ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΑʹ. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.

Δευτέρα 31 Οκτωβρίου 2016

ΛΑʹ. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


ΛΑʹ. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν  μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς Χριστόν.


αʹ. Πολλοὺς  καὶ  τῶν  σφόδρα  δοκούντων  εἶναι  σπουδαίων  τοῦτο  τῆς ἐπιστολῆς  τὸ μέρος παρατρέχειν  ἡγοῦμαι, ὡς περιττὸν  καὶ οὐδὲν μέγα ἔχον· καὶ τοῦτο  αὐτὸ  καὶ ἐν  τῇ  γενεαλογίᾳ  τῇ  ἐν  τῷ  Εὐαγγελίῳ  κειμένῃ  πάσχειν  αὐτοὺς νομίζω· ἐπειδὴ γὰρ ὀνομάτων ἐστὶ κατάλογος, οὐδὲν μέγα οἴονται ἐντεῦθεν κερδαίνειν. Καὶ οἱ μὲν τῶν χρυσοχόων παῖδες καὶ τὰ μικρὰ ψήγματα περιεργάζονται, οὗτοι δὲ καὶ μάζας χρυσίου τοσαύτας παρατρέχουσιν. Ἵν' οὖν μὴ τοῦτο πάσχωσιν, ἱκανὰ  μὲν  καὶ τὰ εἰρημένα  ταύτης  ἀπαγαγεῖν  τῆς ῥᾳθυμίας αὐτούς. Ὅτι γὰρ οὐ μικρὸν καὶ ἐντεῦθεν κέρδος, ἐδείξαμεν καὶ ἐκ τῶν ἔμπροσθεν εἰρημένων, τὴν ψυχὴν ὑμῶν ἀναστήσαντες διὰ τῶν προσρήσεων τούτων· πειρασώμεθα δὲ καὶ σήμερον τὸ αὐτὸ πάλιν τοῦτο μεταλλεῦσαι τὸ χωρίον. Ἔστι γὰρ καὶ ἀπὸ ὀνομάτων ψιλῶν μέγαν εὑρεῖν  θησαυρόν


. Ἐὰν γοῦν  μάθῃς  διὰ  τί  Ἀβραὰμ ἐκλήθη,  διὰ  τί  Σάῤῥα, διὰ  τί Ἰσραὴλ, διὰ τί Σαμουὴλ, πολλῶν  πραγμάτων  καὶ ἐντεῦθεν  ἱστορίας εὑρήσεις. Καὶ ἀπὸ  καιρῶν  δὲ  καὶ  ἀπὸ  τόπων  τὸ  αὐτὸ  τοῦτο  δυνήσῃ  συναγαγεῖν.  Ὁ μὲν  γὰρ σπουδαῖος  καὶ  ἐντεῦθεν   πλουτεῖ,   ὁ  δὲ  ἀναπεπτωκὼς   οὐδὲ  ἀπὸ  τῶν   σφόδρα καταδήλων   κερδαίνει.  Καὶ γὰρ  τοῦ  Ἀδὰμ  τὸ  ὄνομα  οὐ  μικρὸν  ἡμᾶς  παιδεύει φιλοσοφίας, καὶ τὸ τοῦ παιδὸς ἐκείνου, καὶ τῆς γυναικὸς αὐτῆς, καὶ τῶν ἄλλων τὰ πλείω. Πολλῶν γάρ ἐστι πραγμάτων ὑπομνήματα τὰ ὀνόματα· καὶ Θεοῦ εὐεργεσίαν καὶ  γυναικῶν   δείκνυσιν  εὐχαριστίαν·  συλλαμβάνουσαι  γὰρ  ἀπὸ  τῆς  τοῦ  Θεοῦ δωρεᾶς, τὰ παιδία  ὠνόμαζον  αὗται. Ἀλλὰ τί νῦν  περὶ ὀνομάτων  φιλοσοφοῦμεν, νοημάτων τοσούτων ἀμελουμένων, καὶ πολλῶν οὐδὲ τὰ ὀνόματα αὐτὰ τῶν βιβλίων εἰδότων;  Πλὴν ἀλλ' οὐδ' οὕτως ἀναχωρητέον  ἡμῖν τῆς περὶ τὰ τοιαῦτα σπουδῆς. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριον ἐπὶ τοὺς τραπεζίτας. ∆ιόπερ κἂν μηδεὶς ὁ ὑποδεχόμενος  ᾖ, τὸ  αὑτῶν  ποιῶμεν,  καὶ  δεικνύωμεν  οὐδὲν  περιττὸν  οὐδὲ  εἰκῆ προφερόμενον ταῖς Γραφαῖς. Εἰ γὰρ μηδὲν εἶχε ταῦτα κέρδος, οὐδ' ἂν προσετέθη τῇ Ἐπιστολῇ,  οὐδ'  ἂν  Παῦλος  ἔγραψεν  ἅπερ  ἔγραψεν.  Ἀλλὰ  γὰρ  οὕτω  τινές  εἰσι βάναυσοι καὶ χαῦνοι  καὶ τῶν  οὐρανῶν  ἀνάξιοι, ὡς μὴ μόνον ὀνόματα, ἀλλὰ καὶ ὁλόκληρα βιβλία περιττὰ εἶναι νομίζειν, ὡς τὸ Λευϊτικὸν, ὡς τὸν Ἰησοῦν, καὶ ἕτερα πλείονα.  Οὕτω καὶ τὴν  Παλαιὰν πολλοὶ  τῶν  ἀνοήτων  ἐξέβαλον· καὶ ὁδῷ προβαίνοντες τῇ ἀπὸ πονηρᾶς ταύτης συνηθείας, πολλὰ καὶ τῆς Καινῆς περιέκοψαν. Ἀλλὰ τούτων μὲν ἅτε μεθυόντων καὶ τῇ σαρκὶ ζώντων οὐ πολὺς ἡμῖν ὁ λόγος· εἰ δέ τις φιλοσοφίας  ἐραστὴς, καὶ πνευματικῆς  ἀκροάσεως φίλος, ἀκουέτω ὅτι οὐδὲ τὰ μικρὰ δοκοῦντα εἶναι ἐν τῇ Γραφῇ, εἰκῆ κεῖται καὶ μάτην, καὶ ὅτι καὶ τὰ παλαιὰ πολὺ φέρει τὸ κέρδος. Ταῦτα γὰρ πάντα τύποι, καὶ πρὸς νουθεσίαν ἡμῶν ἐγράφη, φησί.∆ιὸ καὶ Τιμοθέῳ ἔλεγε, Πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, εἰς τὴν τῶν παλαιῶν αὐτὸν ἀνάγνωσιν  ἐμβάλλων  βιβλίων, ἄνθρωπον τοσοῦτον πνεῦμα ἔχοντα, ὡς καὶ δαιμόνια ἐλαύνειν καὶ νεκροὺς ἐγείρειν. Ἐχώμεθα τοίνυν τῶν προκειμένων. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου. Ἄξιον ἐντεῦθεν ἰδεῖν, πῶς ἑκάστῳ τοὺς ἐπαίνους ἀπονέμει διαφόρως. Οὐδὲ γὰρ μικρὸς οὗτος ὁ ἔπαινος, ἀλλὰ καὶ σφόδρα μέγας καὶ πολλῆς ἀρετῆς ἐνδεικτικὸς, τὸ Παῦλον ἔχειν ἀγαπητὸν, τὸν οὐκ εἰδότα χάριτι, ἀλλὰ κρίσει φιλεῖν. Εἶτα καὶ ἄλλο ἐγκώμιον· Ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας. Ἢ γὰρ τοῦτό φησιν, ὅτι τῶν  ἄλλων  ἁπάντων  προεπήδησε καὶ ἐπίστευσεν, ὅπερ οὐ  μικρὸς ἔπαινος, ἢ ὅτι πάντων τῶν ἄλλων πλείονα ἐπιδείκνυται  τὴν εὐλάβειαν. ∆ιὰ τοῦτο  εἰπὼν,  Ὅς ἐστιν ἀπαρχὴ τῆς  Ἀχαΐας, οὐκ ἐσίγησεν, ἵνα  μὴ τὴν  κοσμικὴν ὑποπτεύσῃς  δόξαν,  ἀλλὰ  προσέθηκεν,  Εἰς  Χριστόν. Εἰ  γὰρ  ἐν  τοῖς  πολιτικοῖς
πράγμασιν ὁ πρωτεύων  μέγας εἶναι δοκεῖ καὶ λαμπρός· πολλῷ μᾶλλον ἐν τούτοις. Ἐπεὶ γὰρ εἰκὸς ἦν αὐτοὺς ταπεινοῦ γένους εἶναι, λέγει τὴν ἀληθῆ εὐγένειαν καὶ τὴν προεδρίαν, ἐντεῦθεν αὐτὸν κοσμῶν. Καὶ οὐχὶ Κορίνθου μόνον, ἀλλὰ καὶ ὁλοκλήρου ἔθνους φησὶν αὐτὸν ἀπαρχὴν εἶναι, ὡσανεὶ θύραν καὶ εἴσοδον τοῖς ἄλλοις γεγενημένον.  Οὐ μικρὸς  δὲ  τοῖς  τοιούτοις  ὁ  μισθός· καὶ  γὰρ  καὶ  τῶν  ἑτέροις κατωρθωμένων  πολλὴν καρπώσεται τὴν ἀμοιβὴν ὁ τοιοῦτος, ἅτε καὶ ἐκείνοις πολὺ
διὰ τῆς ἀρχῆς συνεισενεγκών. Ἀσπάσασθε Μαριὰμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ὑμᾶς. Τί τοῦτο; Πάλιν γυνὴ στεφανοῦται καὶ ἀνακηρύττεται, πάλιν ἡμεῖς αἰσχυνόμεθα οἱ ἄνδρες· μᾶλλον δὲ οὐκ αἰσχυνόμεθα μόνον, ἀλλὰ καὶ σεμνυνόμεθα. Σεμνυνόμεθα μὲν  γὰρ,  ὅτι  τοιαῦται  παρ'  ἡμῖν  γυναῖκες·  αἰσχυνόμεθα  δὲ,  ὅτι  σφόδρα αὐτῶν ἀπολιμπανόμεθα  οἱ  ἄνδρες.  Ἀλλ'  ἐὰν  μάθωμεν  πόθεν  ἐκεῖναι  καλλωπίζονται,ταχέως καὶ ἡμεῖς αὐτὰς καταληψόμεθα. Πόθεν οὖν καλλωπίζονται; Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες· οὐκ ἀπὸ τῶν ψελλίων, οὐδὲ ἀπὸ τῶν ὁρμίσκων, οὐδὲ ἀπὸ τῶν εὐνούχων  καὶ τῶν θεραπαινίδων  καὶ τῶν χρυσοπάστων ἱματίων, ἀλλ' ἀπὸ τῶν ὑπὲρ τῆς ἀληθείας ἱδρώτων. Ἥτις γὰρ, φησὶ, πολλὰ ἐκοπίασεν εἰς ἡμᾶς· οὐκ εἰς ἑαυτὴν  μόνον  οὐδὲ εἰς τὴν  οἰκείαν  ἀρετὴν, ὃ πολλαὶ  καὶ νῦν  ποιοῦσι γυναῖκες νηστεύουσαι, χαμευνοῦσαι,  ἀλλὰ  καὶ  εἰς  ἑτέρους,  ἀποστόλων  καὶ  εὐαγγελιστῶν ἀναδεξάμεναι δρόμους. Πῶς οὖν φησι, Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω; Τῆς ἐν τῷ μέσῳ προεδρίας αὐτὴν κωλύων καὶ τοῦ θρόνου τοῦ ἐν τῷ βήματι, οὐ τοῦ λόγου τῆς διδασκαλίας· ἐπεὶ εἰ τοῦτο ἦν, πῶς ἔλεγε τῇ τὸν ἄπιστον ἄνδρα ἐχούσῃ· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; πῶς ἐπέτρεπε παῖδας νουθετεῖν λέγων· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης; Πῶς ἡ Πρίσκιλλα τὸν Ἀπολλὼ ἐκατήχει; Οὐ τοίνυν τὴν ἰδίᾳ διάλεξιν γινομένην  ἐπ' ὠφελείᾳ  διακόπτων  τοῦτο ἔλεγεν, ἀλλὰ τὴν ἐν τῷ μέσῳ καὶ ἐν τῷ κοινῷ θεάτρῳ διδασκάλοις πρέπουσαν. Καὶ ὅταν πάλιν πιστὸς ὁ ἀνὴρ ᾖ καὶ σφόδρα ἀπηρτισμένος καὶ διδάσκειν αὐτὴν δυνάμενος, ὡς ἂν αὐτὴ σοφωτέρα ᾖ, οὐ κωλύει διδάσκειν καὶ διορθοῦν. Καὶ οὐκ εἶπεν, Ἥτις πολλὰ  ἐδίδαξεν, ἀλλ',  Ἥτις πολλὰ ἐκοπίασε, δεικνὺς  ὅτι  μετὰ  τοῦ  λόγου  καὶ  ἕτερα ἄλλα  διηκονεῖτο,  τὰ  ἀπὸ  τῶν κινδύνων,   τὰ  ἀπὸ  τῶν  χρημάτων,   τὰ  ἀπὸ  τῶν  ἀποδημιῶν.  βʹ. Λεόντων  γὰρ θερμότεραι αἱ τότε γυναῖκες ἦσαν, διανεμόμεναι  πρὸς τοὺς ἀποστόλους τοὺς ὑπὲρ τοῦ κηρύγματος πόνους· διὰ τοῦτο καὶ συναπεδήμουν  αὐτοῖς, καὶ τὰ ἄλλα πάντα διηκονοῦντο.  Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἠκολούθουν  γυναῖκες  ἐκ τῶν  ὑπαρχόντων αὐταῖς διακονούμεναι, καὶ θεραπεύουσαι τὸν διδάσκαλον. Ἀσπάσασθε Ἀνδρόνικον καὶ Ἰουνίαν τοὺςσυγγενεῖς μου. ∆οκεῖ μὲν καὶ τοῦτο ἐγκώμιον εἶναι· τὸ δὲ ἐφεξῆς πολλῷ  μεῖζον. Ποῖον δὲ τοῦτο; Καὶ συναιχμαλώτους  μου. Τοῦτο γὰρ ὁ μέγιστος στέφανος, ἡ μεγάλη  ἀνακήρυξις. Καὶ ποῦ γέγονεν  αἰχμάλωτος  Παῦλος, ἵνα εἴπῃ, Τοὺς συναιχμαλώτους  μου; Αἰχμάλωτος μὲν οὐκ ἐγένετο, αἰχμαλώτων  δὲ πολλῷ χαλεπώτερα ἔπασχεν, οὐ πατρίδος ἀλλοτριούμενος μόνον καὶ οἰκίας, ἀλλὰ καὶ λιμῷ παλαίων  καὶ θανάτῳ διηνεκεῖ καὶ μυρίοις ἑτέροις. Τοῦ μὲν γὰρ αἰχμαλώτου  τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι τῶν  οἰκείων  ἀλλοτριούμενος,  δοῦλος γίνεται  πολλάκις ἀντ'  ἐλευθέρου·  ἐνταῦθα  δὲ  νιφάδας  ἔστιν  εἰπεῖν  πειρασμῶν,  οὓς  ὑπέμενεν  ὁ μακάριος οὗτος, ἀγόμενος καὶ περιαγόμενος, μαστιγούμενος καὶ δεσμούμενος, λιθαζόμενος, καταποντιζόμενος,  μυρίους ἔχων ἐπιβούλους. Καὶ οἱ μὲν αἰχμάλωτοι οὐδένα λοιπὸν ἔχουσι πολέμιον μετὰ τὴν ἀπαγωγὴν, ἀλλὰ καὶ πολλῆς ἀπολαύουσι προνοίας  παρὰ  τῶν  εἰληφότων   αὐτούς·  οὗτος  δὲ  ἐν  μέσοις περιεστρέφετο  τοῖς πολεμίοις   διηνεκῶς,   καὶ  πανταχοῦ   δόρατα  ἔβλεπε,  καὶ  ξίφη  ἠκονημένα,   καὶ παρατάξεις καὶ μάχας. Ἐπεὶ οὖν καὶ τούτους εἰκὸς ἦν πολλῶν αὐτῷ κεκοινωνηκέναι κινδύνων,  συναιχμαλώτους αὐτοὺς καλεῖ, ὥσπερ καὶ ἀλλαχοῦ φησιν· Ἀρίσταρχος ὁ συναιχμάλωτός  μου. Εἶτα καὶ ἕτερος ἔπαινος· Οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις. Καίτοι καὶ τὸ ἀποστόλους εἶναι μέγα, τὸ δὲ καὶ ἐν τούτοις ἐπισήμους εἶναι, ἐννόησον ἡλίκον ἐγκώμιον· ἐπίσημοι δὲ ἦσαν ἀπὸ τῶν ἔργων, ἀπὸ τῶν κατορθωμάτων.  Βαβαὶ, πόση τῆς γυναικὸς  ταύτης  ἡ φιλοσοφία,  ὡς καὶ τῆς τῶν ἀποστόλων ἀξιωθῆναι  προσηγορίας. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλ' ἕτερον πάλιν ἐγκώμιον  προστίθησι, λέγων·  Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν  ἐν Χριστῷ. Καὶ γὰρ καὶ τοῦτο ἔπαινος μέγιστος, τὸ προπηδῆσαι καὶ πρὸ τῶν ἄλλων  ἐλθεῖν. Σκόπει δέ μοι τὴν  ἁγίαν   ψυχὴν   πῶς  κενοδοξίας   ἦν  καθαρά.  Μετὰ  γὰρ  τὴν  τοσαύτην  καὶ τηλικαύτην  δόξαν  ἑτέρους  ἑαυτοῦ  προτίθησι, καὶ  οὐκ  ἀποκρύπτεται  τὸ  ὕστερος αὐτῶν  ἐλθεῖν,  οὐδὲ αἰσχύνεται  τοῦτο ὁμολογῶν.  Καὶ τί θαυμάζεις, εἰ τοῦτο οὐκ αἰσχύνεται, ὅπου γε καὶ τὸν πρότερον αὐτοῦ βίον ἐκπομπεύειν οὐ παραιτεῖται, βλάσφημον ἑαυτὸν καὶ διώκτην  καλῶν; Ἐπεὶ οὖν οὐκ εἶχε τῶν  ἄλλων  ἐντεῦθεν αὐτοὺς προτιθέναι,  ἐζήτησε τὸν  μετὰ τοὺς ἄλλους  ἐλθόντα  ἑαυτὸν, καὶ εὗρε καὶ ἐντεῦθεν  αὐτοῖς συνθεῖναι ἔπαινον, εἰπὼν, Οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν Χριστῷ. Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου. Πάλιν τοῦτον ἀπὸ τῆς ἀγάπης ἐγκωμιάζει· ἡ γὰρ ἀγάπη Παύλου διὰ τὸν Θεὸν, ἦν, μυρία ἔχουσα ἀγαθά. Εἰ γὰρ τὸ παρὰ βασιλέως ἀγαπᾶσθαι, μέγα, τὸ παρὰ Παύλου φιλεῖσθαι, ἡλίκον ἐγκώμιον; Οὐδὲ γὰρ ἂν, εἰ μὴ πολλὴν  ἀρετὴν  ἐκέκτητο,  εἰς ἔρωτα  αὐτὸν  ἐπεσπάσατο. Οἶδε γὰρ τοὺς ἐν  κακίᾳ ζῶντας καὶ παρανομίαις οὐ μόνον οὐ φιλεῖν, ἀλλὰ καὶ ἀναθεματίζειν· ὡς ὅταν λέγῃ, Εἴ τις  οὐ  φιλεῖ  τὸν  Κύριον Ἰησοῦν  Χριστὸν, ἔστω  ἀνάθεμα·  καὶ,  Εἴ τις  ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Καὶ Οὐρβανὸν τὸν συνεργόν μου ἐν Χριστῷ. Τοῦτο ἐκείνου μεῖζον τὸ ἐγκώμιον· καὶ γὰρ καὶ ἐκεῖνο περιέχει τοῦτο. Καὶ Στάχυν τὸν ἀγαπητόν μου. Πάλιν ἀπὸ τῶν αὐτῶν στεφανοῖ καὶ τοῦτον. Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. Οὐδὲν τούτου τοῦ ἐπαίνου ἴσον, τὸ ἄληπτον εἶναι καὶ μηδεμίαν παρέχειν  λαβὴν ἐν τοῖς κατὰ Θεὸν πράγμασιν. Ὅταν γὰρ εἴπῃ, Τὸν δόκιμον ἐν Χριστῷ. πᾶσαν ἀρετὴν καταλέγει. Καὶ τίνος ἕνεκεν οὐδαμοῦ φησι, Τὸν κύριόν μου τὸν δεῖνα, καὶ τὸν δεσπότην μου; Ὅτι ταῦτα ἐκείνων μείζω τὰ ἐγκώμια· ἐκεῖνα μὲν γὰρ τιμῆς ἐστιν ἁπλῶς, ταῦτα δὲ ἀρετῆς. Καὶ τούτῳ δὲ αὐτῷ τετίμηκεν αὐτοὺς  οὐχ  ὡς  ἔτυχε,  τῷ  πολλοὺς  τῶν  καταδεεστέρων  μετὰ  τῶν  ὑψηλῶν  καὶ μεγάλων προσαγορεύειν. Τῷ μὲν γὰρ προσειπεῖν, καὶ μετ' ἀλλήλων  προσειπεῖν, καὶ ἐν τῇ αὐτῇ ἐπιστολῇ, πάντας  ὁμοίως ἐτίμησε· τῷ δὲ τὰ ἰδιάζοντα  ἑκάστου θεῖναι ἐγκώμια, τὴν ἰδιάζουσαν ἑκάστου παρέστησεν ἡμῖν ἀρετήν· ὡς μήτε φθόνον τεκεῖν τῷ τοὺς μὲν τιμῆσαι, τοὺς δὲ ἀτιμάσαι, μήτε ῥᾳθυμίαν καὶ σύγχυσιν ἐργάσασθαι ἐκ τοῦ πάντας τῶν αὐτῶν ἀξιῶσαι οὐ τῶν αὐτῶν ὄντας ἀξίους. γʹ. Ὅρα γοῦν πῶς πάλιν ἐπὶ τὰς θαυμαστὰς ἔρχεται  γυναῖκας.  Εἰπὼν γὰρ, Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου, καὶ Ἡρωδίωνα  τὸν συγγενῆ μου, καὶ τοὺς ἐκ τῶν  Ναρκίσσου (οὓς εἰκὸς ἴσως μὴ τοιούτους εἶναι, οἵους τοὺς ἔμπροσθεν· διὸ οὐδὲ ὀνομαστὶ τῶν πάντων μέμνηται, καὶ τὸ προσῆκον αὐτοῖς ἐγκώμιον  ἀποδοὺς, τὸ πιστοὺς εἶναι· τοῦτο γάρ ἐστι,  Τοὺς  ὄντας  ἐν  Κυρίῳ)·  ἐπὶ  γυναῖκας  πάλιν  ἄγει  τὴν  πρόσρησιν, λέγων· Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν Κυρίῳ. Καὶ περὶ μὲν ἐκείνης φησὶν, ὅτι Ἐκοπίασεν εἰς ἡμᾶς· περὶ δὲ τούτων, ὅτι ἔτι κοπιῶσιν. Οὐ μικρὸν δὲ τοῦτο  ἐγκώμιον,  τὸ ἐν  ἔργοις  εἶναι  δι' ὅλου, καὶ  μὴ μόνον  ἐνεργεῖν,  ἀλλὰ  καὶ κοπιᾷν.  Τὴν  δὲ  Περσίδα καὶ  ἀγαπητὴν  καλεῖ,  δεικνὺς  μείζονα  τούτων  οὖσαν· Ἀσπάσασθε γὰρ, φησὶ, Περσίδα τὴν ἀγαπητήν. Καὶ πολὺν αὐτῇ μαρτυρεῖ κάματον, λέγων·  Ἥτις πολλὰ  ἐκοπίασεν  ἐν  Κυρίῳ. Οὕτως οἶδεν  ἕκαστον κατὰ  τὴν  ἀξίαν ὀνομάζειν, τούτους τε προθυμοτέρους ποιῶν  τῷ μηδενὸς τῶν  προσόντων  αὐτοῖς ἀποστερεῖν, ἀλλὰ καὶ τὴν μικροτάτην ὑπεροχὴν ἀνακηρύττειν· τούς τε ἑτέρους σπουδαιοτέρους κατασκευάζων, καὶ εἰς τὸν αὐτὸν ἐνάγων  ζῆλον τοῖς περὶ τούτων ἐγκωμίοις· Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν Κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. Ὁλόκληρα πάλιν ἐνταῦθα τὰ ἀγαθὰ, ὅταν καὶ ὁ παῖς τοιοῦτος ᾖ, καὶ ἡ μήτηρ τοιαύτη, καὶ πλήρης ἡ οἰκία εὐλογίας, καὶ ἡ ῥίζα τῷ καρπῷ συμβαίνῃ. Οὐδὲ γὰρ ἁπλῶς εἶπε, Μητέρα αὐτοῦ καὶ ἐμοῦ, εἰ μὴ πολλὴν ἐμαρτύρει τῇ γυναικὶ τὴν ἀρετήν. Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν, καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. Ἐνταῦθα μὴ τοῦτο ἴδῃς, ὅτι χωρὶς ἐγκωμίων  αὐτοὺς τίθησιν, ἀλλ' ὅτι σφόδρα καὶ τοὺς  καταδεεστέρους ὄντας  ἁπάντων  οὐκ ἀπηξίωσε τῆς  παρ' αὐτοῦ προσρήσεως· μᾶλλον  δὲ οὐ μικρὸν καὶ τοῦτο ἐγκώμιον,  τὸ καὶ ἀδελφοὺς  αὐτοὺς καλεῖν, ὡσπεροῦν καὶ τοὺς μετ' αὐτοὺς ἁγίους· Ἀσπάσασθε γὰρ, φησὶ, Φιλόλογον καὶ Ἰουλίαν,  καὶ Νηρέα καὶ τὴν  ἀδελφὴν  αὐτοῦ, καὶ Ὀλυμπᾶν  καὶ τοὺς σὺν αὐτοῖς πάντας  ἁγίους·  ὅπερ μέγιστον  ἦν  ἀξίωμα,  καὶ  τιμῆς  μέγεθος  ἄφατον.  Εἶτα, ἵνα μηδεμία φιλονεικία γένηται τῷ τοὺς μὲν οὕτω, τοὺς δὲ οὕτω προσειρῆσθαι, καὶ τοὺς μὲν ὀνομαστὶ, τοὺς δὲ ἀδιορίστως, καὶ τοὺς μὲν μετὰ πλειόνων  ἐγκωμίων, τοὺς δὲ μετὰ  ἐλαττόνων,  ἀνακιρνᾷ  πάλιν  αὐτοὺς  τῇ  τῆς  ἀγάπης  ἰσοτιμίᾳ  καὶ  τῷ  ἁγίῳ φιλήματι,  λέγων· Ἀσπάσασθε ἀλλήλους  ἐν φιλήματι  ἁγίῳ· διὰ τῆς εἰρήνης ταύτης πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν καὶ μικροψυχίας ἀφορμὴν, ἵνα μήτε ὁ μέγας καταφρονῇ  τοῦ ἐλάττονος,  μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι· ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος  τούτου πάντα καταπραΰνοντός τε καὶ ἐξισοῦντος. ∆ιὸ οὐ μόνον αὐτοὺς ἀσπάσασθαι κελεύει οὕτως, ἀλλὰ καὶ τὸν πασῶν Ἐκκλησιῶν ἀσπασμὸν οὕτως  αὐτοῖς  διαπέμπεται.  Ἀσπάζονται γὰρ, φησὶν, ὑμᾶς, οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ' ἰδίαν, ἀλλὰ κοινῇ πάντας, αἱ ἐκκλησίαι τοῦ Χριστοῦ. Εἶδες πῶς οὐ μικρὰ καὶ ἀπὸ τῶν  προσρήσεων τούτων  ἐκερδάναμεν; Ὅσους θησαυροὺς ἐμέλλομεν παρατρέχειν, εἰ μὴ καὶ τουτὶ τὸ μέρος τῆς ἐπιστολῆς μετὰ ἀκριβείας ἐξητάσαμεν, τῆς ἡμῖν ἐγχωρούσης λέγω; ὡς εἴ γε τις εὑρεθείη σοφὸς ἀνὴρ καὶ πνευματικὸς, καὶ βαθύτερον καταβήσεται, καὶ πλείους ὄψεται τοὺς μαργαρίτας. Ἀλλ' ἐπειδή τινες ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῇ ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν ἐπιστολῇ· τοῦτο ἂν εἴποιμεν, ὅτι διὰ  τὸ  μηδέποτε  ἑωρακέναι   Ῥωμαίους   τοῦτο   ποιεῖ.  Καίτοι  γε,  φησὶν,  οὐδὲ Κολοσσαέας εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. Ἀλλ' οὗτοι δοκιμώτεροι τῶν ἄλλων ἦσαν, καὶ  ἐξ  ἑτέρων  πόλεων  ἐκεῖ  μεταστάντες,  ὡς  εἰς  ἀσφαλεστέραν  τινὰ  καὶ βασιλικωτέραν   πόλιν.  Ἐπεὶ  οὖν  ἐν  ξένῃ  διῆγον,  καὶ  πολλῆς  ἀσφαλείας  ἔδει ἀπολαύειν αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων  ἦσάν τινες ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παρόντες· εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. Καὶ γὰρ οὐ μικρὰ ἦν ἡ δόξα Παύλου τότε, ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν προστασίαν τοὺς τῶν ἐπιστολῶν ἀπολαύοντας· οὐδὲ γὰρ ᾐδοῦντο μόνον αὐτὸν, ἀλλὰ καὶ ἐδεδοίκεσαν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν εἶπεν,  Ἥτις  προστάτις  πολλῶν  ἐγενήθη,  καὶ  αὐτοῦ  ἐμοῦ·  καὶ  πάλιν,  Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγώ. Καὶ Φιλήμονι γράφων ἔλεγεν, Ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ· καὶ Γαλάταις, Ἴδε ἐγὼ Παῦλοςλέγω ὑμῖν· καὶ, Ὡς Χριστὸν  Ἰησοῦν  ἐδέξασθέ  με.  Καὶ  Κορινθίοις  δὲ  ἐπιστέλλων   ἔλεγεν·   Ὡς  μὴ ἐρχομένου   δέ   μου   πρὸς   ὑμᾶς,   ἐφυσιώθησάν   τινες·   καὶ   πάλιν,   Ταῦτα   δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ, ἵνα ἐν ἡμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν.  ∆ι' ὧν  ἁπάντων  δῆλον,  ὅτι  μεγάλην  περὶ αὐτοῦ  εἶχον  δόξαν  ἅπαντες. Βουλόμενος τοίνυν  αὐτοὺς εἶναι  ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτούς. Τὸν μὲν γὰρ ἀγαπητὸν ἐκάλεσε, τὸν δὲ συγγενῆ, τὸν δὲ ἀμφότερα, τὸν  δὲ συναιχμάλωτον,  τὸν  δὲ συνεργὸν, τὸν  δὲ δόκιμον,  τὸν  δὲ ἐκλεκτόν·  καὶ τὴν  μὲν ἀπὸ τοῦ ἀξιώματος· οὐδὲ γὰρ ἁπλῶς  Τὴν διακονουμένην φησὶν, ἐπεὶ εἰ τοῦτο ἦν, καὶ τὰς περὶ Τρύφαιναν καὶ Περσίδα οὕτως ἂν ὠνόμασεν, ἀλλὰ τὴν μὲν, χειροτονίαν ἔχουσαν διακόνου, τὴν δὲ συνεργὸν καὶ λειτουργὸν, τὴν δὲ μητέρα, τὴν δὲ ἀπὸ τῶν κόπων ὧν ἐκοπίασε· καὶ τοὺς μὲν ἀπὸ τῆς οἰκίας, τοὺς δὲ ἀπὸ τοῦ τῶν ἀδελφῶν ὀνόματος, τοὺς δὲ ἀπὸ τῆς τῶν ἁγίων προσηγορίας· καὶ τοὺς μὲν αὐτῷ τῷ προσαγορεῦσαι τιμᾷ, τοὺς δὲ καὶ τῷ ὀνομαστὶ προσαγορεῦσαι· καὶ τοὺς μὲν τῷ προσειπεῖν ἀπαρχὴν, τοὺς δὲ τοῖς τῶν χρόνων πρεσβείοις· πλέον δὲ ἁπάντων τοὺς περὶ Πρίσκιλλαν καὶ Ἀκύλαν. Εἰ γὰρ καὶ πάντες ἦσαν πιστοὶ, ἀλλ' οὐ πάντες ὅμοιοι, ἀλλὰ διεστήκασι τοῖς ἄθλοις. ∆ιὸ δὴ καὶ εἰς μείζονα ζῆλον ἅπαντας ἄγων, οὐδενὸς ἔκρυψε τὰ ἐγκώμια. Ὅταν γὰρ οἱ πλείονα ποιοῦντες, οὐ πλείονα τὸν μισθὸν λαμβάνωσι, πολλοὶ γίνονται  ῥᾳθυμότεροι. δʹ. ∆ιὰ τοῦτο οὐδὲ ἐν τῇ βασιλείᾳ ἴση ἡ τιμὴ, οὐδὲ ἐν τοῖς μαθηταῖς πάντες ἴσοι, ἀλλ' οἱ τρεῖς τῶν ἄλλων  προεῖχον, καὶ ἐν τούτοις αὐτοῖς τοῖς τρισὶ πολλὴ πάλιν διαφορά· πολλὴ γὰρ ἀκρίβεια παρὰ τῷ Θεῷ καὶ μέχρι τῶν ἐσχάτων. Καὶ γὰρ ἀστὴρ ἀστέρος διαφέρει ἐν δόξῃ, φησί. Καίτοι γε πάντες  ἦσαν ἀπόστολοι, καὶ πάντες  ἐπὶ δώδεκα θρόνους μέλλουσι καθῆσθαι, καὶ πάντες  ἀφῆκαν  τὰ  ἑαυτῶν,  καὶ  πάντες  αὐτῷ  συνῆσαν·  ἀλλ'  ὅμως  τοὺς  τρεῖς ἐλάμβανε. Καὶ πάλιν καὶ τούτων αὐτῶν ἔφησέ τινας ἐγχωρεῖν καὶ ὑπερέξειν· Τὸ γὰρ καθίσαι, φησὶν, ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται. Καὶ τὸν Πέτρον δὲ αὐτῶν προτίθησι λέγων, Φιλεῖς με πλέον τούτων; καὶ ὁ Ἰωάννης  δὲ ὑπὲρ τοὺς ἄλλους ἠγαπᾶτο. Καὶ γὰρ πάντων  ἐξέτασις ἔστα ἀκριβής· κἂν  μικρὸν  ὑπερέχῃς  τοῦ  πλησίον,  κἂν  ἀκαριαῖον,  κἂν  ὁτιοῦν,  οὐδὲ  τοῦτο παρόψεται  ὁ Θεός. Καὶ τοῦτο καὶ ἄνωθεν  ἴδοι τις ἂν διαλάμπον.  Καὶ γὰρ ὁ Λὼτ δίκαιος ἦν, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἀβραάμ· καὶ ὁ Ἰεζεκίας πάλιν, ἀλλ' οὐχ οὕτως ὡς ὁ ∆αυΐδ· καὶ οἱ προφῆται πάντες, ἀλλ' οὐχ οὕτως ὡς ὁ Ἰωάννης. Ποῦ τοίνυν εἰσὶν οἱ μετὰ τὴν τοσαύτην ἀκρίβειαν οὐ βουλόμενοι εἶναι γέενναν; Εἰ γὰρ οἱ δίκαιοι πάντες οὐ  τῶν  αὐτῶν  ἀπολαύσονται,  κἂν  μικρὸν  ὦσι  τῶν  ἑτέρων  ὑπερέχοντες (Ἀστὴρ γὰρ ἀστέρος διαφέρει, φησὶν, ἐν δόξῃ)· πῶς οἱ ἁμαρτωλοὶ  ἐν τοῖς αὐτοῖς ἔσονται τοῖς δικαίοις; Ταύτην γὰρ οὐδ' ἂν ἄνθρωπος ἐργάσαιτο τὴν σύγχυσιν, μήτι γε ὁ Θεός. Εἰ δὲ βούλεσθε, καὶ ἐπὶ τῶν ἡμαρτηκότων, καὶ ἐπὶ τῶν ἤδη γεγενημένων  ταύτην ὑμῖν δείξω τὴν διαφορὰν καὶ τὴν ἀκριβῆ δικαιοκρισίαν. Σκόπει δέ· ἥμαρτεν ὁ Ἀδὰμ, ἥμαρτε καὶ ἡ Εὔα· καὶ ἀμφότεροι μὲν παρέβησαν, οὐκ ἐξ ἴσης δὲ ἥμαρτον· οὐκοῦν οὐδὲ ἐξ ἴσης ἐκολάσθησαν. Τοσοῦτον γὰρ τὸ μέσον ἦν, ὡς Παῦλον εἰπεῖν, ὅτι Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Καίτοι ἡ ἀπάτη μία ἦν· ἀλλ' ὅμως ἡ τοῦ Θεοῦ μετὰ ἀκριβείας ἐξέτασις τοσοῦτον ἔδειξε τὸ μέσον, ὡς Παῦλον  εἰπεῖν  τοῦτο.  Πάλιν  ὁ  μὲν  Κάϊν ἐκολάζετο·  ὁ  δὲ  Λάμεχ μετ'  ἐκεῖνον φονεύσας, οὐδὲν τοιοῦτον ἔπαθε· καίτοι καὶ τοῦτο φόνος, κἀκεῖνο φόνος, καὶ πολλῷ χαλεπώτερος, ὅτι μηδὲ τῷ παραδείγματι γέγονε βελτίων οὗτος· ἀλλ' ὅμως ἐπειδὴ ὁ μὲν οὔτε ἀδελφὸν ἔσφαξε μετὰ παραίνεσιν, οὔτε ἐδεήθη τοῦ κατηγορήσοντος, οὔτε Θεοῦ ἐρωτῶντος ἠναισχύντησεν, ἀλλὰ καὶ μηδενὸς ἐλέγχοντος καὶ κατεῖπεν ἑαυτοῦ καὶ κατεδίκασε, συγγνώμης ἔτυχεν· ὁ δὲ, ἐπειδὴ τἀναντία ἐποίησεν, ἐτιμωρεῖτο. Ἴδε μεθ'  ὅσης  ἀκριβείας  ἐξετάζει  τὰ  γινόμενα  ὁ  Θεός. ∆ιὰ  τοῦτο  καὶ  τοὺς  ἐν  τῷ κατακλυσμῷ ἑτέρως, καὶ τοὺς ἐν Σοδόμοις ἄλλως ἐτιμωρήσατο· καὶ τοὺς Ἰσραηλίτας δὲ πάλιν διαφόρως, καὶ τοὺς ἐν Βαβυλῶνι, καὶ τοὺς ἐπ' Ἀντιόχου· δεικνὺς, ὅτι πολὺν ἔχει  τῶν   ἡμετέρων   λόγον.   Καὶ  οἱ  μὲν  ἑβδομήκοντα  ἐδούλευσαν  ἔτη,  οἱ  δὲ τετρακόσια·  οἱ  δὲ  τέκνα  ἔφαγον,   καὶ  μυρίας  ἑτέρας  χαλεπωτέρας   ὑπέμειναν συμφορὰς, καὶ οὐδὲ ταύτῃ  ἀπηλλάγησαν  οὔτε οὗτοι  οὔτε οἱ ζῶντες  καέντες  ἐν Σοδόμοις. Ἀνεκτότερον γὰρ, φησὶν, ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥων, ἢ τῇ πόλει ἐκείνῃ.   Εἰ   μὲν   γὰρ   μηδὲν   αὐτῷ   μήτε   ἁμαρτανόντων    ἡμῶν   μέλει,   μήτε κατορθούντων,  ἴσως ἕξει τινὰ λόγον  τὸ λέγειν  μὴ εἶναι κόλασιν· εἰ δὲ τοσαύτην ποιεῖται  σπουδὴν, ὥστε μὴ ἁμαρτάνειν  ἡμᾶς, καὶ  τοσαῦτα πραγματεύεται,  ὥστε κατορθοῦν, εὔδηλον ὅτι καὶ ἁμαρτάνοντας κολάζει, καὶ κατορθοῦντας στεφανοῖ. Σὺ δέ μοι σκόπει τῶν πολλῶν τὴν ἀνωμαλίαν. Ἐνταῦθα μὲν γὰρ ἐγκαλοῦσι τῷ Θεῷ, ὅτι μακροθυμεῖ πολλάκις, καὶ περιορᾷ πολλοὺς μιαροὺς, ἀσελγεῖς, βιαίους, μὴ διδόντας δίκην·   ἐκεῖ  πάλιν   ἂν   ἀπειλήσῃ  κολάζειν   αὐτοὺς,  σφοδροὶ  καὶ  βαρεῖς  εἰσιν αἰτιώμενοι· καίτοι γε εἰ τοῦτο λυπεῖ, ἐκεῖνο ἀποδέχεσθαι ἔδει καὶ θαυμάζειν. Ἀλλ' ὢ τῆς ἀνοίας, ὢ τῆς ἀλόγου καὶ ὀνώδους γνώμης· ὢ φιλαμαρτήμονος  καὶ φιληδόνου καὶ πρὸς κακίαν βλεπούσης ψυχῆς· καὶ γὰρ ἀπὸ τῆς φιληδονίας τὰ δόγματα ἅπαντα ταῦτα τίκτεται· ὡς εἰ βουληθεῖεν οἱ ταῦτα λέγοντες ἀρετῆς ἐπιλαβέσθαι, ταχέως καὶ περὶ τῆς γεέννης πιστωθήσονται, καὶ οὐκ ἀμφιβαλοῦσι. Καὶ ποῦ, φησὶ, καὶ ἐν ποίῳ χωρίῳ αὕτη ἔσται ἡ γέεννα; Τί γάρ σοι τούτου μέλει; τὸ γὰρ ζητούμενον, δεῖξαι ὅτι ἔστιν, οὐχ  ὅπου  τεταμίευται  καὶ  ἐν  ποίῳ  χωρίῳ.  Τινὲς  μὲν  γὰρ μυθολογοῦντές φασιν, ὅτι ἐν τῇ κοιλάδι τοῦ Ἰωσαφὰτ, ὃ περὶ πολέμου τινὸς εἴρηται παρελθόντος, καὶ νῦν τοῦτο εἰς τὴν γέενναν ἕλκοντες· ἡ δὲ Γραφὴ οὐ τοῦτό φησιν. Ἀλλ' ἐν ποίῳ τόπῳ, φησὶν, ἔσται; Ἔξω που, ὡς ἔγωγε οἶμαι, τοῦ κόσμου τούτου παντός. Καθάπερ γὰρ τῶν βασιλείων τὰ δεσμωτήρια καὶ τὰ μέταλλα πόῤῥω διέστηκεν, οὕτω δὴ καὶ τῆς οἰκουμένης  ταύτης ἔξω που ἔσται ἡ γέεννα.  δʹ. Μὴ τοίνυν  ζητῶμεν  ποῦ ἐστιν, ἀλλὰ πῶς ἂν αὐτὴν φύγοιμεν· μηδὲ ἐπειδὴ πάντας ἐνταῦθα οὐ κολάζει Θεὸς, διὰ τοῦτο ἀπίστει τοῖς μέλλουσι· φιλάνθρωπος  γάρ ἐστι, καὶ μακροθυμεῖ. ∆ιὰ τοῦτο ἀπειλεῖ, καὶ οὐκ εὐθέως ἐμβάλλει· Οὐ γὰρ θέλω, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ. Εἰ δὲ μή ἐστι θάνατος ἁμαρτωλοῦ, περιττὸν τὸ εἰρημένον. Καὶ οἶδα μὲν, ὅτι οὐδὲν ἀηδέστερον τούτων ὑμῖν τῶν λόγων· ἀλλ' ἐμοὶ τούτων οὐδὲν ἥδιον. Καὶ εἴθε ἦν καὶ ἀριστοποιουμένους  καὶ δειπνοῦντας  καὶ λουομένους  καὶ πανταχοῦ  περὶ γεέννης διαλέγεσθαι· οὐδὲ γὰρ ἂν ἠλγήσαμεν  τοῖς ἐνταῦθα  δεινοῖς,  οὐκ ἂν ἥσθημεν τοῖς χρηστοῖς. Τί γάρ μοι καὶ εἰπεῖν ἔχεις δεινόν; πενίαν, νόσον, αἰχμαλωσίαν, πήρωσιν σώματος; Ἀλλὰ  ταῦτα  πάντα  γέλως  πρὸς  τὴν  ἐκεῖ  κόλασιν·  κἂν  τοὺς  δι'  ὅλου βασανιζομένους λιμῷ λέγῃς, κἂν τοὺς ἐκ πρώτης ἡλικίας πεπηρωμένους καὶ προσαιτοῦντας, τρυφὴ καὶ ταῦτα πρὸς ἐκεῖνα τὰ κακά. Συνεχῶς τοίνυν στρέφωμεν τοὺς  περὶ  τούτων  λόγους·  οὐ  γὰρ  ἀφίησιν  ἐμπεσεῖν  εἰς  γέενναν  τὸ  μεμνῆσθαι γεέννης.  Οὐκ ἀκούεις  Παύλου  λέγοντος·  Οἵτινες  δίκην  τίσουσιν  αἰώνιον   ἀπὸ προσώπου Κυρίου; οὐκ ἀκούεις οἷος ὁ Νέρων ἐγένετο, ὃν καὶ μυστήριον καλεῖ τοῦ ἀντιχρίστου ὁ Παῦλος; Τὸ γὰρ μυστήριον ἤδη, φησὶν, ἐνεργεῖται τῆς ἀνομίας. Τί οὖν; οὐδὲν πείσεται ὁ Νέρων; οὐδὲν πείσεται ὁ ἀντίχριστος, οὐδὲν ὁ διάβολος; Οὐκοῦν ἀεὶ ὁ ἀντίχριστος ἔσται, καὶ ὁ διάβολος· οὐδὲ γὰρ ἀποστήσονται τῆς κακίας μὴ κολαζόμενοι. Ναὶ, φησίν· ἀλλ' ὅτι μέν ἔστι κόλασις καὶ γέεννα, παντί που δῆλον· οἱ δὲ ἄπιστοι  ἐμπεσοῦνται  μόνοι.  Τίνος  ἕνεκεν,  εἰπέ  μοι; Ὅτι οἱ πιστοὶ, φησὶ, τὸν ∆εσπότην ἐπέγνωσαν τὸν ἑαυτῶν. Καὶ τί τοῦτο; Ὅταν γὰρ ὁ βίος ἀκάθαρτος ᾖ, καὶ μείζονα  κατὰ  τοῦτο  δώσουσι δίκην  τῶν  ἀπίστων·  Ὅσοι γὰρ  ἀνόμως  ἥμαρτον,ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται· καὶ, Ὁ οἰκέτης ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὑτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Εἰ δὲ οὐκ ἔστι βίου δοῦναι λόγον, ἀλλ' ἁπλῶς ταῦτα εἴρηται, οὐδὲ ὁ διάβολος τιμωρηθήσεται·  καὶ  γὰρ  τὸν  Θεὸν οἶδε, καὶ  ἀνθρώπων  μᾶλλον  πολλῶν·  καὶ  οἱ δαίμονες δὲ πάντες  καὶ ἴσασιν αὐτὸν, καὶ φρίττουσι, καὶ κριτὴν  ὁμολογοῦσιν. Εἰ τοίνυν βίου οὐκ ἔστι δοῦναι λόγον, οὐδὲ πονηρῶν πράξεων, διαφεύξονται καὶ οὗτοι. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· μὴ ἑαυτοὺς ἀπατᾶτε, ἀγαπητοί. Εἰ γὰρ μὴ ἔστι γέεννα, πῶς κρινοῦσι τὰς δώδεκα φυλὰς  τοῦ Ἰσραὴλ οἱ ἀπόστολοι; πῶς φησιν ὁ Παῦλος· Οὐκ οἴδατε, ὅτι ἀγγέλους  κρινοῦμεν; μήτι γε βιωτικά; πῶς ὁ Χριστὸς ἔλεγεν·  Ἄνδρες Νινευῖται  ἀναστήσονται  ἐν τῇ κρίσει, καὶ κατακρινοῦσι  τὴν  γενεὰν  ταύτην;  καὶ, Ἀνεκτότερον ἔσται γῇ Σοδόμων ἐν ἡμέρᾳ κρίσεως; Τί τοίνυν παίζεις ἐν οὐ παικτοῖς; τί  ἀπατᾷς  σαυτὸν  καὶ  παραλογίζῃ  τὴν  ψυχήν  σου, ἄνθρωπε;  τί  τῇ  τοῦ  Θεοῦ φιλανθρωπίᾳ  μάχῃ; ∆ιὰ γὰρ τοῦτο  καὶ  ἡτοίμασεν  αὐτὴν  καὶ  ἠπείλησεν,  ἵνα  μὴ ἐμπέσωμεν, τῷ φόβῳ γενόμενοι βελτίους. Ὥστε ὁ τὸν περὶ τούτων ἀναιρῶν λόγον, οὐδὲν ἕτερον λανθάνει ποιῶν, ἢ εἰς αὐτὴν αὑτὸν ὠθεῖ καὶ ἐμβάλλει διὰ τῆς ἀπάτης ταύτης. Μὴ τοίνυν  ἐκλύσῃς τὰς χεῖρας τῶν  ὑπὲρ ἀρετῆς πονούντων,  μηδὲ ἐπιτείνῃς  τὴν ῥᾳθυμίαν τῶν καθευδόντων.  Εἰ γὰρ πεισθεῖεν οἱ πολλοὶ, ὅτι γέεννα οὐκ ἔστι, πότε ἀποστήσονται τῆς κακίας; ποῦ δὲ καὶ τὸ δίκαιον φανεῖται; Οὐ λέγω ἐπὶ ἁμαρτωλῶν   καὶ  δικαίων,  ἀλλ'  ἐπὶ  ἁμαρτωλῶν   καὶ  ἁμαρτωλῶν.  ∆ιὰ  τί  ὁ  μὲν ἐκολάσθη ἐνταῦθα, ὁ δὲ οὐκ ἐκολάσθη τὰ αὐτὰ ἁμαρτὼν, ἢ καὶ πολλῷ χαλεπώτερα; Εἰ γὰρ οὐκ ἔστι γέεννα, οὐδὲν ὑπὲρ τούτων δυνήσῃ ἀπολογήσασθαι τοῖς ἐγκαλοῦσι.
∆ιὸ παρακαλῶ παυσαμένους τοῦ γέλωτος  τούτου, ἐπιστομίζειν τοὺς ὑπὲρ τούτων ἡμῖν ἀντιλέγοντας.  Καὶ γὰρ καὶ τῶν μικροτάτων καὶ ἐν τοῖς ἁμαρτήμασι καὶ ἐν τοῖς κατορθώμασιν  ἀκριβὴς  ἔσται  ἡ  ἐξέτασις.  Καὶ  γὰρ  καὶ  ὀφθαλμῶν   ἀκολάστων δώσομεν  δίκην,  καὶ  ῥήματος  ἀργοῦ,  καὶ  γέλωτος   καὶ  λοιδορίας  ἁπλῶς,  καὶ
ἐνθυμήσεως,  καὶ  μέθης  εὐθύνας  ὑφέξομεν·  ὡς  πάλιν  καὶ  ἐν  τοῖς  ἀγαθοῖς  καὶ ποτηρίου ψυχροῦ ληψόμεθα μισθὸν καὶ λόγου ἀγαθοῦ καὶ στεναγμοῦ μόνου. ∆ὸς γὰρ, φησὶ, τὸ σημεῖον ἐπὶ τὸ πρόσωπον τῶν στεναζόντων καὶ κατοδυνωμένων· πῶς οὖν  τολμᾷς  εἰπεῖν,  ὅτι  ὁ μετὰ τοσαύτης ἀκριβείας ἐξετάζων  τὰ ἡμέτερα, ἁπλῶς καὶ εἰκῆ τὴν γέενναν ἠπείλησε; Μὴ, παρακαλῶ, μὴ ταῖς κεναῖς ταύταις ἐλπίσι σεαυτὸν  ἀπόλλυε,  καὶ τοὺς  πειθομένους.  Εἰ γὰρ τοῖς  ἡμετέροις  ἀπιστεῖς  λόγοις, ἐξέτασον Ἰουδαίους, Ἕλληνας, αἱρετικοὺς ἅπαντας, καὶ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀποκρινοῦνται,   ὅτι  κρίσις  ἔσται  καὶ  ἀντίδοσις.  Ἀλλ'  οὐκ  ἀρκοῦσιν  ἄνθρωποι;Ἐρώτησον καὶ  τοὺς  δαίμονας  αὐτοὺς,  καὶ  ἀκούσῃ βοώντων·  Τί ἦλθες  ὧδε  πρὸ καιροῦ βασανίσαι ἡμᾶς; καὶ ταῦτα πάντα συναγαγὼν  πεῖσον τὴν ψυχὴν  μὴ μάτην ληρεῖν, ἵνα μὴ διὰ τῆς πείρας μάθῃ τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθεῖσα καὶτὰς βασάνους ἐκείνας  δυνηθῇ  διαφυγεῖν,  καὶ τῶν  μελλόντων  ἀγαθῶν  ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.Ἀμήν. 

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |