ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΣΤʹ Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ

Δευτέρα 24 Οκτωβρίου 2016

ΣΤʹ Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ



Ιωάννης Χρυσόστομος
Πρός  Φιλιπησίους Επιστολήν
Τόμος 62


ΣΤʹ Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.

αʹ. Ὁ Κύριος ἡμῶν  Ἰησοῦς Χριστὸς πρὸς τὰ μεγάλα  προτρέπων  τοὺς  ἑαυτοῦ μαθητὰς, ἑαυτὸν ὑπόδειγμα τίθησι, καὶ τὸν Πατέρα, καὶ τοὺς προφήτας, ὡς ὅταν λέγῃ· Οὕτω γὰρ ἐποίησαν τοῖς προφήταις τοῖς πρὸ ὑμῶν· καὶ πάλιν, Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι· καὶ πάλιν,  Οἰκτίρμονες γίνεσθε, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ποιεῖ. Προτρέπων γὰρ αὐτοὺς εἰς ταπεινοφροσύνην,  τὸν Χριστὸν εἰς μέσον παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅτε περὶ φιλοπτωχίας διαλέγεται,  οὕτω πώς φησι· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Οὐδὲν γὰρ οὕτω τὴν μεγάλην  καὶ φιλόσοφον  ψυχὴν διανίστησι πρὸς τὴν  τῶν ἀγαθῶν  ἐργασίαν, ὡς τὸ μαθεῖν,  ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁμοιοῦται.


 Τί γὰρ ἴσον τούτου εἰς προτροπήν; Οὐδέν. Ὃ δὴ καὶ Παῦλος εἰδὼς, προτρέπων  αὐτοὺς εἰς ταπεινοφροσύνην, πρῶτον  μὲν παρεκάλεσεν,  ἱκετηρίαν  ἔθηκεν·  εἶτα  καὶ  ἐντρεπτικῶς   εἶπεν,  Ὅτι  ἐν  ἑνὶ  πνεύματι στήκετε· εἶπεν,  Ὅτι ἐκείνοις  ἔνδειξις  ἀπωλείας,  ὑμῖν  δὲ σωτηρίας. Καὶ τοῦτο λοιπὸν τίθησι· Τοῦτο γὰρ  φρονείσθω  ἐν  ὑμῖν,  ὃ καὶ  ἐν  Χριστῷ Ἰησοῦ, ὃς ἐν  μορφῇ  Θεοῦ ὑπάρχων,  οὐχ  ἁρπαγμὸν  ἡγήσατο  τὸ  εἶναι  ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν  ἐκένωσε,  μορφὴν δούλου λαβών. Προσέχετε, παρακαλῶ, καὶ διανάστητε. Καθάπερ γάρ τις μάχαιρα ὀξεῖα ἑκατέρωθεν ἠκονημένη, ὅπουπερ ἂν ἐμπέσῃ κἂν εἰς μυρίας φάλαγγας,  εὐκόλως αὐτὰς διακόπτει καὶ ἀφανίζει, τῷ πάντοθεν  ὀξεῖαν εἶναι, καὶ μηδὲν τὴν ἀκμὴν αὐτῆς φέρειν· οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ῥήματα. ∆ιὰ γὰρ τούτων  τῶν ῥημάτων καὶ τοὺς Ἀρείου τοῦ Ἀλεξανδρέως, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς Μαρκέλλου τοῦ Γαλάτου, καὶ  τοὺς   Σαβελλίου   τοῦ  Λίβυος,  καὶ  τοὺς   Μαρκίωνος   τοῦ  Ποντικοῦ,  καὶ  τοὺς Οὐαλεντίνου, καὶ τοὺς τοῦ Μάνεντος καὶ τοὺς τοῦ Λαοδικέως Ἀπολλιναρίου, καὶ Φωτεινοῦ,  καὶ Σωφρονίου,  καὶ πάσας ἁπλῶς  τὰς  αἱρέσεις κατέβαλεν.  Ὡς οὖν τοιαύτην  ὀψόμενοι  θέαν,  καὶ μιᾷ πληγῇ  τοσαύτας  φάλαγγας  πιπτούσας,  διεγέρθητε, ὥστε μὴ τοῦ θεάματος  παραδραμεῖν  ὑμᾶς τὴν  τέρψιν.  Εἰ γὰρ ἐπὶ τῶν  ἁμιλλητηρίων ἁρμάτων  ἐν ταῖς τῶν  ἵππων  ἁμίλλαις  οὐδὲν οὕτως  ἐστὶ τερπνὸν,  ὡς ὅταν ὁλόκληρα ἅρματα μετὰ τῶν ἡνιόχων  κρούσας τις καταβάλῃ, καὶ πολλὰ τέθριππα ὕπτια ῥίψας μετὰ τῶν ἐφεστώτων  ἡνιόχων  παρελάσῃ μόνος πρὸς τὴν νύσσαν καὶ τὸ τέρμα τοῦ ἀγῶνος, καὶ πολὺς πάντοθεν ὁ κρότος καὶ ἡ κραυγὴ πρὸς οὐρανὸν ἀνίῃ· ὁ δὲ, ὥσπερ πτηνὸς ὑπὸ τῆς χαρᾶς ἐκείνης  καὶ τῶν κρότων, οὕτω τὸ στάδιον ἅπαν διατρέχῃ μετὰ τῶν ἵππων· πόσῳ  μᾶλλον   ἐνταῦθα   οὐχὶ   πλείων   ἔσται  ἡ  ἡδονὴ,  ὅταν   ὁλοκλήρων   αἱρέσεων συστήματα καὶ διαβολικὰ ἐργαστήρια μετὰ τῶν ἡνιόχων  αὐτῶν  καταβάλωμεν  τῇ τοῦ Θεοῦ χάριτι  πάντα  ἀθρόον  καὶ ὁμοῦ; Καὶ, εἰ δοκεῖ, πρότερον  στήσωμεν τὰς αἱρέσεις αὐτὰς κατὰ τάξιν. Βούλεσθε τὴν τῆς ἀσεβείας, ἢ τὴν τῶν χρόνων; Ἀλλ' ἴδωμεν τὴν τῶν χρόνων·  τὴν γὰρ τῆς ἀσεβείας δύσκολον συνιδεῖν. Οὐκοῦν πρῶτος Σαβέλλιος ὁ Λίβυς παρήχθω. Τί οὖν οὗτός φησιν; Ὅτι τὸ Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὀνόματά ἐστι ψιλὰ καθ' ἑνὸς προσώπου κείμενα. Μαρκίων δὲ ὁ Ποντικός φησιν, ὅτι ὁ Θεὸς ὁ πάντα συστησάμενος οὐκ  ἔστιν  ἀγαθὸς,  οὐδὲ  Πατὴρ τοῦ  ἀγαθοῦ  Χριστοῦ, ἀλλ' ἕτερός  τις δίκαιος, καὶ σάρκα οὐκ ἀνέλαβεν  ὑπὲρ ἡμῶν ὁ Υἱός. Μάρκελλος δὲ καὶ Φωτεινὸς καὶ Σωφρόνιος τὸν Λόγον ἐνέργειαν  εἶναί φασι, τὴν δὲ ἐνέργειαν  ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος ∆αυῒδ, οὐκ οὐσίαν ἐνυπόστατον. Ἄρειος Υἱὸν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνῳ· κτίσμα γὰρ αὐτὸν εἶναί φησι, καὶ τοῦ Πατρὸς ἐλάττονα πολύ. Ἕτεροι δὲ οὔ φασιν αὐτὸν ἔχειν ψυχήν. Εἶδες τὰ ἅρματα ἑστῶτα; θεώρει τοίνυν αὐτῶν καὶ τὰ πτώματα, πῶς ὁμοῦ πάντας κατακρούων βάλλει, καὶ μιᾷ πληγῇ καὶ ἀθρόον. Πῶς οὖν καταβάλλει; Τοῦτο γὰρ φρονείσθω  ἐν ὑμῖν, φησὶν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων,  οὐχ ἁρπαγμὸν  ἡγήσατο τὸ εἶναι  ἴσα Θεῷ. Ἐντεῦθεν  καὶ Παῦλος ὁ Σαμοσατεὺς ἔπεσε καὶ Μάρκελλος καὶ Σαβέλλιος· Ἐν μορφῇ γὰρ, φησὶ, Θεοῦ ὑπάρχων. Εἰ ἐν μορφῇ, πῶς οὖν λέγεις,  ὅτι ἀπὸ Μαρίας, ὦ μιαρὲ, ἤρξατο, καὶ πρὸ τούτου  οὐκ ἦν; πῶς δὲ πάλιν,  ὅτι ἐνέργεια ἦν; Ἐν μορφῇ γὰρ Θεοῦ, φησὶ, μορφὴν δούλου ἔλαβεν. Εἰπὲ γάρ μοι, ἡ μορφὴ τοῦ  δούλου  ἐνέργεια  δούλου  ἐστὶν,  ἢ  φύσις  δούλου;  Πάντως  δήπου,  Φύσις, ἐρεῖς, δούλου.  Οὐκοῦν καὶ ἡ μορφὴ  τοῦ Θεοῦ, Θεοῦ φύσις· οὐκ ἄρα ἐνέργεια.  Ἰδοὺ καὶ ὁ Μάρκελλος ὁ Γαλάτης καὶ Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον.


βʹ. Ἰδοὺ καὶ Σαβέλλιος. Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἴσον δὲ ἐπὶ  ἑνὸς  οὐ  λέγεται  προσώπου·  τὸ  γὰρ  ἴσον, τινί  ἐστιν  ἴσον. Ὁρᾷς δύο  προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς πραγμάτων  λεγόμενα;  ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς; Ἀλλὰ ταῦτα μὲν πρὸς ἐκείνους· τί οὖν πρὸς Ἄρειον εἴποιμεν λοιπὸν,  τὸν  λέγοντα  ἑτέρας  εἶναι  οὐσίας τὸν  Υἱόν; Εἰπὲ δή μοι, τὸ, Μορφὴν  δούλου ἔλαβε, τί ἐστιν; Ἄνθρωπος ἐγένετο, φησίν. Οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν· μορφὴ γὰρ, καὶ μορφὴ κεῖται. Εἰ τοῦτο ἀληθὲς, κἀκεῖνο. Φύσει ἄνθρωπος,  ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, καὶ ἡ μορφὴ τοῦ Θεοῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ, ὥσπερ οὖν καὶ Ἰωάννης,  καὶ ὅτι οὐδὲν ἐλάττων  ἐστὶ τοῦ Πατρός· Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Καὶ μὴν τοὐναντίον δείκνυσι, φησίν· εἶπε γὰρ, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε  τὸ  εἶναι  ἴσα  Θεῷ· καὶ  μὴν  εἰ  ἦν  Θεὸς, πῶς  εἶχεν  ἁρπάσαι;  Καὶ πῶς  οὐκ ἀπερινόητον  τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεῖνα ἄνθρωπος  ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστὶν ἁρπάσειεν; Οὒ, φησίν· ἀλλ' ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα τῷ Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. Καὶ μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ  τοῖς τῆς Ἐκκλησίας δόγμασιν ἐπεισάγετε; Μέγας μὲν γὰρ καὶ μικρὸς παρ' αὐτοῖς θεός· εἰ δὲ καὶ παρ' ὑμῖν, οὐκ οἶδα. Παρὰ μὲν γὰρ ταῖς Γραφαῖς οὐδαμοῦ εὑρήσεις, ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. Εἰ γὰρ μικρὸς, πῶς καὶ Θεός; Εἰ μικρὸς οὐκ ἔστιν ἄνθρωπος  καὶ μέγας, ἀλλὰ μία φύσις, καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης  μιᾶς, οὐκ ἄνθρωπος,  πῶς ἂν εἴη μικρὸς Θεὸς καὶ μέγας ὁ μὴ ὢν  ἐκείνης  τῆς φύσεως; Ὁ μικρὸς ὢν, οὐ Θεός· πανταχοῦ  γὰρ μέγας λέγεται  παρὰ τῇ Γραφῇ· Μέγας Κύριος, φησὶν  ὁ ∆αυῒδ, καὶ αἰνετὸς  σφόδρα. Ἰδοὺ  καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ  γὰρ Κύριον αὐτὸν καλεῖ· καὶ πάλιν, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος· καὶ πάλιν,  Μέγας ὁ Κύριος ἡμῶν,  καὶ μεγάλη  ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς  μεγαλωσύνηςαὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ ταῦτα περὶ τοῦ Πατρός· ὁ δὲ Υἱὸς, φησὶ, μικρός. Ἀλλὰ σὺ τοῦτο λέγεις· ἡ δὲ Γραφὴ τοὐναντίον·  ὥσπερ περὶ τοῦ Πατρὸς, οὕτω καὶ περὶ τοῦ Υἱοῦ φησιν.   Ἄκουε   γὰρ  Παύλου  λέγοντος,   Προσδεχόμενοι  τὴν   μακαρίαν   ἐλπίδα   καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου  Θεοῦ. Ἀλλ'  ἆρα μὴ περὶ τοῦ Πατρὸς ἐπιφάνειαν εἶπεν; Ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ προσέθηκεν. Ἄρα οὖν μὴ περὶ τοῦ Πατρὸς εἴρηται; Οὐδαμῶς· ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν  ἐπιφάνειαν  τοῦ μεγάλου  Θεοῦ, καὶ Σωτῆρος ἡμῶν  Ἰησοῦ Χριστοῦ. Ἰδοὺ καὶ ὁ Υἱὸς μέγας. Πῶς οὖν λέγεις  μικρὸν, καὶ μέγαν; Ἄκουε καὶ τοῦ προφήτου λέγοντος  αὐτὸν  μεγάλης  βουλῆς  Ἄγγελον.  Ὁ μεγάλης  βουλῆς  Ἄγγελος  οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς οὐ μέγας, ἀλλὰ μικρός; Τί οὖν φασιν οἱ ἀναίσχυντοι καὶ ἰταμοὶ, ὅτι μικρὸς ὢν Θεός; λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε· μικρὸς ὢν, φησὶ, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κατὰ τὸν μέγαν. Τί γὰρ, εἰπέ μοι (ἀλλὰ μὴ νομίσητε ἡμῶν εἶναι τὰ ῥήματα); εἰ μικρὸς ἦν κατ' αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως  ἀποδέων  τῆς τοῦ Πατρὸς, πῶς ἂν ἠδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα Θεῷ; φύσει γὰρ ἐλάττων  οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἴσος ἀγγέλῳ κατὰ  τὴν  φύσιν·  ὁ  ἵππος  οὐκ  ἂν  δύναιτο  ἁρπάσαι, κἂν  θέλῃ,  τὸ   εἶναι  ἴσος ἀνθρώπῳ  κατὰ τὴν φύσιν. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἐρῶ· Τί βούλεται κατασκευάσαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; Εἰς ταπεινοφροσύνην,  πάντως  ἐρεῖς, ἐναγαγεῖν τοὺς  Φιλιππησίους.  Τί  οὖν,  εἰπέ  μοι,  τοῦτο  ἂν  παρήνεγκεν   εἰς  μέσον;  Οὐδεὶς γὰρ βουλόμενος  προτρέψαι  ταπεινοφρονεῖν,  τοῦτό  φησιν·  Ἔσο ταπεινὸς,  καὶ  ἔλαττον φρόνει  τῶν  ὁμοτίμων· καὶ  γὰρ ὁ δεῖνα  ὁ δοῦλος  οὐκ ἐπανέστη  τῷ  ∆εσπότῃ· μιμοῦ τοίνυν  ἐκεῖνον. Καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης,  εἴποι τις ἂν, ἀλλ' ἀπονοίας. Μάθετε τί ἐστι ταπεινοφροσύνη  ὑμεῖς οἱ τῦφον ἔχοντες διαβολικόν. Τί οὖν ἐστι ταπεινοφροσύνη;  Τὸ ταπεινὰ  φρονεῖν·  ταπεινὰ  δὲ  φρονεῖ,  οὐχ  ὁ  ἀπὸ  ἀνάγκης  ὢν ταπεινὸς,  ἀλλ'  ὁ  ἑαυτὸν  ταπεινῶν.  Οἷόν τι  λέγω  (προσέχετε  δέ)·  Ὅταν  τις  ὑψηλὰ δυνάμενος  φρονῆσαι  ταπεινοφρονῇ,  οὗτος  ταπεινόφρων ἐστίν· ὅταν  δὲ παρὰ τὸ μὴ δύνασθαι  ταπεινοφρονῇ,  οὐκέτι  ταπεινόφρων ἐστίν· οἷον  ὁ βασιλεὺς τῷ  ὑπάρχῳ  ἂν ὑποτάττηται,  ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους  κατέβη· ὁ μέντοι  ὕπαρχος  ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν. Οὐκ ἔστι δὲ ἄλλως  ταπεινοφρονῆσαι,  εἰ μὴ ἐν ἐξουσίᾳ γένοιτο. Εἰ γὰρ ἀνάγκη ἐστὶ τεταπεινῶσθαι καὶ ἄκοντα, οὐκέτι τῆς φρονήσεώς ἐστι τὸ κατόρθωμα οὐδὲ τοῦ βουλήματος,   ἀλλὰ   τῆς  ἀνάγκης·  ταπεινοφροσύνη   δὲ  διὰ  τοῦτο  λέγεται,   ὅτι  τοῦ φρονήματός ἐστι ταπείνωσις.


γʹ. Εἰπέ μοι, εἴ τις μὴ ἔχων ἐξουσίαν πλεονεκτεῖν,  μένοι τὰ ἑαυτοῦ κεκτημένος, τοῦτον   ἐπαινεσόμεθα   ἐπὶ  δικαιοσύνῃ;  Οὐδαμῶς.  ∆ιὰ  τί;  Τῇ  γὰρ  ἀνάγκῃ   τὸ  τῆς προαιρέσεως  ἐγκώμιον   ἀφῄρηται.   Εἰπέ  μοι,  εἴ  τις  μὴ  δυνάμενος   τυραννεῖν   καὶ βασιλεύειν, μένοι ἰδιωτεύων,  τοῦτον ἐπαινεσόμεθα, ὡς ἀπράγμονα; Οὐδαμῶς. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Ὁ γὰρ ἔπαινος, ὦ πάντων  ὑμεῖς ἀμαθέστατοι, οὐκ ἐν τῇ τούτων  ἀποχῇ, ἀλλ' ἐν τῇ τῶν ἀγαθῶν  ἐργασίᾳ γίνεται.  Ἐκεῖνο μὲν γὰρ ψόγου ἀπήλλακται,  οὔπω δὲ καὶ ἐπαίνου  μετέχει· τὸ δὲ, ἐγκωμίων  ἄξιόν ἐστιν. Ὅρα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα,  ὅταν  λέγῃ· ∆εῦτε, οἱ εὐλογημένοι  τοῦ Πατρός μου, κληρονομήσατε  τὴν ἡτοιμασμένην  ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν·  ἐδίψησα,  καὶ  ἐποτίσατέ  με.  Οὐκ εἶπεν,  Ἐπειδὴ  οὐκ  ἐπλεονεκτήσατε,  οὐδὲ, Ἐπειδὴ οὐχ ἡρπάσατε [μικρὰ γὰρ ταῦτα] ἀλλ' Ἐπειδὴ πεινῶντά  με εἴδετε, καὶ ἐθρέψατε.
Καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους, ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον. Τί λέγω Παῦλον; οὐδὲ τὸν τυχόντα  τις ἄνδρα, ὡς σὺ τὸν  Χριστὸν ἐπαινεῖς,  ἐπῄνεσεν, ὅτι μὴ προσήκουσαν ἀρχὴν  οὐκ ἔλαβε. Τὸ γὰρ ἐπὶ  τούτοις  θαυμάζειν,  πολλήν  ἐστι κακίαν μαρτυρούντων.  Πῶς; Ὅτι ἐπ' ἐκείνων  τὸ τοιοῦτον  ἔπαινός ἐστιν, οἷον ὁ κλέπτων,  ἐὰν μηκέτι  κλέπτῃ·  ἐπὶ δὲ τῶν  ἀγαθῶν  οὐκέτι· οὐ γὰρ, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τι  μὴν, ἐπαινετός. Καὶ ποίας ταῦτα ἀνοίας! Ἄλλως δὲ (ἀλλὰ προσέχετε, παρακαλῶ· μακρὸς γὰρ ὁ λόγος), τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; Τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς ὑποθέσεως, εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἄν τις ἐξ ἀλλοτρίων  προτραπείη· οἷον, προέτρεψεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθρούς· ἤνεγκε  παράδειγμα μέγα, τὸ τοῦ Πατρὸς, Ὅτι ἀνατέλλει  τὸν ἥλιον  ἐπὶ πονηροὺς  καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· προέτρεψεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγμα ἑαυτόν· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν, Εἰ ἐγὼ  ὁ Κύριος καὶ ὁ διδάσκαλος  ταῦτα  ποιῶ,  πόσῳ μᾶλλον  ὑμεῖς; Ὁρᾷς πῶς  οὐκ ἀφέστηκε τὰ παραδείγματα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. Ἄλλως  δὲ καὶ ἐνταῦθα οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. Πῶς; Ὅτι εἰ δοῦλός ἐστι, καὶ  ἐλάττων  ἐστὶ καὶ  ὑπήκοος  τῷ  μείζονι.  Τοῦτο δὲ οὐ ταπεινοφροσύνη  ἐστί· τοὐναντίον  γὰρ  ἔδει  ποιῆσαι,  μείζονά  τινα  τῷ  ἐλάττονι  ὑπακούσαντα  δεῖξαι·  ἀλλ' ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ, μείζονα λέγω καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. Εἰ δὲ ἐλάττων  ἦν ὁ Υἱὸς, οὐχ ἱκανὸν εἰς ταπεινοφροσύνην  προτρέψαι. ∆ιὰ τί; Ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι, τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι μέχρι θανάτου. Ἄλλως δὲ, ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησι· Τῇ ταπεινοφροσύνῃ  ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Ἡγούμενοι, φησίν. Ἐπειδὴ γὰρ καὶ κατὰ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως  εἶναι τὸ πρᾶγμα. Ἐπὶ δὲ τῶν μειζόνων  καὶ ἐλαττόνων  οὐκ ἂν τοῦτο εἶπεν, ὅτι  Ἡγούμενοι,  ἀλλὰ,  Τιμᾶτε  τοὺς  ὑπερέχοντας   ὑμῶν·  καθὼς  καὶ  ἀλλαχοῦ  φησι, Πείθεσθε τοῖς ἡγουμένοις  ὑμῶν καὶ ὑπείκετε. Ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγή· ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας. Τῇ ταπεινοφροσύνῃ,  φησὶν, ἀλλήλους  ἡγούμενοι  ὑπερέχοντας  ἑαυτῶν,  ὥσπερ καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ τὰ μὲν ἐκείνων  οὕτως ἀνατέτραπται· τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων  εἰπόντα,  ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν  οὐκ ἂν τὸν ἐλάττονα  ὄντα καὶ  τῷ  μείζονι  ὑπακούσαντα  παρήγαγεν.  Εἰ μὲν  γὰρ  δούλους  δεσπόταις  παρεκάλει ὑπακούειν,  εἰκότως· εἰ δὲ ἐλευθέρους  ἐλευθέροις,  τί τοῦ δούλου  πρὸς τὸν  δεσπότην ὑποταγὴν  ἔφερε; τί τοῦ ἐλάττονος  πρὸς τὸν μείζονα; Μὴ γὰρ εἶπεν, Οἱ ἐλάττονες  τοῖς μείζοσιν   ὑπακουέτωσαν,   ἀλλ'   Ἰσότιμοι   ἀλλήλων    ὄντες,   ὑπακούετε,   Ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. ∆ιὰ τί δὲ μὴ παρήγαγε κἂν τὸ τῆς γυναικὸς, ὅτι Ὥσπερ ἡ  γυνὴ  ὑπακούει  τῷ  ἀνδρὶ,  οὕτω  καὶ  ὑμεῖς  ὑπακούετε;  Εἰ δὲ  ὅπερ  ἴσον  ἐστὶ  καὶ ἐλευθέριον  οὐ παρήγαγεν,  ἐπειδὴ  ὅλως  μικρά τις  ἦν  ὑποταγὴ,  πόσῳ μᾶλλον  τὸ τοῦ δούλου οὐκ  ἂν παρήγαγεν; Εἶπον φθάσας, ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ τινα ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς, οὐδὲ ὅλως αὐτοῦ μέμνηται· οὐδὲ σώφρονα βουλόμενος ἐπαινέσαι τις οὕτως ἐρεῖ, ὅτι οὐκ ἐμοίχευσεν, ἀλλ' ὅτι καὶ τῆς ἰδίας ἀπέστη γυναικός. Οὐδαμοῦ γὰρ τὴν  τῶν  κακῶν  ἀποχὴν  τίθεμεν· γέλως  γὰρ τοῦτο.  Εἶπον ὅτι  ἡ μορφὴ  τοῦ  δούλου ἀληθὴς, καὶ οὐδὲ ἐλάττων· οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία, καὶ οὐκ ἐλάττων. ∆ιὰ τί μὴ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος,  ἀλλ',  Ὑπάρχων; Ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν, Ἐγώ εἰμι ὁ ὤν. Τὸ ἀπαράλλακτον  ἡ μορφὴ δείκνυσι, καθώς ἐστι μορφή. Οὐκ ἔστι δὲ, ἄλλης  οὐσίας  ὄντα,  τὴν  ἄλλης  μορφὴν  ἔχειν·  οἷον  οὐδεὶς  ἀνθρώπων  ἀγγέλου  ἔχει
μορφὴν, οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν· πῶς οὖν ὁ Υἱός;δʹ. Εἶτα ἐπὶ μὲν ἡμῶν, ἐπειδὴ σύνθετοί ἐσμεν, ἡ μορφὴ τοῦ σώματός ἐστιν· ἐπὶ δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, πάντως τῆς οὐσίας. Εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι λέγεις ὅτι οὐ δείκνυσι  τὸν  Πατέρα, πολλαχοῦ  τοῦτο  δείκνυται  χωρὶς  ἄρθρου εἰρημένον.  Καὶ τί λέγω πολλαχοῦ; ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, Οὐχ ἁρπαγμὸν, φησὶν, ἡγήσατο τὸ εἶναι  ἴσα Θεῷ· καὶ οὐκ εἶπε μετὰ τοῦ ἄρθρου, περὶ τοῦ Θεοῦ τοῦ Πατρὸς λέγων. Βούλομαι  καὶ  τὰ  ἡμέτερα  προσθεῖναι,  ἀλλὰ  δέδοικα  μὴ  καταχώσωμεν   ὑμῶν  τὰς διανοίας. Τέως δὲ τὰ εἰρημένα μέμνησθε πρὸς ἀνατροπὴν  ἐκείνων· τέως τὰς ἀκάνθας ἐκτέμωμεν, καὶ τότε τὸν σπόρον καταβαλοῦμεν τὸν καλὸν μετὰ τὸ τὰς ἀκάνθας ἐκτμηθῆναι, καὶ μικρὸν ἀναπνεῦσαι τὴν γῆν, ἵνα πᾶσαν τὴν ἐκεῖθεν ἀποθεμένη κακίαν, μετὰ  πολλῆς   τῆς  ἀρετῆς  δέχηται   τὰ  θεῖα  σπέρματα.  Εὐχαριστήσωμεν  ὑπὲρ  τῶν εἰρημένων  τῷ Θεῷ· ἀξιώσωμεν αὐτὸν δοῦναι φυλακὴν  καὶ διατήρησιν αὐτῶν, ἵνα καὶ ἡμεῖς  καὶ  ὑμεῖς  εὐφραινώμεθα,   καὶ  οἱ  αἱρετικοὶ  καταισχύνωνται.  Παρακαλέσωμεν αὐτὸν καὶ εἰς τὸ ἑξῆς ἡμῖν ἀνοῖξαι στόμα, ὥστε καὶ τὰ ἡμέτερα μετὰ τῆς αὐτῆς πάλιν σπουδῆς παρακαταθέσθαι· δεηθῶμεν αὐτοῦ, ὥστε καὶ τῆς πίστεως βίον ἄξιον ἡμῖν παρασχεῖν, ἵνα εἰς δόξαν αὐτοῦ ζῶμεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βλασφημῆται  δι' ἡμᾶς. Οὐαὶ γὰρ ὑμῖν, φησὶ, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται.  Εἰ γὰρ υἱὸν  ἔχοντες· καίτοι   τί   υἱοῦ   γνησιώτερον;    εἰ   υἱὸν   τοίνυν    ἡμεῖς   ἔχοντες,   ὅταν   δι'  αὐτὸν βλασφημώμεθα, ἀποκηρύττομεν αὐτὸν, ἀποστρεφόμεθα, οὐ προσιέμεθα· πόσῳ μᾶλλον ὁ Θεὸς δούλους ἔχων ἀγνώμονας,  βλασφημοῦντας  αὐτὸν καὶ ὑβρίζοντας, οὐκ ἀποστραφήσεται καὶ μισήσει; Ὃν δ' ἂν ὁ Θεὸς μισήσῃ καὶ ἀποστραφῇ, τίς προσλήψεται; Οὐδεὶς, ἀλλ' ἢ ὁ διάβολος, ἀλλ' ἢ οἱ δαίμονες. Ὃν δ' ἂν οἱ δαίμονες λάβωσι, ποίαν ἕξει σωτηρίας ἐλπίδα; ποίαν παραμυθίαν  ζωῆς; Ἕως ἂν ἐν τῇ χειρὶ ὦμεν τοῦ Θεοῦ, οὐδεὶς ἡμᾶς ἁρπάζειν δύναται· ἰσχυρὰ γάρ ἐστιν· ὅταν δὲ τῆς χειρὸς ἐκείνης ἐκπέσωμεν καὶ τῆς βοηθείας, ἀπολώλαμεν,  πᾶσιν ἕτοιμοι προκείμεθα εἰς ἁρπαγὴν, πᾶσιν εἰς καταπάτημα, ὡς τοῖχος  κεκλι   μένος  καὶ φραγμὸς  ὠσμένος. Ὅταν γὰρ ᾖ ἀσθενὴς ὁ τοῖχος, εὐεπίβατος  ἔσται πᾶσι. Μὴ γὰρ ἐπὶ τῆς Ἱερουσαλὴμ οἴεσθε τοῦτο  λέγεσθαι  μόνον,  ὃ μέλλω λέγειν, ἀλλὰ καὶ ἐπὶ παντὸς ἀνθρώπου. Τί δὲ ἐπὶ τῆς Ἱερουσαλὴμ ἐλέγετο; Ἄσω δὴ τῷ ἠγαπημένῳ  ᾆσμα τοῦ ἀγαπητοῦ  μου, τῷ ἀμπελῶνί  μου. Ἀμπελὼν  ἐγενήθη  τῷ ἠγαπημένῳ  ἐν  κέρατι,  ἐν  τόπῳ  πίονι.  Καὶ φραγμὸν  περιέθηκα  καὶ  ἐχαράκωσα,  καὶ ἐφύτευσα  ἄμπελον  Σωρὴκ, καὶ  ᾠκοδόμησα  πύργον  ἐν  μέσῳ  αὐτοῦ,  καὶ  προλήνιον ὤρυξα  ἐν  αὐτῷ,  καὶ  ἔμεινα  τοῦ  ποιῆσαι  σταφυλὴν,  ἐποίησε  δὲ  ἀκάνθας.  Καὶ νῦν ἄνθρωποι  τοῦ  Ἰούδα, καὶ οἱ κατοικοῦντες  ἐν  Ἱερουσαλὴμ, κρίνατε  ἐν  ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός  μου. Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνί  μου, καὶ οὐκ ἐποίησα αὐτῷ,
∆ιότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν,  ἐποίησε δὲ ἀκάνθας. Νῦν οὖν ἀναγγελῶ  ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί  μου· ἀφελῶ  τὸν  φραγμὸν  αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν,  καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι· καὶ ταῖς  νεφέλαις  ἐντελοῦμαι  τοῦ  μὴ βρέξαι εἰς  αὐτὸν  ὑετόν.  Ὁ γὰρ  ἀμπελὼν  Κυρίου Σαβαὼθ  οἶκος  τοῦ  Ἰσραήλ  ἐστι,  καὶ  ἄνθρωπος  τοῦ  Ἰούδα,  νεόφυτον   ἠγαπημένον. Ἔμεινα ἵνα  ποιήσῃ κρίσιν· ἐποίησε δὲ ἀνομίαν,  καὶ οὐ δικαιοσύνην,  ἀλλὰ  κραυγήν. Τοῦτο  καὶ  ἐφ'  ἑκάστης  λέγεται   ψυχῆς.   Ὅταν  γὰρ  πάντα   πληρώσῃ,  ἃ  ἐχρῆν,  ὁ φιλάνθρωπος Θεὸς, εἶτα  ποιήσῃ  ἀκάνθας  ἀντὶ  σταφυλῆς,  ἀφελεῖ  τὸν  φραγμὸν,  καὶ καθαιρεῖ τὸν τοῖχον,  καὶ ἐσόμεθα εἰς ἁρπαγήν.  Ἄκουε γὰρ πῶς καὶ ἕτερος προφήτης
ὀδυρόμενος ἔλεγεν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο  αὐτήν.  Ἐκεῖ  μὲν  οὖν  περὶ  τοῦ  Μήδου  καὶ  τοῦ  Βαβυλωνίου  φησίν· ἐνταῦθα δὲ περὶ τούτου οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ ὗς καὶ μονιὸς ὁ διάβολός ἐστι, καὶ πᾶσα αὐτοῦ ἡ δύναμις. Μονιὸν δὲ αὐτὸν εἴρηκε, τὸ ἄγριον καὶ ἀκάθαρτον αὐτοῦ παραστῆσαι βουλόμενος. Ὅταν μὲν γὰρ αὐτοῦ τὸ ἁρπακτικὸν ἡ Γραφὴ βούληται δηλῶσαι, φησίν· Ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ὅταν δὲ τὸ ἰοβόλον καὶ θανάσιμον καὶ ὀλέθριον,  ὄφιν  αὐτὸν καλεῖ καὶ σκορπιόν· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω  ὄφεων  καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν  τοῦ ἀντικειμένου· ὅταν δὲ τὸ ἰσχυρὸν ὁμοῦ καὶ ἰοβόλον, δράκοντα αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· ∆ράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ δράκοντα καὶ ὄφιν σκολιὸν καὶ ἀσπίδα αὐτὸν καλεῖ πανταχοῦ. Πολύπλοκον γὰρ τὸ θηρίον  καὶ ποικίλον,  καὶ πολλὴν  ἔχει τὴν ἰσχύν· πάντα  κινεῖ, πάντα  θορυβεῖ, πάντα ἄνω καὶ κάτω στρέφει. Ἀλλὰ μὴ φοβηθῆτε, ἀλλὰ μὴ δείσητε· γρηγορεῖτε μόνον, καὶ ὡς στρουθίον ἔσται· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων  καὶ σκορπίων Καταπάτημα αὐτὸν τῶν ἡμετέρων ἐποίησε ποδῶν, ἂν βουλώμεθα.εʹ. Ὅρα τοίνυν  πόσος γέλως, πόση ἀθλιότης, ὃν ἐλάβομεν πατεῖν, τοῦτον ὁρᾷν ὑπὲρ κεφαλῆς ἑστῶτα τῆς ἡμετέρας. Πῶς δὲ τοῦτο γίνεται; Παρ' ἡμῶν· ἂν ἡμεῖς βουλώμεθα,  μέγας  ἐστίν·  ἂν  ἡμεῖς  βουλώμεθα,   γίνεται   μικρός.  Ἐὰν  προσέχωμεν ἑαυτοῖς, καὶ μετὰ τοῦ βασιλέως ὦμεν  τοῦ ἡμετέρου, συστέλλεται  καὶ παιδίου  μικροῦ οὐδὲν ἄμεινον διακείσεται ἐν τῇ πρὸς ἡμᾶς μάχῃ· ὅταν ἀποστῶμεν αὐτοῦ, μεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήμους ἡμᾶς τῆς μεγάλης συμμαχίας λαβών· οὐ γὰρ πρόσεισιν,  ἐὰν  μὴ  συγχωρήσῃ  ὁ  Θεός.  Εἰ  γὰρ  χοίρων   ἀγέλαις   οὐ  κατετόλμησεν ἐπεμβῆναι, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, πολλῷ μᾶλλον  ψυχαῖς ἀνθρώπων.  Συγχωρεῖ δὲ Θεὸς, ἢ παιδεύων, ἢ δίκην ἀπαιτῶν, ἢ δοκιμωτέρους ποιῶν, ὡς τὸν Ἰώβ. Ὁρᾷς αὐτὸν μὴ προσερχόμενον, μηδὲ τολμῶντα  γενέσθαι ἐγγὺς, ἀλλὰ δεδοικότα καὶ τρέμοντα; Καὶ τί λέγω περὶ τοῦ Ἰώβ; τῷ γὰρ Ἰούδᾳ ἐφαλλόμενος, οὐκ ἐτόλμησεν, ἕως αὐτὸν τοῦ ἱεροῦ χοροῦ ἀπέσχισεν ὁ Χριστὸς, λαβεῖν ὁλόκληρον, καὶ εἰσελθεῖν εἰς αὐτόν. Τότε μὲν οὖν ἔξωθεν προσέβαλλεν, ἔνδον δὲ εἰσελθεῖν οὐκ ἐτόλμα· ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παντὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν. Ταῦτα πρὸς νουθεσίαν ἡμῶν γέγραπται. Ἐπεὶ ποῖον κέρδος τὸ γνῶναι,  ὅτι εἷς τῶν δώδεκα προέδωκε; ποία ὄνησις; ποία ὠφέλεια; Μεγάλη. Ὅταν γὰρ μάθωμεν πόθεν ἐκεῖνος ἐπὶ τὴν ὀλέθριον ἦλθε βουλὴν ταύτην, φυλαξόμεθα ἀπὸ ταύτης καὶ αὐτοὶ μὴ τὰ αὐτὰ παθεῖν. Πόθεν οὖν ἦλθεν ἐπὶ τοῦτο; Ἀπὸ φιλαργυρίας· κλέπτης ἦν· ἀπὸ  ταύτης  οὕτως  ἐμέθυε  τῷ  πάθει,  ὅτι  τὸν  τῆς  οἰκουμένης  ∆εσπότην  τριάκοντα ἀργυρίων προέδωκε. Τί τῆς μανίας ταύτης χεῖρον; Οὗ οὐδὲν ἀντάξιον  οὐδὲ ἴσον, ᾧ τὰ ἔθνη εἰς οὐδὲν ἐλογίσθη, τοῦτον τριάκοντα ἀργυρίων προέδωκε. Χαλεπὴ γὰρ τῆς φιλαργυρίας  ἡ τυραννὶς, δεινὴ ψυχὴν ἐκστῆσαι. Οὐχ οὕτω τις ὑπὸ τῆς μέθης παραπλὴξ γίνεται,   ὡς  ὑπὸ  φιλαργυρίας·  οὐχ  οὕτως   ὑπὸ  μανίας   καὶ  παραπληξίας,   ὡς  ὑπὸ φιλαργυρίας.  ∆ιὰ τί γὰρ, εἰπέ μοι, προδίδως; Ἄσημον ὄντα σε καὶ ἀγνῶτα  ἐκάλεσε, καὶ ἕνα τῶν δώδεκα ἐποίησε, διδασκαλίας σοι μετέδωκεν, ὑπέσχετο μυρία ἀγαθὰ, θαύματά σε ἐργάζεσθαι πεποίηκε, τραπέζης, ὁδῶν, ὁμιλίας, συνουσίας, πάντων  ἐκοινώνησας, ὧν καὶ οἱ λοιποί.  Ταῦτα οὐκ ἦν ἱκανὰ  κατασχεῖν;  τίνος  οὖν ἕνεκεν  προέδωκας; τί ἔχων ἐγκαλεῖν,  ὦ μιαρέ; τί δὲ οὐκ εὖ παθών; Ἤδει σου τὴν διάνοιαν,  οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων· πολλάκις  εἶπεν, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με· πολλάκις  ἔστιξε, καὶἐφείσατό σου, καὶ εἰδώς σε τοιοῦτον, οὐκ ἐξέβαλέ σε τοῦ χοροῦ· ἔτι διεβάσταζεν, ἔτι ὡς γνήσιον καὶ ἕνα τῶν δώδεκα, οὕτως ἐτίμα, οὕτως ἐφίλει. Τὸ τελευταῖον, ὢ τῆς μιαρίας! καὶ λέντιον  λαβὼν  ἔνιψε  ταῖς ἀχράντοις  ἐκείναις  χερσὶ τοὺς μιαρούς σου πόδας, καὶ οὐδὲ τοῦτό σε κατέσχεν. Ἔκλεπτες τὰ τῶν  πενήτων·  καὶ ἵνα μὴ προέλθῃς  εἰς μεῖζον κακὸν, καὶ τοῦτο ἔφερεν· ἀλλ' οὐδέν σε ἔπεισεν. Εἰ γὰρ θηρίον ἦς, εἰ γὰρ λίθος, οὐ ταῖς εὐεργεσίαις ταῖς εἰς σὲ, οὐ τοῖς θαύμασιν, οὐ ταῖς διδασκαλίαις ἔδει μεταβληθῆναι; Ἀλλὰ καὶ οὕτως ἐκτεθηριωμένον ἐκάλει, καὶ διὰ τῶν θαυμασίων ἔργων ἐπήγετό σε τὸν λίθων ἀναισθητότερον.  Σὺ δὲ οὐ  δενὶ τούτων  γέγονας  βελτίων.  Θαυμάζετε ἴσως τὴν τοσαύτην ἄνοιαν τοῦ προδότου. Οὐκοῦν φοβήθητε τὸ ἐκείνου τραῦμα· ἀπὸ φιλαργυρίας τοιοῦτος  ἐγένετο,  ἀπὸ τοῦ τῶν  χρημάτων  ἔρωτος.  Ἔκκοψον  τὸ πάθος· τοιαῦτα  γὰρ τίκτει  νοσήματα·  ἀσεβεῖς  ποιεῖ,  καὶ  τὸν  Θεὸν ἀγνοεῖν  παρασκευάζει,  κἂν  μυριάκις εὐεργετηθῶμεν.  Ἔκκοψον, παρακαλῶ· οὐκ ἔστι τῶν τυχόντων,  θανάτους  οἶδε τίκτειν ὀλεθρίους μυρίους. Εἴδομεν τὸ ἐκείνου πάθος· φοβηθῶμεν μὴ τοῖς αὐτοῖς αὐτοὶ περιπέσωμεν. ∆ιὰ τοῦτο γέγραπται, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν καὶ ἡμεῖς· διὰ τοῦτο πάντες οἱ εὐαγγελισταὶ  τοῦτο διηγήσαντο, ἵνα ἡμᾶς σωφρονίσωσι. Πόῤῥωθεν φεῦγε· οὐκ ἔστι τοῦτο μόνον φιλαργυρία, τὸ πολλῶν  ἐρᾷν, ἀλλὰ τὸ ὅλως χρημάτων  ἐρᾷν. Φιλαργυρία δεινὴ, τὸ πλέον  τῆς χρείας αἰτεῖν.  Μὴ γὰρ τάλαντα  χρυσοῦ ἦν τότε τὰ πείσαντα τὸν προδότην; Τριάκοντα ἦσαν ἀργύρια· τριάκοντα ἀργυρίων προέδωκε τὸν ∆εσπότην. Ἆρα μέμνησθε,  ὅτε  ἔλεγον  πρὸ  τούτου,  ὅτι  οὐκ  ἐν  τῷ  λαμβάνειν   πολλὰ  ἡ  πλεονεξία δείκνυται,  ἀλλὰ  πολλῷ  μᾶλλον  ἐν  τῷ  ὀλίγα;  Ἰδοὺ ὅσον κακὸν  οὗτος  εἰργάσατο δι' ὀλίγον χρυσίον· μᾶλλον δὲ οὐ διὰ χρυσίον, ἀλλὰ δι' ἀργύρια. Οὐκ ἔστιν, οὐκ ἔστιν ἄνδρα φιλάργυρον  ἰδεῖν ποτε τοῦ Χριστοῦ τὸ πρόσωπον· ἓν τῶν ἀδυνάτων  τοῦτο. Ῥίζα ἐστὶ τῶν  κακῶν.  Εἰ  δὲ  ἕν  τις  ἔχων   κακὸν,  ἐκπίπτει   τῆς  δόξης  ἐκείνης,  ὁ  τὴν  ῥίζαν ἐπιφερόμενος ποῦ στήσεται; Οὐκ ἔστι τὸν χρημάτων ὄντα δοῦλον, δοῦλον εἶναι Χριστοῦ γνήσιον. Αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο, ὅτι τὸ πρᾶγμα ἀδύνατον· Οὐ δύνασθε, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἐναντία γὰρ ἐπιτάττουσιν. Ὁ Χριστὸς λέγει, Φείδου τῶν πενομένων· ὁ μαμωνᾶς λέγει, Ἀπόδυσον καὶ αὐτὰ ἃ ἔχουσιν· ὁ Χριστὸς λέγει, Κένωσον ἅπερ ἔχεις· ὁ μαμωνᾶς λέγει, Λάβε καὶ ἅπερ ἔχουσιν.
Εἶδες ἐναντίωσιν,  εἶδες  πόλεμον;  Βούλεσθε δείξωμεν  πῶς  οὐ  δύναταί  τις ἀμφοτέρων  ῥᾳδίως ὑπακούειν, ἀλλ' ἑνὸς δεῖ καταφρονῆσαι; ἢ οὐ δεῖ λόγου; Πῶς; Ἐν τοῖς ἔργοις οὐχ ὁρῶμεν  τοῦτο, τὸν Χριστὸν μὲν καταφρονούμενον, τὸν δὲ μαμωνᾶν τιμώμενον;  Ὁρᾶτε πῶς καὶ τὰ ῥήματα φορτικά; πόσῳ μᾶλλον  τὰ πράγματα; Ἀλλ' ἐπὶ τῶν πραγμάτων οὐ φαίνεται φορτικὰ ὁμοίως, ἐπειδὴ τῷ πάθει κατεχόμεθα. Νῦν μὲν γὰρ κἂν ὀλίγον ᾖ καθαρεύουσα τοῦ πάθους ἡ ψυχὴ, ἕως ἂν ἐνταῦθα ἑστήκῃ, δύναται κρίνειν ὀρθῶς· ἐκεῖ δὲ ἀπελθοῦσα, καὶ κατασχεθεῖσα τῷ πυρετῷ, καὶ ἐν τῇ ἡδονῇ τοῦ πράγματος γενομένη,  οὐκ  ἔχει  καθαρὸν  τὸ  κριτήριον,  οὐκ  ἔχει  τὸ  δικαστήριον  ἀδέκαστον·  ὁ Χριστός φησιν,  Ἐὰν μή τις  ἀποτάξηται  πᾶσιν  αὑτοῦ  τοῖς  ὑπάρχουσιν,  οὐκ ἔστι μου μαθητής·  ὁ  μαμωνᾶς  φησι,  Λάβε ἀπὸ  τοῦ  πεινῶντος   τὸν  ἄρτον·  ὁ  Χριστὸς λέγει, Περίβαλε  τὸν  γυμνόν·  οὗτος  λέγει,  Τὸν  γυμνὸν   ἀπόδυσον·  ὁ  Χριστὸς λέγει,  Τοῦ σπέρματός  σου  τοὺς  οἰκείους  οὐχ  ὑπερόψει·  ὁ  μαμωνᾶς  λέγει,  Οὐκ ἐλεήσεις  τοὺς οἰκείους  τοῦ σπέρματός σου, ἀλλὰ  κἂν μητέρα ἴδῃς, κἂν πατέρα, καταφρόνει.  Καὶ τί λέγω πατέρα καὶ μητέρα; καὶ τὴν σαυτοῦ ψυχὴν, καὶ ταύτην ἀπόλλυε·  ἀλλ' ὅμως ἀκούεται. Οἴμοι! ὅτι ὠμὰ καὶ ἀπηνῆ καὶ θηριώδη προστάττων ἀκούεται μᾶλλον τοῦ τὰἐπιεικῆ  καὶ  σωτήρια  ἡμῖν  κελεύοντος.  ∆ιὰ τοῦτο  γέεννα,  διὰ  τοῦτο  πῦρ, διὰ  τοῦτο ποταμὸς  πυρὸς,  διὰ  τοῦτο  σκώληξ  ἀτελεύτητος.  Οἶδα ὅτι  πολλοὶ  ταῦτα  οὐχ  ἡδέως ἀκούουσιν ἡμῶν λεγόντων.  Οὐδὲ γὰρ ἐγὼ ἡδέως αὐτὰ λέγω· τίς γὰρ χρεία ταῦτα λέγειν; Ἐβουλόμην  τὰ περὶ  βασιλείας  ὑμῖν  διηγεῖσθαι  ἀεὶ, τὴν  ἀνάπαυσιν,  τὸ ὕδωρ  τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς χλόης. Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως  ἐξέθρεψέ με, καὶ εἰς τόπον  χλόης  ἐκεῖ με κατεσκήνωσεν.  Ἐβουλόμην  ἐπὶ τοῦ τόπου λέγειν,  ἔνθα ἀπέδρα  ὀδύνη   καὶ  λύπη   καὶ  στεναγμός·  ἐβουλόμην   διηγεῖσθαι   τῆς  τοῦ  Χριστοῦ συνουσίας τὴν ἡδονήν· καίτοι γε πάντα ὑπερβαίνει λόγον, καὶ πάντα νοῦν· ἀλλ' ὅμως κατὰ δύναμιν ἐβουλόμην ταῦτα λέγειν. Ἀλλὰ τί πάθω; Οὐκ ἔνι τῷ πυρέττοντι καὶ κακῶς διακειμένῳ  περὶ βασιλείας λέγειν·  τέως γὰρ περὶ ὑγείας χρὴ διαλέγεσθαι.  Οὐκ ἔνι τῷ δίκης ὑπευθύνῳ  περὶ τιμῆς διαλέγεσθαι· τέως γὰρ τὸ ζητούμενον, δίκης ἀπαλλαγῆναι, καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας· ἂν μὴ τοῦτο γένηται, πῶς ἐκεῖνο ἔσται; ∆ιὰ τοῦτο ταῦτα λέγω συνεχῶς, ἵνα ἐπ' ἐκεῖνα ἔλθωμεν ταχέως. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο γέενναν ἠπείλησεν, ἵνα μηδεὶς εἰς γέενναν  ἐμπέσῃ, ἵνα πάντες βασιλείας ἐπιτύχωμεν.  Καὶ ἡμεῖς διὰ τοῦτο συνεχῶς γεέννης μεμνήμεθα, ἵνα πρὸς τὴν βασιλείαν ὑμᾶς ὠθήσωμεν, ἵνα τῷ φόβῳ μαλάξαντες ὑμῶν τὴν διάνοιαν, παρασκευάσωμεν ἄξια τῆς βασιλείας ποιεῖν. Μὴ τοίνυν  δυσχεραίνετε  πρὸς τὸ τῶν  ῥημάτων  βαρύ· τὸ γὰρ βαρὺ τῶν  ῥημάτων  κούφας ἡμῖν  ἐργάζεται  ἀπὸ τῶν  ἁμαρτημάτων  ψυχάς.  Ἐπεὶ καὶ ὁ σίδηρος βαρύς ἐστι, καὶ ἡ σφῦρα βαρεῖα, ἀλλὰ κατασκευάζει σκεύη εὔχρηστα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὰ διεστραμμένα ὀρθοῖ· ὡς εἰ μὴ βαρεῖα ἦν, οὐκ ἂν ἴσχυσε διορθῶσαι τὴν διεστραμμένην ὕλην. Οὕτω καὶ ὁ λόγος ἡμῶν ὁ βαρὺς ῥυθμίσαι τὴν ψυχὴν  ἰσχύει. Μὴ τοίνυν  φεύγω  μεν  τὴν  βαρύτητα  τῶν  ῥημάτων,  μηδὲ  τὰς  ἀπὸ  τούτων   πληγάς.  Οὐχ  ἵνα διακλάσῃ, οὐδ' ἵνα διαθρύψῃ τὴν ψυχὴν, καταφέρεται ἡ πληγὴ, ἀλλ' ἵνα διορθώσηται. Οἴδαμεν  πῶς  πλήττομεν,  πῶς  ἐπάγομεν  τὴν  πληγὴν  τῇ  τοῦ  Θεοῦ χάριτι,  ὥστε  μὴ συντρίψαι  τὸ σκεῦος, ἀλλ'  ὥστε λεᾶναι,  ὥστε ὀρθῶσαι, ὥστε ποιῆσαι εὔχρηστον  τῷ ∆εσπότῃ, ὥστε αὐτὸ προσενεγκεῖν  ἀποστίλβον τὴν ὑγείαν, καὶ καλῶς ἐκτετορευμένον κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν ὁ ποταμὸς τοῦ πυρὸς, ὥστε προσενεγκεῖν μὴ δεόμενον τῆς ἐκεῖ πυρᾶς. Ἂν γὰρ μὴ πυρώσωμεν ὑμᾶς ἐνταῦθα, ἀνάγκη πάντως πυρωθῆναι  ἐκεῖ, καὶ  οὐκ  ἔνι  ἄλλως·  Ἡ  γὰρ  ἡμέρα  Κυρίου ἐν  πυρὶ  ἀποκαλύπτεται.   Κρεῖσσον τοῖς ἡμετέροις λόγοις ὑμᾶς κατακαυθῆναι πρὸς βραχὺ, ἢ διαπαντὸς ἐκείνῃ τῇ φλογί. Πάντως γὰρ ὅτι τοῦτο ἔσται, δῆλον, καὶ πολλάκις  ὑμῖν εἶπον λογισμοὺς ἀναντιῤῥήτους.  Ἔδει μὲν γὰρ ἀπὸ τῶν Γραφῶν πείθεσθαι μόνον· ἐπειδὴ δὲ φιλονείκως τινὲς διάκεινται, καὶ ἀπὸ τῶν  λογισμῶν  ἐκινήσαμεν  πολλά. Οὐδὲν δὲ κωλύει  καὶ νῦν  τοὺς αὐτοὺς εἰπεῖν. Τίνες  δὲ ἦσαν; ∆ίκαιός  ἐστιν  ὁ Θεός· πάντες  ὁμολογοῦμεν  τοῦτο,  καὶ  Ἕλληνες  καὶ Ἰουδαῖοι  καὶ αἱρετικοὶ  καὶ Χριστιανοί. Ἀλλ' ἐνταῦθα  πολλοὶ  μὲν  τῶν  ἡμαρτηκότων ἀπῆλθον μὴ κολασθέντες· πολλοὶ δὲ καὶ τῶν κατορθωσάντων  ἀπῆλθον μυρία παθόντες δεινά.  Εἰ τοίνυν  δίκαιος  ὁ Θεὸς, ποῦ  τούτοις  τὰ ἀγαθὰ  ἀποδώσει,  ποῦ  ἐκείνοις  τὰς τιμωρίας, εἰ γέεννα  μὴ ἔστιν, εἰ ἀνάστασις μὴ ἔστι; Τοῦτο[ν] οὖν ἀεὶ καὶ ἐκείνοις  καὶ ἑαυτοῖς τὸν λόγον κατεπᾴδετε, καὶ οὐκ ἀφήσει ὑμᾶς διαπιστῆσαι τῇ ἀναστάσει. Ὁ δὲ μὴ ἀπιστῶν  τῇ ἀναστάσει, σπουδάσει μετὰ πολλῆς  ζῇν τῆς προσοχῆς· ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




Ζʹ. Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς, ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων,  καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.
   
αʹ. Εἴρηται ἡμῖν  τὰ περὶ τῶν  αἱρετικῶν·  εὔκαιρον  δὴ λοιπὸν  καὶ τὰ ἡμέτερα εἰπεῖν.   Ἐκεῖνοι  λέγουσιν,   ὅτι  τὸ,  Οὐχ  ἁρπαγμὸν   ἡγήσατο,  ἁρπάσαι  ἐστίν·  ἡμεῖς ἐδείξαμεν,  ὅτι  πάντη  ἕωλον  καὶ  ἄτοπον  τοῦτο,  ὅτι  οὔτε  εἰς  ταπεινοφροσύνην τις ἐντεῦθεν παρακαλεῖ,  οὔτε τὸν Θεὸν οὕτω θαυμάζει, ἀλλ' οὐδὲ ἄνθρωπον. Τί οὖν ἐστιν, ἀγαπητοί; Προσέχετε τοῖς λεγομένοις  νῦν· Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων νομίζουσιν, ὅταν ταπεινόφρονες ὦσιν, ἀποστερεῖσθαι τοῦ οἰκείου ἀξιώματος καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι, τοῦτον ἐξαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, περὶ τοῦ Θεοῦ φησιν, ὅτι ὁ Θεὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὁ ἐν μορφῇ Θεοῦ ὢν, ὁ μηδὲν ἔλαττον  ἔχων  τοῦ Πατρὸς, ὁ ἴσος αὐτῷ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί δὲ τοῦτό ἐστι, μάνθανε· Ὅπερ ἂν ἁρπάσῃ τις, καὶ παρὰ τὸ προσῆκον λάβῃ, τοῦτο ἀποθέσθαι οὐ τολμᾷ, δεδοικὼς  μὴ ἀπόληται,  μὴ ἐκπέσῃ, ἀλλὰ διαπαντὸς αὐτὸ κατέχει· ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καὶ καταβῆναι ἀπ' ἐκείνου τοῦ ἀξιώματος, εἰδὼς ὅτι οὐδὲν τοιοῦτον πείσεται. Οἷον ὡς ἐπὶ ὑποδείγματος ἵνα εἴπω, ὁ Ἀβεσσαλὼμ ἥρπασε τὴν τυραννίδα,  καὶ  ἀποθέσθαι ταύτην  οὐκ ἐτόλμα λοιπόν. Καὶ ἐπὶ  ἄλλο  δὲ  ἐλευσόμεθα  ὑπόδειγμα.  Ἂν  δὲ  μὴ  ἰσχύῃ  τὰ  ὑποδείγματα  τὸ  πᾶν παραστῆσαι, μὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγματα  τοιαῦτά  ἐστι· τὸ πλέον  ἀφιᾶσι τῇ διανοίᾳ λογίζεσθαι. Ἐπανέστη τις βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγμα οὐ τολμᾷ· ἂν γὰρ ἅπαξ κρύψῃ, εὐθέως  ἀπόλωλεν.  Ἢ καὶ ἐπὶ ἄλλου τινὸς ἔλθωμεν  ὑποδείγματος· οἷον, ἥρπασέ τίς τι, τοῦτο κατέχει  διαπαντός·  ἂν γὰρ  ἀπόθηται,  εὐθέως  ἀπώλεσε.  Καὶ ὅλως  οἱ  ἐξ  ἁρπαγῆς  ἔχοντές   τι,  δεδοίκασιν ἀποθέσθαι καὶ κρύψαι, καὶ μὴ διαπαντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσιν. Ἀλλ' οὐχ οἱ μὴ ἐξ ἁρπαγῆς  ἔχοντες·  οἷον,  ὁ  ἄνθρωπος   ἀξίωμα  ἔχει  τὸ  εἶναι  λογικός.  Οὐχ  εὑρίσκω παράδειγμα. Οὐ γὰρ ἔστι παρ' ἡμῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικὸν, ἐπειδὴ τοῦ Θεοῦ τῇ φύσει πάντα συγκεκλήρωται. Τί οὖν φαμεν; Ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἐφοβήθη καταβῆναι  ἀπὸ τοῦ ἀξιώματος· οὐ γὰρ ἁρπαγμὸν  ἡγήσατο τὴν θεότητα, οὐκ ἐδεδοίκει μή τις αὐτὸν ἀφέληται τὴν φύσιν, ἢ τὸ ἀξίωμα. ∆ιὸ καὶ ἀπέθετο αὐτὸ, θαῤῥῶν ὅτι  αὐτὸ  ἀναλήψεται· καὶ  ἔκρυψεν,  ἡγούμενος  οὐδὲν  ἐλαττοῦσθαι  ἀπὸ  τούτου.  ∆ιὰ τοῦτο οὐκ εἶπεν, Οὐχ ἥρπασεν, ἀλλ', Οὐχ ἁρπαγμὸν ἡγήσατο· ὅτι οὐχ ἁρπάσας εἶχε τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν, οὐ δεδομένην, ἀλλὰ μόνιμον καὶ ἀσφαλῆ. ∆ιὸ οὐ παραιτεῖται καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν  σχῆμα. Ὁ τύραννος δέδοικεν ἐν πολέμῳ ἀποθέσθαι τὴν ἁλουργίδα,  ὁ  δὲ  βασιλεὺς  μετὰ  πολλῆς  αὐτὸ  ποιεῖ  τῆς  ἀσφαλείας.  ∆ιὰ  τί;  ὅτι  οὐχ ἁρπαγμὸν ἔχει τὴν ἀρχήν. Οὐχ ὡς ἁρπάσας οὖν οὐκ ἀπετίθετο, ἀλλ' ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι δυναμένην,  ἔκρυψε. Τοῦτο τὸ εἶναι ἴσα Θεῷ οὐχ ὡς ἁρπαγμὸν εἶχεν, ἀλλὰ φυσικόν· διὸ ἐκένωσεν ἑαυτόν. Ποῦ οἱ λέγοντες,  ὅτι ἀνάγκην  ὑπέστη, ὅτι ὑπετάγη;  Ἑαυτὸν,  φησὶν,  ἐκένωσεν,  ἑαυτὸν  ἐταπείνωσεν,  ὑπήκοος  γενόμενος  μέχρι
θανάτου. Πῶς ἐκένωσε; Μορφὴν δούλου λαβὼν,  ἐν ὁμοιώματι  ἀνθρώπων  γενόμενος, καὶ   σχήματι   εὑρεθεὶς   ὡς   ἄνθρωπος.   Ἐνταῦθα   πρὸς   τὸ,   Ἀλλήλους   ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, τοῦτο εἶπε, τὸ, Ἑαυτὸν ἐκένωσεν· ἐπεὶ εἰ ὑπετάγη, οὐδὲ ταπεινοφροσύνης  ἦν τὸ πρᾶγμα, εἰ μὴ οἴκοθεν τοῦτο εἵλετο, εἰ μὴ παρ' ἑαυτοῦ. Εἰ γὰρ οὐκ ᾔδει, ὅτι δεῖ τοῦτο γενέσθαι, ἔσται ἀτελής· εἰ μὴ εἰδὼς περιέμενε  τὸν καιρὸν τοῦ προστάγματος, ἔσται καιρὸν οὐκ εἰδώς· ἢ εἰ ᾔδει καὶ ὅτι δεῖ γενέσθαι, καὶ πότε γενέσθαι, τίνος  ἕνεκεν  ὑποταγῆναι  ὑπέμενεν;  Ἵνα  δείξῃ τὴν  τοῦ  Πατρὸς ὑπεροχήν.  Τοῦτο οὐ Πατρός ἐστι δεῖξαι τὴν ὑπεροχὴν, ἀλλ' οἰκείαν εὐτέλειαν· οὐ γὰρ ἱκανὸν τὸ τοῦ Πατρὸς ὄνομα δεῖξαι τὰ πρεσβεῖα τοῦ Πατρός; Χωρὶς γὰρ τούτου πάντα τὰ αὐτά ἐστι τῷ Παιδί. Ἄλλως  δὲ, οὐδὲ ἱκανὴ αὕτη ἡ τιμὴ ἀπὸ τοῦ Πατρὸς διαβῆναι πρὸς τὸν Υἱόν. Χωρὶς δὲ τούτου, πάντα τὰ τοῦ Πατρὸς κοινά ἐστι τῷ Παιδί.

βʹ. Ἐνταῦθα  ἐπιλαβόμενοι   τοῦ  ῥητοῦ  οἱ  ἀπὸ  Μαρκίωνος,  Ἰδοὺ,  φασὶν,  οὐκ ἐγένετο   ἄνθρωπος,   ἀλλ',   Ἐν  ὁμοιώματι   ἀνθρώπου   γενόμενος.   Πῶς  δὲ  ἔστιν  ἐν ὁμοιώματι ἀνθρώπων  γενέσθαι; σκιὰν περιβαλλόμε  νον; Οὐκοῦν εἴδωλον τοῦτό ἐστι, καὶ οὐκ ἔστιν ἀνθρώπου ὁμοίωμα· ἀνθρώπου γὰρ ὁμοίωμα, ἄνθρωπος ἕτερος. Τί δὲ ἐρεῖς Ἰωάννῃ  λέγοντι, Ὁ Λόγος σὰρξ ἐγένετο; Ἀλλὰ καὶ αὐτὸς οὗτός φησιν ὁ μακάριος ἀλλαχοῦ,  Ἐν ὁμοιώματι  σαρκὸς ἁμαρτίας. Καὶ σχήματι  εὑρεθεὶς ὡς ἄνθρωπος.  Ἰδοὺ, φησὶ, Καὶ σχήματι, καὶ, Ὡς ἄνθρωπος.  Τοῦτο δὲ οὐκ ἔστιν ἄνθρωπος  ἀληθῶς,  τὸ ὡς ἄνθρωπον  εἶναι, καὶ τὸ σχήματι εἶναι ἄνθρωπον· τὸ γὰρ σχήματι εἶναι ἄνθρωπον,  οὐκ ἔστι φύσει ἄνθρωπον  εἶναι. Ὁρᾶτε μεθ' ὅσης ἐγὼ εὐγνωμοσύνης  τὰ παρὰ τῶν ἐχθρῶν τίθημι; Ἡ γὰρ λαμπρὰ νίκη καὶ ἐκ περιουσίας γινομένη  αὕτη ἐστὶν, ὅταν τὰ δοκοῦντα αὐτῶν ἰσχυρὰ εἶναι οὐκ ἀποκρύπτωμεν· τὸ γὰρ ἀποκρύπτειν ἀπάτη ἐστὶ μᾶλλον, ἢ νίκη. Τί οὖν φασι (πάλιν  γὰρ αὐτὰ ἀναλάβωμεν); Τὸ, Σχήματι, οὐκ ἔστι φύσει, καὶ τὸ, ὡς ἄνθρωπον  εἶναι, καὶ τὸ, ἐν ὁμοιώματι ἀνθρώπου εἶναι, οὐκ ἔστι τοῦτο ἄνθρωπον εἶναι. Ἄρα καὶ τὸ μορφὴν  δούλου  λαβεῖν,  οὐκ ἔστι μορφὴν  δούλου  λαβεῖν.  Οὐκοῦν μάχη ἐνταῦθα·  καὶ  διὰ  τί  μὴ  ἐκεῖνο  σὺ πρότερος  λύεις;  Ὥσπερ γὰρ  ταῦτα  νομίζεις  ἡμῖν ἀντικεῖσθαι,  οὕτω  καὶ ἡμεῖς φαμεν  ἐκεῖνό  σοι ἀντικεῖσθαι.  Οὐ γὰρ εἶπεν,  Ὡς μορφὴ δούλου, οὐδὲ, Ἐν ὁμοιώματι μορφῆς δούλου, οὐδὲ, Ἐν σχήματι μορφῆς δούλου, ἀλλὰ, Μορφὴν δούλου ἔλαβε. Τί οὖν ἐστι; καὶ γὰρ μάχη ἐστίν. Οὐδεμία μάχη, μὴ γένοιτο· ἀλλὰ τίς ὁ ψυχρὸς αὐτῶν  λόγος καὶ καταγέλαστος; Μορφὴν δούλου, φασὶν, ἔλαβεν, ὅτι τὸ λέντιον  περιζωσάμενος  ἔνιψε  τοὺς πόδας τῶν  μαθητῶν.  Τοῦτο μορφὴ δούλου ἐστίν; Ἀλλ' οὐκ ἔστι τοῦτο μορφὴ δούλου, ἀλλ' ἔργον δούλου. Ἕτερον δέ ἐστιν ἔργον εἶναι δούλου, καὶ ἕτερον μορφὴν  δούλου λαβεῖν. ∆ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι Ἔργον ἐποίησε δούλου, ὃ σαφέστερον ἦν; Οὐδαμοῦ δὲ ἐν τῇ Γραφῇ μορφὴ ἀντὶ ἔργου εἴρηται. Πολὺ γὰρ τὸ μέσον· τὸ μὲν γὰρ φύσεώς ἐστι, τὸ δὲ ἐνεργείας. Καὶ ἐν τῇ συνηθείᾳ δὲ οὐδαμοῦ τὴν μορφὴν  ἀντὶ  ἔργου  λέγοντες  λαμβάνομεν.  Ἄλλως  δὲ,  οὐδὲ  τὸ  ἔργον  ἐποίησε  κατ' ἐκείνους, οὐδὲ μὴν διεζώσατο. Εἰ γὰρ φαντασία  τὸ πρᾶγμα ἦν, οὐκ ἦν ἀλήθεια· εἰ μὴ χεῖρας εἶχε, πῶς ἔνιψεν; εἰ μὴ ὀσφὺν εἶχε, πῶς λέντιον  περιεζώσατο; ποῖα δὲ καὶ ἱμάτια ἔλαβεν;  Ἔλαβε  γὰρ  τὰ  ἱμάτια  αὑτοῦ,  φησίν.  Ὥσπερ οὖν  οὐδὲ  τὸ  ἔργον  ἐνταῦθα εὑρίσκεται  γεγονὸς,  ἀλλὰ  ἀπάτη  ἐστὶ  μόνον,  οὕτως  οὐδὲ  ἔνιψε  τοὺς  πόδας  τῶν μαθητῶν. Εἰ γὰρ ἡ ἀσώματος φύσις οὐκ ἐφάνη, ἐν σώματι οὐκ ἦν. Τίς οὖν τοὺς μαθητὰς ἔνιψε; Τί οὖν πάλιν  πρὸς Παῦλον τὸν Σαμοσατέα ἐροῦμεν; Καὶ τί ἐκεῖνος εἶπε, φησίν; Αὐτὸς τὸ αὐτό φησιν· ἀλλ' οὐκ ἔστι τοῦτο κένωσις, τὸ φύσεως ὄντα ἀνθρωπίνης  καὶ ἄνθρωπον  ψιλὸν,  νίψαι  τοὺς ὁμοδούλους. Ἃ γὰρ εἴπομεν  πρὸς Ἀρειανοὺς, ταῦτα καὶ
πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων  διεστήκασιν, ἀλλ' ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ καὶ οὗτοι  κἀκεῖνοι  κτίσμα  τὸν  Υἱὸν  τοῦ  Θεοῦ φασι.  Τί  οὖν  ἐροῦμεν  πρὸς  αὐτούς;  Εἰ ἄνθρωπος  ἀνθρώπους  ἔνιψεν,  οὐκ ἐκένωσεν,  οὐκ ἐταπείνωσεν  ἑαυτόν·  εἰ ἄνθρωπος
 ὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός.  Τὸ μὲν Θεὸν ὄντα ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, ἄφατος, ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων  ποιεῖν,  ποία ταπείνωσις; Ποῦ δὲ μορφὴ Θεοῦ, ἔργον Θεοῦ λέγεται;  Εἰ γὰρ ἄνθρωπος  ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται μορφὴ Θεοῦ, διὰ τί μὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ  λέγομεν;  μείζονα  γὰρ αὐτοῦ  εἰργάσατο. ∆ιὰ τί  μὴ καὶ  ἐπὶ  Παύλου λέγεις,  ὅτι μορφὴν Θεοῦ εἶχε; διὰ τί μὴ καὶ παρ' ἑαυτοῦ τὸ παράδειγμα εἰσήνεγκε Παῦλος, ὁ μυρία πράξας δουλικὰ,  καὶ μηδὲν  παραιτησάμενος; λέγει  γάρ· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Γέλως ταῦτα καὶ φλυαρία.  Ἐκένωσεν  ἑαυτὸν,  φησί.  Πῶς ἐκένωσεν,  εἰπὲ,  καὶ  τί  ἡ κένωσις; καὶ  τί  ἡ ταπείνωσις; ἢ ἐπειδὴ θαύματα εἰργάσατο; Ἀλλὰ τοῦτο ἐποίησε καὶ Παῦλος, καὶ Πέτρος, ὥστε οὐ τοῦ Υἱοῦ τοῦτο  ἐξαίρετον.  Τί οὖν  ἐστιν  ὅ φησιν,  Ἐν ὁμοιώματι  ἀνθρώπων γενόμενος;  Πολλὰ μὲν  εἶχεν  ἡμέτερα, πολλὰ  δὲ οὐκ εἶχεν·  οἷον  ἀπὸ συνουσίας οὐκ ἐτέχθη, οἷον ἁμαρτίαν οὐκ ἐποίησε. Ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ μηδενὶ τῶν ἀνθρώπων. Οὐκ ἦν τὸ φαινόμενον μόνον, ἀλλὰ καὶ Θεός. Ἐφαίνετο μὲν γὰρ ἄνθρωπος, οὐκ ἦν δὲ τοῖς πολλοῖς  ὅμοιος,  εἰ  καὶ  τὴν  σάρκα ὅμοιος  ἦν.  Τοῦτο  οὖν  λέγει,  ὅτι  οὐκ  ἦν  ψιλὸς ἄνθρωπος· διὰ τοῦτό φησιν, Ἐν ὁμοιώματι ἀνθρώπων. Ἡμεῖς μὲν ψυχὴ καὶ σῶμά ἐσμεν· ἐκεῖνος  δὲ Θεὸς, καὶ ψυχὴ,  καὶ σῶμα. ∆ιὰ τοῦτό  φησιν,  Ἐν ὁμοιώματι.  Ἵνα  γὰρ μὴ ἀκούσας, ὅτι  Ἐκένωσεν  ἑαυτὸν,  μεταβολὴν  νομίσῃς  καὶ μετάπτωσιν  καὶ ἀφανισμόν τινα, Μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν, καὶ σὰρξ γενόμενος ἔμενε Θεὸς Λόγος ὤν.

γʹ. Ὥστε κατὰ τοῦτο ὅμοιος ἀνθρώπῳ, καὶ διὰ τοῦτό φησι, Καὶ σχήματι· οὐ τοῦτο λέγων, ὅτι ἡ φύσις μετέπεσεν, οὐδὲ σύγχυσίς τις ἐγένετο, ἀλλὰ σχήματι ἐγένετο. Εἰπὼν γὰρ, ὅτι Μορφὴν δούλου ἔλαβεν, ἐθάρσησε λοιπὸν καὶ τοῦτο εἰπεῖν, ὡς ἐκείνου πάντας ἐπιστομίζοντος.  Ἐπεὶ καὶ ὅταν λέγῃ, Ἐν ὁμοιώματι  σαρκὸς ἁμαρτίας, οὐ τοῦτό φησιν, ὅτι σάρκα οὐκ εἶχεν, ἀλλ' ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτεν, ἀλλ' ὁμοία ἦν τῇ ἁμαρτωλῷ. Κατὰ τί ὁμοία; Κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁμοία ἁμαρτωλοῦ ψυχῆς. Ὥσπερ οὖν ἐκεῖ τὸ ὅμοιον διὰ τὸ μὴ πάντα εἶναι ἴσον, οὕτω καὶ ἐνταῦθα ὁμοίωμα διὰ τὸ μὴ πάντα εἶναι ἴσα· οἷον τὸ μὴ ἐκ συνουσίας τὸ χωρὶς ἁμαρτίας, τὸ μὴ ψιλὸν ἄνθρωπον. Καὶ καλῶς εἶπεν, Ὡς ἄνθρωπος· οὐ γὰρ ἦν εἷς τῶν πολλῶν, ἀλλ' ὡς εἷς τῶν πολλῶν. Οὐ γὰρ εἰς ἄνθρωπον  μετέπεσεν ὁ Θεὸς Λόγος, οὐδὲ οὐσία μετεβλήθη, ἀλλ' ὡς ἄνθρωπος ἐφάνη, οὐ φαντασιοκοπῶν  ἡμᾶς, ἀλλὰ παιδεύων εἰς ταπεινοφροσύνην.  Ὅταν οὖν εἴπῃ, Ὡς ἄνθρωπος, τοῦτό φησιν· ἐπεὶ καὶ ἀλλαχοῦ  φησιν αὐτὸν ἄνθρωπον,  ὅταν λέγῃ· Εἷς Θεὸς, καὶ  εἷς  μεσίτης  ἄνθρωπος  Χριστὸς Ἰησοῦς.  Εἴρηται   ἡμῖν  καὶ  τὰ  πρὸς τούτους· καὶ πρὸς τοὺς μὴ λέγοντας  δὲ ἀνειληφέναι ψυχὴν,  ἀναγκαῖον  εἰπεῖν· Εἰ ἡ μορφὴ τοῦ Θεοῦ τέλειος  Θεὸς, καὶ ἡ μορφὴ τοῦ δούλου τέλειος  δοῦλος. Πάλιν πρὸς Ἀρειανοὺς ὁ λόγος. Μορφὴ Θεοῦ ὑπάρχων, φησὶν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐνταῦθα  περὶ τῆς θεότητος,  οὐδαμοῦ τὸ, Ἐγένετο,  οὐδαμοῦ τὸ, Ἔλαβεν· ἀλλ', Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων  γενόμενος. Ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος,  τὸ, Ἔλαβε, καὶ, Ἐγένετο. Τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχε. Μὴ δὴ συγχέωμεν, μηδὲ διιστῶμεν. Εἷς Θεὸς, εἷς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ, εἷς, ὅταν εἴπω, ἕνωσιν λέγω, οὐ σύγχυσιν, τῆς φύσεως ταύτης εἰς ἐκείνην μεταπεσούσης,  ἀλλὰ   ἡνωμένης.   Ἐταπείνωσεν   ἑαυτὸν,   ὑπήκοος   γενόμενος   μέχριθανάτου,   θανάτου   δὲ  σταυροῦ.  Ἰδοὺ,  φησὶν,   ὑπήκοος   γέγονεν,   οὐκ  ἴσος  ὢν   ᾧ ὑπήκουσεν.  Οὐδὲν τοῦτο  αὐτὸν  ἐλαττοῖ,  ὦ ἀγνώμονες  καὶ ἀνόητοι· ἐπεὶ  καὶ φίλοις πολλάκις  ὑπακούομεν  ἡμεῖς,  καὶ  οὐδὲν  τοῦτο  ἡμᾶς  ἐλάττους  ποιεῖ.  Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν  ἑκὼν,  οὐκ εἰς  δουλικὸν  ἀξίωμα  καταπεσὼν,  ἀλλὰ  τούτῳ  αὐτῷ  μάλιστα φυλάττων τῆς γνησιότητος  τὸ θαῦμα, τῇ πολλῇ  περὶ τὸν  Πατέρα τιμῇ. Ἐτίμησε τὸν Πατέρα, οὐχ ἵνα σὺ αὐτὸν  ἀτιμάσῃς, ἀλλ' ἵνα μᾶλλον  θαυμάσῃς, ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος  Υἱὸς, τῷ μάλιστα πάντων  τὸν Πατέρα τετιμηκέναι.  Οὐδεὶς οὕτως ἐτίμησε τὸν Θεόν. Ὅσον εἶχε τὸ ὕψος, τοσαύτην ταπείνωσιν  ὑπέστη ἀντίῤῥοπον. Ὥσπερ πάντων  ἐστὶ μείζων, καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν, οὐκ ἀναγκασθεὶς,  οὐδὲ ἄκων. Καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἢ οὐκ ἔχω πῶς εἴπω.  Βαβαί! μέγα καὶ τὸ δοῦλον  γενέσθαι,  καὶ σφόδρα ἄῤῥητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι,   πάλιν   πολλῷ   πλέον.   Ἀλλ'   ἔστι   καὶ   ἕτερόν   τι   τούτου   μεῖζον   καὶ παραδοξότερον.  Ποῖον δὲ  τοῦτο;  ὅτι  οὐχ  ἅπας  θάνατος  ὅμοιος.  Οὗτος γὰρ  πάντων ἐπονειδιστικώτερος  εἶναι ἐδόκει, οὗτος ὁ αἰσχύνης γέμων οὗτος ὁ ἐπάρατος· Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. ∆ιὰ τοῦτο καὶ Ἰουδαῖοι  τούτῳ ἐσπούδασαν   αὐτὸν   ἀνελεῖν,   ὥστε   καὶ   ἐπονείδιστον   ἐργάσασθαι,  ἵνα   εἰ  καὶ   τῷ ἀναιρεθῆναι  μηδεὶς ἀπέχηται αὐτοῦ, ἀλλὰ τῷ οὕτως ἀναιρεθῆναι, ∆ιὰ τοῦτο καὶ λῃσταὶ δύο μεταξὺ αὐτοῦ ἐσταυρώθησαν, ἵνα κοινωνήσῃ  τῆς δόξης αὐτοῖς, καὶ πληρωθῇ  τὸ εἰρημένον,  Καὶ μετὰ  ἀνόμων  ἐλογίσθη.  Ἀλλὰ  τοσούτῳ  μᾶλλον  ἡ  ἀλήθεια  λάμπει, τοσούτῳ φαιδροτέρα γίνεται. Ὅταν γὰρ τοσαῦτα ᾖ μηχανήματα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόμενα, διαλάμπῃ δὲ, μᾶλλον τὸ θαῦμα μεῖζον δείκνυται. Οὐ γὰρ τῷ ἁπλῶς ἀποκτεῖναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων  ἀποφαίνειν  βδελυκτότερον· καὶ οὐδὲν ἴσχυσαν. Οὕτω δὲ μιαροί τινες ἦσαν ἀμφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς μετεβάλετο, ὅτι καὶ ἐν σταυρῷ ὄντες, ὠνείδιζον αὐτῷ·  καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων  ἁμαρτημάτων,  οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν, κατεῖχεν αὐτῶν τὴν μανίαν. Ὅπερ οὖν καὶ ὁ εἷς τῷ ἑνὶ εἶπε, καὶ ἐπεστόμισε λέγων· Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τοσαύτην εἶχον τὴν κακίαν. Ἀλλ' οὐδὲν πρὸς τὴν οἰκείαν δόξαν παρεβλάβη ἐντεῦθεν.
∆ιό φησι· Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα.δʹ. Ὅταν τῆς σαρκὸς ἐπιλάβηται  ὁ μακάριος Παῦλος, πάντα λοιπὸν  τὰ ταπεινὰ μετὰ ἀδείας φθέγγεται. Ἕως μὲν γὰρ οὐκ ἔλεγεν, ὅτι μορφὴν δούλου ἔλαβεν, ἀλλὰ περὶ τῆς θεότητος διελέγετο,  ὅρα πῶς ὑψηλῶς· ὑψηλῶς  λέγω κατὰ τὴν δύναμιν· κατὰ γὰρ τὴν αὐτοῦ ἀξίαν οὐ φθέγγεται·  οὐδὲ γὰρ δύναται· Ἐν μορφῇ, φησὶ, Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησεν, ἀδεῶς λοιπὸν τὰ ταπεινὰ φθέγγεται, θαῤῥῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸς αὐτοῦ δεχομένης ταῦτα. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων  καὶ ἐπιγείων   καὶ  καταχθονίων,  καὶ  πᾶσα  γλῶσσα  ἐξομολογήσηται,  ὅτι  Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Εἴπωμεν πρὸς τοὺς αἱρετικοὺς, εἰ περὶ τοῦ μὴ σαρκωθέντος ταῦτα λέγεται, εἰ περὶ τοῦ Θεοῦ Λόγου, πῶς αὐτὸν ὑπερύψωσεν; ὡς πλεῖόν τι δεδωκώς; Οὐκοῦν ἀτελὴς ἦν κατὰ τοῦτο, καὶ δι' ἡμᾶς ἐγένετο τέλειος. Εἰ γὰρ μὴ ἡμᾶς εὐεργέτησεν, οὐκ ἂν ἔτυχε τῆς τιμῆς. Καὶ ἐχαρίσατο, φησὶν, ὄνομα. Ἰδοὺ, οὐδὲ ὄνομα εἶχε καθ' ὑμᾶς. Πῶς δὲ, εἰ ὀφειλὴν  ἔλαβεν, εὑρίσκεται χάριτι  καὶ δωρεᾷ λαβὼν,  καὶ Ὄνομα τὸ ὑπὲρ πᾶν  ὄνομα; Ποῖον δὲ ἴδωμεν  καὶ ὄνομα· Ἵνα  ἐν  τῷ  ὀνόματι  ἸησοῦΧριστοῦ, φησὶ, πᾶν γόνυ κάμψῃ. Ὄνομα αὐτοὶ τὴν δόξαν λέγουσιν. Αὕτη γοῦν ἡ δόξα ὑπὲρ πᾶσαν δόξαν ἐστί· δόξα δὲ ὅλως ἐστὶ, τὸ προσκυνεῖν αὐτῷ. Πόῤῥω ἀπέχετε τῆς τοῦ Θεοῦ μεγαλειότητος  ὑμεῖς, οἱ νομίζοντες εἰδέναι Θεὸν, ὡς αὐτὸς οἶδεν ἑαυτόν. Καὶ ἀπὸ τούτου μὲν δῆλον, ὅσον ἀπέχετε τῆς ἐννοίας  τῆς περὶ Θεοῦ· δῆλον  δὲ καὶ ἐκ τούτου. Αὕτη δόξα  ἐστὶν,  εἰπέ  μοι;  Οὐκοῦν  πρὶν  ἢ  τοὺς  ἀνθρώπους  γενέσθαι,  πρὶν  ἢ  τοὺς ἀγγέλους, πρὶν ἢ τοὺς ἀρχαγγέλους, οὐκ ἦν ἐν δόξῃ. Εἰ γὰρ αὕτη ἐστὶν ἡ δόξα, ἡ ὑπὲρ πᾶσαν δόξαν (τοῦτο γάρ ἐστιν, Ὑπὲρ πᾶν ὄνομα)· εἰ καὶ ἐν δόξῃ ἦν, ἀλλ' ἐν ἐλάττονι ταύτης.  Οὐκοῦν τοῦτο  τὰ ὄντα  ἐποίησε, καὶ διὰ τοῦτο,  ἵνα  ἐν  δόξῃ γένηται,  οὐκέτι ἀγαθότητι, ἀλλὰ δεόμενος τῆς παρ' ἡμῶν δόξης. Ὁρᾶτε τὴν ἄνοιαν; ὁρᾶτε τὴν ἀσέβειαν; Ἂν μὲν οὖν περὶ τοῦ σαρκωθέντος ταῦτα ἔλεγον, εἶχε λόγον· ἀνέχεται γὰρ ὁ Θεοῦ Λόγος περὶ τῆς σαρκὸς ταῦτα λέγεσθαι· οὐ γὰρ τῆς φύσεως ἅπτεται, ἀλλὰ περὶ τὴν οἰκονομίαν τὸ πᾶν ἵσταται· νῦν δὲ περὶ τὴν  θεότητα ταῦτα λεγόμενα, οὐδεμία συγγνώμη τοῖς κακουργοῦσι  καταλιμπάνεται.  Ὥστε ὅταν  εἴπωμεν,  Ἐποίησεν ἄνθρωπον  ἀθάνατον  ὁ Θεὸς, κἂν περὶ τοῦ ὅλου εἴπω, οἶδα ὃ λέγω. Τί δέ ἐστιν, Ἐπουρανίων καὶ ἐπιγείων  καὶ καταχθονίων; Τουτέστιν, ὁ κόσμος πᾶς, καὶ ἄγγελοι  καὶ ἄνθρωποι  καὶ δαίμονες· ἢ ὅτι καὶ οἱ δίκαιοι καὶ οἱ ἁμαρτωλοί. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς, εἰς δόξαν Θεοῦ Πατρός. Τουτέστιν, ἵνα πάντες τοῦτο εἴπωσι· τοῦτο δὲ δόξα τοῦ Πατρός. Ὁρᾷς πανταχοῦ,  ὅταν ὁ Υἱὸς δοξάζηται, τὸν Πατέρα δοξαζόμενον;  Οὕτω καὶ ὅταν ἀτιμάζηται  ὁ Υἱὸς, ὁ Πατὴρ ἀτιμάζεται.  Εἰ γὰρ ἐφ' ἡμῶν  τοῦτο, ἔνθα πολὺ τοῖς πατράσι πρὸς τοὺς υἱοὺς τὸ μέσον, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ, ἔνθα μέσον οὐδὲν, ἐπ' αὐτὸν διαβαίνει  καὶ ἡ τιμὴ καὶ ἡ ἀτιμία. Ἂν γὰρ ἡ οἰκουμένη ὑποταγῇ τῷ Υἱῷ, φησὶ, τοῦτο Πατρός ἐστι δόξα. Οὐκοῦν καὶ ὅταν λέγωμεν, ὅτι τέλειός ἐστιν, ἀνενδεὴς, ὅτι οὐκ ἐλάττων τοῦ Πατρὸς, τοῦτο δόξα τοῦ Πατρός. Τοῦτο καὶ τῆς δυνάμεως αὐτοῦ τεκμήριον μέγα  καὶ  τῆς  ἀγαθότητος  καὶ  τῆς  σοφίας,  ὅτι  Υἱὸν τοιοῦτον  ἐγέννησεν,  ὅτι  οὐδὲν ἐλάττονα,  οὐδὲ κατὰ τὴν  ἀγαθότητα,  οὔτε  κατὰ τὴν  σοφίαν.  Ὅταν εἴπω,  ὅτι σοφός ἐστιν, ὡς ὁ Πατὴρ, καὶ οὐδὲν ἐλάττων, τοῦτο τῆς πολλῆς τοῦ Πατρὸς σοφίας τεκμήριον· ὅταν εἴπω, ὅτι δυνατός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς δυνάμεως αὐτοῦ τεκμήριον· ὅταν εἴπω, ὅτι ἀγαθός ἐστιν, ὡς ὁ Πατὴρ, τοῦτο τῆς ἀγαθότητος αὐτοῦ δεῖγμα μέγιστον, ὅτι τοιοῦτον  ἐγέννησεν  οὐδὲν  αὐτοῦ  λειπόμενον   οὐδὲ  ἀποδέοντα·  ὅταν  εἴπω,  ὅτι  οὐκ ἐλάττονα κατὰ τὴν οὐσίαν, ἀλλ' ἴσον, οὐδὲ ἑτέρας οὐσίας, καὶ ἐν τούτῳ πάλιν τὸν Θεὸν θαυμάζω, καὶ τὴν δύναμιν  αὐτοῦ καὶ τὴν ἀγαθότητα  καὶ τὴν σοφίαν, ὅτι ἄλλον  ἡμῖν τοιοῦτον ἔδειξεν ἐξ αὐτοῦ, πλὴν τοῦ Πατέρα εἶναι. Ὥστε ὅσα ἂν εἴπω μεγάλα περὶ τοῦ Υἱοῦ, ταῦτα εἰς τὸν Πατέρα διαβαίνει. Εἰ γὰρ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς (μικρὸν γάρ ἐστι πρὸς τὴν τοῦ Θεοῦ δόξαν τὸ τὴν οἰκουμένην  αὐτῷ προσκυνῆσαι) εἰς δόξαν Θεοῦ γίνεται, πόσῳ μᾶλλον τὰ ἄλλα πάντα;


εʹ. Πιστεύωμεν τοίνυν εἰς δόξαν αὐτοῦ, καὶ βιῶμεν εἰς δόξαν αὐτοῦ· ἐπεὶ οὐδὲν ὄφελος  θατέρου.  Ὥστε ὅταν  δοξάζωμεν  καλῶς,  μὴ βιῶμεν  δὲ καλῶς,  τότε  μάλιστα ὑβρίζομεν αὐτὸν, ὅτι ἐπιγραφόμενοι  αὐτὸν ∆εσπότην καὶ ∆ιδάσκαλον, καταφρονοῦμεν αὐτοῦ, καὶ οὐ δεδοίκαμεν τὸ φοβερὸν αὐτοῦ κριτήριον. Τὸ μὲν γὰρ Ἕλληνας ἀκαθάρτως βιοῦν,  θαυμαστὸν  οὐδὲν,  οὐδὲ  τοσαύτης  καταγνώσεως   ἄξιον·  τὸ  δὲ  Χριστιανοὺς τοσούτων  μετέχοντας  μυστηρίων,  τοσαύτης  ἀπολαύοντας  δόξης,  οὕτως  ἀκαθάρτως βιοῦν,  τοῦτό  ἐστι τὸ  πάντων  χείριστον  καὶ  ἀφόρητον.  Εἰπὲ γάρ μοι· ὑπήκουσε  τὴν ἐσχάτην ὑπακοὴν, διὰ τοῦτο ἔλαβε τὴν ἄνω τιμήν· δοῦλος ἐγένετο, διὰ τοῦτο ∆εσπότης ἐστὶ πάντων,  καὶ ἀγγέλων  καὶ τῶν  ἄλλων  ἁπάντων.  Ὥστε καὶ ἡμεῖς  μὴ νομίζωμενκατέρχεσθαι ἀπὸ τοῦ ἀξιώματος, ὅταν ταπεινώσωμεν  ἑαυτούς. Τότε γὰρ μᾶλλόν  ἐστιν ὑψωθῆναι  εἰκότως· τότε μάλιστά ἐστι θαυμασθῆναι. Ὅτι γὰρ ὁ  ὑψηλὸς ταπεινός ἐστιν, ὁ δὲ ταπεινὸς  ὑψηλὸς,  ἀρκεῖ μὲν καὶ ἡ τοῦ Χριστοῦ ἀπόφασις τοῦτο λέγουσα· πλὴν ἀλλὰ καὶ αὐτὸ τὸ πρᾶγμα ἐξετάσωμεν· Τί ἐστι ταπεινωθῆναι; οὐ τὸ ψέγεσθαι, οὐ τὸ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Τί δὲ ὑψωθῆναι; οὐ τὸ τιμᾶσθαι, τὸ ἐπαινεῖσθαι, τὸ δοξάζεσθαι; Καλῶς. Ἴδωμεν  οὖν πῶς τοῦτο γίνεται.  Ἄγγελος  ἦν ὁ Σατανᾶς, ὕψωσεν ἑαυτόν· τί οὖν, οὐχὶ πάντων  μᾶλλον  ἐταπεινώθη; οὐχὶ χωρίον  ἔχει τὴν γῆν; οὐχὶ ὑπὸ πάντων κατηγορεῖται καὶ διαβάλλεται; Ἄνθρωπος ὢν ὁ Παῦλος, ἐταπείνωσεν ἑαυτόν· τί οὖν; οὐχὶ θαυμάζεται; οὐχὶ ἐπαινεῖται; οὐχὶ ἐγκωμιάζεται; οὐχὶ φίλος ἐστὶ τοῦ Χριστοῦ; οὐχὶ μείζονα εἰργάσατο ὧν ὁ Χριστὸς ἐποίησεν; οὐχ ὡς ἀνδραπόδῳ  πολλάκις  ἐπέταξε τῷ διαβόλῳ; οὐχὶ ὡς δήμιον  περιέφερεν; οὐχὶ ἔπαιξεν ἐν αὐτῷ; οὐχὶ συντετριμμένην αὐτοῦ τὴν κεφαλὴν εἶχεν ὑπὸ τοὺς πόδας τοὺς αὑτοῦ; οὐχὶ καὶ ἑτέροις μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο ἐπηύχετο; Τί λέγω ταῦτα; Ἐπῆρεν ἑαυτὸν ὁ Ἀβεσσαλὼμ, ἐταπείνωσεν ἑαυτὸν  ὁ ∆αυΐδ· ποῖος  οὖν  ὑψηλὸς  ἐγένετο;  τίς  ἐπίδοξος;  Τί γὰρ ταπεινότερον  τῶν ῥημάτων  τούτων  ὧν  ἐπὶ τοῦ Σεμεεῖ ἐφθέγγετο  ὁ μακάριος  οὗτος  προφήτης,  λέγων· Ἄφετε  αὐτὸν  καταρᾶσθαί  με· Κύριος γὰρ  ἐνετείλατο  αὐτῷ;  Καὶ ἐπ'  αὐτῶν  δὲ  τῶν πραγμάτων ἐξετάσωμεν, εἰ δοκεῖ· Ἐταπείνωσεν ἑαυτὸν ὁ τελώνης, καίτοι γε οὐδὲ ταπεινοφροσύνη  τὸ πρᾶγμα ἦν, ἀλλὰ εὐγνωμόνως πως ἔλεγεν, ἅπερ ἔλεγεν. Ὕψωσεν ἑαυτὸν  ὁ Φαρισαῖος. Ἀλλ' εἰ δοκεῖ, ἀφέντες  τὰ πρόσωπα, ἐξετάσωμεν  τὰ πράγματα· Ἔστωσαν δύο τινὲς, ἀμφότεροι καὶ πλουτοῦντες,  καὶ μετέχοντες  πολλῆς τιμῆς, καὶ ἐπὶ σοφίᾳ  καὶ  δυναστείᾳ,  καὶ  ἐπὶ  τοῖς  ἄλλοις  τοῖς  κοσμικοῖς  πλεονεκτήμασι μεγαλοφρονοῦντες·  εἶτα  ὁ  μὲν  αὐτῶν   ζητείτω   τὰς  παρὰ  πάντων   τιμὰς,  καὶ  μὴ λαμβάνων   ὀργιζέσθω,   καὶ   πλέον   ἢ   δεῖ   ἀπαιτείτω,   καὶ   ὑψούτω   ἑαυτόν·   ὁ   δὲ καταφρονείτω   τοῦ  πράγματος,  καὶ  πρὸς  μηδένα   ὑπὲρ  τούτου  δυσχεραινέτω,   καὶ διδομένην  τὴν τιμὴν διακρουέσθω. Τίς οὖν μείζων; ὁ μὴ λαμβάνων  καὶ ζητῶν, ἢ ὁ καὶ διδόντων   καταφρονῶν;  Εὔδηλον  ὅτι  οὗτος·  εἰκότως.  ∆όξης  γὰρ  οὐκ  ἔστιν  ἄλλως ἐπιτυχεῖν,  ἀλλ' ἢ ἐν τῷ δόξαν φεύγειν.  Ἕως μὲν γὰρ αὐτὴν  διώκωμεν,  φεύγει  ἡμᾶς· ὅταν δὲ αὐτὴν φεύγωμεν,  διώκει ἡμᾶς. Εἰ βούλει ἔνδοξος εἶναι, μὴ ἐπιθύμει δόξης· εἰ βούλει  ὑψηλὸς  εἶναι,  μὴ γίνου  ὑψηλός.  Καὶ ἄλλως  δὲ, τὸν  μὲν  μὴ ἐφιέμενον  τιμῆς πάντες  τιμῶσι, τὸν δὲ ἐπιζητοῦντα  διαπτύουσι· πέφυκε  γάρ πως φιλόνεικον εἶναι  τὸ τῶν   ἀνθρώπων    γένος   καὶ   ἀντιπαθές.   Καταφρονῶμεν   τοίνυν   δόξης·   οὕτω   γὰρ δυνησόμεθα γενέσθαι ταπεινοὶ,  μᾶλλον  δὲ ὑψηλοί. Μὴ ὕψου σαυτὸν, ἵνα παρ' ἑτέρου ὑψωθῇς. Ὁ παρ' ἑαυτοῦ ὑψούμενος, παρ' ἑτέρων οὐχ ὑψοῦται· ὁ παρ' ἑαυτοῦ ταπεινούμενος,   παρ'  ἑτέρων   οὐ  ταπεινοῦται.   Μέγα  ἀπόνοια   κακόν·  μωρὸν  εἶναι κρεῖττον, ἢ ἀπονενοημένον·  ἐκεῖ μὲν γὰρ ἡ μωρία μόνον παρανοίας ἐστὶν, ἐνταῦθα δὲ χείρων·   μωρία   γάρ   ἐστι     μετὰ   μανίας.   Ὁ  ἀνόητος   ἑαυτῷ   κακὸν,   ὁ   δὲ ἀπονενοημένος   καὶ  ἑτέροις  λύμη.  Ἀπὸ ἀνοίας  τοῦτο  τὸ  πάθος  τίκτεται.  Οὐκ ἔστιν ὑψηλόφρονα  εἶναι μὴ ὄντα μωρόν· ὁ δὲ μωρίας ἔμπλεως, ἐστὶν ἀπονενοημένος.  Ἄκουε σοφοῦ τινος λέγοντος· Εἶδον ἄνθρωπον δοκοῦντα φρόνιμον εἶναι παρ' ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον  ὁ ἄφρων  αὐτοῦ. Ὁρᾷς ὅτι οὐκ εἰκῆ ἔλεγον, ὅτι χεῖρον μωρίας τὸ κακόν; Ἐλπίδα γὰρ, φησὶ, μᾶλλον ἔχει ἄφρων αὐτοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε, Μὴ γίνεσθε φρόνιμοι  παρ' ἑαυτοῖς.  Ἐπὶ τῶν  σωμάτων  εἰπέ μοι, ποῖά φαμεν  ὑγιαίνειν; τὰ ὄγκον ἔχοντα πολὺν, καὶ πολλοῦ πνεύματος ἔνδοθεν γέμοντα καὶ ὕδατος, ἢ τὰ κατεσταλμένα, καὶ  τεταπεινωμένην ἔχοντα  τὴν  ἐπιφάνειαν; ∆ῆλον  ὅτι  ταῦτα.  Οὐκοῦν καὶ  ἐπὶ  τῆς ψυχῆς,  ἡ μὲν φλεγμαίνουσα  ὑδέρου χεῖρον  ἔχει  νόσημα· ἡ δὲ κατεσταλμένη  παντὸς
ἀπήλλακται  πάθους.  Πόσα οὖν  τίκτει  ἡμῖν  ἀγαθὰ  ἡ ταπεινοφροσύνη! Τί βούλει;  τὸ ἀνεξίκακον, τὸ ἀόργητον, τὸ φιλάνθρωπον, τὸ νηπτικὸν,  τὸ προσεκτικόν; Πάντα ταῦτα ἀπὸ ταπεινοφροσύνης  τὰ καλὰ,  καὶ  τὰ ἐναντία  ἀπὸ τῆς  ἀπονοίας.  Ἀνάγκη  γὰρ τὸν τοιοῦτον  καὶ ὑβριστὴν  εἶναι,  καὶ πλήκτην  καὶ ὀργίλον,  καὶ πικρὸν,  καὶ ἀμειδῆ,  καὶ θηρίον μᾶλλον, ἢ ἄνθρωπον.  Ἰσχυρὸς εἶ, καὶ μέγα φρονεῖς; Οὐκοῦν, διὰ τοῦτο μᾶλλον ὀφείλεις  ταπεινοῦσθαι· διὰ τί ἐπὶ πράγματι μέγα φρονεῖς οὐδαμινῷ; Καὶ γὰρ καὶ λέων σοῦ θρασύτερος, καὶ ὗς ἰσχυρότερος, καὶ οὐδὲ κώνωψ εἶ πρὸς αὐτούς· καὶ λῃσταὶ δὲ καὶ τυμβωρύχοι   καὶ  μονομάχοι   καὶ  οἱ  οἰκέται   οἱ  σοὶ,  καὶ  ἴσως  οἱ  ἀγνωμονέστεροι, ἰσχυρότεροί σου. Τοῦτο οὖν ἄξιον ἐπαίνου; Καὶ οὐ κατορύττεις σαυτὸν, ἐπὶ τούτῳ μέγα φρονῶν;  Ἀλλὰ καλὸς εἶ καὶ ὡραῖος; Κορωνῶν τὸ καύχημα· οὐκ εἶ τοῦ ταῶ καλλίων, οὐδὲ ἄνθους ἕνεκεν  οὐδὲ πτερῶν· ἐν τοῖς τοῦ ὄρνιθος ἡ νίκη· πολύ σε παρελαύνει  τῇ κόμῃ, τῷ ἄνθει. Καὶ ὁ κύκνος δὲ σφόδρα ἐστὶ καλὸς, καὶ πολλοὶ  τῶν ὀρνίθων  ἕτεροι, πρὸς οὓς εἰ παραβληθείης, οὐδὲν ὄψει σαυτόν. Πολλάκις δὲ καὶ παιδία εὐτελῆ, καὶ κόραι ἀπειρόγαμοι, καὶ πόρναι γυναῖκες, καὶ ἄνδρες μαλακοὶ τοῦτο ἔσχον τὸ καύχημα. Τοῦτο οὖν ἄξιον ἀπονοίας; Ἀλλὰ πλουτεῖς; πόθεν; τί κεκτημένος; χρυσὸν, ἄργυρον, λίθους τιμίους; Τοῦτο καὶ λῃστῶν  ἐστι, καὶ ἀνδροφόνων τὸ καύχημα, καὶ τῶν  τὰ μέταλλα  ἐργαζομένων.  Ὁ τῶν καταδίκων πόνος, τουτί σοι καύχημα. Ἀλλὰ κοσμῇ καὶ καλλωπίζῃ; Καὶ ἵππους ἔστιν ἰδεῖν  καλλωπιζομένους·  παρὰ δὲ τοῖς  Πέρσαις καὶ  καμήλους  ἴδοι  τις  ἂν καλλωπιζομένας·  ἐπὶ δὲ τῶν ἀνθρώπων, τοὺς ἐπὶ σκηνῆς ἅπαντας. Οὐκ αἰσχύνῃ οὖν ἐπὶ τούτοις  μέγα φρονῶν,  ἐν οἷς τὰ ἄλογά  σοι κοινωνεῖ  καὶ δοῦλοι  καὶ ἀνδροφόνοι  καὶ μαλακοὶ  καὶ λῃσταὶ  καὶ τυμβωρύχοι;  Ἀλλ' οἰκίας  οἰκοδομεῖς  λαμπράς; Καὶ τί τοῦτο; πολλοὶ  κολοιοὶ  λαμπροτέρας  οἰκοῦσι, καὶ σεμνότερα ἔχουσι καταγώγια.  Ἢ οὐχ ὁρᾷς τούτους τοὺς περὶ τὰ χρήματα μαινομένους, οἳ ἐν ἀγροῖς καὶ ἐν ἐρήμοις τόποις ᾠκοδόμησαν  οἴκους,  κολοιῶν   καταγώγια;   Ἀλλὰ  φωνῆς   ἕνεκα  μέγα  φρονεῖς;  Τοῦ κύκνου  καὶ  τῆς  ἀηδόνος  οὐδέποτε  σὺ δυνήσῃ  ᾆσαι λιγυρώτερον.  Ἀλλ' ἐπὶ  ποικιλίᾳ τέχνης; Καὶ τί τῆς μελίττης ἐν τούτῳ σοφώτερον; ποῖος ποικιλ  τὴς, τίς ζωγράφος, τίς γεωμέτρης τὰ ταύτης ἔργα μιμήσασθαι δυνήσεται; Ἀλλ' ἐπὶ λεπτότητι  ἐσθῆτος; Ἀλλ' ἐνταῦθά  σε ἀράχναι  νικῶσιν.  Ἀλλ' ἐπὶ ταχύτητι  ποδῶν; Πάλιν τὰ πρωτεῖα  παρὰ τοῖς ἀλόγοις,  λαγωῷ  καὶ δορκάδι, καὶ ὅσα τῶν  κτηνῶν  οὐκ ἀπολείπεται  τῇ ταχύτητι  τῶν ποδῶν.  Ἀλλ' ἀποδημεῖς; Ἀλλ' οὐ μᾶλλον  τῶν  πτηνῶν·  ταῦτα  γὰρ εὐκολώτερον  τὴν ἀποδημίαν ποιεῖται· οὐκ ἐφοδίων δεῖται, οὐδ' ὑποζυγίων, ἀλλ' ἀρκεῖ πρὸς πάντα αὐτοῖς τὸ πτερόν. Τοῦτο καὶ ναῦς, τοῦτο καὶ ὑποζύγιον, τοῦτο καὶ ὄχημα, τοῦτο καὶ ἄνεμος, καὶ πᾶν ὅ τι ἂν εἴποι τις. Ἀλλ' ὀξὺ βλέπεις; ἀλλ' οὐχ ὡς δορκὰς οὐδ' ὡς ἀετός. Ἀλλ' ὀξὺ ἀκούεις;  ἀλλ' ὁ ὄνος  ὀξύτερον.  Ἀλλ' ὀσφραίνῃ;  ἀλλ' ὁ κύων  οὐκ ἀφίησί  σε αὐτὸν παρελθεῖν. Ἀλλὰ ποριστικὸς εἶ; ἀλλὰ τοῦ μύρμηκος ἀπολείπῃ. Ἀλλὰ χρυσοφορεῖς; ἀλλ' οὐχ οὕτως, ὡς οἱ Ἰνδικοὶ μύρμηκες. Ὑγείας δὲ ἕνεκεν; πολλῷ  βελτίω ἡμῶν τὰ ἄλογα, καὶ εὐεξίας καὶ τοῦ εὐπορεῖν· οὐ δέδοικεν ἐκεῖνα πενίαν. Ἐμβλέψατε γὰρ, φησὶν, εἰς τὰ πετεινὰ   τοῦ  οὐρανοῦ,  ὅτι  οὐ  σπείρουσιν,  οὐδὲ  θερίζουσιν,  οὐδὲ  συνάγουσιν   εἰς ἀποθήκας.  Οὐκοῦν, φησὶν,  ἡμῶν  τὰ  ἄλογα  κρείττονα  ἐδημιούργησεν  ὁ Θεός. Ὁρᾷς πόσον ἐστὶ τὸ ἀπερίσκεπτον;  ὁρᾷς τὸ ἀνεξέταστον;  ὁρᾷς, ἡ τῶν  πραγμάτων  ἐξέτασις ὅσον ἡμῖν  χαρίζεται; Ὁ πάντων  ἀνθρώπων  μείζω  φρονῶν,  εὑρέθη καὶ τῶν  ἀλόγων ταπεινότερος. Ἀλλὰ φεισώμεθα αὐτοῦ, καὶ οὐ μιμησώμεθα αὐτὸν, οὐδὲ ἐπειδὴ τῆς ἡμετέρας φύσεως  μεῖζον  ἐφρόνησε, καταγαγόντες  αὐτὸν  ἐπὶ τὴν  τῶν  ἀλόγων  τάξιν,
ἀφήσωμεν, ἀλλ' ἀναστήσωμεν αὐτὸν ἐκεῖθεν, οὐ δι' αὐτὸν (αὐτὸς μὲν γὰρ ἄξιος τοιαῦτα παθεῖν), ἀλλ' ἵνα ἡ τοῦ Θεοῦ φιλανθρωπία καὶ ἡ εἰς ἡμᾶς δειχθῇ τιμή. Ἔστι γὰρ, ἔστιν ἐν οἷς οὐδὲν ἡμῖν κοινωνεῖ  τὰ ἄλογα. Ποῖα δὴ ταῦτα; Εὐσέβεια, καὶ ὁ κατ' ἀρετὴν βίος. Ἐνταῦθα  οὐκ ἔχεις  πόρνους  εἰπεῖν,  οὐδὲ μαλακοὺς, οὐδὲ ἀνδροφόνους·  ἀπεσχίσμεθα γὰρ αὐτῶν. Τί δὴ τοῦτό ἐστι; Τὸν Θεὸν ἴσμεν, τὴν πρόνοιαν ἐπιγινώσκομεν  τὴν αὐτοῦ, περὶ ἀθανασίας φιλοσοφοῦμεν· παραχωρείτω ἐνταῦθα τὰ ἄλογα. Οὐκ ἀμφισβητήσει περὶ τούτων  σωφρονοῦμεν·  ἐνταῦθα  οὐδὲν τὰ ἄλογα κοινὸν  ἔχει. Πάντων  γὰρ αὐτῶν  λειπόμενοι, κρατοῦμεν αὐτῶν. Ἐν τούτῳ γὰρ μείζων ἡ ἀρχὴ, ὅτι λειπόμενοι αὐτῶν, βασιλεύομεν αὐτῶν· ἵνα μάθῃς, ὅτι οὐ σὺ τούτων  αἴτιος, ἀλλ' ὁ ποιήσας σε Θεὸς, καὶ λόγον χαρισάμενος. ∆ίκτυα, θήρατρα αὐτοῖς τίθεμεν, καὶ ἐμβάλλομεν αὐτὰ, καὶ χειρούμεθα.  Σωφροσύνη  παρ'  ἡμῖν,  ἐπιείκεια,  πραότης,  χρημάτων   ὑπεροψία.  Ἀλλ' ἐπειδὴ σὺ τῶν ἀπονενοημένων τις ὢν οὐδὲν τούτων  ἔχεις, εἰκότως ἢ τῶν ἀνθρώπων μεῖζον  φρονεῖς,  ἢ  καὶ  τῶν  ἀλόγων   ταπεινότερον.   Τοιαύτη  γὰρ  ἡ  ἀπόνοια  καὶ  ἡ θρασύτης· ἢ ἐπαίρεται  πέρα τοῦ δέοντος,  ἢ ταπεινοῦται  πάλιν  ὁμοίως,  οὐδαμοῦ τὴν συμμετρίαν φυλάττουσα. Ἀγγέλων ἐσμὲν ἴσοι κατὰ τοῦτο· βασιλεία ἡμῖν ἐπήγγελται,  ἡ μετὰ  Χριστοῦ χορεία.  Ἄνθρωπος  μαστίζεται,  καὶ  οὐχ  ὑποπίπτει·  ἄνθρωπος  θανάτου καταφρονεῖ, οὐ τρέμει, οὐ δέδοικεν, οὐκ ἐφίεται  τοῦ πλείονος.  Ὥστε ὅσοι μὴ τοιοῦτοί εἰσι, τῶν ἀλόγων  εἰσὶ χείρους. Ὅταν γὰρ ἐν μὲν τοῖς σωματικοῖς πλεονεκτῇ[ς],  τὰ δὲ ψυχικὰ  πλεονεκτήματα  μὴ ἔχῃς, πῶς οὐχὶ τῶν ἀλόγων  εἶ χείρων; Ἄγε γὰρ εἰς μέσον τινὰ τῶν ἐν κακίᾳ ἀλογωτέρων,  τῶν ἐν τρυφῇ ζώντων  καὶ πλεονεξίᾳ· ὁ ἵππος αὐτοῦ πολεμικώτερος,  ὁ ὗς ἰσχυρότερος, ὁ λαγωὸς  ταχύτερος,  ὁ ταὼς ὡραιότερος, ὁ κύκνος εὐφωνότερος, ὁ ἐλέφας μείζων, ὁ ἀετὸς ὀξυδερκέστερος, πάντες ὄρνιθες πλουσιώτεροι. Πόθεν οὖν ἄξιος εἶ κρατεῖν τῶν ἀλόγων; ἀπὸ τοῦ λόγου; Ἀλλ' οὐκ ἔστιν. Ὅταν γὰρ μὴ εἰς δέον αὐτῷ κέχρησαι, πάλιν  ἐκείνων  χείρων  εἶ· ὅταν γὰρ λόγον  ἔχων  ἀλογώτερος ἐκείνων ᾖς, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἀρχὴν ἐγένου λογικός. Οὐ γάρ ἐστιν ἴσον, λαβόντα ἀρχὴν προδοῦναι, καὶ παρὰ καιρὸν μὴ λαβεῖν. Ὁ βασιλεύων καὶ τῶν δορυφόρων χείρων ὢν, κρεῖττον ἦν εἰ μηδὲ τὴν ἁλουργίδα περιέκειτο. Οὕτω δὴ καὶ ἐνταῦθα. Εἰδότες οὖν, ὅτι καὶ τῶν ἀλόγων  χείρους ἐσμὲν τῆς ἀρετῆς χωρὶς, ταύτην  ἀσκῶμεν, ἵνα ἄνθρωποι γενώμεθα,  μᾶλλον  δὲ ἄγγελοι,  καὶ τῶν  ἐπηγγελμένων ἀγαθῶν  ἀπολαύσωμεν,  χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν  Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ  Πατρὶ ἅμα τῷ  ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |