ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ ΠΗʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν

Τρίτη 18 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ ΠΗʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν




Ιωάννης Χρυσόστομος
Είς τόν Ματθαίον Ομιλίαι
Τόμος 58
ΟΜΙΛΙΑ ΠΗʹ. Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. Περὶ δὲ τὴν ἐνάτην ὥραν ἔκραξεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ, καὶ εἶπεν· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανί; τουτέστι, Θεέ μου, Θεέ μου, ἱνατί με ἐγκατέλιπες; Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον, ὅτι Ἠλίαν φωνεῖ οὗτος. Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν, καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους, καὶ περιθεὶς καλάμῳ,ἐπότιζεν αὐτόν.

αʹ. Τοῦτό ἐστι τὸ σημεῖον, ὅπερ ἔμπροσθεν αἰτοῦσιν ὑπέσχετο δώσειν, λέγων· Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου· τὸν σταυρὸν λέγων καὶ τὸν θάνατον, καὶ τὸν τάφον καὶ τὴν ἀνάστασιν. Καὶ πάλιν ἕτερος δηλῶν  τοῦ σταυροῦ τὴν ἰσχὺν ἔλεγεν· Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγώ εἰμι. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὅταν σταυρώσητέ με καὶ νομίσητε περιγεγενῆσθαί μου, τότε μάλιστα εἴσεσθέ μου τὴν ἰσχύν. Μετὰ γὰρ τὸ σταυρωθῆναι ἡ πόλις ἀπώλετο, τὰ Ἰουδαϊκὰ ἐπαύσατο, τῆς πολιτείας καὶ τῆς ἐλευθερίας ἐξέπεσον τῆς ἑαυτῶν, τὸ κήρυγμα ἤνθησε, πρὸς τὰ πέρατα τῆς οἰκουμένης ἐξετάθη ὁ λόγος· καὶ γῆ καὶ θάλαττα, καὶ ἡ οἰκουμένη καὶ ἡ ἀοίκητος τὴν δύναμιν αὐτοῦ διαπαντὸς ἀνακηρύττουσι. Ταῦτά τε οὖν φησι, καὶ τὰ παρ' αὐτὸν τὸν καιρὸν τοῦ σταυροῦ συμβάντα. Καὶ γὰρ πολλῷ θαυμαστότερον ἐπὶ τοῦ σταυροῦ προσηλωμένου ταῦτα γίνεσθαι, ἢ βαδίζοντος ἐπὶ τῆς γῆς.


Οὐ ταύτῃ δὲ μόνον τὸ παράδοξον ἦν, ἀλλ' ὅτι καὶ ἐκ τοῦ οὐρανοῦ γέγονεν, ὅπερ ἐζήτουν· καὶ ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ὅπερ οὐδέποτε πρότερον συνέβη, ἀλλ' ἢ ἐν Αἰγύπτῳ μόνον, ὅτε τὸ πάσχα τελεῖσθαι ἔμελλε. Καὶ γὰρ ἐκεῖνα τούτων τύπος ἦν. Καὶ σκόπει πότε γίνεται. Ἐν μέσῃ ἡμέρᾳ, ἵνα πάντες οἱ τὴν γῆν οἰκοῦντες μάθωσιν· ὅτε πανταχοῦ τῆς οἰκουμένης ἡμέρα ἦν· ὅπερ ἱκανὸν ἦν αὐτοὺς ἐπιστρέψαι, οὐ τῷ μεγέθει τοῦ θαύματος, ἀλλὰ καὶ τῷ εὐκαίρως συμβῆναι. Μετὰ γὰρ πάντα τὰ τῆς παροινίας, καὶ τῆς παρανόμου κωμῳδίας, τοῦτο γίνεται, ὅτε τὸν θυμὸν εἴασαν, ὅτε ἀνεπαύσαντο γελῶντες,   ὅτε  κόρον  ἔλαβον   τῶν   σκωμμάτων,   καὶ  πάντα   ἐφθέγξαντο   ἅπερ ἠθέλησαν· τότε δείκνυσι τὸ σκότος, ἵνα κἂν οὕτω τὴν ὀργὴν ἀφέντες  κερδάνωσιν ἀπὸ τοῦ θαύματος. Τοῦ γὰρ καταβῆναι ἀπὸ τοῦ σταυροῦ τοῦτο θαυμαστότερον ἦν, τὸ ὄντα ἐν τῷ σταυρῷ ταῦτα ἐνεργεῖν. Εἴτε γὰρ αὐτὸν αὐτὰ ἐνόμιζον πεποιηκέναι, ἔδει πιστεῦσαι καὶ φοβηθῆναι·  εἴτε οὐκ αὐτὸν, ἀλλὰ  τὸν  Πατέρα, καὶ ἐκ τούτων  ἔδει κατανυγῆναι· ὀργιζομένου γὰρ ἦν ἐπὶ τοῖς τολμωμένοις  τὸ σκότος ἐκεῖνο. Ὅτι γὰρ οὐκ ἦν ἔκλειψις, ἀλλ' ὀργή τε καὶ ἀγανάκτησις, οὐκ ἐντεῦθεν μόνον δῆλον ἦν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ· τρεῖς γὰρ ὥρας παρέμεινεν· ἡ δὲ ἔκλειψις ἐν μιᾷ γίνεται καιροῦ ῥοπῇ· καὶ ἴσασιν οἱ ταύτην  τεθεαμένοι· καὶ γὰρ καὶ ἐπὶ τῆς γενεᾶς  τῆς ἡμετέρας συνέβη. Καὶ πῶς οὐκ ἐθαύμασαν, φησὶν, ἅπαντες, οὐδὲ ἐνόμισαν εἶναι Θεόν; Ὅτι τὸ τῶν  ἀνθρώπων  γένος τότε ἐν πολλῇ ῥᾳθυμίᾳ καὶ κακίᾳ κατείχετο. Καὶ τὸ θαῦμα τοῦτο  ἓν  ἦν,  καὶ γενόμενον  εὐθέως  παρῆλθε· καὶ οὐδενὶ  τὴν  αἰτίαν  ἐπιζητῆσαι ἐμέλησε καὶ πολλὴ τῆς ἀσεβείας ἡ πρόληψις καὶ ἡ συνήθεια. Καὶ οὐδὲ ᾔδεσαν τίς  ἡ  αἰτία  τοῦ  γινομένου·   καὶ  ἐνόμιζον  ἴσως  κατ'  ἔκλειψιν   ἢ  ἑτέραν  τινὰ ἀκολουθίαν φυσικὴν γεγενῆσθαι τοῦτο. Καὶ τί θαυμάζεις περὶ τῶν ἕξω τῶν οὐδὲν εἰδότων, οὐδὲ ἐπιζητησάντων διὰ ῥᾳθυμίαν πολλὴν, ὅπου γε οἱ ἐν αὐτῇ τῇ Ἰουδαία ὄντες,  μετὰ  τοσαῦτα θαύματα,  ἔτι  ἐπέμενον  ἐνυβρίζοντες,  καίτοι  σαφῶς  αὐτοῖς ἐδείκνυ, ὅτι αὐτὸς τοῦτο εἰργάσατο; ∆ιὰ γὰρ τοῦτο καὶ μετὰ τοῦτο φθέγγεται,  ἵνα μάθωσιν ὅτι ἔτι ζῇ, καὶ αὐτὸς τοῦτο ἐποίησε, καὶ γένωνται κἀντεῦθεν ἐπιεικέστεροι· καὶ λέγει· Ἠλὶ, Ἠλὶ, λιμὰ σαβαχθανὶ, ἵνα μέχρις ἐσχάτης ἀναπνοῆς ἴδωσιν ὅτι τιμᾷ τὸν Πατέρα, καὶ οὐκ ἔστιν ἀντίθεος. ∆ιὸ καὶ προφητικὴν ἀφῆκέ τινα φωνὴν, μέχρις ἐσχάτης ὥρας μαρτυρῶν τῇ Παλαιᾷ· καὶ οὐχ ἁπλῶς προφητικὴν, ἀλλὰ καὶ Ἑβραϊκὴν φωνὴν,  ὥστε αὐτοῖς γενέσθαι γνώριμον καὶ κατάδηλον· καὶ διὰ πάντων  δείκνυσιν αὐτοῦ  τὴν  ὁμόνοιαν  τὴν  πρὸς  τὸν  γεγεννηκότα.   Ἀλλ'  ὅρα  καὶ  ἐντεῦθεν  τὴν ἀσέλγειαν, καὶ τὴν ἀκολασίαν, καὶ τὴν ἄνοιαν. Ἐνόμισαν Ἠλίαν εἶναι, φησὶ, τὸν καλούμενον, καὶ εὐθέως ἐπότισαν αὐτὸν ὄξος. Ἕτερος δὲ προσελθὼν λόγχῃ αὐτοῦ τὴν πλευρὰν ἔνυξε. Τί γένοιτ' ἂν τούτων παρανομώτερον, τί δὲ θηριωδέστερον, οἳ μέχρι  τοσούτου  τὴν  ἑαυτῶν   μανίαν   ἐξέτειναν,   καὶ  εἰς  νεκρὸν  σῶμα  λοιπὸν ὑβρίζοντες; Σὺ δέ μοι σκόπει πῶς ταῖς παρανομίαις αὐτῶν  εἰς ἡμετέραν κέχρηται σωτηρίαν. Μετὰ γὰρ τὴν πληγὴν αἱ πληγαὶ τῆς σωτηρίας ἡμῶν ἐκεῖθεν ἀνέβλυσαν. Ὁ  δὲ  Ἰησοῦς, κράξας  φωνῇ  μεγάλῃ,  ἀφῆκε  τὸ  πνεῦμα.  Τοῦτό  ἐστιν  ὃ  ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν  μου, καὶ ἐξουσίαν ἔχω πάλιν  λαβεῖν αὐτήν· καὶ, Ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ∆ιὰ τοῦτο γὰρ φωνῇ  ἔκραξεν, ἵνα δειχθῇ ὅτι κατ' ἐξουσίαν τὸ πρᾶγμα γίνεται. Ὁ γοῦν Μάρκος φησὶν, ὅτι ἐθαύμασεν ὁ Πιλάτος, εἰ ἤδη ἐτεθνήκει·  καὶ ὅτι ὁ κεντυρίων  διὰ τοῦτο μάλιστα ἐπίστευσεν, ὅτι μετ' ἐξουσίας ἀπέθανεν.  Αὕτη ἡ φωνὴ  τὸ καταπέτασμα ἔσχισε, καὶ τὰ μνημεῖα ἀνέῳξε, καὶ τὸν οἶκον ἐποίησεν ἔρημον. Ἐποίησε δὲ τοῦτο οὐκ ἐνυβρίζων εἰς τὸν ναόν· (πῶς γὰρ, ὁ λέγων, Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου;) ἀλλ' ἀναξίους αὐτοὺς ἀποφαίνων  καὶ τῆς ἐκεῖ διατριβῆς, ὥσπερ οὖν καὶ ὅτε παρέδωκεν αὐτὸν τοῖς Βαβυλωνίοις.  Οὐ διὰ  τοῦτο  δὲ  μόνον  ταῦτα  ἐγίνετο,  ἀλλὰ  καὶ  προφητεία  τῆς μελλούσης ἐρημώσεως ἦν τὸ συμβαῖνον, καὶ τῆς ἐπὶ τὰ μείζω καὶ ὑψηλότερα μεταθέσεως, καὶ τῆς ἰσχύος αὐτοῦ. βʹ. Μετὰ δὲ τούτων καὶ ἐκ τῶν μετὰ ταῦτα ἑαυτὸν ἐδείκνυ, ἐκ τῆς τῶν νεκρῶν ἀναστάσεως [ἐκ τῆς τοῦ φωτὸς ἀμαυρώσεως, ἐκ τῆς τῶν στοιχείων  ἀλλοιώσεως].  Ἐπὶ  μὲν  γὰρ  Ἑλισσαίου νεκρὸς  εἷς  ἁψάμενος  νεκροῦ ἀνέστη· νυνὶ δὲ φωνὴ αὐτοὺς ἤγειρε, τοῦ σώματος ἄνω κειμένου ἐπὶ τοῦ σταυροῦ. Ἄλλως δὲ καὶ ἐκεῖνα τούτου τύπος ἦν. Ἵνα γὰρ τοῦτο πιστευθῇ, διὰ τοῦτο κἀκεῖνο γίνεται. Καὶ οὐχ ἁπλῶς ἐγείρονται, ἀλλὰ καὶ πέτραι ῥήγνυνται, καὶ ἡ γῆ σείεται, ἵνα μάθωσιν ὅτι καὶ αὐτοὺς ἠδύνατο καὶ πηρῶσαι καὶ ῥῆξαι. Ὁ γὰρ πέτρας διατεμὼν, καὶ τὴν  οἰκουμένην  σκοτίσας. πολλῷ  μᾶλλον  εἰς  ἐκείνους  ταῦτα  ἐποίησεν  ἂν,  εἴγε ἐβούλετο. Ἀλλ' οὐκ ἠθέλησεν, ἀλλ' εἰς τὰ στοιχεῖα τὴν ὀργὴν ἀφεὶς, ἐκείνους ἐξ ἐπιεικείας  σῶσαι ἐβούλετο. Ἀλλ' οὐ καθυφῆκαν  τῆς  μανίας.  Τοιοῦτον  γὰρ ὁ φθόνος, τοιοῦτον ἡ βασκανία· οὐχ ἵσταται ῥᾳδίως. Τότε μὲν οὖν καὶ πρὸς αὐτὰ τὰ φαινόμενα ἠναισχύντουν· μετὰ δὲ ταῦτα ὅτε σφραγῖδος ἐπικειμένης καὶ στρατιωτῶν τηρούντων  ἀνέστη, καὶ παρ' αὐτῶν  ταῦτα ἤκουσαν τῶν  φυλάκων,  καὶ ἀργύριον ἔδοσαν, ὥστε καὶ ἑτέρους διαφθεῖραι, καὶ κλέψαι τῆς ἀναστάσεως τὸν λόγον. Μὴ τοίνυν  θαύμαζε, εἰ καὶ τότε  ἠγνωμόνουν,  οὕτω  καθάπαξ παρεσκευασμένοι πρὸς πάντα ἀναισχυντεῖν· ἀλλ' ἐκεῖνο σκόπει, ἡλίκα σημεῖα πεποίηκε, τὰ μὲν ἐξ οὐρανοῦ, τὰ δὲ ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν αὐτῷ τῷ ναῷ· ὁμοῦ μὲν τὴν ἀγανάκτησιν ἐνδεικνύμενος, ὁμοῦ δὲ ὅτι τὰ ἄβατα λοιπὸν  ἔσται βατὰ, καὶ ὁ οὐρανὸς ἀνοιγήσεται, καὶ πρὸς τὰ ἀληθινὰ Ἅγια τῶν ἁγίων τὰ πράγματα μεταστήσεται. Καὶ οἱ μὲν ἔλεγον, Εἰ βασιλεὺς τοῦ Ἰσραήλ ἐστι, καταβάτω ἀπὸ τοῦ σταυροῦ· αὐτὸς δὲ δείκνυσιν, ὅτι τῆς οἰκουμένης ἁπάσης. Καὶ ἐκεῖνοι μὲν ἔλεγον, Ὁ καταλύων τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν αὐτόν· αὐτὸς δὲ δείκνυσιν, ὅτι εἰς τέλος ἐρημωθήσεται. Πάλιν οὗτοι μὲν ἔλεγον, Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· αὐτὸς δὲ ἐν τῷ σταυρῷ μένων, ἐν  τοῖς  τῶν  δούλων  σώμασι  τοῦτο  ἐκ  περιουσίας  ἐδείκνυ  πολλῆς.  Εἰ γὰρ  τὸ τεταρταῖον  ἐξελθεῖν  Λάζαρον μέγα, πολλῷ  μᾶλλον τὸ πάντας ἀθρόως τοὺς πάλαι κοιμηθέντας φανῆναι  ζῶντας· ὃ τῆς ἐσομένης ἀναστάσεως σημεῖον ἦν· Πολλὰ γὰρ σώματα τῶν κεκοιμημένων  ἁγίων ἠγέρθη, φησὶ, καὶ εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν, καὶ πολλοῖς ἐνεφανίσθησαν. Ἵνα γὰρ μὴ νομισθῇ φαντασία εἶναι τὸ γεγενημένον, καὶ πολλοῖς  φαίνονται  ἐν  τῇ πόλει.  Καὶ ὁ κεντυρίων  δὲ τότε ἐδόξαζε τὸν  Θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. Καὶ οἱ ὄχλοι δὲ, οἱ παραγενόμενοι εἰς τὴν θεωρίαν, τύπτοντες αὐτῶν τὰ στήθη ὑπέστρεφον. Τοσαύτη τοῦ ἐσταυρωμένου ἡ δύναμις, ὡς μετὰ χλευασίας τοσαύτας καὶ κωμῳδίας καὶ σκώμματα, καὶ τὸν κεντυρίωνα κατανυγῆναι, καὶ τὸν δῆμον. Τινὲς δέ φασιν, ὅτι καὶ μαρτύριον ἔστι τοῦ κεντυρίωνος τούτου, ἀνδρισαμένου μετὰ ταῦτα ἐν τῇ πίστει· Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ  μακρόθεν  θεωροῦσαι, αἵτινες  ἠκολούθησαν  διακονοῦσαι  αὐτῷ,  Μαρία ἡ Μαγδαληνὴ,  καὶ  Μαρία ἡ  Ἰακώβου  καὶ  Ἰωσῆ  μήτηρ,  καὶ  ἡ  μήτηρ  τῶν  υἱῶν Ζεβεδαίου. Ταῦτα θεωροῦσιν αἱ γυναῖκες  γινόμενα,  αἱ μάλιστα συμπαθέστεραι, αἱ μάλιστα  θρηνοῦσαι.  Καὶ σκόπει  πόση  αὐτῶν  ἡ  προσεδρεία. Ἠκολούθουν  αὐτῷ διακονούμεναι,  καὶ μέχρι τῶν  κινδύνων  παρῆσαν. ∆ιὸ καὶ πάντα  ἐθεώρουν, πῶς ἐβόησε, πῶς ἐξέπνευσε, πῶς αἱ πέτραι ἐσχίσθησαν, τὰ ἄλλα πάντα Καὶ αὗται πρῶται ὁρῶσι τὸν Ἰησοῦν, καὶ τὸ μάλιστα γένος κατακριθὲν τοῦτο πρῶτον ἀπολαύει τῆς τῶν ἀγαθῶν θεωρίας· τοῦτο μάλιστα ἐπιδείκνυται τὴν ἀνδρείαν. Καὶ οἱ μὲν μαθηταὶ ἔφυγον, αὗται δὲ παρῆσαν. Τίνες δὲ ἦσαν; Ἡ μήτηρ αὐτοῦ· ταύτην γὰρ λέγει τὴν Ἰακώβου· καὶ αἱ λοιπαί. Ἄλλος δὲ εὐαγγελιστής φησιν, ὅτι καὶ ἐκόπτοντο πολλοὶ ἐπὶ τοῖς  γινομένοις,  καὶ  τὸ στῆθος ἔτυπτον·  ὃ μάλιστα  δείκνυσι  τῶν  Ἰουδαίων  τὴν ὠμότητα, ὅτι ἐφ' οἷς ἐθρήνουν ἕτεροι, ἐπὶ τούτοις ἐκόμπαζον οὗτοι, καὶ οὔτε ἐλέῳ ἐκάμφθησαν,  οὔτε  φόβῳ  κατεστάλησαν.  Καὶ γὰρ ὀργῆς τὰ  γινόμενα  ἦν μεγάλης·  καὶ  οὐχ  ἁπλῶς  σημεῖα,  ἀλλὰ  θυμοῦ  σημεῖα  ἅπαντα·  τὸ  σκότος,  αἱ τεμνόμεναι πέτραι, τὸ καταπέτασμα ῥηγνύμενον μέσον, ὁ τῆς γῆς κλόνος· καὶ πολλὴ τῆς ἀγανακτήσεως ἦν ἡ ὑπερβολή. Προσελθὼν δὲ ὁ Ἰωσὴφ ᾔτει τὸ σῶμα. Οὗτος ἦν Ἰωσὴφ ὁ κρυπτόμενος  πρώην· νῦν  μέντοι  μέγα ἐτόλμησε μετὰ τὸν θάνατον  τοῦ Χριστοῦ. Οὐδὲ γὰρ ἄσημος ἦν, οὐδὲ τῶν  λανθανόντων,  ἀλλὰ τῆς βουλῆς εἷς, καὶ σφόδρα ἐπίσημος· ὅθεν μάλιστα τὴν ἀνδρείαν αὐτοῦ κατιδεῖν ἔνι. Εἰς γὰρ θάνατον ἑαυτὸν  ἐξέδωκε, τὴν  πρὸς πάντας  ἀπέχθειαν  ἀναδεξάμενος  τῇ περὶ τὸν  Ἰησοῦν εὐνοίᾳ καὶ τολμήσας αἰτῆσαι τὸ σῶμα, καὶ μὴ πρότερον ἀποστὰς, ἕως ἐπέτυχεν. Οὐ τῷ λαβεῖν δὲ μόνον, οὐδὲ τῷ θάψαι πολυτελῶς,  ἀλλὰ καὶ τῷ ἐν τῷ μνημείῳ  τῷ ἑαυτοῦ τῷ καινῷ, δείκνυσι τὸ φίλτρον  καὶ τὴν ἀνδρείαν. Καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ᾠκονομεῖτο,  ἀλλ' ὥστε μὴ ὑποψίαν  τινὰ  ψιλὴν  γενέσθαι, ὅτι ἕτερος ἀνθ' ἑτέρου ἀνέστη. Ἦν δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ ἡ ἄλλη Μαρία καθήμεναι  ἀπέναντι  τοῦ τάφου.  Τίνος  ἕνεκεν  αὗται  προσεδρεύουσιν; Οὐδὲν  οὐδέπω  μέγα,  ὡς  χρὴ,  καὶ ὑψηλὸν ᾔδεσαν περὶ αὐτοῦ· διὸ καὶ μύρα ἐκόμισαν, καὶ τῷ τάφῳ προσεκαρτέρουν, ὥστε, εἰ λωφήσειεν ἡ μανία τῶν Ἰουδαίων, καὶ ἀπελθεῖν καὶ περιχυθῆναι. γʹ. Εἶδες γυναικῶν  ἀνδρείαν; εἶδες φιλοστοργίαν, εἶδες μεγαλοψυχίαν  τὴν ἐν τοῖς χρήμασι, τὴν  μέχρι  θανάτου;  Μιμησώμεθα τὰς  γυναῖκας  οἱ ἄνδρες· μὴ καταλείψωμεν  ἐν πειρασμοῖς τὸν Ἰησοῦν. Ἐκεῖναι μὲν γὰρ καὶ εἰς τελευτήσαντα τοσαῦτα ἀνάλωσαν, καὶ τὰς ψυχὰς ἐξέδωκαν· ἡμεῖς δὲ (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ) οὐδὲ πεινῶντα τρέφομεν, οὐδὲ γυμνὸν περιβάλλομεν, ἀλλ' ὁρῶντες αὐτὸν προσαιτοῦντα παρατρέχομεν. Καίτοιγε εἰ αὐτὸν ἐκεῖνον εἴδετε, τὰ ὑπάρχοντα ἂν ἕκαστος ἐκένωσεν. Ἀλλὰ καὶ νῦν ὁ αὐτός ἐστιν. Αὐτὸς γὰρ εἶπεν, ὅτι Ἐγώ εἰμι. Τίνος οὖν ἕνεκεν οὐ πάντα κενοῖς; Καὶ γὰρ καὶ νῦν ἀκούεις λέγοντος, ὅτι Ἐμοὶ ποιεῖς· καὶ οὐδὲν τὸ μέσον, ἄν τε τούτῳ, ἄν τε ἐκείνῳ  δῷς· οὐδὲν ἔλαττον  ἔχεις τούτων  τῶν  γυναικῶν  τῶν  τότε τρεφουσῶν αὐτὸν,  ἀλλὰ  καὶ πολλῷ  πλέον.  Ἀλλὰ μὴ θορυβηθῆτε. Οὐ γάρ ἐστιν  ἴσον αὐτὸν κυρίως φαινόμενον  θρέψαι, ὃ καὶ λιθίνην  ἱκανὸν ἦν ἐπισπάσασθαι ψυχὴν, καὶ διὰ τὴν   ἀπόφασιν   αὐτοῦ   μόνην   τὸν   πένητα,   τὸν   ἀνάπηρον,   τὸν   συγκεκυφότα θεραπεῦσαι. Ἐκεῖ μὲν γὰρ ἡ ὄψις καὶ τὸ ἀξίωμα τοῦ φαινομένου μερίζεται πρὸς σὲ τὸ γινόμενον·  ἐνταῦθα  δὲ ὁλόκληρον  σὸν τῆς  φιλανθρωπίας  τὸ βραβεῖόν ἐστι· καὶ μείζονος τῆς περὶ αὐτὸν αἰδοῦς τὸ δεῖγμα, ὅταν διὰ τὴν ἀπόφασιν αὐτοῦ μόνην τὸν ὁμόδουλον οὕτω θεραπεύων ἀναπαύσῃς ἐν πᾶσιν. Ἀνάπαυε τοίνυν, πιστεύων αὐτῷ τῷ λαμβάνοντι  καὶ λέγοντι,  ὅτι Ἐμοὶ δίδως. Εἰ γὰρ μὴ αὐτῷ  ἐδίδως, οὐκ ἄν σε βασιλείας ἠξίωσεν. Εἰ μὴ αὐτὸν ἀπεστρέφου, οὐκ ἂν εἰς γέενναν  ἔπεμψεν, εἰ τὸν τυχόντα παρίδοις· ἀλλ' ἐπειδὴ αὐτός ἐστιν ὁ καταφρονούμενος,  διὰ τοῦτο μέγα τὸ ἔγκλημα. Οὕτω καὶ Παῦλος αὐτὸν ἐδίωκε, τοὺς αὐτοῦ διώκων· διὸ καὶ ἔλεγε, Τί με διώκεις;   Οὕτω  τοίνυν   διακεώμεθα,   ὡς   αὐτῷ   τῷ   Χριστῷ  παρέχοντες,   ὅταν παρέχωμεν. Καὶ γὰρ τὰ ῥήματα αὐτοῦ τῆς ὄψεως ἡμῶν πιστότερα. Ἐπειδὰν οὖν ἴδῃς πένητα, ἀναμνήσθητι τῶν ῥημάτων, δι' ὧν ἐδήλου, ὅτι εἴη ὁ τρεφόμενος. Εἰ γὰρ καὶ τὸ φαινόμενον  οὐκ ἔστι  Χριστὸς, ἀλλ' ἐν τῷ τούτου σχήματι αὐτὸς λαμβάνει καὶ προσαιτεῖ. Ἀλλ' αἰσχύνῃ ἀκούων ὅτι ὁ Χριστὸς προσαιτεῖ; Αἰσχύνθητι μᾶλλον, ὅταν προσαιτοῦντι μὴ δῷς. Τοῦτο γὰρ αἰσχύνη, τοῦτο τιμωρία καὶ κόλασις. Τὸ μὲν γὰρ προσαιτεῖν αὐτὸν, τῆς αὐτοῦ ἀγαθότητος· διὸ καὶ ἐγκαλλωπίζεσθαι ἡμᾶς αὐτῷ χρή· τὸ δὲ μὴ δοῦναι τῆς σῆς ὠμότητος, Εἰ δὲ οὐ πιστεύεις νῦν, ὅτι πένητα πιστὸν παρατρέχων,  αὐτὸν  παρατρέχεις, πιστεύσεις τότε, ὅταν  εἰς  μέσον σε παραγαγὼν λέγῃ, Ἐφ' ὅσον οὐκ ἐποιήσατε τούτοις, οὐδὲ ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ γένοιτο ἡμᾶς οὕτως αὐτὸ μαθεῖν, ἀλλὰ πιστεύσαντας νῦν, καὶ καρπὸν ποιήσαντας, τῆς μακαριωτάτης ἐκείνης ἀκοῦσαι φωνῆς, τῆς εἰς τὴν βασιλείαν ἡμᾶς εἰσαγούσης. Ἀλλ' ἴσως ἐρεῖ τις· Καθ'  ἑκάστην ἡμέραν περὶ ἐλεημοσύνης διαλέγῃ καὶ φιλανθρωπίας ἡμῖν. Οὐδὲ παύσομαι τοῦτο λέγων. Εἰ μὲν γὰρ κατώρθωτο ὑμῖν τοῦτο, μάλιστα μὲν οὐδὲ τότε ἀποστῆναι ἐχρῆν, ὥστε μὴ ποιῆσαι ῥᾳθυμοτέρους· πλὴν ἀλλ' εἰ μὲν κατώρθωτο, καὶ μικρὸν ἐνέδωκα ἄν· εἰ δὲ οὐδὲ εἰς τὸ μέσον ἐφθάσατε, μὴ πρὸς ἐμὲ ταῦτα, ἀλλὰ  πρὸς ἑαυτοὺς  λέγετε.  Καὶ γὰρ ταὐτὸν  ποιεῖς  ἐγκαλῶν,  ὥσπερ ἂν εἰ παιδίον τὸ ἄλφα στοιχεῖον ἀκοῦον πολλάκις, καὶ μὴ μανθάνον, ἐγκαλοίη τῷ διδασκάλῳ, ὅτι συνεχῶς ὑπὲρ τούτου καὶ διηνεκῶς αὐτὸ ὑπομιμνήσκει. Τίς γὰρ ἀπὸ τῶν λόγων τούτων γέγονεν εὐκολώτερος πρὸς ἐλεημοσύνην; τίς τὰ χρήματα ἔῤῥιψε; τίς τὸ ἥμισυ τῆς οὐσίας; τίς τὸ τρίτον; Οὐδείς. Πῶς οὖν οὐκ ἄτοπον, μὴ μανθανόντων ὑμῶν, ἡμᾶς κελεύειν ἀποστῆναι τοῦ διδάσκειν; Τοὐναντίον μὲν οὖν ἔδει ποιεῖν· εἰ καὶ ἡμεῖς ἐβουλόμεθα ἀποστῆναι, ὑμᾶς κατέχειν καὶ λέγειν· Οὐδέπω ταῦτα μεμαθήκαμεν,  καὶ πῶς ἀπέστητε ὑπομιμνήσκοντες; Εἴ τινι  συνέβη τὸν ὀφθαλμὸν παθεῖν,  ἐγὼ δὲ ἰατρὸς ἐτύγχανον,  εἶτα περιπλάσας καὶ διαχρίσας, καὶ τὴν ἄλλην προσαγαγὼν ἐπιμέλειαν, μηδὲν ὤνησα μέγα, καὶ ἀπέστην, οὐκ ἂν ἐλθὼν ἐπὶ τὰς τοῦ ἐργαστηρίου θύρας κατεβόησεν ἂν, ῥᾳθυμίαν πολλὴν ἐγκαλῶν, ὅτι τῆς νόσου μενούσης αὐτὸς ἀνεχώρησα· καὶ εἰ πρὸς ταῦτα ἐγκαλούμενος εἶπον, ὅτι Κατέπλασα, ὅτι ∆ιέχρισα, ἆρα ἂν ἠνέσχετο; Οὐδαμῶς, ἀλλ' εὐθέως ἂν εἶπε· Καὶ τί τὸ ὄφελος, ὅτι ἔτι ἀλγῶ; Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς λογίζου. Τί δὲ, εἰ χεῖρα ναρκῶσαν καὶ συνεσταλμένην  πολλάκις  καταιονήσας οὐκ ἴσχυσα μαλάξαι; ἆρα οὐκ ἂν τὸ αὐτὸ ἤκουσα; Καὶ νῦν  χεῖρα  συνεσταλμένην  καὶ  ξηρανθεῖσαν  περικλύζομεν·  καὶ  διὰ τοῦτο, ἕως ἂν αὐτὴν ἐκτείνωμεν  τέλεον, οὐκ ἀποστησόμεθα. Εἴθε καὶ ὑμεῖς μηδὲν ἕτερον διελέγεσθε, καὶ ἐπὶ οἰκίας, καὶ ἐπὶ ἀγορᾶς, καὶ ἐπὶ τραπέζης, καὶ ἐν νυκτὶ, καὶ ὄναρ. Εἰ γὰρ ταῦτα μεθ' ἡμέραν ἐμεριμνῶμεν ἀεὶ, καὶ ὄναρ ἂν ἐν τούτοις ἦμεν. δʹ. Τί λέγεις; Περὶ ἐλεημοσύνης ἀεὶ διαλέγομαι; Ἐβουλόμην καὶ αὐτὸς μὴ πολλὴν εἶναί μοι χρείαν  ταύτης πρὸς ὑμᾶς τῆς συμβουλῆς, ἀλλὰ διαλέγεσθαι  περὶ μάχης τῆς πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς· ἀλλὰ μηδέπω ὑγιαίνοντας πῶς ἄν τις καθοπλίσειε; Πῶς ἂν εἰς παράταξιν ἐξαγάγοι, ἔτι τραύματα ἔχοντας καὶ ὠτειλάς; Ὡς εἴγε ὑγιαίνοντας  εἶδον καθαρῶς, ἐπὶ τὴν παράταξιν ὑμᾶς ἐξήγαγον ἂν ἐκείνην, καὶ εἴδετε  ἂν  τῇ  τοῦ  Χριστοῦ χάριτι  μυρίους  βαλλομένους   νεκροὺς,  καὶ φερομένας αὐτῶν ἐπαλλήλους τὰς κεφαλάς. Ἐν γοῦν ἑτέροις βιβλίοις πολλοὶ περὶ τούτων ἡμῖν εἴρηνται λόγοι· ἀλλ' οὐδὲ οὕτω δυνάμεθα καθαρῶς ἐπὶ τῇ νίκῃ πανηγυρίζειν,   διὰ  τὴν   τῶν   πολλῶν   ὀλιγωρίαν.   Ὅταν  γὰρ  αὐτοὺς   μυριάκις νικήσωμεν  τοῖς δόγμασιν, ὀνειδίζουσιν  ἡμῖν τὸν βίον τὸν τῶν  πολλῶν  τῶν  παρ' ἡμῖν  συλλεγομένων,  τὰ τραύματα, τὰ νοσήματα τὰ κατὰ ψυχήν.  Πῶς οὖν  ὑμᾶς θαῤῥοῦντες ἐπὶ τῆς παρατάξεως δείξομεν, ὅταν καὶ ἡμῖν ἐπηρεάζητε, εὐθέως βαλλόμενοι παρὰ τῶν πολεμίων καὶ κωμῳδούμενοι; Τοῦ μὲν γὰρ ἡ χεὶρ ἀλγεῖ, καὶ ἔστι συνεσταλμένη πρὸς διάδοσιν. Πῶς οὖν ἀσπίδα κατασχεῖν ὁ τοιοῦτος καὶ προβαλέσθαι δυνήσεται, καὶ μὴ τρωθῆναι  τοῖς τῆς ὠμότητος  σκώμμασιν; Ἑτέροις σκάζουσιν  οἱ  πόδες,  ὅσοι  εἰς  θέατρα  ἀναβαίνουσι,  καὶ  τὰ  τῶν  πορνευομένων γυναικῶν   καταγώγια.  Πῶς  οὖν  οὗτοι  ἐν  τῇ  μάχῃ  δυνήσονται  στῆναι,  καὶ  μὴ βληθῆναι   τοῖς  τῆς  ἀσελγείας  ἐγκλήμασιν;  Ἄλλος  τοὺς  ὀφθαλμοὺς   ἀλγεῖ  καὶ πεπήρωται  οὐκ ὀρθὰ βλέπων,  ἀλλὰ  ἀσελγείας γέμων,  καὶ γυναικῶν  σωφροσύνῃ προσβάλλων,   καὶ   γάμους   διορύττων.   Πῶς  οὖν   οὗτος   πρὸς  τοὺς   πολεμίους ἀντιβλέψαι  δυνήσεται, καὶ σεῖσαι δόρυ, καὶ βέλος ἀφεῖναι, πάντοθεν  κεντούμενος σκώμμασιν; Ἔστιν ἰδεῖν  καὶ  γαστέρα ἀλγοῦντας  πολλοὺς  τῶν  ὑδεριώντων  οὐκ ἔλαττον,   ὅταν   ὑπὸ  γαστριμαργίας  καὶ  μέθης   κατέχωνται.   Πῶς  οὖν   τούτους μεθύοντας  εἰς  πόλεμον  ἐξαγαγεῖν  δυνήσομαι;  Ἑτέρου  τὸ  στόμα  ἐστὶ  σεσηπός· τοιοῦτοι γὰρ οἱ ἀκρόχολοι καὶ λοίδοροι καὶ βλάσφημοι. Πῶς οὖν οὗτος ἀλαλάξει ποτὲ ἐν μάχῃ, καὶ μέγα τι καὶ γενναῖον  ἐργάσεται, μέθην καὶ οὗτος ἑτέραν μεθύων, καὶ πολὺν  παρέχων  τοῖς πολεμίοις  τὸν  γέλωτα;  ∆ιὰ τοῦτο καθ' ἑκάστην ἡμέραν περίειμι   τουτὶ   τὸ   στρατόπεδον,   τὰ   τραύματα   θεραπεύων   ταῦτα,   τὰ   ἕλκη διορθούμενος. Ἐὰν δὲ ἀνανήψητέ ποτε, καὶ ἐπιτήδειοι γένησθε καὶ ἑτέρους βάλλειν, καὶ ταῦτα ὑμᾶς διδάξω τὰ τακτικὰ, καὶ παιδεύσω ταῦτα μεταχειρίζεσθαι τὰ ὅπλα· μᾶλλον  δὲ καὶ αὐτὰ ἔργα ὑμῖν  ὅπλα ἔσται, καὶ πάντες  εὐθέως  ὑποκύψουσιν, ἂν ἐλεήμονες, ἂν ἐπιεικεῖς, ἂν ἥμεροι καὶ ἀνεξίκακοι γένησθε, ἂν τὴν ἄλλην  ἀρετὴν ἅπασαν ἐπιδείξησθε. Εἰ δέ τινες ἀντιλέγοιεν, τότε καὶ τὰ παρ' ἑαυτῶν προσθήσομεν, ὑμᾶς εἰς μέσον φέροντες· ὡς νῦν γε καὶ ἐγκοπτόμεθα, τό γε ὑμέτερον μέρος, ἐν τῷ δρόμῳ τούτῳ. Σκόπει δέ. Λέγομεν ὅτι μεγάλα εἰργάσατο ὁ Χριστὸς, ἀγγέλους ἀντὶ ἀνθρώπων  ποιήσας· εἶτα  ἀπαιτούμενοι  εὐθύνας,  καὶ κελευόμενοι  ἐκ τῆς  ἀγέλης ταύτης παρασχεῖν τὴν ἀπόδειξιν, ἐπιστομιζόμεθα. ∆έδοικα γὰρ, μὴ ἀντὶ ἀγγέλων, ὥσπερ ἀπὸ συφεῶνος χοίρους ἐξαγάγω, καὶ ἵππους θηλυμανεῖς.  Οἶδα ὅτι ἀλγεῖτε, ἀλλ' οὐ κατὰ πάντων  ὑμῶν ταῦτα εἴρηται, ἀλλὰ κατὰ τῶν ὑπευθύνων· μᾶλλον δὲ οὐδὲ κατ' ἐκείνων, ἐὰν νήφωσιν, ἀλλ' ὑπὲρ ἐκείνων. Ὡς νῦν γε πάντα ἀπόλωλε καὶ διέφθαρται· καὶ ἡ ἐκκλησία βοοστασίου οὐδὲν διενήνοχε,  καὶ ἐπαύλεως ὄνων  καὶ καμήλων· καὶ περιέρχομαι πρόβατον ἐπιζητῶν, καὶ οὐ δύναμαι ἰδεῖν. Οὕτω πάντες λακτίζουσι, καθάπερ ἵπποι καὶ ὄνοι τινὲς  ἄγριοι, καὶ κόπρου πολλῆς  τὰ ἐνταῦθα πληροῦσι· τοιαῦται γὰρ αὐτῶν αἱ διαλέξεις. Καὶ εἴγε ἦν ἰδεῖν τὰ καθ' ἑκάστην σύναξιν λεγόμενα ὑπὸ ἀνδρῶν, ὑπὸ γυναικῶν,  εἶδες ἂν τῆς κόπρου ἐκείνης τὰ ῥήματα ἀκαθαρτότερα. ∆ιὸ παρακαλῶ μεταβαλεῖν τὴν πονηρὰν ταύτην συνήθειαν, ἵνα μύρου ἡ ἐκκλησία πνέῃ. Νῦν δὲ θυμιάματα μὲν αἰσθητὰ ἀποτιθέμεθα ἐν αὐτῇ, τὴν δὲ νοητὴν  ἀκαθαρσίαν οὐ πολλὴν  ποιούμεθα σπουδὴν ὥστε ἐκκαθαίρειν  καὶ ἀπελαύνειν. Τί οὖν τὸ ὄφελος; Οὐδὲ γὰρ οὕτως αἰσχύνομεν τὴν ἐκκλησίαν κόπρον εἰσάγοντες,  ὡς  αἰσχύνομεν  αὐτὴν  τοιαῦτα  πρὸς  ἀλλήλους   φθεγγόμενοι,   περὶ κερδῶν, περὶ ἐμπορίας, περὶ καπηλείας, περὶ τῶν  οὐδὲν πρὸς ἡμᾶς ὄντων, δέον ἀγγέλων  ἐνταῦθα εἶναι χοροὺς, καὶ οὐρανὸν τὴν ἐκκλησίαν ποιεῖν, καὶ μηδὲν ἕτερον ἢ εὐχὰς ἐκτενεῖς καὶ σιγὴν μετὰ ἀκροάσεως εἰδέναι. Τοῦτο δὲ κἂν ἐκ τοῦ νῦν ποιῶμεν, ἵνα καὶ τὸν βίον ἐκκαθάρωμεν τὸν ἡμέτερον, καὶ τῶν ἐπηγγελμένων ἐπιτύχωμεν  ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |