ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας




Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Β'
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χρι στῷ Ἰησοῦ· τὴν καλὴν παραθήκην φύλαξον διὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν. Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ· ὧν ἐστι Φύγελος καὶ Ἑρμογένης. ∆ῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἄλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος ἐν Ῥώμῃ σπουδαιότερόν με ἐζήτησε, καὶ εὗρε.∆ῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Καὶ ὅσαἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.

αʹ. Οὐ διὰ γραμμάτων μόνον τὰ πρακτέα ὑπετίθετο τῷ μαθητῇ, ἀλλ' ἤδη καὶ διὰ ῥημάτων. Καὶ τοῦτο πολλαχοῦ  καὶ ἐν ἄλλοις  ἐδήλωσε λέγων· Εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν· πολλῷ δὲ μᾶλλον καὶ ἐνταῦθα. Μὴ τοίνυν ἐλλιπῶς εἰρῆσθαι τὰ κατὰ τὴν διδασκαλίαν νομίσωμεν· πολλὰ γὰρ αὐτῷ καὶ ἀγράφως παρέδωκεν· ἅπερ οὖν ἀναμιμνήσκων   αὐτὸν,  ἔλεγεν·  Ὑποτύπωσιν  ἔχε  ὑγιαινόντων  λόγων  ὧν  παρ'  ἐμοῦ ἤκουσας. Τί δέ ἐστιν ὅ φησι; Καθάπερ ἐπὶ τῶν ζωγράφων  ἐνετυπωσάμην, φησὶν, εἰκόνα σοι τῆς ἀρετῆς καὶ τῶν τῷ Θεῷ δοκούντων ἁπάντων, ὥσπερ τινὰ κανόνα καὶ ἀρχέτυπον καὶ ὅρους καταβαλὼν  εἰς τὴν σὴν ψυχήν.  Ταῦτα οὖν ἔχε· κἂν περὶ πίστεως, κἂν περὶ ἀγάπης,  κἂν  περὶ σωφρονισμοῦ  δέῃ τι βουλεύσασθαι, ἐκεῖθεν  λάμβανε  τὰ παραδείγματα·  οὐ δεήσει σοι παρ'  ἑτέρων  εἰκόνα ζητεῖν, πάντων  ἐκεῖ κατακειμένων.


Τὴν καλὴν παραθήκην φύλαξον.  Πῶς; ∆ιὰ Πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος  ἐν ἡμῖν. Οὐ γάρ ἐστιν ἀνθρωπίνης  ψυχῆς οὐδὲ δυνάμεως, τοσαῦτα ἐμπιστευθέντα  ἀρκέσαι πρὸς τὴν φυλακήν. ∆ιὰ τί; Ὅτι πολλοὶ οἱ λῃσταὶ, σκότος βαθύ· ὁ διάβολος ἐφέστηκεν ἔτι καὶ ἐφεδρεύει· οὐκ οἴδαμεν ποίᾳ ὥρᾳ, ποίῳ καιρῷ ἐπιτίθεται. Πῶς οὖν ἀρκέσομεν πρὸς τὴν φυλακὴν, φησί; ∆ιὰ Πνεύματος ἁγίου, τουτέστιν, ἐὰν τὸ Πνεῦμα ἔχωμεν παρ' ἡμῖν· ἐὰν μὴ τὴν χάριν φυγαδεύσωμεν, παρέσται. Ἐὰν γὰρ μὴ Κύριος οἶκον οἰκοδομήσῃ, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες·  ἐὰν μὴ Κύριος φυλάξῃ  πόλιν,  εἰς μάτην ἠγρύπνησαν  οἱ φυλάσσοντες  αὐτήν.  Τοῦτο τεῖχος  ἡμῖν, τοῦτο φρούριον,  τοῦτο καταφυγή.  Εἰ τοίνυν ἐνοικεῖ, καὶ αὐτὸ φυλάσσει, τίς χρεία παραγγελίας;
Ἵνα αὐτὸ, φησὶ, κατέχωμεν,  ἵνα αὐτὸ φυλάσσωμεν, καὶ μὴ διώκωμεν  διὰ τῶν φαύλων  πράξεων. Εἶτα ἐξηγεῖται τοὺς πειρασμοὺς, οὐχὶ καταβαλεῖν  τὸν μαθητὴν βουλόμενος, ἀλλὰ διαναστῆσαι, ἵνα εἴ ποτε καὶ αὐτὸς περιπέσοι τούτοις, μὴ ξενοπαθῇ, πρὸς τὸν διδάσκαλον  ἀφορῶν  καὶ μεμνημένος  πάντων  τῶν  συμβάντων  αὐτῷ. Τί οὖν φησιν; Ἐπειδὴ εἰκὸς ἦν αὐτὸν συλληφθέντα  ἐγκαταλειφθῆναι, καὶ μηδεμιᾶς ἀπολαῦσαι φιλανθρωπίας, μηδὲ ῥοπῆς, μηδὲ βοηθείας, ἀλλὰ καὶ ὑπ' αὐτῶν τῶν πιστῶν καὶ φίλων προδεδόσθαι, ἄκουε τί φησιν· Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ. Εἰκὸς  ἦν ἐν Ῥώμῃ εἶναι  πολλοὺς  τότε ἀπὸ τῶν  Ἀσίας μερῶν· ἀλλ'  οὐδείς μοι παρέστη, φησὶν, οὐδείς με ἐγνώρισε, πάντες ἀπηλλοτριώθησαν.  Καὶ ὅρα τὴν φιλόσοφον αὐτοῦ  ψυχήν.  Εἶπε  τὸ  γενόμενον   μόνον,  οὐχὶ  κατηράσατο  αὐτοῖς·  ἀλλὰ  τὸν  μὲν πράξαντα τοῦτο καὶ ἐπῄνεσε, καὶ ἐπεύχεται τούτῳ μυρία ἀγαθὰ, ἐκείνοις δὲ οὐ κατηράσατο, ἀλλὰ τί φησιν; Ὦν ἐστι Φύγελος καὶ Ἑρμογένης. ∆ῴη ἔλεος ὁ Κύριος, φησὶ, τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις  με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη, ἀλλὰ γενόμενος  ἐν Ῥώμῃ σπουδαιότερον ἐζήτησέ με, καὶ εὗρε. Θέα πῶς πανταχοῦ  τὴν αἰσχύνην λέγει, οὐ τὸν κίνδυνον, ὥστε μὴ φοβηθῆναι τὸν Τιμόθεον, καίτοι κινδύνων τὸ πρᾶγμα ἔγεμε· προσέκρουσε γὰρ τότε τῷ Νέρωνι, τινὰ τῶν ἀνακειμένων αὐτῷ οἰκειωσάμενος.  Ἀλλὰ  γενόμενος,   φησὶν,  ἐν  Ῥώμῃ  οὐ  μόνον  οὐκ  ἔφυγέ  μου  τὴν συντυχίαν,  ἀλλὰ  καὶ ἐπεζήτησέ με, καὶ εὗρε. ∆ῴη αὐτῷ  ὁ Κύριος εὑρεῖν  ἔλεος παρὰ Κυρίου ἐν  ἐκείνῃ  τῇ  ἡμέρᾳ.  Καὶ ὅσα ἐν  Ἐφέσῳ  διηκόνησε,  βέλτιον  σὺ γινώσκεις. Τοιούτους εἶναι χρὴ τοὺς πιστοὺς, μήτε φόβῳ, μήτε ἀπειλῇ, μήτε αἰσχύνῃ κωλύεσθαι, ἀλλὰ συμπράττειν ἀλλήλοις,  καθάπερ ἐν πολέμῳ παρεστάναι καὶ βοηθεῖν. Οὐ γὰρ τοῖς κινδυνεύουσι  τοσοῦτον,  ὅσον ἑαυτοῖς  χαρίζονται,  κοινωνοὺς  ἑαυτοὺς  ποιοῦντες  διὰ τῶν εἰς ἐκείνους  γεγενημένων τῶν ἐκείνοις  ὀφειλομένων στεφάνων.  Οἷον, ἐν θλίψει καθέστηκέ  τις  τῶν  ἀνακειμένων Θεῷ, πολλὰ  πάσχων  δεινὰ,  καὶ  μετὰ  πολλῆς  τῆς καρτερίας  ἀθλῶν·   σὺ  οὐδέπω  πρὸς  τὸν  ἀγῶνα   τοῦτον   εἱλκύσθης·  ἔξεστί  σοι,  εἰ βουληθείης, καὶ μὴ ἐμβάντι  εἰς τὸ στάδιον, μεριστῇ γενέσθαι τῶν ἀποκειμένων  αὐτῷ στεφάνων,  παρόντι,  ἀλείφοντι,  προτρέποντι,  διεγείροντι.  Καὶ ὅτι  τοῦτο  οὕτως  ἔχει, ἄκουσον τί φησιν ἑτέρωθι γράφων· Πλὴν καλῶς ἐποιήσατε συγκοινωνήσαντές  μου τῇ θλίψει·  καὶ  πάλιν·  Ὅτε  καὶ  ἐν  Θεσσαλονίκῃ καὶ  ἅπαξ  καὶ  δὶς  εἰς  τὴν  χρείαν  μου ἐπέμψατε.  Καὶ πῶς  οἱ ἀπόντες  τῷ  μὴ παρόντι  ἐκοινώνησαν  τῆς θλίψεως;  Πῶς; Ὅτι ἐπέμψατέ μοι, φησὶ, τὰ εἰς τὴν χρείαν καὶ ἅπαξ καὶ δίς.
Καὶ πάλιν  περὶ  τοῦ  Ἐπαφροδίτου  λέγων  φησίν·  Ὅτι  ἤγγισε  μέχρι  θανάτου παραβουλευσάμενος   τῇ  ψυχῇ,  ἵνα  ἀναπληρώσῃ   τὸ  ὑμῶν   ὑστέρημα  τῆς  πρός  με λειτουργίας. Καθάπερ γὰρ ἐπὶ τῶν βασιλέων οὐχ οἱ πολεμοῦντες  μόνον, ἀλλὰ καὶ οἱ τὰ σκεύη φυλάσσοντες  τιμῆς  μετέχουσι,  καὶ  οὐχ  ἁπλῶς,  ἀλλὰ  καὶ  τῶν  ἴσων  πολλάκις ἐπέτυχον  δώρων,  καίτοι  γε οὐδὲ τὰς χεῖρας αἱμάξαντες,  οὐδὲ τὰ ὅπλα θέμενοι,  ἀλλ' οὐδὲ ὅλως τὴν παράταξιν  θεασάμενοι τῶν πολεμίων·  πολλῷ  μᾶλλον  ἐπὶ τούτων  τῶν θλίψεων.  Ὁ γὰρ βοηθῶν τῷ ἀθλητῇ λιμῷ τηκομένῳ, ὁ παρὼν, ὁ λόγοις παρακαλῶν, ὁ
τὴν ἄλλην θεραπείαν ἅπασαν παρέχων, τὸ ἴσον ἔχει τῷ ἀθλοῦντι. βʹ. Μὴ γάρ μοι Παῦλον ἐννοήσῃς τὸν ἀθλητὴν, τὸν ἄμαχον καὶ ἀκαταγώνιστον, ἀλλὰ   ἄλλον   τινὰ   τῶν   πολλῶν,   ὃς   εἰ   μὴ   ἔτυχε   πολλῆς   παραμυθίας,   πολλῆς παρακλήσεως, οὐκ ἂν ἴσως ἔστη, οὐκ ἂν ἠγωνίσατο. Ὥστε οἱ ἔξω τῶν ἀγώνων  τῷ εἰς τοὺς  ἀγώνας  ἐμβε   βηκότι  τῆς  νίκης  γεγόνασιν  αἴτιοι,  καὶ  τῶν  ἐπὶ  τῇ  νίκῃ κειμένων  στεφάνων  γένοιντ' ἂν μέτοχοι. Καὶ τί θαυμαστὸν, εἰ τοῖς ἔτι ζῶσι κοινωνῶν τις τῶν  αὐτῶν  ἀξιοῦται τοῖς ἀγωνιζομένοις;  ὥσπερ οὖν καὶ τοῖς ἀπελθοῦσι, τοῖς ἤδη κειμένοις,  τοῖς  ἐστεφανωμένοις,   τοῖς  οὐδενὸς  δεομένοις  ἔστι  κοινωνεῖν   καὶ  μετὰ θάνατον· ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ταῖς μνείαις τῶν ἁγίων κοινωνοῦντες. Καὶ πῶς, φησὶν, ἔστι κοινωνεῖν;  Ὅταν θαυμάσῃς τὸν ἄνδρα, ὅταν ἐργάσῃ τι τούτων ἐφ' οἷς ἐκεῖνος  ἐστεφανώθη,  κεκοινώνηκας  αὐτῷ  τῶν  ἄθλων  καὶ τῶν  στεφάνων  δηλονότι.
∆ῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ἠλέησέ με, φησίν· οὐκοῦν ἕξει τὴν ἀνταπόδοσιν  ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ καὶ φρικτῇ, ἔνθα πολλοῦ ἐλέους χρεία ἡμῖν. ∆ῴη αὐτῷ, φησὶν, ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου. ∆ύο Κύριοι; Οὐδαμῶς, ἀλλ' ἡμῖν  εἷς Κύριος Χριστὸς Ἰησοῦς, καὶ εἷς Θεός. Ἐνταῦθα  οἱ τὰ Μαρκίωνος νοσοῦντες ἐπιπηδῶσι τῷ εἰρημένῳ· ἀλλὰ μανθανέτωσαν, ὡς ἔθος τῇ Γραφῇ τοῦτο, καὶ πολλαχοῦ ἔστιν εὑρεῖν ταύτῃ τῇ συνηθείᾳ τὴν Γραφὴν κεχρημένην, ὡς ὅταν λέγῃ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· καὶ πάλιν,  Εἶπα τῷ Κυρίῳ, Κύριός μου εἶ σύ· καὶ ἀλλαχοῦ·  Ἔβρεξε Κύριος παρὰ Κυρίου. Τοῦτο δὲ προσώπων  ἐστὶ παραστατικὸν ὁμοουσίων, οὐ φύσεως διαιρετικόν· οὐ γὰρ ἵνα δύο οὐσίας διαφερούσας ἀλλήλων,  ἀλλ' ἵνα δύο πρόσωπα νοήσωμεν τῆς αὐτῆς ὄντα οὐσίας ἑκάτερα, τοῦτο λέγει. Ὅρα δὲ πῶς καὶ εἶπε· ∆ῴη αὐτῷ Κύριος. Τί τοῦτο; Οὐχ ἕτερον, ἀλλ' ἔλεος. Ἐπεὶ γὰρ αὐτὸς ἐλέους ἔτυχε  παρὰ Ὀνησιφόρου,  τούτου  τυχεῖν  ἐπεύχεται  καὶ  αὐτὸν  παρὰ τοῦ  Θεοῦ. Εἰ δὲ Ὀνησιφόρος ὁ κινδύνοις παραβαλὼν ἑαυτὸν ἀπὸ ἐλέους σώζεται, πολλῷ μᾶλλον ἡμεῖς. Φοβεραὶ γὰρ αἱ εὐθῦναι,  φοβεραὶ, καὶ πολλῆς  δεόμεναι  τῆς φιλανθρωπίας, ὥστε μὴ ἀκοῦσαι  τὸ  ῥῆμα  τὸ  φρικτὸν  ἐκεῖνο·  Ὑπάγετε,  οὐκ  οἶδα  ὑμᾶς,  οἱ  ἐργαζόμενοι  τὴν ἀνομίαν· ὥστε μὴ ἀκοῦσαι πάλιν  ἐκεῖνο τὸ φοβερόν· Ἀπέλθετε, οἱ κατηραμένοι, εἰς τὸ πῦρ  τὸ  αἰώνιον,  τὸ  ἡτοιμασμένον  τῷ  διαβόλῳ  καὶ  τοῖς  ἀγγέλοις  αὐτοῦ·  ὥστε  μὴ ἀκοῦσαι, Χάος ἐστὶ μεταξὺ ἡμῶν καὶ ὑμῶν· ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο τὸ φρίκης γέμον, Ἄρατε αὐτὸν,  καὶ ἐμβάλετε  εἰς τὸ σκότος τὸ ἐξώτερον·  ὥστε μὴ ἀκοῦσαι ἐκεῖνο  τὸ πολλοῦ φόβου γέμον, Πονηρὲ δοῦλε καὶ ὀκνηρέ.
Φρικτὸν γὰρ σφόδρα τὸ διδακτήριον  ἐκεῖνο καὶ φοβερόν· καίτοι ὁ Θεὸς ἥμερός ἐστι, καίτοι προσηνής. Θεὸς γὰρ οἰκτιρμῶν λέγεται, καὶ Θεὸς παρακλήσεως, καὶ ἀγαθὸς ὡς  οὐδεὶς  ἀγαθὸς,  καὶ  χρηστὸς  καὶ  ἐπιεικὴς  καὶ  πολυέλεος,  καὶ  οὐ  βούλεται  τὸν θάνατον  τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Πόθεν οὖν, πόθεν τοσαύτης ἀγωνίας ἡ ἡμέρα γέμει ἐκείνη; πυρὸς ἕλκεται ποταμὸς πρὸ προσώπου αὐτοῦ, βίβλοι τῶν πράξεων ἡμῶν ἀνοίγονται, αὕτη ἡ ἡμέρα ὡς κλίβανός ἐστι καιομένη, ἄγγελοι περιτρέχουσι, καὶ κάμινοι  προτίθενται  πολλαί.  Πῶς οὖν φιλάνθρωπος; πῶς ἐλεήμων; πῶς ἀγαθός; Φιλάνθρωπος  μὲν οὖν καὶ οὕτω, καὶ ἐκ τούτων  μάλιστα δείκνυται  αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος. ∆ιὰ γὰρ τοῦτο τοσοῦτον ἡμῖν ἐπισείει τὸν φόβον, ἵνα κἂν διὰ τούτων συνωθούμενοι  πρὸς  τὸν τῆς βασιλείας πόθον ποτὲ διεγερθῶμεν. Θέα δέ μοι, πῶς  οὐχ ἁπλῶς  τῷ  Ὀνησιφόρῳ  μαρτυρεῖ, ἀλλά  φησι· Πολλάκις  με ἀνέψυξε. Καθάπερ ἀθλητήν  τινα ὑπὸ αὐχμοῦ πιεζόμενον,  ὑπὸ τῶν θλίψεων.  ἀνεκτήσατο, φησὶ, καὶ ἀνέῤῥωσε. Καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις. Οὐ μόνον ἐν Ἐφέσῳ, φησὶν, ἀλλὰ καὶ ἐνταῦθα. Τοιοῦτον γὰρ δεῖ εἶναι τὸν νήφοντα  καὶ διεγηγερμένον,  οὐχ ἅπαξ ἐργάζεσθαι οὐδὲ δεύτερον  οὐδὲ τρίτον,  ἀλλὰ  δι' ὅλης τῆς ζωῆς. Ὥσπερ γὰρ τὸ σῶμα τὸ ἡμέτερον οὐχ ἅπαξ τραφὲν ἔχει τῆς ὅλης ζωῆς τὴν ὑπόστασιν, ἀλλὰ δεῖται καὶ τῆς καθημερινῆς τροφῆς· οὕτω δὴ καὶ ἐνταῦθα ἐπὶ τῆς εὐσεβείας καθ' ἑκάστην ἡμέραν δεόμεθα τῆς ἀπὸ τῶν ἔργων βοηθείας. Πολλοῦ γὰρ ἡμῖν ἐλέου χρεία· διὰ γὰρ τὰ ἁμαρτήματα  ἡμῶν  καὶ  ὁ φιλάνθρωπος  Θεὸς ἐκεῖνα  πάντα  ποιεῖ,  οὐδὲν  μὲν  αὐτῶν δεόμενος, πάντα δὲ ποιῶν δι' ἡμᾶς. ∆ιὰ γὰρ τοῦτο πάντα ἡμῖν ἐξεῖπε καὶ διηγήσατο, καὶ οὐ διηγήσατο  μόνον,  ἀλλὰ  καὶ δι' ἔργων  πιστοῦται.  Ἀξιόπιστος μὲν γὰρ ἦν καὶ ἀπὸ ῥημάτων  μόνον·  ἀλλ' ἵνα  μή  τις  ὑπερβολῆς,  μηδὲ  ἀπειλῆς  μόνης  εἶναι  νομίσῃ  τὰ ῥήματα, καὶ τὴν ἀπὸ τῶν ἔργων πληροφορίαν  προστίθησι. Πῶς; Καὶ ἰδίᾳ καὶ κοινῇ τὰς τιμωρίας  ἐπάγων.  Καὶ ἵνα  μάθῃς  δι' αὐτῶν  τῶν  πραγμάτων,  ποτὲ  μὲν  τὸν  Φαραὼ ἐκόλασε, ποτὲ δὲ κατακλυσμὸν  τῶν  ὑδάτων  ἐπήγαγε  καὶ τὴν  πανωλεθρίαν ἐκείνην, ποτὲ δὲ τὸν τοῦ πυρός. Καὶ νῦν δὲ ὁρῶμεν πολλοὺς κολαζομένους  τῶν πονηρῶν,  καὶ δίκην τιννύντας· ἅπερ ὑποδείγματα τῆς γεέννης ἐστίν.γʹ. Ἵνα  γὰρ  μὴ  καθεύδωμεν,  μηδὲ  ῥᾳθυμῶμεν,  μηδὲ  ἐπιλανθανώμεθα  τῶν ῥημάτων, διὰ τῶν ἔργων ἡμᾶς ὑπομιμνήσκει  καὶ διεγείρει, ἐνταῦθα  δεικνὺς κριτήρια, δικαστήρια, εὐθύνας. Εἶτα παρὰ ἀνθρώποις μὲν τοσαύτη τοῦ δικαίου ἐπιμέλεια, παρὰ δὲ Θεῷ τῷ καὶ ταῦτα νομοθετήσαντι  οὐδεὶς τούτων  λόγος; καὶ πῶς ἂν ἔχοι ταῦτα πίστιν; Καὶ γὰρ καὶ ἐν οἰκίᾳ καὶ ἐν ἀγορᾷ καὶ πανταχοῦ  δικαστήρια ἔστιν ἰδεῖν. Ἐν οἰκίᾳ μὲν γὰρ ὁ δεσπότης δούλοις  δικάζει καθ' ἑκάστην ἡμέραν, καὶ τῶν  ἁμαρτημάτων  αὐτοὺς ἀπαιτεῖ εὐθύνας, καὶ τὰ μὲν κολάζει, τὰ δὲ ἀφίησιν. Ἐν ἀγροῖς πάλιν  ὁ γεωργὸς καὶ ἡ γυνὴ δικάζεται καθ' ἑκάστην ἡμέραν· ἐν πλοίοις ὁ κυβερνήτης δικάζει, ἐν στρατοπέδοις ὁ  στρατηγὸς  τοὺς  στρατιώτας·  καὶ  πολλὰ  ἄν  τις  εὕροι  δικαστήρια·  ἐν  τέχναις   ὁ διδάσκαλος  τῷ  μαθητῇ.  Καὶ ἰδίᾳ  τοίνυν  καὶ  κοινῇ  πάντες  ἀλλήλοις  δικάζουσι, καὶ οὐδαμοῦ τοῦ δικαίου  τὸν  λόγον  παραμελούμενον  ἴδοι  τις ἂν, ἀλλὰ  πάντας  εὐθύνας διδόντας πανταχοῦ. Εἶτα ἐνταῦθα μὲν οὕτω διέσπαρται καὶ κατὰ πόλιν καὶ κατὰ οἰκίας, καὶ καθ' ἕνα ἕκαστον ἡ τοῦ δικαίου ζήτησις, ἐκεῖ δὲ, ἔνθα δικαιοσύνης πλήρης ἡ δεξιὰ τοῦ Θεοῦ, καὶ ἡ δικαιοσύνη αὐτοῦ ὡς ὄρη Θεοῦ, ἐκεῖ οὐδεὶς τοῦ δικαίου λόγος; Καὶ πῶς ὁ Θεὸς ὁ κριτὴς καὶ δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος ἀνέχεται, καὶ οὐκ ἀπαιτεῖ τὰς τιμωρίας;  Ἐνταῦθα  ἔχεις  τὴν  αἰτίαν·  μακρόθυμος,  φησὶν,  ἐστὶ,  μακροθυμεῖ  δὲ  εἰς μετάνοιάν  σε ἕλκων·  ἂν  δὲ  ἐπιμένῃς,  Κατὰ τὴν  σκληρότητά  σου καὶ  ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Εἰ δίκαιος τοίνυν ἐστὶ, τὸ κατ' ἀξίαν ἀποδίδωσι, καὶ οὐ περιορᾷ ἀτιμωρητὶ  τοὺς πάσχοντας κακῶς· τοῦτο γὰρ δικαίου. Εἰ ἰσχυρὸς, καὶ μετὰ
 θάνατον  ἀποδίδωσι, καὶ ἐν τῇ ἀναστάσει· τοῦτο γὰρ ἰσχυροῦ. Εἰ δὲ μακρόθυμος ὢν ἀνέχεται, μὴ θορυβηθῶμεν, μηδὲ λέγωμεν,  ∆ιὰ τί ἐνταῦθα οὐκ ἐπεξέρχεται; Εἰ γὰρ τοῦτο  ἐγίνετο,  προανήρπαστο  ἂν  τὸ γένος  τὸ ἀνθρώπινον,  εἰ καθ' ἑκάστην  ἡμέραν ἀπῄτει δίκας ἡμᾶς τῶν πεπλημμελημένων. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἡμέρα ἁμαρτημάτων καθαρὰ, ἀλλ' ἢ μέγα, ἢ μικρόν  τι προσκρούομεν. Ὥστε οὐδ' ἂν ἐφθάσαμεν  οὐδὲ εἰς εἰκοστὸν ἔτος ἕκαστος ἐλθεῖν,  εἰ μὴ πολλὴ  αὐτοῦ ἦν ἡ μακροθυμία καὶ ἡ ἀγαθότης, πολλὴν ἡμῖν παρέχουσα τὴν προθεσμίαν τῆς μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα. Ἕκαστος τοίνυν  μετὰ συνειδότος  ὀρθοῦ εἰσιὼν  εἰς τὰ πεπραγμένα αὐτῷ, καὶ τὸν βίον αὐτοῦ πάντα εἰς μέσον ἀγαγὼν, ἐπισκοπείτω, εἰ μὴ μυρίων τιμωριῶν ἄξιος καὶ κολάσεών ἐστι· καὶ ὅταν ἀγανακτῇ, διὰ τί μὴ ὁ δεῖνα μυρία πράττων φαῦλα, δίκην δίδωσιν, ἐννοείτω  τὰ ἑαυτοῦ, καὶ παύσει τὴν ἀγανάκτησιν.  Ἐκεῖνα γὰρ μεγάλα φαίνεται,  ἐπειδὴ ἐπὶ μεγάλοις  γίνεται  καὶ φανεροῖς· εἰ δὲ τὰ ἑαυτοῦ ἐξετάσειεν, ἴσως εὑρήσει πλείονα. Τὸ γὰρ ἁρπάζειν καὶ πλεονεκτεῖν  ὅμοιόν ἐστιν, ἄν τε ἐπὶ χρυσίου, ἄν τε ἐπὶ ἀργυρίου γένηται· ἀπὸ γὰρ τῆς αὐτῆς διανοίας ἀμφότερα τίκτεται, καὶ ὁ τὸ μικρὸν ὑφελόμενος  οὐ παραιτήσεται καὶ μέγα ὑφελέσθαι· εἰ δὲ μὴ πάρεστιν, οὐ παρ' ἐκεῖνον τοῦτο γέγονεν,  ἀλλὰ  παρὰ τὴν  τοῦ πράγματος  συντυχίαν.  Ὁ τὸν πενέστερον  ἀδικῶν πένης, οὐκ ἂν, εἴ γε ἐδύνατο, καὶ τὸν πλουτοῦντα  παρεῖδεν, ἀλλὰ τῆς ἀσθενείας, οὐ τῆς ἐκείνου  προαιρέσεως  τὸ  πρᾶγμα  γίνεται  λοιπόν.  Ὁ δεῖνα  ἄρχει,  φησὶ,  καὶ  τὰ  τῶν ἀρχομένων  ἁρπάζει. Σὺ δὲ οὐχ ἁρπάζεις; εἰπέ μοι. Μὴ γάρ μοι εἴπῃς, ὅτι χρυσίου μὲν τάλαντα ἐκεῖνος, σὺ δὲ ὀβολοὺς δέκα· ἐπεὶ καὶ ἐν τῇ ἐλεημοσύνῃ οἱ μὲν ἔβαλον χρυσίον, ἡ δὲ δύο λεπτὰ, καὶ οὐδὲν ἔλαττον ἤνεγκεν ἐκείνων. ∆ιὰ τί, Ἡ γὰρ προαίρεσις κρίνεται, καὶ οὐχ ἡ δόσις. Εἶτα ἐπὶ μὲν τῆς ἐλεημοσύνης ἀξιοῖς οὕτω δικάζειν τὸν Θεὸν, καὶ μηδὲν ἔλαττον  διὰ τὴν  πενίαν  ἀποφέρεσθαι, εἰ δύο λεπτὰ  καταβάλοις,  τῶν  μυρία τάλαντα καταθεμένων  χρυσίου, ἐπὶ δὲ τῆς πλεονεξίας  οὐχ οὕτω; καὶ πῶς ἂν ἔχοι λόγον; Ὥσπερ ἐκείνη δύο λεπτὰ καταβαλοῦσα, ἀπὸ τῆς προαιρέσεως οὐδὲν  ἔλαττον  ἤνεγκεν, οὕτω καὶ σὺ δύο λεπτὰ ὑφελόμενος, οὐδὲν ἄμεινον ἐκείνων διάκεισαι, ἀλλ' εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν,  μᾶλλον  αὐτῶν  πλεονεκτεῖς.  Ὥσπερ γὰρ κἂν τὴν τοῦ βασιλέως τις μοιχεύσῃ γυναῖκα, κἂν τὴν τοῦ πένητος, κἂν τὴν τοῦ δούλου, ὁμοίως ἐστὶ μοιχὸς, οὐ τῇ διαφορᾷ τῶν προσώπων τοῦ ἁμαρτήματος κρινομένου, ἀλλὰ τῇ μοχθηρίᾳ τῆς τοῦ τολμήσαντος προαιρέσεως· οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ μᾶλλον ἐγὼ μοιχὸν ἂν εἴποιμι τὸν εἰς τὴν τυχοῦσαν μοιχευόμενον,  ἢ τὸν εἰς τὴν βασιλίδα αὐτήν· ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος καὶ ἡ ὥρα καὶ πολλὰ ἕτερα ἦν τὰ ἐπισπώμενα, ἐνταῦθα δὲ οὐδέν· ὥστε μᾶλλον οὗτος ἂν εἴη μοιχός. Πάλιν, μέθυσον ἐκεῖνον ἂν εἴποιμι μᾶλλον τὸν τῷ φαύλῳ οἴνῳ προσκεχρημένον· οὕτω καὶ πλεονέκτην  τὸν μηδὲ τῶν μικρῶν καταφρονοῦντα.  Ὁ μὲν γὰρ  τὰ  πολλὰ   ἁρπάζων   τῶν   μικρῶν   ἴσως  καταφρονήσειεν   ἄν·  ὁ  δὲ  τὰ  μικρὰ ὑφελόμενος,  τῶν  μεγάλων  οὐδαμῶς·  ὥστε μᾶλλον  οὗτος  κλέπτης  ἐστίν.  Ὁ γὰρ μὴ καταφρονῶν  ἀργυρίου, πῶς  ἂν χρυσίου καταφρονήσειεν;  Ὥστε ὅταν  τῶν  ἀρχόντων κατηγορῶμεν,  τὰ ἡμέτερα αὐτῶν ἀναλογισώμεθα,  καὶ εὑρήσομεν μᾶλλον ἡμᾶς αὐτοὺς καὶ  κλέπτοντας   καὶ  πλεονεκτοῦντας  πλέον  ἐκείνων,  εἰ  μὴ  τῷ  πράγματι,  ἀλλὰ  τῇ προαιρέσει ταῦτα κρίνομεν, ὥσπερ οὖν καὶ κρίνειν δίκαιον. Εἰπὲ γάρ μοι, εἴ τις προσενεχθείη τὰ τοῦ πένητος λαβὼν, ἕτερος δὲ τὰ τοῦ πλουσίου, οὐχ ὁμοίαν ἀμφότεροι τίσουσι δίκην; Τί δέ; ὁ φονεὺς οὐχ ὁμοίως ἐστὶ φονεὺς, ἄν τε ἀνάπηρον καὶ πένητα, ἄν τε πλούσιον καὶ καλὸν ἀποκτείνῃ; Ὅταν οὖν εἴπωμεν ὅτι ὁ δεῖνα τοῦ δεῖνος τὸ χωρίον ἥρπασεν, ἐννοήσωμεν τὰ ἑαυτῶν, καὶ οὕτως οὔτε τοὺς ἄλλους κατακρινοῦμεν,  καὶ τὸν Θεὸν θαυμασόμεθα τῆς μακροθυμίας, καὶ οὐκ ἀγανακτήσομεν, ὅτι ἡ κρίσις οὐκ ἔρχεται ἐπ' αὐτοὺς, καὶ αὐτοὶ ὀκνηρότεροι ἐσόμεθα πρὸς τὴν τῶν κακῶν ἐργασίαν. Ὅταν γὰρ ἴδωμεν τοῖς αὐτοῖς ὑπευθύνους ὄντας καὶ ἡμᾶς αὐτοὺς, οὐκέτι ὁμοίως δυσχερανοῦμεν, ἀλλ' ἀποστησόμεθα τῶν  ἁμαρτημάτων,  καὶ ἐπιτευξόμεθα  τῶν  μελλόντων ἀγαθῶν  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ μετὰ Πατρὸς καὶ ἁγίου Πνεύματος δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


 ΟΜΙΛΙΑ ∆ʹ.Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον, ὡς καλὸς στρα τιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλή σῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι.

αʹ. Φέρει μὲν  ἐν  θαλάσσῃ πολὺ  τὸ θάρσος τῷ  μαθητῇ  τὸ τὸν  διδάσκαλον  ἐν ναυαγίῳ  γενέσθαι  καὶ διασωθῆναι·  οὐ γὰρ ἡγήσεται λοιπὸν  ἀπὸ τῆς οἰκείας ἀμαθίας συμπίπτειν   τοὺς  χειμῶνας,   ἀλλὰ  ἀπὸ  τῆς  τῶν  πραγμάτων   φύσεως·  τοῦτο  δὲ  εἰς ψυχαγωγίαν  οὐ  μικρόν.  Φέρει δὲ  καὶ  ἐν  πολέμοις  τῷ  ταξιάρχῃ  προτροπὴν  τὸ  τὸν στρατηγὸν τρωθέντα ὁρᾷν, καὶ ἀνενεγκόντα  πάλιν. Οὕτω δὴ καὶ τοῖς πιστοῖς φέρει τινὰ παραμυθίαν,  τὸ τὸν Ἀπόστολον πολλὰ  παθεῖν   δεινὰ, καὶ ὑπ' οὐδενὸς  τούτων καταμαλακισθῆναι· οὐ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τὰ αὐτοῦ πάθη διηγεῖτο. Ὁ γὰρ Τιμόθεος ἀκούων, ὅτι ὁ τοσαῦτα δυνάμενος καὶ πάσης τῆς οἰκουμένης κρατήσας, ἐν δεσμοῖς ἐστι καὶ ἐν θλίψεσι, καὶ οὐκ ἀσχάλλει οὐδὲ δυσχεραίνει ὑπὸ τῶν οἰκείων ἐγκαταλειφθεὶς,  εἰ καὶ αὐτὸς τὰ αὐτὰ ἔπαθεν, οὐκ ἂν ἡγήσατο ἀνθρωπίνης τὸ πρᾶγμα εἶναι ἀσθενείας, οὐδὲ διὰ τὸ μαθητὴς εἶναι καὶ ἐλάττων τοῦ Παύλου, ὅπου γε καὶ ὁ διδάσκαλος ταῦτα ἔπαθεν, ἀλλὰ διὰ τὴν τοῦ πράγματος φύσιν ταῦτα πάντα συμβεβηκέναι. Καὶ γὰρ καὶ αὐτὸς ταῦτα εἰργάσατο, καὶ διὰ τοῦτο ταῦτα διηγεῖται, ἵνα αὐτὸν ῥώσῃ καὶ ἀνακτήσηται. Ὅτι γοῦν τούτου ἕνεκεν τοῦτο ἐποίει, διηγησάμενος αὐτοῦ τὰς θλίψεις καὶ τοὺς πειρασμοὺς, ἐπήγαγε· Σὺ οὖν τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ.
Τί λέγεις;  κατέσεισας ἡμᾶς τῷ  φόβῳ,  εἶπες  ὅτι δέδεσαι, ὅτι ἐν  θλίψει  εἶ, ὅτι πάντες  σε ἀπεστράφησαν· καὶ ὥσπερ εἰρηκὼς,  ὅτι οὐδὲν  πέπονθας  δεινὸν,  οὐδὲ ὑπό τινων  ἐγκατελείφθης,  οὕτως  ἐπάγεις, Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ; Εἰκότως· ὅτι ταῦτα σὲ μᾶλλον ἐνεδυνάμωσεν, ἢ ἐκεῖνον. Εἰ γὰρ ἐγὼ Παῦλος ταῦτα πάσχω, πολλῷ μᾶλλον σὺ ταῦτα φέρειν ὀφείλεις· εἰ ὁ διδάσκαλος, πολλῷ μᾶλλον ὁ μαθητής. Καὶ μετὰ πολλῆς  τῆς  φιλοστοργίας  τὴν  παραίνεσιν  προσάγει,  τέκνον  αὐτὸν  καλῶν,  καὶ  οὐχ ἁπλῶς,  ἀλλὰ,  Τέκνον  ἐμόν.  Εἰ τέκνον  εἶ,  φησὶ,  τὸν  πατέρα  μιμοῦ·  εἰ  τέκνον  εἶ, ἐνδυναμοῦ  οἷς εἶπον· μᾶλλον  δὲ οὐκ ἀπὸ τῶν  διηγημάτων  μόνον,  ἀλλὰ  καὶ ἀπὸ τῆς χάριτος τοῦ Θεοῦ· Ἐνδυναμοῦ γὰρ, φησὶν, ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· τουτέστι, διὰ τῆς χάριτος τοῦ Χριστοῦ. Τουτέστι, Στῆθι γενναίως,  οἶδας τὴν παράταξιν. Ἐπεὶ καὶ ἀλλαχοῦ λέγων, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, οὐχὶ καταβάλλων  αὐτοὺς λέγει, ἀλλὰ διεγείρων. Οὐκοῦν νῆφε, φησὶ, γρηγόρει, ἔχε τὴν χάριν τοῦ Κυρίου συμμαχοῦσαν καὶ συναγωνιζομένην, πολλῇ  τῇ προθυμίᾳ  καὶ τῇ προαιρέσει τὰ παρὰ σεαυτοῦ  εἴσφερε. Καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ  πολλῶν  μαρτύρων,  ταῦτα  παράθου πιστοῖς ἀνθρώποις.  Πιστοῖς, οὐ ζητητικοῖς,  οὐ συλλογιστικοῖς.  Πιστοῖς· ποίοις; Τοῖς μὴ προδιδοῦσι τὸ κήρυγμα. Ἃ ἤκουσας, οὐχ ἃ συνεζήτησας· Ἡ πίστις γὰρ ἐξ ἀκοῆς, ἡ δὲ ἀκοὴ διὰ ῥήματος Θεοῦ. Τί ἐστι, ∆ιὰ πολλῶν  μαρτύρων; Ὡς ἂν εἰ ἔλεγεν,  Οὐ λάθρα ἤκουσας οὐδὲ κρυφῇ, ἀλλὰ πολλῶν  παρόντων, μετὰ παῤῥησίας. Οὐκ εἶπεν, Εἰπὲ, ἀλλὰ, Παράθου, καθάπερ  ἐπὶ  θησαυροῦ  τὸ  παρατιθέμενον   ἐν  ἀσφαλείᾳ  παρακατατίθεται. Πάλιν φοβεῖ τὸν μαθητὴν καὶ ἀπὸ τῶν ἄνω καὶ ἀπὸ τῶν κάτω. Ἀλλ' οὐ πιστοῖς μόνον λέγει, Παράθου· τί γὰρ ὄφελος, ὅταν πιστὸς μὲν ᾖ, μὴ δύνηται δὲ εἰς ἑτέρους ἐξάγειν τὴν διδασκαλίαν;  ὅταν  αὐτὸς  μὲν  μὴ  προδῷ  τὴν  πίστιν,  ἑτέρους  δὲ  μὴ  κατασκευάζῃ τοιούτους; ∆ύο τοίνυν ἔχειν χρὴ τὸν διδάσκαλον, καὶ πιστὸν εἶναι, καὶ διδακτικόν. ∆ιὰ τοῦτό φησιν, Οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης  Ἰησοῦ Χριστοῦ. Βαβαὶ, πόσον τὸ ἀξίωμα, στρατιώτην  εἶναι  τοῦ Χριστοῦ! Τοὺς βασιλεῖς ἐννόησον  τοὺς ἐπὶ τῆς γῆς, πῶς μέγα τι εἶναι νομίζουσιν οἱ ὑπ' αὐτοὺς στρατευόμενοι. Εἰ τοίνυν  τὸ κακοπαθεῖν βασιλικοῦ στρατιώτου, τὸ μὴ κακοπαθεῖν οὐκ ἔστι στρατιώτου. Ὥστε οὐ χρὴ δυσχεραίνειν, εἰ κακοπαθεῖς· τοῦτο γάρ ἐστι στρατιώτου· ἀλλὰ δυσχεραίνειν, εἰ μὴ κακοπαθοίης. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως  ἀθλήσῃ.  Ταῦτα εἴρηται  μὲν  πρὸς Τιμόθεον,  λέγεται  δὲ πρὸς πάντα  καὶ διδάσκαλον  καὶ μαθητὴν  δι' ἐκείνου.  Μηδεὶς τοίνυν  ἀπαξιούτω  τῶν  τὴν  ἐπισκοπὴν ἐχόντων  ταῦτα ἀκούων, ἀλλ' ἀπαξιούτω  μὴ ταῦτα πράττων.  Ἐὰν ἀθλῇ τις, φησὶν, οὐ στεφανοῦται ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τί ἐστιν, Ἐὰν μὴ νομίμως; Οὐκ, ἐὰν εἰς τὸν ἀγῶνα εἰσέλθῃ, ἀρκεῖ τοῦτο, οὐδὲ ἐὰν ἀλείψηται,  οὐδὲ ἐὰν συμπλακῇ, ἀλλὰ ἂν μὴ πάντα τὸν τῆς  ἀθλήσεως  νόμον  φυλάττῃ,   καὶ  τὸν  ἐπὶ  σιτίων,  καὶ  τὸν  ἐπὶ  σωφροσύνης  καὶ σεμνότητος,   καὶ  τὸν  ἐν  παλαίστρᾳ,  καὶ  πάντα   ἁπλῶς   διέλθῃ   τὰ  τοῖς  ἀθληταῖς προσήκοντα, οὐδέποτε  στεφανοῦται.  Καὶ ὅρα τοῦ Παύλου τὴν  σοφίαν· ἀθλήσεως  καὶ στρατιωτῶν  ἐμνήσθη, τὸ μὲν, ὥστε ἕτοιμον εἶναι πρὸς σφαγὰς καὶ φόνους καὶ αἵματα, τὸ δὲ  καρτερικὸν, ἵνα πάντα γενναίως  φέρῃ, ἵνα διαπαντὸς  ἐν ἀσκήσει ᾖ. Τὸν κοπιῶντα γεωργὸν, φησὶ, δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Εἶπεν ἀπὸ τῶν αὐτοῦ παραδειγμάτων,   εἶπεν   ἀπὸ   τοῦ   διδασκάλου·   λέγει   λοιπὸν   καὶ   ἀπὸ   τῶν   κοινῇ συμβαινόντων, τῶν ἀθλητῶν, τῶν στρατιωτῶν· καὶ τίθησιν ἐκεῖ τὰ ἔπαθλα, τὸ μὲν, Ἵνα ἀρέσῃ τῷ στρατολογήσαντι· τὸ δὲ, Ἵνα στεφανωθῇ.  Καὶ λέγει καὶ τρίτον ὑπόδειγμα, ὃ μάλιστα  αὐτῷ  ἁρμόζει·  τὸ  μὲν  γὰρ  τοῦ  στρατιώτου  καὶ  τὸ  τοῦ  ἀθλητοῦ  καὶ  τοῖς ἀρχομένοις κατάλληλον,  τὸ δὲ τοῦ γεωργοῦ λοιπὸν τῷ διδασκάλῳ. Μὴ ὡς στρατιώτης, μηδὲ ὡς ἀθλητὴς  μόνον,  ἀλλὰ  καὶ ὡς γεωργός.  Ὁ γεωργὸς  οὐχ  ἑαυτοῦ  ἐπιμελεῖται μόνον,  ἀλλὰ  καὶ  τῶν  καρπῶν  τῆς  γῆς·  τουτέστιν,  οὐ  μικρὰν  ἀμοιβὴν  τῶν  πόνων καρποῦται καὶ ὁ γεωργός.
βʹ.  Ἐνταῦθα  καὶ  τοῦ  Θεοῦ  τὸ  ἀνενδεὲς   δείκνυσι,  καὶ  τὴν   ἀντίδοσιν   τῆς διδασκαλίας, πρᾶγμα εἰπὼν κοινόν. Ὥσπερ, φησὶν, ὁ γεωργὸς οὐκ ἀνόνητα πονεῖ, ἀλλὰ πρὸ τῶν  ἄλλων  αὐτὸς ἀπολαύει  τῶν  πόνων  τῶν  οἰκείων,  οὕτω  καὶ τὸν διδάσκαλον εἰκός. Ἢ τοῦτο, ἢ περὶ τοῦ τιμᾶσθαι τοὺς διδασκάλους φησίν. Ἀλλ' οὐκ ἔχει λόγον· πῶς γὰρ οὐχ ἁπλῶς  γεωργὸν  εἶπεν, ἀλλὰ τὸν κοπιῶντα;  οὐδὲ ἁπλῶς  τὸν κάμνοντα,  ἀλλὰ τὸν κοπτόμενον; Ἐνταῦθα καὶ πρὸς τὴν μέλλησιν ἵνα μηδεὶς δυσχεραίνῃ, Ἤδη, φησὶν, ἀπολαμβάνεις· ἢ ὅτι ἐν αὐτῷ τῷ κόπῳ ἡ ἀντίδοσις. Ἐπεὶ οὖν τὰ παραδείγματα ἔθηκε τὸ τῶν στρατιωτῶν, καὶ ἀθλητῶν,  καὶ γεωργῶν,  καὶ πάντα ἁπλῶς αἰνιγματωδῶς, Οὐδεὶς, φησὶ, στεφανοῦται,  ἐὰν μὴ νομίμως  ἀθλήσῃ. Καὶ εἰπὼν,  Τὸν κοπιῶντα  γεωργὸν  δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν,  ἐπήγαγε· Νόει ὃ λέγω· δῴη γάρ σοι ὁ Θεὸς σύνεσιν ἐν πᾶσι. Τούτων γὰρ ἕνεκεν  ταῦτα εἴρηται ἐν παροιμίᾳ καὶ παραβολῇ. Εἶτα πάλιν  τὸ φιλόστοργον  αὐτοῦ  δεικνὺς,  οὐ  παύεται  ἐπευχόμενος  αὐτῷ,  ἅτε  ὡς  ὑπὲρ  γνησίου τέκνου  δεδοικὼς,  καί φησι· Μνημόνευε  Χριστὸν Ἰησοῦν ἐγηγερμένον  ἐκ νεκρῶν,  ἐκ σπέρματος  ∆αυῒδ,  κατὰ  τὸ  Εὐαγγέλιόν   μου,  ἐν  ᾧ  κακοπαθῶ   μέχρι  δεσμῶν,  ὡς κακοῦργος. Τίνος ἕνεκεν  ἐνταῦθα  τούτου  μέμνηται; Μάλιστα μὲν οὖν καὶ πρὸς τοὺς αἱρετικοὺς ἀποτεινόμενος, ἅμα δὲ καὶ ἀνακτώμενος  αὐτὸν, καὶ δεικνὺς τῶν παθημάτων τὸ  κέρδος,  ὅτι  καὶ  αὐτὸς  ὁ  διδάσκαλος  ἡμῶν  ὁ  Χριστὸς διὰ  πάθους  τὸν  θάνατον κατηγωνίσατο. Τοῦτο μνημόνευε, φησὶ, καὶ ἕξεις παράκλησιν ἱκανήν. Μνημόνευε, φησὶ, Χριστὸν Ἰησοῦν  ἐγηγερμένον  ἐκ νεκρῶν,  ἐκ σπέρματος ∆αυΐδ. Ἤδη γὰρ ἐξ ἐκείνου ἤρξαντό  τινες  τὴν  οἰκονομίαν  ἀνατρέπειν,  ἐπαισχυνόμενοι  τῷ μεγέθει  τῆς τοῦ Θεοῦ φιλανθρωπίας.  Τοιαῦτα  γὰρ  ἦν  ἃ  εὐηργέτησεν  ἡμᾶς  ὁ  Θεὸς, ὡς  τοὺς  ἀνθρώπους αἰσχύνεσθαι  περιάπτειν  αὐτὰ  τῷ  Θεῷ, καὶ  ἀπιστεῖν  ὅτι  τοσοῦτον  κατέβη.  Κατὰ τὸ
εὐαγγέλιόν   μου,  φησί.  Πανταχοῦ   τοῦτο   τίθησι  τῶν   ἐπιστολῶν   λέγων,   Κατὰ  τὸ εὐαγγέλιόν    μου,   ἢ   ἐπειδὴ   αὐτῷ   πείθεσθαι   ἐχρῆν,   ἢ   ἐπειδὴ   καὶ   ἕτεροι   ἦσαν εὐαγγελιζόμενοι  ἕτερα. Ἐν ᾧ κακοπαθῶ, φησὶ, μέχρι δεσμῶν, ὡς κακοῦργος. Πάλιν παρ' ἑαυτοῦ τὴν παραμυθίαν  εἰσάγει, πάλιν  τὴν προτροπήν· καὶ δύο τούτοις τὸν ἀκροατὴν ἀλείφει,  τῷ τε εἰδέναι κακοπαθεῖν,  καὶ τῷ μὴ ἐπ' οὐδενὶ χρησίμῳ τοῦτο ποιεῖν. Οὕτω μὲν κερδανεῖ, ἐκείνως  δὲ καὶ βλαβήσεται. Τί γὰρ ὄφελος, ἐὰν δείξῃς τὸν διδάσκαλον κακοπαθοῦντα  μὲν, ἐπ' οὐδενὶ δὲ χρησίμῳ; ἀλλ' ἐκεῖνο θαυμαστὸν, εἰ ἐπί τινι χρησίμῳ
 εἰ ἐπ' ὠφελείᾳ τῶν διδασκομένων. Ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Τουτέστιν, εἰ μὲν κοσμικοὶ ἦμεν στρατιῶται,  φησὶν, ἢ εἰ πόλεμον  ἐπολεμοῦμεν  αἰσθητὸν, ἴσχυε ταῦτα  τὰ δεσμὰ τὰς  χεῖρας  κατέχοντα·  νῦν  δὲ τοιούτους  ἡμᾶς ἐποίησεν  ὁ Θεὸς, ὡς μηδενὶ καταγωνίζεσθαι. ∆εσμοῦνται μὲν γὰρ αἱ χεῖρες, ἀλλ' οὐχ ἡ γλῶττα· γλῶτταν  γὰρ οὐδεὶς δῆσαι δύναται, ἀλλ' ἢ δειλία μόνον καὶ ἀπιστία· ὡς ἂν ταύτην μὴ ἔχωμεν, κἂν περιβάλῃς  δεσμὰ, τὸ κήρυγμα  οὐ δέδεται.  Οἷον, γεωργόν  τις  ἐὰν  δήσῃ, τὸν  σπόρον ἐνεπόδισε· τῇ χειρὶ γὰρ σπείρει· διδάσκαλον ἐὰν δήσῃς, τὸν λόγον οὐκ ἐνεπόδισας· τῇ γλώττῃ  γὰρ σπείρει, οὐ τῇ χειρί. Οὐχ ὑποβάλλεται  τοίνυν  δεσμῷ ὁ λόγος ὁ ἡμέτερος· ἡμῶν γὰρ δεδεμένων,  ἐκεῖνος λέλυται  καὶ τρέχει. Πῶς; φησίν· Ὅτι ἰδοὺ καὶ δεδεμένοι κηρύττομεν.  Τοῦτο εἰς  προτροπὴν  τῶν  λελυμένων·  εἰ  ἡμεῖς  δεδεμένοι  κηρύττομεν, πολλῷ  μᾶλλον  ὑμᾶς τοὺς λελυμένους  τοῦτο ποιεῖν  χρή. Ἤκουσας ὅτι ὡς κακοῦργος ταῦτα πάσχω; μὴ κατηφὴς γένῃ. Πολὺ γὰρ τὸ θαῦμα, δεδεμένον ὄντα τὰ τῶν λελυμένων ποιεῖν,  δεδεμένον  πάντων  περιγενέσθαι,  δεδεμένον  καταγωνίζεσθαι  τοὺς  δεδεκότας. Θεοῦ γάρ ἐστιν ὁ λόγος, οὐχ ἡμῶν·  δεσμὰ δὲ ἀνθρώπινα  Θεοῦ λόγον  περιβαλεῖν  οὐ δυνήσεται. Ταῦτα πάσχω διὰ τοὺς ἐκλεκτούς.  ∆ιὰ τοῦτο γὰρ, φησὶ, πάντα  πάσχω διὰ τοὺς  ἐκλεκτοὺς,  ἵνα  καὶ  αὐτοὶ  σωτηρίας  τύχωσι  τῆς  ἐν  Χριστῷ Ἰησοῦ, μετὰ  δόξης αἰωνίου.  Ἰδοὺ καὶ ἄλλη  προτροπή· Οὐχ ὑπὲρ ἐμαυτοῦ, φησὶν,  ἀλλ' ὑπὲρ τῆς ἑτέρων σωτηρίας ταῦτα ὑπομένω. Ἐξὸν ἦν ἀκινδύνως ζῇν, ἐξὸν ἦν μηδὲν τούτων πάσχειν, εἴ γε τὰ ἐμαυτοῦ ἐσκόπουν. Ἀλλὰ διὰ τίνα ταῦτα πάσχω; Ὑπὲρ τῶν ἀλλοτρίων  ἀγαθῶν, ἵνα ἄλλοι τύχωσι ζωῆς αἰωνίου. Τί οὖν καὶ ἐπαγγέλλῃ; Οὐχ ἁπλῶς εἶπε, ∆ιὰ τούσδε, ἀλλὰ,
∆ιὰ τοὺς ἐκλεκτούς. Εἰ ὁ Θεὸς αὐτοὺς ἐξελέξατο, πάντα ἡμᾶς δεῖ πάσχειν ὑπὲρ αὐτῶν, Ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι. Τὸ εἰπεῖν, Καὶ αὐτοὶ, δεικνύντος  ἐστὶ καὶ λέγοντος, ὡς Καὶ ἡμεῖς· καὶ γὰρ καὶ ἡμᾶς ὁ Θεὸς ἐξελέξατο. Καὶ ὥσπερ δι' ἡμᾶς ὁ Θεὸς ἔπαθεν, οὕτω καὶ ἡμεῖς δι' ἐκείνους· ὥστε ἀνταπόδοσίς ἐστι τὸ πρᾶγμα, οὐχὶ χάρις. Ἐπὶ μὲν τοῦ Θεοῦ χάρις  ἦν· οὐ γὰρ  προευπαθὼν  εὐηργέτησεν·  ἐπὶ  δὲ ἡμῶν  ἀντίδοσις·  προευπαθόντες ἡμεῖς παρὰ τοῦ Θεοῦ, πάσχομεν ὑπὲρ τούτων  ὧν πάσχομεν, ἵνα σωτηρίας τύχωσι. Τί λέγεις; ποίας σωτηρίας; ὁ σεαυτῷ αἴτιος  μὴ ὢν  σωτηρίας, ἀλλὰ  ἀπολλύμενος,  ἑτέρῳ σωτηρίας αἴτιος γίνῃ; ∆ιὰ τοῦτο προσέθηκεν· Οὐ ταύτης, φησὶν, ἀλλὰ Τῆς ἐν Χριστῷ Ἰησοῦ, τῆς ὄντως  σωτηρίας, μετὰ δόξης αἰωνίου.  Ὀδυνηρὰ τὰ παρόντα, ἀλλ'  ἐπὶ τῆς γῆς·  κατηφῆ  τὰ  παρόντα,  ἀλλὰ  πρόσκαιρα·  ἀηδίας  μεστὰ  καὶ  ὀδύνης,  ἀλλὰ  μέχρι σήμερον καὶ αὔριον μόνον.
γʹ. Τὰ μέντοι  χρηστὰ οὐ τοιαῦτα, ἀλλ' αἰώνια,  ἀλλ' ἐν οὐρανῷ. Ὄντως ἐκείνη δόξα, αὕτη δὲ ἀτιμία. Θέα γάρ μοι, ἀγαπητέ· οὐκ ἔστι δόξα ἐπὶ τῆς γῆς, ἀλλ' ἡ ὄντως δόξα ἐν  οὐρανοῖς  ἐστιν. Εἰ δέ τις  δοξάζεσθαι βούλεται,  ἀτιμαζέσθω· εἴ τις  ἀνέσεως βούλεται τυχεῖν, θλιβέσθω· εἴ τις διαπαντὸς εὐδοκιμεῖν καὶ τρυφᾷν, τὰ πρόσκαιρα διαπτυέτω.  Ὅτι δὲ ἡ ἀτιμία  δόξα ἐστὶν, ἡ δὲ δόξα ἀτιμία, φέρε, κατὰ δύναμιν  τοῦτο παραστήσωμεν, ἵνα τὴν ὄντως δόξαν ἴδωμεν. Οὐκ ἔστιν ἐπὶ γῆς δοξάζεσθαι· εἰ δὲ βούλει δοξάζεσθαι, δι' ἀτιμίας. Καὶ φέρε ἐπὶ τῶν  δύο προσώπων  τοῦτο ἐξετάσωμεν, ἐπὶ τοῦ
Νέρωνος καὶ τοῦ Παύλου. Ἐκεῖνος τὴν δόξαν εἶχε τοῦ κόσμου, οὗτος τὴν ἀτι  μίαν. Πῶς; τύραννος  ἦν ἐκεῖνος, πολλὰ κατωρθωκὼς,  τρόπαια στήσας, πλοῦτον  ἔχων ἐπιῤῥέοντα, πανταχόθεν στρατόπεδα ἄπειρα, τὸ πλέον τῆς οἰκουμένης μέρος ὑποτεταγμένον,  τὴν  βασιλίδα  πόλιν  ὑποτεταγμένην,  τὴν  σύγκλητον  ἅπασαν ὑποκύπτουσαν, τὰ βασίλεια αὐτὰ ἐν λαμπρῷ τῷ σχήματι προῄει. Εἴτε ὁπλίζεσθαι ἔδει, χρυσῷ  καὶ  λίθοις  τιμίοις  ὁπλιζόμενος  ἔξεισιν· εἴτε  ἐν  εἰρήνῃ  καθῆσθαι,  ἁλουργίδα περικείμενος  ἐκάθητο. Πολλοὺς τοὺς δορυφόρους, πολλοὺς  τοὺς ὑπασπιστὰς εἶχε· γῆς καὶ θαλάττης  δεσπότης ἤκουεν, αὐτοκράτωρ, Αὔγουστος, Καῖσαρ, βασιλεὺς, καὶ πολλὰ ἕτερα ὀνόματα  τοιαῦτα,  ἅπερ κολακείαν  ἐπενόει  καὶ θεραπείαν· καὶ οὐδὲν  ἐνέλιπεν ὅλως  τῶν  εἰς δόξαν· ἀλλὰ  καὶ σοφοὶ καὶ δυνάσται  καὶ βασιλεῖς  αὐτὸν  ἔτρεμον, καὶ ἐδεδοίκεισαν τὸν ἄνδρα· καὶ γὰρ καὶ ἄλλως ὠμός τις καὶ ἰταμὸς εἶναι ἐλέγετο· οὗτος καὶ θεὸς εἶναι ἐβούλετο, καὶ πάντων  κατεφρόνει  τῶν εἰδώλων,  καὶ αὐτοῦ τοῦ ἐπὶ πάντων Θεοῦ, καὶ ὡς θεὸς ἐθεραπεύετο. Τί ταύτης τῆς δόξης κρεῖττον; μᾶλλον δὲ τί τῆς ἀτιμίας χεῖρον; Ἀλλ' οὐκ οἶδα πῶς ὑπὸ τῆς ἀληθείας προὔδραμε τὸ στόμα, καὶ πρὸ τῆς κρίσεως τὴν ψῆφον  ἤνεγκε. Τέως δὲ κατὰ τὴν τῶν  πολλῶν  ὑπόνοιαν  τὸ πρᾶγμα ἐξετάσωμεν, κατὰ τὴν τῶν  ἀπίστων, κατὰ τὴν κολακείαν.  Τί μεῖζον εἰς λόγον  δόξης τοῦ καὶ θεὸν νομισθῆναι  αὐτόν; Μεγάλη ὄντως  τοῦτο  ἀτιμία, τὸ ἄνθρωπον  ὄντα  τοιαῦτα  λυττᾷν· ἀλλὰ  τέως  κατὰ  τὴν  τῶν  πολλῶν  ὑπόνοιαν  τὸ  πρᾶγμα  ἐξετάσωμεν.  Οὐδὲν τοίνυν ἐνέλιπεν  αὐτῷ εἰς δόξαν τὴν ἀνθρωπίνην,  ἀλλὰ  ὡς θεὸς παρὰ πάντων  ἐθεραπεύετο. Ἀλλὰ ἀντεξετάσωμεν  αὐτῷ καὶ τὸν Παῦλον, εἰ δοκεῖ. Κίλιξ ὁ ἄνθρωπος  ἦν· ὅσον δὲ Κιλικίας καὶ Ῥώμης  τὸ μέσον, πάντες  ἴσασι· σκυτοτόμος, πένης,  τῆς  ἔξωθεν  σοφίας ἄπειρος, Ἑβραϊστὶ μόνον εἰδὼς, γλῶτταν διασυρομένην παρὰ πάντων, καὶ μάλιστα παρὰ τῶν  Ἰταλῶν.  Οὐ γὰρ οὕτω  τοὺς  τὴν  βάρβαρον, οὔτε τὴν  Ἑλλάδα, οὔτε ἄλλην  τινὰ ἔχοντας γλῶτταν  διασύρουσιν, ὡς τὴν Σύρων· αὕτη δὲ πολλὴν ἔχει τὴν κοινωνίαν πρὸς ταύτην. Καὶ μὴ θαυμάσῃς ὅτι ταύτην διέπτυον· εἰ γὰρ τὴν Ἑλλάδα τὴν θαυμαστὴν καὶ καλὴν διαπτύουσι, πολλῷ  μᾶλλον  τὴν Ἑβραίων. Ἄνθρωπος  πολλάκις  ἐν λιμῷ ζήσας, καὶ κοιμηθεὶς  πεινῶν,  ἄνθρωπος  γυμνὸς,  οὔτε ὅ τι περιβάλοιτο  ἔχων.  Ἐν ψύχει  καὶ γυμνότητι, φησίν. Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ ἐν δεσμοῖς γεγονώς· μετὰ γὰρ λῃστῶν, μετὰ  γοήτων,   μετὰ  τυμβωρύχων,   μετὰ  ἀνδροφόνων  αὐτοῦ  ἐκείνου   κελεύσαντος ἐβέβλητο καὶ ἐμαστίζετο ὡς κακοῦργος, ὅπερ οὖν καὶ αὐτός φησι. Τίς οὖν λαμπρότερος; οὐχὶ ἐκείνου μὲν οὐδὲ ὄνομα ἴσασιν οἱ πολλοὶ, τοῦτον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι καὶ Σκύθαι καὶ οἱ πρὸς αὐτὰ τῆς οἰκουμένης τὰ τέρματα καθ' ἑκάστην ᾄδουσι τὴν ἡμέραν; Ἀλλὰ μήπω τὰ νῦν, ἀλλὰ τὰ τότε ἐξετάσωμεν. Τίς ἦν λαμπρότερος; τίς ἐπιδοξότερος; ὁ τὴν  ἅλυσιν  περικείμενος,  καὶ  δεδεμένος  ἑλκόμενος  ἐκ  τοῦ  δεσμωτηρίου,  ἢ  ὁ  τὴν ἁλουργίδα περικείμενος, καὶ ἐκ τῶν βασιλείων προϊών; Ὁ δεδεμένος πάντως. Πῶς; Ὅτι ἐκεῖνος  μὲν  καὶ  στρατόπεδα  ἔχων,  καὶ  ἐν  λαμπρῷ  τῷ  σχήματι  προκαθήμενος,  ἅπερ ἤθελεν  οὐκ ἴσχυσεν  ἀνύειν·  ὁ δὲ δεσμώτης,  καὶ  ὡς  κακοῦργος  ἐν  εὐτελεῖ  σχήματι, αὐθεντικώτερον πάντα ἔπραττε. Πῶς καὶ τίνι τρόπῳ; Ἐκεῖνος ἔλεγε, Μὴ διασπείρῃς τὸν λόγον τῆς εὐσεβείας· οὗτος ἔλεγεν, Οὐκ ἀνέχομαι· οὐδὲ γὰρ δέδεται ὁ λόγος τοῦ Θεοῦ. Καὶ διέπτυσεν ὁ Κίλιξ, ὁ δεσμώτης, ὁ σκηνοποιὸς, ὁ πένης, ὁ ἐν λιμῷ ζῶν τὸν ἀπὸ τῆς Ῥώμης, τὸν πλούσιον, τὸν βασιλεύοντα, τὸν πάντων κρατοῦντα, τὸν μυρίοις μυρία παρ
 έχοντα· καὶ τοσούτων ὄντων  στρατοπέδων, οὐδὲν ἴσχυσε. Τίς ἄρα λαμπρὸς ἦν; τίς σεμνός; ὁ ἐν δεσμοῖς νικῶν, ἢ ὁ ἐν ἁλουργίδι νικώμενος; ὁ κάτω ἑστὼς καὶ βάλλων, ἢ  ὁ  ἄνω   καθήμενος   καὶ  βαλλόμενος;   ὁ  ἐπιτάττων   καὶ  καταφρονούμενος,   ἢ  ὁ ἐπιταττόμενος    καὶ   οὐδένα   λόγον    ἔχων    τῶν   ἐπιταγμάτων;    ὁ   μόνος   ὢν   καὶ
περιγινόμενος,  ἢ ὁ μετὰ μυρίων  στρατοπέδων  ἡττώμενος;  Ἀπήρχετο οὖν ὁ βασιλεὺς, τοῦ δεσμώτου κατ' αὐτοῦ τρόπαιον  στήσαντος. Εἰπὲ οὖν μοι, ποίας ἄν τις ἠβουλήθη μερίδος  εἶναι; Μὴ γάρ μοι  τὰ μετὰ  ταῦτα  εἴπῃς,  ἀλλὰ  τέως  ἐκεῖνα  ἐξέτασον· ποίας μερίδος ἄν τις ἠθέλησεν εἶναι, τῆς τοῦ Παύλου, ἢ τῆς τοῦ Νέρωνος; οὐ λέγω κατὰ τὸν τῆς πίστεως λόγον· τοῦτο γὰρ δῆλον· ἀλλὰ κατὰ τὸν τῆς δόξης καὶ τῆς σεμνότητος καὶ τῆς  λαμπρότητος.  Εἴ τις  εὐγνώμων,   τοῦ  Παύλου  ἔφησεν  ἄν.  Εἰ γὰρ  τὸ  νικᾷν  τοῦ νικᾶσθαι λαμπρότερον, ἐκεῖνος ἐπίδοξος. Καὶ οὔπω τοῦτο μέγα, ὅτι ἐνίκησεν, ἀλλὰ ὅτι ἐν τοιούτῳ σχήματι τὸν ἐν τοιούτῳ ἐνίκησε. Πάλιν γὰρ ἐρῶ, καὶ οὐ παύσομαι τὰ αὐτὰ λέγων· ἅλυσιν περιέκειτο, καὶ τὸν ἀναδεδεμένον τὸ διάδημα ἔβαλε.
δʹ. Τοιαύτη τοῦ Χριστοῦ ἡ δύναμις· ἅλυσις τὸν στέφανον  ἐνίκα τὸν βασιλικὸν, καὶ λαμπρότερον  τοῦτο ἐκείνου τὸ σχῆμα ἐδείκνυτο· ῥάκια περιέκειτο αὐχμῶντα,  ἅτε δεσμωτήριον οἰκῶν, καὶ μᾶλλον τῆς ἁλουργίδος πάντας ἐπέστρεφε πρὸς τὰ περικείμενα αὐτῷ  δεσμά·  ἐπὶ  γῆς  εἱστήκει  κατεχόμενος  καὶ  κάτω  νεύων,  καὶ  τὸν  ἐπ' ὀχήματος χρυσοῦ ἅπαντες ἀφέντες ἐκείνῳ προσεῖχον· εἰκότως. Τὸ μὲν γὰρ συνηθείας ἦν βασιλέα ἰδεῖν  ἐπὶ ζεύγους καθήμενον  λευκοῦ· τοῦτο δὲ ξένον  καὶ παράδοξον, δεσμώτην ὁρᾷν μετὰ τοσαύτης παῤῥησίας βασιλεῖ διαλεγόμενον,  μεθ' ὅσης ὁ βασιλεὺς πρὸς ἀνδράποδον οἰκτρὸν καὶ ταλαίπωρον.  Ὄχλος περιειστήκει πολὺς, καὶ δοῦλοι πάντες  τοῦ βασιλέως ἦσαν· ἐθαύμαζον  δὲ οὐ τὸν  δεσπότην  τὸν  αὑτῶν,  ἀλλὰ  τὸν  νικῶντα  τὸν  δεσπότην αὐτῶν· καὶ ὃν ἅπαντες ἐδεδοίκεσαν καὶ ἔτρεμον, τοῦτον μόνος ὢν κατεπάτει ἐκεῖνος. Ἴδε ἐν αὐτοῖς τοῖς δεσμοῖς πόση ἡ λαμπρότης. Τί ἄν τις εἴποι τὰ μετὰ ταῦτα; Ἐκείνου μὲν οὐδὲ τὸ μνῆμα δῆλον· οὗτος δὲ πάντων  βασιλέων λαμπρότερος ἐν αὐτῇ κεῖται τῇ βασιλίδι, ἔνθα καὶ ἐνίκησεν, ἔνθα καὶ τὸ τρόπαιον  ἔστησεν. Ἐκείνου κἂν μνησθῇ τις, μετὰ  ψόγου  μέμνηται,  καὶ  τῶν  οἰκείων  (καὶ  γὰρ καὶ  ἀσελγὴς  λέγεται  γεγενῆσθαι)· τούτου  μετ' εὐφημίας  ἡ μνήμη  πανταχοῦ· οὐ γὰρ ἡμῖν  μόνον,  ἀλλὰ  καὶ  παρὰ τοῖς ἐχθροῖς. Ὅταν γὰρ ἐκλάμπῃ ἡ ἀλήθεια, οὐδὲ οἱ ἐχθροὶ ἀναισχυντεῖν  ἔχουσιν· εἰ γὰρ καὶ μὴ τῆς πίστεως  ἕνεκεν  αὐτὸν  θαυμάζουσιν, ἀλλὰ  τῆς παῤῥησίας, ἀλλὰ  τῆς ἀνδρείας. Οὗτος ἐν τοῖς ἁπάντων  στόμασι πανταχοῦ  καθ' ἑκάστην ἡμέραν στεφανούμενος ἀνακηρύττεται· ἐκεῖνος δὲ βαλλόμενος ψόγοις καὶ κατηγορίαις. Ποῖα τοίνυν τὰ λαμπρά; Ἀλλὰ γὰρ ἔλαθον ἀπὸ τοῦ ὄνυχος τὸν λέοντα ἐπαινῶν,  δέον τὰ ὄντως εἰπεῖν. Τίνα δὲ ταῦτά ἐστι; Τὰ ἐν τοῖς οὐρανοῖς· πῶς ἥξει μετὰ τοῦ  βασιλέως τῶν οὐρανῶν, μετὰ λαμπροῦ τοῦ σχήματος· πῶς ὁ Νέρων στήσεται τότε κατηφὴς, στυγνός. Εἰ δὲ δοκῶ σοι ἄπιστα λέγειν καὶ καταγέλαστα, σὺ καταγέλαστος εἶ γελῶν τὰ μὴ γέλωτος ἄξια. Εἰ γὰρ ἀπιστεῖς τοῖς μέλλουσιν, ἀπὸ τῶν φθασάντων πίστευσον· οὔπω τῶν στεφάνων ὁ καιρὸς, καὶ τοσαύτης ἀπέλαυσε τιμῆς ὁ ἀθλητής· ὅταν ὁ ἀγωνοθέτης  ἔλθοι, πόσης ἀπολαύσεται τιμῆς; Ἐν τοῖς ἀλλοτρίοις ξένος ἦν, ξένος καὶ παρεπίδημος, καὶ οὕτω θαυμάζεται· ὅταν ἐν τοῖς ἰδίοις  ᾖ, τίνος  οὐκ ἀπολαύσεται  ἀγαθοῦ; Νῦν ἡ ζωὴ ἡμῶν  κέκρυπται  σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ, καὶ ὅμως τῶν ζώντων ὁ τεθνηκὼς μᾶλλον ἐνεργεῖ καὶ τιμᾶται· ὅταν ἔλθῃ αὐτὴ ἡ ζωὴ ἡμῶν, τίνος οὐ μεθέξει, τίνος οὐκ ἐπιτεύξεται; ∆ιὰ τοῦτο ταύτης αὐτὸν τῆς τιμῆς ἀπολαῦσαι ἐποίησεν ὁ Θεὸς, οὐκ ἐπειδὴ ἐκεῖνος ἐδεῖτο. Εἰ γὰρ ἐν σώματι ὢν κατεφρόνει  τῆς παρὰ τῶν πολλῶν  δόξης, πολλῷ μᾶλλον ἀπαλλαγεὶς  τοῦ σώματος. Οὐ διὰ τοῦτο δὲ ἐποίησεν αὐτὸν ἀπολαῦσαι μόνον, ἀλλ' ἵνα οἱ τοῖς μέλλουσιν ἀπιστοῦντες κἂν  ἐκ  τῶν  παρόντων  ἐνάγωνται.   Λέγω ὅτι  ἥξει  Παῦλος  μετὰ  τοῦ  βασιλέως  τῶν οὐρανῶν, ὅτε ἀνάστασις ἔσται, ὅτι μυρίων ἀπολαύσει τῶν ἀγαθῶν. Ἀλλ' οὐ πιστεύει ὁ ἄπιστος·   οὐκοῦν   ἀπὸ   τῶν   παρόντων   πιστεύσει.   Λαμπρότερος  τοῦ   βασιλέως   ὁ σκηνοποιὸς,   ἐντιμότερος   τοῦ  βασιλέως·   οὐδεὶς   βασιλεὺς   τῆς   Ῥώμης   γενόμενος,
τοσαύτης ἀπέλαυσε τιμῆς· ἀλλ' ὁ μὲν βασιλεὺς ἐῤῥιμμένος ἔξω που κεῖται, ὁ δὲ τὸ μέσον κατέχει τῆς πόλεως, καθάπερ βασιλεὺς ὢν καὶ ζῶν. Ἀπὸ τούτων πίστευσον καὶ περὶ τῶν μελλόντων.  Εἰ ἐνταῦθα, ἔνθα ἠλαύνετο, ἔνθα ἐδιώκετο, τοσαύτης ἀπέλαυσε τιμῆς, ὅταν ἔλθῃ, τί ἔσται; Εἰ ὅπου σκηνοποιὸς ἦν, οὕτως ἐγένετο λαμπρὸς, ὅταν ἔλθῃ ἀντιλάμπων ταῖς ἡλιακαῖς  ἀκτῖσι, τί ἔσται; Εἰ μετὰ τοσαύτης εὐτελείας,  τοσαύτης μεγαλοπρεπείας περιεγένετο,  ὅταν  ἔλθῃ,  τίνος  οὐ  περιέστα;  Μὴ ἔνι  φυγεῖν  τὰ  πράγματα;  Τίνα  οὐκ ἐντρέπει τὸ τὸν σκηνοποιὸν ἐντιμότερον γενέσθαι τοῦ πάντων βασιλέων μᾶλλον θαυμασθέντος;  Εἰ ἐνταῦθα  τὰ  ὑπὲρ  φύσιν  ἐγένετο,  πολλῷ  μᾶλλον  ἐν  τῷ  μέλλοντι. Πίστευσον, ἄνθρωπε,  τοῖς παροῦσιν, εἰ μὴ θέλεις τοῖς μέλλουσι·  πίστευσον, ἄνθρωπε, τοῖς ὁρωμένοις, εἰ μὴ βούλει τοῖς ἀοράτοις. Μᾶλλον δὲ πίστευσον τοῖς ὁρωμένοις· οὕτω γὰρ καὶ τοῖς ἀοράτοις πιστεύσεις· εἰ δὲ οὐ θέλεις, εὔκαιρον τὸ τοῦ Ἀποστόλου εἰπεῖν, Καθαροὶ ἡμεῖς  ἀπὸ τοῦ αἵματος  ὑμῶν· ἅπαντα  γὰρ ὑμῖν  διεμαρτυράμεθα,  καὶ οὐδὲν ἐνελίπομεν  τῶν ὀφειλόντων λεχθῆναι· ὑμεῖς ἑαυτοὺς αἰτιάσασθε, καὶ λογιεῖσθε τὴν ἐν τῇ γεέννῃ  τιμωρίαν.  Ἡμεῖς δὲ, ὦ τέκνα ἀγαπητὰ, Παύλου μιμηταὶ μὴ κατὰ τὴν πίστιν μόνον,   ἀλλὰ   καὶ   κατὰ   τὸν   βίον   γενώμεθα.   Ἵνα   τύχωμεν   δόξης   ἐπουρανίου, καταπατήσωμεν  τὴν ἐνταῦθα δόξαν· μηδὲν ἡμᾶς ἐφελκέσθω  τῶν παρόντων  ἁπάντων· καταφρονήσωμεν  τῶν ὁρωμένων,  ἵνα τῶν οὐρανίων  τύχωμεν,  μᾶλλον  δὲ καὶ τούτων ἐπιτευξώμεθα  δι' ἐκείνων,  πλὴν προηγουμένως  ἔστω ὁ σκοπὸς ἐκείνων  ἐπιτυχεῖν·  ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |