ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ζʹ. Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας

Δευτέρα 31 Οκτωβρίου 2016

Ζʹ. Τί οὖν; προεχόμεθα; Οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας



Ιωάννης Χρυσόστομος
Πρός Ρωμαίους Επιστολήν
Τόμος 60


Ζʹ. Τί οὖν;  προεχόμεθα;  Οὐ πάντως·  προῃτιασά μεθα  γὰρ  Ἰουδαίους  τε  καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι· καθὼς γέγραπται· Οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ  ἔστιν  ὁ  συνιῶν,  οὐκ  ἔστιν  ὁ  ἐκζητῶν  τὸν  Θεόν. Πάντες  ἐξέκλιναν,  ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότη τα, οὐκ ἔστιν ἕως ἑνός. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει, ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπω ρία ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι  τῶν  ὀφθαλμῶν  αὐτῶν.

 αʹ. Κατηγόρησεν Ἑλλήνων,  κατηγόρησεν Ἰουδαίων· ἀκόλουθον ἦν εἰπεῖν τὴν δικαιοσύνην λοιπὸν τὴν διὰ τῆς πίστεως. Εἰ γὰρ μήτε ὁ τῆς φύσεως ὤνησε νόμος, μήτε ὁ γραπτὸς ἐποίησέ τι πλέον, ἀλλ' ἀμφότεροι τοὺς οὐκ εἰς δέον αὐτοῖς χρησαμένους ἐβάρησαν, καὶ μείζονος ἔδειξαν κολάσεως ὄντας ἀξίους, ἀναγκαία  λοιπὸν  ἡ διὰ τῆς χάριτος σωτηρία. Εἰπὲ τοίνυν  αὐτὴν, ὦ Παῦλε, καὶ δεῖξον. Ἀλλ' οὐδέπω θαῤῥεῖ, τὸ ἰταμὸν τῶν Ἰουδαίων ὑφορώμενος, ἀλλ' ἐπὶ τὴν κατηγορίαν αὐτῶν πάλιν ἄγει τὸν λόγον, καὶ πρότερον εἰσάγει κατήγορον τὸν ∆αυῒδ ταῦτα λέγοντα διὰ πολλῶν, ἅπερ ἐν βραχεῖ πάντα εἶπεν Ἡσαΐας, ἰσχυρὸν κατασκευάζων  αὐτοῖς  χαλινὸν,  ὥστε μὴ ἀποπηδῆσαι μηδὲ τῶν  περὶ τῆς πίστεως γυμναζομένων  λόγων λοιπὸν ἀποσκιρτῆσαί τινα τῶν ἀκουόντων, ἱκανῶς ταῖς τῶν προφητῶν  προκατειλημμένον  κατηγορίαις.


 Καὶ γὰρ  τρεῖς  τίθησιν  ὑπερβολὰς  ὁ προφήτης, ὅτι τε πάντες ὁμοῦ τὰ κακὰ ἔπραττον, λέγων,  καὶ ὅτι οὐκ ἀνέμιξαν τὰ καλὰ  τοῖς  κακοῖς, ἀλλὰ  τὴν  πονηρίαν  μόνην  μετῄεσαν,  καὶ  ὅτι  μετ' ἐπιτάσεως ταύτην ἁπάσης. Εἶτα ἵνα μὴ λέγωσι, Τί οὖν, εἰ πρὸς ἑτέρους ταῦτα εἴρηται; ἐπήγαγεν· Οἴδαμεν δὲ, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. ∆ιά τοι τοῦτο μετὰ τὸν Ἡσαΐαν τὸν ὡμολογημένως πρὸς αὐτοὺς ἀποτεινόμενον, ἐπεισήγαγε τὸν ∆αυῒδ, ἵνα δείξῃ καὶ ταῦτα τῆς αὐτῆς ὄντα ἀκολουθίας. Ποία γὰρ ἦν ἀνάγκη, φησὶν, ἑτέρων κατηγορεῖν  τὸν  εἰς τὴν ὑμετέραν διόρθωσιν ἀποσταλέντα  προφήτην;  οὐδὲ γὰρ ὁ νόμος  ἑτέροις ἐδόθη, ἀλλ' ὑμῖν.  Τίνος δὲ ἕνεκεν  οὐκ εἶπεν,  Οἴδαμεν, ὅτι  ὅσα ὁ προφήτης λέγει, ἀλλ', Ὅσα ὁ νόμος λαλεῖ; Ὅτι τὴν Παλαιὰν πᾶσαν νόμον καλεῖν εἴωθεν ὁ Παῦλος. Καὶ γὰρ ἀλλαχοῦ φησι· Τὸν νόμον οὐκ ἀκούετε, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχε; καὶ ἐνταῦθα τοὺς ψαλμοὺς νόμον ἐκάλεσεν, εἰπών· Οἴδαμεν, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. Εἶτα δείκνυσιν  οὐδὲ ἁπλῶς ταῦτα λεγόμενα κατηγορίας ἕνεκεν, ἀλλ' ἵνα τῇ πίστει προοδοποιήσῃ πάλιν  ὁ νόμος. Τοσαύτη τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν ἡ συμφωνία, ὅτι καὶ αἱ κατηγορίαι καὶ οἱ ἔλεγχοι διὰ τοῦτο πάντως ἐγένοντο, ἵνα λαμπρὰ παρὰ τοῖς ἀκούουσιν ἀνοιγῇ τῆς πίστεως ἡ θύρα. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα Ἰουδαίους ἀπώλεσε τὸ μέγα φρονεῖν ἐφ' ἑαυτοῖς· ὅπερ οὖν καὶ προϊὼν  ἔλεγεν, ὅτι Ἀγνοοῦντες  τοῦ Θεοῦ τὴν δικαιοσύνην, καὶ τὴν ἰδίαν  δικαιοσύνην  ζητοῦντες  στῆσαι, τῇ  δικαιοσύνῃ  τοῦ  Θεοῦ οὐχ  ὑπετάγησαν· προλαβὼν καὶ ὁ νόμος καὶ ὁ προφήτης, προκατέβαλον αὐτῶν  τὰ φρονήματα, καὶ κατέστειλαν αὐτῶν τὸ φύσημα, ἵνα εἰς ἔννοιαν τῶν οἰκείων ἐλθόντες ἁμαρτημάτων, καὶ τὴν ἀπόνοιαν  πᾶσαν κατακενώσαντες, καὶ ἰδόντες ἑαυτοὺς περὶ τῶν ἐσχάτων κινδυνεύοντας, μετὰ πολλῆς τῆς προθυμίας προσδράμωσι τῷ τὴν ἄφεσιν αὐτοῖς τῶν ἁμαρτημάτων παρέχοντι, καὶ τὴν χάριν διὰ τῆς πίστεως καταδέξωνται. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνιττόμενος ὁ Παῦλος ἔλεγεν· Οἴδαμεν, ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ. Ἐνταῦθα γὰρ δείκνυσιν αὐτοὺς τῆς μὲν ἀπὸ τῶν ἔργων παῤῥησίας ἐρήμους ὄντας, ἐν δὲ  τοῖς  ῥήμασιν  ἀλαζονευομένους  μόνον  καὶ  ἀναισχυντοῦντας.  ∆ιὸ καὶ  κυρίως ἐχρήσατο  τῇ  λέξει,  εἰπὼν,  Ἵνα  πᾶν  στόμα φραγῇ,  τὴν  ἀναίσχυντον  αὐτῶν  καὶ δυσκάθεκτον μεγαληγορίαν δηλῶν, καὶ τὴν μετὰ ἀκριβείας ἐπιστομιζομένην αὐτῶν γλῶτταν· καθάπερ γὰρ ῥεῦμα ἀφόρητον, οὕτως αὕτη ἐφέρετο· ἀλλ' ἐνέφραξεν αὐτὴν ὁ προφήτης. Ὅταν δὲ λέγῃ Παῦλος, Ἵνα πᾶν στόμα φραγῇ, οὐ τοῦτό φησιν, ὅτι διὰ τοῦτο  ἥμαρτον,  ἵνα  φραγῇ  αὐτῶν  τὸ στόμα, ἀλλὰ  διὰ τοῦτο  ἠλέγχοντο,  ἵνα  μὴ ἀγνοῶσιν ἁμαρτάνοντες  τοῦτο αὐτό. Καὶ ὑπόδικος γένηται  πᾶς ὁ κόσμος τῷ Θεῷ. Οὐκ εἶπεν,  Ὁ Ἰουδαῖος, ἀλλὰ, Πᾶσα ἡ φύσις. Τὸ μὲνγὰρ, Ἵνα πᾶν  στόμα φραγῇ, ἐκείνους ἐστὶν αἰνιττόμενον, εἰ καὶ μὴ φανερῶς αὐτὸ τέθειται, ὥστε μὴ τραχύτερον γενέσθαι τὸν λόγον· τὸ δὲ, Ἵνα ὑπόδικος γένηται  πᾶς ὁ κόσμος τῷ Θεῷ, ὁμοῦ καὶ περὶ Ἰουδαίων  καὶ Ἑλλήνων  εἴρηται. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ καταστεῖλαι τὴν ἐκείνων ἀπόνοιαν, ὅταν καὶ ἐνταῦθα μηδὲν ἔχωσι πλέον τῶν Ἑλλήνων, ἀλλ' ὁμοίως ὦσι προδεδομένοι κατὰ τὸν τῆς σωτηρίας λόγον. Ὁ γὰρ ὑπόδικος κυρίως ἂν ἐκεῖνος λέγοιτο, ὁ μὴ δυνάμενος ἀρκεῖν ἑαυτῷ πρὸς ἀπολογίαν, ἀλλὰ τῆς ἑτέρου δεόμενος βοηθείας· οἷα ἦν καὶ τὰ ἡμέτερα πάντα, ἀπολωλεκότων  ἡμῶν  τὰ πρὸς σωτηρίαν συντείνοντα.  ∆ιὰ γὰρ νόμου ἐπίγνωσις  ἁμαρτίας. Πάλιν ἐφήλατο  τῷ νόμῳ, μετὰ φειδοῦς  μέν·  οὐ  γὰρ  αὐτοῦ  κατηγορία  τὸ  εἰρημένον,  ἀλλὰ  τῆς  τῶν  Ἰουδαίων ῥᾳθυμίας· πλὴν ἀλλ' ὅμως ἐσπούδακεν ἐνταῦθα, ἐπειδὴ μέλλει τὸν περὶ τῆς πίστεως εἰσάγειν λόγον, δεῖξαι αὐτὸν σφόδρα ἠσθενηκότα. Εἰ γὰρ αὐχεῖς ἐπὶ τῷ νόμῳ, φησὶν, αὐτός σε μᾶλλον καταισχύνει· οὗτός σου τὰς ἁμαρτίας ἐκπομπεύει. Ἀλλ' οὐκ εἶπεν  οὕτω τραχέως,  ἀλλ' ὑφειμένως  πάλιν· ∆ιὰ γὰρ νόμου ἐπίγνωσις  ἁμαρτίας. Οὐκοῦν καὶ ἡ κόλασις μείζων, ἀλλὰ παρὰ τῶν Ἰουδαίων. Ὁ μὲν γὰρ νόμος ἤνυε τὸ φανεράν σοι ποιῆσαι τὴν ἁμαρτίαν, σὸν δὲ ἦν λοιπὸν τὸ φυγεῖν· μὴ φυγὼν τοίνυν, μᾶλλον ἐπεσπάσω τὴν κόλασιν, καὶ τὸ τοῦ νόμου κατόρθωμα γέγονέ σοι μείζονος ἐφόδιον  τιμωρίας.  βʹ. Ὅτε τοίνυν  τὸν  φόβον  ηὔξησε, τότε λοιπὸν  ἐπάγει  τὰ τῆς χάριτος, ἐν πολλῇ καταστήσας ἐπιθυμίᾳ τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, καί φησι· Νῦν δὲ  χωρὶς  νόμου  δικαιοσύνη  Θεοῦ πεφανέρωται.  Μέγα ἐνταῦθα  ἐφθέγξατο,  καὶ πολλῆς δεόμενον τῆς κατασκευῆς. Εἰ γὰρ οἱ ἐν νόμῳ ζῶντες οὐ μόνον οὐκ ἔφυγον κόλασιν, ἀλλὰ καὶ πλέον ἐβαρύνθησαν, πῶς ἔστι χωρὶς νόμου μὴ μόνον τιμωρίαν φυγεῖν, ἀλλὰ καὶ δικαιωθῆναι; ∆ύο γὰρ ἄκρα ἐνταῦθα τέθεικε, καὶ τὸ δικαιοῦσθαι, καὶ τὸ χωρὶς  νόμου τούτων  τυγχάνειν  τῶν  ἀγαθῶν.  ∆ιὰ τοῦτο οὐχ ἁπλῶς  εἶπε,∆ικαιοσύνη, ἀλλὰ, ∆ικαιοσύνη Θεοῦ, ἀπὸ τῆς ἀξίας τοῦ προσώπου καὶ μείζονα δείξας τὴν δωρεὰν καὶ δυνατὴν  τὴν ὑπόσχεσιν· πάντα γὰρ αὐτῷ δυνατά. Καὶ οὐκ εἶπεν, Ἐδόθη, ἀλλὰ, Πεφανέρωται, τὸ τῆς καινοτομίας  ὑποτεμνόμενος  ἔγκλημα· τὸ γὰρ πεφανερωμένον,  ὡς παλαιὸν  καὶ κρυπτόμενον  φανεροῦται.  Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ  καὶ  τὰ  ἑξῆς  δείκνυσιν  οὐ πρόσφατον  ὂν  τοῦτο· εἰπὼν  γὰρ, Πεφανέρωται, ἐπήγαγε, Μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν  προφητῶν.  Μὴ γὰρ, ἐπειδὴ νῦν ἐδόθη, θορυβηθῇς, φησὶ, μηδὲ ὡς πρὸς καινὸν καὶ ξένον πρᾶγμα ταραχθῇς· ἄνωθεν γὰρ  αὐτὸ  καὶ  ὁ  νόμος  καὶ  οἱ  προφῆται  προέλεγον.  Καὶ τὰ  μὲν  ἔδειξε  διὰ  τῆς κατασκευῆς ταύτης, τὰ δὲ μέλλει, ἐν μὲν τοῖς ἔμπροσθεν παραγαγὼν τὸν Ἀββακοὺμ λέγοντα·  Ὁ δίκαιος ἐκ πίστεως  ζήσεται· ἐν δὲ τοῖς μετὰ ταῦτα  τὸν  Ἀβραὰμ, τὸν ∆αυῒδ, καὶ αὐτοὺς περὶ τούτων διαλεγομένους ἡμῖν. Καὶ γὰρ πολὺς τῶν προσώπωντούτων  ὁ λόγος  ἦν  παρ' αὐτοῖς·  ὁ μὲν  γὰρ ἦν  πατριάρχης  καὶ  προφήτης,  ὁ δὲ βασιλεὺς καὶ  προφήτης· καὶ  αἱ  ἐπαγγελίαι  δὲ αἱ  περὶ  τούτων  πρὸς ἀμφοτέρους τούτους ἦσαν γεγενημέναι. ∆ιὸ καὶ ὁ Ματθαῖος ἀρχόμενος τοῦ Εὐαγγελίου, ἀμφοτέρων τούτων μέμνηται πρῶτον, καὶ τότε κατ' ἀκολουθίαν παράγει τοὺς προγόνους. Εἰπὼν γὰρ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, οὐκ ἀνέμεινεν  εἰπὼν μετὰ τὸν  Ἀβραὰμ, καὶ  τὸν  Ἰσαὰκ καὶ  τὸν  Ἰακὼβ,  ἀλλὰμετὰ  τοῦ  Ἀβραὰμ τοῦ  ∆αυῒδ ἐμνημόνευσε· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ πρὸ τοῦ Ἀβραὰμ τὸν ∆αυῒδ τέθεικεν, οὕτω λέγων· Υἱοῦ ∆αυῒδ, υἱοῦ Ἀβραάμ· καὶ τότε ἤρξατο καταλέγειν  τὸν Ἰσαὰκ καὶ τὸν Ἰακὼβ καὶ τοὺς ἑξῆς ἅπαντας. ∆ιὸ καὶ ὁ Ἀπόστολος ἐνταῦθα αὐτοὺς περιστρέφει συνεχῶς,  καί  φησι· ∆ικαιοσύνη  δὲ Θεοῦ μαρτυρουμένη  ὑπὸ  τοῦ  νόμου  καὶ  τῶν προφητῶν.   Ἵνα  δὲ  μή  τις  εἴπῃ,  Καὶ  πῶς  αὐτοὶ  μηδὲν  συντελοῦντες   εἰς  τὸ προκείμενον, σωζόμεθα; δείκνυσι καὶ ἡμᾶς εἰσφέροντας οὐ μικρὸν εἰς τοῦτο, τὴν πίστιν λέγω. Εἰπὼν γοῦν, ∆ικαιοσύνη Θεοῦ, ἐπήγαγε, ∆ιὰ τῆς πίστεως, εἰς πάντας καὶ ἐπὶ  πάντας   τοὺς  πιστεύοντας.   Πάλιν  ἐνταῦθα   θορυβεῖται  ὁ  Ἰουδαῖος,  οὐδὲν ἐξαίρετον παρὰ τοὺς λοιποὺς ἔχων, μετὰ τῆς οἰκουμένης ἀριθμούμενος ἁπάσης. Ἵν' οὖν μὴ τοῦτο πάθῃ, συστέλλει πάλιν αὐτὸν τῷ φόβῳ, ἐπάγων· Οὐ γάρ ἐστι διαστολή· πάντες γὰρ ἥμαρτον. Μὴ γάρ μοι εἴπῃς, ὅτι Ὁ δεῖνα ὁ Ἕλλην, ὁ δεῖνα ὁ Σκύθης, ὁ δεῖνα ὁ Θρᾴξ· ἐν γὰρ τοῖς αὐτοῖς ἅπαντες. Εἰ γὰρ καὶ νόμον ἔλαβες, ἓν μόνον ἔμαθες ἀπὸ τοῦ νόμου, τὸ εἰδέναι τὴν ἁμαρτίαν, οὐ τὸ φεύγειν  αὐτήν. Εἶτα, ἵνα μὴ λέγωσιν,  ὅτι Εἰ καὶ ἡμάρτομεν, ἀλλ' οὐχ οὕτως ὡς ἐκεῖνοι, ἐπήγαγε· Καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ. Ὥστ' εἰ καὶ μὴ τὰ αὐτὰ τοῖς ἄλλοις ἥμαρτες, ἀλλὰ τῆς δόξης ὁμοίως ἀποστερῇ· τῶν γὰρ προσκεκρουκότων εἶ· ὁ δὲ προσκεκρουκὼς οὐ τῶν  δοξαζομένων,  ἀλλὰ  τῶν  κατῃσχυμμένων.  Ἀλλὰ μὴ φοβηθῇς· διὰ γὰρ τοῦτο ταῦτα εἶπον, οὐχ ἵνα σε εἰς ἀπόγνωσιν ἐμβάλω, ἀλλ' ἵνα δείξω τοῦ ∆εσπότου τὴν φιλανθρωπίαν.  ∆ιὸ καὶ ἐπήγαγε·  ∆ικαιούμενοι  δωρεὰν  τῇ αὐτοῦ  χάριτι,  διὰ τῆς ἀπολυτρώσεως  τῆς  ἐν  Χριστῷ Ἰησοῦ, ὃν  προέθετο  ὁ  Θεὸς ἱλαστήριον  διὰ  τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν  τῆς δικαιοσύνης αὐτοῦ. Ὅρα διὰ πόσων κατασκευάζει τὸ εἰρημένον. Πρῶτον ἀπὸ τῆς ἀξίας τοῦ προσώπου· οὐ γὰρ ἄνθρωπός ἐστιν ὁ ἐργαζόμενος ταῦτα, ἵνα ἀτονήσῃ, ἀλλ' ὁ Θεὸς ὁ πάντα δυνάμενος· Θεοῦ γάρ ἐστιν ἡ δικαιοσύνη, φησί. ∆εύτερον ἀπὸ τοῦ νόμου καὶ τῶν  προφητῶν·  μὴ γὰρ, ἐπειδὴ Χωρὶς νόμου ἤκουσας, φοβηθῇς· καὶ γὰρ αὐτῷ τῷ νόμῳ τοῦτο δοκεῖ. Τρίτον ἀπὸ τῶν  θυσιῶν  τῶν  ἐν  τῇ Παλαιᾷ· διὰ γὰρ τοῦτο  εἶπεν,  Ἐν τῷ  αὐτοῦ  αἵματι, ἀναμιμνήσκων  αὐτοὺς τῶν  προβάτων  ἐκείνων  καὶ τῶν  μόσχων. Εἰ γὰρ ἀλόγων σφαγαὶ, φησὶν, ἁμαρτίας ἔλυον, πολλῷ μᾶλλον τὸ αἷμα τοῦτο. Καὶ οὐχ ἁπλῶς εἶπε, Λυτρώσεως, ἀλλ', Ἀπολυτρώσεως, ὡς μηκέτι ἡμᾶς ἐπανελθεῖν  πάλιν ἐπὶ τὴν αὐτὴν δουλείαν.  Καὶ ἱλαστήριον δι'  αὐτὸ τοῦτο καλεῖ, δεικνὺς, ὅτι εἰ ὁ τύπος τοσαύτην εἶχεν  ἰσχὺν, πολλῷ  μᾶλλον  ἡ ἀλήθεια  τὸ αὐτὸ ἐπιδείξεται.  ∆ηλῶν  δὲ πάλιν  οὐ νεώτερον τοῦτο ὂν, οὐδὲ καινὸν, φησὶ, Προέθετο. Καὶ εἰπὼν, Προέθετο ὁ Θεὸς, καὶ δείξας τοῦ Πατρὸς τὸ κατόρθωμα, τὸ αὐτὸ δείκνυσι καὶ τοῦ Υἱοῦ ὄν· ὁ μὲν γὰρ Πατὴρ προέθετο, ὁ δὲ Χριστὸς ἐν τῷ αὐτοῦ αἵματι τὸ πᾶν κατώρθωσεν. Εἰς ἔνδειξιν  τῆς δικαιοσύνης αὐτοῦ. Τί ἐστιν, Ἔνδειξις τῆς δικαιοσύνης; Ὥσπερ ἔνδειξις πλούτου, τὸ μὴ μόνον αὐτὸν εἶναι πλούσιον, ἀλλὰ καὶ ἑτέρους πλουσίους ποιεῖν· καὶ ζωῆς, τὸ μὴ μόνον αὐτὸν εἶναι ζῶντα, ἀλλὰ καὶ νεκροὺς ζωοποιεῖν· καὶ δυνάμεως, τὸ μὴ μόνον αὐτὸν εἶναι δυνατὸν, ἀλλὰ καὶ τοὺς ἀσθενεῖς δυναμοῦν· οὕτω καὶ δικαιοσύνης ἔνδειξις, τὸ μὴ μόνον αὐτὸν εἶναι δίκαιον, ἀλλὰ καὶ τὸ ἑτέρους ἐν ἁμαρτίαις κατασαπέντας ἐξαίφνης δικαίους ποιεῖν. Τοῦτο οὖν καὶ αὐτὸς ἑρμηνεύων ἐπήγαγε, τίς ἐστιν ἔνδειξις· Εἰς τὸ εἶναι αὐτὸν δίκαιον, καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.

γʹ. Μὴ τοίνυν ἀμφίβαλλε· οὐ γὰρ ἐξ ἔργων, ἀλλ' ἀπὸ πίστεως· μηδὲ φεῦγε τὴν τοῦ Θεοῦ δικαιοσύνην· διπλοῦν  γὰρ αὐτῆς τὸ ἀγαθὸν, ὅτι καὶ κοῦφόν  ἐστι, καὶ πᾶσι προκείμενον· μηδὲ αἰσχύνου καὶ ἐρυθρία· εἰ γὰρ αὐτὸς ἐνδείκνυται τοῦτο ποιῶν, καὶ ὡς ἂν εἴποι τις, ἐναβρύνεται καὶ ἐγκαλλωπίζεται,  πῶς σὺ καταδύῃ καὶ ἐγκαλύπτῃ, ἐφ' ᾧ ὁ ∆εσπότης σου δοξάζεται; Ἐπάρας τοίνυν  τὸν ἀκροατὴν διὰ τοῦ εἰπεῖν, ὅτι ἔνδειξις  τῆς  τοῦ  Θεοῦ δικαιοσύνης  ἐστὶ τὰ γινόμενα,  πάλιν  τῷ  φόβῳ  ὠθεῖ  τὸν ὀκνοῦντα καὶ ἀναδυόμενον προσελθεῖν, οὕτω λέγων· ∆ιὰ τὴν πάρεσιν τῶν προγεγονότων   ἁμαρτημάτων.  Ὁρᾷς  πῶς  συνεχῶς  ἀναμιμνήσκει  τῶν πλημμελημάτων   αὐτούς,  ἀνωτέρω  μὲν  λέγων,  ∆ιὰ γὰρ  νόμου  ἐπίγνωσις ἁμαρτίας, μετὰ ταῦτα δὲ, ὅτι Πάντες ἥμαρτον, ἐνταῦθα δὲ σφοδρότερον. Οὐδὲ γὰρ εἶπε, ∆ιὰ τὰ ἁμαρτήματα, ἀλλὰ, ∆ιὰ τὴν πάρεσιν, τουτέστι τὴν νέκρωσιν. Οὐκέτι γὰρ ὑγείας ἐλπὶς ἦν, ἀλλ' ὥσπερ σῶμα παραλυθὲν τῆς ἄνωθεν ἐδεῖτο χειρός· οὕτω καὶ ἡ ψυχὴ νεκρωθεῖσα. Καὶ τὸ δὴ χαλεπώτερον, ὅπερ ἐν τάξει θεὶς αἰτίας, δείκνυσι μεῖζον ὂν κατηγόρημα. Τί δὲ τοῦτό ἐστι; Τὸ ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ τὴν πάρεσιν γεγενῆσθαι. Οὐδὲ γὰρ ἂν ἔχοιτε εἰπεῖν, φησὶν, ὅτι οὐκ ἀπελαύσατε πολλῆς ἀνοχῆς καὶ χρηστότητος. Τὸ δὲ, Ἐν τῷ νῦν  καιρῷ, τὴν πολλὴν  δεικνύντος  ἐστὶν ἀνοχὴν  καὶ φιλανθρωπίαν. Ὅτε γὰρ ἀπεγνώσθημεν, φησὶ, καὶ καιρὸς ἀποφάσεως ἦν, καὶ ηὐξήθη τὰ κακὰ, καὶ ἐπληρώθησαν αἱ ἁμαρτίαι, τότε τὴν ἑαυτοῦ δύναμιν  ἐπεδείξατο, ἵνα μάθῃς πόση παρ' αὐτῷ τῆς δικαιοσύνης ἡ περιουσία. Οὐδὲ γὰρ ἐν ἀρχῇ γενόμενον τοῦτο  οὕτω  θαυμαστὸν  ἂν  ἐφάνη  καὶ  παράδοξον,  ὡς  νῦν,  ὅτε  πάσης  ἰατρείας ἐξηλέγχθη  τρόπος. Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη, φησί. ∆ιὰ ποίου νόμου; τῶν ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. Πολὺς ὁ ἀγὼν τῷ Παύλῳ δεῖξαι, ὅτι τοσοῦτον ἡ πίστις ἴσχυσεν, ὅσον οὐδὲ ἐφαντάσθη ποτὲ ὁ νόμος. Ἐπειδὴ γὰρ εἶπεν, ὅτι δικαιοῖ ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ τῆς πίστεως, ἐπιλαμβάνεται τοῦ νόμου πάλιν. Καὶ οὐ λέγει, Ποῦ οὖν τὰ κατορθώματα τῶν Ἰουδαίων; ποῦ ἡ δικαιοπραγία; ἀλλὰ, Ποῦ ἡ καύχησις; πανταχοῦ  δεικνὺς  μεγαληγοροῦντας  μόνον ὡς πλέον  τι τῶν  ἄλλων  ἔχοντας,  καὶ μηδὲν ἐπιδεικνυμένους ἔργον. Καὶ εἰπὼν, Ποῦ οὖν ἡ καύχησις; οὐκ εἶπεν, Ἠφανίσθη καὶ ἀπώλετο, ἀλλ' Ἐξεκλείσθη, ὅπερ ἀκαιρίας μᾶλλόν ἐστιν· οὐκέτι γὰρ ἔχει καιρόν. Ὥσπερ  γὰρ   τῆς   κρίσεως   ἐπιστάσης,  οὐκέτι   καιρὸν   ἔχουσιν   οἱ   μετανοῆσαι βουλόμενοι· οὕτω καὶ τῆς ἀποφάσεως ἐξενεχθείσης λοιπὸν, καὶ πάντων μελλόντων ἀπόλλυσθαι, καὶ παραγενομένου τοῦ ταῦτα χάριτι λύοντος τὰ δεινὰ, οὐκέτι καιρὸν εἶχον ἐκεῖνοι προβαλέσθαι τὴν ἀπὸ τοῦ νόμου διόρθωσιν. Εἰ γὰρ ἐχρῆν ἰσχυρίζεσθαι τούτοις,  πρὸ τῆς  παρουσίας ἐχρῆν·  ἐλθόντος  δὲ τοῦ  διὰ  τῆς  πίστεως  σώζοντος, ἀνῄρητο λοιπὸν  ὁ τῶν  ἀγώνων  καιρός· ὡς γὰρ ἐληλεγμένων  ἁπάντων,  οὕτω τῇ χάριτι  σώζει. ∆ιὸ καὶ νῦν  ἦλθεν,  ἵνα  μὴ λέγωσιν·  Ἐν ἀρχῇ παραγενομένου,  ὅτι δυνατὸν ἦν διὰ νόμου σωθῆναι, καὶ πόνοις οἰκείοις καὶ κατορθώμασι. Ταύτην οὖν ἐπιστομίζων  αὐτῶν  τὴν  ἀναισχυντίαν,  ἔμεινε  χρόνον  πολὺν,  ὥστε  μετὰ  τὸ  διὰ πάντων  ἐλεγχθῆναι   σαφῶς  οὐκ  ἀρκοῦντας  ἑαυτοῖς,  τότε  σῶσαι διὰ  τῆς  αὐτοῦ χάριτος. ∆ιὸ καὶ ἀνωτέρω λέγων, Εἰς ἔνδειξιν τῆς δικαιοσύνης, ἐπήγαγεν, Ἐν τῷ νῦν καιρῷ. Εἰ δὲ ἀντιλέγοιέν τινες, ταυτὸν ποιοῦσιν, ὥσπερ ἂν εἴ τις μεγάλα ἡμαρτηκὼς καὶ μὴ δυνηθεὶς  ἀπολογήσασθαι ἐν δικαστηρίῳ, ἀλλὰ κατακριθεὶς καὶ κολάζεσθαι μέλλων, εἶτα ἀπὸ δωρεᾶς βασιλικῆς ἀφεθεὶς, ἀναισχυντοίη μετὰ τὴν ἄφεσιν καυχώμενος,  καὶ  λέγων   μηδὲν  ἡμαρτηκέναι.  Πρὶν  ἢ  γὰρ  ἐλθεῖν  τὴν  δωρεὰν, ἀποδεῖξαι ἔδει· ἐλθούσης δὲ, οὐκ ἂν ἔχοι καιρὸν καυχᾶσθαι λοιπόν. Ὃ δὴ καὶ ἐπὶ τῶν Ἰουδαίων γέγονεν. Ἐπειδὴ γὰρ οἴκοθεν ἦσαν προδεδομένοι, διὰ τοῦτο παραγέγονεν, αὐτῷ  τῷ  παραγενέσθαι  τὴν  καύχησιν  ἀναιρῶν.  Ὁ γὰρ  λέγων  διδάσκαλος εἶναι νηπίων,  καὶ ἐν τῷ νόμῳ καυχώμενος, καὶ παιδευτὴν  ἀφρόνων  ἑαυτὸν ὀνομάζων, ὁμοίως  ἐκείνοις  δεηθεὶς  τοῦ  διδάξαντος  καὶ  σώσαντος, οὐκ  ἂν  ἔχοι  τοῦ καυχᾶσθαι πρόφασιν. Εἰ γὰρ καὶ πρὸ τούτου ἡ περιτομὴ ἀκροβυστία ἐγένετο, πολλῷ μᾶλλον νῦν καὶ γὰρ ἐξ ἑκατέρων ἐκβέβληται τῶν καιρῶν. Εἰπὼν δὲ, ὅτι Ἐξεκλείσθη, δείκνυσι καὶ πῶς. Πῶς οὖν ἐξεκλείσθη, φησί; ∆ιὰ ποίου νόμου; τῶν  ἔργων; Οὐχὶ, ἀλλὰ διὰ νόμου πίστεως. δʹ. Ἰδοὺ καὶ τὴν πίστιν νόμον ἐκάλεσεν, ἐμφιλοχωρῶν  τοῖς ὀνόμασιν,  ὥστε  παραμυθεῖσθαι  τὴν  δοκοῦσαν  εἶναι  καινοτομίαν.  Τίς  δὲ  ὁ  τῆς πίστεως νόμος; ∆ιὰ χάριτος σώζεσθαι. Ἐνταῦθα τὸ δυνατὸν δείκνυσι τοῦ Θεοῦ, ὅτι οὐ μόνον  ἔσωσεν, ἀλλὰ  καὶ ἐδικαίωσε καὶ εἰς καύχησιν  ἤγαγε,  καὶ οὐδὲ ἔργων δεηθεὶς, ἀλλὰ πίστιν ζητήσας μόνον. Ταῦτα δὲ λέγει, καὶ τὸν πιστεύσαντα Ἰουδαῖον μετριάζειν παρασκευάζων, καὶ τὸν μὴ πιστεύσαντα καταστέλλων, ὥστε αὐτὸν ἐφελκύσασθαι. Ὁ μὲν γὰρ σωθεὶς, ἂν μέγα φρονῇ τῷ νόμῳ προσέχων, ἀκούσεται ὅτι αὐτὸς  αὐτοῦ  τὸ  στόμα ἐνέφραξεν,  αὐτὸς  αὐτοῦ  κατηγόρησεν,  αὐτὸς  αὐτοῦ  τὴν σωτηρίαν ἀπηγόρευσε, καὶ τὸ καύχημα ἐξέκλεισεν· ὁ δὲ μὴ πιστεύσας πάλιν, διὰ τῶν αὐτῶν  τούτων  ταπεινωθεὶς,  προσαχθῆναι  τῇ  πίστει  δυνήσεται.  Εἶδες πόση  τῆς πίστεως  ἡ  περιουσία; πῶς  ἀπέστησε τῶν  προτέρων,  μηδὲ  καυχᾶσθαι  ἐπ'  αὐτοῖς ἀφεῖσα; Λογιζόμεθα οὖν  πίστει δικαιοῦσθαι  ἄνθρωπον  χωρὶς  ἔργων  νόμου. Ὅτε ἔδειξεν ἀνωτέρους ὄντας ἀπὸ τῆς πίστεως τῶν Ἰουδαίων, τότε λοιπὸν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ περὶ αὐτῆς διαλέγεται, καὶ τὸ δοκοῦν ἐνταῦθα θορυβεῖν, πάλιν ἰᾶται. Καὶ γὰρ δύο ταῦτα τὰ ταράττοντα ἦν Ἰουδαίους, ἓν μὲν, εἰ τοὺς μετ' ἔργων μὴ σωθέντας δυνατὸν  χωρὶς ἔργων σωθῆναι· ἕτερον δὲ, εἰ τοὺς ἀκροβύστους δίκαιον τῶν αὐτῶν ἀπολαῦσαι τοῖς ἐν τοσούτῳ χρόνῳ συντραφεῖσι τῷ νόμῳ· ὃ πολλῷ τοῦ προτέρου μᾶλλον  αὐτοὺς ἐξετάραττε. ∆ιὰ τοῦτο ἐκεῖνο  κατασκευάσας, ἐπὶ τοῦτο λοιπὸν ἔξεισιν· ὅπερ οὕτως ἐθορύβει τοὺς Ἰουδαίους, ὡς καὶ Πέτρῳ μετὰ τὴν πίστιν ταύτης  ἕνεκεν  ἐγκαλέσαι τῆς ὑποθέσεως, Κορνηλίου καὶ τῶν  κατ' αὐτὸν  ἕνεκεν πραγμάτων. Τί οὖν φησι; Λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. Οὐκ εἶπεν Ἰουδαῖον, ἢ τὸν ὑπὸ τὸν νόμον ὄντα, ἀλλ' ἐξαγαγὼν τὸν λόγον εἰς εὐρυχωρίαν, καὶ τῇ οἰκουμένῃ τὰς θύρας ἀνοίξας τῆς σωτηρίας, φησὶν, Ἄνθρωπον, τὸ κοινὸν  τῆς φύσεως ὄνομα θείς. Εἶτα ἀπὸ τούτου λαβὼν ἀφορμὴν, μὴ τεθεῖσαν ἀντίθεσιν λύει. Ἐπειδὴ γὰρ εἰκὸς ἦν Ἰουδαίους ἀκούσαντας, ὅτι πάντα ἄνθρωπον ἡ πίστις  δικαιοῖ,  δυσχεραίνειν  καὶ σκανδαλίζεσθαι, ἐπήγαγεν·  Ἢ Ἰουδαίων  ὁ Θεὸς μόνον; ὡς ἂν εἰ ἔλεγε· ∆ιὰ τί γάρ σοι τοῦτο ἄτοπον εἶναι δοκεῖ, τὸ πάντα ἄνθρωπον σώζεσθαι; μὴ γὰρ μερικός ἐστιν ὁ Θεός; ἐκ τούτου  δεικνὺς,  ὅτι βουλόμενοι  τοῖς ἔθνεσιν ἐπηρεάζειν, τοῦ Θεοῦ τὴν δόξαν λυμαίνονται  μᾶλλον, εἴ γε μὴ συγχωροῖεν αὐτὸν  πάντων   εἶναι  Θεόν.  Εἰ δὲ  πάντων   ἐστὶ,  καὶ  προνοεῖται  πάντων·  εἰ  δὲ προνοεῖται  πάντων,  πάντας  ὁμοίως  σώζει διὰ τῆς  πίστεως. ∆ιὰ τοῦτό  φησιν· Ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; Ναὶ καὶ ἐθνῶν. Οὐ γάρ ἐστι μερικὸς, οἷοι οἱ Ἑλλήνων μῦθοι, ἀλλὰ κοινὸς ἁπάντων καὶ εἷς· διὸ καὶ ἐπάγει· Ἐπείπερ εἷς ὁ Θεός. Τουτέστιν, ὁ αὐτὸς  καὶ τούτων  κἀκείνων  ∆εσπότης. Εἰ δὲ τὰ παλαιά  μοι λέγεις, καὶ τότε κοινὰ τὰ τῆς προνοίας ἦν, εἰ καὶ διαφόρως· καὶ γάρ σοι νόμος ἐδόθη γραπτὸς, κἀκείνοις νόμος φυσικὸς, καὶ οὐδὲν ἔλαττον εἶχον, εἴ γε ἐβούλοντο, ἀλλὰ καὶ  νικᾷν  ἠδύναντο·  διὸ  καὶ  ἐπήγαγε,  τοῦτο  αὐτὸ  αἰνιττόμενος·  Ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως· τῶν ἔμπροσθεν περὶ ἀκροβυστίας καὶ περιτομῆς εἰρημένων  αὐτοὺς ἀναμνήσας, δι' ὧν ἔδειξεν οὐδεμίαν οὖσαν διαφοράν.  Εἰ δὲ τότε  οὐδεμία ἦν  διαφορὰ,  πολλῷ  μᾶλλον  νῦν·  ὅπερ καὶ σαφέστερον κατασκευάζων νῦν, ἀπέδειξεν ὁμοίως ἑκάτερον τῆς πίστεως δεόμενον. Νόμον οὖν καταργοῦμεν, φησὶ, διὰ τῆς πίστεως; Μὴ γένοιτο· ἀλλὰ νόμον ἱστῶμεν. Εἶδες σύνεσιν ποικίλην  καὶ ἄφατον;  Αὐτῷ γὰρ τῷ  εἰπεῖν,  Ἱστῶμεν,  ἔδειξεν  οὐχ ἑστῶτα, ἀλλὰ καταλελυμένον.  Καὶ ὅρα τῆς Παύλου δυνάμεως τὴν ὑπερβολὴν, καὶ μεθ' ὅσης κατασκευάζει περιουσίας ἃ βούλεται. ∆είκνυσι γὰρ ἐνταῦθα οὐ μόνον οὐ λυμαινομένην τῷ νόμῳ τὴν πίστιν, ἀλλὰ καὶ βοηθοῦσαν αὐτῷ, ὥσπερ οὖν καὶ αὐτὸν τῇ πίστει προοδοποιοῦντα. Καθάπερ γὰρ αὐτὸς προλαβὼν αὐτῇ ἐμαρτύρησε· Μαρτυρουμένη γὰρ ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, φησίν· οὕτω καὶ αὐτὴ αὐτὸν ἀτονοῦντα ἔστησε. Καὶ πῶς ἔστησε, φησί; τί ἦν τοῦ νόμου τὸ ἔργον, καὶ τίνος ἕνεκεν ἅπαντα ἔπραττεν; Ὥστε δίκαιον ποιῆσαι τὸν ἄνθρωπον. Ἀλλ' ἐκεῖνος μὲν τοῦτο οὐκ ἴσχυσε· Πάντες γὰρ, φησὶν, ἥμαρτον· ἡ πίστις δὲ ἐλθοῦσα αὐτὸ κατώρθωσεν· ὁμοῦ γάρ τις ἐπίστευσε καὶ ἐδικαιώθη.  Οὐκοῦν ἔστησε τοῦ νόμου τὸ θέλημα, καὶ δι' ὃ πάντα ἔπραττεν ἐκεῖνος, τοῦτο αὕτη εἰς τέλος ἤγαγεν. Οὐκ ἄρα αὐτὸν κατήργησεν, ἀλλ' ἀπήρτισε. Τρία τοίνυν ἐνταῦθα ἀπέδειξε, καὶ ὅτι χωρὶς νόμου δυνατὸν δικαιωθῆναι, καὶ ὅτι τοῦτο οὐκ ἴσχυσεν ὁ νόμος, καὶ ὅτι ἡ πίστις αὐτῷ οὐ μάχεται. Ἐπειδὴ γὰρ τοῦτο μάλιστα τοὺς Ἰουδαίους ἐθορύβει, τὸ δοκεῖν ἀπεναντίας αὐτῷ τὴν πίστιν εἶναι, δείκνυσι πλέον οὗ βούλεται ὁ Ἰουδαῖος, οὐ μόνον οὐκ οὖσαν ἐναντίαν, ἀλλὰ καὶ σφόδρα σύμμαχόν τε καὶ συνεργὸν οὖσαν· ὃ μάλιστα ἐπόθουν ἀκοῦσαι. εʹ. Ἀλλ' ἐπειδὴ μετὰ τὴν χάριν ταύτην, δι' ἧς ἐδικαιώθημεν, καὶ πολιτείας χρεία, ἀξίαν ἐπιδειξώμεθα τῆς δωρεᾶς τὴν σπουδήν· ἐπιδειξόμεθα δὲ, ἂν τὴν μητέρα τῶν ἀγαθῶν τὴν ἀγάπην μετὰ πολλῆς φυλάττωμεν τῆς σπουδῆς. Ἀγάπη δέ ἐστιν, οὐ ψιλὰ ῥήματα οὐδὲ προσρήσεις ἁπλῶς, ἀλλὰ προστασία καὶ δι' ἔργων ἐπίδειξις· οἷον, τὸ πενίαν λύειν, τὸ νοσοῦσι συναμύνειν, τὸ κινδύνων  ἀπαλλάττειν,  τὸ ἐν περιστάσεσιν οὖσι παρίστασθαι, τὸ κλαίειν  μετὰ κλαιόντων,  τὸ χαίρειν μετὰ χαιρόντων·  καὶ γὰρ καὶ τοῦτο ἀγάπης· καίτοι δοκεῖ μικρὸν εἶναι τοῦτο, τὸ χαίρειν μετὰ χαιρόντων· σφόδρα μέντοι μέγα ἐστὶ καὶ φιλοσόφου δεόμενον γνώμης· καὶ πολλοὺς ἂν εὕροιμεν τὸ μὲν πικρότερον  ἀνύοντας,  πρὸς τοῦτο δὲ ἀτονοῦντας·  πολλοὶ  γὰρ κλαίουσι μὲν μετὰ κλαιόντων, οὐκέτι δὲ καὶ μετὰ χαιρόντων χαίρουσιν, ἀλλὰ δακρύουσιν ἑτέρων χαιρόντων·  ὅπερ ἐστὶ βασκανία καὶ  φθόνος.  Οὐ τοίνυν  μικρὸν  κατόρθωμα,  τοῦ ἀδελφοῦ χαίροντος χαίρειν, ἀλλὰ καὶ θατέρου μεῖζον· τάχα δὲ οὐ τοῦ κλαίειν μόνον μετὰ κλαιόντων, ἀλλὰ καὶ τοῦ παραστῆναι ἐν κινδύνοις μεῖζον. Πολλοὶ γοῦν κινδυνεύουσι  μὲν συνεκινδύνευσαν, εὐδοκιμούντων  δὲ ἐδήχθησαν· τοσαύτη ἡ τῆς βασκανίας τυραννίς. Καίτοι τὸ μὲν πόνων ἐστὶ καὶ ἱδρώτων, τοῦτο δὲ προαιρέσεως καὶ   γνώμης   μόνον·   ἀλλ'   ὅμως   τὸ   χαλεπώτερον    ὑπομείναντες    πολλοὶ,   τὸ εὐκολώτερον  τούτου  οὐκ ἤνυσαν, ἀλλὰ  τήκονται  καὶ ἀπόλλυνται,  ὅταν  ἑτέρους εὐδοκιμοῦντας ἴδωσιν, ὅταν Ἐκκλησίαν ὠφελουμένην  ὁλόκληρον, ἢ λόγῳ ἢ καὶ ἑτέρῳ τινὶ τρόπῳ· οὗ τί χεῖρον γένοιτ' ἄν; Οὐδὲ γὰρ τῷ ἀδελφῷ λοιπὸν, ἀλλὰ καὶ τῷ θελήματι τοῦ Θεοῦ ὁ τοιοῦτος μάχεται. Τοῦτο οὖν ἐννοήσας, παῦσαι τῆς νόσου, καὶ εἰ μὴ τὸν  πλησίον  βούλει,  σαυτὸν  γοῦν  ἀπάλλαξον  τῶν  μυρίων  κακῶν.  Τί πόλεμον ἐπεισάγεις σου τοῖς λογισμοῖς; τί θορύβου τὴν ψυχὴν πληροῖς; τί χειμῶνα ἐργάζῃ; τί τὰ ἄνω κάτω ποιεῖς; πῶς δυνήσῃ διακείμενος οὕτως, ἁμαρτιῶν ἄφεσιν αἰτῆσαι;  Εἰ  γὰρ  τοῖς  τὰ  εἰς  αὐτοὺς  μὴ  συγχωροῦσιν  οὐδὲ  αὐτὸς  ἀφίησι  τὰ ἁμαρτήματα, τοῖς τοὺς οὐδὲν ἠδικηκότας ἀδικεῖν ἐπιχειροῦσι ποίαν ἄφεσιν δώσει; Ἐσχάτης γὰρ τοῦτο πονηρίας ἀπόδειξις· οἱ τοιοῦτοι μετὰ τοῦ διαβόλου πολεμοῦσι τὴν Ἐκκλησίαν· τάχα δὲ καὶ πολλῷ χεῖρον· τὸν μὲν γὰρ καὶ φυλάττεσθαι δυνατὸν, οὗτοι δὲ προσωπεῖον φιλίας ὑποδύντες, λάθρᾳ τὴν πυρὰν ἀνάπτουσιν, ἑαυτοὺς προτέρους εἰς τὴν κάμινον ἐμβάλλοντες, καὶ νοσοῦντες νόσον οὐ μόνον ἐλεηθῆναι μὴ δυναμένην,  ἀλλὰ καὶ πολὺν τὸν γέλωτα  ἔχουσαν. Τί γὰρ ὠχριᾷς, εἰπέ μοι, καὶ τρέμεις  καὶ  περιδεὴς  ἕστηκας;  τί  γέγονε  δεινόν;  ὅτι  λαμπρὸς  ὁ  ἀδελφὸς  καὶ περιφανὴς  καὶ εὐδόκιμος; Οὐκοῦν στεφανοῦσθαί σε δεῖ καὶ χαίρειν  καὶ τὸν Θεὸν δοξάζειν, ὅτι τὸ μέλος τὸ σὸν λαμπρὸν  καὶ περιφανές·  ἀλλὰ  ἀλγεῖς,  ὅτι ὁ Θεὸς δοξάζεται. Ὁρᾷς ποῦ τείνει  ὁ πόλεμος; Ἀλλ' οὐχ  ὅτι  ὁ Θεὸς, φησὶν,  ἀλλ' ὅτι  ὁ ἀδελφὸς δοξάζεται. Ἀλλὰ διὰ τούτου πρὸς τὸν Θεὸν ἀναβαίνει ἡ δόξα· οὐκοῦν καὶ ὁ παρὰ  σοῦ  πόλεμος.  Ἀλλ'  οὐ  τοῦτό  με  λυπεῖ,  φησὶν,  ἀλλὰ  δι'  ἐμοῦ  τὸν  Θεὸν ἐβουλόμην δοξάζεσθαι. Οὐκοῦν χαῖρε εὐδοκιμοῦντος  τοῦ ἀδελφοῦ, καὶ δοξάζεται καὶ διὰ σοῦ πάλιν ὁ Θεὸς, καὶ πάντες ἐροῦσιν· Εὐλογητὸς ὁ Θεὸς ὁ τοιούτους ἔχων οἰκέτας, φθόνου παντὸς ἀπηλλαγμένους, τοῖς ἀλλήλων συνηδομένους καλοῖς. Καὶ τί λέγω τὸν ἀδελφόν; Εἰ γὰρ καὶ πολέμιος ἦν καὶ ἐχθρὸς, ὁ δὲ Θεὸς δι' αὐτοῦ ἐδοξάζετο, φίλον  ἔδει ποιήσασθαι διὰ τοῦτο· σὺ δὲ τὸν φίλον  ἐχθρὸν  ποιεῖς, ἐπειδὴ ὁ Θεὸς δοξάζεται διὰ τῆς εὐδοκιμήσεως ἐκείνου. Κἂν μὲν τὸ σῶμά τις θεραπεύσῃ τὸ σὸν κακῶς ἔχον, κἂν ἐχθρὸς ᾖ, τῶν πρώτων αὐτὸν ἡγήσῃ φίλων εἶναι λοιπόν· τὸν δὲ τοῦ Χριστοῦ τὸ σῶμα καλλωπίζοντα,  τουτέστι τὴν Ἐκκλησίαν, καὶ φίλον ὄντα, ἐχθρὸν ἡγῇ; Καὶ πῶς ἂν ἑτέρως τὸν πρὸς τὸν Χριστὸν ἐπεδείξω πόλεμον; ∆ιὰ τοῦτο κἂν σημεῖά τις ποιῇ, κἂν παρθενίαν, κἂν νηστείαν, κἂν χαμευνίαν ἐπιδείξηται, καὶ πρὸς τοὺς ἀγγέλους διὰ ταύτης τῆς ἀρετῆς φθάσῃ, πάντων ἔσται ἐναγέστερος, τοῦτο ἔχων τὸ ἐλάττωμα, καὶ μοιχοῦ καὶ πόρνου καὶ λῃστοῦ καὶ τυμβωρύχου παρανομώτερος.  ʹ. Καὶ ἵνα μή τις ὑπερβολὴν καταγνῷ τοῦ λόγου, ἐκεῖνο ἂν ἡδέως ἐροίμην ὑμᾶς· Εἰ πῦρ καὶ  δίκελλάν   τις  λαβὼν,  τοῦτον  καθῄρει  καὶ  ἐνεπίμπρα  τὸν  οἶκον  καὶ  τουτὶ κατέσκαπτε τὸ θυσιαστήριον, οὐκ ἂν λίθοις ἕκαστος αὐτὸν ἔβαλλε τῶν παρόντων ὡς ἐναγῆ  καὶ παράνομον; Τί οὖν, ἂν  τοῦ πυρὸς τούτου  δαπανητικωτέραν  τις  φέρῃ φλόγα,  τὴν  βασκανίαν  λέγω,  οὐχὶ  λίθων  οἰκοδομὰς καθαιροῦσαν, οὐδὲ χρυσοῦν θυσιαστήριον κατασκάπτουσαν, ἀλλὰ τὸ πολὺ καὶ τῶν τοίχων καὶ τοῦ θυσιαστηρίου τιμιώτερον,  τῶν  διδασκάλων  τὴν  οἰκοδομὴν  ἀνατρέπουσαν  καὶ  λυμαινομένην, ποίας ἂν εἴη συγγνώμης ἄξιος; Μὴ γάρ μοι λεγέτω τις, ὅτι πολλάκις ἐπιχειρήσας οὐκ ἴσχυσεν· ἀπὸ  γὰρ  τῆς  γνώμης  τὰ  πράγματα  κρίνεται·  ἐπεὶ  καὶ  ὁ  Σαοὺλ  ἀπέκτεινε τὸν ∆αυῒδ, εἰ καὶ μὴ ἐπέτυχεν. Οὐκ ἐννοεῖς, εἰπέ μοι, ὅτι τοῖς προβάτοις ἐπιβουλεύεις τοῦ Χριστοῦ, τῷ ποιμένι πολεμῶν, καὶ τοῖς προβάτοις, ὑπὲρ ὧν καὶ τὸ αἷμα ἐξέχεεν  ὁ Χριστὸς, καὶ πάντα  καὶ ποιεῖν  καὶ πάσχειν  ἡμᾶς ἐκέλευσεν; οὐκ ἀναμιμνήσκεις σαυτὸν, ὅτι ὁ μὲν ∆εσπότης σου τὴν δόξαν τὴν σὴν ἐζήτησε, καὶ οὐχὶ τὴν  ἑαυτοῦ, σὺ δὲ οὐ τὴν  τοῦ ∆εσπότου ζητεῖς, ἀλλὰ  τὴν  ἑαυτοῦ; Καίτοι εἰ τὴν ἐκείνου ἐζήτεις, τότε ἂν καὶ τῆς σῆς ἐπέτυχες· τὴν δὲ σὴν ζητῶν πρὸ τῆς ἐκείνου, οὐδὲ  ταύτης   ἀπολαύσῃ  ποτέ.  Τίς  οὖν  ἔσται  θεραπεία  τούτου;  Κοινῇ  πάντες εὐξώμεθα, καὶ μίαν ὑπὲρ αὐτῶν ἀνενέγκωμεν  φωνὴν, ὡς ὑπὲρ τῶν ἐνεργουμένων. Καὶ γὰρ οὗτοι ἀθλιώτερον διάκεινται ἐκείνων, ὅσῳ καὶ προαιρέσεώς ἐστιν ἡ μανία. Εὐχῆς γὰρ δεῖται τὸ νόσημα τοῦτο καὶ πολλῆς τῆς δεήσεως. Εἰ γὰρ ὁ μὴ φιλῶν  τὸν ἀδελφὸν, ἐὰν χρήματα κενώσῃ, κἂν ἐν μαρτυρίῳ διαλάμψῃ, οὐδὲν ἀνύει πλέον· ὁ καὶ πολεμῶν τῷ μηδὲν ἠδικηκότι ἐννόησον πόσης ἂν εἴη τιμωρίας ἄξιος. Οὗτος καὶ Ἑλλήνων  χείρων.  Εἰ γὰρ τὸ φιλεῖν  τοὺς  φιλοῦντας  οὐδὲν  πλέον  ἡμᾶς  ἀφίησιν ἐκείνων  ἔχειν,  ὁ  τοῖς  φιλοῦσι  βασκαίνων  ποῦ  στήσεται, εἰπέ  μοι; Καὶ γὰρ  τοῦ πολεμεῖν χεῖρόν ἐστι τὸ βασκαίνειν. Ὁ μὲν γὰρ πολεμῶν, τῆς αἰτίας λυθείσης δι' ἣν ὁ πόλεμος, καὶ τὴν ἔχθραν κατέλυσεν· ὁ δὲ βάσκανος οὐδέποτε ἂν γένοιτο φίλος. Καὶ ὁ μὲν  τὴν  μάχην  φανερὰν  ἐπιδείκνυται,  ὁ  δὲ  συνεσκιασμένην·  καὶ  ὁ  μὲν  αἰτίαν πολλάκις ἔχει εἰπεῖν εὔλογον τοῦ πολέμου, ὁ δὲ οὐδὲν ἕτερον ἢ μανίαν καὶ γνώμην σατανικήν. Τίνι οὖν ἄν τις τὴν τοιαύτην παραβάλοι ψυχήν; ποίᾳ ἐχίδνῃ; ποίᾳ ἀσπίδι; ποίῳ  σκώληκι;  τίνι  κανθάρῳ;  Οὔτε γὰρ  ἐναγέστερον,  οὔτε  πονηρότερόν  τι  τῆς τοιαύτης  ψυχῆς.  Τοῦτο γὰρ, τοῦτο  τὰς  Ἐκκλησίας ἀνέτρεψε,  τοῦτο  τὰς  αἱρέσεις ἔτεκε,  τοῦτο  ἀδελφικὴν   ὥπλισε  χεῖρα,  καὶ  αἵματι  δικαίου  δεξιὰν  βαπτισθῆναι ἐποίησε, καὶ νόμους ἀνέσπασε φύσεως, καὶ τῷ θανάτῳ τὰς θύρας ἀνέῳξε, καὶ τὴν ἀρὰν ἐκείνην  εἰς ἔργον ἤγαγε, καὶ οὔτε ὠδίνων  οὔτε γονέων  οὔτε ἄλλου  τινὸς ἀναμνησθῆναι  τὸν ἄθλιον  εἴασεν ἐκεῖνον, ἀλλ' οὕτως αὐτὸν ἐξεβάκχευσε καὶ εἰς τοσοῦτον ἤγαγεν οἶστρον, ὡς καὶ τοῦ Θεοῦ παρακαλοῦντος καὶ λέγοντος, Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ, μηδὲ οὕτως ἐνδοῦναι.  Καίτοι γε καὶ τοῦ ἐγκλήματος αὐτὸν ἀφῆκε, καὶ τὸν ἀδελφὸν ὑπέταξεν· ἀλλ' ὅμως οὕτως ἀνίατον τὸ νόσημα τοῦτο,  ὡς  καὶ  μυρίων  φαρμάκων  ἐπικειμένων,  τὴν  οἰκείαν  ἀναβλύζειν σηπεδόνα. Τίνος γὰρ ἕνεκεν ἀλγεῖς, ὦ πάντων  ἀθλιώτερε σύ; ὅτι ἐτιμήθη ὁ Θεός; Ἀλλὰ τοῦτο γνώμης σατανικῆς. Ἀλλ' ὅτι παρευδοκίμησεν ὁ ἀδελφός; Ἀλλ' ἔξεστι καὶ σοὶ πάλιν αὐτὸν παραδραμεῖν. Ὥστε εἰ βούλει νικῆσαι, μὴ σφάξῃς μηδὲ ἀνέλῃς, ἀλλ' ἄφες μένειν ἵνα τηρῆται τῶν παλαισμάτων ἡ ὑπόθεσις, καὶ νίκησον ζῶντα· οὕτω γάρ σοι λαμπρὸς ὁ στέφανος ἔμελλεν ἔσεσθαι· νυνὶ δὲ ἀνελὼν, μείζονα κατὰ σαυτοῦ τῆς ἥττης τὴν ψῆφον ἐκφέρεις. Ἀλλ' οὐδὲν τούτων ἡ βασκανία οἶδε. Τίνος δὲ ἕνεκεν καὶ δόξης ἐρᾷς ἐν ἐρημίᾳ τοσαύτῃ; οὗτοι γὰρ μόνοι τότε τὴν γῆν  ᾤκουν. Ἀλλ'  οὐδὲ τοῦτο αὐτὸν ἐπέσχεν, ἀλλὰ πάντα ἀπὸ τῆς ψυχῆς ῥίψας, ἵστατο μετὰ τοῦ διαβόλου καὶ παρετάττετο· καὶ γὰρ ἐκεῖνος ἦν ὁ στρατηγῶν τότε μετὰ τοῦ Κάϊν. Ἐπειδὴ γὰρ οὐκ ἤρκεσεν αὐτῷ τὸ γενέσθαι θνητὸν  τὸν ἄνθρωπον, καὶ τῷ τρόπῳ τοῦ θανάτου μείζονα τὴν τραγῳδίαν  ἐπεχείρει ποιῆσαι, καὶ ἀνέπειθεν  ἀδελφοκτόνον  γενέσθαι· ἠπείγετο  γὰρ  καὶ  ὤδινεν  ἰδεῖν  τὴν  ἀπόφασιν  εἰς  ἔργον  ἐκφερομένην  ὁ μηδέποτε ἐκ τῶν ἡμετέρων κορεννύμενος κακῶν. Ὥσπερ ἂν εἴ τις δεσμώτην ἔχων ἐχθρὸν, ἀπόφασιν δεξάμενον ἰδὼν, πρὶν ἢ τὴν πόλιν ἐξελθεῖν, ἐπείγοιτο καὶ ἔνδον σφαττόμενον  ἰδεῖν,  καὶ  μηδὲ  τὸν  προσήκοντα ἀναμένοι  καιρόν· οὕτω  δὴ  καὶ  ὁ διάβολος τότε. Καίτοι γε ἀκούσας, ὅτι εἰς γῆν ἀπελεύσεται ὁ ἄνθρωπος, ὤδινέ  τι πλέον ἰδεῖν, υἱὸν πρὸ πατρὸς τελευτῶντα,  καὶ ἀδελφὸν  ἀδελφὸν  ἀναιροῦντα, καὶ ἄωρον  καὶ  βιαίαν  σφαγήν.  ζʹ.  Εἶδες πρὸς πόσα ὑπηρέτησεν  ὁ φθόνος;  πῶς  τὴν ἀκόρεστον τοῦ διαβόλου γνώμην ἐνέπλησε, καὶ τοσαύτην αὐτῷ παρέθηκε τράπεζαν, ὅσην ἰδεῖν ἐπεθύμησεν ἐκεῖνος; Φεύγωμεν τοίνυν τὸ νόσημα. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸ πῦρ ἐκεῖνο διαφυγεῖν τὸ ἡτοιμασμένον τῷ διαβόλῳ, μὴ ταύτης ἀπαλλαγέντας τῆς
ἀῤῥωστίας·  ἀπαλλαγησόμεθα  δὲ,  ἂν  ἐννοήσωμεν   πῶς  τε  ἡμᾶς  ἠγάπησε,  καὶ ἀλλήλους ἐκέλευσεν ἀγαπᾷν ὁ Χριστός. Πῶς οὖν ἡμᾶς ἠγάπησε; Τὸ αἷμα τὸ τίμιον ἔδωκεν ὑπὲρ ἡμῶν ἐχθρῶν ὄντων καὶ τὰ μέγιστα ἠδικηκότων. Τοῦτο καὶ σὺ ποίησον ἐπὶ τοῦ ἀδελφοῦ· διὰ γὰρ τοῦτο, φησὶν, Ἐντολὴν  καινὴν  δίδωμι  ὑμῖν, ἵνα οὕτως ἀγαπᾶτε ἀλλήλους,  καθὼς  ἐγὼ  ἠγάπησα ὑμᾶς. Μᾶλλον δὲ οὐδὲ οὕτω τὸ μέτρον ἵσταται· αὐτὸς γὰρ ὑπὲρ τῶν ἐχθρῶν τοῦτο ἐποίησεν. Ἀλλ' οὐ βούλει τὸ αἷμα δοῦναι τὸ  σαυτοῦ  ὑπὲρ  τοῦ  ἀδελφοῦ;  Τί  οὖν  καὶ  τὸ  ἐκείνου  ἐκχέεις,  ἐκ  διαμέτρου παρακούων τῆς ἐντολῆς; Καίτοι αὐτὸς μὲν ὅπερ ἐποίησεν, οὐκ ἐξ ὀφειλῆς· σὺ δὲ, ἂν ποιῇς, ὀφειλὴν λοιπὸν πληροῖς· ἐπεὶ καὶ ἐκεῖνος ὁ τὰ μύρια τάλαντα λαβὼν, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτῶν, οὐ διὰ τοῦτο ἐκολάζετο μόνον, ὅτι ἀπῄτει, ἀλλ' ὅτι οὐδὲ τῇ εὐεργεσίᾳ γέγονε βελτίων, οὐδὲ ἄρξαντος τοῦ δεσπότου κατηκολούθησε, καὶ τὸ χρέος ἀπέδωκε· καὶ γὰρ χρέος ἦν  λοιπὸν  τὸ παρὰ τοῦ δούλου  γενόμενον,  εἴ γε ἐγένετο.  Καὶ γὰρ ἅπαντα  ἅπερ ποιοῦμεν,  ὀφειλὴν  πληροῦντες  ποιοῦμεν.  ∆ιὸ καὶ αὐτὸς  ἔλεγεν·  Ὅταν  πάντα  ποιήσητε,  λέγετε,  ὅτι  Ἀχρεῖοι  δοῦλοί  ἐσμεν· ἃ  γὰρ ὠφείλομεν  ποιῆσαι, ἐποιήσαμεν. Κἂν ἀγάπην  τοίνυν  ἐπιδειξώμεθα,  κἂν χρήματα δῶμεν  τοῖς  δεομένοις,  ὀφειλὴν  πληροῦμεν· οὐχ  ὅτι  κατῆρξεν  αὐτὸς  εὐεργεσιῶν μόνον,  ἀλλ' ὅτι καὶ τὰ αὐτοῦ διανέμομεν,  ἄν ποτε δῶμεν.  Τί τοίνυν  ἀποστερεῖς σεαυτὸν ὧν  αὐτός σε βούλεται  κύριον  εἶναι; ∆ιὰ τοῦτο γάρ σοι ἐκέλευσεν αὐτὰ δοῦναι ἑτέρῳ, ἵνα σὺ αὐτὰ ἔχῃς. Ἕως μὲν γὰρ μόνος κατέχεις, οὐδὲ αὐτὸς ἔχεις· ὅταν δὲ ἑτέρῳ δῷς, τότε καὶ αὐτὸς ἔλαβες. Ἆρά τι τούτου τοῦ φίλτρου γένοιτ' ἂν ἴσον; Αὐτὸς ἐξέχεε τὸ αἷμα ὑπὲρ τῶν ἐχθρῶν, ἡμεῖς δὲ οὐδὲ χρήματα ὑπὲρ τοῦ εὐεργέτου· αὐτὸς τὸ αἷμα τὸ ἑαυτοῦ, ἡμεῖς δὲ οὐδὲ χρήματα τὰ οὐχ ἡμῶν· αὐτὸς πρὸ ἡμῶν, ἡμεῖς δὲ οὐδὲ μετ' αὐτόν· αὐτὸς ὑπὲρ τῆς ἡμετέρας σωτηρίας, ἡμεῖς δὲ οὐδὲ ὑπὲρ τῆς ἡμετέρας ὠφελείας· οὐδὲ γὰρ αὐτῷ τι γίνεται πλέον ἐκ τῆς ἡμετέρας φιλανθρωπίας, ἀλλὰ  τὸ πᾶν  εἰς  ἡμᾶς περιίσταται  κέρδος. ∆ιὰ γὰρ τοῦτο  καὶ  κελευόμεθα  αὐτὰ δοῦναι, ἵνα μὴ αὐτῶν  ἐκπέσωμεν ἡμεῖς. Ὥσπερ γὰρ εἰ παιδίῳ  τις ἀργύριον  δῴη μικρῷ, κελεύει  κατέχειν  σφοδρῶς, ἢ καὶ τῷ  οἰκέτῃ  δοῦναι  φυλάττειν,  ὥστε μὴ ἐξεῖναι ἁρπάσαι τῷ βουλομένῳ· οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖ. ∆ὸς γὰρ τῷ δεομένῳ, φησὶν, ἵνα μὴ ἁρπάσῃ τις αὐτὰ ἀπὸ σοῦ, οἷον ἢ συκοφάντης, ἢ διάβολος, ἢ κλέπτης, ἢ μετὰ  πάντας  ὁ  θάνατος.  Ἕως  μὲν  γὰρ  ἂν  αὐτὸς  αὐτὰ  κατέχῃς,  οὐκ  ἀσφαλῶς κατέχεις· ἐὰν δὲ ἐμοὶ αὐτὰ δῷς διὰ τῶν πενήτων, ἐγώ σοι φυλάττω  μετὰ ἀκριβείας ἅπαντα, καὶ ἐν καιρῷ τῷ προσήκοντι μετὰ πολλῆς αὐτὰ ἀποκαταστήσω τῆς περιουσίας. Οὐ γὰρ ἵνα ἀφέλωμαι  λαμβάνω, ἀλλ' ἵνα πλείονα ποιήσω, ἵνα ἀκριβέστερον φυλάξω, ἵνα κατ' ἐκεῖνόν σοι αὐτὰ τηρήσω τὸν χρόνον, καθ' ὃν οὐδεὶς ὁ δανείζων  οὐδὲ ὁ ἐλεῶν  ἐστι. Τί οὖν γένοιτ' ἂν ἡμῶν  ὠμότερον μετὰ τοιαύτας ὑποσχέσεις μὴ ἀνεχομένων  αὐτῷ δανείζειν; Τοιγάρτοι διὰ τοῦτο ἔρημοι καὶ γυμνοὶ καὶ πένητες πρὸς αὐτὸν ἀπερχόμεθα, τὰ πιστευθέντα οὐκ ἔχοντες, ὅτι μὴ τῷ πάντων αὐτὰ ἀκριβέστερον φυλάττοντι  παρακατατιθέμεθα. ∆ιὸ καὶ τὴν ἐσχάτην δώσομεν δίκην.  Τί γὰρ καὶ ἐγκαλούμενοι  δυνησόμεθα  εἰπεῖν  ὑπὲρ τῆς  ἀπωλείας  ἑαυτῶν; ποίαν  πρόφασιν  προβαλέσθαι;  τίνα  ἀπολογίαν;  Τίνος  γὰρ  ἕνεκεν  οὐκ  ἔδωκας; ἀπιστεῖς, ὅτι λήψῃ πάλιν; Καὶ πῶς ἂν ἔχοι τοῦτο λόγον; ὁ γὰρ τῷ μὴ δεδωκότι δοὺς, πῶς οὐ πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν δώσει; Ἀλλὰ τέρπει σε αὐτῶν ἡ ὄψις; Οὐκοῦν πολλῷ μᾶλλον διὰ τοῦτο δὸς, ἵνα ἐκεῖσε τέρψῃ μειζόνως, ὅτε οὐδεὶς αὐτὰ ἀφαιρήσεται· ὡς νῦν γε κατέχων καὶ μυρία πείσῃ δεινά. Καθάπερ γὰρ κύων, οὕτως ἐνάλλεται τοῖς πλουτοῦσιν ὁ διάβολος, ὥσπερ ψωμὸν ἢ πλακοῦντα παιδίου κατέχοντος  ἀποσπάσαι θέλων.  ∆ῶμεν  τοίνυν  αὐτὰ  τῷ  Πατρί. Κἂν ἴδῃ  τοῦτο  ὁ διάβολος γενόμενον, ἀναχωρήσει πάντως· ἀναχωρήσαντος δὲ ἐκείνου, τότε σοὶ μετὰ ἀσφαλείας αὐτὰ ὁ πατὴρ δώσει πάντα, ὅταν μὴ δύνηται ἐνοχλεῖν  ἐκεῖνος κατὰ τὸν αἰῶνα   τὸν   μέλλοντα.   Ὡς  νῦν   γε  τῶν   μικρῶν   παιδίων   τῶν   ὑπὸ  κυνιδίων ἐνοχλουμένων   οὐδὲν  διαφέρουσιν  οἱ  πλουτοῦντες,   πάντων   ὑλακτούντων   περὶ αὐτοὺς, σπαραττόντων, ἑλκόντων οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ παθῶν ἀνελευθέρων,   γαστριμαργίας,   μέθης,   κολακείας,   ἀσελγείας   ἁπάσης.  Κἂν  μὲν δανείζειν δέῃ, τοὺς πολὺ διδόντας περιεργαζόμεθα, καὶ τοὺς εὐγνώμονας περισκοποῦμεν· ἐνταῦθα δὲ τοὐναντίον ποιοῦμεν· τὸν μὲν εὐγνωμονοῦντα  Θεὸν καὶ οὐχὶ ἑκατοστὴν, ἀλλὰ ἑκατονταπλασίονα παρέχοντα ἀφίεμεν, τοὺς δὲ οὐκ ἀποδώσοντας  ἡμῖν  οὐδὲ  τὸ  κεφάλαιον,  τούτους  ἐπιζητοῦμεν. 

ηʹ. Τί γὰρ  ἡμῖν  ἡ γαστὴρ ἀποδώσει τὰ πλείονα καταναλίσκουσα; Κόπρον καὶ φθοράν. Τί δὲ ἡ κενοδοξία; Φθόνον καὶ βασκανίαν. Τί δὲ ἡ φειδωλία; Φροντίδα καὶ μέριμναν. Τί δὲ ἡ ἀσέλγεια; Γέενναν καὶ σκώληκα ἰοβόλον. Οὗτοι γὰρ τῶν πλουτούντων  οἱ χρεῶσται, τούτους τοῦ κεφαλαίου τοὺς τόκους καταβάλλοντες, τὰ ἐνταῦθα κακὰ καὶ τὰ προσδοκώμενα δεινά. Τούτοις οὖν, εἰπέ μοι, δανείσομεν ἐπὶ τοσαύτῃ κολάσει, καὶ οὐ πιστεύσομεν αὐτὰ τῷ Χριστῷ τῷ τὸν οὐρανὸν προτείνοντι, τὴν ζωὴν τὴν ἀθάνατον, τὰ ἀπόῤῥητα ἀγαθά; καὶ ποίαν ἕξομεν ἀπολογίαν; Τίνος γὰρ ἕνεκεν οὐ δίδως τῷ καὶ δώσοντι πάντως, καὶ πλείονα δώσοντι; Τάχα, ὅτι διὰ πολλοῦ δίδωσι χρόνου; Καίτοι γε καὶ ἐνταῦθα  δίδωσιν· ἀψευδὴς γάρ ἐστιν ὁ λέγων,  Ζητεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Εἶδες φιλοτιμίας ὑπερβολήν; Ἐκεῖνά σοι, φησὶ, τετήρηνται καὶ οὐ μειοῦνται, ταῦτα δὲ τὰ ἐνταῦθα ἐν τάξει προσθήκης καὶ περιουσίας δίδωμι. Χωρὶς δὲ τούτων καὶ τὸ διὰ μακροῦ λαβεῖν τοῦ χρόνου πλεονάζει σοι τὸν πλοῦτον· ὁ γὰρ τόκος γίνεται πλείων. Καὶ γὰρ ἐπὶ τῶν δανειζομένων  τοῦτο ὁρῶμεν  τοὺς δανειστὰς ποιοῦντας  προθυμότερον  τοῖς  μετὰ πολὺν  καταβάλλουσι χρόνον  δανείζοντας.  Ὁ μὲν γὰρ εὐθέως  τὸ πᾶν ἀποδοὺς ἐνέκοψε τοῦ τόκου τὸν δρόμον· ὁ δὲ ἐπὶ πλείονα κατασχὼν χρόνον, καὶ τὴν ἐργασίαν πλείω πεποίηκεν Εἶτα ἐπὶ ἀνθρώπων  μὲν οὐ δυσχεραίνομεν τὴν ἀναβολὴν, ἀλλὰ καὶ σοφιζόμεθα αὐτὴν πλείω γενέσθαι, ἐπὶ Θεοῦ δὲ οὕτω μικροψύχως διακεισόμεθα, ὡς διὰ τοῦτο ὀκνεῖν καὶ ἀναδύεσθαι; καίτοι γε, ὅπερ ἔφην, καὶ ἐνταῦθα δίδωσι, καὶ μετὰ τῆς εἰρημένης αἰτίας καὶ ἕτερόν τι μεῖζον οἰκονομῶν  ἐκεῖ ταμιεύεται  τὸ πᾶν. Τὸ γὰρ μέγεθος τῶν διδομένων, καὶ τὸ κάλλος τῆς δωρεᾶς ἐκείνης ὑπερβαίνει τῆς παρούσης ζωῆς  τὴν  εὐτέλειαν.  Οὐδὲ γὰρ  δυνατὸν  ἐν  σώματι  φθαρτῷ  καὶ  ἐπικήρῳ  τοὺς ἀμαράντους ἐκείνους δέξασθαι στεφάνους, οὐδὲ ἐν τῇ παρούσῃ διαγωγῇ, καὶ θορυβώδει καὶ ταραχῆς γεμούσῃ καὶ πολλὰς ἐχούσῃ τροπὰς, τὴν ἀκίνητον  ἐκείνην καὶ ἀτάρακτον λῆξιν καταλαβεῖν. Σὺ δὲ, εἰ μέν τίς σοι χρυσίον ὀφείλων ἐν ἀλλοτρίᾳ διατρίβοντι γῇ, καὶ οὔτε οἰκέτας ἔχοντι, οὔτε δυναμένῳ εἰς τὴν οἰκίαν μετακομίσαι, δώσειν ἐπηγγέλλετο  τὸ δάνεισμα, μυρία ἂν παρεκάλεσας, ὥστε μὴ ἐπὶ τῆς ξένης, ἀλλ' οἴκοι μᾶλλον αὐτὰ καταβαλεῖν· τὰ δὲ πνευματικὰ ἐκεῖνα καὶ ἀπόῤῥητα ἐνταῦθα ἀξιοῖς λαβεῖν; καὶ πόσης ταῦτα ἀνοίας; Ἂν μὲν γὰρ ἐνταῦθα λάβῃς, φθαρτὰ λήψῃ πάντως· ἂν δὲ ἐκεῖνον τὸν καιρὸν ἀναμείνῃς, ἄφθαρτα ἀποδώσει σοι καὶ ἀκήρατα· ἂν ἐνταῦθα λάβῃς, μόλιβδον ἔλαβες· ἂν δὲ ἐκεῖ, χρυσὸν δόκιμον. Πλὴν οὐδὲ τῶν ἐνταῦθά σε ἀπεστέρησε. Μετὰ γὰρ ἐκείνης τῆς ὑποσχέσεως καὶ ἑτέραν τέθεικεν οὕτω λέγων,  ὅτι Πᾶς ὁ τῶν  ἐκεῖ πραγμάτων  ἐρῶν, ἑκατονταπλασίονα  λήψεται  ἐν  τῷ αἰῶνι τούτῳ, καὶ ζωὴν αἰώνιον  κληρονομήσει. Εἰ δὲ οὐ λαμβάνομεν ἑκατονταπλασίονα, ἡμεῖς αἴτιοι μὴ δανείζοντες τῷ δυναμένῳ τοσοῦτον δοῦναι· ἐπεὶ οἵ τε δόντες ἅπαντες τοσαῦτα ἔλαβον, καίτοι γε ὀλίγα δόντες. Τί γὰρ μέγα ἔδωκεν ὁ Πέτρος, εἰπέ μοι; οὐχὶ δίκτυον διεῤῥωγὸς καὶ κάλαμον καὶ ἄγκιστρον μόνον; Ἀλλ' ὅμως  αὐτῷ  τὰς  οἰκίας  τῆς  οἰκουμένης  ἀνέῳξεν  ὁ Θεὸς, καὶ  γῆν  καὶ  θάλατταν ἥπλωσε, καὶ πάντες αὐτὸν εἰς τὰ αὑτῶν ἐκάλουν· μᾶλλον δὲ τὰ αὑτῶν πωλοῦντες πρὸς τοὺς ἐκείνου ἔφερον πόδας, οὐδὲ εἰς χεῖρας ἐμβάλλοντες  (οὐ γὰρ ἐτόλμων), τοσαύτην μετὰ τῆς δαψιλείας καὶ τὴν τιμὴν αὐτῷ ἀπονέμοντες. Ἀλλ' ἐκεῖνος Πέτρος ἦν, φησί. Καὶ τί τοῦτο, ἄνθρωπε; οὐδὲ γὰρ Πέτρῳ ἐπηγγείλατο  ταῦτα μόνον, οὐδὲ εἶπε, Σὺ δὲ, ὦ Πέτρε, ἑκατονταπλασίονα λήψῃ μόνος, ἀλλὰ, Πᾶς ὅστις ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς, ἑκατονταπλασίονα λήψεται. Οὐδὲ γὰρ προσώπων οἶδε διαφορὰν, ἀλλὰ πραγμάτων  κατορθώματα. Ἀλλὰ παιδίων  με χορὸς περιέστηκε, φησὶ, καὶ ἐπιθυμῶ πλουτοῦντας  αὐτοὺς καταλιπεῖν.  Τίνος οὖν ἕνεκεν πένητας  αὐτοὺς ποιοῦμεν; Ἂν μὲν γὰρ αὐτοῖς τὰ πάντα ἀφῇς, πάλιν ἐπισφαλεῖ φυλακῇ τὰ σὰ πάντα ἐπέτρεψας· ἂν δὲ τὸν Θεὸν αὐτοῖς καταλίπῃς συγκληρονόμον καὶ ἐπίτροπον, θησαυροὺς μυρίους κατέλιπες, Ὥσπερ γὰρ ὅταν ἑαυτοὺς ἐκδικῶμεν, ὁ Θεὸς ἡμῖν οὐκ ἀμύνει, ὅταν δὲ αὐτῷ παραχωρῶμεν, πλεῖον ἢ προσδοκῶμεν γίνεται· οὕτω καὶ ἐπὶ τῶν χρημάτων, ἂν ἡμεῖς αὐτὰ μεριμνῶμεν,  ἐκεῖνος ἀποστήσεται τῆς ὑπὲρ αὐτῶν  προνοίας· ἂν δὲ αὐτῷ  τὸ  πᾶν  ἐπιῤῥίψωμεν,  καὶ  αὐτὰ  καὶ  τοὺς  παῖδας  ἐν  πάσῃ  καταστήσει  τῇ ἀσφαλείᾳ. Καὶ τί θαυμάζεις, εἰ ἐπὶ Θεοῦ τοῦτο γίνεται; καὶ γὰρ ἐπὶ ἀνθρώπων τοῦτο συμβαῖνον  ἴδοι  τις  ἄν.  Ἂν  μὲν  γὰρ  μηδένα  παρακαλέσῃς  τῶν  προσηκόντων τελευτῶν  ἐπὶ τὴν τῶν  παίδων  πρόνοιαν,  αἰσχύνεται  καὶ ἐρυθριᾷ πολλάκις  καὶ ὁ σφόδρα βουλόμενος αὐτομάτως ἐπιπηδῆσαι τούτῳ· ἂν δὲ ῥίψῃς ἐπ' αὐτὸν τὴν φροντίδα,  ἅτε τιμηθεὶς  μεγίστῃ τιμῇ, μεγίστην καὶ αὐτὸς ἀποδώσει τὴν ἀμοιβήν. θʹ. Εἰ τοίνυν  βούλει καταλιπεῖν  πλοῦτον τοῖς παιδίοις σου πολὺν, κατάλιπε τοῦ Θεοῦ τὴν πρόνοιαν. Ὁ γὰρ, μηδὲν σοῦ ποιήσαντος, καὶ ψυχὴν  δοὺς καὶ σῶμα διαπλάσας καὶ ζωὴν χαρισάμενος, ὅταν ἴδῃ τοσαύτην ἐπιδεικνύμενον  φιλοτιμίαν,καὶ  τὰ  ἐκείνων  αὐτῷ  διανέμοντα  μετ'  ἐκείνων,  πῶς  οὐ  πάντα  αὐτοῖς  ἀνοίξει πλοῦτον; Εἰ γὰρ Ἠλίας ὀλίγῳ τραφεὶς ἀλεύρῳ, ἐπειδὴ εἶδε τὴν γυναῖκα ἐκείνην τῶν παιδίων  αὐτὸν  προτιμήσασαν, ἅλωνας  καὶ  ληνοὺς  ἐπὶ  τοῦ  δωματίου  τῆς  χήρας ἔδειξεν·  ἐννόησον  ὁ  τοῦ  Ἠλία  ∆εσπότης πόσην  ἐπιδείξεται  φιλοφροσύνην.  Μὴ τοίνυν  τοῦτο  σκοπῶμεν,  ὅπως  πλουσίους  καταλίπωμεν  τοὺς  παῖδας,  ἀλλ' ὅπως ἐναρέτους. Ἂν  μὲν γὰρ τῷ πλούτῳ  θαῤῥῶσιν, οὐδενὸς ἐπιμελήσονται  ἄλλου, ὡς ἔχοντες συσκιάσαι τὴν τῶν τρόπων κακίαν ἀπὸ τῆς τῶν χρημάτων περιουσίας· ἂν δὲ ἴδωσιν ἑαυτοὺς τῆς ἐκεῖθεν παραμυθίας ὄντας ἐρήμους, πάντα ἐργάσονται ὥστε διὰ τῆς  ἀρετῆς  πολλὴν  τῇ  πενίᾳ  τὴν  παραμυθίαν  εὑρέσθαι. Μὴ τοίνυν  καταλίπῃς πλοῦτον,  ἵνα καταλίπῃς  ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας  ζῶντας  μὲν μὴ ποιεῖν κυρίους αὐτοὺς ἁπάντων  τῶν  ὄντων,  τελευτήσαντας  δὲ πολλὴν  τῇ τῆς νεότητος εὐκολίᾳ  παρέχειν  τὴν  ἄδειαν.  Καίτοι γε  ζῶντες  μὲν  δυνησόμεθα  καὶ  εὐθύνας ἀπαιτεῖν,  καὶ κακῶς τοῖς  οὖσι κεχρημένους  σωφρονίζειν  καὶ χαλινοῦν· τελευτήσαντες δὲ ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν κρημνοὺς τοὺς ἀθλίους καὶ ταλαιπώρους  ἐκείνους, πῦρ ἐπεμβάλλοντες  πυρὶ, καὶ ἔλαιον ἐπιστάζοντες καμίνῳ χαλεπῇ. Ὥστε, εἰ βούλει μετὰ ἀσφαλείας καταλιπεῖν πλουσίους, κατάλιπε τὸν Θεὸν ὀφειλέτην  αὐτοῖς, καὶ αὐτῷ ἐγχείρισον τὸ γραμματεῖον αὐτῶν. Αὐτοὶ μὲν γὰρ τὰ χρήματα ἂν λάβωσιν, οὐδὲ ὅτῳ δώσουσιν ἴσασιν, ἀλλὰ πολλοῖς περιτεύξονται καὶ συκοφάνταις  καὶ ἀγνώμοσιν· ἂν δὲ σὺ προλαβὼν  αὐτὰ τῷ Θεῷ δανείσῃς, ἄσυλος μένει λοιπὸν ὁ θησαυρὸς, καὶ μετὰ πολλῆς ἔσται τῆς εὐκολίας ἡ ἀπόδοσις. Καὶ γὰρ χάριν ἔχει καὶ ὃ ὀφείλει καταβάλλων  ἡμῖν ὁ Θεὸς, καὶ τοὺς δανειστὰς τοὺς αὑτοῦ καὶ τῶν  οὐ δεδανεικότων  ἥδιον  ὁρᾷ, καὶ οἷς μάλιστα ὀφείλει,  τούτους  μάλιστα φιλεῖ.  Ὥστε εἰ βούλει  φίλον  αὐτὸν  ἔχειν  διηνεκῶς,  πολλῶν  αὐτὸν  κατάστησον χρεώστην.  Οὐδὲ  γὰρ  οὕτω  χαίρει   δανειστὴς   ὀφειλέτας   ἔχων,   ὡς  ὁ  Χριστὸς εὐφραίνεται  δανειστὰς ἔχων·  καὶ οἷς μὲν μηδὲν ὀφείλει,  τούτους  καὶ ἀποφεύγει, οἷς δὲ ὀφείλει,  τούτοις  καὶ ἐπιτρέχει.  Πάντα τοίνυν  ποιῶμεν,  ὥστε αὐτὸν χρεώστην ἔχειν· ὁ γὰρ καιρὸς οὗτός ἐστιν ὁ τῶν  δανεισμάτων,  καὶ νῦν  ἐν χρείᾳ καθέστηκεν.  Ἂν  τοίνυν  μὴ δῷς  αὐτῷ  νῦν,  οὐ δεήσεταί σου μετὰ τὴν  ἐντεῦθεν ἀποδημίαν.  Ἐνταῦθα  γὰρ  διψῇ,  ἐνταῦθα  πεινᾷ·  διψῇ  δὲ,  ἐπειδὴ  τὴν  σὴν  διψῇ σωτηρίαν·  διὰ  τοῦτο  γὰρ  καὶ  προσαιτεῖ,  διὰ  τοῦτο  καὶ  γυμνὸς   περιέρχεται, πραγματευόμενός σοι ζωὴν ἀθάνατον. Μὴ τοίνυν αὐτὸν περιίδῃς· οὐ γὰρ τραφῆναι βούλεται,  ἀλλὰ  θρέψαι,  οὐκ ἐνδυθῆναι,  ἀλλ' ἐνδῦσαι  καὶ τὸ ἱμάτιον  ἐκεῖνό  σοι κατασκευάσαι τὸ χρυσοῦν, τὴν στολὴν τὴν βασιλικήν. Οὐχ ὁρᾷς καὶ τῶν ἰατρῶν τοὺς κηδεμονικωτέρους,  ὅταν τοὺς κάμνοντας λούωσιν, ὅτι καὶ αὐτοὶ λούονται, καίτοι μὴ δεόμενοι; Οὕτω καὶ αὐτὸς διὰ σὲ τὸν κάμνοντα πάντα ποιεῖ. ∆ιὰ τοῦτό σε οὐδὲ μετὰ βίας ἀπαιτεῖ, ἵνα πολλήν σοι δῷ τὴν ἀμοιβήν· ἵνα μάθῃς, ὅτι οὐ χρείαν ἔχων ἀπαιτεῖ, ἀλλὰ τὴν σὴν διορθούμενος χρείαν. ∆ιὰ τοῦτο καὶ ἐν εὐτελεῖ σχήματί σοι προσέρχεται, καὶ τὴν  δεξιὰν  ἐκτείνων·  κἂν  ὀβολὸν  δῷς, οὐκ ἀποστρέφεται, κἂν ἀτιμάσῃς, οὐκ  ἀφίσταται,  ἀλλὰ  πάλιν  σοι πρόσεισιν· ἐρᾷ γὰρ  σφόδρα, ἐρᾷ τῆς σωτηρίας τῆς ἡμετέρας. Καταφρονήσωμεν τοίνυν τῶν χρημάτων, ἵνα μὴ καταφρονηθῶμεν ὑπὸ τοῦ Χριστοῦ· καταφρονήσωμεν τῶν χρημάτων, ἵνα καὶ αὐτῶν ἐπιτύχωμεν  τῶν  χρημάτων.  Ἂν  μὲν γὰρ αὐτὰ φυλάσσωμεν  ἐνταῦθα,  ἀπολοῦμεν αὐτὰ πάντως καὶ ἐνταῦθα καὶ ἐκεῖ· ἂν δὲ διανείμωμεν αὐτὰ μετὰ δαψιλείας πολλῆς, ἐν  ἑκατέρᾳ  τῇ  ζωῇ  πολλῆς  ἀπολαυσόμεθα  τῆς  εὐπορίας.  Ὁ τοίνυν  βουλόμενος γενέσθαι πλούσιος, γενέσθω πένης, ἵνα γένηται πλούσιος· ἀναλισκέτω, ἵνα συλλέξῃ· σκορπιζέτω, ἵνα συναγάγῃ. Εἰ δὲ καινὰ ταῦτα καὶ παράδοξα, τὸν σπείροντα σκόπει, καὶ λογίζου ὅτι οὐδὲ ἐκεῖνος δυνήσεται ἑτέρως πλείω συναγαγεῖν, ἂν μὴ τὰ ὄντα σκορπίσῃ καὶ τὰ ἕτοιμα πρόηται. Σπείρωμεν τοίνυν καὶ ἡμεῖς, καὶ γεωργήσωμεν τὸν οὐρανὸν, ἵνα μετὰ πολλῆς ἀμήσωμεν τῆς δαψιλείας, καὶ τῶν αἰωνίων  ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν  καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν.



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/







Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |