ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Γʹ.Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Γʹ.Μνημονεύετε γὰρ, ἀδελφοὶ, τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον· νυκτὸς γὰρ




Ιωάννης Χρυσόστομος
Πρός Θεσσαλονικείς Α΄
Τόμος 62


ΟΜΙΛΙΑ Γʹ.Μνημονεύετε  γὰρ, ἀδελφοὶ,  τὸν κόπον ἡμῶν  καὶ τὸν μόχθον· νυκτὸς  γὰρ καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν, ἐκη ρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ ἀμέμπτως καὶ δικαίως ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,  καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ, παρακαλοῦντες ὑμᾶς καὶ παραμυθούμενοι, καὶ μαρτυρόμενοι εἰς τὸ περιπατῆσαι ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλέσαντος ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν.

αʹ. Τὸν  διδάσκαλον  οὐδὲν  ἐπαχθὲς  χρὴ  λογίζεσθαι  τῶν  εἰς  σωτηρίαν  τῶν μαθητῶν  συντεινόντων. Εἰ γὰρ ὁ μακάριος Ἰακὼβ νυκτὸς καὶ ἡμέρας κατεκόπτετο  εἰς τὴν  τῶν  ποιμνίων   φυλακὴν,  πολλῷ  μᾶλλον  τὸν  τὰς  ψυχὰς  ἐμπεπιστευμένον,  κἂν ἐπίμοχθον ἔργον ᾖ, κἂν εὐτελὲς, πάντα δεῖ ποιεῖν, πρὸς ἓν ὁρῶντα μόνον, τὴν σωτηρίαν τῶν μαθητευομένων, καὶ τὴν ἐκεῖθεν δόξαν γινομένην  τῷ Θεῷ. Ὅρα γοῦν πῶς καὶ ὁ Παῦλος κῆρυξ καὶ ἀπόστολος ὢν τῆς οἰκουμένης,  καὶ τοιαύτην  τιμὴν  ἐπανῃρημένος, εἰργάζετο ταῖς χερσὶ πρὸς τὸ μὴ ἐπιβαρῆσαι τοὺς μαθητευομένους.  Μνημονεύετε γὰρ, φησὶν, ἀδελφοὶ,  τὸν κόπον ἡμῶν  καὶ τὸν μόχθον.  Εἶπε προλαβὼν,  ὅτι ∆υνάμενοι  ἐν βάρει εἶναι, ὡς Χριστοῦ ἀπόστολοι· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησίν·


Οὐκ οἴδατε ὅτι οἱ τὰ ἱερὰ ἐργαζόμενοι, ἐκ τοῦ ἱεροῦ ἐσθίουσιν; Οὕτω καὶ ὁ Χριστὸς διέταξε τοὺς τὸ Εὐαγγέλιον  καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου  ζῇν. Ἀλλ'  ἐγὼ, φησὶν,  οὐκ ἠθέλησα, ἀλλ' ἐκοπίων.  Καὶ οὐχ ἁπλῶς  εἰργάζετο, ἀλλὰ  μετὰ πολλῆς  τῆς σπουδῆς. Καὶ ὅρα τί φησι· Μνημονεύετε γάρ· οὐκ εἶπε, τὰς εὐεργε σίας τὰς παρ' ἐμοῦ, ἀλλὰ, Τὸν κόπον ἡμῶν καὶ τὸν μόχθον. Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι  πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν οὕτως ἐκηρύξαμεν εἰς ὑμᾶς τὸ Εὐαγγέλιον τοῦ Θεοῦ. Κορινθίοις δὲ ἕτερόν φησιν· Ἄλλας Ἐκκλησίας ἐσύλησα, λαβὼν ὀψώνιόν  τι εἰς ὑμῶν διακονίαν.  Καίτοι καὶ ἐκεῖ εἰργάζετο· ἀλλ' οὐκ ἀνέμνησε τούτου, ἀλλ' ἕτερον ἔθηκε πληκτικώτερον· ὡς ἂν εἰ ἔλεγεν,  ὅτι  Παρ' ἑτέρων  ἐτράφην  ὑμῖν  ὑπηρετῶν.  Ἐνταῦθα  δὲ οὐχ  οὕτως,  ἀλλὰ  τί; Νυκτὸς  καὶ  ἡμέρας  ἐργαζόμενοι.  Καὶ  ἐκεῖ  μέν  φησι·  Καὶ  παρὼν  πρὸς  ὑμᾶς  καὶ ὑστερηθεὶς, οὐ κατενάρκησα οὐδενὸς, καὶ, Ἔλαβον ὀψώνιον  πρὸς τὴν ὑμῶν διακονίαν· ἐνταῦθα δὲ δείκνυσιν ἐν πενίᾳ ὄντας τοὺς ἄνδρας· ἐκεῖ δὲ οὐχ οὕτω. ∆ιὰ τοῦτο συνεχῶς αὐτοὺς παραφέρει μάρτυρας· Ὑμεῖς γὰρ, φησὶ, μάρτυρες, καὶ ὁ Θεός· ἀξιόπιστον ποιῶν τὸν λόγον, κἀκεῖνο τιθεὶς, ὃ αὐτοὺς μάλιστα ἐπληροφόρει· ἐκεῖνο μὲν γὰρ ἄδηλον τοῖς ἀγνοοῦσι, τοῦτο δὲ πᾶσι λοιπὸν ἀναμφίβολον.  Καὶ μὴ θαυμάσῃς· οὐδὲ γὰρ ἔβλεπεν, ὅτι Παῦλος   ἦν   ὁ   ταῦτα   λέγων,   ἀλλ'   ἐκ   πολλοῦ   τοῦ   περιόντος   βούλεται   αὐτοὺς πληροφορεῖν.  ∆ιὰ τοῦτό φησιν· Ὑμεῖς μάρτυρες καὶ ὁ Θεὸς, ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως  ὑμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν.  Ἔδει αὐτοὺς πάλιν  ἐπαινεῖν· διὰ τοῦτο ταῦτα  προτίθησιν,  ἃ ἦν  ἱκανὰ  αὐτοὺς  πεῖσαι. Συλλογίζεται  γὰρ, ὅτι ὁ ἐν  χρείᾳ  ἐκεῖ καταστὰς καὶ μὴ λαβὼν, πολλῷ μᾶλλον νῦν. Ὡς ὁσίως καὶ δικαίως καὶ ἀμέμπτως ἡμῖν τοῖς πιστεύουσιν ἐγενήθημεν,  καθάπερ οἴδατε, ὡς ἕνα ἕκαστον ὑμῶν, ὡς πατὴρ τέκνα ἑαυτοῦ,  παρακαλοῦντες   ὑμᾶς,  καὶ  παραμυθούμενοι.   Ἀνωτέρω  τὸ  τῆς  ἀναστροφῆς εἰπῶν, ἐνταῦθα  τὸ τῆς ἀγάπης φησίν· ὃ καὶ μᾶλλον ἦν ἢ τῆς προστασίας. Καὶ τοῦ ἀτύφου  τὸ  εἰρημένον.  Ὡς πατὴρ  τέκνα  ἑαυτοῦ,  παρακαλοῦντες  ὑμᾶς  καὶ παραμυθούμενοι   καὶ  μαρτυρόμενοι  εἰς  τὸ  περιπατῆσαι  ὑμᾶς  ἀξίως  τοῦ  Θεοῦ  τοῦ καλοῦντος  ὑμᾶς εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ δόξαν. Ὅτε εἶπε, Καὶ διαμαρτυρόμενοι, τότε πατέρων  μέμνηται, δεικνὺς  ὅτι Εἰ καὶ διεμαρτυρόμεθα, ἀλλὰ τοῦτο οὐ σφοδρῶς, ἀλλ' ὡς πατέρες. Ἕνα ἕκαστον ὑμῶν. Βαβαὶ! ἐν τοσούτῳ πλήθει μηδένα παραλιπεῖν, μὴ μικρὸν,  μὴ μέγαν,  μὴ πλούσιον,  μὴ πένητα.  Παρακαλοῦντες,  πρὸς τί  εἶπε; Πρὸς τὸ φέρειν  πάντα.  Καὶ παραμυθούμενοι  καὶ  διαμαρτυρόμενοι.  Παρακαλοῦντες· οὐκ  ἄρα δόξαν ἐζήτουν· Καὶ διαμαρτυρόμενοι·  οὐκ ἄρα ἐκολάκευον.  Εἰς τὸ περιπατῆσαι  ὑμᾶς ἀξίως τοῦ Θεοῦ τοῦ καλοῦντος ὑμᾶς εἰς τὴν αὑτοῦ βασιλείαν καὶ δόξαν. Ὅρα πάλιν πῶς διηγούμενος,  καὶ διδάσκει καὶ παραμυθεῖται· εἰ γὰρ εἰς βασιλείαν ἐκάλεσε, πάντα δεῖ φέρειν. Παρακαλοῦμεν, οὐχ ἵνα ἡμῖν χαρίσησθέ τι, ἀλλ' ἵν' ἐπιτύχητε τῆς βασιλείας τῶν οὐρανῶν.  ∆ιὰ τοῦτο καὶ ἡμεῖς εὐχαριστοῦμεν τῷ Θεῷ ἀδιαλείπτως,  ὅτι παραλαβόντες λόγον  ἀκοῆς παρ' ἡμῶν τοῦ Θεοῦ, ἐδέξασθε οὐ λόγον  ἀνθρώπων,  ἀλλὰ, καθώς ἐστιν ἀληθῶς,  λόγον  Θεοῦ, ὃς καὶ ἐνεργεῖται  ἐν  ὑμῖν  τοῖς  πιστεύουσιν.  Οὐκ ἔστιν  εἰπεῖν, φησὶν, ὅτι ἡμεῖς μὲν πάντα ἀμέμπτως πράττομεν, ὑμεῖς δὲ ἀνάξια τῆς ἡμετέρας ἀναστροφῆς  ἐποιήσατε· οὐ γὰρ ὡς ἀνθρώπων  ἀκούοντες,  διέκεισθε ἡμῶν  ἀκούοντες, ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ παραινοῦντος,  οὕτω προσείχετε. Πόθεν δῆλον; Ὥσπερ γὰρ τὸ μὴ ἐν κολακείᾳ μηδὲ ἐν κενοδοξίᾳ κηρῦξαι ἀπὸ τῶν οἰκείων  πειρασμῶν δείκνυσι, καὶ τῆς ἐκείνων  μαρτυρίας, καὶ ὧν  ἔπραττεν· οὕτω  καὶ τὸ ἐκείνους  ὀρθῶς δέξασθαι τὸν λόγον,  ἀπὸ τῶν  πειρασμῶν. Πόθεν γὰρ, φησὶν, εἰ μὴ ὡς τοῦ Θεοῦ λέγοντος  ἠκούετε,τοιούτους ἐφέρετε κινδύνους; Καὶ ὅρα τὸ ἀξίωμα· Ὑμεῖς γὰρ, φησὶ, μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ, ἐν Χριστῷ Ἰησοῦ, ὅτι τὰ αὐτὰ  ἐπάθετε  καὶ  ὑμεῖς  ὑπὸ  τῶν  ἰδίων   συμφυλετῶν,   καθὼς  καὶ  αὐτοὶ  ὑπὸ  τῶν Ἰουδαίων,  τῶν καὶ τὸν Κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς ἰδίους προφήτας, καὶ ἡμᾶς   ἐκδιωξάντων,    καὶ   Θεῷ  μὴ   ἀρεσκόντων,   καὶ   πᾶσιν   ἀνθρώποις   ἐναντίων· κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι  ἵνα  σωθῶσιν, εἰς τὸ ἀναπληρῶσαι  αὐτῶν  τὰς ἁμαρτίας πάντοτε.  Ἔφθασε δὲ ἐπ' αὐτοὺς  ἡ ὀργὴ εἰς τέλος.
βʹ. Ὑμεῖς, φησὶ, μιμηταὶ ἐγενήθητε  τῶν  Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ. Πολλὴ ἡ παραμυθία. Οὐδὲν, φησὶν, θαυμαστὸν εἰς ὑμᾶς ταῦτα πράττειν αὐτοὺς, ὅπου γε καὶ εἰς τοὺς συμφυλέτας  αὐτῶν.  Καὶ τοῦτο δὲ τοῦ τὸ κήρυγμα εἶναι ἀληθὲς οὐ μικρὸν τεκμήριον, ὅπου  γε  καὶ  Ἰουδαῖοι  πάντα  ἠνέσχοντο  ὑπομεῖναι.  Ὅτι  καὶ  ὑμεῖς  τὰ  αὐτὰ,  φησὶν, ἐπάθετε  ὑπὸ τῶν  ἰδίων  συμφυλετῶν,  καθάπερ  κἀκεῖνοι  ὑπὸ τῶν  Ἰουδαίων.  Ἔχει τι πλέον τῷ εἰπεῖν, κἀκεῖνοι ἐν τῇ Ἰουδαίᾳ· δείκνυσι γὰρ ὅτι ἥδοντο πανταχοῦ, ὡς ἀθλήσαντες. Λέγει οὖν, ὅτι Καὶ ὑμεῖς τὰ αὐτὰ ἐπάθετε. Καὶ τί θαυμαστὸν πάλιν, εἰ καὶ εἰς ὑμᾶς, ὅπου γε καὶ εἰς τὸν ∆εσπότην τὰ αὐτὰ  ἐτόλμων; Ὁρᾷς, πῶς αὐτὸ εἰσήγαγε μεγάλην ἔχον τὴν παραμυθίαν; Καὶ συνεχῶς τοῦτο στρέφει, καὶ ἐν πάσαις σχεδὸν εὕροι τις ἂν αὐτὸ ταῖς ἐπιστολαῖς ἀκριβῶς ἐξετάζων, πῶς ἐν τοῖς πειρασμοῖς ἀεὶ τὸν Χριστὸν παραφέρει διαφόρως. Ὅρα γοῦν· καὶ ἐνταῦθα κατηγορῶν τῶν Ἰουδαίων, εἰς ἀνάμνησιν αὐτοὺς φέρει τοῦ ∆εσπότου, καὶ τῶν  τοῦ ∆εσπότου παθημάτων·  οὕτως οἶδε μεγίστην παραμυθίαν   ἔχον   τὸ  πρᾶγμα.  Τῶν  καὶ  τὸν  Κύριον  ἀποκτεινάντων,  φησίν.  Ἀλλ' ἠγνόησαν αὐτὸν ἴσως. Μάλιστα μὲν οὖν ᾔδεσαν. Τί δαί; οὐχὶ καὶ τοὺς ἰδίους προφήτας ἀπέκτειναν   καὶ  ἐλιθοβόλησαν,  ὧν  καὶ  τὰ  τεύχη  περιφέρουσι;  Καὶ μὴν  ταῦτα  οὐκ ἀληθείας  ἕνεκεν  διεπράξαντο.  Οὐκ ἄρα παραμυθία  μόνον  ἐστὶν  ἐπὶ  τοῖς  πειρασμοῖς. ἀλλὰ  καὶ ὑπόμνησις  τοῦ μὴ νομίζειν  ὅτι δι' ἀλήθειαν  ταῦτα  ποιοῦσι, καὶ διὰ τοῦτο θορυβεῖσθαι. Καὶ ἡμᾶς, φησὶν, ἐκδιωξάντων.  Καὶ ἡμεῖς, φησὶ, μυρία δεινὰ πεπόνθαμεν. Καὶ Θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων,  κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Πᾶσιν ἀνθρώποις, φησὶν, ἐναντίων.  Πῶς; Εἰ γὰρ τῇ οἰκουμένῃ δεῖ λαλῆσαι,  οὗτοι  δὲ  κωλύουσι,  κοινοὶ   τῆς  οἰκουμένης   εἰσὶν  ἐχθροί.  Τὸν  Χριστὸν ἐφόνευσαν,  τοὺς προφήτας,  τὸν Θεὸν ὑβρίζουσι, κοινοὶ  τῆς οἰκουμένης  εἰσὶν ἐχθροὶ, ἡμᾶς  ἐλαύνουσι  τοὺς  ἐπὶ  σωτηρίᾳ  παραγενομένους·  τί  θαυμαστὸν,  εἰ  καὶ  εἰς  ὑμᾶς τοιαῦτα ἐπεδείξαντο,  ὅπου γε καὶ ἐν τῇ Ἰουδαίᾳ; Κωλυόντων  ἡμᾶς, φησὶ, τοῖς ἔθνεσι λαλῆσαι ἵνα σωθῶσι. Βασκανίας ἄρα ἐστὶ τὸ τὴν τῶν πάντων  ἐμποδίζειν σωτηρίαν. Εἰς τὸ ἀναπληρῶσαι αὐτῶν τὰς ἁμαρτίας πάντοτε. Ἔφθασε δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Οὐκέτι  ταῦτα  ἔσται  οἷα  τὰ  πρότερα,  οὐκέτι  ἐπάνοδος,  οὐκέτι  πέρας·  ἀλλ'  ἐγγὺς ἐφέστηκεν ἡ ὀργή. Πόθεν δῆλον; Ἀπὸ τούτου, ἀφ' οὗ προεῖπεν ὁ Χριστός. Οὐ γὰρ τοῦτο μόνον ἔχει παραμυθίαν τὸ κοινωνοὺς τῶν θλίψεων  λαβεῖν, ἀλλὰ καὶ τὸ τοὺς θλίβοντας ἀκοῦσαι τιμωρουμένους.  Εἰ δὲ ἡ ἀναβολὴ  λυπεῖ, παραμυθείσθω  τὸ μηκέτι  ἀνανεύειν αὐτούς. Μᾶλλον δὲ καὶ τὴν  ἀναβολὴν  συνέστειλε τῷ εἰπεῖν,  Ἡ ὀργὴ, δεικνὺς  πάλιν ὀφειλομένην  καὶ προωρισμένην, καὶ προφητευομένην.  Ἡμεῖς δὲ, ἀδελφοὶ, ἀπορφανισθέντες   ἀφ' ὑμῶν  πρὸς  καιρὸν  ὥρας,  προσώπῳ,  οὐ  καρδίᾳ,  περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν ἐν πολλῇ ἐπιθυμίᾳ. Οὐκ εἶπε, χωρισθέντες, ἀλλ' ὃ πλέον ἦν. Εἶπεν ἀνωτέρω περὶ τῆς κολακείας, δεικνὺς ὅτι οὐ κολακεύει, ὅτι οὐ ζητεῖ δόξαν· λέγει  ἐνταῦθα  περὶ τῆς ἀγάπης. Ἐπειδὴ εἶπεν  ἀνωτέρω·  Ὡς πατὴρ τέκνα, Ὡς τροφὸς, ἐνταῦθα καὶ ἕτερόν φησιν, Ἀπορφανισθέντες, ὅπερ ἐστὶ παίδων πατέρας ζητούντων.  Καὶ μὴ ἐκεῖνοι  ἀπωρφανίσθησαν.  Οὒ, φησὶν,  ἀλλ'  ἡμεῖς.  Εἰ γάρ τις  τὸν πόθον ἐξετάσειε, καθάπερ παιδία μικρὰ ἀπροστάτευτα, ἄωρον ὀρφανίαν  ὑποστάντα, ἐν πολλῷ  πόθῳ  τῶν  γονέων  εἰσὶν,  οὐ διὰ  τὴν  φύσιν  μόνον  αὐτὴν,  ἀλλὰ  καὶ  διὰ  τὴν ἐρημίαν· οὕτω δὴ καὶ ἡμεῖς. Ἐκ τούτου καὶ τὴν ἀθυμίαν αὐτοῦ δείκνυσιν, ἐν ᾗ ἦν διὰ τὸν χωρισμόν. Καὶ ταῦτα, φησὶν, οὐκ ἔνι εἰπεῖν, ὅτι πολὺν χρόνον ἀνεμείναμεν,  ἀλλὰ Πρὸς καιρὸν, καὶ τοῦτο Προσώπῳ, οὐ καρδίᾳ· ἀεὶ γὰρ ὑμᾶς ἔχομεν ἐν τῇ διανοίᾳ. Ὅρα ὅση  ἀγάπη·  καίτοι  ἔχων  αὐτοὺς  διαπαντὸς   ἐν  καρδίᾳ,  καὶ  τὴν  κατ'  ὄψιν  ἐζήτει παρουσίαν. Μή μοι λέγε τὴν περιττὴν φιλοσοφίαν· τοῦτο ἀληθῶς θερμῆς ἀγάπης, τὸ καὶ ἰδεῖν καὶ ἀκοῦσαι καὶ εἰπεῖν, καὶ πολλὰ ἂν τοῦτο συμβάλλοιτο. Περισσοτέρως, φησὶν, ἐσπουδάσαμεν. Τί ἐστι, Περισσοτέρως; Ἢ τοῦτό ἐστιν εἰπεῖν, ὅτι Σφόδρα ὑμῶν ἐξεχόμεθα· ἢ ὡς εἰκὸς ἦν, Ὥραν ἀπολειφθέντες ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Ὅρα τὸν μακάριον Παῦλον, ὅταν μὴ δι' ἑαυτοῦ δύνηται πληροῦν αὐτοῦ τὸν πόθον, δι' ἑτέρων τοῦτο ποιοῦντα· ὥσπερ ὅτε πρὸς Φιλιππησίους τὸν Τιμόθεον πέμπει, καὶ πρὸς Κορινθίους πάλιν  τὸν  αὐτὸν,  δι' ἑτέρων  αὐτοῖς  συγγινόμενος,  ὅταν  μὴ δύνηται  δι' ἑαυτοῦ. Ἐρώμενος γὰρ ἦν μανικός τις καὶ ἀκάθεκτος, καὶ ἀκαρτέρητος εἰς φιλίαν.  ∆ιὸ ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς. Ὅπερ ἐστὶν ἀγάπης. Καίτοι γε ἐνταῦθα οὐδεμίαν ἑτέραν χρείαν φησὶν, ἀλλ' ἵνα ἴδωμεν ὑμᾶς. Ἐγὼ μὲν Παῦλος, καὶ ἅπαξ καὶ δίς· καὶ ἐνέκοψεν ὁ Σατανᾶς.
γʹ. Τί λέγεις; ὁ Σατανᾶς ἐγκόπτει; Ναί· οὐ γὰρ Θεοῦ τοῦτο ἔργον ἦν. Ἐπὶ μὲν γὰρ τῶν  Ῥωμαίωνφησὶν, ὅτι  ὁ Θεὸς ἐκώλυσε· καὶ  ἀλλαχοῦ  δέ φησιν  ὁ Λουκᾶς, ὅτι  Τὸ Πνεῦμα διεκώλυσεν αὐτοὺς ἐλθεῖν εἰς τὴν Ἀσίαν· καὶ Κορινθίοις τοῦ Πνεύματός φησιν εἶναι  τὸ ἔργον,  ἐνταῦθα  δὲ μόνον  τοῦ Σατανᾶ. Τίνα δὲ λέγει  ἐγκοπὴν  τοῦ  Σατανᾶ; Πειρασμούς τινας ἀπροσδοκήτους καὶ σφοδρούς. Γενομένης γὰρ αὐτῷ, φησὶν, ἐπιβουλῆς ὑπὸ τῶν Ἰουδαίων,  κατείχετο  ἐν τῇ Ἑλλάδι τρεῖς μῆνας. Ἕτερον δέ ἐστιν οἰκονομίας ἕνεκεν παραμένειν καὶ ἑκόντα, καὶ ἕτερον ἐγκοπτόμενον. Ἐκεῖ μὲν γὰρ φησί· ∆ιὸ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ, Φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλὰ τί; Ὅτι ὁ Σατανᾶς ἐνέκοψεν. Ἐγὼ μὲν, φησὶ, Παῦλος, καὶ ἅπαξ καὶ δίς. Ὅρα πῶς φιλοτιμεῖται καὶ ἐγκαλλωπίζεται.  θέλων δεῖξαι, ὅτι μάλιστα πάντων αὐτοὺς ἐφίλει. Τὸ, Ἐγὼ μὲν Παῦλος, ἀντὶ τοῦ· Εἰ καὶ μὴ οἱ ἄλλοι, φησί. Κἀκεῖνοι μὲν γὰρ ἤθελον μόνον, ἐγὼ δὲ καὶ ἐπεχείρησα. Τίς γὰρ ἡμῖν ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος καυχήσεως;  Ἢ  οὐχὶ  καὶ  ὑμεῖς  ἔμπροσθεν  τοῦ  Κυρίου ἡμῶν  Ἰησοῦ  Χριστοῦ ἐν  τῇ παρουσίᾳ αὐτοῦ; Μακεδόνες εἰσὶ, εἰπέ μοι, ἡ ἐλπίς  σου, ὦ μακάριε Παῦλε; Οὐχ οὗτοι μόνοι, φησί· διὰ τοῦτο ἐπήγαγεν· Ἢ οὐχὶ καὶ ὑμεῖς; Τίς γάρ ἐστιν ἡμῖν, φησὶν, ἐλπὶς, ἢ χαρὰ,  ἢ  στέφανος  καυχήσεως;  Ἆρα ἐπιγινώσκετε   τὰ  ῥήματα  γυναικῶν   ὄντα  πάνυ διαθερμαινομένων   τοῖς   σπλάγχνοις,   καὶ   πρὸς   παιδία   μικρὰ   διαλεγομένων;    Καὶ στέφανος, φησὶ, καυχήσεως. Οὐ γὰρ ἤρκει τὸ στέφανος ὄνομα δεῖξαι τὴν λαμπρότητα, ἀλλὰ  προσέθηκε καὶ, Καυχήσεως. Πόσης πυρώσεως  τοῦτο; Οὐκ ἄν ποτε  μήτηρ, οὐδὲ πατὴρ, εἴ γε ὁμοῦ συνῆλθον,  καὶ τὸν  ἑαυτῶν  ἀνεμίξαντο  πόθον,  ἠδυνήθησαν  δεῖξαι ἰσόῤῥοπον ὄντα  τῷ  Παύλῳ τὸν  ἑαυτῶν  πόθον.  Χαρὰ, φησὶ, καὶ στέφανος·  τουτέστι, Μᾶλλον  ἐφ'  ὑμῖν,  φησὶν,  ἀγάλλομαι,   ἢ  ἐπὶ  στεφάνῳ.  Ἐννόησον  γὰρ  ὅσον  ἐστὶν Ἐκκλησίαν ὁλόκληρον  παρεῖναι φυτευθεῖσαν  καὶ ῥιζωθεῖσαν ὑπὸ Παύλου. Τίς οὐκ ἂν ἐπὶ τοσαύτῃ πολυπαιδίᾳ καὶ εὐπαιδίᾳ ἀγάλλοιτο; Ὥστε οὐδὲ τοῦτο κολακείας ἐστίν. Οὐ γὰρ εἶπεν, Ὑμεῖς, ἁπλῶς, ἀλλὰ, Καὶ ὑμεῖς, μετὰ τῶν ἄλλων. Ὑμεῖς γάρ ἐστε ἡ δόξα ἡμῶν καὶ ἡ χαρά. ∆ιὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειφθῆναι ἐν Ἀθήναις μόνοι. Τοῦτο εἶπεν  ἀντὶ  τοῦ,  εἱλόμεθα.  Καὶ ἐπέμψαμεν  Τιμόθεον  τὸν  ἀδελφὸν  ἡμῶν,  καὶ διάκονον τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Καὶ τοῦτο οὐ τὸν
Τιμόθεον  ἐπαίρων,  φησὶν,  ἀλλ' αὐτοὺς  τιμῶν,  ὅτι  τὸν  συνεργὸν,  καὶ  διάκονον  τοῦ Εὐαγγελίου αὐτοῖς ἔπεμψεν· ὡς ἂν εἰ ἔλεγεν· Ἀποσπάσαντες ἀπὸ τῶν ἔργων ἐπέμψαμεν πρὸς ὑμᾶς τὸν διάκονον  τοῦ Θεοῦ, καὶ συνεργὸν ἡμῶν ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ. Εἶτα καὶ ἡ αἰτία· Εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως  ὑμῶν,  τῷ μηδένα   σαίνεσθαι  ἐν  ταῖς   θλίψεσι   ταύταις.   Τί  δὴ  ἐνταῦθά   φησιν;  Ἐπειδὴ  τῶν διδασκάλων   οἱ   πειρασμοὶ   θορυβοῦσι  τοὺς   μαθητὰς,   τότε   δὲ  πολλοῖς   περιέπεσε πειρασμοῖς, ὡς καὶ αὐτός φησιν, ὅτι Ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς· ἀνακτώμενος  αὐτοὺς οὕτως εἴρηκεν. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Καὶ ἅπαξ καὶ δεύτερον ἤθελον ἐλθεῖν, καὶ οὐκ ἴσχυσα· ὃ πολλῆς  βίας ἦν. Εἰκὸς δὲ τοῦτο θορυβῆσαι αὐτούς. Οὐ γὰρ οὕτως  ἐπὶ τοῖς οἰκείοις πειρασμοῖς, ὡς ἐπὶ τοῖς τῶν διδασκάλων θορυβοῦνται οἱ μαθηταί· ὥσπερ οὐδὲ οὕτως ἐπὶ τῶν οἰκείων θορυβεῖται πειρασμῶν στρατιώτης, ὡς ὅταν τὸν στρατηγὸν ἴδῃ βεβλημένον.  Εἰς τὸ στηρίξαι ὑμᾶς, φησίν. Ἄρα διὰ τὸ μὴ θορυβηθῆναι  ἔπεμψεν, ἀλλ' οὐχ ὡς ἐλλείποντάς  τι τῆς πίστεως, οὐδ'  ὡς ὀφείλοντάς  τι μαθεῖν.  Καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν, τῷ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα. Καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν  ὑμῖν, ὅτι μέλλομεν θλίβεσθαι,  καθὼς  καὶ ἐγένετο,  καὶ οἴδατε. Οὐ δεῖ θορυβεῖσθαι, φησί· καὶ γὰρ οὐδὲν ξένον, οὐδὲν παρ' ἐλπίδα συμβαίνει· ὅπερ ἱκανὸν ἦν αὐτοὺς διαναστῆσαι. Ὁρᾷς ὅτι διὰ τοῦτο  καὶ ὁ Χριστὸς προέλεγε  τοῖς  μαθηταῖς;  ἄκουσον γὰρ αὐτοῦ  λέγοντος· Ἀπάρτι εἶπον ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵν', ὅταν γένηται, πιστεύσητε. Μέγα γὰρ, ὄντως μέγα εἰς παραμυθίαν τῶν ἄλλων,  τὸ παρὰ τῶν διδασκάλων ἀκοῦσαι τὰ γινόμενα.  Ὥσπερ γὰρ ὁ κάμνων παρὰ τοῦ ἰατροῦ, ἐὰν ἀκούσῃ ὅτι τόδε γίνεται καὶ τόδε, οὐ σφόδρα θορυβεῖται· ἐὰν δὲ ἀπροσδοκήτως ἐκβῇ, ὡς κἀκείνου ἀπορηθέντος, καὶ τοῦ νοσήματος μείζονος τῆς τέχνης γενομένου, ἀλύει καὶ θορυβεῖται· οὕτω καὶ ἐνταῦθα. Ἅπερ προειδὼς, ὁ Παῦλος, προεῖπεν αὐτοῖς Ὅτι μέλλομεν θλίβεσθαι· Καθὼς, φησὶ, καὶ ἐγένετο καὶ οἴδατε. Οὐχ ὅτι ἐγένετο  τοῦτο  λέγει  μόνον,  ἀλλ' ὅτι  πολλὰ  καὶ ἄλλα  προεῖπε, καὶ ἐξέβη. Εἰς τοῦτο κείμεθα. Ὥστε οὐχ ὑπὲρ τῶν παρελθόντων  μόνον οὐ δεῖ θορυβεῖσθαι καὶ ταράττεσθαι· τοῦτο γάρ ἐστι σαίνεσθαι· ἀλλ' οὐδ' ὑπὲρ τῶν μελλόντων,  εἴ τι συμβαίη τοιοῦτον. Εἰς τοῦτο γὰρ κείμεθα.δʹ. Ἀκούσωμεν οἷς ἐστιν ὦτα  ἀκούειν· εἰς τοῦτο  κεῖται  ὁ Χριστιανός. Τὸ, Εἰς τοῦτο κείμεθα, περὶ πάντων  λέγει τῶν πιστῶν. Εἰς τοῦτο κείμεθα· καὶ ἡμεῖς ὡσανεὶ εἰς ἄνεσιν  κείμενοι,  ξενοπαθοῦμεν.  Μᾶλλον  δὲ  τίνος  ἕνεκεν  ξενοπαθοῦμεν;  οὐδὲ  γὰρ θλίψεως καιρὸς, οὐδὲ πειρασμὸς κατέλαβεν, εἰ μὴ ἀνθρώπινος.  Εὔκαιρον καὶ πρὸς ὑμᾶς εἰπεῖν,  Οὔπω  μέχρις  αἵματος  ἀντικατέστητε   πρὸς  τὴν  ἁμαρτίαν  ἀνταγωνιζόμενοι. Μᾶλλον δὲ οὐ τοῦτο εὔκαιρον εἰπεῖν πρὸς ὑμᾶς, ἀλλὰ ποῖον; Οὔπω χρημάτων κατεφρονήσατε. Ἐκείνοις μὲν γὰρ τοῖς τὰ αὐτῶν ἀπολωλεκόσιν  ἅπαντα εἰκότως ταῦτα ἐλέγετο· τοῖς δὲ τὰ αὐτῶν  ἔχουσι, τοῦτο· Τίς ἡρπάγη χρήματα διὰ Χριστόν; τίς ἐῤῥαπίσθη; τίς ὑβρίσθη; μέχρι ῥημάτων, λέγω. Πόθεν ἡ καύχησις; πόθεν δύνασαι παῤῥησίαν  ἔχειν;  Τοσαῦτα ἔπαθε  δι' ἡμεῖς  ἐχθροὺς  ὄντας  ὁ  Χριστός· τί  δυνάμεθα ἐπιδεῖξαι ἡμεῖς ὧν δι' αὐτὸν πεπόνθαμεν; Ὧν μὲν πεπόνθαμεν, οὐδέν· ὧν δὲ πάσχομεν παρ' αὐτοῦ καλῶν, μυρία. Πόθεν ἡμῖν ἡ παῤῥησία ἔσται κατ' ἐκείνην  τὴν ἡμέραν; Οὐκ ἴστε, ὅτι  καὶ  ὁ  στρατιώτης,  ὅταν  μυρία  τραύματα  καὶ  ὠτειλὰς  ἐπιδεικνύηται,   τότε δυνήσεται  λαμπρὸς  εἶναι  παρὰ τῷ  βασιλεῖ; ἂν δὲ μηδὲν  ἔχῃ δεῖξαι  κατόρθωμα,  κἂν μηδὲν  ᾖ προσκεκρουκὼς, ἐν τοῖς ἐσχάτοις τετάξεται; Ἀλλ' οὐκ ἔστι πολέμου  καιρὸς, φησίν. Εἰ γὰρ ἦν, εἰπέ μοι, τίς ἂν ἠγωνίσατο;  τίς ἂν ἐπεπήδησε; τίς ἂν τὴν φάλαγγα διέξωσε; Τάχα οὐδείς· ὅταν γὰρ ἴδω ὅτι χρημάτων οὐ καταφρονεῖς ἕνεκεν τοῦ Χριστοῦ,πῶς σοι πιστεύσω ὅτι πληγῶν  καταφρονήσεις; Εἰπὲ, φέρετε τοὺς ὑβρίζοντας γενναίως, καὶ εὐλογεῖτε  αὐτούς;  Τοῦτο οὐ ποιεῖς,  ἀλλὰ  παρακούεις.  Ὃ κίνδυνον  οὐκ ἔχει,  οὐ ποιεῖς, καὶ πληγὰς  οἴσεις, εἰπέ μοι, ἔνθα πολὺ τὸ τῆς ὀδύνης καὶ τῆς ἀλγηδόνος;  Οὐκ ἴστε  ὅτι  ἐν  εἰρήνῃ  τὰ  τοῦ  πολέμου  γυμνάζεσθαι  χρή;  οὐχ  ὁρᾶτε  τοὺς  στρατιώτας τούτους, οἳ, καὶ μηδενὸς ἐνοχλοῦντος πολέμου, ἀλλ' εἰρήνης οὔσης βαθείας, τὰ ὅπλα ἀποσμηξάμενοι, καὶ μετὰ τῶν  διδασκάλων  τῶν  τὰ τακτικὰ  διδασκόντων  αὐτοὺς, εἰς ὕπτια πεδία καὶ εὐρύχωρα καθ' ἑκάστην, ὡς εἰπεῖν, ἡμέραν ἐξιόντες, τὰ τοῦ πολέμου γυμνάζονται  μετὰ πολλῆς τῆς ἀκριβείας; Τίς τοῦτο εἰργάσατο τῶν πνευματικῶν στρατιωτῶν;  Οὐδὲ εἷς. ∆ιὰ τοῦτο  ἐν  τοῖς  πολέμοις  χαῦνοι  καὶ  βάναυσοι, καὶ  πᾶσιν εὐάλωτοι  γινόμεθα.  Πόσης δὲ  νωθείας  τὸ  μὴ  ἡγεῖσθαι  πολέμου  καιρὸν  εἶναι  τὸν παρόντα, τοῦ Παύλου βοῶντος· Πάντες δὲ οἱ θέλοντες  εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται;  καὶ τοῦ Χριστοῦ λέγοντος·  Ἐν τῷ κόσμῳ θλῖψιν  ἕξετε; Καὶ πάλιν  τοῦ μακαρίου Παύλου λαμπρᾷ τῇ φωνῇ βοῶντος καὶ λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα; καὶ πάλιν· Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ; Καὶ οὐδεὶς ἐκείνων εἶπε τότε, Τί ὁπλίζεις ἡμᾶς, πολέμου οὐκ ὄντος; τί μάτην ἡμῖν πράγματα παρέχεις; θωρακίζεις τοὺς στρατιώτας, ἐξὸν ἀναπαύεσθαι καὶ ἡσυχάζειν; Ἀλλ' εἴπερ τις εἶπε ταῦτα, ἀνθυπήνεγκεν ἄν· Μάλιστα μὲν οὖν, εἰ καὶ μὴ ἦν  πόλεμος,  ἔδει τὰ τοῦ πολέμου μεριμνᾷν. Ὁ γὰρ ἐν εἰρήνῃ τῶν  τῆς μάχης φροντίζων,  φοβερὸς ἔσται ἐν τῷ καιρῷ τῆς μάχης· ὁ δὲ ἄπειρος τῶν πολεμικῶν, μᾶλλον θορυβηθήσεται καὶ ἐν εἰρήνῃ. Τί δήποτε; Ὅτι δακρύσεται ὑπὲρ ὧν ἔχει, καὶ ὅτι μὴ δυνάμενος ὑπερμαχεῖν αὐτῶν, ὀδυνηθήσεται. Τοῦ γὰρ δειλοῦ καὶ ἀπείρου καὶ πρὸς τὰς μάχας βαναύσου τὰ κτήματα πάντων  ἐστὶ τῶν ἀνδρείων καὶ πολεμεῖν εἰδότων· ὥστε διὰ τοῦτο πρῶτον ὑμᾶς ὁπλίζω. Ἔπειτα δὲ καὶ πολέμου καιρὸς πᾶς ὁ τῆς ζωῆς ἡμῶν ἐστὶ χρόνος. Πῶς καὶ τίνι τρόπῳ; Ὁ διάβολος ἐφέστηκεν ἀεί. Ἄκουσον τί περὶ αὐτοῦ φησι. Περιέρχεται ὠρυόμενος ὡς λέων, ἁρπάσαι θέλων. Σωματικὰ πάθη μυρία ἐπιτίθεται ἡμῖν, ἅπερ ἀναγκαῖον διελθεῖν, ἵνα μὴ μάτην ἑαυτοὺς ἀπατῶμεν. Τί γὰρ, εἰπέ μοι, ἡμῖν οὐ πολεμεῖ; οὐ πλοῦτος, κάλλος, τρυφὴ, δυναστεία,  ἐξουσία, βασκανία, δόξα, ἀπόνοια;  Οὐ γὰρ μόνον  ἡ ἡμετέρα  δόξα πολεμεῖ κωλύουσα πρὸς ταπεινοφροσύνην  καταπίπτειν,  ἀλλὰ καὶ ἡ ἑτέρων εἰς φθόνον ἡμᾶς καὶ βασκανίαν ἐξάγουσα. Τί δὲ τὰ ἐναντία,  πενία, ἀτιμία, τὸ καταφρονεῖσθαι,  τὸ ἀπεῤῥῖφθαι, τὸ μηδεμίαν ἔχειν ἰσχύν; Ἀλλὰ ταῦτα μὲν ἐν ἡμῖν· τὰ δὲ παρὰ ἀνθρώπων, πονηρίαι, ἐπιβουλαὶ, δόλοι, συκοφαντίαι,  περιστάσεις μυρίαι· ὁμοίως καὶ τὰ παρὰ τῶν δαιμόνων,   ἀρχαὶ,  ἐξουσίαι,  κοσμοκράτορες  τοῦ  σκότους  τοῦ  αἰῶνος   τούτου,   τὰ πνευματικὰ τῆς πονηρίας. Ἄλλοι ἐσμὲν χαίροντες, ἄλλοι ἀλγοῦντες· ἀμφότερα παρεκτροπή. Ἀλλ' ὑγεία, ἀλλ' ἀσθένεια. Πόθεν οὐχ ἁμαρτήσεταί τις; Βούλεσθε καὶ ἀπὸ τοῦ Ἀδὰμ ἀρξάμενος ὑμῖν  εἴπω  εὐθέως  ἀπὸ τῆς ἀρχῆς; Τί τὸν  πρωτόπλαστον  εἷλεν; Ἡδονὴ καὶ βρώματα καὶ φιλαρχίας  ἔρως. Τί τὸν  μετ' ἐκεῖνον  τὸν  υἱὸν  τὸν  ἐκείνου; Βασκανία καὶ φθόνος. Τί τοὺς ἐπὶ Νῶε; Σωμάτων ἡδοναὶ, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά. Τί τὸν υἱὸν τὸν τούτου; Ὕβρις καὶ ἄδεια. Τί τοὺς Σοδομίτας; Ὕβρις καὶ ἀσέλγεια καὶ πλησμονὴ  ἄρτων. Πολλάκις δὲ καὶ πενία τοῦτο ποιεῖ· διὰ τοῦτο σοφός τις ἔλεγε· Πλοῦτον  δὲ καὶ πενίαν  μή μοι δῷς. Μᾶλλον  δὲ οὐ πλοῦτος,  οὐδὲ πενία,  ἀλλ' ἡ μὴ δυναμένη  τούτοις  ἑκατέροις  προαίρεσις  χρήσασθαι.  Ἐπίγνωθι,  φησὶν,  ὅτι  ἐν  μέσῳ παγίδων διαβαίνεις.
εʹ. Θαυμαστῶς εἶπεν ὁ μακάριος Παῦλος· Εἰς τοῦτο κείμεθα· οὐκ εἶπεν ἁπλῶς, ὅτι πειραζόμεθα, ἀλλ' Εἰς τοῦτο κείμεθα, ἀντὶ τοῦ, εἰς τοῦτο ἐγενήθημεν.  Τοῦτο τὸ ἔργον ἡμῶν,  οὗτος  ὁ  βίος,  καὶ  σὺ ἄνεσιν  ζητεῖς;  Οὐκ ἐφέστηκεν  ὁ  δήμιος  τὴν  πλευρὰν καταξαίνων,  καὶ θῦσαι καταναγκάζων· ἀλλ' ἐφέστηκεν ἐπιθυμία σφοδρὰ χρημάτων καὶ πλεονεξίας, ἐξορύττουσα τοὺς ὀφθαλμοὺς ἡμῖν. Οὐδεὶς στρατιώτης πυρὰν ἡμῖν ἀνῆψεν, οὐδὲ ἔθηκεν ἐπὶ κρατίκλης· ἀλλ' ὁ τῶν σωμάτων φλογμὸς μᾶλλον ἐκείνων ἐξάπτει τὴν ψυχήν. Οὐ πάρεστι βασιλεὺς μυρία ἐπαγγελλόμενος ἀγαθὰ καὶ δυσωπῶν· ἀλλὰ πάρεστιν ἡ δοξομανία χεῖρον ἐκείνου γαργαλίζουσα. Μέγας πόλεμος ὄντως, καὶ πολὺ μέγας, ἂν ἐθέλωμεν νήφειν· ἔχει στεφάνους καὶ ὁ παρὼν καιρός· ἄκουε Παύλου λέγοντος· Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν  αὐτοῦ. Ὅταν ἀπολέσῃς παιδίον ἀγαπητὸν μονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνον  χρηστὰς, αὐτό σοι μέλλον  μόνον διαδέχεσθαι τὸν κλῆρον, μὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξαζε τὸν εἰληφότα,  καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος  τῷ  Θεῷ ἔδωκε  κελεύσαντι,  οὕτω  σὺ λαβόντος  αὐτοῦ  οὐκ ἐστέναξας.  Νόσῳ περιέπεσες χαλεπῇ, καὶ πολλοὶ παραγίνονται  ἀναγκάζοντες, οἱ μὲν ἐπῳδαῖς, οἱ δὲ περιάμμασιν,  οἱ δὲ ἑτέροις  τισὶ παραμυθήσασθαι τὸ κακόν; διὰ τὸν  τοῦ Θεοῦ φόβον ἤνεγκας  γενναίως   καὶ  ἀκλινῶς,   καὶ  πάντα  ἂν  εἵλου  παθεῖν  ἢ  ὑποστῆναί  τι  τῶν εἰδωλικῶν  πρᾶξαι; τοῦτό σοι μαρτυρίου στέφανον  φέρει. Καὶ μὴ ἀμφίβαλλε.  Καὶ πῶς καὶ τίνι  τρόπῳ; ἐγὼ λέγω. Ὅτι καθάπερ ἐκεῖνος  τὰς ἀπὸ τῶν  βασάνων ὀδύνας φέρει γενναίως,  ὥστε μὴ προσκυνῆσαι τὸ εἴδωλον,  οὕτω καὶ σὺ τὰς ἀπὸ τῆς νόσου φέρεις  ἀλγηδόνας,   ὥστε  μηδενὸς  δεηθῆναι   τῶν  παρ'  ἐκείνου,  μηδὲ  πρᾶξαι  ἅπερ ἐπιτάττει. Ἀλλὰ σφοδρότεραι ἐκεῖναι; Ἀλλ' αὗται μακρότεραι, ὥστε εἰς ἴσον καταλήγει. Πολλάκις δὲ καὶ σφοδρότεραι. Τί γὰρ, εἰπέ μοι, ὅταν καύσων ἔνδον ἐνοχλῇ καὶ φλέγῃ, καὶ  τῶν   ἄλλων   παραινούντων  ἀποσείσῃ  τὴν  ἐπῳδὴν,   οὐχὶ  μαρτυρίου  στέφανον ἀνεδήσω; Πάλιν ἀπώλεσέ τις χρήματα; πολλοὶ οἱ παραινοῦντες  πρὸς μάντεις ἀπελθεῖν· σὺ δὲ τὸν τοῦ Θεοῦ φόβον, ἐπειδὴ κεκώλυται,  εἵλου μᾶλλον  μὴ λαβεῖν τὰ χρήματα, ἢ παρακοῦσαι  τοῦ  Θεοῦ; ἴσον  ἔχεις  τὸν  μισθὸν  τῷ  εἰς  πένητας  αὐτὰ  δεδωκότι·  ἂν ἀπολέσας εὐχαριστήσῃς, καὶ δυνάμενος πρὸς μάντεις ἀπελθεῖν, ἀνάσχῃ μὴ λαβεῖν αὐτὰ μᾶλλον,  ἢ  οὕτω  λαβεῖν,  ἴσον  ἔχεις  εἰς  κέρδος  τῷ  διὰ  τὸν  Θεὸν κενώσαντι  ταῦτα. Καθάπερ γὰρ ἐκεῖνος διὰ τὸν τοῦ Θεοῦ φόβον εἰς τοὺς δεομένους ἐκένωσεν, οὕτω καὶ σὺ διὰ τὸν τοῦ Θεοῦ φόβον,  ἁρπασάντων  ἐκείνων,  οὐκ ἀνέλαβες.  Ἡμεῖς κύριοι καὶ τοῦ ἀδικεῖν ἑαυτοὺς, καὶ τοῦ μή· ἕτερος δὲ οὐδείς. Καὶ, εἰ βούλεσθε, ἐπ' αὐτῆς τῆς κλοπῆς τὸ πρᾶγμα  γυμνάσωμεν.  ∆ιέτεμε  τὸν  τοῖχον  ὁ κλέπτης,  εἰσεπήδησεν  εἰς  τὸν  θάλαμον, ἐξεφόρησε χρυσία πολυτίμητα καὶ λίθους τιμίους, ἁπλῶς θησαυρὸν ὁλόκληρον ἐξέβαλε, καὶ οὐχ ἑάλω. Τὸ μὲν γενόμενον  βαρὺ, καὶ δοκεῖ ζημία τὸ πρᾶγμα εἶναι, οὐκ ἔστι δὲ οὐδέπω, ἀλλ' ἐν σοὶ κεῖται ἢ ζημίαν αὐτὸ ποιῆσαι, ἢ κέρδος. Καὶ πῶς ἂν γένοιτο τοῦτο κέρδος; φησίν. Ἐγὼ τοῦτο ἀποδεῖξαι  πειράσομαι πῶς. Σοῦ βουλομένου,  κέρδος ἔσται μέγα· μὴ βουληθέντος  δὲ, χαλεπωτέρα  τῆς  γενομένης  ζημία. Καθάπερ γὰρ  ἐπὶ  τῶν τεχνιτῶν ὕλης ὑποκειμένης,  ὁ μὲν ἔμπειρος τῆς τέχνης  εἰς δέον αὐτῇ κέχρηται, ὁ δὲ ἄπειρος ἠφάνισε, καὶ ἐποίησεν αὐτῷ ζημίαν·  οὕτω καὶ ἐπὶ τῶν  πραγμάτων.  Πῶς οὖν ἔσται κέρδος;  Ἂν  εὐχαριστήσῃς  τῷ  Θεῷ, ἂν  μὴ κωκύῃς  ὀξὺ, ἂν  τὰ  τοῦ  Ἰὼβ  εἴπῃς ῥήματα· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Τί λέγεις, Ὁ Κύριος ἀφείλετο; Ὁ κλέπτης  ἀφείλετο,  καὶ πῶς δυνήσῃ,  φησὶν,  εἰπεῖν,  Ὁ Κύριος ἀφείλετο;  Μὴ θαυμάσῃς· καὶ  γὰρ  καὶ  ὁ Ἰὼβ,  ἃ ὁ διάβολος ἀφείλετο, ταῦτα, ἔφησεν, Ὁ Κύριος ἀφείλετο. Εἰ δὲ ἐκεῖνος οὕτως ἐθάῤῥησεν εἰπεῖν, πῶς ἃ ὁ κλέπτης  ἔλαβεν, οὐκ ἐρεῖς σὺ, ὅτι ὁ Κύριος ἀφείλετο; Τίνα θαυμάζεις, εἰπέ μοι, τὸν τὰ αὐτοῦ κενώσαντα εἰς πένητας, ἢ τὸν Ἰὼβ ἐπὶ τῶν ῥημάτων τούτων; ἆρα μὴ ἔλαττον  ἔχει τοῦ ἐλεημοσύνην  δόντος ἐκεῖνος ὁ μὴ δοὺς τότε; Μὴ γὰρ εἴπῃς, Οὐκ ἔχω χάριν, οὐκ ἐμῆς γνώμης  τὸ πρᾶγμα ἦν· οὐκ εἰδότος οὐδὲ βουλομένου,  ὁ λῃστὴς ἔλαβε· ποῖος ἔσται μοι μισθός; Οὐδὲ τοῦ Ἰὼβ εἰδότος, οὐδὲ βουλομένου, ταῦτα ἔλαβε· πῶς γάρ; ἀλλ' ὅμως ἤθλησεν. Ἔξεστι καὶ σοὶ τοσοῦτον λαβεῖν μισθὸν, ὅσον ἂν εἰ ἑκὼν ἔῤῥιψας  αὐτά.  Καὶ εἰκότως  τοῦτον  μᾶλλον   θαυμάζομεν  τὸν  ἐπηρείας  εὐχαρίστως φέροντα, ἢ τὸν ἑκόντα διδόντα. Τί δήποτε; Ὅτι ἐκεῖνος μὲν τοῖς ἐπαίνοις τρέφεται, καὶ τῷ  συνειδότι  καὶ  χρηστὰς  ἔχει  τὰς  ἐλπίδας·  καὶ  πρότερον  γενναίως   ἐνεγκὼν   τὴν στέρησιν τῶν χρημάτων, τότε αὐτὰ ἔῤῥιψεν· οὗτος δὲ ἔτι προσδεδεμένος ἀφῃρέθη βίᾳ. Οὐκ ἔστι δὲ ἴσον, πρότερον πεισθέντα ἀποστῆναι χρημάτων,  οὕτως αὐτὰ κενῶσαι, καὶ ἔτι  αὐτῶν  κρατοῦντα  ἀποστερηθῆναι.  Ἂν  ταῦτα  εἴπῃς  τὰ ῥήματα, λήψῃ  πολλαπλασίονα, καὶ πλείονα ἢ ὁ Ἰώβ. Ἐκεῖνος μὲν γὰρ τὰ διπλασίονα ἐνταῦθα ἔλαβε· σοὶ δὲ ὁ Χριστὸς ἑκατονταπλασίονα  ἐπηγγείλατο. Οὐκ ἐβλασφήμησας διὰ τὸν φόβον τοῦ Θεοῦ, ἐχρήσω μάντεσιν, εὐχαρίστησας κακῶς παθών; ὅμοιος εἶ τῷ καταπεφρονηκότι·  καὶ γὰρ καὶ ταῦτα οὐ γίνεται, ἂν μὴ καταφρονήσῃς πρότερον. Οὐκ ἔστι δὲ ἴσον ἐν πολλῷ χρόνῳ μελετῆσαι καταφρονῆσαι τῶν χρημάτων, καὶ ἀθρόον ζημίαν συμβᾶσαν ἐνεγκεῖν. Οὕτω γίνεται κέρδος ἡ ζημία, καὶ οὐδὲν βλαβήσῃ, ἀλλὰ καὶ ὠφεληθήσῃ παρὰ τοῦ διαβόλου.
 ςʹ. Πῶς δὲ καὶ ζημία γίνεται  χαλεπή; Ὅταν τὴν ψυχὴν  ζημιωθῇς. Εἰπὲ γάρ μοι, ἀπεστέρησέ σε χρημάτων  ὁ κλέπτης;  διὰ  τί  σὺ σαυτὸν  ἀποστερεῖς  σωτηρίας,  διὰ  τί ἀλγῶν  ἐφ' οἷς παρ' ἑτέρων  κακῶς ἔπαθες, αὐτὸς πλείοσι περιβάλλεις  σαυτὸν κακοῖς; Ἐκεῖνός σε ἴσως πενίᾳ περιέβαλε, σὺ δὲ σαυτὸν ἐν τοῖς καιρίοις μάλιστα καταβλάπτεις κακούργως· ἐκεῖνος  ἀπεστέρησέ σε τὰ ἐκτός σου ὄντα, καὶ ὕστερον καὶ ἄκοντός  σου ἀποπηδήσοντα·  σὺ δὲ τὸν  αἰώνιον  πλοῦτον  σαυτὸν ἀφαιρῇ.  Ἐλύπησέ σε ὁ διάβολος ἀφελόμενος  τὰ χρήματα; λύπησον αὐτὸν καὶ σὺ εὐχαριστήσας, καὶ μὴ εὐφράνῃς.  Ἂν πρὸς μάντεις ἀπέλθῃς, εὔφρανας· ἂν εὐχαριστήσῃς τῷ Θεῷ, καιρίαν ἔδωκας αὐτῷ τὴν πληγήν.  Καὶ ὅρα τί γίνεται·  οὔτε αὐτὰ εὑρήσεις ἀπελθὼν  πρὸς τοὺς μάντεις·  οὐ γάρ ἐστιν ἐκείνων  εἰδέναι· εἰ δέ που καὶ εἶπον ἐπιτυχόντες,  καὶ τὴν ψυχὴν προσαπολλύεις, καὶ ὑπὸ τῶν ἀδελφῶν  καταγελασθήσῃ τῶν σῶν, καὶ πάλιν αὐτὰ κακῶς ἀπολεῖς. Ὁ γὰρ δαίμων  εἰδὼς ὅτι ζημίαν οὐ φέρεις, ἀλλ' ὑπὲρ τούτων  καὶ τὸν Θεόν σου ἀρνῇ, πάλιν χρήματα δίδωσιν, ἵνα ἀφορμὴν σχῇ τοῦ πάλιν σε ἀπατῆσαι. Εἰ δὲ καὶ λέγοιεν οἱ μάντεις, μὴ θαυμάζετε· ἀσώματός  ἐστιν ὁ δαίμων,  πανταχοῦ  περίεισιν·  αὐτὸς αὐτοὺς  ὁπλίζει τοὺς λῃστάς· οὐ γὰρ ἄνευ δαίμονος ταῦτα γίνεται.  Εἰ τοίνυν  ὁπλίζει τούτους, καὶ οἶδε καὶ ποῦ κατατίθενται·  οὐκ ἀγνοεῖ τοὺς αὐτοῦ ὑπηρέτας. Οὐκ ἔστι δὲ θαυμαστὸν τοῦτο· ἂν   ἴδῃ   ἀλγοῦντά   σε  τῇ   ζημίᾳ,   καὶ   ἑτέραν   ἐπάγει·   ἂν   ἴδῃ   καταγελῶντα    καὶ καταφρονοῦντα,  ἀποστήσεται ταύτης τῆς ὁδοῦ. Καθάπερ γὰρ ἡμεῖς ἐκεῖνα τοὺς ἐχθροὺς διατίθεμεν ἐν οἷς λυποῦμεν αὐτούς· ἂν δὲ ἴδωμεν ὅτι οὐκ ἀλγοῦσιν, ἀφιστάμεθα λοιπὸν, ὡς οὐκ ἔχοντες  αὐτοὺς δακεῖν· οὕτω καὶ ὁ διάβολος. Τί λέγεις; οὐχ ὁρᾷς τοὺς ἐν τῇ θαλάσσῃ πλέοντας,  πῶς οὐ φροντίζουσι  χρημάτων,  χειμῶνος  γινομένου,  ἀλλὰ καὶ τὰ ὄντα  ῥίπτουσι; καὶ οὐδεὶς λέγει,  Τί ποιεῖς, ἄνθρωπε;  τῷ χειμῶνι  συμπράττεις  καὶ τῷ ναυαγίῳ; πρὶν ἤ σε τὸ κῦμα τὸν πλοῦτον ἀφέληται, σὺ ταῖς σαυτοῦ χερσὶ τοῦτο ποιεῖς; τί πρὸ τοῦ ναυαγίου  ναυαγίῳ  περιβάλλεις  σαυτόν; Ἀλλὰ ταῦτα  μὲν  ἂν  εἴποι  ἄγροικος ἄνθρωπος,  καὶ  τῶν  ἐν  θαλάττῃ  πειρασμῶν  ἄπειρος·  ὁ μέντοι  ναυτικὸς,  καὶ  τί  μὲν ἐργάζεται γαλήνην,  τί δὲ ποιεῖ χειμῶνα  ἀκριβῶς ἐπιστάμενος, καὶ καταγελάσεται  τοῦ ταῦτα  λέγοντος·  ∆ιὰ γὰρ τοῦτο  ῥίπτω,  φησὶν,  ἵνα  μὴ κλυδὼν  γένηται.  Οὕτω καὶ  ὁ ἔμπειρος  τῶν  ἐν  τῷ  βίῳ  πραγμάτων   καὶ  τῶν  πειρασμῶν,  ὅταν  ἴδῃ  τὸν  χειμῶνα ἐπιστάντα,  καὶ τὰ πνευματικὰ  τῆς πονηρίας  ναυάγιον  ἐργάσασθαι βουλόμενα,  καὶ τὰ λείποντα   τῶν   χρημάτων   ῥίπτει.  Ἐγένετο  κλοπή   σοι,  ποίησον   ἐλεημοσύνην,   καὶ κουφίζεις  τὸ πλοῖον. Ἥρπασαν οἱ λῃσταί;  σὺ δὸς τὰ λείψανα  τῷ Χριστῷ· οὕτω καὶ τὴν ἐπὶ τοῖς προτέροις παραμυθήσῃ πενίαν.  Κούφισον τὸ πλοῖον, μὴ κατάσχῃς τὰ μείναντα,  ἵνα μὴ περιαντλῆται  τὸ σκάφος. Ἐκεῖνοι, ἵνα σώματα φυλάξωσιν,  ἐκβολὴν ποιοῦνται  τῶν σκευῶν, καὶ οὐ περιμένουσι τὸ κῦμα ἐπελθὸν περιτρέψαι τὸ σκάφος· σὺ ἵνα   ψυχὰς   σώσῃ,  οὐ  παύσεις  τὸ  ναυάγιον;   Πειράσατε,  εἰ  ἀπιστεῖτε,   παρακαλῶ, πειράσατε,  καὶ  ὄψεσθε  τὴν   δόξαν  τοῦ  Θεοῦ.  Ὅταν  σοί  τι  λυπηρὸν   συμβῇ,  δὸς ἐλεημοσύνην  εὐθέως, εὐχαρίστησον ὅτι συνέβη, καὶ ὄψει πόση χαρὰ ἐπεισέρχεται. Τὸ γὰρ κέρδος τὸ πνευματικὸν  κἂν ὀλίγον ᾖ, τοσοῦτόν ἐστιν, ὡς πᾶσαν ἀποκρύψαι ζημίαν σωματικήν.  Ἕως ἂν  ἔχῃς  διδόναι  τῷ  Χριστῷ, πλουτεῖς.  Εἰπέ μοι, εἰ  συληθέντι  σοι προσελθὼν ὁ βασιλεὺς χεῖρα ὑπέτεινεν  ἀξιῶν τι λαβεῖν παρὰ σοῦ, ἆρα οὐκ ἂν ἐνόμισας πάντων  εἶναι πλουσιώτερος, εἰ μηδὲ μετὰ τοσαύτην πενίαν ἐπαισχύνεταί σε ὁ βασιλεύς; Μὴ συναρπαγῇς· μόνον κράτησον σαυτοῦ, καὶ κρατήσεις τῆς τοῦ διαβόλου ἐπιβουλῆς. Ἔξεστί σοι κερδᾶναι  μεγάλα.  Καταφρονήσωμεν  πλούτου,  ἵνα  μὴ καταφρονήσωμεν  τῆς ψυχῆς, Πῶς δὲ ἄν τις καταφρονήσειεν; Οὐχ ὁρᾶτε τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τοὺς ἐρῶντας αὐτῶν· ἕως μὲν ἂν ἐν ὄψεσιν ᾖ, ἐκκαίεται τὸ πῦρ, λαμπρὰ ἄνεισιν   ἡ  φλόξ·  ἐπειδὰν   δέ  τις  αὐτοὺς  ἀπαγάγῃ   πόῤῥω,  πάντα   ἔσβεσται,  πάντα κεκοίμισται; Οὕτω καὶ ἐπὶ τοῦ πλούτου, μηδεὶς χρυσία κατασκευαζέτω, μηδεὶς λίθους τιμίους, μηδεὶς περιδέῤῥαια· δελεάζει τοὺς ὀφθαλμοὺς ὁρώμενα. Εἰ δὲ βούλει πλουτεῖν ὡς  οἱ παλαιοὶ,  πλούτει  μὴ ἐν  χρυσίῳ, ἀλλ' ἐν  τοῖς  ἀναγκαίοις,  ἵνα  καὶ  ἐξ ἑτοίμου παρέχῃς τοῖς ἄλλοις·  μὴ φιλόκοσμος  ἔσο· ὁ τοιοῦτος  πλοῦτος  καὶ τοῖς λῃσταῖς ἐστιν εὐεπιβούλευτος,  καὶ ἡμῖν  παρέχει  φροντίδας· μὴ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ κτῶ, ἀλλ' ἔστωσαν ἀποθῆκαι σίτου, οἴνου, ἐλαίου· ἔστωσαν, οὐχ ἵνα πάλιν διαπραθεῖσαι ἄργυρον ἐργάσωνται, ἀλλ' ἵνα τοῖς δεομένοις χορηγῶνται.  Ἂν ἀπάγωμεν  ἑαυτοὺς ἐκείνων  τῶν περιττῶν,  ἐπιτευξόμεθα τῶν οὐρανίων  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν,  ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/



Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |