ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΜΑʹ. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς·

Κυριακή 30 Οκτωβρίου 2016

ΜΑʹ. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν αὐτοῖς·



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57



ΜΑʹ. Εἰδὼς δὲ ὁ Ἰησοῦς τὰς ἐνθυμήσεις αὐτῶν  εἶπεν  αὐτοῖς· Πᾶσα βασιλεία μερισθεῖσα καθ' ἑαυ τῆς, ἐρημωθήσεται· καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτῆς, οὐ σταθήσεται. Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφ' ἑαυτὸν ἐμε ρίσθη· πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;


αʹ. Καὶ ἤδη τοῦτο κατηγόρησαν, ὅτι ἐν τῷ Βεελζεβοὺλ ἐκβάλλει τὰ δαιμόνια. Ἀλλὰ τότε μὲν οὐκ ἐπετίμησε, διδοὺς αὐτοῖς ἀπό τε τῶν πλειόνων  σημείων γνῶναι αὐτοῦ τὴν δύναμιν,  ἀπό  τε  τῆς  διδασκαλίας  μαθεῖν  αὐτοῦ  τὴν  μεγαλωσύνην.  Ἐπειδὴ  δὲ ἐπέμενον  τὰ αὐτὰ λέγοντες,  καὶ ἐπιτιμᾷ  λοιπόν·  πρώτῳ  μὲν τούτῳ  τὴν  θεότητα ἐνδεικνύμενος  τὴν αὐτοῦ, τῷ τὰ ἀπόῤῥητα αὐτῶν  εἰς μέσον ἐξάγειν· δευτέρῳ δὲ, αὐτῷ τῷ μετ' εὐκολίας τοὺς δαίμονας ἐκβάλλειν.  Καίτοι καὶ ἡ κατηγορία σφόδρα ἀναίσχυντος  ἦν. Ὅπερ γὰρ ἔφην, ὁ φθόνος οὐ ζητεῖ τί εἴπῃ, ἀλλ' ἵνα εἴπῃ μόνον. Ἀλλ' ὅμως οὐδὲ οὕτω κατεφρόνησεν αὐτῶν ὁ Χριστὸς, ἀλλ' ἀπολογεῖται  μετὰ τῆς αὐτῷ  προσηκούσης ἐπιεικείας,  παιδεύων  ἡμᾶς  πράους  εἶναι  τοῖς  ἐχθροῖς·  κἂν τοιαῦτα λέγωσιν, ἃ μήτε ἑαυτοῖς σύνισμεν ἡμεῖς, μήτε τὸν τυχόντα ἔχει λόγον, μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ  μετὰ μακροθυμίας ἁπάσης παρέχειν  αὐτοῖς εὐθύνας.


 Ὃ δὴ μάλιστα καὶ τότε ἐποίει, δεῖγμα μέγιστον παρεχόμενος τοῦ ψευδῆ εἶναι τὰ παρ' αὐτῶν εἰρημένα. Οὐδὲ γὰρ δαιμονῶντος  ἦν τοσαύτην ἐπιδείκνυσθαι ἐπιείκειαν·  οὐ δαιμονῶντος  τὸ τὰ ἀπόῤῥητα εἰδέναι.  Καὶ γὰρ καὶ διὰ τὸ σφόδρα ἀναίσχυντον  εἶναι τὴν τοιαύτην  ὑπόνοιαν, καὶ διὰ τὸν παρὰ τῶν πολλῶν  φόβον, οὐδὲ ἐτόλμων δημοσιεύειν τὰ ἐγκλήματα ταῦτα, ἀλλ' ἐν διανοίᾳ ἔστρεφον. Αὐτὸς δὲ δεικνὺς αὐτοῖς, ὅτι κἀκεῖνα οἶδε, τὴν μὲν κατηγορίαν οὐ τίθησιν, οὐδὲ ἐκπομπεύει αὐτῶν   τὴν   πονηρίαν·   τὴν   δὲ   λύσιν   ἐπάγει,   τῷ   συνειδότι   τῶν   εἰρηκότων καταλιμπάνων  τὸν  ἔλεγχον.  Ἓν γὰρ αὐτῷ  περισπούδαστον ἦν μόνον,  ὠφελῆσαι τοὺς ἁμαρτάνοντας, οὐκ ἐκπομπεῦσαι. Καίτοιγε, εἴ γε ἐβούλετο μακρὸν ἀποτεῖναι λόγον, καὶ καταγελάστους ποιῆσαι, καὶ μετὰ τούτων καὶ δίκην αὐτοὺς ἀπαιτῆσαι τὴν ἐσχάτην, οὐδὲν τὸ κωλύον ἦν· ἀλλ' ὅμως ταῦτα πάντα παρεὶς, εἰς ἓν ἔβλεπε μόνον, τὸ μὴ φιλονεικοτέρους  ἐργάσασθαι, ἀλλ' ἐπιεικεστέρους, καὶ ταύτῃ πρὸς διόρθωσιν ἐπιτηδειοτέρους  ποιῆσαι. Πῶς οὖν  αὐτοῖς  ἀπολογεῖται;  Οὐδὲν ἀπὸ  τῶν  Γραφῶν φησιν, (οὐδὲ γὰρ προσεῖχον, ἀλλὰ καὶ παρερμηνεύειν ἔμελλον·) ἀλλ' ἀπὸ τῶν κοινῇ συμβαινόντων.   Πᾶσα γὰρ  βασιλεία,  φησὶν,   ἐφ'  ἑαυτὴν  μερισθεῖσα,  οὐ σταθήσεται· καὶ πόλις  καὶ οἰκία  ἂν  σχισθῇ, ταχέως  διαλύεται.  Οὐ γὰρ οὕτως  οἱ ἔξωθεν  πόλεμοι ὡς οἱ ἐμφύλιοι  διαφθείρουσι. Τοῦτο γὰρ καὶ ἐν σώμασι γίνεται· τοῦτο καὶ ἐν ἅπασι πράγμασιν· ἀλλὰ τέως ἀπὸ τῶν γνωριμωτέρων  τὰ ὑποδείγματα ἄγει. Καίτοι τί βασιλείας ἐπὶ τῆς γῆς δυνατώτερον;  Οὐδέν· ἀλλ' ὅμως ἀπόλλυται στασιάζουσα. Εἰ δὲ ἐκεῖ τὸν  ὄγκον  αἰτιᾶται  τῶν  πραγμάτων,  ὡς ἑαυτῷ συῤῥηγνύμενον, τί ἂν εἴποις περὶ πόλεως; τί δὲ περὶ οἰκίας; Κἂν γὰρ μικρόν τι, κἂν μέγα ᾖ, πρὸς ἑαυτὸ στασιάζον ἀπόλλυται. Εἰ τοίνυν ἐγὼ δαίμονα ἔχων, δι' ἐκείνου ἐκβάλλω τοὺς δαίμονας, στάσις καὶ μάχη μεταξὺ δαιμόνων ἐστὶ, καὶ κατ' ἀλλήλων ἵστανται. Εἰ δὲ κατ' ἀλλήλων  ἵστανται, ἀπόλωλεν αὐτῶν ἡ ἰσχὺς καὶ διέφθαρται. Εἰ γὰρ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, (καὶ οὐκ εἶπε, Τοὺς δαίμονας, δεικνὺς πολλὴν αὐτοῖς πρὸς ἀλλήλους  συμφωνίαν  οὖσαν·) ἐφ' ἑαυτὸν οὖν ἐμερίσθη, φησίν. Εἰ δὲ ἐμερίσθη, ἀσθενέστερος γέγονε, καὶ ἀπόλωλεν· εἰ δὲ ἀπόλωλε, πῶς δύναται ἕτερον ἐκβάλλειν; Εἶδες πόσος τῆς κατηγορίας ὁ γέλως; πόση ἡ ἄνοια; πόση ἡ μάχη; Οὐδὲ γὰρ ἔστι τῶν αὐτῶν λέγειν μὲν, ὅτι ἕστηκε, καὶ ὅτι ἐκβάλλει τοὺς δαίμονας· λέγειν δὲ, ὅτι διὰ τοῦτο ἕστηκε, δι' ὃ εἰκὸς ἦν αὐτὸν καταλελύσθαι. Καὶ πρώτη μὲν αὕτη ἡ λύσις· δευτέρα δὲ μετ' ἐκείνην. ἡ περὶ τῶν μαθητῶν. Οὐδὲ γὰρ ἑνὶ μόνον ἀεὶ τρόπῳ, ἀλλὰ  καὶ  δευτέρῳ  καὶ  τρίτῳ  καταλύει   τὰς  ἀντιθέσεις  αὐτῶν,  ἐκ  περιουσίας ἐπιστομίσαι  βουλόμενος  αὐτῶν  τὴν  ἀναισχυντίαν.  Ὅπερ καὶ  ἐπὶ  τοῦ  σαββάτου πεποίηκε, τὸν ∆αυῒδ φέρων  εἰς μέσον, τοὺς ἱερέας, τὴν μαρτυρίαν τὴν λέγουσαν, Ἔλεον θέλω, καὶ οὐ θυσίαν, τὴν αἰτίαν  τοῦ σαββάτου δι' ἢν γέγονε· ∆ιὰ γὰρ τὸν ἄνθρωπον, φησὶ, τὸ σάββατον. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ. Μετὰ γὰρ τὴν προτέραν ἐπὶ  δευτέραν  ἔρχεται  λύσιν  τῆς  προτέρας  σαφεστέραν.  Εἰ γὰρ  ἐγὼ,  φησὶν,  ἐν Βεελζεβοὺλ ἐκβάλλω  τὰ  δαιμόνια,  οἱ  υἱοὶ  ὑμῶν  ἐν  τίνι  ἐκβάλλουσιν;


 βʹ. Ὅρα κἀνταῦθα τὴν ἐπιείκειαν. Οὐ γὰρ εἶπεν, Οἱ μαθηταί μου, οὐδὲ, Οἱ ἀπόστολοι· ἀλλ', Οἱ υἱοὶ ὑμῶν, ἵν' εἰ μὲν βουληθεῖεν  ἐπανελθεῖν  πρὸς τὴν αὐτὴν ἐκείνοις εὐγένειαν, πολλὴν   ἐντεῦθεν   λάβωσι  τὴν  ἀφορμήν·  εἰ  δὲ  ἀγνωμονοῖεν   καὶ  τοῖς  αὐτοῖς ἐπιμένοιεν, μηδὲ ἀναίσχυντον λοιπὸν πρόφασιν ἔχωσιν εἰπεῖν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ἀπόστολοι ἐν  τίνι  ἐκβάλλουσι; Καὶ γὰρ ἦσαν ἐκβάλλοντες  ἤδη, διὰ τὸ λαβεῖν  ἐξουσίαν παρ'  αὐτοῦ,  καὶ  οὐδὲν  αὐτοῖς  ἐνεκάλουν  οὗτοι· οὐ γὰρ πράγμασιν, ἀλλὰ προσώπῳ μόνον ἐμάχοντο. Θέλων τοίνυν  δεῖξαι, ὅτι φθόνου ἦν τοῦ πρὸς αὐτὸν τὰ εἰρημένα μόνον, ἄγει τοὺς ἀποστόλους εἰς μέσον. Εἰ γὰρ ἐγὼ οὕτως ἐκβάλλω, πολλῷ μᾶλλον ἐκεῖνοι οἱ παρ' ἐμοῦ τὴν ἐξουσίαν λαβόντες. Ἀλλ' ὅμως  οὐδὲν  τοιοῦτον  εἰρήκατε  αὐτοῖς.  Πῶς οὖν  ἐμοὶ  τῷ  κἀκείνοις  αἰτίῳ  τῶν γινομένων  ταῦτα ἐγκαλεῖτε, ἐκείνους ἀπολύοντες τῶν ἐγκλημάτων; Οὐ μὴν τοῦτο ὑμᾶς ἐλευθερώσει  τῆς  τιμωρίας,  ἀλλὰ  καὶ καταδικάσει μειζόνως.  ∆ιὰ τοῦτο  καὶ ἐπήγαγεν· Αὐτοὶ κριταὶ ὑμῶν ἔσονται. Ὅταν γὰρ ἐξ ὑμῶν ὄντες, καὶ ταῦτα μεμελετηκότες, καὶ πείθωνταί  μοι καὶ ὑπακούωσιν, εὔδηλον ὅτι καὶ κατακρινοῦσι τοὺς τὰ ἐναντία  καὶ ποιοῦντας καὶ λέγοντας. Εἰ δὲ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια,  ἄρα ἔφθασεν  ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Τί ἐστιν, Ἡ βασιλεία; Ἡ παρουσία ἡ ἐμή. Ὅρα πῶς πάλιν  αὐτοὺς ἐφέλκεται  καὶ θεραπεύει, καὶ πρὸς τὴν ἑαυτοῦ γνῶσιν ἐπισπᾶται, καὶ δείκνυσιν ὅτι τοῖς οἰκείοις πολεμοῦσιν ἀγαθοῖς, καὶ φιλονεικοῦσι κατὰ τῆς ἑαυτῶν σωτηρίας. ∆έον γὰρ χαίρειν, φησὶ, καὶ σκιρτᾷν, ὅτι τὰ μεγάλα καὶ ἀπόῤῥητα ἐκεῖνα παραγέγονε δωρούμενος τὰ πάλαι παρὰ τῶν προφητῶν ᾀδόμενα, καὶ τῆς εὐπραγίας ὑμῶν ἐφέστηκεν ὁ καιρός· ὑμεῖς δὲ τοὐναντίον  ποιεῖτε, οὐ μόνον οὐ δεχόμενοι τὰ ἀγαθὰ, ἀλλὰ καὶ διαβάλλοντες, καὶ συντιθέντες οὐκ οὔσας αἰτίας.  Ὁ μὲν οὖν Ματθαῖός φησιν· Εἰ δὲ ἐγὼ  ἐν Πνεύματι Θεοῦ ἐκβάλλω·  ὁ δὲ Λουκᾶς, Εἰ δὲ ἐγὼ ἐν δακτύλῳ  Θεοῦ ἐκβάλλω  τὰ δαιμόνια, δεικνὺς  ὅτι μεγίστης δυνάμεως  ἔργον  ἐστὶ τὸ δαίμονας  ἐκβάλλειν,  καὶ οὐ τῆς  τυχούσης χάριτος. Καὶ βούλεται μὲν ἀπὸ τούτων συλλογίσασθαι καὶ εἰπεῖν, ὅτι Εἰ δὲ τοῦτό ἐστιν, ἄρα ὁ Υἱὸς τοῦ  Θεοῦ παραγέγονεν.  Ἀλλὰ  τοῦτο  μὲν  οὐ  λέγει,  συνεσκιασμένως  δὲ,  καὶ  ὡς ἐκείνοις ἀνεπαχθὲς ἦν, αἰνίττεται  αὐτῷ λέγων· Ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. Εἶδες περιουσίαν σοφίας; ∆ι' ὧν ἐνεκάλουν, διὰ τούτων ἔδειξεν αὐτοῦ τὴν παρουσίαν  ἐκλάμπουσαν.  Εἶτα ἵνα  ἐφελκύσηται,  οὐκ  εἶπεν  ἁπλῶς,  Ἔφθασεν  ἡ βασιλεία, ἀλλ' ἐφ' ὑμᾶς· ὡσανεὶ ἔλεγεν·  Ὑμῖν ἥκει τὰ ἀγαθά· διατί  οὖν πρὸς τὰ οἰκεῖα  καλὰ  ἀηδῶς  διάκεισθε; διατί  τῇ  ὑμῶν  αὐτῶν  πολεμεῖτε  σωτηρίᾳ; Οὗτος ἐκεῖνος ὁ καιρὸς, ὃν πάλαι προὔλεγον οἱ προφῆται· τοῦτο τὸ σημεῖον τῆς παρουσίας τῆς παρ' αὐτῶν ᾀδομένης, τὸ ταῦτα γίνεσθαι θείᾳ δυνάμει. Ὅτι μὲν γὰρ γίνεται, καὶ ὑμεῖς ἴστε· ὅτι δὲ θείᾳ δυνάμει γίνεται, τὰ πράγματα βοᾷ. Οὔτε γὰρ δυνατὸν Σατανᾶν ἰσχυρότερον εἶναι νῦν, ἀλλ' ἀνάγκη πᾶσα ἀσθενῆ· τὸν δὲ ἀσθενοῦντα οὐκ ἔστιν ὡς ἰσχυρὸν ἐκβάλλειν  τὸν ἰσχυρὸν δαίμονα. Ταῦτα δὲ ἔλεγε, τῆς ἀγάπης δεικνὺς τὴν δύναμιν,  καὶ τῆς  διαστάσεως καὶ τῆς  φιλονεικίας  τὴν  ἀσθένειαν.  ∆ιὸ καὶ αὐτὸς συνεχῶς τοῖς μαθηταῖς ἄνω καὶ κάτω περὶ ἀγάπης παρῄνει, καὶ ὅτι ὁ διάβολος ὑπὲρ τοῦ  ταύτην  ἀνελεῖν  πάντα  ποιεῖ.  Εἰπὼν τοίνυν  τὴν  δευτέραν  λύσιν,  ἐπάγει  καὶ τρίτην οὕτω λέγων· Πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὰ σκεύη αὐτοῦ διαρπάσῃ; Ὅτι μὲν γὰρ οὐκ ἐγχωρεῖ  Σατανᾶς Σατανᾶν ἐκβάλλειν,  δῆλον  ἐκ τῶν εἰρημένων· ὅτι δὲ οὐδὲ ἄλλως δυνατὸν ἐκβάλλειν, ἐὰν μὴ  πρότερον ἐκείνου περιγένηται, καὶ τοῦτο πᾶσίν ἐστιν ὡμολογημένον. Τί οὖν ἐκ τούτων συνίσταται; Τὸ ἔμπροσθεν εἰρημένον  μετὰ πλείονος  τῆς περιουσίας. Τοσοῦτον γὰρ ἀπέχω,  φησὶ, συμμάχω χρήσασθαι τῷ διαβόλῳ, ὅτι καὶ πολεμῶ καὶ δεσμῶ· καὶ τούτου τεκμήριον, τὸ  τὰ  σκεύη αὐτοῦ  διαρπάσαι. Ὅρα πῶς  τοὐναντίον,  οὗπερ  ἐπεχείρουν  ἐκεῖνοι κατασκεύασαι,  ἀποδείκνυται.  Ἐκεῖνοι  μὲν  γὰρ  ἐβούλοντο  δεῖξαι,  ὅτι  οὐκ  ἰδίᾳ δυνάμει ἐκβάλλει δαίμονας· αὐτὸς δὲ δείκνυσιν, ὅτι οὐ μόνον τοὺς δαίμονας, ἀλλὰ καὶ αὐτὸν τὸν ἀρχηγέτην μετὰ πολλῆς τῆς ἐξουσίας δεδεμένον ἔχει, καὶ ἐκείνου πρὸ τούτων ἐκράτησεν ἰδίᾳ δυνάμει· καὶ δῆλον ἀπὸ τῶν γινομένων. Εἰ γὰρ ὁ μὲν ἄρχων ἐστὶν, οἱ δὲ ὑπόκεινται· πῶς ἂν, ἐκείνου μὴ ἡττηθέντος,  μηδὲ ὑποκύψαντος, οὗτοι διηρπάγησαν; Ἐνταῦθα δέ μοι καὶ προφητεία δοκεῖ τὸ λεγόμενον  εἶναι. Οὐ γὰρ δὴ μόνον  οἱ  δαίμονες  σκεύη  τοῦ  διαβόλου,  ἀλλὰ  καὶ  οἱ  τὰ  ἐκείνου  πράττοντες ἄνθρωποι. ∆ηλῶν τοίνυν ὅτι οὐ δαίμονας ἐκβάλλει μόνον, ἀλλὰ καὶ τὴν πλάνην τῆς οἰκουμένης  ἅπασαν  ἀπελάσει, καὶ  τὰς  μαγγανείας  αὐτοῦ  καταλύσει,  καὶ  πάντα ἄχρηστα ποιήσει τὰ ἐκείνου, ταῦτα εἴρηκε. Καὶ οὐκ εἶπεν, Ἁρπάσει, ἀλλὰ, ∆ιαρπάσει· τὸ μετ' ἐξουσίας γινόμενον δηλῶν.

 γʹ. Ἰσχυρὸν δὲ αὐτὸν καλεῖ, οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτός  ἐστι· μὴ  γένοιτο·  ἀλλὰ  τὴν  ἔμπροσθεν  δηλῶν  τυραννίδα,  τὴν  ἐκ  τῆς ῥᾳθυμίας τῆς ἡμετέρας γεγενημένην.  Ὁ μὴ ὢν μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστι· καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει. Ἰδοὺ καὶ τετάρτη λύσις. Τί γὰρ ἐγὼ βούλομαι; φησί. Τῷ Θεῷ προσάγειν, ἀρετὴν διδάσκειν, βασιλείαν καταγγέλλειν. Τί δὲ ὁ διάβολος καὶ οἱ δαίμονες; Τἀναντία τούτοις. Πῶς οὖν ὁ μὴ μετ' ἐμοῦ συνάγων, μηδὲ μετ' ἐμοῦ ὢν, ἐμοὶ συμπράττειν ἔμελλε; Καὶ τί λέγω συμπράττειν; Τοὐναντίον δὲ, καὶ σκορπίζειν αὐτῷ ἐπιθυμία τὰ ἐμά. Ὁ τοίνυν μὴ μόνον μὴ συμπράττων, ἀλλὰ καὶ σκορπίζων, πῶς ἂν  τοσαύτην  πρὸς  ἐμὲ  ὁμόνοιαν   ἐπεδείξατο,  ὥστε  μετ'  ἐμοῦ  τοὺς  δαίμονας ἐκβάλλειν; Τοῦτο δὲ οὐ περὶ τοῦ διαβόλου μόνον, ἀλλὰ καὶ αὐτὸν περὶ ἑαυτοῦ εἰκὸς ὑποπτεύειν  εἰρηκέναι,  ὡς  καὶ  κατὰ  τοῦ  διαβόλου  ὄντος,  καὶ  σκορπίζοντος  τὰ ἐκείνου. Καὶ πῶς, φησὶν, ὁ μὴ ὢν μετ'  ἐμοῦ, κατ'  ἐμοῦ ἐστιν; Αὐτῷ τούτῳ τῷ μὴ συνάγειν.  Εἰ δὲ  τοῦτο  ἀληθὲς,  πολλῷ  μᾶλλον  ὁ  κατ'  αὐτοῦ  ὤν.  Εἰ γὰρ  ὁ  μὴ συμπράττων, ἐχθρὸς, πολλῷ μᾶλλον  ὁ πολεμῶν. Ταῦτα δὲ πάντα λέγει, ἵνα δείξῃ πολλὴν  αὐτοῦ πρὸς τὸν διάβολον τὴν ἔχθραν καὶ ἄφατον οὖσαν. Εἰπὲ γάρ μοι, εἰ δέοι τινὶ πολεμῆσαι, ὁ μὴ βουλόμενός σοι συμμαχῆσαι, αὐτῷ τούτῳ οὐκ ἔστι κατὰ σοῦ; Εἰ δὲ ἀλλαχοῦ φησιν, Ὁ μὴ ὢν καθ' ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν, οὐκ ἔστιν ἐναντίον τούτῳ. Ἐνταῦθα γὰρ ἔδειξε κατ' αὐτῶν ὄντα, ἐκεῖ δὲ δείκνυσιν ἐν μέρει μετ' αὐτῶν ὄντα·  Ἐν  γὰρ  τῷ  ὀνόματί  σου, φησὶν,  ἐκβάλλουσι  τὰ  δαιμόνια.  Ἐμοὶ δὲ  δοκεῖ ἐνταῦθα καὶ Ἰουδαίους αἰνίττεσθαι, μετὰ τοῦ διαβόλου στήσας αὐτούς. Καὶ γὰρ καὶ αὐτοὶ κατ' αὐτοῦ ἦσαν, καὶ ἐσκόρπιζον ἃ συνήγαγεν. Ὅτι γὰρ καὶ αὐτοὺς ᾐνίττετο, ἐδήλωσεν  οὕτως  εἰπών·  ∆ιὰ τοῦτο λέγω  ὑμῖν,  ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις. Ἐπειδὴ γὰρ ἀπελογήσατο, καὶ τὴν ἀντίθεσιν ἔλυσε, καὶ ἀπέδειξεν ἀναισχυντοῦντας  μάτην, φοβεῖ λοιπόν. Καὶ γὰρ καὶ τοῦτο συμβουλῆς οὐ  μικρὸν μέρος καὶ διορθώσεως, τὸ μὴ μόνον ἀπολογεῖσθαι καὶ πείθειν, ἀλλὰ καὶ  ἀπειλεῖν,  ὃ  πολλαχοῦ  ποιεῖ  νομοθετῶν   καὶ  συμβουλεύων.  Καὶ δοκεῖ  μὲν ἀσάφειαν ἔχειν πολλὴν τὸ εἰρημένον; ἐὰν δὲ προσέχωμεν, εὔκολον ἕξει τὴν λύσιν.Πρότερον οὖν αὐτῶν  ἐπακοῦσαι καλὸν  τῶν  ῥημάτων.  Πᾶσα, φησὶν, ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται αὐτοῖς. Καὶ ὃς ἂν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τῷ αἰῶνι  τούτῳ,  οὔτε  ἐν  τῷ  μέλλοντι.  Τί τοίνυν  ἐστὶν  ὅ  φησι; Πολλὰ  κατ'  ἐμοῦ εἰρήκατε, ὅτι πλάνος, ὅτι ἀντίθεος. Ταῦτα ὑμῖν ἀφίημι μετανοοῦσι, καὶ οὐκ ἀπαιτῶ δίκας ὑμᾶς· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται, οὐδὲ μετανοοῦσι. Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Καὶ γὰρ καὶ αὕτη ἀφείθη μετανοοῦσι. Πολλοὶ γοῦν τῶν ταῦτα  εἰρηκότων  ἐπίστευσαν ὕστερον, καὶ πάντα  αὐτοῖς  ἀφείθη.  Τί οὖν  ἐστιν  ὅ φησιν; Ὅτι ὑπὲρ πάντα  αὕτη ἡ ἁμαρτία ἀσύγγνωστος. Τί δήποτε; Ὅτι αὐτὸν  μὲν ἠγνόουν  ὅστις ποτὲ  ἦν· τοῦ  δὲ Πνεύματος ἱκανὴν  εἰλήφασι  πεῖραν.  Καὶ γὰρ οἱ προφῆται δι' αὐτοῦ ἐφθέγξαντο  ἅπερ ἐφθέγξαντο,  καὶ πάντες δὲ οἱ ἐν τῇ Παλαιᾷ μεγίστην  περὶ  αὐτοῦ  εἶχον  ἔννοιαν.  Ὃ τοίνυν  λέγει,  τοῦτό  ἐστιν·  Ἔστω, ἐμοὶ προσπταίετε διὰ τὴν  σάρκα τὴν  περικειμένην· μὴ καὶ περὶ τοῦ Πνεύματος ἔχετε εἰπεῖν, ὅτι Ἀγνοοῦμεν αὐτό; ∆ιὰ δὴ τοῦτο ἀσύγγνωστος ὑμῖν ἔσται ἡ βλασφημία, καὶ ἐνταῦθα καὶ ἐκεῖ δώσετε δίκην. Πολλοὶ μὲν γὰρ ἐνταῦθα ἐκολάσθησαν μόνον, ὡς ὁ πεπορνευκὼς, ὡς οἱ ἀναξίως μετασχόντες μυστηρίων παρὰ Κορινθίοις· ὑμεῖς δὲ καὶ ἐνταῦθα καὶ ἐκεῖ. Ὅσα μὲν οὖν ἐβλασφημήσατε κατ' ἐμοῦ πρὸ τοῦ σταυροῦ, ἀφίημι· καὶ αὐτὸ δὲ τοῦ σταυροῦ τὸ τόλμημα· καὶ ὑπὲρ τῆς ἀπιστίας οὐ κατακριθήσεσθε μόνης. (Οὐδὲ γὰρ οἱ πρὸ τοῦ σταυροῦ πιστεύσαντες πεπληρωμένην  πίστιν εἶχον. Καὶ πολλαχοῦ δὲ παραγγέλλει μηδενὶ κατάδηλον αὐτὸν ποιεῖν πρὸ τοῦ πάθους· καὶ ἐν τῷ σταυρῷ ταύτην ἔλεγεν ἀφεθῆναι αὐτοῖς τὴν ἁμαρτίαν.) Ἃ δὲ περὶ τοῦ Πνεύματος εἰρήκατε, ταῦτα οὐχ ἕξει συγγνώμην. Ὅτι γὰρ περὶ τῶν εἰς αὐτὸν εἰρημένων πρὸ τοῦ σταυροῦ  φησιν,  ἐπήγαγεν·  Ὃς  ἂν  εἴπῃ  λόγον  κατὰ  τοῦ  Υἱοῦ τοῦ  ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ ἁγίου Πνεύματος, οὐκέτι. ∆ιατί; Ὅτι τοῦτο γνώριμον ὑμῖν ἐστι, καὶ πρὸς τὰ δῆλα ἀναισχυντεῖτε. Εἰ γὰρ καὶ ἐμὲ λέγετε ἀγνοεῖν, οὐ δήπου κἀκεῖνο  ἀγνοεῖτε,  ὅτι τὸ δαίμονας  ἐκβάλλειν  καὶ ἰάσεις ἐπιτελεῖν  τοῦ ἁγίου Πνεύματος ἔργον ἐστίν. Οὐκ ἄρα ἐμὲ ὑβρίζετε μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα τὸ ἅγιον.  ∆ιὸ  καὶ  ἀπαραίτητος  ὑμῖν  ἡ  δίκη  καὶ  ἐνταῦθα  καὶ  ἐκεῖ.  Καὶ γὰρ  τῶν ἀνθρώπων οἱ μὲν καὶ ἐνταῦθα κολάζονται καὶ ἐκεῖ· οἱ δὲ ἐνταῦθα μόνον· οἱ δὲ ἐκεῖ μόνον· οἱ δὲ οὐδὲ ἐνταῦθα, οὐδὲ ἐκεῖ. Ἐνταῦθα μὲν καὶ ἐκεῖ, ὡς οὗτοι αὐτοί· (καὶ γὰρ καὶ ἐνταῦθα ἔδοσαν δίκην, ἡνίκα ἔπαθον τὰ ἀνήκεστα ἐκεῖνα τῆς πόλεως ἁλούσης· καὶ ἐκεῖ χαλεπωτάτην ὑπομενοῦσιν·) ὡς οἱ Σοδόμων πολῖται, ὡς ἕτεροι πολλοί. Ἐκεῖ δὲ μόνον, ὡς ὁ πλούσιος ὁ  ἀποτηγανιζόμενος, καὶ οὐδὲ σταγόνος κύριος ὤν. Ἐνταῦθα δὲ, ὡς ὁ πεπορνευκὼς παρὰ Κορινθίοις. Οὔτε δὲ ἐνταῦθα, οὔτε ἐκεῖ, ὡς οἱ ἀπόστολοι, ὡς  οἱ προφῆται,  ὡς  ὁ μακάριος Ἰώβ· οὐ γὰρ δὴ κολάσεως  ἦν  ἅπερ ἔπασχον,  ἀλλ'  ἀγώνων   καὶ  παλαισμάτων.


 δʹ. Σπουδάσωμεν  τοίνυν  τῆς  τούτων γενέσθαι μερίδος, εἰ δὲ μὴ τούτων, κἂν τῶν ἐνταῦθα ἀπολουομένων τὰ ἁμαρτήματα. Καὶ γὰρ φοβερὸν ἐκεῖνο τὸ κριτήριον, καὶ ἀπαραίτητος ἡ τιμωρία, καὶ ἀνήκεστος ἡ κόλασις. Εἰ δὲ βούλει μηδὲ ἐνταῦθα δοῦναι δίκην, σαυτῷ δίκασον, ἀπαίτησον σαυτὸν εὐθύνας. Ἄκουσον Παύλου λέγοντος, ὅτι Εἰ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα. Ἂν  τοῦτο ποιῇς, ὁδῷ προβαίνων  καὶ ἐπὶ  στέφανον  ἥξεις. Καὶ πῶς  ἀπαιτήσομεν ἑαυτοὺς δίκην; φησί. Θρήνησον, στέναξον πικρὸν, ταπείνωσον  σαυτὸν, κάκωσον, ἀνάμνησον τῶν ἁμαρτημάτων κατ' εἶδος. Οὐ μικρὰ τοῦτο βάσανος ψυχῆς. Εἴ τις ἐν κατανύξει  γέγονεν,  οἶδεν  ὅτι  μάλιστα  πάντων  ἡ  ψυχὴ  τούτῳ  κολάζεται.  Εἴ τις γέγονεν  ἐν ἁμαρτιῶν  μνήμῃ, οἶδε τὴν  ἐντεῦθεν  ὀδύνην.  ∆ιὰ τοῦτο δικαιοσύνην ἔπαθλον τίθησιν ὁ Θεὸς τῇ τοιαύτῃ μετανοίᾳ, λέγων· Λέγε σὺ πρῶτος τὰς ἁμαρτίας σου,  ἵνα  δικαιωθῇς.  Οὐ γὰρ  ἔστιν,  οὐκ  ἔστι  μικρὸν  εἰς  διόρθωσιν,  τὸ  πάντα συναγαγόντας  τὰ  ἁμαρτήματα,  κατ'  εἶδος  αὐτὰ  στρέφειν  συνεχῶς  καὶ ἀναλογίζεσθαι.  Ὁ γὰρ τοῦτο ποιῶν  οὕτω κατανυγήσεται, ὡς μήτε τοῦ ζῇν ἄξιον ἑαυτὸν εἶναι νομίζειν· ὁ δὲ τοῦτο νομίζων, κηροῦ παντὸς ἁπαλώτερος ἔσται. Μὴ γάρ μοι πορνείας εἴπῃς μόνον, μηδὲ μοιχείας, μηδὲ ταῦτα τὰ δῆλα καὶ ὡμολογημένα παρὰ  πᾶσιν· ἀλλὰ  καὶ  τὰς  λαθραίους  ἐπιβουλὰς,  καὶ  τὰς  συκοφαντίας,  καὶ  τὰς κακηγορίας, καὶ τὰς κενοδοξίας, καὶ τὸν φθόνον, καὶ πάντα τὰ τοιαῦτα σύναγε. Οὐδὲ γὰρ ταῦτα μικρὰν οἴσει κόλασιν. Καὶ γὰρ ὁ λοίδορος εἰς γέενναν  ἐμπεσεῖται· καὶ ὁ μεθύων οὐδὲν ἔχειν κοινὸν πρὸς τὴν βασιλείαν· καὶ ὁ μὴ ἀγαπῶν τὸν πλησίον οὕτω προσκρούει Θεῷ, ὡς  μηδὲ  μαρτυροῦντος  αὐτοῦ  ὠφελεῖσθαι·  καὶ  ὁ τῶν  οἰκείων ἀμελῶν τὴν πίστιν ἤρνηται· καὶ ὁ πένητας περιορῶν εἰς τὸ πῦρ πέμπεται. Μὴ τοίνυν μικρὰ ταῦτα νόμιζε εἶναι, ἀλλὰ σύναγε πάντα, καὶ ὡς ἐν βιβλίῳ γράφε. Ἂν γὰρ σὺ γράψῃς, ὁ Θεὸς ἐξαλείφει· ὥσπερ οὖν ἐὰν σὺ μὴ γράψῃς, ὁ Θεὸς καὶ ἐγγράφει, καὶ δίκην ἀπαιτεῖ. Πολὺ τοίνυν βέλτιον παρ' ἡμῶν αὐτὰ γραφῆναι καὶ ἄνωθεν ἐξαλειφθῆναι,   ἢ  τοὐναντίον,   ἡμῶν   ἐπιλαθομένων,   τὸν   Θεὸν  αὐτὰ  πρὸ  τῶν ὀφθαλμῶν  ἐνεγκεῖν  τῶν  ἡμετέρων  κατὰ τὴν  ἡμέραν ἐκείνην.  Ἵν' οὖν μὴ τοῦτο γένηται,  πάντα  μετὰ  ἀκριβείας  ἀναλογιζώμεθα,  καὶ  εὑρήσομεν πολλῶν  ἑαυτοὺς ὑπευθύνους ὄντας. Τίς γὰρ πλεονεξίας καθαρός; Μὴ γάρ μοι τὸ μέτρον εἴπῃς, ἀλλ' ὅτι καὶ ἐν τῷ μικρῷ τὴν  αὐτὴν  δώσομεν δίκην,  τοῦτο ἐννόει,  καὶ μετανόει.  Τίς ὕβρεως ἀπήλλακται;  τοῦτο δὲ εἰς γέενναν  ἐμβάλλει. Τίς λάθρα τὸν πλησίον οὐκ ἐκακηγόρησε; [τοῦτο δὲ βασιλείας ἀποστερεῖ.] Τίς οὐκ ἀπενοήθη; οὗτος δὲ πάντων ἀκαθαρτότερος. Τίς δὲ οὐκ εἶδεν ἀκολάστοις ὀφθαλμοῖς; οὗτος δὲ μοιχὸς ἀπηρτισμένος. Τίς οὐκ ὠργίσθη τῷ ἀδελφῷ εἰκῆ; οὗτος δὲ ἔνοχος τῷ συνεδρίῳ. Τίς οὐκ ὤμοσε; τοῦτο δὲ ἐκ τοῦ πονηροῦ. Τίς οὐκ ἐπιώρκησεν; οὗτος δὲ πλέον ἢ τοῦ πονηροῦ. Τίς οὐκ ἐδούλευσε τῷ μαμωνᾷ; οὗτος  δὲ τῆς γνησίας ἐξέπεσε τοῦ Χριστοῦ δουλείας. Ἔχω καὶ ἕτερα μείζονα τούτων εἰπεῖν· ἀλλ' ἀρκεῖ καὶ ταῦτα, καὶ ἱκανὰ τὸν μὴ λίθινον  ὄντα μηδὲ σφόδρα ἀναίσθητον εἰς κατάνυξιν ἀγαγεῖν. Εἰ γὰρ ἕκαστον αὐτῶν  εἰς γέενναν  ἐμβάλλει, πάντα  ὁμοῦ συνελθόντα  τί οὐκ ἐργάσεται; Πῶς οὖν ἔστι σωθῆναι; φησί. Τὰ ἀντίῤῥοπα τούτων φάρμακα ἐπιτιθέντας, ἐλεημοσύνην, εὐχὰς, κατάνυξιν, μετάνοιαν, ταπεινοφροσύνην, συντετριμμένην καρδίαν, ὑπεροψίαν  τῶν  ὄντων.  Μυρίας γὰρ ὁδοὺς σωτηρίας ἔτεμεν ὁ Θεὸς, ἐὰν ἐθέλωμεν  προσέχειν.  Προσέχωμεν τοίνυν,  καὶ  διὰ  πάντων  τὰ  τραύματα ἐκκαθαίρωμεν, ἐλεοῦντες, ὀργὴν τοῖς λελυπηκόσιν  ἀφιέντες, εὐχαριστοῦντες ὑπὲρ πάντων  τῷ Θεῷ, νηστεύοντες  κατὰ δύναμιν,  εὐχόμενοι  γνησίως,  φίλους  ἑαυτοῖς ποιοῦντες  ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας. Οὕτω γὰρ δυνησόμεθα καὶ συγγνώμης  ἐπὶ τοῖς  πεπλημμελημένοις   τυχεῖν,  καὶ  τῶν  ἐπηγγελμένων   ἐπιτυχεῖν   ἀγαθῶν·  ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |