ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

Σάββατο 29 Οκτωβρίου 2016

Εʹ Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.




Ιωάννης Χρυσόστομος
Πρός Ιωάννην  Απόστολον Ευαγγελιστήν
Τόμος 59

Εʹ  Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.

αʹ. Μωϋσῆς μὲν ἀρχόμενος τῆς ἱστορίας καὶ τῆς συγγραφῆς τῆς ἐν τῇ Παλαιᾷ, περὶ τῶν αἰσθητῶν ἡμῖν διαλέγεται, καὶ ταῦτα ἀπαριθμεῖται διὰ πολλῶν· Ἐν ἀρχῇ γὰρ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν  οὐρανὸν  καὶ τὴν  γῆν· εἶτα ἐπάγει  ὅτι καὶ φῶς ἐγένετο, καὶ δεύτερος οὐρανὸς, καὶ ἀστέρων φύσις, καὶ παντοδαπὰ γένη ζώων, καὶ τὰ ἄλλα πάντα, ἵνα μὴ καθ' ἕκαστον ἐπεξιόντες  παρέλκωμεν.  Ὁ δὲ εὐαγγελιστὴς οὗτος,  ἅπαντα  συντεμὼν,  ἐν  ῥήματι  περιλαμβάνει  ἐκεῖνά  τε  καὶ  τὰ  ἐκείνων ἀνώτερα· εἰκότως, ἅτε καὶ γνώριμα ὄντα τοῖς ἀκούουσι, καὶ ἐπὶ μείζονα ἐπειγόμενος ὑπόθεσιν, καὶ πᾶσαν τὴν πραγματείαν ἐνστησάμενος, οὐ περὶ τῶν ἔργων, ἀλλὰ περὶ τοῦ ∆ημιουργοῦ καὶ πάντα παραγαγόντος εἰπεῖν. ∆ιά τοι τοῦτο ἐκεῖνος μὲν, καίτοι γε τὸ  ἔλαττον  μέρος  τῆς  κτίσεως  ἀπολαβὼν  (οὐδὲν  γὰρ  ἡμῖν  περὶ  τῶν  ἀοράτων διελέχθη  δυνάμεων),


 τούτοις ἐνδιατρίβει· οὗτος δὲ, ἅτε πρὸς αὐτὸν σπεύδων τὸν Ποιητὴν ἀνελθεῖν, εἰκότως ἅπαντα παρατρέχει, καὶ ταῦτα καὶ τὰ ἐκείνῳ σεσιγημένα, ἑνὶ καὶ βραχεῖ λόγῳ περιλαβὼν, τῷ, Πάντα δι' αὐτοῦ ἐγένετο. Καὶ ἵνα μὴ νομίσῃς πάντα ἐκεῖνα λέγειν  μόνον αὐτὸν τὰ καὶ Μωϋσεῖ εἰρημένα, ἐπάγει, ὅτι Καὶ χωρὶς αὐτοῦ  ἐγένετο  οὐδὲ ἓν  ὃ γέγονε·  τουτέστι, τῶν  γενητῶν  κἂν  ὁρατόν  τι  ᾖ, κἂν νοητὸν, οὐδὲν χωρὶς τῆς τοῦ Υἱοῦ δυνάμεως εἰς τὸ εἶναι παρήχθη. Οὐ γὰρ δὴ τὴν τελείαν  στιγμὴν  τῷ,  Οὐδὲ ἓν,  ἐπιθήσομεν  κατὰ  τοὺς  αἱρετικούς.  Ἐκεῖνοι  γὰρ βουλόμενοι  τὸ Πνεῦμα κτιστὸν εἰπεῖν, φασίν· Ὃ γέγονεν,  ἐν αὐτῷ ζωὴ ἦν. Ἀλλ' οὕτως ἀπερινόητον γίνεται τὸ λεγόμενον. Πρῶτον μὲν γὰρ οὐδὲ καιρὸς ἦν ἐνταῦθα τοῦ Πνεύματος ἐπιμνησθῆναι· εἰ δὲ καὶ ἐβούλετο, τίνος ἕνεκεν οὕτως ἀσαφῶς αὐτὸ τέθεικε;  πόθεν  γὰρ  δῆλον,  ὅτι  περὶ  τοῦ  Πνεύματος  τοῦτο  εἴρηται;  Ἄλλως  δὲ εὑρήσομεν κατὰ τὸν λόγον τοῦτον, οὐ τὸ Πνεῦμα, ἀλλ' αὐτὸν τὸν Υἱὸν δι' ἑαυτοῦ γινόμενον. Ἀλλὰ διανάστητε, ὥστε μὴ διαφυγεῖν ὑμᾶς τὸ λεγόμενον· καὶ φέρε κατὰ τὸν ἐκείνων τέως ἀναγνῶμεν τρόπον· οὕτω γὰρ ἡμῖν φανερώτερον τὸ ἄτοπον ἔσται· Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τὸ Πνεῦμά φασιν εἰρῆσθαι τὴν ζωήν. Ἀλλ' ἡ ζωὴ αὕτη καὶ φῶς εὑρίσκεται· ἐπάγει γὰρ, Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. Οὐκοῦν κατ' αὐτοὺς τὸ φῶς τῶν ἀνθρώπων  ἐνταῦθα τὸ Πνεῦμα λέγει. Τί οὖν; Ὅταν ἐπάγῃ καὶ λέγῃ, ὅτι Ἐγένετο ἄνθρωπος παρὰ τοῦ Θεοῦ ἀπεσταλμένος, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἀνάγκη περὶ τοῦ Πνεύματος αὐτοὺς λέγειν καὶ τοῦτο εἰρῆσθαι. Ὃν γὰρ ἄνω Λόγον εἶπε, τοῦτον προϊὼν καὶ . Θεὸν, καὶ ζωὴν, καὶ φῶς ὀνομάζει. Ζωὴ γὰρ ἦν, φησὶν, ὁ Λόγος οὗτος, καὶ ἡ ζωὴ αὕτη φῶς ἦν. Εἰ τοίνυν ὁ Λόγος ἡ ζωὴ, ὁ δὲ Λόγος οὗτος καὶ ἡ ζωὴ σὰρξ ἐγένετο, ἡ ζωὴ ἐγένετο σὰρξ, τουτέστιν, ὁ Λόγος· καὶ αὐτῆς ἐθεασάμεθα τὴν δόξαν, ὡς Μονογενοῦς παρὰ Πατρός. Ἂν τοίνυν τὸ Πνεῦμα λέγωσιν ἐνταῦθα τὴν ζωὴν εἰρῆσθαι, ὅρα πόσα ἕψεται τὰ ἄτοπα. Ἔσται γὰρ αὐτὸ σαρκωθὲν, οὐχ ὁ Υἱός· ἔσται μονογενὴς  Υἱὸς τὸ Πνεῦμα. Εἰ δὲ μὴ τοῦτο, εἰς ἕτερον  πάλιν ἀτοπώτατον  τοῦτο φεύγοντες  ἐμπεσοῦνται οὕτως ἀναγινώσκοντες.  Εἰ γὰρ δὴ ὁμολογήσαιεν, ὅτι περὶ τοῦ Υἱοῦ εἴρηται, καὶ μὴ στίξαιεν μηδὲ ἀναγνοῖεν  ὥσπερ ἡμεῖς, αὐτὸν ἀφ' ἑαυτοῦ τὸν Υἱὸν γεγενῆσθαι ἐροῦσιν. Εἰ δὲ ἡ ζωὴ ὁ Λόγος, ὃ δὲ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν· αὐτὸς ἐν αὐτῷ καὶ δι' ἑαυτοῦ γέγονε κατὰ τὴν ἀνάγνωσιν ταύτην. Εἶτά τινα εἰπὼν  ἐν τῷ μέσῳ ἐπήγαγε· Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Ἰδοὺ καὶ μονογενὴς Υἱὸς εὑρίσκεται κατὰ τὴν ἀνάγνωσιν  τῶν ταῦτα λεγόντων  τὸ Πνεῦμα τὸ ἅγιον. Περὶ γὰρ αὐτοῦ πᾶσα αὐτῷ αὕτη ἡ διήγησις εἴρηται. Ὁρᾶτε ὅταν ἐκκυλισθῇ ὁ λόγος τῆς ἀληθείας, ποῦ παρατρέπεται, καὶ πόσα τίκτει τὰ ἄτοπα; Τί οὖν; οὐκ ἔστι τὸ Πνεῦμα φῶς, φησί; Ἔστι μὲν φῶς· ἀλλ' ἐνταῦθα  οὐ περὶ τούτου εἴρηται· ἐπεὶ καὶ ὁ Θεὸς λέγεται  Πνεῦμα, τουτέστιν, ἀσώματος· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα εἴρηται, ὁ Θεὸς δηλοῦται. Καὶ τί θαυμάζεις, εἰ περὶ τοῦ Πατρὸς τοῦτό φαμεν; Οὐδὲ γὰρ ἐπὶ τοῦ Παρακλήτου τοῦτο εἴποιμεν ἄν· ὅτι εἴ που Πνεῦμα, πάντως  ὁ Παράκλητος δηλοῦται· καίτοι γε τοῦτο αὐτοῦ μάλιστα γνωριστικόν ἐστιν ὄνομα· ἀλλ' οὐ πάντως, εἴ που Πνεῦμα, ὁ Παράκλητος. Καὶ γὰρ καὶ ὁ Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία λέγεται, ἀλλ' οὐ πάντως,  εἴ που Θεοῦ δύναμις  καὶ σοφία, ὁ Χριστός. Οὕτω δὴ καὶ ἐνταῦθα, εἰ καὶ φωτίζει  τὸ Πνεῦμα, ὅμως  νῦν  οὐ περὶ αὐτοῦ  φησιν  ὁ εὐαγγελιστής.  Ἀλλ' ὅταν αὐτοὺς τούτων  ἀποκλείσωμεν  τῶν  ἀτόπων,  οἱ δὲ πάλιν  πανταχοῦ  σπουδάζοντες κατὰ  τῆς  ἀληθείας  ἑστάναι,  λέγουσιν,  ἔτι  τῆς  αὐτῆς  ἀναγνώσεως  ἐχόμενοι·  Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. Τουτέστιν, ὃ γέγονε ζωὴ ἦν. Τί οὖν; Καὶ τὰ Σοδομηνῶν πάθη,  καὶ  ὁ  κατακλυσμὸς  καὶ  ἡ  γέεννα,  καὶ  μυρία  ὅσα  τοιαῦτα;  Ἀλλὰ  περὶ δημιουργίας ὁ λόγος ἡμῖν, φησί. Μάλιστα μὲν οὖν κἀκεῖνα δημιουργίας ἐστίν. Ἀλλ' ἵνα ἐκ περιουσίας τὸν λόγον αὐτῶν ἐλέγξωμεν, ἐρώμεθα αὐτούς· Τὸ ξύλον, εἰπέ μοι, ζωή; καὶ ὁ λίθος, ζωὴ, τὰ ἄψυχα ταῦτα καὶ ἀκίνητα; . ἀλλ' ὁ ἄνθρωπος ὅλον ζωή; Καὶ τίς ἂν τοῦτο εἴποι; Οὐ γὰρ αὐτοζωὴ ὁ ἄνθρωπος, ἀλλὰ ζωῆς δεκτικός.


βʹ. Ὅρα δὲ πάλιν κἀνταῦθα τὸ ἄτοπον· κατὰ γὰρ τὴν αὐτὴν ἀκολουθίαν καὶ ἐνταῦθα τὸν  λόγον  προάξομεν,  ὥστε  μαθεῖν  τὴν  ἄνοιαν  αὐτῶν  κἀντεῦθεν.  Οὕτω  γὰρ οὐδαμῶς οὐδὲν ἁρμόττοντα  λέγουσι τῷ Πνεύματι. Ὅταν γὰρ ἐκπέσωσιν ἐκεῖθεν, ἀνθρώποις  αὐτὰ περιάπτουσιν,  ἃ τοῦ Πνεύματος ἐνόμισαν  ἀξίως  εἰρῆσθαι. Πλὴν ἀλλὰ  καὶ  οὕτως  αὐτὴν  ἐξετάσωμεν  τὴν  ἀνάγνωσιν.  Ζωὴ ἡ  κτίσις  λέγεται  νῦν· οὐκοῦν καὶ φῶς ἡ αὐτή· καὶ περὶ αὐτῆς ἦλθε μαρτυρήσων ὁ Ἰωάννης. ∆ιὰ τί οὖν μὴ καὶ αὐτός ἐστι φῶς; Οὐκ ἦν γὰρ ἐκεῖνος τὸ φῶς, φησί. Καίτοι καὶ αὐτὸς τῆς κτίσεως ἦν. Πῶς οὖν οὐκ ἔστιν οὗτος φῶς; πῶς δὲ Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο; ἡ κτίσις ἐν τῇ κτίσει ἦν, καὶ ἡ κτίσις διὰ τῆς κτίσεως γέγονε; πῶς δὲ Καὶ ὁ κόσμος αὐτὸν  οὐκ ἔγνω;  τὴν  κτίσιν  ἡ κτίσις οὐκ ἔγνω;  Ὅσοι δὲ ἔλαβον  αὐτὸν, ἔδωκεν  αὐτοῖς  ἐξουσίαν  τέκνα  Θεοῦ γενέσθαι.  Ἀλλ'  ἅλις  τοῦ  γέλωτος.  Ὑμῖν γὰρἀφίημι λοιπὸν ἐπεξελθεῖν τῇ τῶν λόγων  τούτων τερατείᾳ, ἵνα μὴ αὐτοὶ τοῦτο δόξωμεν  προῃρῆσθαι,  τὸ  γελωτοποιεῖν   ἁπλῶς,  καὶ  τὸν  χρόνον  εἰκῆ παραναλώσωμεν. Εἰ γὰρ μήτε περὶ τοῦ Πνεύματος ταῦτα εἴρηται (ὥσπερ οὖν οὐδὲ εἴρηται,  καθὼς  ἀποδέδεικται),  μήτε  περὶ  τῆς  κτίσεως, ἔχοιντο  δὲ ἔτι  τῆς  αὐτῆς ἀναγνώσεως· τὸ πάντων ἀτοπώτερον ἐκεῖνο ἕψεται, ὅπερ ἔμπροσθεν εἰρήκαμεν, τὸ τὸν Υἱὸν δι' ἑαυτοῦ γεγενῆσθαι. Εἰ γὰρ τὸ φῶς τὸ ἀληθινὸν  ὁ Υἱός ἐστι, τὸ δὲ φῶς τοῦτο ζωὴ ἦν, ἡ δὲ ζωὴ γέγονεν  ἐν αὐτῷ· ἀνάγκη πᾶσα τοῦτο συνενεχθῆναι  κατὰ τὴν ἐκείνων ἀνάγνωσιν. ∆ιὸ ταύτην ἀφέντες, ἐπὶ τὴν νενομισμένην ἔλθωμεν ἀνάγνωσίν τε καὶ ἐξήγησιν. Τίς δέ ἐστιν αὕτη; Τὸ μέχρι τοῦ, Ὃ γέγονεν, ἀναπαῦσαι τὸν λόγον· εἶτα ἀπὸ τῆς ἑξῆς λέξεως ἄρξασθαι τῆς λεγούσης, Ἐν αὐτῷ ζωὴ ἦν. Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Χωρὶς αὐτοῦ γέγονεν οὐδὲ ἓν ὃ γέγονεν. Εἴ τι γέγονε τῶν γενητῶν,  φησὶν, οὐκ ἐγένετο χωρὶς αὐτοῦ. Ὁρᾷς πῶς τῇ βραχεία ταύτῃ προσθήκῃ πάντα  διωρθώσατο  τὰ  ὑφορμοῦντα  ἄτοπα; Τῷ γὰρ  ἐπαγαγεῖν,  ὅτι  Χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, καὶ προσθεῖναι, Ὃ γέγονε, τά τε νοητὰ περιέλαβε, καὶ τὸ Πνεῦμα ὑπεξεῖλεν. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ἵνα μή τις εἴπῃ· Οὐκοῦν εἰ πάντα  δι' αὐτοῦ, καὶ τὸ Πνεῦμα γέγονε, τῆς προσθήκης ἐδεήθη ταύτης. Ἐγὼ γὰρ, φησὶν, εἴ τι γενητόν ἐστι, τοῦτο εἶπον δι' αὐτοῦ γεγενῆσθαι, κἂν ἀόρατον ᾖ, κἂν ἀσώματον, κἂν ἐν τοῖς οὐρανοῖς. ∆ιὰ τοῦτο οὐχ ἁπλῶς εἶπον πάντα, ἀλλ' εἴ τι γέγονε, τουτέστι, τὰ γενητά. Τὸ δὲ Πνεῦμα οὐ γενητόν. Εἶδες  διδασκαλίαν   ἠκριβωμένην;   Ἀνέμνησε   τῆς   δημιουργίας   τῶν   αἰσθητῶν· προλαβὼν γὰρ αὐτὰ Μωϋσῆς ἐδίδαξεν· εἶτα ἐκεῖθεν προκόψαντας, ἐπὶ τὰ ὑψηλότερα ἀγαγὼν, τὰ ἀσώματα λέγω καὶ τὰ ἀόρατα, ὑπεξεῖλε τῆς κτίσεως ἁπάσης τὸ Πνεῦμα τὸ ἅγιον. Οὕτω καὶ Παῦλος ἀπὸ τῆς χάριτος ταύτης ἐμπνεόμενος  ἔλεγεν· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα. Καὶ ὅρα πάλιν  καὶ ἐνταῦθα τὴν αὐτὴν ἀκρίβειαν. Τὸ γὰρ . αὐτὸ  Πνεῦμα  ταύτην  ἐκίνει  τὴν  ψυχήν.  Ἵνα  γὰρ  μήτε  ὑπεξέλῃ  τις  τῶν γενητῶν  τι  τῆς  τοῦ  Θεοῦ δημιουργίας,  διὰ  τὸ ἀόρατα αὐτὰ  εἶναι·  μήτε  τούτοις ἐγκαταμίξῃ τὸν Παράκλητον, παραδραμὼν καὶ αὐτὸς τὰ αἰσθητὰ καὶ πᾶσι γνώριμα,  τὰ ἐν τοῖς οὐρανοῖς ἀπαριθμεῖται λέγων· Εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. Τὸ γὰρ, Εἴτε, ἐφ' ἑκάστου κείμενον,  οὐδὲν  ἄλλο  ἡμῖν  ἐμφαίνει,  ἢ τοῦτο, τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν, ὃ γέγονεν. Εἰ δὲ τὸ, ∆ιὰ, νομίζεις ἐλαττώσεως εἶναι, ἄκουσον αὐτοῦ λέγοντος· Σὺ καταρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· ὃ περὶ τοῦ Πατρὸς ὡς δημιουργοῦ εἴρηται, τοῦτο περὶ τοῦ Υἱοῦ λέγων· οὐκ ἂν εἰπὼν,  εἰ μὴ ὡς περὶ δημιουργοῦ, ἀλλ' οὐχ ὑπουργοῦντός τινι τὴν δόξαν εἶχε. Εἰ δὲ ἐνταῦθα τὸ, ∆ι' αὐτοῦ, εἴρηται, δι' οὐδὲν ἕτερον τέθειται, ἀλλ' ἵνα μὴ ἀγέννητον  ὑποπτεύσῃ τις τὸν Υἱόν. Ἐπεὶ ὅτι κατὰ τὸ τῆς δημιουργίας ἀξίωμα οὐδὲν ἔλαττον ἔχει τοῦ Πατρὸς, ἄκουσον αὐτοῦ λέγοντος· Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ· οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ. Εἰ μὲν οὖν περὶ τοῦ Υἱοῦ καὶ ἐν τῇ Παλαιᾷ τὸ, Καταρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, εἴρηται, σαφὲς τὸ τῆς δημιουργίας ἀξίωμα· εἰ δὲ περὶ τοῦ Πατρὸς τοῦτο τὸν Προφήτην εἰρηκέναι λέγεις, τὸν δὲ Παῦλον τῷ Υἱῷ προσνενεμηκέναι τὸ περὶ ἐκείνου λεχθὲν, καὶ οὕτω τὸ αὐτὸ γίνεται πάλιν. Οὐδὲ γὰρ ἂν καὶ τῷ Υἱῷ πρέπειν αὐτὸ ὁ Παῦλος ἐνομοθέτησεν, εἰ μὴ σφόδρα ἐθάῤῥει, ὅτι τὰ τῆς ἀξίας ὁμότιμα ἦν. Καὶ γὰρ ἦν τόλμης ἐσχάτης, τὰ τῇ ἀσυγκρίτῳ πρέποντα φύσει, ἐπὶ τὴν ἐλάττω καὶ ἀποδέουσαν ἐκείνης ἀγαγεῖν.

 γʹ. Ἀλλ' οὔτε ἐλάττων ἐστὶν, οὔτε ἀποδέει τῆς τοῦ Πατρὸς οὐσίας ὁ Υἱός. ∆ιόπερ οὐ ταῦτα μόνον ἐθάῤῥησεν εἰπεῖν ὁ Παῦλος περὶ αὐτοῦ, ἀλλὰ καὶ ἕτερα τοιαῦτα. Τὸ γὰρ, Ἐξ οὗ, ῥῆμα, ὅπερ ὡς ἄξιόν τινα μόνου τοῦ Πατρὸς ἀπονέμεις κλῆρον, καὶ περὶ τοῦ Υἱοῦ φησιν, οὕτω λέγων· Ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἀφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον  καὶ συμβιβαζόμενον αὔξει εἰς τὴν αὔξησιν τοῦ Θεοῦ. Καὶ οὐκ ἀρκεῖται τούτῳ μόνῳ, ἀλλὰ καὶ ἑτέρωθεν ὑμῖν ἀποφράττει  τὰ στόματα, τὸ, ∆ι' οὗ, τοῦτο ὅπερ ἐλαττώσεως εἶναι λέγεις, τῷ Πατρὶ προσνέμων. Πιστὸς γὰρ ὁ Θεὸς, φησὶ, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν  τοῦ Υἱοῦ αὐτοῦ· καὶ πάλιν,  ∆ιὰ τοῦ θελήματος  αὐτοῦ· καὶ ἀλλαχοῦ,  Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν  τὰ πάντα.  Ὥστε οὐ τῷ Υἱῷ μόνῳ  τὸ, Ἐξ οὗ, ἀλλὰ  καὶ τῷ Πνεύματι προσνενέμηται. Καὶ γὰρ τῷ Ἰωσὴφ ὁ ἄγγελος ἔλεγε· Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου· ὥσπερ οὖν καὶ τὸ, Ἐν ᾧ, τοῦ Πνεύματος ὂν, οὐκ ἀπαξιοῖ καὶ τῷ Θεῷ προσνέμειν ὁ Προφήτης, οὕτω λέγων· Ἐν τῷ Θεῷ ποιήσομεν δύναμιν. Καὶ ὁ Παῦλος,∆εόμενος. φησὶν, εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς. Καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ πάλιν τοῦτο τίθησι λέγων· Ἐν Χριστῷ Ἰησοῦ. Καὶ ὅλως  πολλάκις  καὶ  συνεχέστερον εὕροιμεν  ἂν  μεθισταμένας  ταύτας  τὰς  λέξεις· ταῦτα δὲ οὐκ ἂν συνέβη μὴ πανταχοῦ  τῆς αὐτῆς οὐσίας ὑποκειμένης. Ἵνα δὲ τὸ, Πάντα δι' αὐτοῦ ἐγένετο, μὴ περὶ τῶν σημείων ὑποπτεύσῃς νῦν λέγεσθαι (περὶ . γὰρ τούτων οἱ λοιποὶ διελέχθησαν εὐαγγελισταί), ἐπάγει μετὰ ταῦτα λέγων· Ἐν τῷ κόσμῳ ἦν,  καὶ  ὁ κόσμος δι' αὐτοῦ  ἐγένετο·  ἀλλ' οὐ τὸ  Πνεῦμα· οὐδὲ  γὰρ  τῶν γενητῶν  τοῦτο, ἀλλὰ τῶν ὑπὲρ τὴν κτίσιν ἅπασαν. Ἀλλὰ τέως ἐχώμεθα τῶν ἑξῆς. Εἰπὼν γὰρ περὶ τῆς δημιουργίας ὁ Ἰωάννης, οἷον, ὅτι Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· ἐπάγει καὶ τὸν περὶ τῆς προνοίας λόγον, Ἐν αὐτῷ ζωὴ ἦν, λέγων. Καὶ γὰρ ἵνα μηδεὶς ἀπιστήσῃ, πῶς τὰ τοσαῦτα καὶ τηλικαῦτα δι' αὐτοῦ γέγονεν,  ἐπήγαγεν,  ὅτι Ἐν αὐτῷ  ζωὴ ἦν. Καθάπερ οὖν ἐπὶ τῆς πηγῆς τῆς τικτούσης ἀβύσσους, ὅσον ἂν ἀφέλῃς, οὐδὲν ἠλάττωσας τὴν πηγήν· οὕτω καὶ ἐπὶ τῆς ἐνεργείας τοῦ Μονογενοῦς, ὅσα ἂν πιστεύσῃς παρῆχθαι δι' αὐτῆς καὶ πεποιῆσθαι, οὐδὲν ἐλάττων  αὕτη γέγονε· μᾶλλον δὲ, ἵν' οἰκειοτέρῳ χρήσωμαι παραδείγματι, τὸ τοῦ φωτὸς ἐρῶ, ὃ καὶ αὐτὸς ἐπήγαγεν εὐθέως, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς. Ὥσπερ οὖν  τὸ  φῶς,   ὅσας  ἂν  φωτίσῃ   μυριάδας,  οὐδὲν   εἰς  τὴν   οἰκείαν   ἐλαττοῦται λαμπρότητα· οὕτω καὶ ὁ Θεὸς, καὶ πρὸ τοῦ ἐργάσασθαι, καὶ μετὰ τὸ ποιῆσαι, ὁμοίως ἀνελλιπὴς μένει, μηδὲν ἐλαττούμενος, μηδὲ ἀτονῶν ἐκ τῆς δημιουργίας τῆς πολλῆς· ἀλλὰ κἂν μυρίους δέῃ γενέσθαι κόσμους τοιούτους, κἂν ἀπείρους, ὁ αὐτὸς μένει πᾶσιν ἀρκῶν, οὐ πρὸς τὸ παραγαγεῖν αὐτοὺς μόνον, ἀλλὰ καὶ πρὸς τὸ συγκρατῆσαι μετὰ τὴν δημιουργίαν αὐτούς. Τὸ γὰρ τῆς ζωῆς ὄνομα ἐνταῦθα οὐ τῆς δημιουργίας μόνον  ἐστὶν, ἀλλὰ  καὶ  τῆς  προνοίας  τῆς  κατὰ  τὴν  διαμονήν.  Καὶ τὸν  περὶ τῆς ἀναστάσεως   δὲ   λόγον   προκαταβάλλεται   ἡμῖν,   καὶ   τῶν   θαυμαστῶν   τούτων εὐαγγελίων  ἄρχεται. Τῆς γὰρ ζωῆς παραγενομένης πρὸς ἡμᾶς, λέλυται τοῦ θανάτου τὸ κράτος, καὶ τοῦ φωτὸς  λάμψαντος  ἡμῖν, οὐκ ἔτι τὸ σκότος ἐστὶν, ἀλλὰ μένει διαπαντὸς ἐν ἡμῖν τὸ ζῇν, καὶ θάνατος αὐτοῦ περιγενέσθαι οὐ δύναται. Ὥστε ὃ περὶ τοῦ Πατρὸς εἴρηται, καὶ περὶ τούτου κυρίως ἂν λεχθείη, ὅτι Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Ὃ καὶ Παῦλος δηλῶν ἔλεγεν Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, καὶ  τὰ  πάντα  ἐν  αὐτῷ  συνέστηκε. ∆ιὸ καὶ  ῥίζα καὶ  θεμέλιος  εἴρηται.  Ὅταν  δὲ ἀκούσῃς, ὅτι Ἐν αὐτῷ ζωὴ ἦν, μὴ σύνθετον ὑπολάβῃς· καὶ γὰρ προϊὼν καὶ περὶ τοῦ Πατρός φησιν· Ὥσπερ ὁ Πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ Υἱῷ ζωὴν ἔχειν. Ἀλλ' ὥσπερ τὸν Πατέρα οὐκ ἂν εἴποις διὰ τοῦτο συγκεῖσθαι, οὕτω μηδὲ τὸν Υἱόν. Καὶ γὰρ καὶ ἀλλαχοῦ φησιν, ὅτι Φῶς ἐστιν ὁ Θεός· καὶ πάλιν, ὅτι Φῶς οἰκεῖ ἀπρόσιτον. Ταῦτα δὲ πάντα εἴρηται, οὐχ ἵνα σύνθεσιν ὑπολάβωμεν, ἀλλ' ἵνα κατὰ μικρὸν ἀναχθῶμεν πρὸς τὸ τῶν δογμάτων ὕψος. Ἐπειδὴ γὰρ οὐκ ἂν εὐκόλως ἐνόησέ τις τῶν πολλῶν, πῶς ἐστιν αὐτοῦ ἐνυπόστατος ἡ ζωὴ, πρότερον μὲν ἐκεῖνο εἶπε τὸ ταπεινότερον, ἔπειτα δὲ παιδευθέντας  πρὸς τὸ ὑψηλότερον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔδωκεν αὐτῷ ζωὴν ἔχειν, οὗτος πάλιν φησὶν, Ἐγώ εἰμι ἡ ζωή· καὶ πάλιν, Ἐγώ εἰμι τὸ φῶς. Καὶ ποταπὸν, εἰπέ μοι, τοῦτο τὸ φῶς; Οὐ τοιοῦτον αἰσθητὸν, ἀλλὰ νοητὸν, τὴν ψυχὴν φωτίζον αὐτήν. Ἐπειδὴ γὰρ μέλλει λέγειν ὁ Χριστὸς, ὅτι Οὐδεὶς δύναται ἐλθεῖν  πρός με, ἐὰν μὴ ὁ Πατὴρ ἑλκύσῃ αὐτὸν,  διὰ τοῦτο προλαβὼν  ἐνταῦθα  ὁ εὐαγγελιστὴς ἔφησεν, ὅτι αὐτός ἐστιν ὁ φωτίζων, ἵνα κἂν περὶ τοῦ Πατρὸς ἀκούσῃς τι τοιοῦτον, μὴ τοῦ Πατρὸς εἶναι . λέγῃς αὐτὸ μόνου, ἀλλὰ καὶ τοῦ Υἱοῦ. Πάντα γὰρ, φησὶν, ὅσα ἔχει ὁ Πατήρ μου, ἐμά ἐστι. Πρῶτον μὲν οὖν περὶ τῆς δημιουργίας ἡμᾶς ἐδίδαξεν· ἔπειτα λέγει καὶ τὰ κατὰ ψυχὴν ἀγαθὰ, ἅπερ παρέσχεν ἡμῖν ἐλθὼν, καὶ δι' ἑνὸς ῥήματος ᾐνίξατο αὐτὰ ὁ εὐαγγελιστὴς, εἰπών· Καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.   Καὶ  οὐκ  εἶπεν,  Ἦν  τὸ  φῶς   τῶν   Ἰουδαίων,   ἀλλὰ  καθόλου,  Τῶν ἀνθρώπων.  Οὐδὲ γὰρ Ἰουδαῖοι μόνον, ἀλλὰ καὶ Ἕλληνες πρὸς ταύτην ἦλθον τὴν γνῶσιν, καὶ κοινὸν ἅπασι προὔκειτο τοῦτο τὸ φῶς. Τίνος δὲ ἕνεκεν οὐχὶ καὶ τοὺς ἀγγέλους προσέθηκεν, ἀλλὰ Τῶν ἀνθρώπων, εἶπεν; Ὅτι νῦν αὐτῷ περὶ τῆς φύσεως ταύτης ὁ λόγος ἐστὶ, καὶ τούτοις ἦλθεν εὐαγγελιζόμενος τὰ ἀγαθά. Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει. Σκοτίαν καὶ τὸν θάνατον καὶ τὴν πλάνην φησί. Τὸ μὲν γὰρ φῶς τοῦτο τὸ αἰσθητὸν οὐκ ἐν τῇ σκοτίᾳ φαίνει, ἀλλ' ἐκείνης χωρίς. Τὸ δὲ κήρυγμα μεταξὺ τῆς πλάνης κρατούσης ἔλαμψε, κἀκείνην ἠφάνισε. Καὶ ἐν τῷ θανάτῳ γενόμενος αὐτὸς, οὕτως αὐτοῦ περιεγένετο, ὡς καὶ τοὺς ἤδη προκατεχομένους ἀναγαγεῖν.  Ἐπεὶ οὖν οὔτε ὁ θάνατος αὐτοῦ περιεγένετο, οὔτε ἡ πλάνη, ἀλλ' ἔστι φαιδρὸν πανταχοῦ, καὶ λάμπει μετὰ τῆς οἰκείας ἰσχύος· διὰ τοῦτό φησι· Καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβε. Καὶ γάρ  ἐστιν  ἀκαταγώνιστον,  οὐκ  ἐμφιλοχωροῦν  ταῖς  μὴ φωτισθῆναι  βουλομέναις ψυχαῖς.

δʹ. Εἰ δὲ μὴ πάντας εἷλε, μή σε τοῦτο θορυβείτω· οὐδὲ γὰρ ἀνάγκῃ καὶ βίᾳ, ἀλλὰ βουλήσει καὶ γνώμῃ προσάγεται ἡμᾶς ὁ Θεός. Μὴ δὴ τὰς θύρας ἀποκλείσῃς τῷ φωτὶ  τούτῳ, καὶ πολλῆς ἀπολαύσῃ τῆς τρυφῆς. Παραγίνεται δὲ τοῦτο τὸ φῶς διὰ πίστεως, καὶ παραγενόμενον  καταλάμπει  λοιπὸν  μετὰ πολλῆς  τῆς δαψιλείας  τὸν ὑποδεξάμενον· κἂν βίον αὐτῷ παρέχῃς καθαρὸν, μένει διηνεκῶς ἐνοικῶν ἔνδον· Ὁ γὰρ ἀγαπῶν  με, τὰς ἐντολάς  μου τηρήσει, καὶ ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ πρὸς αὐτὸν  φησὶ,  καὶ  μονὴν  παρ'  αὐτῷ  ποιησόμεθα.  Ὥσπερ  οὖν  ἡλιακῆς  ἀκτῖνος ἀπολαύειν  ὡς χρὴ οὐκ ἔνι, μὴ διανοίγοντα  τοὺς ὀφθαλμούς· οὕτως  οὐδὲ ταύτης μετασχεῖν τῆς λαμπρότητος δαψιλῶς, μὴ σφόδρα ἀναπετάσαντα τὸ τῆς ψυχῆς ὄμμα, καὶ ὀξυδερκὲς αὐτὸ πάντοθεν κατασκευάσαντα. Πῶς δὲ γίνεται τοῦτο; Ὅταν πάντων ἐκκαθάρωμεν τῶν παθῶν τὴν ψυχήν. Ἡ γὰρ ἁμαρτία σκότος ἐστὶ, καὶ σκότος βαθύ· καὶ δῆλον  ἐκ τοῦ ἀσυνειδότως  καὶ λανθανόντως  πράσσειν αὐτήν.  Πᾶς γὰρ ὁ τὰ φαῦλα  πράσσων, μισεῖ  τὸ  φῶς,  καὶ  οὐκ  ἔρχεται  πρὸς  τὸ  φῶς·  καὶ,  Τὰ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Καθάπερ οὖν ἐν σκότῳ, οὐ φίλον, οὐκ ἐχθρόν τις οἶδεν, ἀλλὰ πάσας ἀγνοεῖ τῶν πραγμάτων τὰς φύσεις· οὕτω καὶ ἐν τῇ ἁμαρτίᾳ. Καὶ γὰρ ὁ πλεονεκτῆσαι  βουλόμενος,  οὐ διαιρεῖ τὸν  φίλον  ἀπὸ τοῦ πολεμίου· καὶ ὁ βασκαίνων, καὶ τὸν σφόδρα ᾠκειωμένον ὡς ἐχθρὸν ὁρᾷ· καὶ ὁ ἐπιβουλεύων ὁμοίως πρὸς  πάντας   ἐκπεπολέμωται;   καὶ  ἁπλῶς   ἅπας  ὁ  τὴν   ἁμαρτίαν   ποιῶν,   τῶν μεθυόντων οὐδὲν διενήνοχε καὶ μαινομένων, πρὸς τὸ τῶν πραγμάτων μὴ ἐπιγνῶναι τὴν  φύσιν.  Καὶ καθάπερ  ἐν  νυκτὶ,  καὶ  ξύλον,  καὶ  μόλυβδον,  καὶ  σίδηρον,  καὶ ἄργυρον, καὶ χρυσὸν, καὶ λίθον  τίμιον,  πάντα  ὁμοίως ὁρῶμεν, τοῦ διακρίνοντος αὐτὰ  φωτὸς   οὐ  παρόντος·  οὕτω  καὶ  ὁ  βίον  ἀκάθαρτον  ἔχων,   οὐκ  οἶδε  τῆς σωφροσύνης  τὴν  ἀρετὴν,  οὐ  τῆς  φιλοσοφίας  τὸ  κάλλος.  Ἐν  . γὰρ  σκότῳ, καθάπερ ἔφθην  εἰπὼν,  κἂν λίθοι κέωνται  τίμιοι, τὸ κάλλος οὐκ ἐμφαίνουσιν,  οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἄγνοιαν τῶν ὁρώντων. Οὐ τοῦτο δὲ μόνον ἡμῖν  τὸ  δεινὸν  τοῖς  ἐν  ἁμαρτίαις  οὖσι συμβαίνει,  ἀλλ'  ὅτι  καὶ  φόβῳ  συζῶμεν διηνεκεῖ· καὶ καθάπερ οἱ διὰ νυκτὸς ἀσελήνου βαδίζοντες τρέμουσι, κἂν μηδεὶς ὁ φοβῶν παρῇ· οὕτω καὶ οἱ τὴν ἁμαρτίαν ἐργαζόμενοι, θαῤῥεῖν οὐκ ἔχουσι, κἂν μηδεὶς ὁ ἐλέγχων ᾖ, ἀλλὰ πάντα δεδοίκασι, καὶ ὑποπτεύουσιν, ὑπὸ τοῦ συνειδότος κεντούμενοι, καὶ πάντα αὐτοῖς δέους καὶ ἀγωνίας ἐστὶ μεστὰ, πάντα περιβλέπονται, πάντα φοβοῦνται.  Φύγωμεν τοίνυν  τὴν οὕτως ὀδυνηρὰν ζωήν. Καὶ γὰρ μετὰ τὴν ὀδύνην ταύτην θάνατος ἕψεται, θάνατος ἀθάνατος· οὐδὲ γάρ ἐστι τῆς ἐκεῖ κολάσεως τέλος· καὶ ἐνταῦθα δὲ τῶν παραπαιόντων οὐδὲν διενηνόχασιν οἱ πράγματα ὀνειροπολοῦντες  οὐχ ὑφεστῶτα.  Καὶ γὰρ δοκοῦσι πλουτεῖν  οὐ πλουτοῦντες,  καὶ νομίζουσι τρυφᾷν οὐ τρυφῶντες, καὶ οὐ πρότερον αἰσθάνονται τῆς ἀπάτης ὡς χρὴ ταύτης, ἕως ἂν τῆς μανίας  ἀπαλλαγῶσιν,  ἕως ἂν τὸν  ὕπνον  ἀποτινάξωνται.  ∆ιὸ νήφειν  καὶ ἐγρηγορέναι  πᾶσιν ὁ Παῦλος παρακελεύεται·  καὶ ὁ Χριστὸς τὰ αὐτὰ πάλιν. Ὁ νήφων καὶ ἐγρηγορὼς, κἂν ὑπὸ τῆς ἁμαρτίας ἁλῷ, ταχέως αὐτὴν ἀποκρούεται·  ὁ  δὲ  καθεύδων   καὶ  ἐξεστηκὼς,  οὐκ  αἰσθάνεται  πῶς  ὑπ'  αὐτῆς κατέχεται.  Μὴ τοίνυν  καθεύδωμεν.  Οὐ γὰρ νυκτὸς  ὁ καιρὸς, ἀλλ' ἡμέρας. Ὡς ἐν ἡμέρᾳ τοίνυν  εὐσχημόνως  περιπατήσωμεν.  Οὐδὲν γὰρ ἁμαρτίας ἀσχημονέστερον. Ἔλαττον  κακὸν  εἰς  ἀσχημοσύνης  λόγον,  γυμνοὺς,  ἢ  ἁμαρτάνοντας  ἢ πλημμελοῦντας  περιέρχεσθαι. Ἐκεῖνο μὲν γὰρ οὐ τοσοῦτον ἔγκλημα· πολλάκις γὰρ καὶ ἀπὸ πενίας γένοιτ' ἄν· τοῦ δὲ ἁμαρτάνοντος οὐδὲν αἰσχρότερον καὶ ἀτιμότερον. Ἐννοήσωμεν   οὖν   τοὺς   εἰς   δικαστήριον   ἀπιόντας   ἁρπαγῆς   ἕνεκα   .  καὶ πλεονεξίας, πῶς αἰσχροὶ καὶ καταγέλαστοι φαίνονται, πάντα ἀναισχυντοῦντες, ψευδόμενοι καὶ ἰταμευόμενοι. Ἡμεῖς δὲ οὕτως ἐσμὲν ἐλεεινοὶ καὶ ταλαίπωροι, ὡς ἱμάτιον  μὲν μὴ ἂν ὑπομεῖναι  ἁπλῶς  περιβαλέσθαι καὶ διεστραμμένως, ἀλλὰ  κἂν ἕτερον ἴδωμεν τοῦτο πάσχοντα, διορθούμεθα· πάντων δὲ καὶ ἡμῶν καὶ τῶν πλησίον κατὰ κεφαλῆς  περιπατούντων,  μηδὲ ἐπαισθάνεσθαι. Τί γὰρ αἰσχρότερον, εἰπέ μοι, ἀνδρὸς πρὸς γυναῖκα πόρνην εἰσιόντος; τί δὲ ὑβριστοῦ, τί δὲ λοιδόρου καὶ βασκάνου καταγελαστότερον γένοιτ' ἄν; πόθεν οὖν οὐ δοκεῖ ταῦτα οὕτως εἶναι αἰσχρὰ, ὡς τὸ γυμνοὺς περιπατεῖν, Ἀπὸ τῆς συνηθείας μόνης. Τοῦτο μὲν γὰρ οὐδεὶς οὐδέποτε ἑκὼν ἔπαθεν· ἐκεῖνο δὲ ἅπασιν ἀεὶ τολμᾶται μετὰ ἀδείας. Ἐπεὶ εἴ τις εἰς ἀγγέλων πλῆθος ἦλθε, παρ' οἷς οὐδὲν οὐδέποτε τοιοῦτον ἐγένετο, εἶδεν ἂν τότε ἀκριβῶς τὸν πολὺν γέλωτα. Καὶ τί λέγω πλῆθος ἀγγέλων; Ἐν γὰρ τοῖς βασιλείοις αὐτοῖς τοῖς παρ' ἡμῖν, εἴ τις  ἂν  πόρνην  εἰσαγαγὼν  χρῷτο  αὐτῇ, ἢ μέθῃ οἴνου  κατασχεθείη, ἢ ἄλλο  τι τοιοῦτον ἀσχημονήσειε, τὴν ἐσχάτην δίδωσι δίκην. Εἰ δὲ ἐν βασιλείοις οὐκ ἀνεκτὸν τὰ  τοιαῦτα  τολμᾷν,  πολλῷ  μᾶλλον,  τοῦ  πανταχοῦ  βασιλέως  παρόντος  καὶ  τὰ γινόμενα  θεωμένου,  ἂν τοιαῦτα  τολμῶμεν,  τὴν  ἐσχάτην  ὑποστησόμεθα κόλασιν.
∆ιὸ,  παρακαλῶ,  πολλὴν   ἐν  τῷ  βίῳ  τὴν  ἡσυχίαν  ἐπιδειξώμεθα,  πολλὴν   τὴν καθαρότητα Καὶ γὰρ ἔχομεν βασιλέα πάντα ὁρῶντα διηνεκῶς τὰ ἡμέτερα. Ἵν' οὖν ἡμᾶς ἀεὶ τοῦτο δαψιλῶς  φωτίζῃ  τὸ φῶς, ἐπισπασώμεθα ταύτην τὴν ἀκτῖνα. Οὕτω γὰρ καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀπολαύσομεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 ς ʹ. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
.
∆ιαλεχθεὶς περὶ τοῦ Θεοῦ Λόγου τὰ κατεπείγοντα  ἐν προοιμίοις ἡμῖν, ὁδῷ καὶ  τάξει  προβαίνων,  καὶ  ἐπὶ  τὸν  τοῦ  Λόγου κήρυκα τὸν  ὁμώνυμον  αὐτοῦ  τὸν Ἰωάννην  ἔρχεται λοιπόν.  Σὺ δὲ ἀκούων, ὅτι παρὰ Θεοῦ ἀπεστάλη, μηδὲν λοιπὸν ἀνθρώπινον  εἶναι νόμιζε τῶν λεγομένων  παρ' ἐκείνου. Οὐ γὰρ τὰ αὐτοῦ, ἀλλὰ τὰ τοῦ  πέμψαντος  ἅπαντα  φθέγγεται.  ∆ιὸ καὶ  ἄγγελος  προσηγόρευται· ἀγγέλου  δὲ ἀρετὴ, τὸ μηδὲν ἴδιον εἰπεῖν Τὸ δὲ, Ἐγένετο, ἐνταῦθα οὐ τῆς εἰς τὸ εἶναι παρόδου δηλωτικὸν,  ἀλλὰ τῆς ἀποστολῆς ἐστιν αὐτῆς. Τὸ γὰρ, Ἐγένετο ἀπεσταλμένος παρὰ Θεοῦ, ἀντὶ τοῦ, ἀπεστάλη παρὰ Θεοῦ. Πῶς οὖν τὸ, Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐ περὶ τῆς πρὸς τὸν Πατέρα ἀπαραλλαξίας εἰρῆσθαί φασι διὰ τὸ μὴ προσκεῖσθαι τὸ ἄρθρον; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα οὐδαμοῦ τὸ ἄρθρον πρόσκειται. Ἆρ' οὖν οὐ περὶ τοῦ Πατρὸς εἴρηται; Τί οὖν ἐροῦμεν τῷ Προφήτῃ λέγοντι, ὅτι Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου; Τὸ μὲν ἐμοῦ καὶ σοῦ, δύο προσώπων  ἐστὶ δηλωτικόν.  Οὗτος ἦλθεν  εἰς μαρτυρίαν, ἵνα  μαρτυρήσῃ περὶ τοῦ φωτός. Τί τοῦτο; ὁ δοῦλος τῷ δεσπότῃ μαρτυρεῖ, ἴσως εἴποι τις ἄν; Ὅταν οὖν μὴ μόνον ὑπὸ τοῦ δούλου μαρτυρούμενον αὐτὸν, . ἀλλὰ καὶ παραγινόμενον  ἴδῃς πρὸς αὐτὸν, καὶ μετὰ Ἰουδαίων βαπτιζόμενον ὑπ' αὐτοῦ· ἆρ' οὐ μᾶλλον ἐκστήσῃ καὶ διαπορήσεις; Ἀλλ' οὐ χρὴ ταράττεσθαι οὐδὲ θορυβεῖσθαι, ἀλλ' ἐκπλήττεσθαι  τὴν ἄφατον ἀγαθότητα. Ἂν δὲ ἐπιμένῃ τις ἔτι ἰλιγγιῶν  καὶ θορυβούμενος, ἐρεῖ καὶ πρὸς αὐτὸν τοῦτο, ὃ καὶ πρὸς Ἰωάννην  εἶπεν· Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Εἰ δὲ καὶ ἐπὶ πλεῖον ταραχθείη, πάλιν ἐρεῖ ἃ πρὸς τοὺς Ἰουδαίους ἔφησε καὶ πρὸς αὐτὸν, ὅτι Παρὰ ἀνθρώπου τὴν μαρτυρίαν οὐ λαμβάνω. Εἰ τοίνυν  μὴ  δεῖται  τῆς  μαρτυρίας  ταύτης,  τίνος  ἕνεκεν  ἀπεστάλη  παρὰ  Θεοῦ ὁ Ἰωάννης;  Οὐχ ὡς αὐτοῦ δεομένου μαρτυρίας (τοῦτο γὰρ τῆς ἐσχάτης βλασφημίας ἐστὶν), ἀλλὰ διατί; Αὐτὸς ὁ Ἰωάννης  διδάσκει λέγων·  Ἵνα πάντες  πιστεύσωσι δι' αὐτοῦ.  Καὶ αὐτὸς  δὲ  ὁ  Χριστὸς εἰπὼν,  ὅτι  Παρὰ ἀνθρώπου  τὴν  μαρτυρίαν  οὐ λαμβάνω, ἵνα μὴ δόξῃ παρὰ τοῖς ἀνοήτοις ἑαυτῷ περιπίπτειν· νῦν μὲν λέγων, Ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ· καὶ οἶδα ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ· τὸν γὰρ Ἰωάννην  ἐδήλου·  νῦν  δὲ  λέγων,  Παρὰ ἀνθρώπου  τὴν  μαρτυρίαν  οὐ  λαμβάνω· ἐπήγαγε  τὴν λύσιν ταχέως, εἰπών· Ἀλλὰ ταῦτα λέγω  δι'  ὑμᾶς, ἵνα . σωθῆτε· ὡσανεὶ ἔλεγεν· Ὅτι μὲν Θεός εἰμι, καὶ Θεοῦ γνήσιος Υἱὸς, καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀκηράτου καὶ μακαρίας, [καὶ] οὐδενὸς δέομαι τοῦ μαρτυρήσοντος. Κἂν γὰρ μηδεὶς ἐθέλῃ  τοῦτο  ποιεῖν,  οὐδὲν  ἐγὼ  παρὰ τοῦτο εἰς τὴν  φύσιν  ἠλάττωμαι  τὴν  ἐμήν. Ἐπειδὴ δὲ τῆς σωτηρίας μοι μέλει τῆς τῶν πολλῶν, τούτου χάριν εἰς τοῦτο κατέβην ταπεινότητος,  ὡς  καὶ ἀνθρώπῳ  τὴν  μαρτυρίαν  ἐπιτρέψαι  τὴν  ἐμήν.  ∆ιὰ γὰρ τὸ χαμαίζηλον καὶ ἀσθενὲς τῶν Ἰουδαίων, οὕτως εὐληπτοτέρα αὐτοῖς καὶ εὐκολωτέρα ἔμελλεν ἡ εἰς αὐτὸν γίνεσθαι πίστις. Ὥσπερ οὖν σάρκα περιεβάλετο, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν, ἅπαντας ἀπολέσῃ· οὕτω καὶ κήρυκα ἄνθρωπον ἐξέπεμψεν, ἵνα τῆς συγγενοῦς ἀκούοντες φωνῆς,  εὐκολώτερον  οἱ τότε ἀκούοντες  προσέρχωνται. Ἐπεὶ ὅτι γε τῆς ἐκείνου οὐδὲν ἐδεῖτο μαρτυρίας, ἤρκει δεῖξαι μόνον ἑαυτὸν ὅστις ἦν γυμνῇ  τῇ  οὐσίᾳ, καὶ  καταπλήξασθαι  πάντας.  Ἀλλὰ  τοῦτο  οὐκ ἐποίησε, δι' ὅπερ ἔφθην εἰπών· πάντας γὰρ ἂν ἠφάνισε, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνην τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν. ∆ιὰ τοῦτο καὶ σάρκα, καθάπερ ἔφθην εἰπὼν, ὑπέδυ, καὶ ἑνὶ τῶν ἡμετέρων ὁμοδούλων ἐγχειρίζει τὴν μαρτυρίαν· ἐπειδὴ πάντα πρὸς τὴν τῶν  ἀνθρώπων  ἐπραγματεύσατο σωτηρίαν, οὐ πρὸς τὴν ἀξίαν μόνον τὴν ἑαυτοῦ, ἀλλὰ καὶ πρὸς τὸ εὐπαράδεκτον καὶ ὠφέλιμον τοῖς ἀκούουσιν ὁρῶν. Ὅπερ οὖν καὶ αὐτὸς αἰνιττόμενος ἔλεγεν· Ταῦτα λέγω δι' ὑμᾶς, ἵνα σωθῆτε. Καὶ ὁ εὐαγγελιστὴς δὲ τὰ αὐτὰ τῷ ∆εσπότῃ φθεγγόμενος, μετὰ τὸ εἰπεῖν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, ἐπήγαγεν, Ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ, μονονουχὶ λέγων· Μὴ νομίσῃς ὅτι διὰ τοῦτο  μαρτυρήσων  ἦλθεν  ὁ Βαπτιστὴς Ἰωάννης,  ἵνα  τι  τῷ  ∆εσπότῃ προσθῇ εἰς ἀξιοπιστίας λόγον· οὐ διὰ τοῦτο, ἀλλ' ἵνα οἱ ὁμόφυλοι πιστεύσωσι δι' αὐτοῦ. Ὅτι γὰρ ταύτην  προανελεῖν  τὴν  ὑποψίαν  σπεύδων  τοῦτο εἴρηκε, καὶ ἐκ τῶν  μετὰ ταῦτα δῆλον· ἐπήγαγε γὰρ, Οὐκ ἦν ἐκεῖνος, λέγων,  τὸ φῶς. Εἰ δὲ μὴ πρὸς τὴν ὑπόνοιαν ταύτην ἱστάμενος ἐπανέλαβε τοῦτο, παρεῖλκεν ἁπλῶς τὸ λεγόμενον, καὶ ταυτολογία μᾶλλον, ἢ σαφήνεια διδασκαλίας ἦν. Εἰπὼν γὰρ, ὅτι ἀπεστάλη, . Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, τί πάλιν λέγει, Οὐκ ἦν ἐκεῖνος τὸ φῶς; Οὐχ ἁπλῶς οὐδὲ μάτην· ἀλλ' ἐπειδὴ ὡς τὰ πολλὰ παρ' ἡμῖν μείζων ὁ μαρτυρῶν τοῦ μαρτυρουμένου, καὶ ἀξιοπιστότερος  πολλάκις  εἶναι  δοκεῖ·  ἵνα  μή  τις  καὶ  ἐπὶ  τοῦ  Ἰωάννου   τοῦτο ὑποπτεύσῃ,  ἐκ  προοιμίων  εὐθέως  τὴν  πονηρὰν  ταύτην  ὑποψίαν   ἀναιρεῖ,  καὶ πρόῤῥιζον αὐτὴν ἀνασπάσας, δείκνυσι τίς μὲν οὗτος ὁ μαρτυρῶν, τίς δὲ ἐκεῖνος ὁ μαρτυρούμενος, καὶ ὅσον τὸ μέσον τοῦ τε μαρτυρουμένου καὶ τοῦ μαρτυροῦντός ἐστι. Καὶ τοῦτο ποιήσας, καὶ δείξας αὐτοῦ τὴν  ἀσύγκριτον ὑπεροχὴν, οὕτω  μετὰ ἀδείας λοιπὸν καὶ τῷ λειπομένῳ  ἐπεξέρχεται λόγῳ· καὶ εἴ τι τῶν ἀτόπων ἦν ταῖς τῶν ἀνοητοτέρων ὑφορμοῦν διανοίαις, τοῦτο ἐκ μέσου μετὰ ἀκριβείας ἄρας, οὕτως ἅπασι μετ' εὐκολίας λοιπὸν καὶ ἀκωλύτως τὸν τῆς διδασκαλίας ἐφεξῆς ἐνίησι λόγον. Εὐξώμεθα δὴ λοιπὸν μετὰ τῆς τῶν νοημάτων  τούτων  ἀποκαλύψεως,  καὶ τῆς τῶν δογμάτων  ὀρθότητος,  καὶ  βίον  ἡμῖν  γενέσθαι  καθαρὸν  καὶ  πολιτείαν  λαμπράν. Ἐπειδὴ τούτων ὄφελος οὐδὲν, ἔργων μὴ παρόντων  ἡμῖν ἀγαθῶν. Κἂν γὰρ ἅπασαν τὴν πίστιν ἔχωμεν καὶ τὴν τῶν Γραφῶν κατανόησιν, τῆς δὲ ἀπὸ τοῦ βίου προστασίας ὦμεν ἔρημοι καὶ γυμνοὶ, οὐδὲν τὸ κωλύον εἰς τὸ τῆς γεέννης ἀπενεχθῆναι πῦρ, καὶ εἰς  ἄπειρον  ὑπὸ  τῆς  ἀσβέστου κατακαίεσθαι  φλογός.  Ὥσπερ γὰρ  οἱ  τὰ  ἀγαθὰ πράξαντες, ἀναστήσονται εἰς ζωὴν αἰώνιον· οὕτως οἱ τὰ ἐναντία τετολμηκότες, εἰς αἰώνιον  κόλασιν καὶ πέρας οὐδέποτε ἔχουσαν. ∆ιὸ πᾶσαν ἐπιδειξώμεθα  σπουδὴν, ὥστε μὴ τὸ γενόμενον ἡμῖν ἀπὸ τῆς ὀρθῆς πίστεως κέρδος διαφθεῖραι τῇ τῶν ἔργων φαυλότητι,  ἀλλὰ καὶ ἐντεῦθεν εὐδοκιμήσαντες μετὰ παῤῥησίας ἰδεῖν τὸν Χριστόν. Ταύτης γὰρ ἴσον οὐδὲν τῆς μακαριότητος εἴη ποτ' ἄν. Γένοιτο δὲ πάντας ἐπιτυχόντας τῶν εἰρημένων, εἰς δόξαν Θεοῦ πάντα πράττειν, ᾧ ἡ δόξα ἅμα τῷ μονογενεῖ Υἱῷ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. . 


Ζʹ. Ἦν τὸ φῶς τὸ ἀληθινὸν,  ὃ φωτίζει  πάντα ἄνθρω πον ἐρχόμενον  εἰς τὸν κόσμον

αʹ. ∆ιὰ τοῦτο,  ὦ  πολυπόθητα  τέκνα,  κατὰ  μέρος ὑμᾶς  τοῖς  ἀπὸ  τῶν  Γραφῶν  ἑστιῶμεν νοήμασι, καὶ οὐκ ἀθρόον πάντα ἐκχέομεν, ἵνα ῥᾳδία τῶν ἀεὶ καταβαλλομένων ὑμῖν ἡ φυλακὴ γένηται. Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων  ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον· ὁ δὲ ἀναμένων  πρότερον παγῆναι  τὸν  χάλικα,  καὶ οὕτω τὸ λεῖπον  κατὰ μικρὸν ἐπιτιθεὶς, μετὰ ἀσφαλείας ἅπασαν ἀπαρτίζει τὴν οἰκίαν, οὐκ ὀλιγοχρόνιόν τινα, οὐδὲ εὐδιάλυτον, ἀλλὰ βεβαίαν κατασκευάζων αὐτήν. Τούτους καὶ ἡμεῖς μιμώμεθα τοὺς οἰκοδόμους, καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰς ὑμετέρας οἰκοδομῶμεν ψυχάς. Καὶ γὰρ δεδοίκαμεν,  μήποτε  τῆς  προτέρας  καταβολῆς   νεοπαγοῦς   ὑπαρχούσης,  ἡ  τῶν δευτέρων  ἐπιθήκη  θεωρημάτων  καὶ τοῖς  προτέροις λυμήνηται,  τῆς διανοίας  οὐκ ἀρκούσης ἅπαντα ὁμοῦ κατασχεῖν. Τί τοίνυν ἐστὶ τὸ σήμερον ἡμῖν ἀναγνωσθέν; Ἦν τὸ φῶς τὸ ἀληθινὸν,  ὃ φωτίζει  πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν . κόσμον. Ἐπειδὴ γὰρ ἄνω περὶ τοῦ Ἰωάννου διαλεγόμενος ἔλεγεν, ὅτι ἦλθεν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ  φωτὸς,  καὶ ὅτι  νῦν  ἀπεστάλη· ἵνα  μή τις  ταῦτα  ἀκούων,  διὰ  τὴν  τοῦ μαρτυροῦντος πρόσφατον παρουσίαν, καὶ περὶ τοῦ μαρτυρουμένου τοιαύτην  τινὰ ὑπόνοιαν   λάβῃ,  ἀνήγαγε   τὴν  διάνοιαν,   καὶ  πρὸς  τὴν  ἐπέκεινα  πάσης  ἀρχῆς παρέπεμψεν ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην. Καὶ πῶς ἔνι τοῦτο, φησὶν, Υἱὸν ὄντα ἔχειν; Περὶ Θεοῦ διαλεγόμεθα, καὶ τὸ πῶς ἐρωτᾷς; καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις; Εἶτα ἂν μέν σε ἔρηταί τις· Πῶς δὲ ἡμῶν ἀτελεύτητον ἕξουσιν αἱ ψυχαὶ τὴν  ζωὴν  καὶ  τὰ  σώματα  μετὰ  ταῦτα;  καταγελάσῃ  τῆς  πεύσεως,  ὡς  οὐκ  ἂν ἀνθρωπίνης διανοίας ὂν τὰ τοιαῦτα ζητεῖν, ἀλλὰ δεῖν πιστεύειν μόνον καὶ μὴ περιεργάζεσθαι  τὸ  εἰρημένον,  ἀρκοῦσαν  ἔχοντα  ἀπόδειξιν  τοῦ  λεχθέντος   τὴν δύναμιν τοῦ εἰρηκότος· ἂν δὲ τὸν ψυχὰς καὶ σώματα ἐργασάμενον, καὶ τῆς κτίσεως ἁπάσης ἀσυγκρίτως ὑπερέχοντα, ἄναρχον εἶναι φῶμεν, τὸν τρόπον ἡμᾶς ἀπαιτήσεις; Καὶ τίς ἂν ταῦτα καθεστηκυίας εἶναι φαίη . ψυχῆς; τίς δὲ ὑγιαίνοντος λογισμοῦ; Ἤκουσας, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινόν. Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν; Οὐδὲ γὰρ οἷόν τε. Τί ζητεῖς τὰ ἀζήτητα; τί περιεργάζῃ τὰ ἀκατάληπτα; τί ἐρευνᾷς τὰ ἀνεξερεύνητα; Κατανόησον τῶν ἡλιακῶν ἀκτίνων τὴν ῥίζαν αὐτήν· ἀλλ' οὐ δυνήσῃ, καὶ ὅμως οὐκ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις  ἐπὶ  τῇ  ἀσθενείᾳ.  Πῶς οὖν  ἐν  τοῖς  μείζοσι  τολμηρὸς  γέγονας  καὶ προπετής; Ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ὁ ἀπὸ τῆς σάλπιγγος ἠχῶν τῆς πνευματικῆς, τὸ, Ἦν, ἀκούσας παρὰ τοῦ Πνεύματος, οὐδὲν ἐπεζήτησε πλέον· σὺ δὲ ὁ τῆς χάριτος ἀμοιρῶν τῆς ἐκείνου, καὶ ὁ ἀπὸ τῶν δειλῶν φθεγγόμενος  λογισμῶν, ὑπερβῆναι τὸ μέτρον τῆς ἐκείνου γνώσεως φιλονεικεῖς; ∆ιὰ τοῦτο τοιγαροῦν οὐδὲ πρὸς τὸ μέτρον τῆς ἐκείνου  γνώσεως  ἀφικέσθαι  δυνήσῃ. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου  μεθοδεία· ἐξάγει μὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ὅρων ἡμῖν τοὺς πειθομένους αὐτῷ, ὡς ἐπὶ πολλῷ μείζοσιν· ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;), ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν,  ἀλλὰ πανταχοῦ  περιάγει πλανωμένους,  καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι. Οὕτω καὶ τὸν πρωτόπλαστον ἐκ τῆς τοῦ παραδείσου διαγωγῆς ἐποίησεν ἐκπεσεῖν. Προσδοκίᾳ γὰρ μείζονος γνώσεως καὶ τιμῆς φυσήσας αὐτὸν, καὶ τῶν τότε ὑπαρχόντων  αὐτῷ μετὰ ἀδείας ἐξέβαλεν. Οὐ γὰρ μόνον ἰσόθεος οὐ γέγονε, καθὼς ὑπισχνεῖτο αὐτῷ, ἀλλὰ καὶ εἰς τὴν τοῦ θανάτου τυραννίδα ἐξέπεσεν, οὐ μόνον οὐδὲν πλέον ἀπὸ τῆς τοῦ ξύλου βρώσεως προσλαβὼν, ἀλλὰ καὶ τῆς γνώσεως ἧς εἶχεν οὐ μικρὸν ἀπολέσας, ἐλπίδι πλείονος  γνώσεως. Τότε γὰρ αἰσχύνεσθαι καὶ καταδύεσθαι ἐπὶ τῇ γυμνότητι,  τότε αὐτῷ προσεγένετο, πρὸ τῆς ἀπάτης ἀνωτέρω ταύτης ὄντι τῆς αἰσχύνης. Αὐτό τε γὰρ τὸ ὁρᾷν ἑαυτὸν γυμνὸν ὄντα, καὶ δεῖσθαι λοιπὸν τῆς ἀπὸ τῶν ἱματίων  περιβολῆς, καὶ ἕτερα αὐτῷ πλείονα ἐντεῦθεν ἐφύη πάθη τότε. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, πειθώμεθα τῷ Θεῷ, καὶ μένωμεν ἐν οἷς αὐτὸς ἡμῖν προσέταξε, καὶ μηδὲν περαιτέρω πολυπραγμονῶμεν, ἵνα μὴ καὶ τῶν ἤδη δοθέντων ἡμῖν ἐκπέσωμεν ἀγαθῶν, καθάπερ καὶ οὗτοι πεπόνθασι. Τῆς γὰρ ἀνάρχου ζωῆς ἀρχὴν ἐπιζητοῦντες  εὑρεῖν, καὶ ἅπερ ἠδύναντο ἔχειν ἀπώλεσαν. Οὔτε γὰρ τὸ ζητούμενον εὗρον (οὐδὲ γάρ ἐστι δυνατόν), καὶ τῆς ὑγιοῦς περὶ τοῦ Μονογενοῦς ἐξέπεσον πίστεως. Ἀλλ' ἡμεῖς μὴ μεταίρωμεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλ' εἴκωμεν πανταχοῦ τοῖς τοῦ Πνεύματος νόμοις, καὶ ἀκούοντες ὅτι, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, μηδὲν πλέον ἐπιζητῶμεν εὑρεῖν· οὐδὲ γὰρ ἔνι ταύτην ὑπερβῆναι τὴν ῥῆσιν. Εἰ μὲν γὰρ ὡς ἄνθρωπος ἐγέννα, ἀνάγκη μέσον εἶναί τι τοῦ γεννῶντος  καὶ τοῦ γεννωμένου· ἐπειδὴ δὲ ἀῤῥήτως καὶ ὡς Θεῷ πρέπον ἐστὶ, τοῦ πρὸ καὶ τοῦ μετὰ ἀναχώρει· τῶν χρόνων γὰρ ταῦτα ὀνόματα· ὁ δὲ Υἱὸς καὶ  τῶν  αἰώνων  πάντων  ἐστὶ ποιητής. 

βʹ. Οὐκοῦν οὐ  πατὴρ, φησὶν,  ἀλλ' ἀδελφός. Ποία ἀνάγκη, εἰπέ μοι; Εἰ μὲν γὰρ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν ἐξ ἑτέρας ἐλέγομεν εἶναι ῥίζης, καλῶς ἂν ταῦτα ἔφης τότε. Εἰ δὲ ταύτην μὲν φεύγομεν  τὴν ἀσέβειαν,  .  λέγομεν   δὲ  τὸν   μὲν   Πατέρα  πρὸς  τὸ  ἄναρχον   εἶναι,   μηδὲ γεγεννῆσθαι·  τὸν  δὲ Υἱὸν ἄναρχον  εἶναι,  γεγεννημένον  δὲ ἐκ τοῦ Πατρός· ποία ἀνάγκη  ἐκ  τῆς  ἐννοίας  ταύτης  τὸν  ἀσεβῆ λόγον  ἐκεῖνον  ἐπεισελθεῖν;  Οὐδεμία. Ἀπαύγασμα γάρ ἐστι· τὸ δὲ ἀπαύγασμα συνεπινοεῖται τῇ φύσει, ἧς ἐστιν ἀπαύγασμα.
∆ιὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος τοῦτον οὕτως ἐκάλεσεν, ἵνα μηδὲν μέσον ὑποπτεύσῃς Πατρὸς καὶ Υἱοῦ. Τοῦτο μὲν οὖν τούτου δηλωτικόν· τὸ δὲ ἐφεξῆς τοῦ ὑποδείγματος, τὴν  ὑφορμῶσαν  τοῖς  ἀνοήτοις  ἀτοπίαν  διορθοῦται.  Μὴ γὰρ, ἐπειδὴ  ἀπαύγασμα, φησὶν, ἤκουσας, τῆς ἰδίας  αὐτὸν  ἀπεστερῆσθαι νομίσῃς ὑποστάσεως. Ἀσεβὲς γὰρ τοῦτο, καὶ τῆς τῶν  Σαβελλιανῶν  καὶ τῶν  ἀπὸ Μαρκέλλου μανίας. Ἡμεῖς δὲ οὐχ οὕτως,  ἀλλὰ  καὶ ἐν  ἰδίᾳ  αὐτὸν  ὑποστάσει εἶναί  φαμεν.  ∆ιὰ τοῦτο  εἰπὼν  αὐτὸν ἀπαύγασμα, ἐπήγαγεν, ὅτι Καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, ἵνα τὴν ἰδίαν ὑπόστασιν δηλώσῃ καὶ τῆς αὐτῆς ὄντα αὐτὸν οὐσίας, ἧς ἐστι καὶ χαρακτήρ. Οὐ γὰρ ἀρκεῖ μιᾷ  λέξει,  καθάπερ ἔφθην  εἰπὼν,  τὰ  περὶ  Θεοῦ παραστῆσαι δόγματα  τοῖς ἀνθρώποις· ἀλλὰ ἀγαπητὸν, ἂν πολλὰ συμφορήσαντες, ἐξ ἑκάστου τὸ πρέπον ἐπιλεξώμεθα. Οὕτω γὰρ δυνησόμεθα τῆς ἀξίας ἐφικέσθαι δοξολογίας· ἀξίας δὲ λέγω, κατὰ τὴν ἡμετέραν δύναμιν. Εἰ γάρ τις πρὸς αὐτὴν τὴν ὄντως ἀξίαν εἰπεῖν δύνασθαι νομίζοι, καὶ φιλονεικοίη,  λέγων  οὕτως εἰδέναι  τὸν Θεὸν ὡς αὐτὸς οἶδεν ἑαυτὸν, οὗτος μάλιστά ἐστιν ὁ τὸν Θεὸν ἀγνοῶν.  Ταῦτ' οὖν εἰδότες, μένωμεν  κατέχοντες μετὰ ἀσφαλείας ἃ παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου, καὶ μηδὲν περαιτέρω περιεργαζώμεθα. ∆ύο γὰρ τοῖς ταύτην νοσοῦσι τὴν νόσον περιέσται τὰ δεινά· τό τε εἰκῆ ταλαιπωρεῖσθαι,  ζητοῦντας  ἅπερ εὑρεῖν οὐ δυνατόν· τό τε παροξύναι τὸν Θεὸν, τοὺς παρ' αὐτοῦ τεθέντας  ὅρους ἀνατρέπειν ἐπιχειροῦντας. Ὅσην δὲ τοῦτο κινεῖ τὴν ὀργὴν, οὐδὲν δεῖ παρ' ἡμῶν μαθεῖν, πάντας εἰδότας ὑμᾶς. ∆ιὸ τῆς ἀπονοίας αὐτῶν ἀφέμενοι, τρέμωμεν αὐτοῦ τοὺς λόγους, ἵνα διηνεκῶς  ἡμᾶς τειχίζῃ· Ἐπὶ τίνα γὰρ ἐπιβλέψω,  φησὶν, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Ἀφέντες τοίνυν τὴν ὀλεθρίαν ταύτην πολυπραγμοσύνην, συντρίψωμεν τὰς καρδίας, πενθήσωμεν τὰ ἡμαρτημένα ἡμῖν,  καθὼς  προσέταξεν ὁ Χριστὸς, κατανυγῶμεν  ἐπὶ τοῖς  πλημμεληθεῖσιν  ἡμῖν, ἀναλογισώμεθα  μετὰ ἀκριβείας τὰ κατὰ τὸν ἔμπροσθεν ἡμῖν ἅπαντα τολμηθέντα χρόνον,  σπουδάσωμεν αὐτὰ ἀποτρίψασθαι  παντοδαπῶς.  Πολλὰς γὰρ εἰς τοῦτο  ὁ Θεὸς ἀνέῳξεν  ἡμῖν  ὁδούς.  Λέγε γὰρ  σὺ, φησὶ,  πρῶτος,  τὰς  ἁμαρτίας  σου, ἵνα δικαιωθῇς· καὶ πάλιν, Εἶπα, Τὴν ἀνομίαν μου ἐξαγορεύσω κατ' ἐμοῦ, καὶ σὺ ἀφῆκας τὴν ἀσέβειαν τῆς καρδίας μου. Οὐδὲ γὰρ μικρὸν ἡμῖν συντελεῖ πρὸς τὸ μειῶσαι τῶν ἁμαρτημάτων τὸ μέγεθος ἡ συνεχὴς αὐτῶν κατηγορία καὶ μνήμη. Ἔστι καὶ ἑτέρα ταύτης ἐνεργεστέρα ὁδὸς, τὸ μηδενὶ  τῶν  εἰς ἡμᾶς ἡμαρτηκότων  μνησικακεῖν, τὸ πᾶσι τοῖς εἰς ἡμᾶς πλημμεληθεῖσι συγχωρεῖν τὰ πλημμελήματα. Βούλει καὶ τρίτην μαθεῖν;  Ἄκουσον τοῦ  ∆ανιὴλ  λέγοντος·  ∆ιὸ τὰς  ἁμαρτίας  σου ἐν  ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας  σου ἐν  οἰκτιρμοῖς  πενήτων.  Ἔστι δὲ καὶ ἑτέρα μετὰ ταύτης, ἡ τῶν εὐχῶν συνέχεια, καὶ τὸ . προσεδρεύειν μετὰ καρτερίας ταῖς πρὸς τὸν Θεὸν ἐντεύξεσι. Φέρει τινὰ παραμυθίαν ἡμῖν οὐ μικρὰν καὶ λύσιν τῶν ἡμαρτημένων καὶ νηστεία ὁμοίως, ὅταν μετὰ τῆς εἰς ἑτέρους φιλανθρωπίας  γίνηται, καὶ σβέννυσι τὸ σφοδρὸν τῆς ὀργῆς τοῦ Θεοῦ. Πῦρ γὰρ φλογιζόμενον  σβέσει ὕδωρ, καὶ ἐλεημοσύναις  ἀποκαθαίρονται  ἁμαρτίαι. Ταύτας τοίνυν  πάσας ὁδεύωμεν  τὰς ὁδούς. Ἂν γὰρ ἐν τούτοις ὦμεν διαπαντὸς, ἂν εἰς ταῦτα τὴν σχολὴν ἀναλίσκωμεν, οὐ μόνον τὰ παρελθόντα ἀπονιψόμεθα  πλημμελήματα, ἀλλὰ καὶ εἰς τὸ μέλλον τὰ μέγιστα κερδανοῦμεν. Οὐ γὰρ παρέξομεν τῷ διαβόλῳ  σχολὴν  προσβάλλειν ἡμῖν,. οὔτε εἰς ῥᾳθυμίαν βίου, οὔτε εἰς τὴν ὀλεθρίαν περιεργίαν. Καὶ γὰρ καὶ ταῦτα μετὰ  τῶν  ἄλλων,  καὶ  ἐντεῦθεν  τὰς  ἀνοήτους  ζητήσεις καὶ  τὰς  λογομαχίας  τὰς ἐπιβλαβεῖς ἐπάγει, ἐκ τοῦ σχολάζοντας ὁρᾷν καὶ ἀργοῦντας, καὶ μηδεμίαν τῆς κατὰ τὸν βίον ἀρετῆς πρόνοιαν ποιουμένους. Ἀλλ' ἡμεῖς αὐτῷ ταύτην τὴν παρείσδυσιν ἀποφράξωμεν, γρηγορήσωμεν, νήψωμεν  ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ καμόντες ὀλίγα,   τῶν   ἀθανάτων   ἐν   τοῖς   ἀπείροις  αἰῶσι  τύχωμεν   ἀγαθῶν,   χάριτι   καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |