ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΠΕʹ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν·

Τρίτη 18 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΠΕʹ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολάφισαν αὐτόν·




Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
ΟΜΙΛΙΑ ΠΕʹ. Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ ἐκολά φισαν αὐτόν· οἱ δὲ ἐῤῥάπισαν, λέγοντες· Προ φήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε;

αʹ. ∆ιατί ταῦτα ἐποίουν, ἀναιρεῖν μέλλοντες; τίς χρεία τῆς κωμῳδίας ταύτης ἦν; Ἵνα μάθῃς αὐτῶν τὸν ἀκόλαστον τρόπον διὰ πάντων· καὶ ὅτι καθάπερ θήραμα εὑρόντες, οὕτω τὴν ἑαυτῶν ἐνεδείκνυντο  παροινίαν, καὶ τῆς μανίας ἐνεφοροῦντο, ἑορτὴν ταύτην ποιούμενοι, καὶ μεθ' ἡδονῆς ἐπιόντες, καὶ τὸν φονικὸν αὐτῶν ἐνδεικνύμενοι τρόπον. Σὺ δέ μοι θαύμασον τῶν μαθητῶν τὴν φιλοσοφίαν, μεθ' ὅσης αὐτὰ ἀκριβείας ἀπαγγέλλουσιν. Ὅθεν τὸ φιλάληθες αὐτῶν ἦθος διαδείκνυται, ὅτι τὰ δοκοῦντα  εἶναι  ἐπονείδιστα  ἐξηγοῦνται  μετὰ  ἀληθείας  ἁπάσης,  οὐδὲν ἀποκρυπτόμενοι, οὐδὲ ἐπαισχυνόμενοι, ἀλλὰ καὶ δόξαν ἡγούμενοι μεγίστην, ὥσπερ οὖν  καὶ  ἦν,  τὸ  τὸν  ∆εσπότην  τῆς  οἰκουμένης  ὑπὲρ  ἡμῶν  τοιαῦτα  πάσχοντα ἀνέχεσθαι. Τοῦτο καὶ τὴν αὐτοῦ κηδεμονίαν ἐδείκνυ τὴν ἄφατον, καὶ τὴν πονηρίαν ἐκείνων τὴν ἀσύγγνωστον, οἳ ταῦτα ἐτόλμων εἰς τὸν οὕτως ἥμερον καὶ πρᾶον, καὶ τοιαῦτα  κατεπᾴδοντα,  οἷα καὶ λέοντα  ἀρνίον  ποιῆσαι ἱκανὰ  ἦν.



Οὐδὲν γὰρ οὔτε αὐτὸς ἐνέλιπεν ἡμερότητος, οὔτε αὐτοὶ ὕβρεως καὶ ἀπηνείας, δι' ὧν ἐποίουν, δι' ὧν ἔλεγον. Ἅπερ ἅπαντα καὶ ὁ προφήτης Ἡσαΐας προὔλεγεν, οὕτω προαναφωνῶν,  καὶ ἑνὶ ῥήματι πᾶσαν ταύτην ἐμφαίνων  τὴν ὕβριν. Ὃν τρόπον γὰρ ἐκστήσονται πολλοὶ ἐπὶ σὲ, φησὶν, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ υἱῶν ἀνθρώπων. Τί γὰρ τῆς ὕβρεως ταύτης ἴσον γένοιτ' ἄν· Εἰς τὸ πρόσωπον ἐκεῖνο, ὃ ἡ θάλασσα ἰδοῦσα ᾐδέσθη, ὃ ἐπὶ σταυροῦ θεασάμενος ὁ ἥλιος τὰς ἀκτῖνας ἀπέστρεψεν, ἐνέπτυον   καὶ  ἐῤῥάπιζον,  καὶ  ἐπὶ  τῆς  κεφαλῆς   ἔτυπτον,   ἐμφορούμενοι   μετὰ δαψιλείας ἁπάσης τῆς ἑαυτῶν μανίας. Καὶ γὰρ πληγὰς τὰς πασῶν ὑβριστικωτέρας ἐνέτεινον, κολαφίζοντες, ῥαπίζοντες, καὶ ταῖς πληγαῖς ταύταις τὴν ἀπὸ τοῦ ἐμπτύειν προσετίθεσαν  ὕβριν.  Καὶ ῥήματα  πάλιν  πολλῆς  γέμοντα  κωμῳδίας  ἐφθέγγοντο λέγοντες· Προφήτευσον ἡμῖν, Χριστὲ, τίς ἐστιν ὁ παίσας σε; ἐπειδὴ προφήτην αὐτὸν ἔλεγον οἱ πολλοί. Ἕτερος δέ φησιν, ὅτι καὶ περιβαλόντες τὸ πρόσωπον αὐτοῦ τῷ ἱματίῳ, ταῦτα ἐποίουν, ὥσπερ τινὰ ἄτιμον καὶ τριωβολιμαῖον  εἰς μέσον λαβόντες. Καὶ οὐκ  ἐλεύθεροι  μόνον,  ἀλλὰ  καὶ  δοῦλοι  ταύτην  τὴν  παροινίαν   εἰς  αὐτὸν ἐπαροίνουν τότε. Ταῦτα ἀναγινώσκωμεν  συνεχῶς, ταῦτα ἀκούωμεν ὡς χρὴ, ταῦτα ἐγγράφωμεν ἡμῶν τῇ διανοίᾳ· καὶ γὰρ ταῦτα ἡμῶν τὰ σεμνά. Ἐπὶ τούτοις ἐγὼ μέγα φρονῶ,  οὐ  μόνον  ἐπὶ  τοῖς  μυρίοις  νεκροῖς  οἷς  ἀνέστησεν,  ἀλλὰ  καὶ  ἐπὶ  τοῖς παθήμασιν οἷς ἔπαθε. Ταῦτα ἄνω καὶ κάτω Παῦλος στρέφει· τὸν σταυρὸν, τὸν θάνατον,  τὰ πάθη, τὰς λοιδορίας, τὰς ὕβρεις, τὰ σκώμματα. Καὶ νῦν  μέν  φησιν, Ἐξερχώμεθα πρὸς αὐτὸν,  τὸν  ὀνειδισμὸν  αὐτοῦ  φέροντες·  νῦν  δὲ, Ὃς ἀντὶ  τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρὸν, αἰσχύνης καταφρονήσας. Ὁ δὲ Πέτρος ἐκάθητο ἐν τῇ αὐλῇ ἔξω· καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· Καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου. Ὁ δὲ ἠρνήσατο ἔμπροσθεν αὐτῶν πάντων, λέγων, Οὐκ οἶδα τί λέγεις. Ἐξελθόντα δὲ αὐτὸν εἰς τὸν πυλῶνα, εἶδεν αὐτὸν ἄλλη, καὶ λέγει· Ἐκεῖ καὶ οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου. Καὶ πάλιν ἠρνήσατο μεθ' ὅρκου. Μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· Ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ. Τότε ἤρξατο καταθεματίζειν, καὶ ὀμνύειν, ὅτι Οὐκ οἶδα  τὸν  ἄνθρωπον.  Καὶ εὐθέως  ἀλέκτωρ  ἐφώνησε.  Καὶ ἐμνήσθη  ὁ Πέτρος τοῦ ῥήματος τοῦ Ἰησοῦ, εἰρηκότος, ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι, τρὶς ἀπαρνήσῃ με. Καὶ ἐξελθὼν  ἔξω, ἔκλαυσε πικρῶς.  Ὢ καινῶν  καὶ παραδόξων  πραγμάτων! Ὅτε μὲν κατεχόμενον εἶδε τὸν ∆ιδάσκαλον μόνον, οὕτως ἔζεεν, ὡς καὶ τὴν μάχαιραν σπάσασθαι, καὶ  ἐκκόψαι  τὸ  ὠτίον·  ὅτε  δὲ  μᾶλλον  ἀγανακτῆσαι  εἰκὸς  ἦν,  καὶ πυρωθῆναι  καὶ ἐκκαυθῆναι, λοιδοριῶν  τοιούτων  ἀκούοντα, τότε ἔξαρνος γίνεται. Τίνα γὰρ οὐκ ἂν ἐξῆψεν εἰς μανίαν τὰ τότε γινόμενα; Ἀλλ' ὅμως ὁ μαθητὴς ὑπὸ τοῦ δέους καταγωνισθεὶς οὐ μόνον οὐκ ἐνδείκνυται ἀγανάκτησιν, ἀλλὰ καὶ ἀρνεῖται, καὶ κορασίου ταλαιπώρου καὶ εὐτελοῦς ἀπειλὴν  οὐ φέρει· καὶ οὐδὲ ἅπαξ μόνον. ἀλλὰ καὶ δεύτερον καὶ τρίτον ἀρνεῖται, καὶ ἐν χρόνῳ βραχεῖ, καὶ οὐδὲ ἐπὶ δικαστῶν· ἔξω γὰρ ἦν· ἐξελθόντα γὰρ αὐτὸν εἰς τὸν πυλῶνα  ἠρώτησαν· καὶ οὐδὲ ᾔσθετο ταχέως τοῦ  πτώματος.  Καὶ τοῦτο  ὁ Λουκᾶς φησιν,  ὅτι  ἐνέβλεψεν  εἰς  αὐτὸν  ὁ Χριστὸς, δεικνὺς  ὅτι  οὐ  μόνον  ἠρνήσατο, ἀλλ'  οὐδὲ  ἀνεμνήσθη  οἴκοθεν,  καὶ  ταῦτα  τοῦ ἀλεκτρυόνος φωνήσαντος, ἀλλ' ἐδεήθη τῆς τοῦ ∆ιδασκάλου πάλιν ὑπομνήσεως, καὶ τὸ βλέμμα αὐτῷ γέγονεν ἀντὶ φωνῆς· οὕτω περιδεὴς ἦν. Ὁ δὲ Μάρκος φησὶν, ὅτι ὅτε μὲν  ἅπαξ  ἠρνήσατο, τότε  πρῶτον  ἐφώνησεν  ὁ  ἀλεκτρυὼν,  ὅτε  δὲ  τρίτον,  τότε δεύτερον, ἀκριβέστερον ἐξηγούμενος  τοῦ μαθητοῦ τὴν ἀσθένειαν, καὶ τὸ σφόδρα αὐτὸν ἀποτεθνηκέναι τῷ δέει, καὶ ταῦτα παρ' αὐτοῦ τοῦ ∆ιδασκάλου μαθών· καὶ γὰρ φοιτητὴς  ἦν  Πέτρου. Ὅθεν μάλιστα ἄν  τις  αὐτὸν  ἐκπλαγείη,  ὅτι  οὐ μόνον  οὐκ ἔκρυψε τὸ ἐλάττωμα τοῦ ∆ιδασκάλου, ἀλλὰ καὶ τῶν ἄλλων σαφέστερον ἀπήγγειλεν, αὐτῷ τούτῳ τῷ μαθητὴς εἶναι. βʹ. Πῶς οὖν ἀληθὲς τὸ εἰρημένον, τοῦ μὲν Ματθαίου λέγοντος,  ὅτι  εἶπεν,  Ἀμὴν  λέγω  σοι, ὅτι  πρὶν  ἀλέκτορα  φωνῆσαι,  τρὶς ἀπαρνήσῃ με; τοῦ δὲ Μάρκου μετὰ τὸ τρίτον λέγοντος, ὅτι Ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησε; Σφόδρα μὲν οὖν καὶ ἀληθὲς, καὶ σύμφωνον.  Ἐπειδὴ γὰρ καθ' ἑκάστην ἀγωγὴν καὶ τρίτον καὶ τέταρτον φωνεῖν εἴωθεν ὁ ἀλεκτρυὼν, δηλῶν ὁ Μάρκος, ὅτι οὐδὲ ἡ φωνὴ  αὐτὸν  ἐπέσχε καὶ εἰς μνήμην  ἤγαγε, τοῦτό φησιν· Ὥστε ἀμφότερα ἀληθῆ. Πρὶν ἢ γὰρ τὴν μίαν ἀγωγὴν ἀπαρτίσαι τὸν ἀλεκτρυόνα, τρίτον ἠρνήσατο. Καὶ οὐδὲ ὑπὸ τοῦ Χριστοῦ τῆς ἁμαρτίας ἀναμνησθεὶς, κλαῦσαι ἐτόλμα φανερῶς, μὴ κατηγορηθῇ διὰ τῶν δακρύων· ἀλλ' Ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς. Καὶ γενομένης ἡμέρας ἄγουσι τὸν Ἰησοῦν ἀπὸ τοῦ Καϊάφα ἐπὶ τὸν Πιλάτον. Ἐπειδὴ γὰρ ἠβούλοντο αὐτὸν ἀνελεῖν, αὐτοὶ δὲ οὐκ ἴσχυον διὰ τὴν ἑορτὴν, ἐπὶ τὸν ἡγεμόνα ἄγουσι. Σὺ δέ μοι σκόπει πῶς συνηλάθη τὸ πρᾶγμα, ὥστε ἐν ἑορτῇ γενέσθαι. Οὕτω γὰρ ἄνωθεν προδιετετύπωτο.    Τότε   ἰδὼν    Ἰούδας,   ὁ   παραδιδοὺς   αὐτὸν,   ὅτι   κατεκρίθη, μεταμεληθεὶς  ἀπέστρεψε  τὰ  τριάκοντα  ἀργύρια.  Τοῦτο καὶ  ἐκείνου  καὶ  τούτων κατηγορία· τοῦ μὲν, οὐχ ὅτι μετεμελήθη, ἀλλ' ὅτι ὀψὲ καὶ βραδέως, καὶ αὐτοκατάκριτος γέγονεν· ὅτι γὰρ παρέδωκεν, αὐτὸς ὡμολόγησε· τῶν δὲ, ὅτι κύριοι ὄντες μεταθέσθαι, οὐ μετενόησαν. Σκόπει δὲ πότε μεταμελεῖται. Ὅτε ἀπηρτίσθη καὶ τέλος ἔλαβεν ἡ ἁμαρτία. Τοιοῦτος γὰρ ὁ διάβολος· οὐκ ἀφίησι τοὺς μὴ νήφοντας ἰδεῖν πρὸ τούτου τὸ κακὸν, ἵνα μὴ μετανοήσῃ ὁ ἁλούς. Τοσαῦτα γοῦν λέγοντος τοῦ Ἰησοῦ, οὐκ ἐπεκάμφθη· ἐπειδὴ δὲ ἀπηρτίσθη τὸ πλημμέλημα, τότε ἐπεισῆλθεν αὐτῷ ἡ μετάνοια·  καὶ  οὐδὲ  τότε  χρησίμως. Τὸ μὲν  γὰρ καταγνῶναι,  καὶ  τὸ  ῥῖψαι  τὰ ἀργύρια, καὶ τὸ μὴ αἰδεσθῆναι τὸν Ἰουδαϊκὸν δῆμον, πάντα ἀποδεκτά· τὸ δὲ ἀπάγξασθαι, τοῦτο πάλιν  ἀσύγγνωστον, καὶ πονηροῦ δαίμονος ἔργον. Προεξήγαγε γὰρ αὐτὸν τῆς μετανοίας, ἵνα μηδὲν ἐντεῦθεν καρπώσηται· καὶ θανάτῳ αἰσχίστῳ καὶ καταδήλῳ πᾶσιν ἀναιρεῖ, πείσας ἑαυτὸν ἀπολέσαι. Σὺ δέ μοι σκόπει πανταχόθεν τὴν ἀλήθειαν λάμπουσαν, καὶ δι' ὧν οἱ ἐναντίοι καὶ ποιοῦσι καὶ πάσχουσι. Καὶ γὰρ καὶ αὐτὴ τοῦ προδότου ἡ τελευτὴ τῶν κατακρινάντων  αὐτὸν ἀποῤῥάπτει τὰ στόματα, καὶ οὐκ ἀφίησιν αὐτοὺς οὐδὲ σκιάν τινα ἀναισχύντου γοῦν ἀπολογίας ἔχειν. Τί γὰρ ἂν  ἔχοιεν  εἰπεῖν  ἐκεῖνοι,  ὅταν  ὁ  προδότης  τοιαῦτα  καθ'  ἑαυτοῦ  ψηφιζόμενος φαίνηται; Ἴδωμεν δὲ καὶ τὰ ῥήματα, ἅ φησιν. Ἀπέστρεψε τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσι, καὶ λέγει· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπον· Τί πρὸς ἡμᾶς; σὺ ὄψει. Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγξατο. Οὐδὲ γὰρ ἤνεγκε τὸ συνειδὸς μαστίζον αὐτόν. Σκόπει δέ μοι καὶ τοὺς Ἰουδαίους τὰ αὐτὰ πάσχοντας. Καὶ γὰρ καὶ οὗτοι ἀφ' ὧν ἔπαθον ὀφείλοντες διορθωθῆναι, οὐ πρότερον ἵστανται, ἕως ἂν τὴν ἁμαρτίαν πληρώσωσιν. Ἡ μὲν γὰρ τούτου πεπλήρωτο ἁμαρτία· προδοσία γὰρ ἦν· ἡ δὲ ἐκείνων οὐδέπω. Ὅτε δὲ καὶ ἐκεῖνοι ἀπήρτισαν, καὶ προσήλωσαν αὐτὸν, τότε καὶ αὐτοὶ ταράττονται· νῦν μὲν λέγοντες, Μὴ γράφε, Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων (καίτοιγε τί δεδοίκατε, τί θορυβεῖσθε, νεκροῦ σώματος ἐπὶ σταυροῦ προσηλωμένου;) νῦν δὲ φυλάττουσιν αὐτὸν, λέγοντες· Μήποτε κλέψωσιν  αὐτὸν  οἱ μαθηταὶ  αὐτοῦ, καὶ εἴπωσιν  ὅτι ἀνέστη· καὶ ἔσται ἡ ἐσχάτη πλάνη  χείρων  τῆς  πρώτης.  Καὶ μὴν  ἐὰν  εἴπωσιν,  ἐλέγχεται  τὸ  πρᾶγμα, ἐὰν  μὴ ἀληθὲς ᾖ. Πῶς δὲ ἐροῦσιν οἱ μηδὲ στῆναι τολμήσαντες, κατασχεθέντος αὐτοῦ, ὁ δὲ κορυφαῖος  καὶ  τρὶς  ἠρνήσατο,  κορασίου μὴ  φέρων  ἀπειλήν;  Ἀλλ'  ὅπερ  ἔφην, ἐταράττοντο λοιπόν. Ὅτι γὰρ ᾔδεσαν παρανομίαν τὸ πρᾶγμα, δῆλον ἐξ ὧν ἔλεγον, Σὺ ὄψει.  Ἀκούσατε, οἱ  φιλάργυροι,  ἐννοήσατε  τί  ἔπαθεν  ἐκεῖνος·  πῶς  καὶ  τῶν χρημάτων  ἐξέπεσε, καὶ  τὴν  ἁμαρτίαν  εἰργάσατο,  καὶ  τὴν  ψυχὴν  ἀπώλεσε  τὴν ἑαυτοῦ. Τοιαύτη τῆς φιλαργυρίας ἡ τυραννίς. Οὐδὲ τοῦ ἀργυρίου ἀπώνατο, οὐδὲ τῆς παρούσης ζωῆς, οὐδὲ τῆς μελλούσης, ἀλλὰ πάντα ἀθρόον ἀπέβαλε, καὶ δόξαν λαβὼν πονηρὰν παρ' αὐτοῖς ἐκείνοις, οὕτως ἀπήγξατο. Ἀλλ', ὅπερ ἔφην, μετὰ τὸ πρᾶξαι, τότε τινὲς διαβλέπουσιν. Ὅρα γοῦν καὶ τούτους τέως οὐκ ἐθέλοντας  αἰσθάνεσθαι σαφῶς τοῦ τολμήματος, ἀλλὰ λέγοντας,  Σὺ ὄψει· ὃ καὶ αὐτὸ μέγιστον ἦν αὐτῶν ἔγκλημα. Τοῦτο γὰρ μαρτυρούντων μὲν ἔστι τῇ τόλμῃ καὶ τῇ παρανομίᾳ, ὑπὸ δὲ τοῦ πάθους  μεθυόντων,  καὶ οὐκ ἐθελόντων  ἀποσχέσθαι τῆς  σατανικῆς  ἐγχειρήσεως, ἀλλὰ  πεπλασμένης  ἀγνοίας  παραπετάσματι περιστέλλοντας  ἑαυτοὺς  ἀνοήτως.  Εἰ μὲν γὰρ μετὰ τὸν σταυρὸν ταῦτα ἐλέγετο, καὶ τὸ ἀναιρεθῆναι  αὐτὸν, μάλιστα μὲν οὐδὲ τότε λόγον εἶχε τὸ λεγόμενον, πλὴν ἀλλ' οὐχ οὕτως αὐτοὺς κατέκρινε· νυνὶ δὲ ἔτι  παρ' ὑμῖν  αὐτὸν  ἔχοντες,  καὶ κύριοι ὄντες  ἀφεῖναι,  πῶς  ἂν  δύναισθε ταῦτα λέγειν;  Ἡ γὰρ ἀπολογία  αὕτη κατηγορία ἂν ὑμῶν  γένοιτο  μεγίστη. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἐπὶ  τὸν  προδότην  ὅλον  τὸ ἔγκλημα  φέροντες,  (Σὺ γὰρ ὄψει, φησί·) δυνάμενοι αὐτοὶ τῆς Χριστοκτονίας ἀπαλλαγῆναι, ἀφέντες αὐτὸν καὶ ἐπηγωνίσαντο τῷ  τολμήματι,  τῇ  προδοσίᾳ τὸν  σταυρὸν προσθέντες.  Τί γὰρ  ἐκώλυεν  εἰπόντας ἐκείνῳ,  Σὺ  ὄψει,  αὐτοὺς  ἀποστῆναι  τοῦ  τολμήματος;  Νῦν  δὲ  καὶ  τοὐναντίον ἐργάζονται, προστιθέντες τὴν σφαγὴν, καὶ πανταχοῦ, καὶ δι' ὧν ποιοῦσι, καὶ δι' ὧν λέγουσιν, ἀφύκτοις ἐμπλέκοντες ἑαυτοὺς κακοῖς. Καὶ γὰρ μετὰ ταῦτα, ἐπιτρέψαντος τοῦ Πιλάτου, τὸν μὲν λῃστὴν εἵλοντο ἀφεθῆναι μᾶλλον, ἢ τὸν Ἰησοῦν· τὸν δὲ οὐδὲν ἠδικηκότα, ἀλλὰ καὶ τοσαῦτα εὐεργετηκότα, ἀνῄρουν. γʹ. Τί οὖν ἐκεῖνος; Ὡς εἶδεν ἀνόνητα πονῶν, καὶ οὐκ ἀνεχομένους δέξασθαι τὰ ἀργύρια, Ἔῤῥιψεν αὐτὰ εἰς τὸν ναὸν, καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια, εἶπον· Οὐκ ἔξεστι βαλεῖν αὐτὰ εἰς τὸν κορβονᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστι. Καὶ συμβούλιον λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν  τοῖς ξένοις. ∆ιὸ ἐκλήθη ὁ ἀγρὸς  ἐκεῖνος  Ἀγρὸς  αἵματος  ἕως  τῆς  σήμερον. Τότε  ἐπληρώθη  τὸ  ῥηθὲν  διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντες· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου,  καὶ ἔδωκαν  αὐτὰ εἰς τὸν  ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Εἶδες πάλιν αὐτόθεν κατακρινομένους  ὑπὸ τοῦ συνειδότος; Ἐπειδὴ γὰρ ᾔδεσαν, ὅτι τὸν φόνον ἠγόρασαν, οὐκ ἔβαλον εἰς τὸν κορβονᾶν, ἀλλ' ἠγόρασαν ἀγρὸν εἰς ταφὴν τοῖς ξένοις. Ἐγίνετο δὲ καὶ τοῦτο μαρτύριον κατ' αὐτῶν, καὶ τῆς προδοσίας ἔλεγχος. Τὸ γὰρ ὄνομα τοῦ χωρίου σάλπιγγος λαμπρότερον πᾶσιν ἀνεκήρυττε   τὴν   μιαιφονίαν    αὐτῶν.   Καὶ  οὐδὲ   ἁπλῶς   αὐτὸ   ποιοῦσιν,   ἀλλὰ συμβούλιον λαβόντες, καὶ πανταχοῦ  οὕτως, ἵνα μηδεὶς ἀθῶος ᾖ τοῦ τολμήματος, ἀλλὰ πάντες ὑπεύθυνοι. Ταῦτα δὲ ἄνωθεν προὔλεγεν ἡ προφητεία. Ὁρᾷς οὐχὶ τοὺς ἀποστόλους μόνον, ἀλλὰ καὶ τοὺς προφήτας τὰ ἐπονείδιστα μετὰ ἀκριβείας διηγουμένους, καὶ πάντοθεν τὸ πάθος ἀνακηρύττοντας  καὶ προεμφαίνοντας; Τοῦτο καὶ Ἰουδαῖοι μὴ συνειδότες ὑπέμενον. Εἰ γὰρ εἰς τὸν κορβονᾶν ἐνέβαλον, οὐκ ἂν οὕτω τὸ πρᾶγμα κατάδηλον ἐγένετο· νυνὶ δὲ χωρίον ὠνησάμενοι, καὶ ταῖς μετέπειτα γενεαῖς δῆλον ἐποίησαν τὸ πᾶν. Ἀκούσατε ὅσοι ἀπὸ φόνων δοκεῖτε εὐποιΐας ποιεῖν, καὶ τιμὴν λαμβάνετε ψυχῶν ἀνθρώπων. Ἰουδαϊκαὶ αὗται αἱ ἐλεημοσύναι, μᾶλλον δὲ σατανικαί. Εἰσὶ γὰρ, εἰσὶ καὶ νῦν,  οἳ μυρία ἑτέρων  ἁρπάζοντες, ὑπὲρ τοῦ παντὸς ἀπολογεῖσθαι νομίζουσι, ἂν δέκα χρυσίνους ἢ ἑκατὸν καταβάλωσι. Περὶ ὧν καὶ ὁ προφήτης φησίν· Ἐκαλύπτετε δάκρυσι τὸ θυσιαστήριόν μου. Οὐ βούλεται Χριστὸς πλεονεξίᾳ  τρέφεσθαι, οὐ δέχεται  ταύτην  τὴν  τροφήν.  Τί τὸν  ∆εσπότην ὑβρίζεις, ἀκάθαρτα προσάγων αὐτῷ; Βέλτιον λιμῷ τηκόμενον περιορᾷν, ἢ τρέφειν ἀπὸ τοιούτων. Ἐκεῖνο ὠμοῦ, τοῦτο καὶ ὠμοῦ καὶ ὑβριστοῦ. Βέλτιον μηδὲν δοῦναι, ἢ τὰ ἄλλων  ἑτέροις. Εἰπὲ γάρ μοι, εἴ τινας  εἶδες δύο, τὸν μὲν γυμνὸν,  τὸν δὲ ἱμάτιον ἔχοντα,  εἶτα  τὸν  ἔχοντα  τὸ  ἱμάτιον  ἀποδύσας, περιέβαλες  τὸν  γυμνὸν,  ἆρ' οὐκ ἠδίκησας; Παντί που δῆλον.  Εἰ δὲ ὅπερ ἔλαβες ἑτέρῳ δοὺς ἅπαν, ἠδίκησας, οὐκ ἠλέησας· ὅταν  μηδὲ τὸ πολλοστὸν  μέρος δῷς  ὧν  ἁρπάζεις, καὶ ἐλεημοσύνην  τὸ πρᾶγμα καλῇς, ποίαν οὐκ ὑποστήσῃ τιμωρίαν; Εἰ γὰρ χωλὰ  ἄλογα προσφέροντες ἄνθρωποι ἐνεκαλοῦντο, σὺ χαλεπώτερα ποιῶν ποίας τεύξῃ συγγνώμης; Εἰ γὰρ αὐτῷ ἀποδιδοὺς  τῷ  Κυρίῳ ὁ κλέπτης  ἔτι  ἀδικεῖ,  καὶ  οὕτως  ἀδικεῖ,  ὡς  τετραπλασίονι προσθήκῃ μόλις λῦσαι τὸ ἔγκλημα, καὶ ταῦτα ἐπὶ τῆς Παλαιᾶς· ὁ μὴ κλέπτων, ἀλλὰ βιαζόμενος, καὶ μηδὲ αὐτῷ τῷ ἀφαιρεθέντι  διδοὺς, ἀλλ'  ἀντ'  ἐκείνου  ἑτέρῳ, καὶ μηδὲ τετραπλασίονα, ἀλλὰ μηδὲ τὰ ἡμίση, καὶ μηδὲ ἐν τῇ Παλαιᾷ, ἀλλ' ἐν τῇ Καινῇ πολιτευόμενος,  ἐννόησον  ὅσον ἐπὶ  τὴν  ἑαυτοῦ  κεφαλὴν  συνάγει  τὸ  πῦρ. Εἰ δὲ οὐδέπω δίδωσι τὴν  δίκην,  δι' αὐτὸ μὲν οὖν τοῦτο αὐτὸν  θρήνησον, ὅτι μείζονα ἑαυτῷ θησαυρίζει τὴν ὀργὴν, εἰ μὴ μεταμεληθείη. Τί γάρ; ∆οκεῖτε, φησὶν, ὅτι ἐκεῖνοι μόνοι ἦσαν ἁμαρτωλοὶ, ἐφ' οὓς ὁ πύργος κατηνέχθη; Οὐχὶ, λέγω ὑμῖν, ἀλλ' ἐὰν μὴ μετανοήσητε, καὶ ὑμεῖς τὰ αὐτὰ πείσεσθε. Μετανοήσωμεν τοίνυν καὶ δῶμεν ἐλεημοσύνην πλεονεξίας καθαρὰν, καὶ πολλὴν ἔχουσαν τὴν δαψίλειαν. Ἐννοήσατε ὅτι Ἰουδαῖοι Λευΐτας ὀκτακισχιλίους ἔτρεφον, καὶ μετὰ τῶν Λευϊτῶν καὶ χήρας καὶ ὀρφανοὺς, καὶ πολλὰ ἕτερα ἐλειτούργουν, καὶ μετὰ τούτου καὶ ἐστρατεύοντο· νυνὶ δὲ ἀγροὶ, καὶ οἰκίαι, καὶ μισθώματα οἰκημάτων,  καὶ ὀχήματα, καὶ ὀρεωκόμοι, καὶ ἡμίονοι, καὶ πολλὴ τοιαύτη παράταξις ἐν τῇ Ἐκκλησίᾳ δι' ὑμᾶς καὶ τὴν ὑμετέραν ἀπανθρωπίαν.  Καὶ γὰρ  ἐχρῆν  παρ'  ὑμῖν  εἶναι  τὸν  θησαυρὸν  τοῦτον  τῆς Ἐκκλησίας, καὶ πρόσοδον αὐτῇ τὴν ὑμετέραν γίνεσθαι προθυμίαν· νυνὶ  δὲ δύο τὰ ἄτοπα γίνεται, καὶ ὑμεῖς ἄκαρποι μένετε, καὶ οἱ τοῦ Θεοῦ ἱερεῖς τὰ προσήκοντα οὐ μεταχειρίζουσι. Μὴ γὰρ οὐκ ἦν δυνατὸν ἐπὶ τῶν ἀποστόλων τὰς οἰκίας μένειν καὶ τοὺς ἀγρούς; Τίνος οὖν ἕνεκεν  ἐπώλουν  καὶ ἐδίδοσαν; Ὅτι τοῦτο βέλτιον  ἦν. δʹ. Ἀλλὰ νῦν δέος ἔλαβε τοὺς πατέρας ὑμῶν, οὕτω πρὸς τὰ βιωτικὰ μαινομένων ὑμῶν, καὶ διὰ τὸ συλλέγειν, ἀλλὰ μὴ σκορπίζειν, μὴ λιμῷ διαφθαρῶσιν οἱ τῶν χηρῶν καὶ ὀρφανῶν  καὶ τῶν παρθένων χοροί· διὰ τοῦτο ταῦτα κατασκευάσαι ἠναγκάσθησαν. Οὐδὲ γὰρ ἠβούλοντο ἑαυτοὺς εἰς τοιαύτην ἀσχημοσύνην ἐμβαλεῖν, ἀλλ' ἐπεθύμουν τὴν ὑμετέραν γνώμην  αὐτοῖς πρόσοδον εἶναι, καὶ τοὺς καρποὺς ἐντεῦθεν  τρυγᾷν, καὶ αὐτοὺς εὐχαῖς προσέχειν μόναις. Νυνὶ δὲ αὐτοὺς ἠναγκάσατε τῶν τὰ πολιτικὰ πραττόντων  πράγματα τὰς οἰκίας μιμεῖσθαι· ὅθεν  πάντα  ἄνω  καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ ὑμεῖς καὶ ἡμεῖς τοῖς αὐτοῖς ἐνεχώμεθα, τίς ὁ ἐξιλεούμενος τὸν Θεόν;
∆ιὰ ταῦτα  οὐκ  ἔστιν  ἡμῖν  ἀνοῖξαι  τὸ  στόμα, ὅτι  οὐδὲν  τῶν  βιωτικῶν  ἀνδρῶν ἄμεινον ἡ Ἐκκλησία διάκειται. Οὐκ ἠκούσατε, ὅτι οὐδὲ τὰ ἀπραγμόνως συλλεγόμενα χρήματα διανέμειν  κατεδέξαντο οἱ ἀπόστολοι; Νυνὶ δὲ ἐπιτρόπους καὶ οἰκονόμους καὶ καπήλους παρῆλθον ἡμῖν οἱ ἐπίσκοποι τῇ περὶ ταῦτα φροντίδι· καὶ δέον αὐτοὺς ὑπὲρ τῶν ψυχῶν μεριμνᾷν καὶ φροντίζειν  τῶν ὑμετέρων, οἱ δὲ, ὑπὲρ ὧν ὑποδέκται  καὶ  φορολόγοι  καὶ  λογισταὶ  καὶ  ταμίαι  μεριμνῶσιν,  ὑπὲρ τούτων  καθ' ἑκάστην κόπτονται τὴν ἡμέραν. Ταῦτα οὐχ ἁπλῶς ἀποδυρόμενος λέγω, ἀλλ' ὥστε γενέσθαι τινὰ   διόρθωσιν   καὶ  μεταβολὴν,   ὥστε  ἡμᾶς  ἐλεηθῆναι   χαλεπὴν   δουλεύοντας δουλείαν,  ὥστε ὑμᾶς γενέσθαι  πρόσοδον καὶ θησαυρὸν τῆς Ἐκκλησίας. Εἰ δὲ μὴ βούλεσθε, ἰδοὺ οἱ πένητες πρὸ τῶν ὑμετέρων ὀφθαλμῶν· ὅσοις μὲν δυνατὸν  ἡμῖν ἀρκέσαι, οὐ διαλείψομεν τρέφοντες· οὓς δὲ οὐ δυνατὸν, ὑμῖν ἀφήσομεν, ἵνα μὴ τῶν ῥημάτων ἐκείνων ἀκούσητε κατὰ τὴν φοβερὰν ἡμέραν, τῶν πρὸς τοὺς ἀνελεεῖς καὶ ὠμοὺς λεγομένων,  ὅτι Πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Καὶ γὰρ μεθ' ὑμῶν ἡμᾶς καταγελάστους  ἡ ἀπανθρωπία  αὕτη  ποιεῖ,  ὅτι  τὰς  εὐχὰς  ἀφέντες,  καὶ τὴν διδασκαλίαν, καὶ τὴν ἄλλην ἁγιωσύνην, οἱ μὲν οἰνοπώλαις, οἱ δὲ σιτοπώλαις, οἱ δὲ τοῖς τὰ ἕτερα καπηλεύουσιν ὤνια, τὸν πάντα πυκτεύομεν χρόνον. Ἐντεῦθεν μάχαι καὶ φιλονεικίαι,  καὶ καθημεριναὶ λοιδορίαι, καὶ ὀνείδη καὶ σκώμματα, καὶ ἑκάστῳ τῶν  ἱερέων  ὀνόματα  ἐπίκειται,  βιωτικαῖς  μᾶλλον  πρέποντα  οἰκίαις·  δέον  ἀντὶ τούτων  ἕτερα ἀνταλλάξασθαι,  καὶ ἐντεῦθεν  καλεῖσθαι, ἀφ' ὧν  καὶ οἱ ἀπόστολοι ἐνομοθέτουν,   ἀπὸ  τῆς  τῶν   πενήτων   διατροφῆς,   ἀπὸ  τῆς   τῶν   ἀδικουμένων προστασίας, ἀπὸ τῆς τῶν ξένων ἐπιμελείας, ἀπὸ τῆς τῶν ἐπηρεαζομένων βοηθείας,ἀπὸ  τῆς  τῶν  ὀρφανῶν  προνοίας,  ἀπὸ  τῆς  τῶν  χηρῶν  συμμαχίας, ἀπὸ  τῆς  τῶν παρθένων   ἐπιστασίας,  καὶ  ταύτας  ἀντὶ  τῆς  τῶν  χωρίων   καὶ  τῶν  οἰκημάτων φροντίδος διανέμεσθαι τὰς οἰκονομίας. Ταῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κειμήλια· οὗτοι οἱ πρέποντες  αὐτῇ θησαυροὶ, καὶ πολλὴν  καὶ ἡμῖν  εὐκολίαν.  καὶ ὑμῖν  ὠφέλειαν παρέχοντες, μᾶλλον δὲ καὶ ὑμῖν εὐκολίαν μετὰ τῆς ὠφελείας. Καὶ γὰρ τῇ τοῦ Θεοῦ χάριτι εἰς δέ κα μυριάδων ἀριθμὸν οἶμαι τοὺς ἐνταῦθα συναγομένους τελεῖν· καὶ εἰ ἑνὸς ἄρτου μετεδίδου τινὶ τῶν πενήτων ἕκαστος, ἅπαντες ἦσαν ἂν ἐν εὐπορίᾳ· εἰ ἐξ ἑνὸς ὀβολοῦ μόνον, οὐδεὶς ἂν ἦν πένης, οὐκ ἂν τοσαῦτα ὑπεμείναμεν ὀνείδη καὶ σκώμματα ἀπὸ τῆς περὶ τὰ κτήματα προνοίας. Καὶ γὰρ τὸ, Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς καὶ δεῦρο ἀκολούθει μοι, καὶ πρὸς τοὺς τῆς Ἐκκλησίας προέδρους ὑπὲρ τῶν τῆς Ἐκκλησίας κτημάτων καιρὸν ἂν ἔχοι λέγεσθαι. Ἄλλως γὰρ ἀκολουθῆσαι ὡς χρὴ οὐκ ἔνι, μὴ πάσης φροντίδος  ἀπηλλαγμένον  παχυτέρας  καὶ βιωτικωτέρας.  Νυνὶ δὲ οἱ τοῦ Θεοῦ ἱερεῖς τρυγητῷ  καὶ ἀμητῷ παρακάθηνται, καὶ πράσει  καὶ  ἀγορασίᾳ  προσόδων·  καὶ  οἱ  μὲν  τῇ  σκιᾷ  λατρεύοντες,  πᾶσαν  τῶν τοιούτων ἀτέλειαν εἶχον, καίτοι σωματικωτέραν λειτουργίαν ἐγκεχειρισμένοι· ἡμεῖς δὲ οἱ πρὸς αὐτὰ τῶν οὐρανῶν τὰ ἄδυτα καλούμενοι, καὶ εἰς τὰ ἀληθινὰ Ἅγια τῶν   ἁγίων   εἰσιόντες,   ἐμπόρων   καὶ   παλιγκαπήλων    ἀναδεχόμεθα   φροντίδας. Ἐντεῦθεν καὶ Γραφῶν ἀμέλεια πολλὴ, καὶ εὐχῶν ῥᾳθυμία, καὶ ἡ περὶ τὰ ἄλλα πάντα ὀλιγωρία.   Οὐδὲ  γὰρ  δυνατὸν   εἰς  ἀμφότερα  σχίζεσθαι  μετὰ  τῆς  προσηκούσης σπουδῆς. ∆ιὸ δέομαι καὶ ἀντιβολῶ πολλὰς ἡμῖν πάντοθεν ἀναβλύσαι πηγὰς, καὶ τὴν ἅλω καὶ τὴν ληνὸν τὴν ὑμετέραν γενέσθαι προθυμίαν ἡμῖν. Οὕτω γὰρ καὶ οἱ πένητες διατραφήσονται εὐκολώτερον, καὶ ὁ Θεὸς δοξασθήσεται, καὶ ὑμεῖς ἐπὶ πλέον ἐπιδώσετε  φιλανθρωπίας,   καὶ  τῶν  αἰωνίων   ἀπολαύσεσθε  ἀγαθῶν·  ὧν  γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |