ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: IZʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν

Δευτέρα 31 Οκτωβρίου 2016

IZʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60

ΙΖʹ. Ἀδελφοὶ, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας, καὶ ἡ δέησίς μου ἡ πρὸς Θεὸν, ὑπὲρ αὐτῶν ἐστιν εἰς σωτηρίαν.


αʹ. Μέλλει πάλιν αὐτῶν καθάπτεσθαι σφοδρότερον, ἢ πρότερον· διὸ πάλιν  ἀναιρεῖ πάσης ἀπεχθείας ὑπόνοιαν, καὶ πολλῇ κέχρηται τῇ προδιορθώσει. Μὴ γὰρ προσέχετε τοῖς λόγοις, φησὶ, μηδὲ ταῖς κατηγορίαις, ἀλλ' ὅτι οὐκ ἀπὸ διανοίας  ἐχθρᾶς  ταῦτα  φθέγγομαι.  Οὐ γάρ ἐστι τοῦ  αὐτοῦ  σωθῆναί  τε αὐτοὺς ἐπιθυμεῖν, καὶ μὴ μόνον ἐπιθυμεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ πάλιν μισεῖν καὶ ἀποστρέφεσθαι· καὶ γὰρ εὐδοκίαν ἐνταῦθα τὴν σφοδρὰν ἐπιθυμίαν φησί. Καὶ ὅρα καὶ τὴν δέησιν πῶς ποιεῖται ἀπὸ διανοίας. Οὐ γὰρ ὥστε ἀπαλλαγῆναι  κολάσεως μόνον, ἀλλ' ὥστε καὶ σωθῆναι αὐτοὺς, πολλὴν  καὶ τὴν σπουδὴν ποιεῖται καὶ τὴν εὐχήν. Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἐκ τῶν ἑξῆς δείκνυσι τὴν εὔνοιαν, ἣν ἔχει πρὸς αὐτούς. Ἀπὸ γὰρ τῶν ἐγχωρούντων, ὡς οἷός τε ἦν, βιάζεται καὶ φιλονεικεῖ, ζητῶν σκιὰν γοῦν τινα ἀπολογίας αὐτοῖς εὑρεῖν· καὶ οὐκ ἰσχύει, ὑπὸ τῆς τῶν πραγμάτων  νικώμενος   φύσεως. 


Μαρτυρῶ  γὰρ  αὐτοῖς,  φησὶν,  ὅτι  ζῆλον  Θεοῦ ἔχουσιν, ἀλλ' οὐ κατ' ἐπίγνωσιν. Οὐκοῦν συγγνώμης ταῦτα, οὐ κατηγορίας ἄξια. Εἰ μὴ γὰρ δι' ἄνθρωπόν εἰσιν ἀπεσχισμένοι, ἀλλὰ διὰ ζῆλον, ἐλεεῖσθαι μᾶλλον αὐτοὺς, ἢ κολάζεσθαι δίκαιον. Ἀλλ' ὅρα πῶς σοφῶς καὶ ἐχαρίσατο τῷ ῥήματι, καὶ ἔδειξεν αὐτῶν  τὴν  ἄκαιρον φιλονεικίαν.  Ἀγνοοῦντες  γὰρ, φησὶ, τὴν  τοῦ Θεοῦ δικαιοσύνην. Πάλιν τὸ ῥῆμα συγγνώμης· ἀλλὰ τὸ ἑξῆς κατηγορίας ἐπιτεταμένης, καὶ πᾶσαν  ἀναιρούσης  ἀπολογίαν.  Καὶ τὴν  ἰδίαν  γὰρ, φησὶ, δικαιοσύνην  ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι ἀπὸ φιλονεικίας  καὶ φιλαρχίας  μᾶλλον, ἢ ἐξ ἀγνοίας ἐπλανήθησαν, καὶ ὅτι οὐδ' αὐτὴν ταύτην τὴν δικαιοσύνην τὴν ἀπὸ τῶν νομίμων  ἔστησαν· τὸ γὰρ εἰπεῖν, Ζητοῦντες στῆσαι, τοῦτό ἐστιν ἐμφαίνοντος. Καὶ σαφῶς μὲν αὐτὸ οὐ τέθεικεν· οὐδὲ γὰρ εἶπεν, ὅτι ἑκατέρας τῆς δικαιοσύνης ἐξέπεσον· ᾐνίξατο δὲ αὐτὸ συνετῶς σφόδρα καὶ μετὰ τῆς προσηκούσης αὐτῷ σοφίας. Εἰ γὰρ ἐκείνην ἔτι ζητοῦσι στῆσαι, εὔδηλον ὅτι οὐκ ἔστησαν. Εἰ ταύτῃ  οὐχ  ὑπετάγησαν,  καὶ ταύτης  ἐξέπεσον. Ἰδίαν  δὲ δικαιοσύνην αὐτὴν καλεῖ, ἢ διὰ τὸ μηκέτι τὸν νόμον ἰσχύειν, ἢ διὰ τὸ πόνων εἶναι καὶ ἱδρώτων· ταύτην δὲ τοῦ Θεοῦ δικαιοσύνην τὴν ἐκ πίστεως, διὰ τὸ ὁλόκληρον αὐτὴν ἐκ τῆς ἄνωθεν εἶναι χάριτος, καὶ οὐχὶ πόνοις, ἀλλὰ Θεοῦ δικαιοῦσθαι δωρεᾷ. Ἀλλ' οἱ ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες,  φιλονεικοῦντες διὰ τοῦ νόμου δικαιωθῆναι,  οὐ προσῆλθον τῇ πίστει· μὴ προσελθόντες δὲ τῇ πίστει, μηδὲ λαβόντες τὴν ἐξ αὐτῆς δικαιοσύνην, καὶ ἀπὸ τοῦ νόμου μὴ δυνηθέντες  δικαιωθῆναι,  πάντοθεν  ἐξέπεσον. Τέλος  γὰρ  νόμου  Χριστὸς εἰς  δικαιοσύνην  παντὶ  τῷ  πιστεύοντι.  Ὅρα Παύλου σύνεσιν. Ἐπειδὴ γὰρ εἶπε δικαιοσύνην καὶ δικαιοσύνην, ἵνα μὴ δόξωσιν οἱ πιστεύσαντες  ἐξ Ἰουδαίων  τὴν  μὲν  ἔχειν,  τῆς  δὲ ἀπεστερῆσθαι, καὶ παρανομίας κρίνεσθαι· καὶ γὰρ καὶ τούτους οὐχ ἧττον  δεδοικέναι  ἐχρῆν ἔτι νεήλυδας  ὄντας· μηδὲ Ἰουδαῖοι πάλιν προσδοκήσωσιν αὐτὴν κατορθοῦν, καὶ εἴπωσιν, ὅτι Εἰ καὶ μὴ νῦν ἐπληρώσαμεν, ἀλλὰ πάντως πληρώσομεν· ὅρα τί κατασκευάζει. ∆είκνυσιν, ὅτι μία ἐστὶν  ἡ δικαιοσύνη, καὶ ἐκείνη  εἰς  ταύτην  ἀνακεφαλαιοῦται,  καὶ ὅτι  ὁ μὲν ταύτην  ἑλόμενος  τὴν  διὰ πίστεως,  κἀκείνην  ἐπλήρωσεν· ὁ δὲ ταύτην  ἀτιμάσας, κἀκείνης μετὰ ταύτης ἐξέπεσεν. Εἰ γὰρ τοῦ νόμου τέλος ὁ Χριστὸς, ὁ τὸν Χριστὸν οὐκ ἔχων,  κἂν  ἐκείνην  δοκῇ ἔχειν,  οὐκ ἔχει· ὁ δὲ τὸν  Χριστὸν ἔχων,  κἂν  μὴ ᾖ κατωρθωκὼς τὸν νόμον, τὸ πᾶν εἴληφε. Καὶ γὰρ τέλος ἰατρικῆς ὑγεία. Ὥσπερ οὖν ὁ δυνάμενος  ὑγιῆ  ποιεῖν,  κἂν  μὴ  τὴν  ἰατρικὴν  ἔχῃ,  τὸ  πᾶν  ἔχει·  ὁ  δὲ  μὴ  εἰδὼς θεραπεύειν, κἂν μετιέναι δοκῇ τὴν τέχνην, τοῦ παντὸς ἐξέπεσεν· οὕτω καὶ ἐπὶ τοῦ νόμου καὶ τῆς πίστεως, ὁ μὲν ταύτην ἔχων, καὶ τὸ ἐκείνου τέλος ἔχει· ὁ δὲ ταύτης ἔξω ὢν, ἀμφοτέρων ἐστὶν ἀλλότριος. Τί γὰρ ἐβούλετο ὁ νόμος; ∆ίκαιον ποιῆσαι τὸν ἄνθρωπον· ἀλλ' οὐκ ἴσχυσεν· οὐδεὶς γὰρ αὐτὸν ἐπλήρωσε. Τοῦτο οὖν τέλος ἦν τοῦ νόμου, καὶ εἰς τοῦτο πάντα ἔβλεπε, καὶ διὰ τοῦτο πάντα ἐγένετο, καὶ αἱ ἑορταὶ καὶ αἱ ἐντολαὶ καὶ αἱ θυσίαι καὶ τὸ λοιπὰ πάντα, ἵνα δικαιωθῇ ὁ ἄνθρωπος. Ἀλλὰ τοῦτο τὸ τέλος ἤνυσεν ὁ Χριστὸς μειζόνως διὰ τῆς πίστεως. Μὴ τοίνυν φοβηθῇς, φησὶν, ὡς τὸν νόμον παραβαίνων, ἐπειδὴ τῇ πίστει προσῆλθες· τότε γὰρ αὐτὸν παραβαίνεις, ὅτε δι' αὐτὸν τῷ Χριστῷ μὴ πιστεύσῃς· ὡς, ἂν πιστεύσῃς αὐτῷ, κἀκεῖνον ἐπλήρωσας, καὶ πολλῷ πλέον ἢ ἐκέλευσε· πολλῷ γὰρ μείζονα δικαιοσύνην ἔλαβες. Εἶτα ἐπειδὴ ταῦτα ἀπόφασις ἦν, ἀπὸ τῶν Γραφῶν πάλιν αὐτὰ πιστοῦται. Μωϋσῆς γράφει, φησὶ, τὴν ἐκ τοῦ νόμου δικαιοσύνην. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Μωϋσῆς δείκνυσιν ἡμῖν τὴν ἐκ τοῦ  νόμου  δικαιοσύνην,  ὁποία  τίς  ἐστι καὶ  ποταπή.  Ποία τοίνυν,  καὶ  πόθεν συνίσταται; Ἀπὸ τοῦ πληρωθῆναι τὰς ἐντολάς. Ὁ ποιήσας αὐτὰ, φησὶ, ζήσεται ἐν αὐτοῖς. Καὶ ἄλλως οὐκ ἔνι δίκαιον γενέσθαι ἐν νόμῳ, ἀλλ' ἢ πάντα πληρώσαντα· τοῦτο δὲ οὐδενὶ γέγονε δυνατόν. βʹ. Οὐκοῦν διαπέπτωκεν  ἡ δικαιοσύνη αὕτη. Ἀλλ' εἰπὲ καὶ τὴν ἑτέραν ἡμῖν, ὦ Παῦλε, δικαιοσύνην τὴν ἐκ τῆς χάριτος. Τίς οὖν ἐστιν αὕτη, καὶ πόθεν συνίσταται; Ἄκουσον αὐτοῦ σαφῶς αὐτὴν ὑπογράφοντος.  Ἐπειδὴ γὰρ ἐκείνην  ἤλεγξε, μεταβαίνει  λοιπὸν  ἐπὶ ταύτην,  καί φησιν· Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ'  ἔστι  Χριστὸν καταγαγεῖν·  ἢ  τίς  καταβήσεται  εἰς  τὴν  ἄβυσσον; τοῦτ'  ἔστι Χριστὸν ἐκ νεκρῶν  ἀναγαγεῖν.  Ἀλλὰ τί  λέγει;  Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν  τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ' ἔστι τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν, ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Ἵνα γὰρ μὴ λέγωσιν Ἰουδαῖοι· Πῶς εὗρον   μείζονα   δικαιοσύνην   οἱ   τὴν   ἐλάττω   μὴ   εὑρόντες;   λέγει   λογισμὸν ἀναντίῤῥητον, ὅτι κουφοτέρα αὕτη ἡ ὁδὸς ἐκείνης. Αὕτη μὲν γὰρ πλήρωσιν ἀπαιτεῖ πάντων· Ὅταν γὰρ ποιήσῃς πάντα, τότε ζήσεις· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὐ τοῦτο λέγει, ἀλλὰ τί; Ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ. Εἶτα, ἵνα μὴ δόξῃ πάλιν αὐτὴν εὐκαταφρόνητον ποιεῖν τῷ εὔκολον καὶ εὐτελῆ δεικνύναι, ὅρα πῶς πλατύνει τὸν λόγον τὸν περὶ αὐτῆς. Οὐ γὰρ εὐθέως ἐπὶ τοῦτο ἦλθεν, ὅπερ εἰρήκαμεν, ἀλλὰ τί φησιν; Ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ' ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ' ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. Ὥσπερ γὰρ τῇ ἀρετῇ διὰ τῶν ἔργων  ἀνθίσταται  ῥᾳθυμία  καὶ  ἔκλυσις, τοὺς  πόνους  ἐκλύουσα, καὶ  δεῖ  σφόδρα ἀγρυπνούσης ψυχῆς, ὥστε μὴ εἴκειν· οὕτω καὶ ὅταν πιστεῦσαι δέοι, εἰσὶ λογισμοὶ θορυβοῦντες καὶ λυμαινόμενοι  τὴν  τῶν  πολλῶν  διάνοιαν,  καὶ δεῖ νεανικωτέρας ψυχῆς, ὥστε αὐτοὺς διακρούσασθαι. ∆ιὰ δὴ τοῦτο καὶ αὐτοὺς τούτους εἰς μέσον ἄγει· καὶ ὅπερ ἐπὶ τοῦ Ἀβραὰμ ἐποίησε, τοῦτο καὶ ἐνταῦθα ποιεῖ. Καὶ γὰρ ἐκεῖ δείξας αὐτὸν ἀπὸ  πίστεως  δικαιωθέντα,   ἵνα  μὴ  δόξῃ  μάτην  καὶ  εἰκῆ  τοσοῦτον  εἰληφέναι στέφανον, ὡς οὐδὲν τοῦ πράγματος ὄντος, ἐπαίρων τὴν τῆς πίστεως φύσιν, φησίν· Ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε μὲν τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον,  καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας· εἰς δὲ τὴν ἐπαγγελίαν  τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ Θεῷ, καὶ πληροφορηθεὶς, ὅτι ὃ ἐπήγγελται, δυνατός ἐστι καὶ ποιῆσαι. Καὶ ἔδειξεν, ὅτι καὶ δυνάμεως χρεία καὶ ψυχῆς ὑψηλῆς  τὰ ὑπὲρ ἐλπίδα δεχομένης, καὶ μὴ προσπταιούσης τοῖς ὁρωμένοις. Τοῦτο τοίνυν καὶ ἐνταῦθα ποιεῖ, καὶ δείκνυσιν ὅτι φιλοσόφου διανοίας χρεία καὶ γνώμης οὐρανομήκους τινὸς καὶ μεγάλης. Καὶ οὐκ εἶπε, Μὴ εἴπῃς, ἁπλῶς, ἀλλὰ, Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· τουτέστι, Μηδὲ ἐννοήσῃς ἀμφιβάλλειν  καὶ εἰπεῖν κατὰ σεαυτόν· Καὶ πῶς τοῦτο δυνατόν; Ὁρᾷς, ὅτι τοῦτο μάλιστα πίστεως ἴδιον, καὶ τὴν κάτω πᾶσαν ἀκολουθίαν ἀφέντας τὸ ὑπὲρ φύσιν ἐπιζητεῖν, καὶ λογισμῶν ἀσθένειαν ἐκβάλλοντας, ἀπὸ τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ἅπαντα παραδέχεσθαι; Καίτοι γε οὐ ταῦτα ἔλεγον Ἰουδαῖοι μόνον, ἀλλ' ὅτι οὐ δυνατὸν ἐκ πίστεως δικαιωθῆναι.  Ἀλλ' αὐτὸς ἐφ' ἕτερον αὐτὸ ἄγει τὸ γεγενημένον, ἵνα, ὅταν δείξῃ μέγα οὕτως ὂν, ὡς καὶ μετὰ  τὸ  γεγενῆσθαι  πίστεως  αὐτὸ  δεῖσθαι, δικαίως  δόξῃ τούτοις  τὸν  στέφανον πλέκειν. Καὶ κέχρηται ῥήμασι τοῖς ἐν τῇ Παλαιᾷ κειμένοις, σπουδάζων ἀεὶ τὰ τῆς καινοτομίας καὶ τῆς πρὸς ἐκείνην μάχης ἐγκλήματα διαφεύγειν.  Τοῦτο γὰρ, ὃ περὶ πίστεως ἐνταῦθά φησι, περὶ τῆς ἐντολῆς αὐτοῖς λέγει Μωϋσῆς, δεικνὺς ὅτι πολλῆς ἀπήλαυσαν παρὰ τοῦ Θεοῦ τῆς εὐεργεσίας. Οὐ γὰρ ἔστιν εἰπεῖν, φησὶν, ὅτι εἰς τὸν οὐρανὸν ἀναβῆναι  δεῖ καὶ πέλαγος  διαβῆναι  μέγα, καὶ τότε λαβεῖν  τὰς ἐντολάς· ἀλλὰ  τὰ οὕτω μεγάλα καὶ ὑπέρογκα, εὔκολα ἡμῖν  ἐποίησεν ὁ Θεός. Τί δέ ἐστιν, Ἐγγύς σου τὸ ῥῆμά ἐστι; Τουτέστιν, εὔκολόν ἐστιν· ἐν γὰρ τῇ διανοίᾳ σου καὶ τῇ γλώσσῃ ἡ σωτηρία. Οὐ μακρὰν ὁδὸν βαδίσαντας, οὐδὲ πέλαγος πλεύσαντας, οὐδὲ ὄρη παρελθόντας, οὕτω δεῖ σωθῆναι· ἀλλ' εἰ μηδὲ αὐτὸν βουληθῇς ὑπερβῆναι τὸν οὐδὸν, ἔξεστί σοι καὶ οἴκοι καθημένῳ  σωθῆναι· ἐν γὰρ τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ ἐστὶ τῆς σωτηρίας ἡ ἀφορμή. Εἶτα καὶ ἑτέρωθεν  εὔκολον  ποιῶν  τὸν  τῆς πίστεως  λόγον,  φησὶν,  ὅτι  Ὁ Θεὸς αὐτὸν  ἤγειρεν  ἐκ νεκρῶν.  Ἐννόησον γὰρ τὸ ἀξίωμα τοῦ ποιήσαντος, καὶ οὐκέτι ὄψεις δυσκολίαν οὐδεμίαν ἐν τῷ πράγματι. Οὐκοῦν, ὅτι  μὲν  οὖν  Κύριος, ἐκ  τῆς  ἀναστάσεως  δῆλον·  ὃ  καὶ  ἀρχόμενος  τῆς Ἐπιστολῆς ἔλεγε· Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐξ ἀναστάσεως νεκρῶν· ὅτι δὲ καὶ ἡ ἀνάστασις εὔκολος, ἐκ τῆς τοῦ ποιήσαντος  ἰσχύος ἀποδέδεικται  καὶ τοῖς σφόδρα διαπιστοῦσιν. Ὅταν οὖν καὶ μείζων ἡ δικαιοσύνη καὶ κούφη καὶ εὐπαράδεκτος, καὶ ἄλλως δικαιωθῆναι  μὴ ᾖ· οὐκ ἐσχάτης φιλονεικίας  τὸ τοῖς ἀδυνάτοις ἐπιχειρεῖν, τὰ εὔκολα ἀφέντας  καὶ ῥᾴδια; Οὐ γὰρ ἔχοιεν  ἂν εἰπεῖν, ὅτι ὡς φορτικὸν  τὸ πρᾶγμα παρῃτήσαντο. γʹ. Εἶδες πῶς πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης; Ποίας γὰρ ἂν εἶεν ἀπολογίας ἄξιοι, τὸ μὲν φορτικώτερον ἑλόμενοι καὶ ἀνήνυτον, παραδραμόντες δὲ τὸ κοῦφον καὶ δυνάμενον αὐτοὺς σῶσαι, κἀκεῖνα παρασχεῖν, ἅπερ ὁ νόμος οὐκ ἴσχυσε; Ταῦτα γὰρ οὐδὲν ἕτερον, ἀλλ' ἢ φιλονεικούσης  γνώμης  ἐστὶ μόνον, καὶ πρὸς τὸν Θεὸν στασιαζούσης. Ὁ μὲν γὰρ νόμος ἐπαχθὴς, ἡ δὲ χάρις ῥᾳδία· ὁ νόμος, κἂν μυρία φιλονεικήσωσιν, οὐ σώζει· ἡ χάρις καὶ τὴν ἐξ ἑαυτῆς καὶ τὴν ἐκ τοῦ νόμου παρέχει δικαιοσύνην. Τίς οὖν αὐτοὺς ἐξαιρήσεται λόγος, πρὸς μὲν ταύτην φιλονείκως διακειμένους, ἐκείνου δὲ ἀντεχομένους  εἰκῆ καὶ μάτην; Εἶτα, ἐπειδὴ μέγα εἴρηκε, πάλιν ἀπὸ τῆς Γραφῆς αὐτὸ πιστοῦται. Λέγει γὰρ ἡ Γραφὴ, φησί· Πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται. Οὐ γάρ ἐστι διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὁ γὰρ αὐτὸς  Κύριος πάντων,  πλουτῶν  εἰς  πάντα  καὶ ἐπὶ  πάντας  τοὺς  ἐπικαλουμένους αὐτόν. Πᾶς γὰρ, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Εἶδες πῶς καὶ τῆς πίστεως  καὶ  τῆς  ὁμολογίας  παράγει  μαρτυρίας;  Τὸ μὲν  γὰρ  εἰπεῖν,  ὅτι  Πᾶς ὁ πιστεύων, τὴν πίστιν ἐδήλωσε· τὸ δὲ εἰπεῖν, Ὃς ἂν ἐπικαλέσηται, τὴν ὁμολογίαν ἐνέφηνεν.  Εἶτα πάλιν τὸ κοινὸν τῆς χάριτος ἀνακηρύττων, καὶ τὸ ἐκείνων φύσημα καταστέλλων, ἃ διὰ πολλῶν ἔμπροσθεν ἀπέδειξε, ταῦτα ἐν βραχέσιν ἀναμιμνήσκει, πάλιν δεικνὺς, ὅτι οὐδὲν τὸ μέσον τοῦ Ἰουδαίου καὶ τοῦ ἀκροβύστου. Οὐ γάρ ἐστι διαστολὴ, φησὶν, Ἰουδαίου τε καὶ Ἕλληνος. Καὶ ὃ περὶ τοῦ Πατρὸς εἴρηκεν ἐν τῇ περὶ  τούτου  ἀποδείξει,  τοῦτο  καὶ  ἐνταῦθα  περὶ  τοῦ  Χριστοῦ λέγει.  Ὥσπερ γὰρ ἔμπροσθεν αὐτὸ κατασκευάζων ἔλεγεν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν, ἐπείπερ καὶ εἷς ὁ Θεός· οὕτω καὶ ἐνταῦθά φησιν· Ὁ γὰρ αὐτὸς Κύριος πάντων, πλουτῶν εἰς πάντα καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ὁρᾷς πῶς
δείκνυσιν αὐτὸν σφοδρῶς ἐφιέμενον ἡμῶν τῆς σωτηρίας; εἴ γε καὶ πλοῦτον οἰκεῖον ἡγεῖται ταύτην· ὥστε μηδὲ νῦν αὐτοὺς ἀπογνῶναι  μηδὲ νομίσαι, εἴ γε βουληθεῖεν μετανοῆσαι, ἀσυγγνώστους εἶναι. Ὁ γὰρ πλοῦτον οἰκεῖον ἡγούμενος τὸ σώζειν ἡμᾶς, οὐ παύσεται πλουτῶν· ἐπεὶ καὶ τοῦτο πλοῦτος τὸ εἰς πάντας ἐκχεῖσθαι τὴν δωρεάν. Ἐπειδὴ γὰρ καὶ τοῦτο μάλιστα αὐτοὺς ἐθορύβει, τὸ προεδρίας ἀπολαύοντας ὑπὲρ τὴν οἰκουμένην ἅπασαν, νῦν ἐκ τῆς πίστεως ἀπὸ τῶν θρόνων καταβιβάζεσθαι ἐκείνων, καὶ  μηδὲν  πλέον  τῶν  λοιπῶν   ἔχειν·  συνεχῶς  τοὺς  προφήτας  εἰσάγει  ταύτην ἐπᾴδοντας αὐτοῖς τὴν ἰσοτιμίαν. Πᾶς γὰρ ὁ πιστεύων, φησὶν, ἐπ' αὐτῷ, οὐ καταισχυνθήσεται· καὶ, Πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται. Καὶ πανταχοῦ τὸ Πᾶς τέθειται, ἵνα μὴ ἀντιλέγωσιν. Ἀλλ' οὐδὲν κενοδοξίας χεῖρον· αὕτη γὰρ, αὕτη μάλιστα πάντων  αὐτοὺς ἀπώλεσε. ∆ιὸ καὶ ὁ Χριστὸς αὐτοῖς ἔλεγε· Πῶς δύνασθε πιστεύειν, δόξαν παρ' ἀλλήλων  λαμβάνοντες, καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Αὕτη μετὰ τῆς ἀπωλείας πολὺν καὶ τὸν γέλωτα ἐπάγει, καὶ πρὸ τῆς κολάσεως τῆς ἐκεῖ, μυρίοις ἐνταῦθα περιβάλλει δεινοῖς. Καὶ εἰ δοκεῖ, ἵνα τοῦτο μάθῃς, τοὺς οὐρανοὺς ἀφέντες τέως, ὧν ἡμᾶς ἐξάγει, καὶ τὴν γέενναν, εἰς ἣν ἐμβάλλει, τὸ πρᾶγμα ἐντεῦθεν ἐξετάσωμεν ἅπαν. Τί τοίνυν ταύτης δαπανηρότερον; Τί δὲ αἰσχρότερον γένοιτ' ἂν καὶ δυσκολώτερον; Ὅτι μὲν γὰρ δαπανηρὸν τὸ νόσημα τοῦτο, δῆλον ἐκ τῶν ἀναλισκόντων εἰκῆ καὶ μάτην ἐν θεάτροις καὶ ἱπποδρομίαις καὶ ἄλλαις  τοιαύταις  ἀκαίροις  φιλοτιμίαις·  ἐκ  τῶν  τὰς  οἰκίας  οἰκοδομούντων   τὰς λαμπρὰς καὶ πολυτελεῖς,  καὶ τὰ ἄλλα πάντα τὰ εἰς περιουσίαν κατασκευαζόντων ἀνόνητον,  ἅπερ οὐκ ἔστιν  ἐπελθεῖν  τῷ  λόγῳ  νῦν.  Ὅτι δὲ δαπανηρὸν  ὄντα  καὶ πολυτελῆ τὸν οὕτω νοσοῦντα, καὶ ἅρπαγα καὶ πλεονέκτην εἶναι ἀνάγκη, παντί που δῆλον. Ἵνα γὰρ ἔχῃ τῷ θηρίῳ παρέχειν  τροφὴν,  εἰς τὴν τῶν  ἄλλων  οὐσίαν τὰς ἑαυτοῦ ῥίπτει χεῖρας. Καὶ τί λέγω τὰς οὐσίας; Οὐδὲ γὰρ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὰς κατεσθίει τουτὶ τὸ πῦρ, καὶ οὐ τὸν παρόντα μόνον, ἀλλὰ καὶ τὸν μέλλοντα ἐργάζεται θάνατον.  Μήτηρ γὰρ γεέννης  κενοδοξία, καὶ τὸ πῦρ ἀνάπτει  σφοδρῶς ἐκεῖνο,  καὶ  τὸν  σκώληκα  τὸν  ἰοβόλον.  Ἴδοι  δ'  ἄν  τις  αὐτὴν  καὶ  ἐν  νεκροῖς κρατοῦσαν, οὗ τί χεῖρον γένοιτ' ἄν; Τὰ μὲν γὰρ ἄλλα πάντα πάθη καταλύεται  τῷ θανάτῳ·   αὕτη   δὲ   καὶ   μετὰ   τελευτὴν   βιάζεται,   καὶ   φιλονεικεῖ    τὴν   αὐτῆς ἐπιδείκνυσθαι φύσιν ἐν τῷ τεθνηκότι σώματι. Ὅταν γὰρ σήματα λαμπρὰ καὶ πᾶσαν αὐτῶν  ἀναλίσκοντα  τὴν οὐσίαν ἐπισκήπτωσι τελευτῶντες  αὑτοῖς ἀνιστᾷν, καὶ ἐν ταφῇ ἀσωτίαν πολλὴν σπουδάζωσι προαποτίθεσθαι, καὶ ζῶντες μὲν ὑπὲρ ὀβολοῦ καὶ ἄρτου ἑνὸς ὑβρίζωσι τοὺς προσιόντας πένητας, τελευτῶντες  δὲ δαψιλῆ τῷ σκώληκι παρέχωσι τράπεζαν, ποίαν ἑτέραν ζητεῖς ὑπερβολὴν τῆς τοῦ νοσήματος τυραννίδος; Ἀπὸ τούτου καὶ ἔρωτες ἄτοποι τίκτονται τοῦ  δεινοῦ· πολλοὺς γὰρ οὐχ ἡ τῆς ὄψεως ὥρα, οὐδὲ ἡ τῆς μίξεως ἐπιθυμία, ἀλλὰ τὸ βούλεσθαι καυχᾶσθαι, ὅτι Τὴν δεῖνα  ὑπεσκέλισα, καὶ εἰς μοιχείαν  ἐνέβαλον.  δʹ. Καὶ τί δεῖ τὰ ἄλλα  λέγειν,  ὅσα ἐντεῦθεν  βλαστάνει κακά; Μυρίων γὰρ ἂν ἑλοίμην  γενέσθαι βαρβάρων δοῦλος, ἢ κενοδοξίας ἅπαξ· οὐδὲ γὰρ ἐπιτάττουσιν ἐκεῖνοι τοιαῦτα τοῖς αἰχμαλώτοις, οἷα αὕτη κελεύει τοῖς ὑπηκόοις. Πάντων γὰρ ἔσο δοῦλος, φησὶ, κἂν λαμπρότεροί σου, κἂν εὐτελέστεροι  τύχωσιν  ὄντες· καταφρόνει  ψυχῆς,  ἀμέλησον  ἀρετῆς, καταγέλασον ἐλευθερίας,  κατάθυσόν  σου  τὴν  σωτηρίαν·  κἂν  ἀγαθόν  τι  ποιήσῃς,  μὴ  πρὸς ἀρέσκειαν τοῦ Θεοῦ, ἀλλὰ πρὸς ἐπίδειξιν τῶν πολλῶν, ἵνα ἀπολέσῃς τὸν ἐπὶ τούτοις στέφανον· κἂν ἐλεῇς, κἂν νηστεύῃς, τὸν μὲν πόνον ὑπόστηθι, τὸ δὲ κέρδος ἀπολέσαι σπούδασον.  Τί  τούτων  τῶν  ἐπιταγμάτων   ὠμότερον  γένοιτ'  ἄν;  Ἐντεῦθεν  καὶ βασκανία τὴν ἀρχὴν ἔχει, ἐντεῦθεν καὶ ἀπόνοια, ἐντεῦθεν καὶ ἡ μήτηρ τῶν κακῶν ἡ φιλαργυρία.  Ὁ γὰρ ἐσμὸς τῶν  οἰκετῶν,  καὶ οἱ χρυσοφοροῦντες  βάρβαροι, καὶ οἱ παράσιτοι, καὶ οἱ κόλακες, καὶ τὰ ἀργυρένδετα ὀχήματα, καὶ τὰ ἄλλα τὰ τούτων καταγελαστότερα, οὐχ ἡδονῆς ἕνεκεν οὐδὲ χρείας τινὸς γίνεται, ἀλλ' ἢ κενοδοξίας μόνης. Ναὶ, φησίν· ἀλλ' ὅτι μὲν κακὸν τουτὶ τὸ πάθος, παντί που δῆλόν ἐστι· πῶς δ' ἂν αὐτὸ διαφύγοιμεν, τοῦτο εἰπεῖν χρή. Μάλιστα μὲν, ἂν πείσῃς σαυτὸν καλῶς, ὅτι χαλεπὸν  τουτὶ  τὸ  νόσημα, ἀρχὴν  λήψῃ  διορθώσεως  ἀρίστην· ἐπεὶ  καὶ  ὁ νοσῶν ταχέως ἐπιζητήσει τὸν ἰατρὸν, ἂν τοῦτο μάθῃ πρὸ τῶν ἄλλων, ὅτι νοσεῖ. Εἰ δὲ καὶ ἑτέραν ἐπιζητεῖς ὁδὸν τῆς ἐντεῦθεν φυγῆς, ὅρα πρὸς τὸν Θεὸν διηνεκῶς, καὶ ἀρκοῦ τῇ παρ' αὐτοῦ δόξῃ. Κἂν ἴδῃς τὸ πάθος γαργαλίζον  σε καὶ διεγεῖρον  εἰπεῖν  τοῖς συνδούλοις  τὰ  κατωρθωμένα  σοι, λογισάμενος  πάλιν,  ὅτι  μετὰ  τὸ  εἰπεῖν  οὐδὲν γίνεται  κέρδος, σβέσον τὴν ἄτοπον ἐπιθυμίαν, καὶ πρὸς τὴν ψυχήν  σου εἰπέ· Ἰδοὺ τοσοῦτον ὠδῖνες  χρόνον  εἰπεῖν  σου τὰ κατορθώματα,  καὶ οὐκ ἐκαρτέρησας σιγῇ κατασχεῖν, ἀλλ' εἰς πάντας ἐξήνεγκας· τί οὖν σοι πλέον γέγονεν  ἐντεῦθεν; Πλέον μὲν οὐδὲν, ζημία δὲ ἐσχάτη, καὶ τὸ κενῶσαι ἅπαντα τὰ μετὰ πολλοῦ συλλεγέντα πόνου. Μετὰ δὲ τοῦτο κἀκεῖνο ἐννόησον, ὅτι διεφθαρμένη τῶν πολλῶν ἡ ψῆφος καὶ ἡ κρίσις ἐστὶ, καὶ οὐ διεφθαρμένη μόνον, ἀλλ' ὅτι καὶ ταχέως μαραίνεται. Κἂν γὰρ πρὸς ὥραν θαυμάσωσι, τοῦ καιροῦ παρελθόντος, πάντων  εἰσὶν ἐπιλελησμένοι καὶ τὸν  παρὰ τοῦ Θεοῦ σοι δεδομένον  στέφανον  ἥρπασαν, καὶ τὸν  παρ' ἑαυτῶν  οὐκ ἴσχυσάν σοι διατηρῆσαι. Καίτοι καὶ εἰ οὗτος ἔμενε, πολλῆς ἀθλιότητος  ἦν ἐκείνου τοῦτον ἀλλάξασθαι· ὅταν δὲ καὶ οὗτος διαῤῥέῃ, ποίαν ἕξομεν ἀπολογίαν, ὑπὲρ τοῦ μὴ μένοντος  τὸν  μένοντα  προδιδόντες,  ὑπὲρ τῆς τῶν  ὀλίγων  εὐφημίας  τοσαῦτα ἀπολλύντες  ἀγαθά; Καίτοι εἰ καὶ πολλοὶ οἱ ἐπαινοῦντες  εἶεν, καὶ οὗτοι τοῦ ταλανίζεσθαι ἄξιοι, καὶ τότε μᾶλλον, ὅταν πλείους οἱ τοῦτο ποιοῦντες ὦσιν. Εἰ δὲ θαυμάζεις τὸ εἰρημένον, ἄκουσον τοῦ Χριστοῦ ταῦτα ψηφιζομένου· Οὐαὶ γὰρ ὑμῖν, φησὶν, ὅταν  καλῶς  ὑμᾶς εἴπωσι  πάντες  οἱ ἄνθρωποι.  Καὶ μάλα εἰκότως.  Εἰ γὰρ ἑκάστης τέχνης τοὺς δημιουργοὺς δεῖ ζητεῖν κριτὰς, πῶς τῆς ἀρετῆς τὴν δοκιμασίαν τοῖς πολλοῖς ἐπιτρέπεις, ἀλλ' οὐχὶ πρὸ πάντων  ἐκείνῳ τῷ μάλιστα πάντων  εἰδότι, καὶ συγκροτῆσαι καὶ στεφανῶσαι δυναμένῳ; Τοῦτο τοίνυν τὸ ῥῆμα ἐγγράψωμεν καὶ τοίχοις καὶ θύραις καὶ διανοίᾳ, καὶ συνεχῶς λέγωμεν πρὸς ἑαυτούς· Οὐαὶ ἡμῖν, ὅταν καλῶς εἴπωσιν ἡμᾶς πάντες οἱ ἄνθρωποι. Καὶ γὰρ καὶ αὐτοὶ οἱ λέγοντες, ὕστερον διαβάλλουσιν  ὡς  κενόδοξον  καὶ φιλότιμον  καὶ ἐρῶντα  τῆς  παρ' αὐτῶν εὐφημίας. Ἀλλ' οὐχ ὁ Θεὸς οὕτως, ἀλλ' ὅταν ἴδῃ σε ἐρῶντα τῆς παρ' αὐτοῦ δόξης, τότε σε μάλιστα ἐπαινέσεται καὶ θαυμάσεται καὶ ἀνακηρύξει. Ὁ δὲ ἄνθρωπος οὐχ οὕτως, ἀλλὰ λαβών σε δοῦλον ἀντ' ἐλευθέρου, καὶ διὰ ψιλοῦ ῥήματος πολλάκις σοι χαρισάμενος  ἔπαινον  ψευδῆ. ἥρπασεν ἀπὸ σοῦ μισθὸν ἀληθῆ,  καὶ ἀργυρωνήτου μᾶλλον ὑπέταξεν. Ἐκείνους μὲν γὰρ μετὰ τὰ ἐπιτάγματα  ἔχουσιν ὑπακούοντας οἱ δεσπόται, σὺ δὲ καὶ χωρὶς ἐπιταγμάτων  δουλεύεις. Οὐδὲ γὰρ ἀναμένεις ἀκοῦσαί τι παρ' αὐτῶν, ἀλλ' ἂν γνῷς  μόνον δι' ὧν αὐτοῖς χαριῇ, οὐδὲ ἐπιταττόντων  αὐτῶν πάντα ποιεῖς. Πόσης οὖν οὐκ ἂν εἴημεν ἄξιοι γεέννης τοὺς μὲν μοχθηροὺς τέρποντες, καὶ πρὶν ἐπιτάξουσι θεραπεύοντες, τοῦ δὲ Θεοῦ καθ' ἑκάστην ἡμέραν ἐγκελευομένου καὶ παραινοῦντος,  μηδὲ οὕτως  ἀκούοντες; Καίτοι γε εἰ δόξης καὶ ἐπαίνων  ἐρᾷς, φεῦγε  τὸν  παρ' ἀνθρώπων  ἔπαινον,  καὶ  τότε  ἐπιτεύξῃ  δόξης· ἀποστράφηθι  τὰς εὐφημίας,  καὶ  τότε  μυρίων  ἀπολαύσεις  τῶν  ἐπαίνων   καὶ  παρὰ  Θεῷ, καὶ  παρ' ἀνθρώποις. Οὐδένα γὰρ οὕτω δοξάζειν εἰώθαμεν ὡς τὸν ὑπερορῶντα δόξης, οὐδὲ ἐπαινεῖν καὶ θαυμάζειν ὡς τὸν καταφρονοῦντα τοῦ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι· εἰ δὲ ἡμεῖς, πολλῷ μᾶλλον ὁ τῶν ὅλων Θεός. Ὅταν δὲ ἐκεῖνός σε δοξάζῃ καὶ ἐπαινῇ, τίς  σου μακαριστότερος γένοιτ'  ἄν;  Καὶ γὰρ  ὅσον  δόξης  καὶ  ἀτιμίας  τὸ  μέσον, τοσοῦτον τῆς ἄνωθεν δόξης πρὸς τὴν ἀνθρωπίνην  τὸ διάφορον· μᾶλλον δὲ πολλῷ πλέον  καὶ ἄπειρον. Εἰ γὰρ καὶ μηδενὶ  παραβαλλομένη  αὕτη αἰσχρά τίς  ἐστι καὶ δυσειδὴς, ὅταν καὶ πρὸς ἑτέραν αὐτὴν ἀντεξετάζωμεν, ἐννόησον ὅσον φανεῖται  τὸ αἶσχος. Καθάπερ γὰρ ἑταιριζομένη γυνὴ καὶ ἐπὶ τοῦ στέγους ἑστῶσα πᾶσαν ἑαυτὴν ἐκδίδωσιν, οὕτω καὶ οἱ κενοδοξίας δοῦλοι· μᾶλλον δὲ καὶ ἐκείνης αἰσχίους οὗτοι.
Ἐκεῖναι μὲν γὰρ πολλαχοῦ  κατεφρόνησάν  τινων  ἐρασθέντων αὐτῶν· σὺ δὲ ἅπασι σαυτὸν προὔθηκας, καὶ δραπέταις καὶ λῃσταῖς καὶ βαλαντιοτόμοις. Ἀπὸ γὰρ τούτων καὶ τῶν  τοιούτων  τὰ ἐπαινοῦντα  ὑμᾶς συνέστηκε θέατρα· καὶ οὓς καθ' ἑαυτοὺς ὄντας οὐδενὸς ἀξίους εἶναι  νομίζεις, τούτους συλλεγέντας  τῆς σεαυτοῦ προτιμᾷς σωτηρίας, καὶ πάντων  ἐκείνων  ἀτιμότερον  σαυτὸν ἀποφαίνεις.  εʹ. Πῶς γὰρ οὐκ ἀτιμότερος ὁ τῆς παρ' ἐκείνων δεόμενος εὐφημίας, καὶ μὴ νομίζων ἀρκεῖν σεαυτῷ, εἰ μὴ τὴν παρ' ἑτέρων δόξαν λάβοις; Οὐκ ἐννοεῖς, εἰπέ μοι, μετὰ τῶν εἰρημένων, ὅτι περίβλεπτος μὲν ὢν καὶ πᾶσι κατάδηλος, ἂν ἁμάρτῃς, μυρίους ἔχεις κατηγόρους· ἄγνωστος δὲ, κἂν ἐν ἀσφαλείᾳ μενεῖς; Ναὶ, φησίν· ἀλλὰ καὶ κατορθῶν μυρίους ἔχω τοὺς θαυμαστάς. Τοῦτο γάρ ἐστι τὸ δεινὸν, ὅτι οὐ μόνον ἁμαρτάνοντά σε, ἀλλὰ καὶ κατορθοῦντα βλάπτει τῆς κενοδοξίας ἡ νόσος, τότε μὲν μυρίους ὑποσκελίζουσα, νῦν πάντα σου κενοῦσα τὸν μισθόν. ∆εινὸν μὲν οὖν, καὶ πάσης ἀτιμίας ἀνάμεστον, τὸ καὶ ἐν πολιτικοῖς πράγμασι δόξης ἐρᾷν· ὅταν δὲ καὶ ἐν τοῖς πνευματικοῖς τὸ αὐτὸ τοῦτο πάσχῃς, τίς λείπεταί σοι συγγνώμη λοιπὸν, μηδὲ τοσαύτην βουλομένῳ παρασχεῖν τῷ Θεῷ τιμὴν,  ὅσην  αὐτὸς  παρὰ  τῶν  οἰκετῶν  ἔχεις;  καὶ  γὰρ  ὁ  δοῦλος  πρὸς  τοὺς ὀφθαλμοὺς  ὁρᾷ τοῦ  δεσπότου, καὶ  ὁ μισθωτὸς  πρὸς τὸν  τοῦ  ἔργου  κύριον  τὸν μέλλοντα   ἀποδιδόναι   μισθοὺς,  καὶ  ὁ  μαθητὴς   πρὸς  τὸν   διδάσκαλον·  σὺ  δὲ τοὐναντίον  ἅπαν, τὸν μισθωσάμενόν σε Θεὸν ἀφεὶς καὶ τὸν ∆εσπότην, πρὸς τοὺς ὁμοδούλους βλέπεις, καὶ ταῦτα εἰδὼς, ὅτι ὁ μὲν Θεὸς μέμνηται καὶ εἰς τὰ μετὰ ταῦτα τῶν  σῶν  κατορθωμάτων,  ἄνθρωπος  δὲ  εἰς  τὸ  παρόν· καὶ  ἐν  οὐρανῷ  τὸ θέατρον ἔχων  καθήμενον, τοὺς ἐπὶ γῆς θεατὰς συνάγεις. Καὶ ὁ μὲν ἀθλητὴς ἔνθα ἀγωνίζεται, ἐκεῖ βούλεται εὐδοκιμεῖν· σὺ δὲ ἀγωνιζόμενος ἄνω, κάτω στεφανοῦσθαι σπουδάζεις. Καὶ τί ταύτης χεῖρον γένοιτ' ἂν τῆς ἀνοίας; Ἴδωμεν δὲ, εἰ δοκεῖ, καὶ τοὺς στεφάνους· ὁ μὲν γὰρ ἐξ ἀπονοίας σύγκειται, ὁ δὲ ἐκ τῆς πρὸς ἕτερον βασκανίας, ὁ δὲ ἐξ εἰρωνείας καὶ κολακείας, ὁ δὲ ἀπὸ χρημάτων, ὁ δὲ ἀπὸ δουλοπρεποῦς διανοίας. Καὶ καθάπερ τὰ παιδία τὰ παίζοντα χόρτου στέφανον ἐπιτιθέασιν ἀλλήλοις, καὶ τοῦ στεφανωθέντος  οὐκ εἰδότος καταγελῶσιν  ὄπισθεν πολλάκις· οὕτω δὴ καὶ νῦν  οἱ ἐγκωμιάζοντές σε, καθ' ἑαυτοὺς πολλάκις ἐχλεύασαν, τὸν χόρτον ἡμῖν ἐπιτιθέντες· καὶ εἴθε χόρτον μόνον·  νυνὶ  δὲ καὶ πολλῆς  γέμει βλάβης ὁ στέφανος, καὶ πάντα ἡμῶν  ἀπόλλυσι τὰ κατορθώματα. Ἐννοήσας τοίνυν  αὐτοῦ τὸ εὐτελὲς, φεῦγε τὴν ζημίαν. Πόσους γὰρ εἶναι βούλει σου τοὺς ἐπαινέτας; ἑκατὸν, ἢ δὶς τοσούτους καὶ τρὶς καὶ τετράκις; μᾶλλον δὲ, εἰ βούλει, τίθει δεκάκις τοσούτους καὶ εἰκοσάκις, καὶ ἔστωσαν δισχίλιοι καὶ τετρακισχίλιοι· εἰ δὲ βούλει, καὶ μυρίοι οἱ κροτοῦντες· ἀλλ' οὐδὲν  οὗτοι  κολοιῶν  κραζόντων  διαφέρουσι·  μᾶλλον  δὲ,  ἂν  ἐννοήσῃς  τὸ  τῶν ἀγγέλων θέατρον, καὶ σκωλήκων οὗτοι φανοῦνται εὐτελέστεροι, καὶ ἀράχνης ἀσθενεστέρα αὐτῶν  ἡ εὐφημία, καὶ καπνῶν  καὶ ὀνειράτων.  Ἄκουσον γοῦν πῶς ὁ Παῦλος ὁ ταῦτα  διεσκεμμένος ἀκριβῶς,  οὐ  μόνον  αὐτὰ  οὐκ  ἐπιζητεῖ,  ἀλλὰ  καὶ ἀπεύχεται, λέγων· Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Χριστοῦ. Ταύτην τοίνυν καὶ σὺ ζήλωσον τὴν καύχησιν, ἵνα μὴ παροξύνῃς τὸν ∆εσπότην. Καὶ γὰρ εἰς τὸν Θεὸν ὑβρίζεις, τοῦτο ποιῶν, οὐχὶ σεαυτὸν μόνον. Οὐδὲ γὰρ εἰ ζωγράφος ὢν  μαθητήν  τινα  εἶχες,  εἶτα  ἐκεῖνος  ἀφεὶς  ἐπιδείξασθαί σοι τὰ τῆς  τέχνης,  τὸν πίνακα ἔξω προτιθεὶς τοῖς παρατηροῦσιν ἁπλῶς, πράως ἂν ἤνεγκας. Εἰ δὲ ἐπὶ τῶν ὁμοδούλων  τοῦτο ὕβρις, πολλῷ μᾶλλον  ἐπὶ τοῦ ∆εσπότου. Εἰ δὲ ἑτέρωθεν βούλει μαθεῖν τοῦ πράγματος καταφρονεῖν,  ὑψηλὸς γενοῦ τῇ διανοίᾳ, καταγέλασον τῶν ὁρωμένων, αὔξησον τῆς ἀληθοῦς δόξης τὸν ἔρωτα, ἐμπλήσθητι φρονήματος πνευματικοῦ,  εἰπὲ  πρὸς τὴν  ψυχὴν,  ὡς  Παῦλος εἶπεν·  Οὐκ οἶδας,  ὅτι  ἀγγέλους κρινοῦμεν; καὶ ἀναστήσας αὐτὴν ἐντεῦθεν, ἐπιτίμησον λοιπὸν καὶ εἰπέ· Ἡ ἀγγέλους κρινοῦσα, ὑπὸ καθαρμάτων κρίνεσθαι βούλει, καὶ μετὰ τῶν ὀρχηστῶν ἐπαινεῖσθαι καὶ μίμων καὶ θηριομάχων καὶ ἡνιόχων; ταύτας γὰρ οὗτοι τὰς εὐφημίας διώκουσιν.
Ἀλλὰ  σὺ ὑψηλότερον  τῆς  τούτων  κραυγῆς  τὸ  πτερὸν  κατασκεύασον, καὶ  ζήλω σον τὸν  τῆς ἐρημίας πολίτην  Ἰωάννην,  καὶ μάθε πῶς ὑπερεώρα πλήθους ἐκεῖνος, καὶ κολακεύοντας  ὁρῶν  οὐκ ἐπεστρέφετο, ἀλλ' ὁρῶν ἅπαντας  τοὺς τὴν Παλαιστίνην οἰκοῦντας περὶ αὐτὸν ἐκκεχυμένους καὶ θαυμάζοντας καὶ ἐκπληττομένους,  οὐκ ἐχαυνοῦτο τῇ τοσαύτῃ τιμῇ, ἀλλὰ καὶ κατεξανίστατο αὐτῶν, καὶ ὡς ἑνὶ μειρακίῳ, δήμῳ τοσούτῳ διαλεγόμενος, οὕτως ἐπέπληττε λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν.  Καίτοι γε δι' αὐτὸν συνέδραμον, καὶ τὰς πόλεις ἀφῆκαν, ὥστε τὴν ἱερὰν κεφαλὴν  ἐκείνην ἰδεῖν· ἀλλ' ὅμως οὐδὲν αὐτῶν τοῦτον ἐξέλυσε· πόῤῥω γὰρ ἦν δόξης, καὶ τύφου παντὸς ἐλεύθερος. Οὕτω καὶ ὁ Στέφανος ὁρῶν τὸν αὐτὸν δῆμον   πάλιν   οὐχὶ   τιμῶντα,   ἀλλὰ   μαινόμενον   καὶ   τρίζοντα   τοὺς   ὀδόντας, ὑψηλότερος αὐτῶν γενόμενος τῆς ὀργῆς, ἔλεγε· Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι ταῖς  καρδίαις. Οὕτω καὶ ὁ Ἠλίας, τῶν  στρατοπέδων  παρόντων  ἐκείνων  καὶ τοῦ βασιλέως καὶ τοῦ δήμου παντὸς, ἔλεγεν· Ἕως πότε χωλανεῖτε  ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Ἀλλ' ἡμεῖς ἅπαντας κολακεύομεν, θεραπεύομεν, τῇ δουλοπρεπεῖ διακονίᾳ  ταύτῃ  τὴν  ἐκείνων  τιμὴν  ὠνούμενοι.  ∆ιὰ τοῦτο  πάντα  ἄνω  καὶ κάτω γέγονε, καὶ τῆς χάριτος ταύτης ἐξεπέσομεν, καὶ ὁ προδέδοται τὰ τοῦ Χριστιανισμοῦ πράγματα, καὶ πάντα ἠμέληται διὰ τὴν τῶν πολλῶν  δόξαν. Ἐξορίσωμεν τοίνυν τὸ πάθος, καὶ τότε εἰσόμεθα καλῶς τὴν ἐλευθερίαν καὶ τὸν λιμένα καὶ τὴν γαλήνην. Ὁ μὲν γὰρ κενόδοξος τοῖς χειμαζομένοις ἔοικεν, ἀεὶ τρέμων καὶ δεδοικὼς καὶ μυρίους θεραπεύων δεσπότας· ὁ δὲ ταύτης τῆς τυραννίδος ἔξω ὢν, τοῖς ἐν λιμέσι καθημένοις καὶ ἐλευθερίας ἀπολαύουσι καθαρᾶς. Ἀλλ' οὐκ ἐκεῖνος, ἀλλ' ὅσοις ἐστὶ γνώριμος, τοσούτους ἔχει δεσπότας, πᾶσι δουλεύειν ἀναγκαζόμενος. Πῶς οὖν ἀπαλλαγησόμεθα τῆς  χαλεπῆς  ταύτης  δουλείας;  Ἂν  ἑτέρας  ἐρασθῶμεν  δόξης,  τῆς  ὄντως  δόξης. Καθάπερ γὰρ  τοὺς  τῶν  σωμάτων  ἐρῶντας  λαμπροτέρα  ἑτέρα φανεῖσα  ὄψις  τῆς προτέρας ἀπέστησεν· οὕτω δὴ καὶ τοὺς δόξης ἐπιθυμοῦντας τῆς παρ' ἡμῖν, ἡ ἐκ τῶν οὐρανῶν λάμψασα δόξα ἀπαγαγεῖν ταύτης δυνήσεται. Ἴδωμεν τοίνυν ἐκείνην, καὶ καταμάθωμεν αὐτὴν ἀκριβῶς, ἵνα τὸ κάλλος αὐτῆς θαυμάσαντες, φύγωμεν  ταύτης τὴν αἰσχρότητα, καὶ πολλῆς ἀπολαύσωμεν ἡδονῆς, ἐντρυφῶντες  ἐκείνῃ διηνεκῶς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/










Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |