ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Γʹ.Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Γʹ.Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ




Ιωάννης Χρυσόστομος
Πρός Φιλήμονα
Τόμος 62

ΟΜΙΛΙΑ Γʹ.Εἰ οὖν ἐμὲ ἔχεις κοινωνὸν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησέ σε, ἢ ὀφείλει, ἐμοὶ τοῦτο ἐλλόγει. Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρὶ, ἐγὼ ἀποτίσω, ἵνα μὴ λέγω σοι, ὅτι καὶ σαυτόν μοι προσοφείλεις.

αʹ. Οὐδὲν οὕτω πρᾶγμα παραινεῖν οἶδεν, ὡς τὸ μὴ πάντα ἀθρόον αἰτεῖν. Ὅρα γὰρ μετὰ πόσα ἐγκώμια,  μετὰ πόσην κατασκευὴν τὸ μέγα τοῦτο ἔθηκε. Μετὰ τὸ εἰπεῖν, ὅτι Τέκνον μου, ὅτι κοινωνὸς  τοῦ εὐαγγελίου, ὅτι σπλάγχνα, ὅτι ἀδελφὸν αὐτὸν ἀπέχεις, ὅτι ὡς ἀδελφὸν ἔχε, τότε ἐπήγαγεν, Ὡς ἐμέ. Καὶ οὐκ ᾐσχύνθη τοῦτο Παῦλος. Ὁ γὰρ μὴ αἰσχυνόμενος δοῦλος κληθῆναι τῶν πιστῶν, ἀλλὰ καὶ ὁμολογῶν τοῦτο, πολλῷ μᾶλλον τοῦτο οὐκ ἂν παρῃτήσατο. Ὃ δὲ λέγει, τοῦτό  ἐστιν· Εἰ τὰ αὐτά μοι φρονεῖς, ἐπὶ τοῖς αὐτοῖς τρέχεις, εἰ φίλον ἡγῇ, προσλαβοῦ αὐτὸν, ὡς ἐμέ. Εἰ δέ τι ἠδίκησεν. Ὅρα, ποῦ τέθεικε καὶ πότε τὸ ἀδίκημα· ὕστερον, μετὰ τὸ πολλὰ ὑπὲρ τούτου προειπεῖν. Ἐπεὶ γὰρ μάλιστα ἡ τῶν χρημάτων ζημία δάκνειν εἴωθε τοὺς ἀνθρώπους, ἵνα μηδὲ ὑπὲρ τούτων  ἐγκαλέσῃ (εἰκὸς γὰρ αὐτὰ καὶ κατηναλῶσθαι)· τότε τοῦτο τίθησι καί φησιν·


Εἰ δέ τι ἠδίκησεν. Οὐκ εἶπεν· Εἴ τι ἔκλεψεν, ἀλλὰ τί; Εἴ τι ἠδίκησεν. Ἅμα καὶ τὸ ἁμάρτημα ὡμολόγησε, καὶ οὐχ ὡς δούλου ἁμάρτημα, ἀλλ' ὡς φίλου πρὸς φίλον, τῷ τῆς ἀδικίας μᾶλλον, ἢ τῷ τῆς κλοπῆς ὀνόματι χρησάμενος. Τοῦτο ἐμοὶ ἐλλόγει, φησί· τουτέστι, Πρὸς ἐμὲ ἔχε τὴν ὀφειλὴν, ἐγὼ ἀποτίσω. Εἶτα καὶ μετὰ   χάριτος  τῆς  πνευματικῆς·  Ἐγὼ  Παῦλος  ἔγραψα  τῇ  ἐμῇ  χειρί·  καὶ ἐντρεπτικῶς  ἅμα  καὶ  χαριέντως,  εἴ  γε  ὑπὲρ  τούτου  καὶ  γραμματεῖον  ἐκτελέσαι Παύλου μὴ παραιτησαμένου, τοῦτον αὐτὸς παραιτήσεται προσλαβεῖν. Τοῦτο σφόδρα καὶ αὐτὸν  ἐδυσώπησε, καὶ τῆς ἐνοχλήσεως  ἀπήλλαξε  τὸν  Ὀνήσιμον. Καὶ τῇ ἐμῇ χειρὶ, φησὶν, ἔγραψα.
Οὐδὲν τῶν  σπλάγχνων  θερμότερον  τούτων,  οὐδὲν  σπουδαιότερον,  οὐδὲν προθυμότερον. Ὑπὲρ ἑνὸς ἀνδρὸς ὅρα πόσην ποιεῖται πρόνοιαν. Ἵνα μὴ λέγω, φησὶ, σοὶ, ὅτι  καὶ  σεαυτόν  μοι  προσοφείλεις.  Εἶτα ἵνα  μὴ  δόξῃ  εἶναι  ὕβρις  εἰς  τὸν ἀξιούμενον,  εἴ γε μὴ ἐθάῤῥησεν ὑπὲρ κλοπῆς ἀξιῶσαι καὶ τυχεῖν,  καὶ τοῦτό πως παραμυθεῖται· Ἵνα μὴ λέγω, φησὶν, ὅτι καὶ σεαυτόν μοι προσοφείλεις· οὐ τὰ σαυτοῦ μόνον, ἀλλὰ καὶ σαυτόν. Καὶ τοῦτο ἀπὸ ἀγάπης καὶ κατὰ τὸν τῆς φιλίας λόγον, καὶ τοῦ σφόδρα θαῤῥεῖν ἦν. Ὅρα πῶς πανταχοῦ ἀμφοτέρων ἐπιμελεῖται, καὶ τοῦ μετὰ πολλῆς  τῆς ἀσφαλείας ἀξιοῦν, καὶ τοῦ μὴ τοῦτο γενέσθαι τεκμήριον τοῦ σφόδρα θαῤῥεῖν αὐτῷ. Ναὶ, ἀδελφέ. Τί ἐστι, Ναὶ, ἀδελφέ; Προσλαβοῦ, φησὶν, αὐτόν· τοῦτο γὰρ ἔξωθεν  δεῖ  προσυπακούειν.  Ἀφεὶς  γὰρ τὸν  χαριεντισμὸν,  πάλιν  ἔχεται  τῶν προτέρων, τῶν σπουδαίων. Καίτοι καὶ ταῦτα σπουδαῖα· τὰ γὰρ παρὰ τῶν ἁγίων καὶ αὐτὰ σπουδαῖα, κἂν χαριεντίζωνταί  τι. Ναὶ, ἀδελφὲ,  ἐγώ σου ὀναίμην  ἐν Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ. Τουτέστι, τῷ Κυρίῳ δίδως τὴν χάριν, οὐκ ἐμοί. Τὰ σπλάγχνα, τὰ περὶ σέ. Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ποῖον λίθον ταῦτα οὐκ ἂν ἐμάλαξε; ποῖον θηρίον ταῦτα οὐκ ἂν κατεπράϋνε, καὶ παρεσκεύασε γνησίως προσδέξασθαι;
Μετὰ τὸ ἐν κατορθώμασι τηλικούτοις  αὐτῷ μαρτυρῆσαι, οὐ παραιτεῖται καὶ πάλιν  ἀπολογεῖσθαι.  Οὐχ ἁπλῶς  φησιν,  οὐδὲ  ἐπιτάττων,  οὐδὲ  αὐθαδιαζόμενος, ἀλλὰ, Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι. Ὅπερ καὶ ἀρχόμενος εἶπε· Παῤῥησίαν ἔχων, τοῦτο καὶ ἐνταῦθα λέγει εἰς τὸ ἐπισφραγίσαι τὴν ἐπιστολήν. Εἰδὼς, ὅτι καὶ ὑπὲρ ὃ λέγω ποιήσεις. Ἅμα καὶ διήγειρεν εἰπὼν τοῦτο· ᾐσχύνθη γὰρ ἂν, εἰ καὶ μηδὲν ἕτερον, τοιαύτην  δόξαν ἔχων  παρ' αὐτῷ, ὅτι καὶ ὑπὲρ ὃ λέγει  ποιεῖ, μὴ ποιῆσαι τοσοῦτον. Ἅμα δὲ καὶ ἑτοίμασόν μοι ξενίαν· ἐλπίζω γὰρ, ὅτι διὰ τῶν  προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν. Καὶ τοῦτο σφόδρα θαῤῥοῦντος ἦν, μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ  Ὀνησίμου,  ἵνα  μὴ  ῥᾳθυμήσαντες,  ἀλλ'  εἰδότες,  ὅτι  πάντως   ἐπανελθὼν ἀκούσεται τὰ  κατ' αὐτὸν,  πᾶσαν μνησικακίαν  ἐξέλωσι, καὶ  χάριν  μᾶλλον  δῶσι. Πολλὴ γὰρ ἦν  ἡ χάρις  καὶ  ἡ τιμὴ  Παύλου ἐνδημοῦντος,  Παύλου μετὰ ἡλικίαν, Παύλου μετὰ δεσμούς. Πάλιν  τῆς  ἀγάπης  αὐτῶν  τεκμήριον  τὸ εὔχεσθαι  αὐτοὺς εἰπεῖν, καὶ τοσοῦτον αὐτοῖς δοῦναι, ὡς εὔχεσθαι ὑπὲρ αὐτοῦ. Εἰ γὰρ καὶ ἐν κινδύνοις εἰμὶ   νῦν,   ἀλλ'   ὅμως   ὄψεσθέ   με,   ἐὰν   εὔχησθε·   Ἀσπάζεταί  σε  Ἐπαφρᾶς   ὁ συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ. Οὗτος παρὰ Κολοσσαέων ἦν ἀποσταλείς· ὥστε καὶ ἀπὸ τούτου δῆλον, ὅτι [καὶ] ἐν Κολοσσαῖς ἦν ὁ Φιλήμων. Συναιχμάλωτον  δὲ αὐτὸν καλεῖ, δεικνὺς καὶ αὐτὸν ἐν πολλῇ θλίψει. Ὥστε εἰ καὶ μὴ δι' αὐτὸν ἐκεῖνον, διὰ τοῦτον εἰκὸς ἀκουσθῆναι.
Ὁ γὰρ ἐν  θλίψει  ὢν,  καὶ τὰ αὐτοῦ  ἀφεὶς,  καὶ τὰ τῶν  ἄλλων  μεριμνῶν, ὀφείλει  ἀκούεσθαι. Καὶ ἄλλως δὲ ἐντρέπει αὐτὸν, εἴ γε ὁ πολίτης ὁ ἐκείνου καὶ συναιχμάλωτος γέγονεν αὐτῷ καὶ συγκακουχεῖται, οὗτος δὲ οὐδὲ χάριν δίδωσιν ὑπὲρ ἰδίου οἰκέτου. Καὶ προσέθηκε· Συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ, ἀντὶ τοῦ, διὰ  Χριστόν. Μάρκος, Ἀρίσταρχος, ∆ημᾶς, Λουκᾶς, οἱ  συνεργοί  μου. Τί δὴ  τὸν Λουκᾶν τελευταῖον τίθησι; καίτοι γέ φησιν ἀλλαχοῦ· Λουκᾶς ἐστι μόνος μετ' ἐμοῦ. Καὶ ∆ημᾶς, φησὶν, εἷς τῶν  ἐγκαταλιπόντων αὐτὸν ἦν, καὶ ἀγαπησάντων  τὸν νῦν αἰῶνα. Ταῦτα δὲ εἰ καὶ ἑτέρωθι εἴρηται, ἀλλ' ὅμως οὐκ ἀνεξέταστα δεῖ ἀφεῖναι, οὐδὲ ἁπλῶς ἀκούειν οὐδὲ ὡς ἔτυχε. Πῶς δὲ λέγει ἀσπάσασθαι αὐτοὺς τὸν ἐγκαταλιπόντα αὐτόν; Ἔραστος γὰρ, φησὶν, ἔμεινεν  ἐν Κορίνθῳ. Τὸν μὲν οὖν Ἐπαφρᾶν, καὶ ὡς γνώριμον αὐτοῖς καὶ ἐκεῖθεν ὄντα προστίθησι, καὶ Μάρκον ὡς καὶ αὐτὸν θαυμαστόν· τί δαὶ τούτοις συναριθμεῖ τὸν ∆ημᾶν; Ἴσως μετὰ ταῦτα γέγονε  ῥᾳθυμότερος, ὅτε τοὺς κινδύνους  εἶδε τοὺς πολλούς. Ὁ μέντοι Λουκᾶς ἔσχατος ὢν, ἐγένετο πρῶτος. Καὶ ἀπὸ τούτων δὲ αὐτὸν προσαγορεύει προτρέπων αὐτὸν πλέον εἰς τὴν ὑπακοὴν, καὶ συνεργοὺς καλεῖ, καὶ ταύτῃ  δυσωπῶν  αὐτὸν  πρὸς τὴν  αἴτησιν. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ  Χριστοῦ μετὰ  τοῦ  πνεύματος  ὑμῶν.  Ἀμήν.  βʹ. Εὐχῇ  τὴν ἐπιστολὴν κατέκλεισεν. Ἡ δὲ εὐχὴ, μέγα μὲν ἀγαθὸν καὶ σωτήριον, καὶ τῶν ψυχῶν τῶν ἡμετέρων φυλακτήριον· μέγα δὲ, ὅταν ἄξια αὐτῆς πράττωμεν, καὶ μὴ ἀναξίους ἑαυτοὺς κατασκευάζωμεν. Καὶ σὺ τοίνυν  ὅταν προσέλθῃς τῷ ἱερεῖ, κἀκεῖνος εἴπῃ· Ἐλεήσει σε ὁ Θεὸς, τέκνον, μὴ τῷ ῥήματι θάῤῥει μόνον, ἀλλὰ καὶ τὰ ἔργα προστίθει· ποίει τὰ ἐλέου ἄξια.
Εὐλογήσει σε ὁ Θεὸς, τέκνον,  εἰ μὲν ποιεῖς τὰ τῆς εὐλογίας  εὐλογήσει, εἰ ἐλεεῖς τὸν πλησίον· ὧν  γὰρ βουλόμεθα τυχεῖν  παρὰ τοῦ Θεοῦ, τούτων  πρότερον μεταδιδόναι τοῖς πλησίον ὀφείλομεν· ἂν δὲ τοὺς πλησίον αὐτῶν ἀποστερῶμεν, πῶς τυχεῖν αὐτῶν βουλόμεθα; Μακάριοι, φησὶν, οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Εἰ γὰρ ἄνθρωποι τοὺς τοιούτους ἐλεοῦσι, πολλῷ μᾶλλον ὁ Θεός· τοὺς δὲ μὴ ἐλεοῦντας, οὐκέτι· Ἀνίλεως γὰρ ἡ κρίσις τῷ μὴ ποιήσαντι ἔλεον. Καλὸν τὸ πρᾶγμα ἔλεος· τί οὖν ἐποίησας ἑτέρῳ; Βούλει συγγνωσθῆναι πλημμελῶν,  τί οὖν αὐτὸς οὐ συνέγνως  τῷ πεπλημμεληκότι; ἀλλὰ προσέρχῃ μὲν τῷ Θεῷ βασιλείαν οὐρανῶν αἰτῶν, αὐτὸς δὲ ἀργύριον αἰτηθεὶς οὐκ ἔδωκας ∆ιὰ τοῦτο οὐκ ἐλεούμεθα, ἐπειδὴ οὐκ ἐλεοῦμεν. ∆ιὰ τί, φησί; καὶ μὴν τοῦτο ἐλέους ἐστὶ, τὸ τοὺς ἀνελεήμονας ἐλεεῖν. Ὁ γὰρ, τὸν ὠμὸν καὶ ἀπηνῆ, καὶ μυρία τῷ πλησίον ἐνδεικνύμενον  κακὰ φιλανθρωπευσάμενος,  πῶς ἂν ἐλεήμων  εἴη; Τί οὖν, φησί; τὸ λουτρὸν  οὐχὶ  μυρία ἡμᾶς ἐργασαμένους κακὰ ἔσωσεν;  Ἀπήλλαξεν   ἐκείνων,   οὐχ  ἵνα   πάλιν   αὐτὰ  πράττωμεν,   ἀλλ'  ἵνα   μὴ πράττωμεν. Εἰ γὰρ ἀπεθάνομεν, φησὶ, τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Τί οὖν; ἁμαρτησόμεθα ὅτι οὐκ ἐσμὲν ὑπὸ νόμον; Μὴ γένοιτο. ∆ιὰ τοῦτό σε ἐκείνων ἀπήλλαξεν, ἵνα μη  κέτι παλινδρομήσῃς πρὸς τὴν ἀτιμίαν ἐκείνην. Ἐπεὶ καὶ ἰατροὶ τοὺς πυρέττοντας ἀπαλλάττουσι τῆς φλογὸς, οὐχ ἵνα τῇ ὑγείᾳ πρὸς κάκωσιν ἀποχρήσωνται καὶ ἀταξίαν (ἐπεὶ βέλτιον νοσεῖν, εἴ γε μέλλοι τις διὰ τοῦτο ὑγιαίνειν, ἵνα πάλιν τῇ κλίνῃ προσηλώσῃ ἑαυτὸν), ἀλλ' ἵνα μαθόντες τὰ ἀπὸ τῆς ἀῤῥωστίας κακὰ, μηκέτι τοῖς αὐτοῖς περιπέσωσιν, ἵνα ἀσφαλέστερον τῆς ὑγείας ἔχωνται,  ἵνα πάντα πράττωσι τὰ πρὸς ταύτην συντελοῦντα.
Πῶς οὖν  ἡ φιλανθρωπία  τοῦ  Θεοῦ, φησὶν,  εἴ  γε  μὴ μέλλοι  σώζειν  τοὺς κακούς; πολλαχοῦ γὰρ καὶ τοῦτο πολλοὺς ἀκούω λέγοντας, ὅτι φιλάνθρωπός  ἐστι, καὶ πάντως σώσει πάντας. Ἵν' οὖν μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν (καὶ γὰρ μέμνημαι τοιαύτην  τινὰ ὑπόσχεσιν), φέρε τήμερον τὸν λόγον τοῦτον κινήσωμεν. ∆ιελέχθην περὶ   γεέννης   πρὸς   ὑμᾶς   πρώην,   καὶ   ἀνεβαλόμην   τὸν   περὶ   τῆς   τοῦ   Θεοῦ φιλανθρωπίας  λόγον·  σήμερον οὖν  αὐτὸν  ἀποδοῦναι  καλόν.  Ὅτι μὲν  οὖν  ἔσται γέεννα,  ἱκανῶς, ὡς ἐμαυτῷ δοκῶ, τάχα ἀπεδείξαμεν, τὸν κατακλυσμὸν εἰς μέσον ἐνεγκόντες, καὶ τὰ πρότερα κακὰ, καὶ εἰπόντες, ὅτι οὐχ οἷόν τε τὸν ἐκεῖνα ποιήσαντα ἀτιμωρήτους ἐᾶσαι τοὺς νῦν. Εἰ γὰρ τοὺς πρὸ τοῦ νόμου ἁμαρτόντας οὕτως ἐκόλασε, τοὺς μείζονα κακὰ ἐργασαμένους μετὰ τὴν χάριν ἀτιμωρήτους οὐκ ἀφήσει. Ἐζητεῖτο τοίνυν, Πῶς οὖν ἀγαθὸς, πῶς δὲ φιλάνθρωπος, εἴ γε κολάζει; καὶ ἀνεβαλόμεθα τὸν λόγον, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὰς ἀκοὰς τὰς ὑμετέρας.
Φέρε, τήμερον ἀποδῶμεν  τὸ χρέος, καὶ δείξωμεν,  πῶς ἀγαθὸς ὁ Θεὸς καὶ κολάζων. Καὶ γὰρ καὶ πρὸς τοὺς αἱρετικοὺς ἡμῖν ὁ λόγος οὗτος ἁρμόσειεν ἄν· ὥστε μετὰ σπουδῆς προσέχωμεν· Οὐδενὸς δεόμενος ὁ Θεὸς τῶν παρ' ἡμῶν, ἐποίησεν ἡμᾶς. Ὅτι δὲ οὐδενὸς ἐδεῖτο, ἐδήλωσεν ἐκ τοῦ μετὰ ταῦτα ποιῆσαι. Εἰ γὰρ ἐδεῖτο, πάλαι ἂν ἐποίησεν· εἰ δὲ καὶ χωρὶς ἡμῶν ἦν αὐτὸς, ἡμεῖς δὲ ἐν ὑστέροις χρόνοις γεγόναμεν, οὐ δεόμενος ἡμῶν ἐποίησεν ἡμᾶς. Ἐποίησεν οὐρανὸν, γῆν, θάλατταν, πάντα τὰ ὄντα δι' ἡμᾶς. Ταῦτα οὐκ ἀγαθότητος,  εἰπέ  μοι; Καὶ πολλὰ  ἄν  τις  ἔχοι  λέγειν·  ἀλλ' ἵνα συντέμωμεν τὸν λόγον, Ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, βρέχει ἐπὶ δικαίους  καὶ ἀδίκους. Τοῦτο οὐκ ἀγαθότητος; Οὒ, φησί. Καὶ γάρ ποτε πρός τινα Μαρκιωνιστὴν ἔλεγον, Ἆρα οὐκ ἀγαθότητος ταῦτα; καὶ ἔφησεν, Εἰ μὴ τὸν λόγον ἀπῄτει  τῶν  ἁμαρτημάτων,  ἀγαθότητος  ἦν· εἰ δὲ ἀπαιτεῖ,  οὐκ ἀγαθότητος.  Ἀλλ' ἐκεῖνος μὲν οὐ πάρεστι νῦν. Φέρε δὲ τὰ τότε λεχθέντα εἴπωμεν, καὶ πλείονα τούτων. Ἐγὼ γὰρ δείκνυμι  ἐκ περιουσίας, ὅτι εἰ μὴ ἀπῄτει λόγον,  οὐκ ἀγαθός· ἐπειδὴ δὲ ἀπαιτεῖ διὰ τοῦτο ἀγαθός. Εἰπὲ γάρ μοι, εἰ μὴ ἀπήτει λόγον ἡμᾶς, ἆρα ἂν ἔστη ὁ βίος ὁ ἀνθρώπινος;  ἆρα οὐκ ἂν εἰς θηρία ἐξεπέσομεν; Εἰ γὰρ, ἐπικειμένου  φόβου καὶ εὐθυνῶν καὶ δικαστηρίων, τοὺς ἰχθῦς παρηλάσα  μεν ἀλλήλους κατεσθίοντες, τοὺς λέοντας καὶ τοὺς λύκους ἀπεκρύψαμεν τὰ ἀλλήλων  ἁρπάζοντες· εἰ μὴ λόγον ἡμᾶς ἀπῄτει, καὶ τοῦτο πεπείσμεθα, πόσης ἂν συγχύσεως καὶ τύρβης ἐπληρώθη  ὁ βίος; τίς ἦν ὁ μυθευόμενος λαβύρινθος λοιπὸν πρὸς τὴν ἀταξίαν τὴν κοσμικήν; οὐκ ἂν εἶδες μυρίας ἀτοπίας καὶ ἀταξίας; τίς γὰρ ἂν ᾐδέσθη πατέρα λοιπόν; τίς δὲ ἂν ἐφείσατο μητρός; τίς δ' ἂν πᾶσαν ἡδονὴν, πᾶσαν κακίαν παρέλιπε; Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἀπὸ μιᾶς οἰκίας μόνης ἐγώ σε πεῖσαι πειράσομαι.
Πῶς; Ἐὰν ὑμῶν τῶν ταῦτα ἐρωτώντων, καὶ οἰκέτας ἐχόντων, δῆλον ποιήσω τούτοις, ὅτι, κἂν διαφθείρωσι τὴν δεσποτείαν, καὶ εἰς τὸ σῶμα ἐκείνων ἐνυβρίσωσι, κἂν πάντα  ἐκφέρωσι, κἂν τὰ ἄνω  κάτω ἐργάσωνται, καὶ τὰ τῶν  ἐχθρῶν  αὐτοὺς διαθῶσιν, οὐκ ἀπειλοῦσιν, οὐ κολάζουσιν, οὐ τιμωρήσονται, οὐδὲ μέχρι ῥημάτων λυπήσουσιν· ἆρα δοκεῖ ταῦτα ἀγαθότητος εἶναι; Ἀλλ' ἐγὼ δείκνυμι, ὅτι ὠμότητός ἐστι τῆς ἐσχάτης, οὐ μόνον τῷ τὴν γυναῖκα καὶ τὰ παιδία προδίδοσθαι διὰ ταύτης τῆς ἀκαίρου χρηστότητος, ἀλλὰ καὶ τῷ αὐτοὺς ἐκείνους πρὸ τούτων  ἀπόλλυσθαι. Καὶ γὰρ μέθυσοι καὶ ἀσελγεῖς καὶ ἀκόλαστοι καὶ ὑβρισταὶ καὶ πάντων  θηρίων ἔσονται ἀλογώτεροι. Τοῦτο οὖν ἀγαθότητος, εἰπέ μοι, εὐγένειαν τῆς ψυχῆς καταπατῆσαι, καὶ αὐτοὺς καὶ ἀλλήλους  προσαπολέσαι; Ὁρᾷς, ὅτι τὸ εὐθύνας ἀπαιτεῖν  τοῦτό ἐστι τὸ πολλῆς χρηστότητος ὄν; Καὶ τί λέγω οἰκέτας τοὺς προχειρότερον ἐπὶ τὰ ἁμαρτήματα ταῦτα ἐρχομένους; Ἀλλ' ἐχέτω τις υἱοὺς, καὶ πάντα ἐπιτρεπέτω τολμᾷν ἐκείνοις, καὶ μὴ κολαζέτω, τίνος οὖν οὐκ ἔσονται χείρους, εἰπέ μοι; Εἶτα ἐπὶ μὲν ἀνθρώπων  τὸ κολάζειν ἀγαθότητος, τὸ δὲ μὴ κολάζειν ὠμότητος, ἐπὶ δὲ Θεοῦ οὐκέτι; Ὥστε ἐπειδὴ ἀγαθός ἐστι, διὰ τοῦτο γέενναν  προητοίμασε. Βούλεσθε καὶ ἄλλην εἴπω ἀγαθότητα τοῦ Θεοῦ; Οὐ τοῦτο μόνον, ἀλλ' ὅτι καὶ τοὺς ἀγαθοὺς οὐκ ἀφίησι γενέσθαι κακούς. Εἰ γὰρ ἔμελλον  τῶν αὐτῶν  τυγχάνειν,  πάντες ἂν ἦσαν κακοί· νῦν δὲ οὐ μικρῶς καὶ τοῦτο παραμυθεῖται τοὺς ἀγαθούς.
Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν  ἀσεβοῦς, τὰς χεῖρας αὐτοῦ νίψεται  ἐν τῷ αἵματι  τοῦ ἁμαρτωλοῦ.  Οὐχ ὑπερηδόμενος,  μὴ γένοιτο,  ἀλλὰ  δεδοικὼς  μὴ τὰ  αὐτὰ  πάθῃ,  καθαρώτερον  τὸν ἑαυτοῦ  βίον  ἐργάσεται.  Πολλῆς  ἄρα  τοῦτο  κηδεμονίας  ἐστί.  Ναὶ, φησίν·  ἀλλ' ἀπειλῆσαι μόνον ἐχρῆν, μὴ μέντοι καὶ κολάσαι. Εἰ κολάζει, καὶ λέγεις, ὅτι ἀπειλὴ τὸ
πρᾶγμά ἐστι, καὶ διὰ τοῦτο ῥᾳθυμότερος γίνῃ· εἰ ὄντως ἀπειλὴ μόνον ἦν, οὐκ ἂν ὑπτιώτερος γέγονας; Οἱ Νινευῖται εἰ ᾔδεσαν ὅτι ἀπειλὴ μόνον τὸ πρᾶγμα ἦν, οὐκ ἂν  μετενόησαν·  ἐπειδὴ δὲ μετενόησαν, μέχρι ῥημάτων  τὴν  ἀπειλὴν  ἔστησαν. Βούλει αὐτὸ ἀπειλὴν εἶναι; σὺ κύριος εἶ τοῦ πράγματος· γενοῦ βελτίων, καὶ ἵσταται μέχρι τῆς ἀπειλῆς· ἂν δὲ, ὅπερ ἀπείη, καταφρονήσῃς  τῆς ἀπειλῆς,  ἥξεις ἐπὶ τὴν πεῖραν· οἱ πρὸ τοῦ κατακλυσμοῦ, εἰ τὴν ἀπειλὴν ἔδεισαν, οὐκ ἂν τὴν πεῖραν ὑπέμειναν.
Καὶ ἡμεῖς,  ἐὰν  φοβηθῶμεν  τὴν  ἀπειλὴν,  οὐχ   ὑποστησόμεθα  τὴν πεῖραν· μηδὲ γένοιτο· ἀλλὰ παράσχοι ὁ φιλάνθρωπος  Θεὸς πάντας ἡμᾶς ἐντεῦθεν ἤδη  σωφρονισθέντας,  τῶν  ἀποῤῥήτων  ἐκείνων  ἐπιτυχεῖν   ἀγαθῶν·  ὧν  γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |