ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Εʹ.Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς

Δευτέρα 31 Οκτωβρίου 2016

Εʹ.Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν ὁ Θεὸς αὐτοὺς




Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60



Εʹ.Καθὼς οὐκ ἐδοκίμασαν τὸν  Θεὸν ἔχειν  ἐν ἐπιγνώσει, παρέδωκεν  ὁ Θεὸς αὐτοὺς  εἰς  ἀδόκιμον  νοῦν,  ποιεῖν  τὰ  μὴ  καθήκοντα.

 αʹ. Ἵνα  μὴ  δόξῃ  αὐτοὺς αἰνίττεσθαι,  ἐπὶ πολὺ τῷ τῆς παιδεραστίας ἐνδιατρίβων  λόγῳ, μετέβη λοιπὸν  ἐφ' ἕτερα εἴδη ἁμαρτημάτων· διὸ καὶ ἐφ' ἑτέρων προσώπων προάγει τὸν λόγον ἅπαντα. Καὶ ὥσπερ ἀεὶ τοῖς πιστοῖς διαλεγόμενος περὶ ἁμαρτημάτων, καὶ βουλόμενος ταῦτα δεῖξαι φευκτὰ, παράγει εἰς μέσον τὰ ἔθνη, λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθάπερ καὶ τὰ λοιπὰ ἔθνη τὰ μὴ εἰδότα τὸν Θεόν· καὶ πάλιν, Μὴ λυπεῖσθε, ὥσπερ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα· οὕτω καὶ ἐνταῦθα δείκνυσιν ἐκείνων τὰ ἁμαρτήματα ὄντα, καὶ πάσης αὐτοὺς ἀποστερεῖ συγγνώμης· οὐ γὰρ ἀγνοίας, ἀλλὰ μελέτης εἶναί φησι τὰ τολμήματα. ∆ιόπερ οὐκ εἶπε. Καὶ καθὼς οὐκ ἔγνωσαν, ἀλλὰ, Καθὼς οὐκ ἐδοκίμασαν τὸν Θεὸν ἔχειν  ἐν ἐπιγνώσει· κρίσεως διεφθαρμένης  καὶ φιλονεικίας  μᾶλλον,  οὐ συναρπαγῆς λέγων  εἶναι τὸ ἁμάρτημα, καὶ δεικνὺς  οὐχὶ τῆς σαρκὸς, καθώς τινες τῶν   αἱρετικῶν   φασιν,   ἀλλὰ   τῆς   διανοίας   ὄντα   τῆς   πονηρᾶς   ἐπιθυμίας   τὰ ἁρμαρτήματα, καὶ τὴν πηγὴν ἐκεῖθεν οὖσαν τῶν κακῶν.


 Ἐπειδὴ γὰρ ὁ νοῦς ἀδόκιμος γέγονε, πάντα παρεσύρη λοιπὸν καὶ ἀνετράπη, τοῦ ἡνιόχου διαφθαρέντος. Πεπληρωμένους   πάσῃ   ἀδικίᾳ,   πονηρίᾳ,   πλεονεξίᾳ,   κακίᾳ.   Ὅρα  πάντα   μετ' ἐπιτάσεως· καὶ γὰρ Πεπληρωμένους εἶναί φησι, καὶ Πάσῃ. Ὀνομάσας δὲ γενικῶς τὴν κακίαν, καὶ τοῖς μέρεσιν ἐπεξέρχεται, καὶ τούτοις μεθ' ὑπερβολῆς, λέγων  Μεστοὺς φθόνου, φόνου, Τοῦτο γὰρ ἐξ ἐκείνου, ὥσπερ ἐπὶ τοῦ Ἄβελ καὶ τοῦ Ἰωσὴφ ἐδείχθη.Εἶτα εἰπὼν, Ἔριδος, δόλου, κακοηθείας, ψιθυριστὰς, καταλάλους, θεοστυγεῖς, ὑβριστὰς, καὶ τὰ δοκοῦντα ἀδιάφορα εἶναι πολλοῖς ἐν τάξει θεὶς ἐγκλημάτων, αὔξει πάλιν τὴν κατηγορίαν, ἐπὶ τὴν ἀκρόπολιν ἀναβὰς τῶν κακῶν, καὶ εἰπὼν Ἀλαζόνας. Τοῦ γὰρ  ἁμαρτάνειν  τὸ  καὶ  ἁμαρτάνοντα  φρονεῖν  μέγα,  χαλεπώτερον·  διὸ  καὶ Κορινθίοις  αὐτὸ   ἐγκαλεῖ   λέγων·   Καὶ  ὑμεῖς   πεφυσιωμένοι   ἐστέ.  Εἰ  γὰρ   ἐπὶ κατορθώματί τις φυσώμενος τὸ πᾶν ἀπώλεσεν, ὁ μετὰ ἁμαρτημάτων τοῦτο ποιῶν, πόσης οὐκ ἂν εἴη τιμωρίας ἄξιος; οὐδὲ γὰρ μεταγνῶναι δυνήσεται λοιπὸν ὁ τοιοῦτος. Εἶτά φησιν, Ἐφευρετὰς κακῶν· δηλῶν, ὅτι οὐδὲ τοῖς ἤδη οὖσιν ἠρκέσθησαν, ἀλλὰ καὶ ἐφεῦρον ἕτερα· ὅπερ πάλιν μελετώντων  ἦν καὶ σπουδαζόντων, οὐχὶ συναρπαζομένων καὶ παρασυρομένων. Εἰπὼν δὲ κατὰ μέρος τὴν κακίαν, καὶ δείξας, ὅτι καὶ πρὸς αὐτὴν πάλιν τὴν φύσιν ἔστησαν (Γονεῦσι γὰρ, φησὶν, ἀπειθεῖς), ἐπὶ τὴν ῥίζαν λοιπὸν πρόεισι τῆς τοσαύτης λύμης, Ἀστόργους καὶ ἀσπόνδους καλῶν. Ταύτην γὰρ καὶ ὁ Χριστὸς τὴν αἰτίαν εἶναί φησι τῆς πονηρίας, λέγων· Ὅταν πληθυνθῇ  ἡ ἀνομία, ψυγήσεται ἡ ἀγάπη. Τοῦτο γοῦν καὶ ἐνταῦθα λέγει ὁ Παῦλος, Ἀσυνθέτους, ἀστόργους, ἀσπόνδους, ἀνελεήμονας καλῶν, καὶ δηλῶν, ὅτι καὶ αὐτὸ τὸ τῆς φύσεως προὔδωκαν δῶρον. Ἔχομεν γὰρ καὶ φυσικήν τινα πρὸς ἀλλήλους οἰκείωσιν, ἣν καὶ θηρία πρὸς ἄλληλα κέκτηνται. Πᾶν γὰρ ζῶον, φησὶν, ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος  τὸν πλησίον αὑτοῦ. Ἀλλ'  οὗτοι κἀκείνων  κατέστησαν ἀγριώτεροι. Τὴν μὲν  οὖν  νόσον  τὴν  ἀπὸ  τῶν  πονηρῶν  δογμάτων  τῇ  οἰκουμένῃ  γενομένην  διὰ τούτων ἡμῖν παρέστησε, καὶ σαφῶς ἔδειξε τῆς τῶν νοσούντων ῥᾳθυμίας τὴν ἀῤῥωστίαν οὖσαν ἑκατέραν. ∆είκνυσι δὲ λοιπὸν, ὅπερ ἐπὶ τῶν δογμάτων ἐποίησε, καὶ ἐνταῦθα συγγνώμης αὐτοὺς ἀπεστερημένους· διό φησιν· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ εἰδότες, ὅτι οἱ τὰ τοιαῦτα  πράσσοντες ἄξιοι θανάτου  εἰσὶν, οὐ μόνον  αὐτοὶ ποιοῦσιν,  ἀλλὰ  καὶ  συνευδοκοῦσι τοῖς  πράττουσι. ∆ύο θεὶς  ἀντιθέσεις,  ἐνταῦθα ἀνεῖλεν ἀμφοτέρας αὐτὰς προηγουμένως. Τί γὰρ ἂν εἴποις, φησὶν, ὅτι οὐκ οἶδας τὰ πρακτέα; Μάλιστα μὲν εἰ καὶ μὴ ᾔδεις, σὺ αἴτιος, ὁ ἀφεὶς τὸν γνωρισαντά σοι Θεόν· νῦν δὲ καὶ διὰ πολλῶν σε δείκνυμεν εἰδότα, καὶ ἑκοντὶ πλημμελοῦντα. Ἀλλ' ὑπὸ τοῦ πάθους ἕλκῃ; Τί οὖν καὶ συμπράττεις, καὶ ἐπαινεῖς; Οὐ γὰρ μόνον  αὐτὰ ποιοῦσι, φησὶν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσι. Τὴν οὖν χαλεπωτέραν πρότερον θεὶς καὶ ἀσύγγνωστον, ἵνα ἕλῃ (καὶ γὰρ τοῦ πλημμελοῦντος  ὁ τὴν ἁμαρτίαν ἐπαινῶν χαλεπώτερος  πολύ)·  τοῦτο οὖν πρῶτον  εἰπὼν,  διὰ τούτου σφοδρότερον πάλιν  ἐν τοῖς ἑξῆς αὐτὸν χειροῦται, λέγων  οὕτω· ∆ιὸ ἀναπολόγητος  εἶ, ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων·  Ἐν  ᾧ  γὰρ  κρίνεις  τὸν  ἕτερον,  σεαυτὸν  κατακρίνεις.  Ταῦτα  πρὸς  τοὺς ἄρχοντας  ἀποτεινόμενος  ἔλεγεν,  ἐπειδὴ  καὶ  ἡ πόλις  τότε  ἐκείνη  τὴν  ἀρχὴν  ἦν ἐγκεχειρισμένη τῆς οἰκουμένης. Προλαβὼν οὖν φησι· Σαυτοῦ ἀφαιρῇ τὴν ἀπολογίαν πᾶς ὅστις ἂν ᾖς· ὅταν γὰρ κατακρίνῃς τὸν μοιχὸν, μοιχεύῃς δὲ καὶ αὐτὸς, κἂν μηδεὶς ἀνθρώπων   σε δικάζῃ,  ἐν  τῇ  περὶ  τοῦ  ὑπευθύνου  ψήφῳ  καὶ  κατὰ  σαυτοῦ  τὴν ἀπόφασιν ἤνεγκας. Οἴδαμεν γὰρ, ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Ἵνα γὰρ μὴ λέγῃ τις, ὅτι Τέως διέφυγον, φοβῶν φησιν, ὅτι οὐχ οὕτως ἐστὶ παρὰ τῷ Θεῷ ὥσπερ ἐνταῦθα. Ἐνταῦθα γὰρ ὁ μὲν κολάζεται, ὁ δὲ διαφεύγει τὰ αὐτὰ ποιῶν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὅτι μὲν οὖν οἶδε τὸ δίκαιον ὁ κρίνων, εἶπε· πόθεν δὲ οἶδεν, οὐκ ἔτι προσέθηκε· περιττὸν γὰρ ἦν. Ἐπὶ μὲν γὰρ τῆς ἀσεβείας ἀμφότερα  δείκνυσι,  καὶ  ὅτι  τὸν  Θεὸν εἰδὼς,  ἠσέβει, καὶ  πόθεν  εἰδὼς,  ἀπὸ  τῆς κτίσεως. Ἐπειδὴ γὰρ οὐκ ἦν  δῆλον  ἅπασιν, εἶπε  καὶ τὴν  αἰτίαν·  ἐνταῦθα  δὲ ὡς ὡμολογημένου, παρίησιν. Ὅταν δὲ εἴπῃ, Πᾶς ὁ κρίνων, οὐ τοῖς ἄρχουσι διαλέγεται μόνον, ἀλλὰ καὶ ἰδιώταις  καὶ ἀρχομένοις. βʹ. Καὶ γὰρ ἅπαντες ἄνθρωποι, κἂν μὴ  θρόνον ἔχωσι, μηδὲ δημίους καὶ ξύλον, ἀλλ' ὅμως καὶ αὐτοὶ κρίνουσι τοὺς ἁμαρτάνοντας, ἐν διαλέξεσι καὶ κοινοῖς συλλόγοις καὶ τῇ τοῦ συνειδότος ψήφῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν εἰπεῖν, ὅτι οὐκ ἄξιος κολάσεως ὁ μοιχός. Ἀλλ' ἑτέρους, φησὶ, καταδικάζουσιν, οὐχ ἑαυτούς. ∆ιὰ γὰρ τοῦτο αὐτῶν  καὶ σφοδρῶς κατεξανίσταται, λέγων·  Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ κρίνων  τοὺς τὰ τοιαῦτα  πράττοντας,  καὶ ποιῶν  αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ  τὸ κρῖμα τοῦ Θεοῦ; Ἐπειδὴ γὰρ πολλὴν  ἔδειξε τῆς οἰκουμένης τὴν ἁμαρτίαν, ἀπὸ τῶν δογμάτων, ἀπὸ τῶν πραγμάτων, καὶ ὅτι σοφοὶ ὄντες, καὶ ὅτι τὴν κτίσιν ἔχοντες χειραγωγοῦσαν, καὶ ὅτι οὐ τῷ τὸν Θεὸν ἀφεῖναι μόνον,  ἀλλὰ  καὶ  τῷ  ἑλέσθαι  τὰ  ὁμοιώματα  τῶν  ἑρπετῶν,  καὶ  τῷ  τὴν  ἀρετὴν ἀτιμάσαι, καὶ τῷ τῆς φύσεως ἀνθελκούσης ἐπὶ τὴν κακίαν αὐτομολῆσαι, καὶ τῷ παρὰ φύσιν εἶναι, πρόεισι λοιπὸν εἰς τὸ δεῖξαι, ὅτι καὶ κολάζονται οἱ τὰ τοιαῦτα πράσσοντες. Ἔδειξε μὲν  οὖν  ἤδη  τιμωρίαν,  εἰπὼν  τὴν  πρᾶξιν  αὐτήν·  Τὴν  γὰρ ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης  αὐτῶν ἐν αὐτοῖς ἀπολαμβάνουσι, φησίν· ἀλλ'  ἐπειδὴ  οὐκ  αἰσθάνονται  ἐκείνης,  εἶπε  καὶ  ἑτέραν,  ἢν  μάλιστα  δεδοίκασι. Μάλιστα μὲν ἤδη καὶ ταύτην ἔδειξεν· ὅταν γὰρ λέγῃ, ὅτι Τὸ κρῖμα τοῦ Θεοῦ κατὰ ἀλήθειάν  ἐστιν,  οὐδὲν  ἕτερον  ἢ  τοῦτο  λέγει·  πλὴν  ἀλλὰ  καὶ  ἐφ'  ἑτέρων  αὐτὸ πλειόνων  κατασκευάζει πάλιν, οὕτω λέγων· Λογίζῃ δὲ τοῦτο. ὦ ἄνθρωπε, ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ Θεοῦ. Τὸ σὸν οὐκ ἐξέφυγες κρῖμα, καὶ τὸ τοῦ Θεοῦ διαφεύξῃ; καὶ τίς ἂν τοῦτο εἴποι; Καίτοι γε σὺ σαυτὸν ἔκρινας. Ἀλλ' ἐπειδὴ τοσαύτη ἦν ἡ περιουσία τοῦ δικαστηρίου, καὶ οὐδὲ σαυτοῦ φείσασθαι ἠδυνήθης, πῶς ὁ Θεὸς, ὁ ἀναμάρτητος, ὁ μεθ' ὑπερβολῆς δίκαιος, οὐ  πολλῷ  μᾶλλον  τοῦτο  ποιήσει;  Ἀλλὰ  σὺ  μὲν  σαυτοῦ  κατέγνως,  ὁ  δὲ  Θεὸς ἀποδέξεται καὶ ἐπαινέσει; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; Καίτοι γε ἐκείνου τοῦ παρὰ σοῦ καταδικαζομένου κολάσεως μείζονος σὺ ἀξιώτατος. Οὐ γάρ ἐστι ταυτὸν ἁμαρτάνειν  ἁπλῶς,  καὶ  ἕτερον  ἁμαρτάνοντα  κολάσαντα  τοῖς  αὐτοῖς  περιπεσεῖν πάλιν. Ὁρᾷς πῶς τὸ ἔγκλημα ηὔξησεν; Εἰ γὰρ σὺ, φησὶ, τὸν ἐλάττονα  ἁμαρτόντα κολάζεις, καίτοι γε μέλλων  αἰσχύνειν  σαυτὸν, πῶς ὁ Θεὸς τὸν μείζονα πλημμελήσαντά  σε, καὶ ταῦτα  οὐ μέλλων  ἑαυτὸν  αἰσχύνειν,  οὐ καταδικάσει καὶ κατακρινεῖ μειζόνως, ἤδη κατακεκριμένον ἀπὸ τῶν οἰκείων λογισμῶν; Εἰ δὲ λέγεις, ὅτι Οἶδα μὲν, ὅτι ἄξιός εἰμι κολάσεως, διὰ δὲ τὴν μακροθυμίαν καταφρονεῖς, καὶ διὰ τὸ μὴ δοῦναι παραπόδας δίκην, θαῤῥεῖς· δεδοικέναι μὲν καὶ τρέμειν διὰ τοῦτο ἂν εἴης δίκαιος. Οὐ γὰρ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλ' εἰς τὸ δοῦναι χαλεπωτέραν,  εἰ μένοις  ἀδιόρθωτος  ὢν, ἀναβάλλεται·  ὃ μηδέποτε συμβήσεταί σοι. ∆ιὸ καὶ ἐπάγει λέγων· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καταφρονεῖς, καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας, ἀγνοῶν,  ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν  σε ἄγει; Ἐπαινέσας γὰρ  τοῦ  Θεοῦ  τὴν  μακροθυμίαν,  καὶ  δείξας  αὐτῆς  τὸ  κέρδος  μέγιστον  τοῖς προσέχουσι (τοῦτο δὲ ἦν τὸ εἰς μετάνοιαν  ἕλκειν  τοὺς ἁμαρτάνοντας),  αὔξει τὸν φόβον. Ὥσπερ γὰρ τοῖς εἰς δέον χρησαμένοις σωτηρίας ἐστὶν ὑπόθεσις, οὕτω τοῖς καταφρονήσασιν ἐφόδιον μείζονος τιμωρίας. Τοῦτο γὰρ τὸ περιφερόμενον, ὅτι χρηστὸς καὶ μακρόθυμος ὢν ὁ Θεὸς οὐκ ἀπαιτεῖ δίκην· ὅταν δὲ εἴπῃς τοῦτο, φησὶν, οὐδὲν ἄλλο λέγεις, ἢ τῆς τιμωρίας τὴν ἐπίτασιν. Τὴν γὰρ χρηστότητα ὁ Θεὸς ἐπιδείκνυται,  ἵνα ἀπαλλαγῇς ἁμαρτημάτων, οὐχ ἵνα προσθῇς· ἂν τοίνυν  μὴ τοῦτο ποιῇς, φοβερωτέρα ἡ δίκη. ∆ιὸ μάλιστα ἁμαρτάνειν  οὐ χρὴ, ἐπειδὴ μακρόθυμος ὁ Θεὸς, οὐδὲ τὴν εὐεργεσίαν ὑπόθεσιν ἀγνωμοσύνης ποιεῖσθαι· εἰ γὰρ μακρόθυμος, καὶ κολάζει πάντως. Πόθεν δῆλον; Ἀπὸ τῶν ἑξῆς εἰρημένων. Εἰ γὰρ πολλὴ ἡ κακία, οὐκ ἀπέλαβον  δὲ  οἱ  κακοὶ,  ἀνάγκη  πάντως  ἀπολαβεῖν.  Εἰ γὰρ  ἄνθρωποι  ταῦτα  οὐ περιορῶσι, πῶς ὁ Θεὸς περιόψεται; Ὥστε ἐντεῦθεν καὶ τὸν περὶ τῆς κρίσεως εἰσήγαγε λόγον.  Τῷ γὰρ  δεῖξαι  πολλοὺς  ὄντας  ὑπευθύνους,  εἰ  μὴ μετανοήσαιεν,  εἶτα  οὐ κολασθέντας ἐνταῦθα, τὴν κρίσιν συνεισάγει πάντως, καὶ μετ' ἐπιτάσεως· διό φησι·
Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργήν. Ὅταν γὰρ μήτε  χρηστότητι  μαλάσσηται, μήτε φόβῳ  κάμπτηται,  τί  τοῦ τοιούτου σκληρότερον  γένοιτ'  ἄν;  Ἐπειδὴ  γὰρ  ἔδειξε  τοῦ  Θεοῦ τὴν  φιλανθρωπίαν,   τότε δείκνυσι τὴν τιμωρίαν, ὅτι ἐστὶν ἀφόρητος τῷ μηδὲ οὕτως ἐπιστραφέντι. Καὶ ὅρα πῶς  κυρίως  ταῖς  λέξεσι κέχρηται· Θησαυρίζεις γὰρ, φησὶ, σεαυτῷ ὀργὴν, τὸ πάντως ἀποκείμενον  δηλῶν, καὶ δεικνὺς, οὐ τὸν δικάζοντα, ἀλλὰ τὸν κρινόμενον αἴτιον τούτου. Σεαυτῷ γὰρ, φησὶ, θησαυρίζεις, οὐχ ὁ Θεός σοι. Ἐκεῖνος γὰρ πάντα ἐποίησεν ὅσα ἐχρῆν, καὶ διαγνωστικόν σε τῶν καλῶν καὶ τῶν οὐ τοιούτων κατεσκεύασε, καὶ μακροθυμίαν ἐπεδείξατο, καὶ εἰς μετάνοιαν  ἐκάλεσε, καὶ ἡμέραν ἠπείλησε φοβερὰν, διὰ πάντων σε ἐπὶ τὴν μετάνοιαν ἕλκων· εἰ δὲ μένεις ἀνένδοτος, Σεαυτῷ θησαυρίζεις ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας τοῦ Θεοῦ. Ἵνα γὰρ μὴ, ἀκούσας ὀργὴν, νομίσῃς πάθος, ἐπήγαγε· ∆ικαιοκρισίας τοῦ Θεοῦ. Καὶ καλῶς εἶπεν, Ἀποκαλύψεως· τότε γὰρ ἀποκαλύπτεται τοῦτο, ὅταν τὰ κατ' ἀξίαν ἕκαστος ἀπολαμβάνῃ. Ἐνταῦθα γὰρ πολλοὶ πολλάκις ἐπηρεάζουσι παρὰ τὸ δίκαιον καὶ ἐπιβουλεύουσιν· ἐκεῖ δὲ οὐχ οὕτως. Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ. γʹ. Ἐπειδὴ γὰρ φοβερὸς ἐγένετο καὶ βαρὺς, περὶ κρίσεως καὶ τῆς μελλούσης διαλεγόμενος κολάσεως, εὐθέως οὐκ εἰς τὸ προσδοκώμενον ἐνέβαλε τὴν τιμωρίαν, ἀλλ' ἐπὶ τὸ ἡδύτερον ἔτρεψε τὸν λόγον, τὴν τῶν ἀγαθῶν ἀντίδοσιν, οὕτω λέγων· Τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσι, ζωὴν αἰώνιον. Ἐνταῦθα καὶ τοὺς ἀναπεπτωκότας ἐν τοῖς πειρασμοῖς διανίστησι, καὶ δείκνυσιν, ὅτι οὐ χρὴ τῇ πίστει θαῤῥεῖν μόνον· καὶ γὰρ καὶ πράξεών ἐστι τὸ δικαστήριον ἐκεῖνο ἐξεταστικόν. Ὅρα δὲ αὐτὸν ὅταν περὶ τῶν μελλόντων  διαλέγηται, μὴ δυνάμενον τρανῶς εἰπεῖν τὰ ἀγαθὰ, ἀλλὰ καὶ δόξαν καὶ τιμὴν  λέγοντα.  Ἐπειδὴ γὰρ πάντα ὑπερβαίνει τὰ ἀνθρώπινα,  οὐκ ἔχει εἰκόνα αὐτῶν  ἐντεῦθεν  δεῖξαι, ἀλλ' ἀπὸ τῶν  δοκούντων  εἶναι  λαμπρῶν  παρ' ἡμῖν, ἀπὸ τούτων αὐτὰ, ὡς ἐγχωρεῖ, παρίστησιν, ἀπὸ τῆς δόξης, ἀπὸ τῆς τιμῆς, ἀπὸ τῆς ζωῆς· ταῦτα γάρ ἐστι τὰ ἀνθρώποις περισπούδαστα. Ἀλλ' οὐ τοιαῦτα ἐκεῖνα, ἀλλὰ πολλῷ βελτίω  τούτων,  ὅσῳ  καὶ  ἄφθαρτα  καὶ  ἀθάνατα.  Εἶδες  πῶς  καὶ  τὰς  περὶ  τῆς ἀναστάσεως τῶν σωμάτων ἡμῖν θύρας ἀνέῳξεν, ἀφθαρσίαν εἰπών; ἡ γὰρ ἀφθαρσία τοῦ φθειρομένου σώματός ἐστιν. Εἶτα, ἐπειδὴ οὐκ ἤρκει τοῦτο, προσέθηκε δόξαν καὶ τιμήν. Πάντες γὰρ ἀναστησόμεθα ἄφθαρτοι, ἀλλ' οὐ πάντες εἰς δόξαν, ἀλλ' οἱ μὲν εἰς κόλασιν, οἱ δὲ εἰς δόξαν. Τοῖς δὲ ἐξ ἐριθείας, φησί. Πάλιν γὰρ ἀποστερεῖ συγγνώμης τοὺς ἐν κακίᾳ ζῶντας, καὶ δείκνυσιν ἀπὸ φιλονεικίας  τινὸς καὶ ῥᾳθυμίας ἐπὶ τὴν πονηρίαν πίπτοντας. Καὶ ἀπειθοῦσι μὲν τῇ ἀληθείᾳ, πειθομένοις δὲ τῇ ἀδικίᾳ. Ἰδοὺ καὶ ἑτέρα κατηγορία πάλιν. Ποίαν γὰρ ἀπολογίαν ἂν ἔχοι ὁ τὸ φῶς φεύγων, καὶ τὸ σκότος αἱρούμενος; Καὶ οὐκ εἶπε, Βιαζομένους καὶ τυραννουμένους,  ἀλλὰ, Πειθομένους τῇ  ἀδικίᾳ· ἵνα  μάθῃς,  ὅτι  προαιρέσεως τὸ πτῶμα,  οὐκ ἀνάγκης  τὸ ἔγκλημα. Θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν· τουτέστι κἂν εὔπορός τις ᾖ, κἂν ὕπατος, κἂν αὐτοβασιλεὺς, οὐδένα ὁ τῆς κτίσεως δυσωπεῖται λόγος· οὐδεμίαν γὰρ ἐνταῦθα χώραν τὰ ἀξιώματα ἔχει. ∆είξας τοίνυν  τὴν ὑπερβολὴν τῆς νόσου, καὶ τὴν αἰτίαν προσθεὶς, ὅτι ἀπὸ ῥᾳθυμίας τῶν ἀῤῥωστούντων, καὶ τὸ τέλος, ὅτι ἀπώλεια αὐτοὺς διαδέξεται, καὶ τὸ εὔκολον τῆς διορθώσεως, βαρεῖ πάλιν καὶ ἐν τῇ κολάσει τὸν Ἰουδαῖον. Ἰουδαίου τε πρῶτον καὶ  Ἕλληνος.  Ὁ γὰρ πλείονος  ἀπολαύσας τῆς  διδασκαλίας,  μείζονα  ἂν  εἴη  καὶ τιμωρίαν ἄξιος ὑπομεῖναι παρανομῶν. Ὥστε ὅσῳ ἂν συνετώτεροι ὦμεν ἢ δυνατώτεροι, τοσοῦτον κολαζόμεθα μᾶλλον ἁμαρτάνοντες. Καὶ γὰρ εἰ πλούσιος εἶ, πλείονα  ἀπαιτηθήσῃ χρήματα τοῦ πένητος, καὶ εἰ συνετώτερος, μείζονα ὑπακοὴν, καὶ εἰ δυναστείαν περιβέβλησαι, λαμπρότερα κατορθώματα· καὶ ἐπὶ πάντων δὲ τῶν ἄλλων οὕτω πρὸς τὴν δύναμιν καὶ τὰ μέτρα εἰσοίσεις. ∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον, καὶ Ἕλληνι. Ποῖον Ἰουδαῖον ἐνταῦθά φησιν, ἢ περὶ ποίων Ἑλλήνων διαλέγεται; Τῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας. Οὔπω γὰρ εἰς τοὺς τῆς χάριτος ἔφθασε χρόνους ὁ λόγος, ἀλλ' ἔτι τοῖς ἀνωτέρω  χρόνοις ἐνδιατρίβει, προκαθαιρῶν πόῤῥωθεν, καὶ ἀναιρῶν  τὸ μέσον τοῦ Ἕλληνος καὶ τοῦ Ἰουδαίου, ἵν', ὅταν ἐν τῇ χάριτι τοῦτο ποιῇ, μηκέτι δόξῃ καινόν τι καὶ  φορτικὸν  ἐπινοεῖν.  Εἰ γὰρ  ἐν  τοῖς  ἀνωτέρω  χρόνοις,  ὅτε  οὔπω  ἡ  χάρις  ἦν ἐκλάμψασα ἡ τοσαύτη, ὅτε τὰ τῶν Ἰουδαίων σεμνὰ καὶ περιβόητα καὶ λαμπρὰ παρὰ πᾶσιν ἦν, οὐδὲν ἦν τὸ μέσον, τίνα ἂν ἔχοιεν λοιπὸν εἰπεῖν λόγον μετὰ τὴν τοσαύτην τῆς  χάριτος  ἐπίδειξιν;  ∆ιά  τοι  τοῦτο  καὶ  μετὰ  πολλῆς  αὐτὸ  κατασκευάζει  τῆς σπουδῆς. Καὶ γὰρ  ὁ ἀκροατὴς  τοῦτο  μαθὼν  ἐν  τοῖς  ἀνωτέρω  χρόνοις  κρατοῦν, πολλῷ μᾶλλον μετὰ τὴν πίστιν αὐτὸ παραδέξεται. Ἕλληνας δὲ ἐνταῦθά φησιν, οὐ τοὺς εἰδωλολατροῦντας,  ἀλλὰ  τοὺς θεοσεβοῦντας, τοὺς τῷ  φυσικῷ  πειθομένους νόμῳ,   τοὺς  πλὴν   τῶν   Ἰουδαϊκῶν   παρατηρήσεων   πάντα   τὰ  πρὸς  εὐσέβειαν συντελοῦντα διατηροῦντας· οἷοι ἦσαν οἱ περὶ τὸν Μελχισεδὲχ, οἷος ἦν ὁ Ἰὼβ, οἷοι ἦσαν οἱ Νινευῗται, οἷος ἦν ὁ Κορνήλιος. Ἤδη τοίνυν προδιορύττει τῆς περιτομῆς καὶ τῆς ἀκροβυστίας τὸ μέσον, καὶ πόῤῥωθεν ταύτην προκαταλύει τὴν διαφορὰν, ὥστε καὶ ἀνυπόπτως αὐτὸ ποιῆσαι, καὶ ἐξ ἑτέρας ἀνάγκης εἰς τοῦτο ἐμβαλεῖν· ὅπερ ἀεὶ τῆς συνέσεώς ἐστιν ἴδιον τῆς ἀποστολικῆς. Εἰ μὲν γὰρ ἐπὶ τῶν καιρῶν αὐτὸ τῆς χάριτος ἔδειξεν,  ἔδοξεν  ἂν  πολλὴν   ὑποψίαν   ἔχειν   ὁ  λόγος·  τὸ  δὲ  διηγούμενον   τὴν κατέχουσαν τὸν κόσμον κακίαν καὶ πονηρίαν, ἐκ τῆς ἀκολουθίας ἐκείνης εἰς τὸν περὶ τούτων  ἐμβῆναι λόγον, ἀνύποπτον  ἐποίει τὴν διδασκαλίαν. δʹ. Καὶ ὅτι τοῦτο βούλεται, καὶ διὰ τοῦτο οὕτω συνέθηκε, δῆλον ἐκεῖθεν. Εἰ μὴ γὰρ τοῦτο ἐσπούδαζε κατασκευάσαι, ἤρκει  εἰπόντα,  ὅτι  Κατὰ τὴν  σκληρότητά  σου  καὶ  ἀμετανόητον καρδίαν  θησαυρίζεις  σεαυτῷ  ὀργὴν  ἐν  ἡμέρᾳ ὀργῆς,  παύσασθαι τῆς  ὑποθέσεως ταύτης· καὶ γὰρ ἀπηρτισμένη ἦν. Ἀλλ' ἐπειδὴ οὐ τοῦτο ἦν αὐτῷ τὸ ζητούμενον, περὶ κρίσεως μόνον  εἰπεῖν  τῆς  μελλούσης, ἀλλὰ  καὶ δεῖξαι  οὐδὲν  πλέον  ἔχοντα  τὸν Ἰουδαῖον τοῦ τοιούτου Ἕλληνος, ἵνα μὴ μέγα φρονῇ, πρόεισι περαιτέρω, καὶ τάξει κέχρηται.  Σκόπει  δέ· Ἐφόβησε τὸν  ἀκροατὴν,  ἐπήχησεν  αὐτῷ  τὴν  ἡμέραν  τὴν φοβερὰν, εἶπεν ὅσον κακὸν τῇ πονηρίᾳ συζῇν, ἔδειξεν οὐδένα ἐξ ἀγνοίας ἁμαρτάνοντα  οὐδὲ  ἀτιμωρητὶ,  ἀλλὰ,  κἂν  μὴ  νῦν  δῷ  δίκην,  δώσοντα  πάντως· ἐντεῦθεν  λοιπὸν  βούλεται κατασκευάσαι, ὅτι ἡ τοῦ νόμου διδασκαλία οὐ σφόδρα τῶν κατεπειγόντων  ἦν· ἐν γὰρ τοῖς ἔργοις ἡ κόλασις καὶ ἡ τιμὴ, οὐκ ἐν περιτομῇ καὶ ἀκροβυστίᾳ. Ἐπεὶ οὖν εἶπεν ὅτι πάντως κολασθήσεται ὁ Ἕλλην, καὶ ἔλαβεν ὡμολογημένον  τοῦτο, καὶ ἀπ' αὐτοῦ κατεσκεύασεν, ὅτι καὶ τιμηθήσεται, περιττὸν λοιπὸν  ἐδήλωσε  τὸν  νόμον  καὶ τὴν  περιτομήν·  μάλιστα γὰρ Ἰουδαίοις  ἐνταῦθα μάχεται. Ἐπειδὴ γὰρ ἐκεῖνοι φιλονεικότερον  διέκειντο, πρῶτον μὲν ὑπὸ τύφου οὐκ ἀξιοῦντες μετὰ τῶν ἐξ ἐθνῶν  συναριθμεῖσθαι· δεύτερον καταγελῶντες,  εἰ ἡ πίστις πάντα  ἀφανίζει  τὰ ἁμαρτήματα, διὰ τοῦτο πρότερον  κατηγόρησε τῶν  Ἑλλήνων, ὑπὲρ ὧν  ποιεῖται  τὸν  λόγον,  ἵνα  ἀνυπόπτως  καὶ μετὰ παῤῥησίας τῶν  Ἰουδαίων καθίκηται· εἶτα εἰς τὴν  περὶ τῆς κολάσεως ἐξέτασιν ἐλθὼν,  δείκνυσιν  οὐ μόνον οὐδὲν ὠφελούμενον  τὸν Ἰουδαῖον ἀπὸ τοῦ νόμου, ἀλλὰ καὶ βαρούμενον· καὶ τοῦτο ἄνωθεν  κατασκευάζει. Εἰ γὰρ ὁ Ἕλλην διὰ τοῦτο ἀναπολόγητος,  ὅτι τῆς κτίσεως αὐτὸν  ἐναγούσης  καὶ  τῶν  λογισμῶν,  οὐκ  ἐγένετο  βελτίων·  πολλῷ  μᾶλλον  ὁ Ἰουδαῖος μετὰ τούτων  καὶ τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν λαβών. Πείσας τοίνυν αὐτὸν  εὐκόλως  δέξασθαι τὸν  λογισμὸν  τοῦτον  ἐν  τοῖς  ἑτέρων  ἁμαρτήμασι, καὶ ἄκοντα   ἀναγκάζει   λοιπὸν   ἐν   τοῖς   περὶ   ἑαυτοῦ   τοῦτο   ποιῆσαι.   Καὶ  ὥστε εὐπαράδεκτον γενέσθαι τὸν λόγον, καὶ ἐπὶ τῶν χρηστοτέρων αὐτὸν προάγει, λέγων οὕτω· ∆όξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ  τῷ ἐργαζομένῳ  τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον  καὶ Ἕλληνι. Ἐνταῦθα μὲν γὰρ, ὅσα ἄν τις ἔχῃ καλὰ, μετὰ πολλῶν  ἔχει
ταραχῶν, κἂν πλούσιος ᾖ, κἂν δυνάστης, κἂν βασιλεύς· κἂν μὴ πρὸς ἕτερον, πρὸς γοῦν ἑαυτὸν διαστασιάζει πολλάκις, καὶ πολὺν ἐν τοῖς λογισμοῖς ἔχει πόλεμον· ἐκεῖ δὲ οὐδὲν  τοιοῦτον,  ἀλλὰ  πάντα  γαληνὰ  καὶ ταραχῆς  ἀπηλλαγμένα,  καὶ γνησίαν ἔχοντα τὴν εἰρήνην. Κατασκευάσας τοίνυν ἐκ τῶν ἄνωθεν εἰρημένων, ὅτι καὶ οἱ μὴ νόμον ἔχοντες τῶν αὐτῶν ἀπολαύσονται, ἐπάγει καὶ λογισμὸν, οὕτω λέγων· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅταν μὲν γὰρ λέγῃ, ὅτι κολάζεται καὶ ὁ Ἰουδαῖος καὶ ὁ Ἕλλην ἁμαρτάνοντες, οὐ δεῖται λογισμῶν· ὅταν δὲ, ὅτι καὶ τιμᾶται ὁ Ἕλλην, συστῆσαι βούληται, καὶ κατασκευῆς δεῖται λοιπόν. Καὶ γὰρ ἐδόκει θαυμαστὸν εἶναι καὶ παράδοξον, εἰ ὁ μὴ νόμου μηδὲ προφητῶν ἀκούσας, τιμᾶται τὰ ἀγαθὰ ἐργαζόμενος. ∆ιὰ τοῦτο, ὅπερ καὶ ἔμπροσθεν εἶπον, ἐν τοῖς πρὸ τῆς χάριτος χρόνοις γυμνάζει αὐτῶν τὰς ἀκοὰς, ἵν' εὐκολώτερον  ἐπεισαγάγῃ λοιπὸν μετὰ τῆς πίστεως καὶ τὴν ἐν τούτοις συγκατάθεσιν. Ἐνταῦθα γὰρ ἀνύποπτος μάλιστα γίνεται, ἅτε οὐ τὸ ἑαυτοῦ κατασκευάζων. Εἰπὼν τοίνυν, ∆όξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ  τὸ ἀγαθὸν, Ἰουδαίῳ  τε πρῶτον,  καὶ Ἕλληνι, ἐπήγαγεν·  Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Βαβαὶ, ἐξ ὅσης ἐνίκησε τῆς περιουσίας! δείκνυσι γὰρ εἰς ἄτοπον τὸν λόγον ἀπαγαγὼν,  ὅτι οὐ κατὰ Θεὸν τὸ μὴ οὕτω γενέσθαι· καὶ γὰρ προσωποληψίας τὸ πρᾶγμα· ὁ δὲ Θεὸς οὐ τοιοῦτος. Καὶ οὐκ εἶπεν, εἰ δὲ μὴ τοῦτο γένοιτο, προσωπολήπτης ὁ Θεὸς, ἀλλὰ σεμνότερον· Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ· τουτέστιν, οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμάτων  ἐξετάζει διαφοράν. Τοῦτο εἰπὼν,  ἐδήλωσεν οὐκ ἐν πράγμασιν, ἀλλ'  ἐν προσώποις μόνον διαφέροντα τὸν Ἰουδαῖον  τοῦ Ἕλληνος. Τούτοις ἀκόλουθον  ἦν εἰπεῖν· Οὐ γὰρ, ἐπειδὴ ὁ μὲν Ἰουδαῖος, ὁ δὲ Ἕλλην, διὰ τοῦτο ὁ μὲν τιμᾶται, ὁ δὲ ὑβρίζεται· ἀλλ' ἀπὸ τῶν ἔργων ἑκάτερα γίνεται. Ἀλλ' οὐκ εἶπεν οὕτω· διήγειρε γὰρ ἂν τὸν θυμὸν τοῦ Ἰουδαίου· ἀλλ' ἕτερόν τι πλέον τίθησι κατασπῶν αὐτῶν κατωτέρω τὸ φρόνημα καὶ καταστέλλων, ὥστε ἐκεῖνο  καταδέξασθαι. Τί δέ ἐστι τοῦτο; Τὸ ἑξῆς κείμενον·  Ὅσοι γὰρ ἀνόμως, φησὶν, ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Ἐνταῦθα γὰρ, ὅπερ ἔφθην εἰπὼν, οὐ μόνον ἰσοτιμίαν δείκνυσιν Ἰουδαίου καὶ Ἕλληνος, ἀλλὰ καὶ πολὺ τὸν Ἰουδαῖον βαρούμενον ἀπὸ τῆς τοῦ νόμου δόσεως. Ὁ μὲν γὰρ Ἕλλην ἀνόμως κρίνεται· τὸ δὲ, Ἀνόμως, ἐνταῦθα οὐ τὸ χαλεπώτερον,  ἀλλὰ τὸ ἡμερώτερον  λέγει· τουτέστιν,  οὐκ ἔχει κατηγοροῦντα  τὸν νόμον. Τὸ γὰρ, Ἀνόμως, τουτέστι, χωρὶς τῆς ἐξ ἐκείνου κατακρίσεως, φησὶν, ἀπὸ τῶν τῆς φύσεως λογισμῶν καταδικάζεται μόνων. Ὁ δὲ Ἰουδαῖος ἐννόμως, τουτέστι, μετὰ τῆς φύσεως καὶ τοῦ νόμου κατηγοροῦντος· ὅσῳ γὰρ πλείονος ἀπήλαυσε τῆς ἐπιμελείας, τοσούτῳ μείζονα δώσει δίκην. εʹ. Ὁρᾷς πῶς μείζονα τοῖς Ἰουδαίοις τὴν ἀνάγκην ἐπέστησε τοῦ τῇ χάριτι προσδραμεῖν; Ἐπειδὴ γὰρ ἔλεγον, ὅτι οὐ δέονται τῆς χάριτος,  διὰ  μόνου  τοῦ  νόμου  δικαιούμενοι,  δείκνυσιν,  ὅτι  αὐτοὶ  μᾶλλον  τῶν Ἑλλήνων δέονται, εἴ γε μᾶλλον μέλλουσι κολάζεσθαι. Εἶτα πάλιν ἐπάγει λογισμὸν ἕτερον, τοῖς εἰρημένοις ἐπαγωνιζόμενος. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ· Καλῶς προσέθηκε, Παρὰ τῷ Θεῷ· παρὰ μὲν γὰρ ἀνθρώποις  ἴσως σεμνοὶ δύνανται  φαίνεσθαι καὶ μεγάλα κομπάζειν, παρὰ δὲ τῷ Θεῷ, τοὐναντίον  ἅπαν, Οἱ ποιηταὶ  τοῦ νόμου  δικαιοῦνται  μόνον.  Εἶδες πόσῃ τῇ περιουσίᾳ κέχρηται  εἰς τὸ ἐναντίον περιτρέπων τὸν λόγον; Εἰ γὰρ διὰ τὸν νόμον ἀξιοῖς σωθῆναι, φησὶ, πρῶτός σου ταύτῃ ὁ Ἕλλην στήσεται, ποιητὴς  φανεὶς  τῶν  ἐγγεγραμμένων.  Καὶ πῶς ἔνι, φησὶν, ἀκροατὴν  μὴ γενόμενον,  ποιητὴν  γενέσθαι; Ἔνι, φησὶν, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου πολλῷ  πλέον. Οὐ γὰρ μόνον χωρὶς ἀκροάσεως ἔστι γενέσθαι ποιητὴν, ἀλλὰ καὶ μετὰ ἀκροάσεως μὴ εἶναι τοῦτο· ὅπερ ὕστερον σαφέστερον τίθησι λέγων, καὶ μετὰ πλείονος τῆς περιουσίας· Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ἐνταῦθα δὲ τέως τὸ πρότερον κατασκευάζει. Ὅταν γὰρ ἔθνη, φησὶ, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Οὐκ ἐκβάλλω   τὸν  νόμον,  φησὶν,  ἀλλὰ  καὶ  ἐντεῦθεν   δικαιῶ   τὰ  ἔθνη.  Εἶδες  πῶς ὑπορύττων  τοῦ  Ἰουδαϊσμοῦ τὴν  δόξαν, οὐδεμίαν  καθ' ἑαυτοῦ  δίδωσι  λαβὴν  ὡς ἀτιμάζων τὸν νόμον, ἀλλὰ τοὐναντίον, ὡς ἐπαίρων καὶ μέγαν δεικνὺς, οὕτω κατασκευάζει τὸ πᾶν; Φύσει δὲ ὅταν  εἴποι, τοῖς  ἐκ φύσεως  λέγει  λογισμοῖς.  Καὶ δείκνυσιν ἑτέρους ὄντας αὐτῶν βελτίους, καὶ τὸ μεῖζον, διὰ τοῦτο βελτίους, ἐπειδὴ μὴ νόμον ἔλαβον, μηδὲ ἔχουσι τοῦτον, ᾧ δοκοῦσιν αὐτῶν πλεονεκτεῖν οἱ Ἰουδαῖοι.
∆ιὰ τοῦτο γὰρ, φησὶν, εἰσὶ θαυμαστοὶ, ὅτι νόμου οὐκ ἐδεήθησαν, καὶ τὰ τοῦ νόμου πάντα ἐπεδείξαντο, τὰ ἔργα, οὐ τὰ γράμματα, ταῖς διανοίαις αὐτῶν ἐγκολάψαντες.Τοῦτο γάρ φησιν· Οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν,   συμμαρτυρούσης  αὐτοῖς   τῆς   συνειδήσεως,  καὶ  μεταξὺ  ἀλλήλων   τῶν λογισμῶν κατηγορούντων,  ἢ καὶ ἀπολογουμένων,  ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν  ἀνθρώπων,  κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάλιν  παρέστησε τὴν  ἡμέραν  ἐκείνην  καὶ  ἐγγὺς  ἤγαγε,  κατασείων  αὐτῶν  τὴν διάνοιαν, καὶ δεικνὺς, ὅτι τούτους δεῖ τιμᾶσθαι μᾶλλον τοὺς χωρὶς νόμου τὰ τοῦ νόμου κατορθοῦν  ἐσπουδακότας; Ὃ δὲ μάλιστα ἔστι θαυμάσαι τῆς συνέσεως τῆς ἀποστολικῆς, τοῦτο ἄξιον εἰπεῖν  νῦν. Ἀπὸ γὰρ τῆς κατασκευῆς δείξας, ὅτιμείζων  ὁ Ἕλλην  τοῦ  Ἰουδαίου,  ἐν  τῇ  συναγωγῇ  καὶ  ἐν  τῷ  συμπεράσματι τῶν λογισμῶν οὐ τίθησιν αὐτὸ, ὥστε μὴ τραχῦναι τὸν Ἰουδαῖον. Ἵνα δὲ καὶ σαφέστερον ὅπερ εἶπον ποιήσω, αὐτὰ ἐρῶ τὰ ῥήματα τὰ ἀποστολικά. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ γὰρ οἱ  ἀκροαταὶ τοῦ νόμου, ἀλλ' οἱ ποιηταὶ  τοῦ νόμου δικαιωθήσονται,  ἀκόλουθον  ἦν εἰπεῖν· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, τούτων πολλῷ βελτίους εἰσὶ τῶν ἀπὸ νόμου διδασκομένων. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλ' ἵσταται μέχρι τοῦ ἐγκωμίου τῶν Ἑλλήνων,  καὶ οὐ προάγει τὸν λόγον κατὰ σύγκρισιν τέως, ἵνα κἂν οὕτως ὁ Ἰουδαῖος δέξηται τὸ λεγόμενον.  ∆ιόπερ οὐχ οὕτως εἶπεν, ὡς εἶπον, ἀλλὰ πῶς; Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον  μὴ ἔχοντες,  ἑαυτοῖς  εἰσι νόμος· οἵτινες  ἐνδείκνυνται  τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν  τῆς συνειδήσεως. Ἀρκεῖ γὰρ ἀντὶ τοῦ νόμου τὸ συνειδὸς καὶ λογισμός. ∆ιὰ τούτων ἔδειξε πάλιν, ὅτι αὐτάρκη τὸν ἄνθρωπον  ἐποίησεν ὁ Θεὸς πρὸς τὴν τῆς ἀρετῆς αἵρεσιν, καὶ τὴν τῆς κακίας φυγήν.  Καὶ μὴ θαυμάσῃς, εἰ καὶ ἅπαξ καὶ δὶς  καὶ πολλάκις  αὐτὸ κατασκευάζει. Σφόδρα γὰρ ἦν ἀναγκαῖον αὐτῷ τὸ κεφάλαιον τοῦτο διὰ τοὺς λέγοντας· Τί δήποτε νῦν ὁ Χριστὸς παρεγένετο; καὶ ποῦ τὸν ἔμπροσθεν χρόνον τὰ τῆς τοσαύτης προνοίας ἦν; Καὶ πρὸς τούτους οὖν ἐν παρέργῳ νῦν ἀπομαχόμενος, δείκνυσιν, ὅτι καὶ ἐν τοῖς ἄνωθεν  χρόνοις, καὶ πρὸ τῆς τοῦ νόμου δόσεως πάσης ἀπήλαυσε προνοίας ἡ τῶνἀνθρώπων  φύσις. Καὶ γὰρ Τὸ γνωστὸν  τοῦ Θεοῦ φανερὸν  ἦν αὐτοῖς, καὶ τί μὲν καλὸν, τί δὲ κακὸν ᾔδεσαν, δι'  ὧν  τοὺς ἄλλους  ἔκριναν· ὅπερ ὀνειδίζων  αὐτοῖς,ἔλεγεν, ὅτι Ἐν ᾧ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις. Ἐπὶ δὲ τῶν Ἰουδαίων, μετὰ τῶν  εἰρημένων  καὶ ὁ νόμος ἕστηκεν, οὐχὶ λογισμὸς μόνον οὐδὲ συνείδησις. Τίνος δὲ ἕνεκεν  τίθησι τὸ, Κατηγορούντων ἢ καὶ ἀπολογουμένων;  Εἰ γὰρ νόμον ἔχουσι γραπτὸν καὶ τὸ ἔργον ἐνδείκνυνται,  τί ἔχει κατηγορῆσαι λοιπὸν ὁ λογισμός; Ἀλλ'  οὐκέτι  περὶ  ἐκείνων  φησὶ  τὸ, Κατηγορούντων,  μόνον,  ἀλλὰ  καὶ  περὶ  τῆς φύσεως ἁπάσης. Τότε γὰρ ἑστήκασιν ἡμῶν καὶ οἱ λογισμοὶ, οἱ μὲν κατηγοροῦντες, οἱ δὲ ἀπολογούμενοι, καὶ οὐ δεῖται ἑτέρου κατηγόρου ἄνθρωπος ἐπ' ἐκείνου τοῦ δικαστηρίου. Εἶτα αὔξων τὸν φόβον, οὐκ εἶπε, Τὰ ἁμαρτήματα τῶν ἀνθρώπων, ἀλλὰ, Τὰ κρυπτὰ τῶν  ἀνθρώπων.  Ἐπειδὴ γὰρ εἶπε· Λογίζῃ ὁ κρίνων  τοὺς  τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν  αὐτὰ, ὅτι  ἐκφεύξῃ  τὸ κρῖμα τοῦ Θεοῦ; ἵνα  μὴ τοιαύτην ἐκδέξῃ ψῆφον, οἵαν καὶ αὐτὸς φέρεις, ἀλλ' ἴδῃς, ὅτι πολλῷ τῆς σῆς ἀκριβεστέρα ἡ τοῦ Θεοῦ, ἐπήγαγε· Τὰ κρυπτὰ τῶν ἀνθρώπων, καὶ προσέθηκε· Κατὰ τὸ Εὐαγγέλιόν μου, διὰ Ἰησοῦ Χριστοῦ. Ἄνθρωποι  γὰρ τῶν  φανερῶν  κάθηνται  δικασταὶ μόνων. Καίτοι γε ἄνω περὶ τοῦ Πατρὸς ἔλεγε μόνου, ἀλλ' ἐπειδὴ λοιπὸν αὐτοὺς κατελέανε τῷ φόβῳ, ἐπήγαγε καὶ τὸν περὶ τοῦ Χριστοῦ λόγον· καὶ οὐδὲ τοῦτον ἁπλῶς, ἀλλὰ καὶ ἐνταῦθα τοῦ Πατρὸς μνημονεύσας, οὕτως αὐτὸν ἐπεισήγαγε· καὶ τοῦ κηρύγματος δὲ τὸ ἀξίωμα δι' αὐτῶν ἐπαίρει· τοῦτο γὰρ, φησὶ, τὸ κήρυγμα ταῦτα προαναφωνεῖ,  ἃ προλαβοῦσα ἡ φύσις ἔδειξεν.

ς ʹ. Εἶδες πῶς συνετῶς καὶ τῷ Εὐαγγελίῳ καὶ τῷ Χριστῷ φέρων  αὐτοὺς  προσέδησε, καὶ ἀπέδειξεν,  ὅτι  οὐ μέχρι  τῶν  ἐνταῦθα  τὰ ἡμέτερα ἵσταται, ἀλλὰ  ὁδεύει περαιτέρω; Ὃ καὶ ἄνω  κατεσκεύασεν εἰπὼν, Θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ ἐνταῦθα πάλιν,  Κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων.  Ἕκαστος τοίνυν  εἰς τὸ ἑαυτοῦ συνειδὸς ἐλθὼν, καὶ ἀναλογιζόμενος τὰ πλημμελήματα, ἀπαιτείτω τὰς εὐθύνας ἑαυτὸν ἀκριβῶς, ἵνα τότε μὴ  κατακριθῶμεν  μετὰ  τῆς  οἰκουμένης.  Φοβερὸν  γὰρ  ἐκεῖνο  τὸ  δικαστήριον, φρικτὸν τὸ βῆμα, τρόμου γέμουσιν αἱ εὐθῦναι, πυρὸς ἕλκεται ποταμός· Ἀδελφὸς οὐ λυτροῦται,   λυτρώσεται   ἄνθρωπος;   Ἀναμνήσθητι   γὰρ  τῶν   ἐν   τῷ   Εὐαγγελίῳ λεγομένων,  τῶν ἀγγέλων  τῶν περιτρεχόντων,  τοῦ νυμφῶνος  τοῦ ἀποκλειομένου, τῶν   λαμπάδων   τῶν   μὴ  σβεννυμένων,   τῶν   δυνάμεων   τῶν   εἰς  τὰς  καμίνους ἑλκουσῶν. Κἀκεῖνο λόγισαι, ὅτι εἴ τινος ἡμῶν πρᾶγμα κρυπτὸν εἰς μέσον ἐνήχθη τήμερον ἐπὶ τῆς ἐκκλησίας μόνης, πῶς ἂν ἀπολέσθαι καὶ τὴν γῆν αὐτῷ διαστῆναι ηὔξατο μᾶλλον,  ἢ τοσούτους μάρτυρας τῆς κακίας σχεῖν!  Τί οὖν τότε πεισόμεθα, ὅταν ἐπὶ τῆς οἰκουμένης εἰς μέσον ἅπαντα φέρηται ἐν τοιούτῳ θεάτρῳ λαμπρῷ καὶ περιφανεῖ,  καὶ τῶν  γνωρίμων  καὶ τῶν  ἀγνώστων  ἡμῖν  ἅπαντα  κατοπτευόντων; Ἀλλ' οἴμοι πόθεν ἀναγκάζομαι φοβεῖν ὑμᾶς; ἀπὸ τῆς τῶν ἀνθρώπων  ὑπολήψεως, δέον ἀπὸ τοῦ φόβου τοῦ Θεοῦ, καὶ τῆς ἑαυτοῦ καταγνώσεως τοῦτο ποιεῖν; Τίνες γὰρ ἐσόμεθα, εἰπέ μοι, τότε, ὅταν δεθέντες, τῶν ὀδόντων  βρυχόντων,  εἰς τὸ ἐξώτερον ἀγώμεθα σκότος; μᾶλλον  δὲ τί ποιήσομεν, ὃ πάντων  ἐστὶ φοβερώτερον, ὅταν τῷ Θεῷ προσκρούσωμεν; Εἰ γάρ  τις  αἴσθησιν  ἔχει  καὶ  νοῦν,  ἤδη  καὶ  τὴν  γέενναν ὑπέμεινεν, ὅταν ἐξ ὄψεως γένηται τοῦ Θεοῦ· ἀλλ' ἐπειδὴ τοῦτο οὐκ ὀδυνᾷ, διὰ τοῦτο ἠπείλει πῦρ. Καὶ γὰρ ἐχρῆν, οὐχ ὅταν κολαζώμεθα, ἀλγεῖν, ἀλλ' ὅταν ἁμαρτάνωμεν. Ἄκουσον γοῦν τοῦ Παύλου θρηνοῦντος καὶ ἀποδυρομένου ὑπὲρ ἁμαρτημάτων, ὧν οὐκ ἔμελλε δώσειν δίκην. Οὐ γάρ εἰμι ἱκανὸς, φησὶ, καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν. Ἄκουσον γοῦν  καὶ τοῦ ∆αυῒδ τῆς μὲν κολάσεως ἀπηλλαγμένου, ἐπειδὴ δὲ ἐνόμισε τῷ Θεῷ προσκεκρουκέναι, τὴν τιμωρίαν καθ' ἑαυτοῦ καλοῦντος καὶ λέγοντος· Γενέσθω ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. Τὸ γὰρ προσκροῦσαι τῷ Θεῷ, τοῦ κολασθῆναι χαλεπώτερον.  Νῦν δὲ οὕτως ἀθλίως διακείμεθα, ὡς εἰ μὴ γεέννης φόβος ἦν, μηδὲ ἂν ἑλέσθαι ταχέως ποιῆσαί τι καλόν.∆ιόπερ εἰ καὶ μηδενὸς ἕνεκεν ἑτέρου, τούτου γε ἕνεκεν γεέννης ἂν ἦμεν ἄξιοι, τὴν γέενναν μᾶλλον τοῦ Χριστοῦ φοβούμενοι. Ἀλλ' οὐχ ὁ μακάριος Παῦλος οὕτως, ἀλλ' ἀντιστρόφως. Ἐπειδὴ δὲ ἡμεῖς ἑτέρως, διὰ τοῦτο τῇ γεέννῃ καταδικαζόμεθα· ὡς εἴ γε τὸν Χριστὸν ἐφιλοῦμεν, ὡς φιλεῖν ἐχρῆν, ἔγνωμεν ἂν, ὅτι γεέννης χαλεπώτερον τὸ προσκροῦσαι τῷ φιλουμένῳ· ἐπειδὴ δὲ οὐ φιλοῦμεν, οὐκ ἴσμεν τῆς κολάσεως ταύτης τὸ μέγεθος. Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα ὀδύρομαι καὶ θρηνῶ. Καίτοι τί οὐκ ἐποίησεν ὁ Θεὸς, ὥστε  φιληθῆναι   παρ'  ἡμῶν;  τί  δὲ  οὐκ  ἐμηχανήσατο;  τί  δὲ  παρέλιπεν; Ὑβρίσαμεν αὐτὸν μηδὲν ἠδικηκότα, ἀλλὰ καὶ εὐεργετήσαντα μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ, ἀπεστράφημεν καλοῦντα καὶ πανταχόθεν ἐφελκόμενον, καὶ οὐδὲ οὕτως ἡμᾶς ἐκόλασεν, ἀλλὰ προσέδραμεν αὐτὸς, καὶ κατέσχε φεύγοντας, καὶ ἀπετιναξάμεθα καὶ πρὸς τὸν  διάβολον  ἀπεπηδήσαμεν· καὶ οὐδὲ οὕτως  ἀπέστη, ἀλλ' ἔπεμψε μυρίους παρακαλοῦντας  πάλιν,  προφήτας,  ἀγγέλους,  πατριάρχας· ἡμεῖς  δὲ οὐ μόνον  οὐκ ἐδεξάμεθα τὴν πρεσβείαν, ἀλλὰ καὶ ὑβρίσαμεν τοὺς ἐλθόντας. Ὁ δὲ οὐδὲ ἐπὶ τούτοις ἡμᾶς  διέπτυσεν,  ἀλλ'  ὥσπερ  οἱ  σφοδροὶ  τῶν  ἐραστῶν  τῶν  καταφρονουμένων, περιῄει  πᾶσιν ἐντυγχάνων,  τῷ  οὐρανῷ,  τῇ  γῇ, τῷ  Ἱερεμίᾳ, τῷ  Μιχαίᾳ, οὐχ  ἵνα βαρήσῃ, ἀλλ'  ἵνα  ὑπὲρ  τῶν  καθ'  ἑαυτὸν  ἀπολογήσηται,  καὶ  μετὰ  τῶν προφητῶν  καὶ αὐτὸς  προσῄει τοῖς  ἀποστρεφομένοις  αὐτὸν,  εὐθύνας  ἕτοιμος  ὢν παρασχεῖν, καὶ εἰς τὸν λόγον ἀξιῶν καθεῖναι, καὶ πρὸς ἅπαντα κεκωφωμένους  εἰς τὴν πρὸς αὐτὸν διάλεξιν ἕλκων. Λαὸς γάρ μου, φησὶ, τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; ἀποκρίθητί  μοι.  Μετὰ ταῦτα  ἅπαντα  ἀπεκτείναμεν  τοὺς  προφήτας,  ἐλιθάσαμεν, μυρία  ἕτερα  εἰργασάμεθα  κακά.  Τί  οὖν  ἀντὶ  τούτων;  Οὐκέτι προφήτας,  οὐκέτι ἀγγέλους,  οὐκέτι  πατριάρχας,  ἀλλ' αὐτὸν  ἔπεμψε  τὸν  Υἱόν. Ἀνῃρέθη καὶ ὁ Υἱὸς ἐλθὼν,  καὶ  οὐδὲ  οὕτως  ἔσβεσε τὸν  ἔρωτα,  ἀλλ'  ἀνῆψε  μειζόνως,  καὶ  ἐπιμένει παρακαλῶν καὶ μετὰ τὸ τὸν Υἱὸν ἀναιρεθῆναι τὸν αὐτοῦ, καὶ δεόμενος, καὶ πάντα ποιῶν ὑπὲρ τοῦ πρὸς αὐτὸν ἐπιστρέψαι. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ οὖν πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· καταλλάγητε τῷ Θεῷ.

 ζʹ. Ἀλλ' οὐδὲν τούτων ἡμᾶς κατήλλαξεν. Ὁ δὲ οὐδὲ οὕτως ἡμᾶς κατέλιπεν, ἀλλὰ μένει καὶ γέενναν ἀπειλῶν, καὶ βασιλείαν ἐπαγγελλόμενος, ἵνα κἂν οὕτως ἡμᾶς ἐφελκύσηται· ἡμεῖς δὲ ἀναλγήτως  ἔτι διακείμεθα. Τί ταύτης τῆς θηριωδίας χεῖρον γένοιτ' ἄν; Εἰ γὰρ ἄνθρωπος ταῦτα ἐποίησεν, οὐκ ἂν αὐτοῦ πολλάκις  ἐγενόμεθα δοῦλοι; τὸν δὲ Θεὸν ποιοῦντα ἀποστρεφόμεθα; Ὢ τῆς ῥᾳθυμίας! ὢ τῆς ἀγνωμοσύνης! οἳ διαπαντὸς μὲν ἐν ἁμαρτίαις καὶ πονηρίαις ζῶμεν, ἂν δέ ποτέ τι καὶ ποιήσωμεν μικρὸν ἀγαθὸν, κατὰ τοὺς ἀγνώμονας  τῶν  οἰκετῶν  μετὰ πολλῆς  τῆς καπηλείας  ἐξετάζομεν, καὶ ἀκριβολογούμεθα περὶ τῆς ἀντιδόσεως, εἴ γε ἔχει μισθόν τινα τὸ γινόμενον. Καὶ μὴν μείζων ὁ μισθὸς, ἐὰν μὴ ἐπ' ἐλπίδι μισθῶν ποιῇς· τὸ γὰρ ταῦτα λέγειν καὶ ἀκριβολογεῖσθαι, μισθωτοῦ μᾶλλον ῥήματά ἐστιν, ἢ εὐγνώμονος  οἰκέτου. ∆εῖ γὰρ πάντα διὰ τὸν Χριστὸν ποιεῖν, οὐ διὰ τὸν μισθόν· καὶ γὰρ καὶ γέενναν  διὰ τοῦτο ἠπείλησε, καὶ βασιλείαν ἐπηγγείλατο,  ἵνα φιλῆται  παρ' ἡμῶν. Φιλήσωμεν τοίνυν αὐτὸν, ὡς φιλεῖν  χρή· τοῦτο γὰρ ὁ μέγας μισθὸς, τοῦτο βασιλεία καὶ ἡδονὴ, τοῦτο τρυφὴ καὶ δόξα καὶ τιμὴ, τοῦτο φῶς, τοῦτο ἡ μυριομακαριότης, ἣν οὐ λόγος παραστῆσαι δύναται,  οὐ νοῦς  καταλαβεῖν.  Ἀλλὰ  γὰρ οὐκ οἶδα  πῶς  εἰς  τούτους παρήχθην   τοὺς  λόγους,  ἀνθρώποις   μηδὲ  ἀρχῆς  καὶ  δόξης  καταφρονοῦσι  τῆς παρούσης διὰ τὸν Χριστὸν βασιλείας κελεύων καταφρονεῖν· καίτοι γε οἱ μεγάλοι καὶ γενναῖοι ἄνδρες ἐκεῖνοι καὶ εἰς τοῦτο τὸ μέτρον τῆς ἀγάπης ἔφθασαν. Ἄκουσον γοῦν πῶς  ὁ  Πέτρος περὶ  αὐτοῦ  περικαίεται,  καὶ  ψυχῆς  καὶ  ζωῆς  καὶ  πάντων  αὐτὸν προτιθείς· καὶ ἡνίκα δὲ αὐτὸν ἠρνήσατο, οὐ διὰ τὴν κόλασιν ἐπένθει, ἀλλ' ἐπειδὴ τὸν  ποθούμενον  ἠρνήσατο, ὃ πάσης κολάσεως  αὐτῷ  πικρότερον  ἦν.  Καὶ ταῦτα ἅπαντα πρὸ τῆς τοῦ Πνεύματος χάριτος ἐπεδεί κνυτο, καὶ συνεχῶς ἐπέκειτο λέγων· Ποῦ ὑπάγεις; καὶ πρὸ τούτου, Πρὸς τίνα ἀπελευσόμεθα; καὶ πάλιν, Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ. Πάντα γὰρ αὐτὸς ἦν αὐτοῖς, καὶ οὔτε οὐρανὸν οὔτε βασιλείαν οὐρανῶν πρὸ τοῦ ποθουμένου ἦγον. Σὺ γάρ μοι πάντα ἐκεῖνα, φησί. Καὶ τί θαυμάζεις, εἰ Πέτρος οὕτω διέκειτο; Καὶ γὰρ ὁ προφήτης ἄκουσον τί φησι· Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ; καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς; Ὃ δὲ λέγει, τοιοῦτόν  ἐστιν· Οὐ τῶν  ἄνω,  οὐ τῶν  κάτω  οὐδενὸς  ἐφίεμαι  ἑτέρου, ἀλλ' ἢ σοῦ μόνου. Τοῦτό ἐστιν ἔρως, τοῦτο φιλία· ἂν οὕτω φιλήσωμεν, οὐ τὰ παρόντα μόνον, ἀλλ'  οὐδὲ  τὰ  μέλλοντα  πρὸς  τὸ  φίλτρον   ἐκεῖνο  ἡγησόμεθά  τι  εἶναι,  καὶ  τὴν βασιλείαν  ἐντεῦθεν  καρπωσόμεθα, ἐντρυφῶντες  αὐτοῦ τῇ ἀγάπῃ. Καὶ πῶς  ἔσται τοῦτο, φησίν. Εἰ ἐννοήσομεν, ποσάκις αὐτὸν ὑβρίζομεν μετὰ μυρία ἀγαθὰ, αὐτὸς δὲ ἕστηκε παρακαλῶν· ὁσάκις αὐτὸν παρατρέχομεν, αὐτὸς δὲ οὐ παρορᾷ, ἀλλ' ἐπιτρέχει καὶ ἐφέλκεται καὶ πρὸς ἑαυτὸν ἐπισπᾶται. Ἂν γὰρ ταῦτα καὶ τὰ τοιαῦτα λογισώμεθα, δυνησόμεθα τὸν πόθον ἀνάψαι τοῦτον. Εἰ γὰρ ἄνθρωπος εὐτελὴς ἦν ὁ οὕτω φιλῶν, βασιλεὺς δὲ ὁ οὕτω φιλούμενος, οὐκ ἂν ᾐδέσθη τῷ τοῦ ἔρωτος μεγέθει; Σφόδρα μὲν οὖν. Ὅταν δὲ τοὐναντίον  τι ᾖ, καὶ ἄφατον μὲν ἐκεῖνο τὸ κάλλος καὶ ἡ δόξα καὶ ὁ πλοῦτος τοῦ φιλοῦντος  ἡμᾶς, ἡμῶν δὲ πολλὴ ἡ εὐτέλεια, πῶς οὐχὶ μυρίας ἐσμὲν κολάσεως ἄξιοι οἱ οὕτως εὐτελεῖς  καὶ ἀπεῤῥιμμένοι, παρὰ τοιούτου μεγάλου καὶ θαυμαστοῦ φιλούμενοι  μεθ' ὑπερβολῆς  ἁπάσης, καὶ καταστρηνιῶντες  αὐτοῦ  τῆς ἀγάπης; Οὐδενὸς δεῖται ἐκεῖνος τῶν ἡμετέρων, καὶ οὐδὲ οὕτω παύεται ἡμῶν ἐρῶν· ἡμεῖς δὲ σφόδρα δεόμεθα τῶν αὐτοῦ, καὶ οὐδὲ οὕτως ἀντεχόμεθα αὐτοῦ τῆς ἀγάπης, ἀλλὰ χρήματα αὐτοῦ προτιμῶμεν, καὶ φιλίας  ἀνθρώπων,  καὶ σώματος ἄνεσιν, καὶ δυναστείαν καὶ δόξαν, τοῦ μηδὲν ἡμῶν προτιμῶντος; Ἕνα γὰρ εἶχεν Υἱὸν μονογενῆ καὶ γνήσιον, καὶ οὐδὲ τούτου ἐφείσατο δι' ἡμᾶς· ἡμεῖς δὲ αὐτοῦ πολλὰ προτιμῶμεν. Ἆρ' οὖν οὐκ εἰκότως γέεννα καὶ κόλασις, εἰ καὶ διπλῆ καὶ τριπλῆ ἦν καὶ μυριάκις τοσαύτη; Τί γὰρ ἂν ἔχοιμεν εἰπεῖν, ὅταν τοῦ Σατανᾶ τὰ ἐπιτάγματα προτιμῶμεν τῶν τοῦ Χριστοῦ νόμων, καὶ τῆς σωτηρίας τῆς ἡμετέρας ἀφειδῶμεν, ἵνα προτιμήσωμεν τὰ τῆς πονηρίας  ἔργα τοῦ πάντα  ὑπὲρ ἡμῶν  παθόντος; Καὶ ποίας συγγνώμης  τὰ τοιαῦτα  ἄξια; ποίας ἀπολογίας; Οὐδεμιᾶς. Στῶμεν οὖν λοιπὸν  μὴ κατὰ κρημνῶν φερόμενοι,  καὶ  ἀνανήψωμεν,  καὶ  πάντα  ἀναλογισάμενοι  ταῦτα,  δόξαν ἀναπέμψωμεν  αὐτῷ διὰ τῶν  ἔργων· οὐ γὰρ ἀρκεῖ διὰ τῶν  ῥημάτων· ἵνα καὶ τῆς δόξης ἀπολαύσωμεν τῆς παρ' αὐτοῦ, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |