ ἐκείνης αὐτοὺς ἀπολύει, λέγων· Μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε. Ὥστε ὃ δοκεῖ σφόδρα φορτικὸν εἶναι καὶ ἐπαχθὲς, τοῦτο μάλιστα εὔκολον αὐτοῖς ἀποφαίνει  καὶ ῥᾴδιον.  Οὐδὲν γὰρ  οὕτως  εὐθυμεῖσθαι  ποιεῖ,  ὡς  τὸ  φροντίδος  ἀπηλλάχθαι  καὶ μερίμνης· καὶ μάλιστα ὅταν ἐξῇ ταύτης ἀπηλλαγμένους  μηδενὸς ἐλαττοῦσθαι, τοῦ Θεοῦ παρόντος, καὶ ἀντὶ πάντων αὐτοῖς γινομένου. Εἶτα ἵνα μὴ λέγωσι, Πόθεν οὖν τῆς ἀναγκαίας τροφῆς ἀπολαύσομεν; οὐ λέγει αὐτοῖς, ὅτι Ἠκούσατε ὅτι εἶπον ὑμῖν ἔμπροσθεν· Ἐμβλέψατε εἰς τὰ πετεινὰ  τοῦ οὐρανοῦ (οὔπω γὰρ ἦσαν δυνατοὶ  τὸ ἐπίταγμα τοῦτο διὰ τῶν ἔργων ἐπιδείξασθαι)· ἀλλὰ τὸ πολὺ τούτου καταδεέστερον ἐπήγαγε, λέγων· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι· δηλῶν ὅτι παρὰ τῶν μαθητῶν αὐτοὺς τρέφεσθαι ἔδει· ἵνα μήτε αὐτοὶ μέγα φρονῶσι κατὰ τῶν μαθητευομένων,  ὡς πάντα παρέχοντες, καὶ μηδὲν λαμβάνοντες  παρ' αὐτῶν· μήτε ἐκεῖνοι  πάλιν  ἀποῤῥαγῶσιν ὑπερορώμενοι  παρὰ τούτων.



 εʹ. Εἶτα, ἵνα μὴ λέγωσι, Προσαιτοῦντας οὖν ἡμᾶς  κελεύεις ζῇν; καὶ αἰσχύνωνται  τοῦτο· δείκνυσι τὸ πρᾶγμα ὀφειλὴν ὂν, ἐργάτας τε αὐτοὺς καλῶν, καὶ τὸ διδόμενον μισθὸν ὀνομάζων. Μὴ γὰρ ἐπειδὴ ἐν λόγοις ἡ ἐργασία, φησὶ, νομίσητε μικρὰν εἶναι τὴν εὐεργεσίαν τὴν παρ' ὑμῶν· καὶ γὰρ πόνους ἔχει τὸ πρᾶγμα πολλούς· καὶ ὅπερ ἂν δῶσιν οἱ διδασκόμενοι, οὐ χαριζόμενοι παρέχουσιν, ἀλλ' ἀμοιβὴν ἀποδιδόντες· Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι. Τοῦτο δὲ εἴρηκεν, οὐ τοσούτου τοὺς ἀποστολικοὺς ἀποφαίνων  πόνους ἀξίους· ἄπαγε, μὴ γένοιτο· ἀλλὰ καὶ ἐκείνοις νομοθετῶν μηδὲν πλέον  ζητεῖν,  καὶ τοὺς παρέχοντας  πείθων,  ὅτι οὐ φιλοτιμία  τὸ γινόμενον  παρ' αὐτῶν ἐστιν, ἀλλ' ὀφειλή. Εἰς ἣν δ' ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἄξιος ἐν αὐτῇ ἐστι, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. Οὐδὲ γὰρ ἐπειδὴ εἶπον, φησὶν, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστι, τὰς πάντων ὑμῖν θύρας ἀνέῳξα· ἀλλὰ καὶ ἐνταῦθα πολλὴν κελεύω ποιεῖσθαι τὴν ἀκρίβειαν. Τοῦτο γὰρ καὶ εἰς δόξαν ὑμᾶς ὠφελήσει, καὶ εἰς αὐτὸ τὸ τρέφεσθαι. Εἰ γὰρ ἄξιός ἐστι, πάντως δώσει τροφήν· καὶ μάλιστα ὅταν μηδὲν πλέον τῶν ἀναγκαίων  αἰτῆτε. Οὐ μόνον δὲ ἀξίους κελεύει ζητεῖν, ἀλλὰ μηδὲ οἰκίαν  ἐξ οἰκίας ἀμείβειν,  ὥστε μήτε τὸν  δεχόμενον  λυπεῖν,  μήτε αὐτοὺς δόξαν λαβεῖν γαστριμαργίας καὶ εὐκολίας. Τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, Ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε. Καὶ τοῦτο καὶ ἐκ τῶν ἄλλων  εὐαγγελιστῶν  ἔστι καταμαθεῖν. Εἶδες πῶς αὐτοὺς καὶ ταύτῃ  σεμνοὺς ἐποίησε, καὶ τοὺς δεχομένους  ἐναγωνίους,  δείξας ὅτι αὐτοὶ μᾶλλόν εἰσιν οἱ κερδαίνοντες, καὶ εἰς δόξαν καὶ εἰς ὠφελείας λόγον; Εἶτα αὐτὸ τοῦτο πάλιν ἐπεξιών φησιν· Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν  ἐφ' ὑμᾶς ἐπιστραφήτω. Ὁρᾷς μέχρι τίνος  οὐ παραιτεῖται  διατάττεσθαι; Καὶ μάλα εἰκότως. Ἀθλητὰς γὰρ εὐσεβείας καὶ κήρυκας κατεσκεύαζε τῆς οἰκουμένης· καὶ ταύτῃ μετριάζειν αὐτοὺς παρασκευάζων, καὶ ἐπεράστους ποιῶν, φησί· Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τῶν λόγων ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. Μὴ γὰρ ἐπειδὴ διδάσκετε, φησὶ, διὰ τοῦτο περιμένετε παρ' ἑτέρων ἀσπάζεσθαι, ἀλλὰ προηγεῖσθε τῇ τιμῇ. Εἶτα δεικνὺς ὅτι οὐκ ἀσπασμὸς τοῦτό ἐστι ψιλὸς, ἀλλ' εὐλογία, Ἐὰν ᾖ, φησὶν, ἀξία ἡ οἰκία, ἥξει ἐπ' αὐτήν· ἐὰν δὲ ὑβρίζῃ, πρώτη μὲν κόλασις, τὸ μὴ ἀπόνασθαι τῆς εἰρήνης· δευτέρα δὲ, ὅτι τὰ Σοδόμων πείσεται. Καὶ τί πρὸς ἡμᾶς, φησὶν, ἡ ἐκείνων κόλασις; Ἕξετε τὰς τῶν ἀξίων οἰκίας. Τί δὲ βούλεται τὸ Ἐκτινάξατε τὸν κονιορτὸν τῶν  ποδῶν  ὑμῶν;  Ἢ  ὥστε  δεῖξαι  ὅτι  οὐδὲν  ἔλαβον  παρ'  αὐτῶν,  ἢ  ὥστε  εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἣν ἐστείλαντο δι' αὐτούς. Σὺ δέ μοι σκόπει πῶς οὐδέπω τὸ πᾶν αὐτοῖς δίδωσιν. Οὐδὲ γὰρ πρόγνωσιν  τέως αὐτοῖς χαρίζεται, ὥστε μαθεῖν τίς ἄξιος, καὶ τίς οὐ τοιοῦτος· ἀλλὰ περιεργάζεσθαι καὶ τὴν πεῖραν ἀναμένειν  κελεύει. Πῶς οὖν αὐτὸς παρὰ τελώνῃ  ἔμενεν;  Ὅτι ἄξιος γέγονεν ἐκ τῆς μεταβολῆς. Σὺ δέ μοι σκόπει πῶς πάντων  αὐτοὺς γυμνώσας, πάντα αὐτοῖς ἔδωκεν, ἐπιτρέψας  ἐν ταῖς τῶν  μαθητευομένων  μένειν  οἰκίαις, καὶ οὐδὲν ἔχοντας εἰσιέναι. Οὕτω γὰρ καὶ τῆς φροντίδος ἀπηλλάττοντο, κἀκείνους ἔπειθον, ὅτι διὰ τὴν αὐτῶν παραγεγόνασι σωτηρίαν μόνην, καὶ τῷ μηδὲν ἐπιφέρεσθαι, καὶ τῷ μηδὲν  πλέον  αὐτοὺς  ἀπαιτεῖν  τῶν  ἀναγκαίων,  καὶ  τῷ  μὴ  πρὸς  πάντας  ἁπλῶς εἰσιέναι. Οὐδὲ γὰρ ἀπὸ τῶν σημείων αὐτοὺς ἐβούλετο φαίνεσθαι λαμπροὺς μόνον, ἀλλὰ καὶ πρὸ τῶν σημείων ἀπὸ τῆς οἰκείας ἀρετῆς. Οὐδὲν γὰρ οὕτω χαρακτηρίζει φιλοσοφίαν, ὡς τὸ ἀπέριττον, καὶ κατὰ τὸ ἐγχωροῦν ἀνενδεές. Τοῦτο καὶ οἱ ψευδαπόστολοι ᾔδεσαν, ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἵνα ἐν ᾧ καυχῶνται, εὑρεθῶσιν ὡς καὶ ἡμεῖς. Εἰ δὲ ἐπὶ ξένης ὄντας καὶ πρὸς ἀγνῶτας ἀπιόντας οὐδὲν δεῖ πλέον  ζητεῖν  τῆς ἐφημέρου τροφῆς, πολλῷ  μᾶλλον  οἴκοι μένοντας.   ʹ.  Ταῦτα μὴ ἀκούωμεν μόνον, ἀλλὰ καὶ μιμώμεθα. Οὐ γὰρ περὶ τῶν ἀποστόλων εἴρηται μόνον, ἀλλὰ καὶ περὶ τῶν μετὰ ταῦτα ἁγίων. Γενώμεθα τοίνυν αὐτῶν ἄξιοι τῆς ὑποδοχῆς. Ἀπὸ γὰρ τῆς γνώμης τῶν ὑποδεχομένων  καὶ ἡ εἰρήνη ἔρχεται αὕτη, καὶ ἀφίπταται πάλιν. Οὐδὲ γὰρ μόνον ἀπὸ τῆς τῶν διδασκόντων παῤῥησίας, ἀλλὰ καὶ ἀπὸ τῆς τῶν λαμβανόντων   ἀξίας  τοῦτο  γίνεται.  Μηδὲ μικρὰν  νομίζωμεν  εἶναι  ζημίαν  τὸ μὴ ἀπολαῦσαι τοιαύτης  εἰρήνης.  Ταύτην γὰρ καὶ ὁ προφήτης  ἄνωθεν  προαναφωνεῖ λέγων· Ὡς ὡραῖοι οἱ πόδες τῶν  εὐαγγελιζομένων  εἰρήνην! Εἶτα αὐτῆς τὸ ἀξίωμα ἑρμηνεύων   ἐπήγαγε,  τῶν   εὐαγγελιζομένων   τὰ  ἀγαθά.  Ταύτην  καὶ  ὁ  Χριστὸς μεγάλην  οὖσαν ἀπέφηνεν  εἰπών· Εἰρήνην ἀφίημι  ὑμῖν, εἰρήνην  τὴν ἐμὴν δίδωμι ὑμῖν. Καὶ δεῖ πάντα ποιεῖν, ὥστε αὐτῆς ἀπολαύειν, καὶ ἐν οἰκίᾳ καὶ ἐν ἐκκλησίᾳ. Καὶ γὰρ καὶ ἐν τῇ ἐκκλησίᾳ ὁ προεστὼς δίδωσιν εἰρήνην. Καὶ τοῦτο ἐκείνου τύπος ἐστὶ, καὶ δεῖ μετὰ πάσης αὐτὸν δέχεσθαι προθυμίας, τῇ γνώμῃ πρὸ τῆς τραπέζης. Εἰ γὰρ τὸ ἀπὸ τῆς  τραπέζης μὴ μεταδοῦναι  φορτικὸν,  τὸ τὸν  λέγοντα  διακρούεσθαι πόσῳ μᾶλλον ἂν φορτικώτερον; ∆ιὰ σὲ κάθηται ὁ πρεσβύτερος, διὰ σὲ ἕστηκεν ὁ διδάσκαλος, πονῶν  καὶ ταλαιπωρούμενος.  Τίνα οὖν ἕξεις ἀπολογίαν, μηδὲ τὴν ἐκ τῆς  ἀκροάσεως αὐτῷ  παρέχων  ὑποδοχήν;  Καὶ γὰρ  οἰκία  κοινὴ  πάντων  ἐστὶν  ἡ ἐκκλησία, καὶ προλαβόντων ὑμῶν εἴσιμεν ἡμεῖς, τὸν ἐκείνων τύπον διατηροῦντες.
∆ιὰ τοῦτο καὶ κοινῇ πᾶσι τὴν εἰρήνην ἐπιλέγομεν εἰσιόντες εὐθέως, κατὰ τὸν νόμον ἐκεῖνον. Μηδεὶς τοίνυν  ἔστω ῥᾴθυμος, μηδεὶς μετέωρος, εἰσελθόντων  τῶν ἱερέων καὶ διδασκόντων· οὐδὲ γὰρ μικρὰ ἐπὶ τούτῳ κεῖται κόλασις. Καὶ γὰρ βουλοίμην ἂν ἔγωγε μυριάκις εἰς οἰκίαν τινὸς ὑμῶν εἰσελθὼν ἐξαπορηθῆναι, ἢ ἐνταῦθα λέγων μὴ ἀκουσθῆναι. Τοῦτο ἐμοὶ φορτικώτερον ἐκείνου, ἐπειδὴ καὶ κυριωτέρα αὕτη ἡ οἰκία. Καὶ γὰρ τὰ μεγάλα ἡμῶν ἐνταῦθα κεῖται κτήματα· ἐνταῦθα ἡμῶν αἱ ἐλπίδες πᾶσαι. Τί γὰρ οὐχὶ ἐνταῦθα μέγα καὶ φρικῶδες; Καὶ γὰρ ἡ τράπεζα αὕτη πολλῷ τιμιωτέρα καὶ ἡδίων, καὶ ἡ λυχνία  τῆς λυχνίας.  Καὶ ἴσασιν ὅσα μετὰ πίστεως καὶ εὐκαίρως ἐλαίῳ χρισάμενοι νοσήματα ἔλυσαν. Καὶ τὸ κιβώτιον δὲ τοῦτο ἐκείνου τοῦ κιβωτίου πολλῷ  βέλτιον καὶ ἀναγκαιότερον·  οὐ γὰρ ἱμάτια, ἀλλ' ἐλεημοσύνην ἔχει συγκεκλεισμένην,  εἰ  καὶ  ὀλίγοι  εἰσὶν  κεκτημένοι.  Ἐνταῦθα  καὶ  κλίνη  ἐκείνης βελτίων· ἡ γὰρ τῶν θείων Γραφῶν ἀνάπαυσις πάσης κλίνης ἡδίων ἐστί. Καὶ εἰ καλῶς ἦν  ἡμῖν  [τὰ τῆς  ὁμονοίας  κατωρθωμένα],  οὔτ'  ἂν  ἑτέραν  ἔσχομεν παρὰ ταύτην οἰκίαν.  Καὶ ὅτι  οὐ  φορτικὸν  τὸ  εἰρημένον,  μαρτυροῦσιν  οἱ  τρισχίλιοι  καὶ  οἱ πεντακισχίλιοι,   καὶ  οἰκίαν  καὶ  τράπεζαν  καὶ  ψυχὴν  ἐσχηκότες  μίαν·  Τοῦ  γὰρ πλήθους τῶν πιστευσάντων, φησὶν, ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Ἐπειδὴ δὲ πολὺ τῆς ἐκείνων  ἀποδέομεν  ἀρετῆς, καὶ διῳκίσμεθα  κατὰ  τὰς  οἰκίας, κἂν, ἡνίκα  ἐνθάδε συλλεγόμεθα,  μετὰ προθυμίας τοῦτο ποιῶμεν.  Εἰ γὰρ ἐν τοῖς  ἄλλοις  πτωχοὶ  καὶ πένητές ἐσμεν, [ἀλλ' ἐν τούτοις πλούσιοι. ∆ιὸ] κἂν ἐνταῦθα δέξασθε μετὰ ἀγάπης εἰσιόντας ἡμᾶς πρὸς ὑμᾶς. Καὶ ὅταν εἴπω, Εἰρήνη ὑμῖν, εἶτα εἴπητε, Καὶ τῷ πνεύματί σου· μὴ τῇ φωνῇ  μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ  λέγετε· μὴ τῷ στόματι, ἀλλὰ καὶ τῇ διανοίᾳ. Ἂν δὲ ἐνταῦθα μὲν λέγῃς, Εἰρήνη καὶ τῷ πνεύματί σου, ἔξω δέ μοι πολεμῇς διαπτύων  καὶ κακηγορῶν, μυρίοις λάθρα πλύνων  ὀνείδεσι, ποία εἰρήνη αὕτη; Ἐγὼ μὲν γὰρ, κἂν μυριάκις κακηγορήσῃς, μετὰ καθαρᾶς καρδίας τὴν εἰρήνην σοι δίδωμι, μετὰ  εἰλικρινοῦς   γνώμης,  καὶ  πονηρὸν  οὐδὲν  δύναμαί  ποτε  περὶ  σοῦ  εἰπεῖν· σπλάγχνα γὰρ ἔχω πατρικά. Κἂν ἐπιπλήξω ποτὲ, κηδόμενος τοῦτο ποιῶ. Σὺ δὲ λάθρα δάκνων, καὶ μὴ δεχόμενός με ἐν δεσποτικῇ οἰκίᾳ, δέδοικα μὴ πάλιν μοι τὴν ἀθυμίαν αὐξήσῃς· οὐκ  ἐπειδὴ  ὕβρισας, οὐδὲ  ἐπειδὴ  ἐξέβαλες,  ἀλλ'  ἐπειδὴ  τὴν  εἰρήνην ἀπεκρούσω, καὶ τὴν χαλεπὴν ἐκείνην ἐπεσπάσω κόλασιν. Κἂν γὰρ μὴ ἐκτινάξω τὸν κονιορτὸν  ἐγὼ, κἂν μὴ ἀποστραφῶ, τὰ τῆς ἀπειλῆς  ἀκίνητα  μένει. Ἐγὼ μὲν γὰρ ἐπιλέγω πολλάκις ὑμῖν εἰρήνην, καὶ ἀεὶ τοῦτο λέγων οὐ παύσομαι· ἂν δὲ μετὰ τῶν ὕβρεων καὶ μὴ δέξησθε, οὐδὲ οὕτω τὸν κονιορτὸν ἐκτινάσσω· οὐκ ἐπειδὴ παρακούω τοῦ ∆εσπότου, ἀλλ' ἐπειδὴ σφόδρα ὑμῶν ἐκκαίομαι. Ἄλλως  δὲ οὐδὲ ἔπαθόν τι δι' ὑμᾶς· οὔτε  μακρὰν  ἦλθον  ἀποδημίαν,  οὐδὲ μετὰ τοῦ  σχήματος  ἐκείνου  καὶ  τῆς ἀκτημοσύνης ἦλθον (διὰ τοῦτο πρότερον ἑαυτοῖς ἐγκαλοῦμεν), οὐδὲ χωρὶς ὑποδημάτων καὶ δευτέρου χιτῶνος· διὰ τοῦτο τάχα καὶ τὰ παρ' ὑμῶν ἐλλιμπάνετε. Πλὴν ἀλλ' οὐκ ἀρκεῖ τοῦτο ὑμῖν εἰς ἀπολογίαν· ἀλλ' ἡμῖν μὲν τὸ κρίμα μεῖζον, ὑμῖν δὲ συγγνώμης οὐ μεταδίδωσι.


 ζʹ. Τότε αἱ οἰκίαι ἐκκλησίαι ἦσαν, νῦν δὲ ἡ ἐκκλησία οἰκία γέγονεν. Οὐδὲν ἦν τότε ἐν οἰκίᾳ λαλῆσαι βιωτικόν· οὐδέν ἐστι νῦν ἐν ἐκκλησίᾳ πνευματικὸν  εἰπεῖν, ἀλλὰ καὶ ἐνταῦθα τὰ ἐκ τῆς ἀγορᾶς ἐπεισάγετε· καὶ τοῦ Θεοῦ διαλεγομένου, ἀφέντες τὸ σιγῇ τῶν λεγομένων ἀκούειν, τἀναντία φέροντες συμβάλλετε πράγματα· καὶ εἴθε τὰ ὑμέτερα· νυνὶ δὲ τὰ μηδὲν ὑμῖν προσήκοντα καὶ λέγετε  καὶ ἀκούετε. ∆ιὰ ταῦτα  θρηνῶ,  καὶ θρηνῶν  οὐ παύσομαι. Οὐδὲ γάρ εἰμι κύριος τὴν  οἰκίαν  ἀμεῖψαι  ταύτην,  ἀλλ' ἐνταῦθα  ἀνάγκη  μένειν,  ἕως ἂν ἐκ τοῦ παρόντος ἐξέλθωμεν βίου. Χωρήσατε τοίνυν ἡμᾶς, καθὼς ὁ Παῦλος ἐκέλευσεν. Οὐδὲ γὰρ περὶ τραπέζης ἐκεῖ τὸ εἰρημένον  ἦν  αὐτῷ,  ἀλλὰ  περὶ γνώμης  καὶ διανοίας.  Τοῦτο καὶ ἡμεῖς παρ' ὑμῶν ζητοῦμεν, τὴν ἀγάπην, τὴν φιλίαν  τὴν θερμὴν ἐκείνην  καὶ γνησίαν. Εἰ δὲ οὐδὲ τοῦτο ἀνέχεσθε, κἂν ὑμᾶς αὐτοὺς φιλήσατε, τὴν παροῦσαν ἀποτιθέμενοι  ῥᾳθυμίαν.  Ἀρκεῖ τοῦτο  εἰς παραμυθίαν  ἡμῖν,  ἂν  ἴδωμεν εὐδοκιμοῦντας καὶ γενομένους βελτίους ὑμᾶς. Οὕτω καὶ αὐτὸς μείζονα ἐπιδείξομαι τὴν ἀγάπην, Εἰ καὶ περισσότερον ἀγαπῶν, ἧττον ἀγαπῶμαι. Καὶ γὰρ πολλὰ ἡμᾶς ἐστι τὰ συνάγοντα· μία τράπεζα πρόκειται πᾶσιν, εἷς ἐγέννησεν ἡμᾶς Πατὴρ, τὰς αὐτὰ, πάντες ἐλύσαμεν ὠδῖνας, τὸ αὐτὸ ποτὸν ἅπασι δέδοται· μᾶλλον δὲ οὐ μόνον τὸ αὐτὸ ποτὸν,  ἀλλὰ  καὶ  ἐξ  ἑνὸς  ποτηρίου  πίνειν.  Ὁ γὰρ  Πατὴρ, βουλόμενος  ἡμᾶς  εἰς φιλοστοργίαν ἀγαγεῖν, καὶ τοῦτο ἐμηχανήσατο, ἐξ ἑνὸς ποτηρίου πίνειν ἡμᾶς· ὅπερ ἐπιτεταμένης ἐστιν ἀγάπης. Ἀλλ' οὐκ ἐσμὲν ἄξιοι τῶν ἀποστόλων ἡμεῖς. Ὁμολογῶ κἀγὼ, καὶ οὐκ ἄν ποτε ἀρνηθείην. Οὐ μόνον ἐκείνων, ἀλλ' οὐδὲ τῆς σκιᾶς ἄξιοι τῆς ἐκείνων  ἡμεῖς. Ἀλλ' ὅμως τὰ παρ' ὑμῶν γινέσθω. Οὐδὲν ὑμᾶς τοῦτο καταισχῦναι δυνήσεται, ἀλλὰ  καὶ ὠφελῆσαι  μειζόνως.  Ὅταν γὰρ καὶ περὶ ἀναξίους  τοσαύτην
ἐπιδείξησθε τὴν ἀγάπην καὶ τὴν ὑπακοὴν, τότε μείζονα λήψεσθε τὴν ἀνταπόδοσιν. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέγομεν· ἐπεὶ μηδέ ἐστιν ὑμῖν διδάσκαλος ἐπὶ τῆς γῆς· ἀλλ' ἃ παρελάβομεν, καὶ διδόαμεν· καὶ διδόντες οὐδὲν πλέον ἐπιζητοῦμεν παρ' ὑμῶν, ἀλλ' ἢ τὸ φιλεῖσθαι  μόνον. Εἰ δὲ ἀνάξιοι καὶ τούτου, ἀλλ' ἀπὸ τοῦ φιλεῖν  ὑμᾶς ἄξιοι ταχέως ἐσόμεθα. Καίτοιγε προσετάγημεν, μὴ τοὺς φιλοῦντας φιλεῖν μόνον, ἀλλὰ καὶ τοὺς  ἐχθρούς.  Τίς οὖν  οὕτως  ἀπηνὴς,  τίς  οὕτως  ἄγριος, ὃς τοιοῦτον  δεξάμενος νόμον, καὶ τοὺς φιλοῦντας  ἀποστραφήσεται καὶ μισήσει, κἂν μυρίων κακῶν ἀνάμεστος ᾖ; Ἐκοινωνήσαμεν  τραπέζης πνευματικῆς·  κοινωνήσωμεν  καὶ ἀγάπης πνευματικῆς. Εἰ γὰρ λῃσταὶ, κοινωνοῦντες  ἁλῶν, ἐπιλανθάνονται τοῦ τρόπου, τίνα ἕξομεν ἀπολογίαν ἡμεῖς, σώματος ἀεὶ ∆εσποτικοῦ μετέχοντες, καὶ οὐδὲ τὴν ἐκείνων μιμούμενοι ἡμερότητα; Καίτοιγε πολλοῖς οὐχὶ τράπεζα μόνον, ἀλλὰ καὶ τὸ πόλεως εἶναι  μιᾶς ἤρκεσεν εἰς φιλίαν·  ἡμεῖς δὲ, ὅταν  καὶ πόλιν  τὴν  αὐτὴν  ἔχωμεν,  καὶ οἰκίαν  τὴν  αὐτὴν,  καὶ τράπεζαν,  καὶ ὁδὸν, καὶ θύραν, καὶ ῥίζαν, καὶ ζωὴν,  καὶ κεφαλὴν,  καὶ ποιμένα  τὸν  αὐτὸν,  καὶ βασιλέα, καὶ διδάσκαλον, καὶ κριτὴν,  καὶ δημιουργὸν, καὶ πατέρα, καὶ πάντα ἡμῖν ᾖ κοινὰ, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, ἀπ' ἀλλήλων  διαιρούμενοι;  Ἀλλὰ  τὰ  σημεῖα ἐπιζητεῖτε,  ἅπερ  εἰσιόντες  ἐποίουν ἐκεῖνοι, τοὺς λεπροὺς τοὺς καθαιρομένους, καὶ τοὺς δαίμονας τοὺς ἐλαυνομένους, καὶ  τοὺς  ἐγειρομένους  νεκρούς;  Ἀλλὰ  καὶ  τοῦτο  τῆς  εὐγενείας  ὑμῶν  μέγιστον δεῖγμα, καὶ τῆς ἀγάπης, τὸ μὴ μετ'  ἐνεχύρων  πιστεύειν τῷ Θεῷ. Καὶ γὰρ καὶ διὰ τοῦτο καὶ δι' ἕτερον τὰ σημεῖα ἔπαυσεν ὁ Θεός. Εἰ γὰρ, οὐ γινομένων  σημείων, οἱ πλεονεκτήμασιν ἑτέροις κομῶντες, οἷον ἢ λόγῳ σοφίας, ἢ εὐλαβείας ἐπιδείξει, κενοδοξοῦσιν, ἐπαίρονται, ἀπ' ἀλλήλων  σχίζονται· εἰ καὶ σημεῖα ἐγένοντο, ποῦ οὐκ ἂν ἐγένετο ῥήγματα; Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, μαρτυροῦσι Κορίνθιοι εἰς πολλὰ  ἐντεῦθεν  διαιρεθέντες  μέρη. Μὴ δὴ σημεῖα ζήτει, ἀλλὰ ψυχῆς  ὑγείαν. Μὴ ζήτει  νεκρὸν  ἕνα  ἰδεῖν  ἐγειρόμενον·  καὶ  γὰρ  ἔμαθες  ὅτι  ὁλόκληρος  ἡ οἰκουμένη  ἀνίσταται.  Μὴ ζήτει  τυφλὸν  ἰδεῖν  θεραπευόμενον,  ἀλλ'  ὅρα πάντας ἀναβλέποντας νῦν τὴν βελτίω καὶ χρησιμωτέραν ἀνάβλεψιν· καὶ μάθε καὶ σὺ σωφρόνως  ὁρᾷν, καὶ διόρθωσαί σου τὸν  ὀφθαλμόν.  Καὶ γὰρ εἰ πάντες  ὡς ἐχρῆν ἐζῶμεν, μᾶλλον ἂν τῶν θαυματουργούντων  ἐθαύμασαν ἡμᾶς Ἑλλήνων  παῖδες. Τὰ μὲν  γὰρ  σημεῖα  καὶ  φαντασίας  ὑπόνοιαν   ἔχει  πολλάκις,  καὶ  ἑτέραν  πονηρὰν ὑποψίαν, εἰ καὶ τὰ ἡμέτερα οὐ τοιαῦτα· βίος δὲ καθαρὸς οὐδεμίαν τοιαύτην ἐπήρειαν δέξασθαι δύναται·  ἀλλὰ  πάντων  ἐμφράττει  τὰ στόματα τῆς  ἀρετῆς ἡ κτῆσις.


 ηʹ. Ταύτης τοίνυν ἐπιμελώμεθα· πολὺς γὰρ αὐτῆς ὁ πλοῦτος, καὶ τὸ θαῦμα μέγα. Αὕτη τὴν ὄντως ἐλευθερίαν παρέχει, καὶ ἐν τῇ δουλείᾳ ταύτην θεωρεῖσθαι παρασκευάζει, οὐκ ἀπαλλάττουσα τῆς δουλείας, ἀλλὰ δούλους μένοντας ἐλευθέρων ἀποφαίνουσα σεμνοτέρους, ὃ τοῦ δοῦναι ἐλευθερίαν πολλῷ πλέον ἐστίν· οὐ ποιοῦσα πλούσιον τὸν πένητα, ἀλλὰ μένοντα πένητα τοῦ πλουσίου εὐπορώτερον ἀποφαίνουσα. Εἰ δὲ καὶ σημεῖα βούλει ποιεῖν,  ἀπαλλάγηθι  πλημμελημάτων,  καὶ τὸ πᾶν  ἤνυσας. Καὶ γὰρ μέγας δαίμων ἡ ἁμαρτία, ἀγαπητέ· κἂν ταύτην ἐξέλῃς, τῶν μυρίους δαίμονας ἐλαυνόντων  μεῖζον εἰργάσω. Ἄκουσον Παύλου λέγοντος, καὶ τὴν ἀρετὴν τῶν θαυμάτων  προτιθέντος· Ζηλοῦτε δὲ, φησὶ, τὰ χαρίσματα τὰ κρείττονα· καὶ ἔτι καθ' ὑπερβολὴν  ὁδὸν ὑμῖν δείκνυμι· καὶ μέλλων  λέγειν  τὴν ὁδὸν ταύτην,  οὐ νεκρῶν εἶπεν  ἔγερσιν,  οὐ  κάθαρσιν  λεπρῶν,  οὐκ  ἄλλο  τῶν  τοιούτων  οὐδέν·  ἀλλ'  ἀντὶ πάντων  τούτων  τὴν  ἀγάπην  τέθεικεν.  Ἄκουσον καὶ  τοῦ  Χριστοῦ λέγοντος· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ πρὸ τούτου πάλιν· Ἐροῦσί μοι πολλοὶ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Οὐ τῷ σῷ ὀνόματι  προεφητεύσαμεν, καὶ δαιμόνια  ἐξεβάλομεν, καὶ δυνάμεις  πολλὰς ἐποιήσαμεν;  καὶ  τότε  ὁμολογήσω  αὐτοῖς,  ὅτι  Οὐκ οἶδα  ὑμᾶς.  Καὶ ὅτε  ἔμελλε σταυροῦσθαι, καλέσας τοὺς μαθητὰς ἔλεγεν αὐτοῖς· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, οὐκ ἐὰν δαιμόνια ἐκβάλλητε, ἀλλ' ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις. Καὶ πάλιν· Ἐν τούτῳ γνώσονται  πάντες, ὅτι σύ με ἀπέστειλας, οὐχὶ ἐὰν νεκροὺς ἐγείρωσιν  οὗτοι,  ἀλλ'  ἐὰν  ὦσιν  ἕν.  Τὰ μὲν  γὰρ  σημεῖα  πολλάκις  ἕτερον  μὲν ὠφέλησε, τὸν δὲ ἔχοντα παρέβλαψεν, εἰς ἀπόνοιαν ἐπάραντα καὶ κενοδοξίαν, ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· ἐπὶ δὲ τῶν ἔργων οὐδὲν τοιοῦτον ὑποπτεῦσαι ἔνι, ἀλλὰ καὶ τοὺς μετιόντας αὐτὰ, καὶ ἑτέρους πολλοὺς ὠφελεῖ. Ταῦτα τοίνυν μετὰ πολλῆς τῆς ἐπιμελείας ἐργασώμεθα. Ἂν γὰρ ἐξ ἀπανθρωπίας εἰς ἐλεημοσύνην μεταβάλῃς, ξηρὰν τὴν χεῖρα οὖσαν ἐξέτεινας. Ἂν θεάτρων ἀποστὰς ἐπὶ τὴν ἐκκλησίαν ἴῃς, χωλεύοντα τὸν πόδα διώρθωσας. Ἂν ἀποστήσῃς τοὺς ὀφθαλμούς σου ἀπὸ πόρνης καὶ κάλλους ἀλλοτρίου,  τυφλοὺς  ὄντας  ἀνέῳξας.  Ἐὰν ἀντὶ  σατανικῶν  ᾠδῶν  μάθῃς ψαλμοὺς πνευματικοὺς,  κωφὸς  ὢν ἐλάλησας. Ταῦτα τὰ θαύματα μέγιστα· ταῦτα τὰ σημεῖα παράδοξα. Ἂν ταῦτα τὰ σημεῖα ποιοῦντες διατελῶμεν, καὶ αὐτοὶ μεγάλοι τινὲς καὶ θαυμαστοὶ  διὰ  τούτων  ἐσόμεθα, καὶ  τοὺς  πονηροὺς  ἐπισπασόμεθα ἅπαντας  εἰς ἀρετὴν, καὶ τῆς μελλούσης ἀπολαυσόμεθα ζωῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |