ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΖʹ Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις

Κυριακή 30 Οκτωβρίου 2016

ΛΖʹ Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57


ΛΖʹ  Τούτων  δὲ πορευομένων,  ἤρξατο ὁ Ἰησοῦς λέγειν  τοῖς  ὄχλοις  περὶἸωάννου·  Τί ἐξήλθετε  εἰς  τὴν  ἔρημον  θεάσασθαι; κάλαμον  ὑπὸ  ἀνέμου  σαλευό μενον; Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; ἄνθρωπον ἐν μα λακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες, ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; προφήτην; Ναὶ, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.

 αʹ. Τὸ μὲν γὰρ κατὰ τοὺς μαθητὰς   Ἰωάννου   ᾠκονομήθη   καλῶς,   καὶ   βεβαιωθέντες   ἀπῆλθον   ἀπὸ   τῶν παραυτίκα γενομένων  σημείων· ἔδει δὲ λοιπὸν  καὶ τὰ πρὸς τὸν δῆμον ἰάσασθαι. Ἐκεῖνοι μὲν γὰρ οὐδὲν ἂν τοιοῦτον ὑπώπτευσαν περὶ τοῦ ἑαυτῶν διδασκάλου· ὁ δὲ πολὺς ὄχλος ἐκ τῆς ἐρωτήσεως τῶν Ἰωάννου μαθητῶν πολλὰ ἂν ἄτοπα ὑπενόησεν, οὐκ εἰδὼς τὴν γνώμην  μεθ'  ἧς ἔπεμψε τοὺς μαθητάς. Καὶ εἰκὸς ἦν διαλογίζεσθαι πρὸς ἑαυτοὺς καὶ λέγειν· Ὁ τοσαῦτα μαρτυρήσας μετεπείσθη νῦν, καὶ ἀμφιβάλλει εἴτε οὗτος, εἴτε ἕτερος εἴη ὁ ἐρχόμενος; ἆρα μὴ στασιάζων πρὸς τὸν Ἰησοῦν ταῦτα λέγει; ἆρα μὴ δειλότερος ὑπὸ τοῦ δεσμωτηρίου γενόμενος; ἆρα μὴ μάτην καὶ εἰκῆ τὰ πρότερα εἴρηκεν;


Ἐπεὶ οὖν πολλὰ  τοιαῦτα  εἰκὸς ἦν αὐτοὺς ὑποπτεύειν,  ὅρα πῶς αὐτῶν  διορθοῦται τὴν ἀσθένειαν, καὶ ταύτας ἀναιρεῖ τὰς ὑποψίας. Πορευομένων γὰρ αὐτῶν,  ἤρξατο λέγειν  τοῖς ὄχλοις. ∆ιατί, πορευομένων  αὐτῶν; Ἵνα μὴ δόξῃ κολακεύειν τὸν ἄνθρωπον. ∆ιορθούμενος δὲ τὸν δῆμον, οὐκ ἄγει εἰς μέσον αὐτῶν τὴν  ὑπόνοιαν,  ἀλλὰ  τὴν  λύσιν  μόνον  ἐπάγει  τῶν  κατὰ  διάνοιαν  θορυβούντων αὐτοὺς λογισμῶν, δεικνὺς ὅτι ᾔδει τὰ ἀπόῤῥητα ἁπάντων. Οὐδὲ γὰρ λέγει καθάπερ πρὸς Ἰουδαίους· Τί ἐνθυμεῖσθε πονηρά; Εἰ γὰρ καὶ ἐνενόησαν, οὐκ ἀπὸ πονηρίας ἐλογίζοντο   ταῦτα,   ἀλλ'   ἀπὸ   τῆς   τῶν   εἰρημένων   ἀγνοίας.   ∆ιὰ  τοῦτο   οὐδὲ ἐπιπληκτικῶς  αὐτοῖς διαλέγεται, ἀλλὰ διορθοῦται αὐτῶν μόνον τὴν διάνοιαν, καὶ ἀπολογεῖται ὑπὲρ Ἰωάννου· καὶ δείκνυσιν ὅτι οὐ μετέπεσε τῆς προτέρας δόξης, οὐδὲ μεταβέβληται. Οὐδὲ γάρ ἐστιν εὔκολος ἄνθρωπος καὶ εὐρίπιστος, ἀλλὰ πεπηγὼς καὶ βέβαιος, καὶ οὐ τοιοῦτος, ὡς καὶ προδοῦναι τὰ ἐμπεπιστευμένα. Ταῦτα δὲ κατασκευάζων,  οὐκ  ἐκ  τῆς  οἰκείας  ἀποφάσεως  εὐθέως,  ἀλλ'  ἐκ  τῆς  ἐκείνων πρότερον ταῦτα κατασκευάζει μαρτυρίας· οὐ δι' ὧν εἶπον μόνον, ἀλλὰ καὶ δι' ὧν ἔπραξαν, δεικνὺς αὐτοὺς μαρτυροῦντας αὐτοῦ τῇ στεῤῥότητι. ∆ιό φησι· Τί ἐξήλθετε εἰς  τὴν  ἔρημον  ἰδεῖν;  Ὡσανεὶ ἔλεγε·  ∆ιατί  τὰς  πόλεις  ἀφέντες  καὶ  τὰς  οἰκίας, συνήλθετε εἰς τὴν ἔρημον ἅπαντες; ἵνα οἰκτρόν τινα ἴδητε καὶ εὔκολον ἄνθρωπον; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον. Οὐ γὰρ τοῦτο δείκνυσιν ἡ σπουδὴ ἐκείνη, καὶ τὸ πάντας συντρέχειν  εἰς τὴν ἔρημον. Οὐ γὰρ ἂν δῆμος τοσοῦτος καὶ πόλεις  τοσαῦται μετὰ τοσαύτης προθυμίας εἰς τὴν ἔρημον καὶ τὸν Ἰορδάνην ποταμὸν ἐξεχύθησαν τότε, εἰ μὴ μέγαν  τινὰ  καὶ  θαυμαστὸν καὶ πέτρας στεῤῥότερον ὄψεσθαι προσεδοκήσατε.  Οὐ γὰρ δὴ κάλαμον ἐξήλθετε ἰδεῖν, ὑπὸ ἀνέμου σαλευόμενον· οἱ γὰρ εὔκολοι, καὶ ῥᾳδίως περιφερόμενοι, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα λέγοντες, καὶ ἐπὶ μηδενὸς ἑστῶτες, τούτῳ μάλιστα ἐοίκασι. Καὶ ὅρα πῶς πᾶσαν πονηρίαν ἀφεὶς, ταύτην τίθησι τὴν μάλιστα ὑφορμοῦσαν αὐτοῖς τότε, καὶ ἀναιρεῖ τὴν τῆς εὐκολίας ὑπόθεσιν· Ἀλλὰ τί ἐξήλθετε  ἰδεῖν; ἄνθρωπον  ἐν μαλακοῖς ἱματίοις  ἠμφιεσμένον; Ἰδοὺ  οἱ τὰ  μαλακὰ  φοροῦντες,  ἐν  τοῖς  οἴκοις  τῶν  βασιλέων  εἰσίν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν, ὅτι οἴκοθεν οὐκ ἦν εὐρίπιστος· καὶ τοῦτο ἐδηλώσατε διὰ τῆς σπουδῆς ὑμεῖς. Οὐ μὴν οὐδὲ ἐκεῖνο ἔχοι τις ἂν εἰπεῖν, ὡς στεῤῥὸς μὲν ἦν, τρυφῇ δὲ δουλεύσας ὕστερον χαῦνος  γέγονε.  Τῶν γὰρ ἀνθρώπων  οἱ μὲν  οἴκοθέν  εἰσι τοιοῦτοι,  οἱ δὲ γίνονται·  οἷον, ὁ μέν ἐστιν ὀργίλος  φύσει, ὁ δὲ εἰς ἀῤῥωστίαν ἐμπεσὼν μακρὰν, τοῦτο κτᾶται τὸ νόσημα. Πάλιν εὔκολοι καὶ κοῦφοι οἱ μέν εἰσι φύσει, οἱ δὲ ἀπὸ τοῦ τρυφῇ δουλεύειν  καὶ μαλακίζεσθαι τοῦτο γίνονται.  Ἀλλ' ὁ Ἰωάννης,  φησὶν, οὔτε φύσει τοιοῦτος  ἦν· οὐδὲ γὰρ κάλαμον  ἐξήλθετε  ἰδεῖν·  οὔτε τρυφῇ  δοὺς ἑαυτὸν, ἀπώλεσεν ὅπερ εἶχε πλεονέκτημα. Ὅτι γὰρ οὐκ ἐδούλευσε τρυφῇ, δείκνυσιν ἡ στολὴ καὶ ἡ ἐρημία καὶ τὸ δεσμωτήριον. Εἰ γὰρ ἐβούλετο μαλακὰ φορεῖν,  οὐκ ἂν τὴν ἔρημον  ᾤκησεν,  οὐκ  ἂν  τὸ  δεσμωτήριον,  ἀλλὰ  τὰ  βασίλεια.  Ἐξῆν  γὰρ  αὐτῷ σιγήσαντι μόνον μυρίας ἀπολαῦσαι τιμῆς. Ὅπου γὰρ καὶ ἐλέγξαντα καὶ δεδεμένον οὕτως ᾐδεῖτο ὁ Ἡρώδης, πολλῷ μᾶλλον σιγήσαντα ἐκολάκευσεν ἄν. Ἔργῳ τοίνυν τῆς αὐτοῦ στεῤῥότητος παρασχὼν βάσανον καὶ τῆς καρτερίας, πῶς ἂν εἴη δίκαιος ἐπὶ τοιούτοις ὑποπτεύεσθαι;


βʹ. Καὶ ἀπὸ τοῦ τόπου τοίνυν, καὶ ἀπὸ τῶν ἱματίων, καὶ ἀπὸ τῆς  συνδρομῆς τὸ  ἦθος  αὐτοῦ  χαρακτηρίσας, ἐπάγει  λοιπὸν  καὶ  τὸν  προφήτην. Εἰπὼν  γὰρ,  Τί  ἐξήλθετε;  προφήτην   ἰδεῖν;  Ναὶ,  λέγω   ὑμῖν,  καὶ  περισσότερον προφήτου, φησίν· οὗτος γάρ ἐστι, περὶ οὗ γέγραπται· Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. Πρότερον τὴν Ἰουδαίων  μαρτυρίαν θεὶς, τότε τὴν τῶν προφητῶν  ἐφαρμόζει· μᾶλλον δὲ πρῶτον μὲν τὴν ψῆφον τίθησι τὴν Ἰουδαϊκὴν, ἥπερ μεγίστη γένοιτ' ἂν ἀπόδειξις, ὅταν παρὰ τῶν ἐχθρῶν ἡ μαρτυρία φέρηται· δεύτερον, τὸν βίον τὸν τοῦ ἀνδρός· τρίτον, τὴν ἑαυτοῦ κρίσιν· τέταρτον, τὸν προφήτην, πάντοθεν αὐτοὺς ἐπιστομίζων. Εἶτα ἵνα μὴ λέγωσι, Τί οὖν, εἰ τότε μὲν τοιοῦτος ἦν, νῦν δὲ μεταβέβληται; ἐπήγαγε καὶ τὰ μετὰ ταῦτα, τὰ ἱμάτια, τὸ δεσμωτήριον, καὶ μετὰ τούτων τὴν προφητείαν. Εἶτα εἰπὼν ὅτι μείζων προφήτου, δείκνυσι καὶ κατὰ τί μείζων. Κατὰ τί τοίνυν μείζων; Κατὰ τὸ ἐγγὺς εἶναι  τοῦ  παραγενομένου.  Ἀποστέλλω  γὰρ, φησὶ, τὸν  ἄγγελόν  μου πρὸ προσώπου σου· τουτέστιν, ἐγγύς σου. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οἱ ἐγγὺς τοῦ ὀχήματος ἐλαύνοντες, οὗτοι τῶν ἄλλων εἰσὶ λαμπρότεροι· οὕτω δὴ καὶ ὁ Ἰωάννης ἐγγὺς αὐτῆς φαίνεται τῆς παρουσίας ἐλαύνων. Ὅρα πῶς καὶ ἐντεῦθεν τὴν ὑπεροχὴν ἔδειξε· καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τὴν παρ' ἑαυτοῦ λοιπὸν ἐπάγει ψῆφον, λέγων· Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐκ ἔτεκε γυνὴ τούτου μείζονα. Καὶ ἀρκεῖ μὲν καὶ ἡ ἀπόφασις· εἰ δὲ βούλει καὶ ἀπὸ τῶν πραγμάτων μαθεῖν, ἐννόησον αὐτοῦ τὴν τράπεζαν, τὴν διαγωγὴν,  τῆς γνώμης  τὸ ὕψος. Ὥσπερ γὰρ ἐν οὐρανῷ, οὕτω διῆγε, καὶ τῶν τῆς φύσεως ἀναγκῶν ἀνωτέρω γενόμενος, ξένην τινὰ ὥδευσεν ὁδὸν, ἐν ὕμνοις καὶ εὐχαῖς τὸν πάντα διάγων χρόνον, καὶ ἀνθρώπων  μὲν οὐδενὶ, Θεῷ δὲ ὁμιλῶν μόνῳ διηνεκῶς. Οὐδὲ γὰρ εἶδέ τινα τῶν ὁμοδούλων, οὔτε ὤφθη τινὶ τούτων, οὐκ ἐγαλακτοτροφήθη, οὐ κλίνης, οὐ στέγης, οὐκ ἀγορᾶς, οὐκ ἄλλου τινὸς ἀπέλαυσε τῶν ἀνθρωπίνων·  καὶ ὅμως ἥμερος ἦν ὁμοῦ καὶ σφοδρός. Ἄκουσον γοῦν πῶς μετ' ἐπιεικείας τοῖς ἑαυτοῦ μαθηταῖς διαλέγεται, πῶς μετὰ ἀνδρείας τῷ δήμῳ τῶν Ἰουδαίων, πῶς μετὰ παῤῥησίας τῷ βασιλεῖ. ∆ιὰ τοῦτο καὶ ἔλεγεν· Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀλλ' ἵνα μὴ πάλιν ἡ ὑπερβολὴ τῶν ἐγκωμίων  τέκῃ τινὰ ἀτοπίαν, προτιμώντων  αὐτὸν τοῦ Χριστοῦ τῶν Ἰουδαίων, σκόπει πῶς καὶ τοῦτο διορθοῦται. Καθάπερ γὰρ ἐξ ὧν  ᾠκοδομοῦντο  οἱ μαθηταὶ, ἐβλάπτοντο οἱ ὄχλοι, εὔκολον αὐτὸν εἶναι νομίζοντες· οὕτω καὶ ἐξ ὧν ἐθεραπεύοντο οἱ ὄχλοι, μείζων  ἂν ἐγένετο ἡ βλάβη, σεμνοτέραν τοῦ Χριστοῦ περὶ αὐτοῦ λαμβανόντων  αὐτῶν ὑπόνοιαν ἐκ τῶν εἰρημένων. ∆ιὸ καὶ τοῦτο ἀνυπόπτως διορθοῦται λέγων· Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστι. Μικρότερος κατὰ τὴν ἡλικίαν,  καὶ κατὰ τὴν τῶν  πολλῶν  δόξαν· καὶ γὰρ ἔλεγον αὐτὸν φάγον καὶ οἰνοπότην· καὶ, Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ πανταχοῦ αὐτὸν ἐξηυτέλιζον. Τί οὖν; φησί· κατὰ σύγκρισιν τοῦ Ἰωάννου  μείζων ἦν; Ἄπαγε. Οὐδὲ γὰρ Ἰωάννης ὅτανλέγῃ, Ἰσχυρότερός μού ἐστι, συγκρίνων λέγει· οὐδὲ Παῦλος, ὅταν  Μωϋσέως  μεμνημένος  γράφῃ,  Πλείονος  γὰρ  δόξης  οὗτος  παρὰ  Μωϋσῆν ἠξίωται, συγκρίνων γράφει. Καὶ αὐτὸς δὲ, Ἰδοὺ πλέον Σολομῶνος ὧδε, λέγων, οὐχὶ συγκρίνων φησίν. Εἰ δ' ἄρα δοίημεν καὶ κατὰ σύγκρισιν εἰρῆσθαι παρ' αὐτοῦ τοῦτο, οἰκονομικῶς ἐγίνετο διὰ τὴν τῶν ἀκουόντων ἀσθένειαν. Καὶ γὰρ σφόδρα ἦσαν πρὸς αὐτὸν  κεχηνότες  οἱ ἄνθρωποι·  τότε  δὲ λαμπρότερον  αὐτὸν  καὶ τὸ δεσμωτήριον ἐποίησε, καὶ ἡ πρὸς τὸν βασιλέα παῤῥησία, καὶ ἀγαπητὸν ἦν τέως τοῦτο δεχθῆναι παρὰ  τοῖς   πολλοῖς.   Καὶ  γὰρ  καὶ  ἡ  Παλαιὰ  οἶδεν   οὕτω   διορθοῦν   τὰς   τῶν πεπλανημένων  ψυχὰς, τὰ ἀσύγκριτα κατὰ σύγκρισιν παραβάλλουσα· ὡς ὅταν λέγῃ· Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, Κύριε· καὶ πάλιν, Οὐκ ἔστι θεὸς ὡς ὁ Θεὸς ἡμῶν. Τινὲς δέ φασιν, ὅτι περὶ τῶν ἀποστόλων τοῦτο εἴρηκεν ὁ Χριστός· ἕτεροι δὲ περὶ ἀγγέλων. Ὅταν γὰρ τῆς ἀληθείας  τινὲς ἐκτραπῶσι, πολλὰ πλανᾶσθαι εἰώθασι. Ποία γὰρ ἀκολουθία, ἢ περὶ ἀγγέλων ἢ περὶ ἀποστόλων εἰπεῖν; Ἄλλως δὲ, εἰ περὶ τῶν ἀποστόλων ἔλεγε, τί ἐκώλυεν  ὀνομαστὶ παραγαγεῖν; Περὶ μὲν γὰρ ἑαυτοῦ λέγων, εἰκότως κρύπτει τὸ πρόσωπον διὰ τὴν ἔτι κρατοῦσαν ὑπόνοιαν, καὶ τὸ μὴ δόξαι περὶ ἑαυτοῦ μέγα τι λέγειν· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν. Τί δέ ἐστιν, Ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; Ἐν τοῖς πνευματικοῖς καὶ τοῖς κατὰ τὸν οὐρανὸν ἅπασι. Καὶ τὸ εἰπεῖν δὲ, Οὐκ ἐγήγερται ἐν γεννητοῖς  γυναικῶν  μείζων Ἰωάννου, ἀντιδιαστέλλοντος  ἦν ἑαυτῷ τὸν Ἰωάννην,  καὶ οὕτως ἑαυτὸν ὑπεξαιροῦντος.


γʹ. Εἰ γὰρ καὶ γεννητὸς  γυναικὸς  ἦν αὐτὸς, ἀλλ' οὐχ οὕτως ὡς Ἰωάννης·  οὐ γὰρ ψιλὸς ἄνθρωπος ἦν, οὐδὲ ὁμοίως ἀνθρώπῳ ἐτέχθη, ἀλλὰ ξένον τινὰ τόκον καὶ παράδοξον. Ἀπὸ δὲ τῶν  ἡμερῶν  Ἰωάννου  τοῦ  Βαπτιστοῦ, φησὶν,  ἕως  ἄρτι, ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Καὶ ποίαν τοῦτο ἀκολουθίαν ἔχοι πρὸς τὰ ἔμπροσθεν εἰρημένα; Πολλὴν μὲν οὖν καὶ σφόδρα συνᾴδουσαν. Καὶ γὰρ ὠθεῖ καὶ ἐπείγει λοιπὸν αὐτοὺς καὶ ἐντεῦθεν εἰς τὴν πίστιν τὴν ἑαυτοῦ· ἅμα δὲ καὶ τοῖς ἔμπροσθεν  εἰρημένοις  παρὰ  Ἰωάννου  συνηγορεῖ.  Εἰ γὰρ  μέχρι  Ἰωάννου  πάντα πεπλήρωται, ἐγώ εἰμι ὁ ἐρχόμενος. Πάντες γὰρ, φησὶν, οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Οὐ γὰρ ἂν ἔστησαν οἱ προφῆται, εἰ μὴ ἦλθον ἐγώ. Μηδὲν τοίνυν προσδοκᾶτε περαιτέρω, μηδὲ ἕτερόν τινα μένετε. Ὅτι γὰρ ἐγώ εἰμι, δῆλον καὶ ἐκ τοῦ τοὺς προφήτας στῆναι, καὶ ἐκ τῶν  καθ' ἑκάστην ἁρπαζόντων  ἡμέραν τὴν πίστιν τὴν εἰς ἐμέ. Οὕτω γὰρ δήλη ἐστὶ καὶ σαφὴς, ὡς καὶ πολλοὺς ἁρπάζειν αὐτήν. Καὶ τίς  ἥρπασεν; εἰπέ  μοι. Πάντες οἱ μετὰ σπουδῆς προσιόντες. Εἶτα καὶ ἕτερον τεκμήριον τίθησι λέγων· Εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχεσθαι. Ἀποστελῶ γὰρ, φησὶν, ὑμῖν Ἠλίαν τὸν Θεσβίτην, ὃς ἐπιστρέψει καρδίαν πατρὸς ἐπὶ τέκνα.  Οὗτος οὖν  ἐστιν  Ἠλίας,  ἐὰν  προσέχητε  μετὰ  ἀκριβείας,  φησί.  Καὶ γὰρ, Ἀποστελῶ, φησὶ, τὸν ἄγγελόν  μου πρὸ προσώπου σου. Καὶ καλῶς εἶπεν, Εἰ θέλετε δέξασθαι, τὸ ἀβίαστον δεικνύς. Οὐ γὰρ ἀναγκάζω, φησί. Τοῦτο δὲ ἔλεγεν, εὐγνώμονα ἀπαιτῶν διάνοιαν, καὶ δηλῶν ὅτι οὗτος ἐκεῖνός ἐστι, κἀκεῖνος οὗτος. Ἀμφότεροι γὰρ μίαν  διακονίαν  ἀνεδέξαντο,  καὶ  πρόδρομοι  γεγόνασιν  ἀμφότεροι.  ∆ιόπερ  οὐδὲ ἁπλῶς εἶπεν, Οὗτός ἐστιν Ἠλίας, ἀλλ', Εἰ θέλετε δέξασθαι, οὗτός ἐστι· τουτέστιν· Εἰ μετὰ εὐγνώμονος διανοίας προσέχετε τοῖς γινομένοις. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ προσέθηκε, δεικνὺς  ὅτι  συνέσεως χρεία,  πρὸς τὸ, Οὗτός ἐστιν  Ἠλίας  ὁ μέλλων ἔρχεσθαι, ὁ ἔχων  ὦτα ἀκούειν, ἀκουέτω. Τοσαῦτα δὲ αἰνίγματα  ἐτίθει, διεγείρων αὐτοὺς εἰς ἐρώτησιν. Εἰ δὲ οὐδὲ οὕτως ἐξυπνίζοντο, πολλῷ μᾶλλον εἰ δῆλα ἦν καὶ σαφῆ.  Οὐδὲ γὰρ  ἐκεῖνο  ἂν  ἔχοι  τις  εἰπεῖν,  ὅτι  οὐκ  ἐτόλμων  ἐρωτᾷν,  καὶ  ὅτι δυσπρόσιτος ἦν. Οἱ γὰρ ὑπὲρ τῶν τυχόντων  αὐτὸν ἐρωτῶντες καὶ πειράζοντες, καὶ μυριάκις ἐπιστομισθέντες, καὶ οὐκ ἀποστάντες, πῶς ἂν ὑπὲρ τῶν  ἀναγκαίων  οὐκ ἐπύθοντο  καὶ ἠρώτησαν,  εἴγε  καὶ μαθεῖν  ἐπεθύμουν;  Εἰ γὰρ ὑπὲρ τῶν  νομίμων ἠρώτων, ποία ἐντολὴ πρώτη, καὶ  ὅσα τοιαῦτα, καίτοιγε οὐδεμία ἦν ἀνάγκη ταῦτα  εἰπεῖν,  πῶς  τῶν  παρ' αὐτοῦ  λεγομένων,  ὧν  καὶ  ταῖς  ἀποκρίσεσι μᾶλλον ὑπεύθυνος  ἦν,  οὐκ  ἂν  ἐξήταζον  τὴν  διάνοιαν;  Καὶ μάλιστα  ὁπότε  αὐτὸς  ἦν  ὁ προτρέπων εἰς τοῦτο, καὶ ἐφελκόμενος; Τῷ γὰρ εἰπεῖν, Βιασταὶ ἁρπάζουσιν αὐτὴν, εἰς προθυμίαν αὐτοὺς διεγείρει· καὶ τῷ εἰπεῖν, Ὁ ἔχων  ὦτα ἀκούειν, ἀκουέτω, τὸ αὐτὸ τοῦτο ποιεῖ. Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; φησίν. Ὁμοία ἐστὶ παιδίοις καθημένοις  ἐπὶ τῆς ἀγορᾶς, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν,  καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν  ὑμῖν,  καὶ  οὐκ  ἐκόψασθε. Πάλιν  ταῦτα  δοκεῖ  μὲν  ἀπηρτῆσθαι  τῶν προτέρων, σφόδρα δὲ αὐτοῖς ἐστιν ἀκόλουθα. Καὶ γὰρ ἔτι τοῦ κεφαλαίου ἔχεται τοῦ αὐτοῦ, καὶ τοῦ δεῖξαι συνῳδὰ αὐτῷ πράττοντα  τὸν Ἰωάννην,  εἰ καὶ τὰ γινόμενα ἐναντία ἦν· ὥσπερ οὖν καὶ ἐπὶ τῆς ἐρωτήσεως· καὶ δείκνυσιν ὅτι οὐδὲν ἦν ὀφεῖλον γενέσθαι  εἰς  σωτηρίαν  αὐτῶν,  καὶ  παρελείφθη·  ὃ πρὸς τὸν  ἀμπελῶνά  φησιν  ὁ προφήτης· Τί ἔδει με ποιῆσαι τῷ ἀμπελῶνι τούτῳ, καὶ οὐκ ἐποίησα; Τίνι γὰρ, φησὶν, ὁμοιώσω τὴν γενεὰν  ταύτην; Ὁμοία ἐστὶ παιδίοις καθημένοις ἐπὶ τῆς ἀγορᾶς, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκόψασθε. Ἦλθε γὰρ Ἰωάννης  μήτε ἐσθίων, μήτε πίνων,  καὶ λέγουσι·  ∆αιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν  φίλος καὶ ἁμαρτωλῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐναντίαν ἑκάτερος ἤλθομεν ὁδὸν, ἐγὼ καὶ Ἰωάννης, καὶ ταὐτὸν ἐποιήσαμεν, οἷον ἂν  εἴ  τινες  θηραταὶ  ζῶον  δυσθήρατον  διὰ  δύο  μέλλον  ἐμπίπτειν  ὁδῶν  εἰς  τὰ θήρατρα, ἑκατέραν ἕκαστος ἀπολαβὼν  ὁδὸν ἐλαύνοι  ἐξεναντίας  ἑστὼς τῷ ἑτέρῳ, ὥστε πάντως  εἰς θάτερον ἐμπεσεῖν. Σκόπει γοῦν  ἅπαν  τὸ τῶν  ἀνθρώπων  γένος, ὅπως πρὸς τὸ τῆς νηστείας ἐπτόηται θαῦμα, καὶ τὸν σκληρὸν τοῦτον καὶ φιλόσοφον βίον. ∆ιὰ τοῦτο ᾠκονόμητο τοῦτο, ἐκ πρώτης ἡλικίας οὕτω τραφῆναι τὸν Ἰωάννην, ὥστε καὶ ἐντεῦθεν ἀξιόπιστα γενέσθαι τὰ λεγόμενα παρ' αὐτοῦ. Καὶ τίνος ἕνεκεν οὐκ αὐτὸς, φησὶ, ταύτην εἵλετο τὴν ὁδόν; Μάλιστα μὲν οὖν καὶ αὐτὸς ταύτην ἦλθεν, ὅτε τὰς τεσσαράκοντα ἡμέρας ἐνήστευσε, καὶ περιῄει διδάσκων, καὶ οὐκ ἔχων ποῦ τὴν κεφαλὴν κλίνῃ· πλὴν ἀλλὰ καὶ ἑτέρως τὸ αὐτὸ τοῦτο κατεσκεύαζε, καὶ τὸ ἐντεῦθεν ᾠκονόμει κέρδος. Τοῦ γὰρ ἐλθεῖν αὐτὸν τὴν ὁδὸν ταύτην, ταὐτὸν ἦν, ἢ καὶ πολλῷ μεῖζον, τὸ ὑπὸ τοῦ ἐλθόντος μαρτυρεῖσθαι. Ἄλλως δὲ, ὁ μὲν Ἰωάννης οὐδὲν πλέον ἐπεδείξατο, πλὴν τοῦ βίου καὶ τῆς πολιτείας· Ἰωάννης  γὰρ, φησὶν, οὐδὲν ἐποίησε σημεῖον· αὐτὸς δὲ καὶ τὴν ἀπὸ τῶν σημείων καὶ τὴν ἀπὸ τῶν θαυμάτων μαρτυρίαν εἶχεν. Ἀφεὶς τοίνυν Ἰωάννην  ἀπὸ τῆς νηστείας λάμπειν, αὐτὸς τὴν ἐναντίαν  ἦλθε, καὶ  εἰς  τραπέζας  εἰσιὼν  τελωνῶν,  καὶ  ἐσθίων  καὶ  πίνων.


 δʹ. Ἐρώμεθα τοίνυν Ἰουδαίους· Καλὸν ἡ νηστεία καὶ θαυμαστόν; Οὐκοῦν ἔδει πείθεσθαι Ἰωάννῃ,  καὶ ἀποδέχεσθαι  αὐτὸν,  καὶ  πιστεύειν  τοῖς  ὑπ'  αὐτοῦ  λεγομένοις.  Οὕτω  γὰρ  ὑμᾶς ἔμελλεν  ἐκεῖνα  τὰ  ῥήματα προσάγειν  τῷ  Ἰησοῦ. Ἀλλὰ  φορτικὸν  ἡ νηστεία  καὶ ἐπαχθές; Οὐκοῦν ἔδει πείθεσθαι τῷ Ἰησοῦ, καὶ πιστεύειν αὐτῷ τὴν ἐναντίαν ἐλθόντι.
∆ι' ἀμφοτέρας γὰρ ὁδοῦ εἰς τὴν βασιλείαν ἐμέλλετε ἐμπίπτειν. Ἀλλ' ὥσπερ θηρίον δύστροπον ἑκατέρους ἐκάκιζον. Οὐκ ἄρα τὸ ἔγκλημα τῶν μὴ πιστευθέντων, ἀλλ' ἡ κατηγορία τῶν μὴ πιστευσάντων  ἦν. Οὐδεὶς γάρ ποτε τὰ ἐναντία  κακίζειν ἕλοιτο,  ὥσπερ  οὖν  οὐδὲ  ἐπαινεῖν.  Οἷόν τι  λέγω·  ὁ  τὸν  φαιδρὸν  ἀποδεχόμενος ἄνθρωπον   καὶ  ἀνειμένον,   τὸν  σκυθρωπὸν  καὶ  βαρὺν  οὐκ  ἀποδέξεται·  ὁ  τὸν σκυθρωπὸν  ἐπαινῶν,   τὸν  φαιδρὸν  οὐκ  ἐπαινέσει.  Ἀμήχανον  γὰρ  καὶ  ταύτην κἀκείνην τιθέναι τὴν ψῆφον. ∆ιὰ τοῦτο καὶ αὐτός φησιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· τουτέστι, Τὸν ἀνειμένον  βίον ὑπέδειξα, καὶ οὐκ ἐπείσθητε. Καὶ, Ἐθρηνήσαμεν,  καὶ  οὐκ  ἐκόψασθε· τουτέστιν,  Ἰωάννης  τὸν  σκληρὸν  καὶ  βαρὺν μετῆλθε βίον, καὶ οὐ προσέσχετε. Καὶ οὐ λέγει, Ἐκεῖνος τοῦτον, κἀγὼ τοῦτον· ἀλλ' ἐπειδὴ μία γνώμη ἑκατέρων ἦν, εἰ καὶ τὰ ἐπιτηδεύματα ἐναντία, διὰ τοῦτο κοινὰ τὰ γεγενημένα φησὶν εἶναι. Καὶ γὰρ καὶ τὸ τὴν ἐναντίαν  ἐλθεῖν ὁδὸν, ἀπὸ συμφωνίας ἐπιτεταμένης  ἐγίνετο,  καὶ  πρὸς ἓν  βλεπούσης  τέλος.  Ποίαν οὖν  σχοίητε  λοιπὸν ἀπολογίαν; ∆ιὰ τοῦτο καὶ ἐπήγαγε· Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς· τουτέστιν, Εἰ καὶ ὑμεῖς οὐκ ἐπείσθητε, ἀλλ' ἐμοὶ λοιπὸν ἐγκαλεῖν οὐκ ἔχετε. Ὃ περὶ τοῦ Πατρός φησιν ὁ προφήτης· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου. Ὁ γὰρ Θεὸς, κἂν μηδὲν ἀνύῃ πλέον ἀπὸ τῆς περὶ ἡμᾶς κηδεμονίας, τὰ παρ' ἑαυτοῦ πάντα πληροῖ, ὥστε   τοῖς    ἀναισχυντεῖν    βουλομένοις    μηδὲ   σκιὰν   καταλιπεῖν    ἀγνώμονος ἀμφιβολίας. Εἰ δὲ τὰ παραδείγματα εὐτελῆ καὶ κακέμφατα, μὴ θαυμάσῃς· πρὸς γὰρ τὴν ἀσθένειαν τῶν ἀκουόντων διελέγετο. Ἐπεὶ καὶ ὁ Ἰεζεκιὴλ πολλὰ λέγει παραδείγματα αὐτοῖς πρόσφορα, καὶ τῆς τοῦ Θεοῦ μεγαλωσύνης ἀνάξια. Ἀλλὰ καὶ τοῦτο  μάλιστα ἄξιον  αὐτοῦ  τῆς  κηδεμονίας.  Σκόπει δὲ αὐτοὺς  καὶ ἑτέρωθεν  εἰς ἐναντίας περιενεχθέντας  δόξας. Εἰπόντες γὰρ περὶ Ἰωάννου, ὅτι δαιμόνιον ἔχει, οὐκ ἔστησαν μέχρι τούτου, ἀλλὰ καὶ περὶ αὐτοῦ τὰ ἐναντία αἱρουμένου τὸ αὐτὸ τοῦτο εἶπον  πάλιν·  οὕτως  εἰς  μαχομένας  ἀεὶ  περιεφέροντο  δόξας. Ὁ δὲ  Λουκᾶς μετὰ τούτων  καὶ  ἑτέραν  μείζονα  τίθησιν  αὐτῶν  κατηγορίαν,  εἰπών·  Οἱ γὰρ  τελῶναι ἐδικαίωσαν τὸν Θεὸν, δεξάμενοι τὸ βάπτισμα Ἰωάννου.  Τότε λοιπὸν ὀνειδίζει τὰς πόλεις, ὅτε ἐδικαιώθη ἡ σοφία, ὅτε ἀπέδειξε πάντα πεπληρωμένα. Ἐπειδὴ γὰρ οὐκ ἔπεισε, ταλανίζει  λοιπὸν, ὃ τοῦ φοβῆσαι πλέον ἐστί. Καὶ γὰρ τὴν ἀπὸ τῶν λόγων διδασκαλίαν  ἐπεδείξατο,  καὶ  τὴν  ἀπὸ  τῶν  σημείων  θαυματουργίαν.  Ἐπειδὴ  δὲ ἔμειναν ἐπὶ τῆς αὐτῶν ἀπειθείας, ὀνειδίζει λοιπόν. Τότε γὰρ, φησὶν, ὁ Ἰησοῦς ἤρξατο ὀνειδίζειν   τὰς  πόλεις,  ἐν  αἷς  ἐγένοντο   αἱ  πλεῖσται  δυνάμεις   αὐτοῦ,  ὅτι  οὐ μετενοήσαν, λέγων· Οὐαί σοι, Χοραζίν· οὐαί σοι, Βηθσαϊδά. Εἶτα ἵνα μάθῃς οὐκ ἀπὸ φύσεως  αὐτοὺς τοιούτους  ὄντας, τίθησι καὶ τὸ ὄνομα τῆς πόλεως,  ἀφ' ἧς πέντε προῆλθον  ἀπόστολοι. Ὅ τε  γὰρ Φίλιππος  καὶ  αἱ  δύο ξυνωρίδες  ἐκεῖναι  αἱ  τῶν κορυφαίων ἐντεῦθεν ἦσαν. Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο, φησὶν, αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. Καὶ σὺ Καπερναοὺμ, ἡ ἕως τοῦ οὐρανοῦ  ὑψωθεῖσα,  ἕως  ᾅδου  καταβιβασθήσῃ· ὅτι  εἰ  ἐν  Σοδόμοις  ἐγένοντο  αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοὶ, ἔμειναν ἂν μέχρι τῆς σήμερον. Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρα κρίσεως, ἢ σοί. Καὶ τὰ Σόδομα δὲ αὐτοῖς οὐχ  ἁπλῶς  προστίθησιν, ἀλλ' αὔξων  τὴν  κατηγορίαν  Καὶ γὰρ μεγίστη κακίας ἀπόδειξις, ὅταν  μὴ τῶν  τότε ὄντων,  ἀλλὰ  καὶ τῶν  πώποτε  γενομένων  πονηρῶνφαίνωνται  χείρους ἐκεῖνοι. Οὕτω καὶ ἀλλαχοῦ  ποιεῖται  σύγκρισιν, διὰ Νινευϊτῶν αὐτοὺς  κατακρίνων  καὶ  διὰ  τῆς  βασιλίσσης τοῦ  νότου·  ἀλλ'  ἐκεῖ  μὲν,  διὰ  τῶν κατωρθωκότων·  ἐνταῦθα  δὲ, καὶ  διὰ  τῶν  ἡμαρτηκότων,  ὃ πολὺ  βαρύτερον  ἦν.Τοῦτον  καὶ  ὁ  Ἰεζεκιὴλ  οἶδε  τῆς  κατακρίσεως  τὸν  νόμον·  διὸ  καὶ  ἔλεγε  τῇ Ἱερουσαλήμ·  Ἐδικαίωσας τὰς  ἀδελφάς  σου ἐν  πάσαις ταῖς  ἁμαρτίαις  σου. Οὕτω πανταχοῦ  τῇ Παλαιᾷ ἐμφιλοχωρεῖν  εἴωθε. Καὶ οὐδὲ ἐνταῦθα  τὸν  λόγον  ἵστησιν, ἀλλὰ  καὶ τὸν  φόβον  ἐπιτείνει  λέγων,  ὅτι χαλεπώτερα  πείσονται  Σοδομηνῶν  καὶ Τυρίων, ὥστε πανταχόθεν  αὐτοὺς ἐναγαγεῖν,  καὶ ἀπὸ τοῦ ταλανίζειν,  καὶ ἀπὸ τοῦ φοβεῖν.

εʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἀκούωμεν. Οὐδὲ γὰρ τοῖς ἀπιστοῦσι μόνον, ἀλλὰ καὶ ἡμῖν χαλεπωτέραν  ὥρισε κόλασιν Σοδομηνῶν, εἰ μὴ δεξόμεθα τοὺς εἰσιόντας πρὸς ἡμᾶς ξένους, ὅτε καὶ τὸν κονιορτὸν ἐκτινάξαι ἐκέλευσε· καὶ μάλα εἰκότως. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ παράνομα ἥμαρτον, ἀλλὰ πρὸ τοῦ νόμου καὶ τῆς χάριτος· ἡμεῖς δὲ μετὰ τοσαύτην ἐπιμέλειαν, τίνος ἂν εἴημεν συγγνώμης ἄξιοι, μισοξενίαν τοσαύτην ἐπιδεικνύμενοι, καὶ τοῖς δεομένοις τὰς θύρας ἀποκλείοντες, καὶ πρὸ τῶν θυρῶν τὰς ἀκοάς; μᾶλλον δὲ οὐ τοῖς πένησι μόνον, ἀλλὰ καὶ αὐτοῖς τοῖς ἀποστόλοις; ∆ιὰ γὰρ τοῦτο  καὶ  τοῖς  πένησιν,  ἐπειδὴ  καὶ  τοῖς  ἀποστόλοις.  Ὅταν  γὰρ  ἀναγινώσκηται Παῦλος, καὶ σὺ μὴ προσέχῃς, ὅταν κηρύττῃ Ἰωάννης, καὶ σὺ μὴ ἀκούῃς, πότε δέξῃ πένητα, ἀπόστολον μὴ δεχόμενος; Ἵνα οὖν καὶ τούτοις αἱ οἰκίαι, κἀκείνοις αἱ ἀκοαὶ, διηνεκῶς  ἀνεῳγμέναι  ὦσιν, ἐκκαθάρωμεν  τὸν  ῥύπον ἀπὸ τῶν  τῆς ψυχῆς  ὤτων. Καθάπερ γὰρ ῥύπος καὶ πηλὸς τὰ ὦτα τῆς σαρκὸς, οὕτω τὰ πορνικὰ ᾄσματα, καὶ τὰ βιωτικὰ διηγήματα, καὶ τὰ χρέα, καὶ τὰ περὶ τόκων καὶ δανεισμάτων, ῥύπου παντὸς χαλεπώτερον  ἐμφράττει τῆς διανοίας τὴν ἀκοήν· μᾶλλον δὲ οὐκ ἐμφράττει μόνον, ἀλλὰ  καὶ ἀκάθαρτον  ποιεῖ.  Καὶ γὰρ κόπρον ἐνιᾶσιν  ὑμῶν  ταῖς  ἀκοαῖς οἱ ταῦτα διηγούμενοι. Καὶ ὅπερ ὁ βάρβαρος ἠπείλει λέγων· Φάγεσθε τὴν κόπρον ὑμῶν, καὶ τὰ ἑξῆς· τοῦτο καὶ οὗτοι οὐ λόγῳ, ἀλλὰ διὰ τῶν ἔργων ὑμᾶς ὑπομένειν ποιοῦσι· μᾶλλον δὲ καὶ πολλῷ χαλεπώτερον. Καὶ γὰρ καὶ τούτων ἀηδέστερα ἐκεῖνα τὰ ᾄσματα· καὶ τὸ δὴ χαλεπώτερον,  ὅτι οὐ μόνον οὐκ ἐνοχλεῖσθαι νομίζετε τούτων ἀκούοντες, ἀλλὰ καὶ γελᾶτε, δέον βδελύττεσθαι καὶ φεύγειν.  Εἰ δὲ οὐ βδελυκτὰ, κατάβηθι εἰς τὴν ὀρχήστραν, ζήλωσον  ὅπερ ἐπαινεῖς·  μᾶλλον  δὲ βάδισον μόνον  μετὰ τούτου  τοῦ κινοῦντος   τὸν  γέλωτα   ἐκεῖνον.  Ἀλλ'  οὐκ  ἂν  ἀνάσχοιο.  Τί  τοίνυν   τοσαύτην ἀπονέμεις αὐτῷ τιμήν; Καὶ οἱ μὲν νόμοι οἱ παρὰ τῶν Ἑλλήνων γραφέντες ἀτίμους αὐτοὺς εἶναι  βούλονται· σὺ δὲ αὐτοὺς ὅλῃ τῇ πόλει δέχῃ, ὥσπερ πρεσβευτὰς καὶ στρατηγοὺς, καὶ ἅπαντας συγκαλεῖς, ἵνα δέξωνται  κόπρον ταῖς ἀκοαῖς. Καὶ ὁ μὲν οἰκέτης αἰσχρόν τι φθεγγόμενος ἀκούοντός σου, μυρίας λήψεται μάστιγας· κἂν υἱὸς, κἂν γυνὴ, κἂν ὁστισοῦν αὐτὸ τοῦτο ποιήσῃ, ὕβριν τὸ πρᾶγμα καλεῖς· ἂν δὲ ἄνθρωποι μαστιγίαι καὶ τριωβολιμαῖοι  καλέσωσί σε τῶν αἰσχρῶν ἀκουσόμενον ῥημάτων, οὐ μόνον οὐκ ἀγανακτεῖς, ἀλλὰ καὶ χαίρεις καὶ ἐπαινεῖς. Καὶ τί ταύτης τῆς ἀλογίας ἴσον γένοιτ' ἄν; Ἀλλ' αὐτὸς οὐ φθέγγῃ τὰ αἰσχρὰ ταῦτα; Καὶ τί τὸ κέρδος; μᾶλλον δὲ, καὶ αὐτὸ τοῦτο πόθεν δῆλον; Εἰ γὰρ μὴ ἐφθέγγου, οὐκ ἂν οὐδὲ ἀκούων ἐγέλας, οὐδ' ἂν μετὰ τοσαύτης σπουδῆς  ἔδραμες ἐπὶ τὴν καταισχύνουσάν σε φωνήν. Εἰπὲ γάρ μοι, χαίρεις ἀκούων βλασφημούντων;  ἀλλ' οὐχὶ φρίττεις,  καὶ τὰ ὦτα ἐμφράττεις; Ἔγωγε οἶμαι. Τί δήποτε; Ὅτι οὐδὲ αὐτὸς βλασφημεῖς. Οὕτω δὴ καὶ ἐπὶ τῆς αἰσχρολογίας  ποίει·  καὶ  εἰ  βούλει  δεῖξαι  σαφῶς  ἡμῖν,  ὅτι  οὐ  χαίρεις  αἰσχρὰ φθέγγεσθαι, μηδὲ ἀκούειν ἀνέχου. Πότε γὰρ δυνήσῃ γενέσθαι σπουδαῖος, τοιούτοις  ἐντρεφόμενος  ἀκούσμασι; πότε  τοὺς  ὑπὲρ σωφροσύνης ἱδρῶτας  ἐνεγκεῖν  ἀνέξῃ, κατὰ  μικρὸν  ὑποῤῥέων  ἀπὸ  τοῦ  γέλωτος  καὶ  τῶν  ᾀσμάτων  καὶ  τῶν  αἰσχρῶν ῥημάτων τούτων; Καὶ γὰρ ἀγαπητὸν ἁπάντων  τούτων  καθαρεύουσαν ψυχὴν δυνηθῆναι γενέσθαι σεμνὴν καὶ σώφρονα, μήτιγε τοιούτοις ἀκούσμασιν ἐντρεφομένην.  Ἢ οὐκ ἴστε, ὅτι πρὸς κακίαν ἐπιῤῥεπέστερον ἔχομεν; Ὅταν οὖν καὶ τέχνην  αὐτὸ ποιησώμεθα καὶ ἔργον, πότε διαφευξόμεθα τὴν κάμινον ἐκείνην; Οὐκ ἤκουσας τί φησιν ὁ Παῦλος· Χαίρετε ἐν Κυρίῳ; Οὐκ εἶπεν· ἐν διαβόλῳ.   ʹ. Πότε οὖν ἀκοῦσαι δυνήσῃ Παύλου; πότε αἴσθησιν λαβεῖν τῶν πεπλημμελημένων,  μεθύων ἀεὶ καὶ  διηνεκῶς   ἀπὸ  τῆς  θεωρίας  ἐκείνης;  Ὅτι  γὰρ  παραγέγονας   ἐνταῦθα,   οὐ θαυμαστὸν καὶ μέγα· μᾶλλον δὲ θαυμαστόν. Ἐνταῦθα μὲν γὰρ καὶ ἁπλῶς καὶ ἀφοσιούμενος  παραγίνῃ·  ἐκεῖ  δὲ,  μετὰ  σπουδῆς  καὶ  δρόμου  καὶ  πολλῆς   τῆς προθυμίας.  Καὶ δῆλον  ἐξ  ὧν  οἴκαδε  φέρεις,  ἐκεῖθεν  ἀναχωρῶν.   Καὶ γὰρ  τὸν βόρβορον ἅπαντα τὸν ἐκχυθέντα ὑμῖν ἐκεῖ διὰ τῶν ῥημάτων, διὰ τῶν ᾠδῶν, διὰ τοῦ γέλωτος, εἰς τὴν οἰκίαν ἕκαστος συνάγοντες φέρετε· μᾶλλον δὲ οὐκ εἰς τὴν οἰκίαν μόνον, ἀλλὰ καὶ εἰς τὴν διάνοιαν  ἕκαστος τὴν ἑαυτοῦ. Καὶ τὰ μὲν οὐκ ἄξια τοῦ βδελύττεσθαι ἀποστρέφῃ, τὰ δὲ βδελυκτὰ οὐ μισεῖς, ἀλλὰ καὶ ἀγαπᾷς. Πολλοὶ γοῦν ἀπὸ μὲν τάφων ἐπανελθόντες ἐλούσαντο· ἀπὸ δὲ θεάτρων ἀναχωροῦντες οὐκ ἐστέναξαν, οὐδὲ ἐξέχεαν δακρύων πηγάς· καίτοιγε ὁ μὲν νεκρὸς οὐκ ἀκάθαρτον· ἡ δὲ ἁμαρτία τοσαύτην ἐντίθησι κηλῖδα, ὡς μηδὲ μυρίαις πηγαῖς ἐκκαθᾶραι ταύτην δύνασθαι, ἀλλὰ μόνοις δάκρυσι καὶ ἐξομολογήσεσιν. Ἀλλ'  οὐδεὶς ὁ αἰσθανόμενος τῆς  κηλῖδος  ταύτης.  Ἐπειδὴ  γὰρ  ἃ  χρὴ  οὐ  φοβούμεθα,  διὰ  τοῦτο  ἃ  μὴ  χρὴ δεδοίκαμεν. Τίς δὲ καὶ ὁ πάταγος; τίς δὲ καὶ ὁ θόρυβος, καὶ αἱ σατανικαὶ κραυγαὶ, καὶ τὰ διαβολικὰ  σχήματα; Ὁ μὲν  γὰρ ὄπισθεν  ἔχει  κόμην  νέος  ὢν,  καὶ τὴν  φύσιν ἐκθηλύνων, καὶ τῷ βλέμματι, καὶ τῷ σχήματι, καὶ τοῖς ἱματίοις, καὶ πᾶσιν ἁπλῶς εἰς εἰκόνα  κόρης ἁπαλῆς  ἐκβῆναι  φιλονεικεῖ.  Ἄλλος  δέ τις  γεγηρακὼς  ὑπεναντίως τούτῳ  τὰς  τρίχας  ξυρῷ περιελὼν,  καὶ ἐζωσμένος τὰς  πλευρὰς,  πρὸ τῶν  τριχῶν ἐκτέμνων τὴν αἰδῶ, πρὸς τὸ ῥαπίζεσθαι ἕτοιμος ἕστηκε, πάντα καὶ λέγειν καὶ ποιεῖν παρεσκευασμένος. Αἱ δὲ γυναῖκες  γυμνῇ τῇ κεφαλῇ  ἀπηρυθριασμέναι πρὸς δῆμον ἑστήκασι διαλεγόμεναι,  τοσαύτην  μελέτην  ἀναισχυντίας  ποιούμεναι,  καὶ  πᾶσαν ἰταμότητα καὶ ἀσέλγειαν εἰς τὰς τῶν ἀκουόντων ἐκχέουσαι ψυχάς. Καὶ μία σπουδὴ, πᾶσαν ἐκ βάθρων ἀνασπάσαι τὴν σωφροσύνην, καταισχῦναι τὴν φύσιν, ἐμπλῆσαι τοῦ  πονηροῦ  δαίμονος  τὴν  ἐπιθυμίαν.  Καὶ γὰρ  καὶ  ῥήματα  αἰσχρὰ αὐτόθι,  καὶ σχήματα αἰσχρότερα, καὶ κουρὰ τοιαύτη,  καὶ βάδισις, καὶ στολὴ, καὶ φωνὴ,  καὶ μελῶν διάκλασις, καὶ ὀφθαλμῶν  ἐκστροφαὶ, καὶ σύριγγες, καὶ αὐλοὶ, καὶ δράματα, καὶ ὑποθέσεις, καὶ πάντα ἁπλῶς τῆς ἐσχάτης ἀσελγείας ἀνάμεστα. Πότε οὖν ἀνανήψεις,  εἰπέ  μοι,  τοσοῦτόν  σοι πορνείας  ἄκρατον  ἐγχέοντος  τοῦ  διαβόλου, τοσαύτας ἀκολασίας κύλικας κεραννύντος; Καὶ γὰρ καὶ  μοιχεῖαι, καὶ γάμων ἐκεῖ κλοπαὶ, καὶ γυναῖκες  ἐκεῖ πορνευόμεναι,  ἄνδρες ἡταιρηκότες,  νέοι μαλακιζόμενοι, πάντα παρανομίας μεστὰ, πάντα τερατωδίας πάντα αἰσχύνης. Οὐκ ἄρα γελᾷν ἐπὶ τούτοις τοὺς καθημένους ἐχρῆν, ἀλλὰ δακρύειν καὶ στένειν πικρόν. Τί οὖν; ἀποκλείσομεν τὴν ὀρχήστραν, φησὶ, καὶ τῷ λόγῳ τῷ σῷ πάντα ἀνατραπήσεται; Νῦν μὲν οὖν πάντα ἀνατέτραπται.  Πόθεν γὰρ οἱ τοῖς γάμοις ἐπιβουλεύοντες; εἰπέ μοι· οὐκ ἀπὸ τῆς σκηνῆς ταύτης; Πόθεν οἱ τοὺς θαλάμους διορύττοντες; οὐκ ἀπὸ τῆς ὀρχήστρας ἐκείνης; Οὐκ ἐντεῦθεν οἱ ἄνδρες ταῖς γυναιξὶ φορτικοί; οὐκ ἐντεῦθεν τοῖς ἀνδράσιν αἱ γυναῖκες εὐκαταφρόνητοι; οὐκ ἐντεῦθεν οἱ πλείους μοιχοί; Ὥστε ὁ τὰ πάντα   ἀνατρέπων   ὁ  πρὸς  τὸ  θέατρον  βαδίζων   ἐστὶν,  ὁ  τυραννίδα   χαλεπὴν ἐπεισάγων. Οὐχὶ, φησὶν, ἀλλὰ τῇ τῶν νόμων εὐταξίᾳ τοῦτο δοκεῖ. Τὸ γὰρ γυναῖκας διασπᾷν, καὶ παῖδας  ὑβρίζειν  νέους, καὶ οἰκίας  ἀνατρέπειν,  τῶν  τὰς ἀκροπόλεις κατειληφότων  ἐστί. Καὶ τίς μοιχὸς, φησὶν, ἀπὸ τῶν θεαμάτων τούτων γέγονε; Τίς γὰρ οὐ μοιχός; Καὶ εἴγε ἦν ὀνομαστὶ νῦν εἰπεῖν, ἔδειξα ἂν ὅσους ἄνδρας ἀπέσχισαν γυναικῶν, ὅσους ἔλαβον αἰχμαλώτους  αἱ πόρναι ἐκεῖναι, τοὺς μὲν ἀπ' αὐτῆς ἀναστήσασαι τῆς εὐνῆς, τοὺς δὲ οὐδὲ τὴν ἀρχὴν ἀφεῖσαι ὁμιλῆσαι γάμῳ. Τί οὖν; εἰπέ μοι· τοὺς  νόμους  ἀνατρέψομεν  ἅπαντας;  Καὶ μὴν  παρανομίαν  ἔστιν  ἀνατρέψαι, ταῦτα  λύοντας  τὰ  θέατρα.  Οἱ γὰρ  ταῖς  πόλεσι  λυμαινόμενοι   ἐκ  τούτων  εἰσίν· ἐντεῦθεν  γοῦν στάσεις καὶ ταραχαί. Οἱ γὰρ ὑπὸ τῶν ὀρχουμένων  τρεφόμενοι, καὶ γαστρὶ τὴν ἑαυτῶν  πωλοῦντες  φωνὴν,  οἷς ἔργον βοῆσαι καὶ πρᾶξαι πᾶν ἄτοπον, οὗτοι μάλιστά εἰσιν οἱ τοὺς δήμους ἀναῤῥιπίζοντες, οἱ τὰς ταραχὰς ἐμποιοῦντες ταῖς πόλεσι. Νεότης γὰρ ἀργίας ἐπιλαβομένη, καὶ τοσούτοις ἐντρεφομένη κακοῖς, θηρίου παντὸς  ἀγριωτέρα  γίνεται.


 ζʹ.  Οἱ γὰρ γόητες, εἰπέ μοι, πόθεν; οὐκ ἐντεῦθεν,  ἵνα δῆμον ἀναπτερώσωσιν εἰκῆ σχολάζοντα, καὶ τοὺς ὀρχουμένους πολλῶν ἀπολαῦσαι ποιήσωσι θορύβων,  καὶ  τὰς  πορνευομένας  γυναῖκας  ταῖς  σωφρονούσαις ἐπιτειχίσωσιν, εἰς τοῦτο ἔρχονται μαγγανείας, ὡς μηδὲ τὰ ὀστᾶ τῶν κατοιχομένων κινεῖν ὀκνεῖν. Οὐκ ἐντεῦθεν, ὅταν μυρία ἀναγκάζωνται εἰς τὸν πονηρὸν ἐκεῖνον τοῦ διαβόλου χορὸν ἀναλίσκειν; Ἡ δὲ ἀσέλγεια πόθεν, καὶ τὰ μυρία κακά; Ὁρᾷς ὅτι σὺ μὲν τὸν βίον ἀνατρέπεις, ἐπὶ ταῦτα ἕλκων, ἐγὼ δὲ συγκροτῶ καταλύων. Καθέλωμεν οὖν τὴν ὀρχήστραν, φησίν. Εἴθε καθελεῖν  δυνατὸν  ἦν· μᾶλλον  δὲ ἂν ἐθέλητε, τὸ ἡμέτερον μέρος καθῄρηται καὶ κατέσκαπται. Πλὴν ἀλλ' οὐδὲν τούτων κελεύω. Τὰ ἑστῶτα ποιήσατε ἄκυρα, ὅπερ μεῖζόν ἐστιν ἐγκώμιον  τοῦ καθελεῖν. Εἰ καὶ μηδένα ἕτερον,  τοὺς  γοῦν  βαρβάρους ζηλώσατε· καὶ γὰρ πάσης τοιαύτης  ἐκεῖνοι   καθαρεύουσι θεωρίας.  Τίς οὖν  ἡμῖν  ἔσται ἀπολογία  λοιπὸν,  ὅταν  ἡμεῖς  οἱ  τῶν οὐρανῶν πολῖται, καὶ τῶν Χερουβὶμ συγχορευταὶ, καὶ τῶν ἀγγέλων  κοινωνοὶ, καὶ τῶν  βαρβάρων  χείρους  ταύτῃ  γινώμεθα,  καὶ  ταῦτα  ἐξὸν  μυρίας  ἑτέρας τούτων βελτίους τέρψεις εὑρεῖν; Εἰ γὰρ βούλει ψυχαγωγεῖσθαι, βάδιζε εἰς παραδείσους, ἐπὶ παραῤῥέοντα ποταμὸν καὶ λίμνας· καταμάνθανε κήπους, ἄκουε τεττίγων  ᾀδόντων, ἐπιχωρίαζε σηκοῖς μαρτύρων, ὅπου σώματος ὑγεία καὶ ψυχῆς ὠφέλεια, καὶ βλάβος οὐδὲν, οὐδὲ μετάνοια  μετὰ τὴν  ἡδονὴν,  καθάπερ ἐνταῦθα.  Ἔχεις γυναῖκα,  ἔχεις παιδία· τί ταύτης τῆς ἡδονῆς  ἴσον; Ἔχεις οἰκίαν, ἔχεις φίλους,  ταῦτα τὰ τερπνὰ, πολὺ μετὰ τῆς σωφροσύνης καὶ τὸ κέρδος παρέχοντα. Τί γὰρ παίδων γλυκύτερον, εἰπέ μοι; τί δὲ γυναικὸς, τῷ σωφρονεῖν βουλομένῳ; Λέγονται γοῦν οἱ βάρβαροί ποτε εἰπεῖν  ῥῆμα φιλοσοφίας  γέμον.  Περὶ γὰρ τῶν  θεάτρων  τούτων  ἀκούσαντες  τῶν παρανόμων, καὶ τῆς ἀκαίρου τέρψεως, Ῥωμαῖοι γὰρ, φησὶν, ὡς οὐκ ἔχοντες παῖδας καὶ γυναῖκας, οὕτω τοιαύτας ἐπενόησαν τὰς ἡδονάς· δεικνύντες  ὅτι οὐδὲν παίδων γλυκύτερον καὶ γυναικὸς, ἐὰν σεμνῶς ἐθέλῃς βιοῦν. Τί οὖν, ἐὰν δείξω, φησὶ, μηδὲν βλαβέντας ἐκ τῆς ἐκεῖ διατριβῆς; Μάλιστα μὲν καὶ τοῦτο βλάβος, τὸ εἰκῆ καὶ μάτην τὸν καιρὸν δαπανᾷν, καὶ ἑτέροις γίνεσθαι σκάνδαλον. Κἂν γὰρ σὺ μὴ βλαβῇς, ἕτερον ποιεῖς εἰς τοῦτο σπουδαιότερον. Πῶς δὲ καὶ αὐτὸς οὐ βλαβήσῃ, παρέχων ἀφορμὰς τοῖς γινομένοις; Καὶ γὰρ ὁ γόης, καὶ ὁ πορνευόμενος παῖς, καὶ ἡ πορνευομένη γυνὴ, καὶ  πάντες  ἐκεῖνοι  οἱ  διαβολικοὶ  χοροὶ,  ἐπὶ  τὴν  σὴν  κεφαλὴν  τὴν  αἰτίαν  τῶν γινομένων  φέρουσιν. Ὥσπερ γὰρ εἰ μὴ ἦσαν οἱ θεωροῦντες, οὐκ ἂν ἦσαν οἱ ταῦτα μετιόντες· οὕτως ἐπειδή εἰσι, καὶ αὐτοὶ μερίζονται τῶν γινομένων  τὸ πῦρ. Ὥστε εἰ καὶ εἰς σωφροσύνην μηδὲν παρεβλάβης, ὅπερ ἐστὶν ἀμήχανον, ἀλλὰ τῆς ἀπωλείας τῆς ἑτέρων χαλεπὰς δώσεις εὐθύνας, καὶ τῶν θεωρούντων, καὶ τῶν αὐτοὺς συναγόντων. Καὶ εἰς σωφροσύνην δὲ μείζονα ἂν ἐκέρδανας, εἰ μὴ ἐκεῖσε ἐβάδιζες. Εἰ γὰρ καὶ νῦν εἶ σώφρων, σωφρονέστερος ἂν ἐγένου τὰς τοιαύτας φεύγων  θέας. Μὴ τοίνυν  περιττὰ  φιλονεικῶμεν,   μηδὲ  ἀνονήτους  ἀπολογίας  ἐπινοῶμεν.  Μία γὰρ ἀπολογία,  τὸ  φεύγειν   τὴν  κάμινον  τὴν  Βαβυλωνίαν,  τὸ  πόῤῥω  γενέσθαι  τῆς Αἰγυπτίας πόρνης, κἂν γυμνὸν  δέῃ τὰς ἐκείνης  χεῖρας διαφυγεῖν.  Οὕτω γὰρ καὶ ἡδονῆς πολλῆς ἀπολαυσόμεθα, τοῦ συνειδότος ἡμῶν οὐ κατηγοροῦντος ἡμῶν, καὶ τὸν παρόντα μετὰ σωφροσύνης βιωσόμεθα βίον, καὶ τῶν μελλόντων  ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |