ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ·

Κυριακή 30 Οκτωβρίου 2016

Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παι δίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ·



Ιωάννης Χρυσόστομος
Πρός Απόστολον Ματθαίον
Τόμος 57

Ηʹ. Καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πε σόντες προσεκύνησαν αὐτῷ· καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶ ρα, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.


 αʹ. Πῶς οὖν φησιν ὁ Λουκᾶς, ὅτι ἐπὶ τῆς φάτνης  κείμενον  ἦν; Ὅτι τεκοῦσα μὲν  εὐθέως  αὐτὸ κατέκλινεν  ἐκεῖ· ἅτε γὰρ πολλῶν  συνιόντων  διὰ τὴν ἀπογραφὴν,   οὐκ  ἦν  οἰκίαν  εὑρεῖν· ὅπερ οὖν  καὶ  ὁ Λουκᾶς ἐπισημαίνεται λέγων, ὅτι διὰ τὸ μὴ εἶναι τόπον, ἀνέκλινεν αὐτόν. Μετὰ δὲ ταῦτα ἀνείλετο, καὶ ἐπὶ τῶν γονάτων  εἶχεν. Ὁμοῦ τε γὰρ ἐπέβη τῆς Βηθλεὲμ, καὶ τὰς ὠδῖνας  ἔλυσεν· ἵνα μάθῃς κἀντεῦθεν τὴν οἰκονομίαν πᾶσαν, ἃ καὶ ὅτι οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα ἐγίνετο, ἀλλὰ κατὰ πρόνοιάν  τινα θείαν καὶ  προφητείας  ἀκολουθίαν  ταῦτα πάντα ἐπληροῦτο. Ἀλλὰ τί τὸ πεῖσαν αὐτοὺς προσκυνῆσαι; Οὔτε γὰρ ἡ Παρθένος ἐπίσημος ἦν, οὔτε ἡ οἰκία περιφανὴς, οὔτε ἄλλο τι τῶν ὁρωμένων ἱκανὸν ἐκπλῆξαι καὶ  ἐπισπάσασθαι.


Οἱ  δὲ  οὐ  μόνον  προσκυνοῦσιν,  ἀλλὰ  καὶ  ἀνοίξαντες   τοὺς θησαυροὺς αὐτῶν, δῶρα προσάγουσι, καὶ δῶρα, οὐχ ὡς ἀνθρώπῳ, ἀλλ' ὡς Θεῷ. Ὁ γὰρ λιβανωτὸς  καὶ ἡ σμύρνα τούτου σύμβολον ἦν. Τί οὖν τὸ πεῖσαν αὐτούς; Τὸ παρασκευάσαν οἴκοθεν  ἀναστῆναι  καὶ  τοσαύτην  ἐλθεῖν  ὁδόν· τοῦτο  δὲ ἦν  ὅ τε ἀστὴρ, καὶ ἡ παρὰ τοῦ Θεοῦ γενομένη  τῇ διανοίᾳ  αὐτῶν  ἔλλαμψις,  κατὰ μικρὸν αὐτοὺς πρὸς τὴν τελειοτέραν ὁδηγοῦσα γνῶσιν. Οὐδὲ γὰρ ἂν, εἰ μὴ τοῦτο ἦν, τῶν φαινομένων   εὐτελῶν  ὄντων  ἁπάντων,  τοσαύτην  ἐπεδείξαντο  τιμήν.  ∆ιὰ  τοῦτο οὐδὲν τῶν  αἰσθητῶν  μέγα ἐκεῖ, ἀλλὰ  φάτνη,  καὶ καλύβη, καὶ μήτηρ πτωχή·  ἵνα γυμνὴν τῶν μάγων ἴδῃς τὴν φιλοσοφίαν, καὶ μάθῃς ὅτι οὐχ ὡς ἀνθρώπῳ ψιλῷ, ἀλλ' ὡς Θεῷ προσῄεσαν καὶ εὐεργέτῃ. ∆ιόπερ οὐδενὶ τῶν ὁρωμένων ἔξωθεν ἐσκανδαλίζοντο,  ἀλλὰ  καὶ προσεκύνουν  καὶ δῶρα προσῆγον, τῆς  μὲν  Ἰουδαϊκῆς ἀπηλλαγμένα παχύτητος· οὐδὲ γὰρ πρόβατα καὶ μόσχους ἔθυσαν· τῆς δὲ ἐκκλησιαστικῆς ἐγγὺς  ὄντα  φιλοσοφίας·  ἐπίγνωσιν  γὰρ καὶ ὑπακοὴν  καὶ ἀγάπην αὐτῷ  προσῆγον. Χρηματισθέντες δὲ κατ' ὄναρ, μὴ ἀνακάμψαι  πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Θέα κἀντεῦθεν  τὴν πίστιν αὐτῶν, πῶς οὐκ ἐσκανδαλίσθησαν, ἀλλ' εἰσὶν εὐήνιοι καὶ εὐγνώμονες, καὶ οὐ θορυβοῦνται, οὐδὲ διαλογίζονται  πρὸς ἑαυτοὺς λέγοντες· Καὶ μὴν εἰ μέγα τὸ παιδίον ἐστὶ τοῦτο, καὶ ἔχει  τινὰ  ἰσχὺν, τίς  χρεία φυγῆς  καὶ λαθραίας  ἀναχωρήσεως;  καὶ τί  δήποτε φανερῶς  ἐλθόντας  ἡμᾶς καὶ μετὰ παῤῥησίας, καὶ πρὸς δῆμον τοσοῦτον καὶ πρὸς βασιλέως  μανίαν  στάντας,  ὡς  δραπέτας  καὶ  φυγάδας  ἐκπέμπει  ὁ  ἄγγελος  τῆς πόλεως;  Ἀλλ'  οὐδὲν  τούτων  οὔτε  εἶπον,  οὔτε  ἐνενόησαν.  Τοῦτο  γὰρ  μάλιστα πίστεως, τὸ μὴ ζητεῖν εὐθύνας τῶν προστεταγμένων, ἀλλὰ πείθεσθαι τοῖς ἐπιταττομένοις μόνον. Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ ἄγγελος Κυρίου φαίνεται τῷ Ἰωσὴφ κατ' ὄναρ, λέγων· Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον. Ἄξιον ἐνταῦθα διαπορῆσαι καὶ ὑπὲρ τῶν μάγων, καὶ ὑπὲρ τοῦ παιδίου. Εἰ γὰρ καὶ ἐκεῖνοι μὴ ἐθορυβήθησαν, ἀλλὰ μετὰ πίστεως πάντα ἐδέξαντο, ἡμᾶς ἄξιον ζητῆσαι, διατί μὴ παρόντες σώζονται ἐκεῖνοι καὶ τὸ παιδίον, ἀλλ' οἱ μὲν εἰς Περσίδα, τὸ δὲ εἰς Αἴγυπτον φυγαδεύεται μετὰ τῆς μητρός; Ἀλλὰ τί; ἔδει αὐτὸν ἐμπεσεῖν εἰς τὰς χεῖρας τοῦ Ἡρώδου, καὶ ἐμπεσόντα μὴ κατακόπτεσθαι; Ἀλλ' οὐκ ἂν ἐνομίσθη σάρκα ἀνειληφέναι·  οὐκ ἂν ἐπιστεύθη τῆς οἰκονομίας τὸ μέγεθος. Εἰ γὰρ τούτων  γινομένων,  καὶ πολλῶν  ἀνθρωπίνως  οἰκονομουμένων,  ἐτόλμησάν  τινες εἰπεῖν ὅτι μῦθος ἡ τῆς σαρκὸς ἀνάληψις, ποῦ οὐκ ἂν ἐξέπεσον ἀσεβείας, εἰ πάντα θεοπρεπῶς καὶ κατὰ τὴν αὐτοῦ δύναμιν ἔπραττε; Τοὺς δὲ μάγους ἐκπέμπει ταχέως, ὁμοῦ μὲν διδασκάλους  ἀποστέλλων τῇ Περσῶν χώρᾳ, ὁμοῦ δὲ ἐκκόπτων τοῦ τυράννου τὴν μανίαν, ἵνα μάθῃ ὅτι ἀνηνύτοις  ἐπιχειρεῖ πράγμασι, καὶ τὸν θυμὸν σβέσῃ, καὶ τῆς ματαιοπονίας ἑαυτὸν ἀπαγάγῃ ταύτης. Οὐ γὰρ δὴ τὸ μετὰ παῤῥησίας περιγίνεσθαι  τῶν  ἐχθρῶν  μόνον, ἀλλὰ  καὶ τὸ μετ' εὐκολίας  αὐτοὺς ἀπατᾷν, τῆς αὐτοῦ δυνάμεως ἄξιον. Οὕτω γοῦν καὶ τοὺς Αἰγυπτίους ἐπὶ τῶν Ἰουδαίων ἠπάτησε, καὶ δυνάμενος  φανερῶς  τὸν  ἐκείνων  πλοῦτον  εἰς τὰς τῶν  Ἑβραίων μεταστῆσαι χεῖρας, λάθρα καὶ μετὰ ἀπάτης τοῦτο κελεύει ποιεῖν ὅπερ οὐκ ἔλαττον τῶν ἄλλων σημείων φοβερὸν αὐτὸν παρὰ τοῖς ἐναντίοις ἐποίησεν.


βʹ. Οἱ γοῦν Ἀσκαλωνῖται καὶ οἱ λοιποὶ πάντες, ἡνίκα τὴν κιβωτὸν ἔλαβον, καὶ πληγέντες  λοιπὸν παρῄνουν τοῖς οἰκείοις μὴ πολεμεῖν,  μηδὲ ἐξ ἐναντίας  ἵστασθαι, μετὰ τῶν  ἄλλων  θαυμάτων  καὶ τοῦτο εἰς μέσον ἦγον λέγοντες· Ἵνα τί βαρύνετε τὰς καρδίας ὑμῶν, καθὼς ἐβάρυνεν Αἴγυπτος καὶ Φαραώ; οὐχ ὅτε ἐνέπαιξεν αὐτοῖς, τότε ἐξαπέστειλε τὸν λαὸν αὐτοῦ καὶ ἀπῆλθον;  Ταῦτα δὲ  ἔλεγον,  τῶν  ἄλλων  σημείων  τῶν  φανερῶς  γενομένων  οὐκ ἔλαττον   καὶ  τοῦτο  νομίζοντες   εἶναι,   εἰς  τὴν   τῆς  δυνάμεως   αὐτοῦ  καὶ  τῆς μεγαλωσύνης ἀπόδειξιν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονεν, ἱκανὸν ἐκπλῆξαι τὸν τύραννον. Ἐννόησον  γὰρ  οἷα  πάσχειν   εἰκὸς   ἦν   τὸν   Ἡρώδην,   καὶ  πῶς   ἀποπνίγεσθαι, ἀπατηθέντα  παρὰ  τῶν  μάγων  καὶ  οὕτω  καταγελασθέντα.  Τί γὰρ, εἰ  μὴ  γέγονε βελτίων;  Οὐ τοῦ  ταῦτα  οἰκονομήσαντος  ἔγκλημα,  ἀλλὰ  τῆς  ἐκείνου  μανίας  ἡ ὑπερβολὴ,  μηδὲ  τοῖς   δυναμένοις   αὐτὸν   παραμυθήσασθαι  καὶ  ἀποστῆσαι  τῆς πονηρίας εἴκοντος, ἀλλ' ἐπεξιόντος περαιτέρω, ἵνα καὶ χαλεπωτέραν  δέξηται δίκην τῆς τοιαύτης  ἀνοίας. Καὶ τίνος  ἕνεκέν  φησιν, Εἰς Αἴγυπτον τὸ παιδίον  πέμπεται; Μάλιστα μὲν καὶ ὁ εὐαγγελιστὴς τὴν αἰτίαν εἴρηκεν· Ἵνα πληρωθῇ γὰρ, φησὶν, Ὅτι ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· ἅμα δὲ καὶ χρηστῶν προοίμια λοιπὸν ἐλπίδων τῇ οἰκουμένῃ  προανεφωνεῖτο.  Ἐπειδὴ γὰρ Βαβυλὼν καὶ Αἴγυπτος μάλιστα τῆς  γῆς ἁπάσης τῇ φλογὶ τῆς ἀσεβείας ἦσαν ἐκκεκαυμέναι, ἐκ προοιμίων δεικνὺς ὅτι ἀμφοτέρας διορθώσεται καὶ βελτίους ποιήσει, καὶ πείθων διὰ τούτων καὶ περὶ τῆς ὅλης οἰκουμένης τὰ χρηστὰ προσδοκᾷν, τῇ μὲν τοὺς μάγους ἀπέστειλε, τῇ δὲ αὐτὸς ἐπέβη μετὰ τῆς μητρός. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ ἕτερον ἐντεῦθεν παιδευόμεθα, οὐ  μικρὸν  εἰς  φιλοσοφίαν   ἡμῖν  συντεῖνον.  Ποῖον  δὴ  τοῦτο;  Τὸ ἐκ  προοιμίων πειρασμοὺς προσδοκᾷν καὶ ἐπιβουλάς. Ὅρα γοῦν ἀπὸ τῶν σπαργάνων εὐθέως τοῦτο γινόμενον.   Καὶ  γὰρ  τεχθέντος   αὐτοῦ,  καὶ  τύραννος   μαίνεται,   καὶ  φυγὴ   καὶ μετάστασις γίνεται πρὸς τὴν ὑπερορίαν, καὶ οὐδὲν ἀδικήσασα ἡ μήτηρ εἰς τὴν τῶν βαρβάρων φυγαδεύεται χώραν· ἵνα σὺ ταῦτα ἀκούων, ὅταν καταξιωθῇς διακονήσασθαί τινι πνευματικῷ  πράγματι, εἶτα ἴδῃς σαυτὸν πάσχοντα τὰ ἀνήκεστα καὶ μυρίους ὑπομένοντα κινδύνους, μὴ διαταραχθῇς, μηδὲ εἴπῃς· Τί ποτε τοῦτό ἐστι; καὶ μὴν στεφανοῦσθαί με ἔδει καὶ ἀνακηρύττεσθαι, καὶ λαμπρὸν εἶναι   καὶ περιφανῆ, πρόσταγμα πληροῦντα δεσποτικόν· ἀλλ' ἔχων τοῦτο τὸ ὑπόδειγμα, φέρῃς πάντα γενναίως,  εἰδὼς ὅτι μάλιστα αὕτη τῶν  πνευματικῶν  ἡ ἀκολουθία ἐστὶ, τὸ πανταχοῦ πειρασμοὺς συγκεκληρωμένους ἔχειν. Ὅρα γοῦν οὐκ ἐπὶ τῆς μητρὸς καὶ τοῦ παιδίου τοῦτο γινόμενον  μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν βαρβάρων ἐκείνων. Καὶ γὰρ ἐκεῖνοι λάθρα ἀναχωροῦσιν ἐν τάξει φυγάδων· καὶ αὕτη πάλιν, οὐδέποτε τὴν οἰκίαν ὑπερβᾶσα, μακρὰν οὕτω ταλαιπωρίας ὁδὸν ὑπομένειν κελεύεται, διὰ τὸν θαυμαστὸν τοῦτον τόκον καὶ τὰς πνευματικὰς ὠδῖνας. Καὶ θέα τὸ παράδοξον πάλιν. Παλαιστίνη μὲν ἐπιβουλεύει, Αἴγυπτος δὲ ὑποδέχεται καὶ διασώζει τὸν ἐπιβουλευόμενον. Οὐ γὰρ δὴ μόνον ἐπὶ τῶν παίδων τοῦ πατριάρχου τύποι συνέβαινον, ἀλλὰ καὶ ἐπ' αὐτοῦ τοῦ ∆εσπότου. Πολλὰ γοῦν διὰ τῶν  ὑπ' αὐτοῦ γινομένων  τότε προανεκηρύττετο  τῶν ὕστερον συμβαίνειν  μελλόντων·  ὅπερ οὖν  καὶ ἐπὶ  τῆς  ὄνου  καὶ ἐπὶ  τοῦ  πώλου γέγονε. Φανεὶς τοίνυν ὁ ἄγγελος, οὐχὶ τῇ Μαρίᾳ, ἀλλὰ τῷ Ἰωσὴφ διαλέγεται· καὶ τί φησιν; Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ. Ἐνταῦθα οὐκέτι λέγει, Τὴν γυναῖκά σου, ἀλλὰ, Τὴν μητέρα αὐτοῦ. Ἐπειδὴ γὰρ ὁ τόκος ἐξέβη, καὶ ἡ ὑποψία ἐλύθη, καὶ ὁ ἀνὴρ ἐπιστώθη, μετὰ παῤῥησίας λοιπὸν  διαλέγεται  ὁ ἄγγελος, οὔτε παιδίον, οὔτε γυναῖκα  αὐτοῦ καλῶν· ἀλλὰ, Παράλαβε τὸ παιδίον  καὶ τὴν μητέρα
αὐτοῦ· καὶ  φεῦγε  εἰς  Αἴγυπτον· καὶ  τὴν  αἰτίαν  λέγει  τῆς  φυγῆς·  Μέλλει γὰρ  ὁ Ἡρώδης, φησὶ, ζητεῖν  τὴν  ψυχὴν  τοῦ παιδίου.


 γʹ. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ  οὐκ ἐσκανδαλίσθη, οὐδὲ εἶπεν· Αἴνιγμα τὸ πρᾶγμά ἐστιν· οὐ πρώην ἔλεγες, ὅτι σώσει τὸν λαὸν αὐτοῦ; καὶ νῦν οὐδὲ ἑαυτὸν σώζει, ἀλλὰ φυγῆς ἡμῖν χρεία, καὶ ἀποδημίας, καὶ μακρᾶς μεταστάσεως· ἐναντία τῇ ὑποσχέσει τὰ γινόμενα. Ἀλλ' οὐδὲν τούτων λέγει· πιστὸς γὰρ ἦν ὁ ἀνήρ· οὐδὲ περιεργάζεται τῆς ἐπανόδου τὸν χρόνον, καὶ ταῦτα τοῦ ἀγγέλου ἀδιορίστως αὐτὸν τεθεικότος· Ἕως γὰρ ἂν εἴπω σοι, ἴσθι ἐκεῖ. Ἀλλ' ὅμως οὐδὲ πρὸς τοῦτο ἐνάρκησεν, ἀλλ' ὑπακούει καὶ πείθεται, πάντας μετὰ χαρᾶς τοὺς πειρασμοὺς ὑπομένων. Καὶ γὰρ ὁ φιλάνθρωπος Θεὸς τοῖς ἐπιπόνοις τούτοις καὶ ἡδέα ἀνέμιξεν·  ὅπερ καὶ ἐπὶ πάντων  τῶν  ἁγίων  ποιεῖ, οὔτε τοὺς κινδύνους,  οὔτε τὰς ἀνέσεις συνεχεῖς  τιθεὶς,  ἀλλὰ  καὶ διὰ τούτων  καὶ δι' ἐκείνων  ὑφαίνων  τὸν  τῶν δικαίων βίον. Ὃ δὴ καὶ ἐνταῦθα πεποίηκε· σκόπει γάρ. Εἶδε κύουσαν τὴν Παρθένον· εἰς ταραχὴν αὐτὸν ἐνέβαλε τοῦτο, καὶ τὸν ἔσχατον θόρυβον·  ἐπὶ μοιχείᾳ γὰρ τὴν κόρην ὑπώπτευεν·  ἀλλ' εὐθέως ἐπέστη ὁ ἄγγελος, τήν τε ὑποψίαν  λύων, καὶ τὸν φόβον ἀναιρῶν τοῦτον· καὶ τὸ παιδίον τεχθὲν ὁρῶν, χαρὰν ἐκαρπώσατο μεγίστην. Πάλιν τὴν χαρὰν ταύτην κίνδυνος οὐ μικρὸς διαδέχεται, τῆς πόλεως ταραττομένης, καὶ τοῦ βασιλέως μαινομένου, καὶ τὸν τεχθέντα  ἐπιζητοῦντος. Ἀλλὰ τὸν θόρυβον τοῦτον ἑτέρα πάλιν διεδέξατο χαρά· ὁ ἀστὴρ, καὶ ἡ τῶν μάγων προσκύνησις. Πάλιν μετὰ τὴν ἡδονὴν ταύτην φόβος  καὶ κίνδυνος· Ζητεῖ γὰρ, φησὶν, Ἡρώδης τὴν ψυχὴν τοῦ παιδίου· καὶ δεῖ φυγεῖν καὶ μεθίστασθαι ἀνθρωπίνως. Θαυματουργεῖν γὰρ τέως  οὐκ ἔδει. Εἰ γὰρ ἐκ πρώτης  ἡλικίας  θαύματα ἐπεδείξατο, οὐδ' ἂν ἐνομίσθη ἄνθρωπος εἶναι. ∆ιά τοι τοῦτο οὐδὲ ἁπλῶς ναὸς πλάττεται, ἀλλὰ καὶ κύησις γίνεται, καὶ ἐννεαμηνιαῖος χρόνος, καὶ ὠδῖνες, καὶ τόκος, καὶ γαλακτοτροφία, καὶ διὰ παντὸς ἡσυχία τοῦ χρόνου, καὶ ἀναμένει τὴν ἀνδράσι πρέπουσαν ἡλικίαν· ἵνα διὰ πάντων εὐπαράδεκτον γένηται τῆς οἰκονομίας τὸ μυστήριον. Τίνος οὖν ἕνεκεν καὶ ταῦτα τὰ σημεῖα ἐγένετο, φησὶν, ἐξ ἀρχῆς; ∆ιὰ τὴν μητέρα, διὰ τὸν Ἰωσὴφ, διὰ τὸν Συμεὼν μέλλοντα ἀπιέναι λοιπὸν, διὰ τοὺς ποιμένας, διὰ τοὺς μάγους, διὰ τοὺς Ἰουδαίους. Εἰ γὰρ ἐβούλοντο προσέχειν μετὰ ἀκριβείας τοῖς γινομένοις, οὐ μικρὰ καὶ ἐντεῦθεν ἂν πρὸς τὰ μέλλοντα ἐκαρπώσαντο. Εἰ δὲ μὴ λέγουσιν οἱ Προφῆται τὰ περὶ τῶν μάγων, μὴ θορυβηθῇς· οὔτε γὰρ πάντα  προεῖπον, οὔτε πάντα  ἐσιώπησαν. Ὥσπερ γὰρ τὸ μηδὲν ἀκούσαντας ἰδεῖν παραγινόμενα  τὰ πράγματα, πολλὴν  ἐποίει τὴν ἔκπληξιν καὶ τὸν θόρυβον· οὕτω καὶ τὸ πάντα μαθεῖν καθεύδειν παρεσκεύαζε τὸν ἀκροατὴν, καὶ τοῖς εὐαγγελισταῖς οὐδὲν ἠφίει πλέον. Εἰ δὲ περὶ τῆς προφητείας ἀμφιβάλλοιεν Ἰουδαῖοι  λέγοντες,  τὸ, Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν  υἱόν  μου, ἐπ' αὐτῶν  εἰρῆσθαι· εἴποιμεν  ἂν  πρὸς αὐτοὺς,  ὅτι  καὶ  οὗτος  προφητείας  νόμος,  τὸ  πολλὰ  πολλάκις λέγεσθαι μὲν ἐπ' ἄλλων, πληροῦσθαι δὲ ἐφ' ἑτέρων, οἷον τὸ ἐπὶ τοῦ Συμεὼν καὶ Λευῒ εἰρημένον  ἐστί· ∆ιαμεριῶ γὰρ αὐτοὺς, φησὶν, ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Καίτοιγε οὐκ ἐπ' αὐτῶν τοῦτο γέγονεν, ἀλλ' ἐπὶ τῶν ἐγγόνων· καὶ τὸ ἐπὶ τοῦ  Χαναὰν δὲ παρὰ τοῦ  Νῶε λεχθὲν,  εἰς  τοὺς  Γαβαωνίτας  τοὺς  ἐγγόνους  τοῦ Χαναὰν ἐξέβη. Καὶ τὸ ἐπὶ τοῦ Ἰακὼβ οὕτως ἴδοι τις ἂν συμβάν· αἱ γὰρ εὐλογίαι ἐκεῖναι αἱ λέγουσαι, Γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνησάτωσάν σε οἱ υἱοὶ τοῦ πατρός σου, οὐκ ἐπ' αὐτοῦ τέλος ἔσχον, (πῶς γὰρ, τοῦ δεδοικότος καὶ τρέμοντος, καὶ μυριάκις αὐτὸν προσκυνοῦντος;) ἀλλ' ἐπὶ τῶν ἐγγόνων  τῶν αὐτοῦ. Ὃ δὴ καὶ ἐνταῦθα εἴποι τις ἄν. Τίς γὰρ ἀληθέστερος Υἱὸς Θεοῦ λεχθείη; ὁ μόσχον προσκυνῶν, καὶ τῷ Βεελφεγὼρ τελούμενος, καὶ τοὺς υἱοὺς θύων τοῖς δαιμονίοις, ἢ ὁ φύσει Υἱὸς, καὶ τὸν  γεγεννηκότα  τιμῶν;  Ὥστε εἰ μὴ παρεγένετο  οὗτος, οὐκ ἂν ἡ προφητεία τέλος ἔλαβε τὸ προσῆκον.


δʹ. Ὅρα γοῦν πῶς αὐτὸ καὶ ὁ Εὐαγγελιστὴς αἰνίττεται λέγων,  Ἵνα πληρωθῇ, δεικνὺς  ὅτι οὐκ ἂν ἐπληρώθη, εἰ μὴ παραγέγονεν.  Οὐχ ὡς ἔτυχε δὲ καὶ τὴν Παρθένον λαμπρὰν τοῦτο ποιεῖ καὶ περιφανῆ. Ὅπερ γὰρ εἶχεν ὁ δῆμος ἅπας ἐν ἐγκωμίου τάξει, τοῦτο καὶ αὐτὴ λοιπὸν ἔχειν ἠδύνατο. Ἐπειδὴ γὰρ μέγα  ἐφρόνουν  ἐπὶ  τῷ  ἀνελθεῖν  ἐξ Αἰγύπτου, καὶ  ἐκόμπαζον.  Ὅπερ οὖν  καὶ  ὁ Προφήτης αἰνιττόμενος  ἔλεγεν· Οὐχὶ τοὺς ἀλλοφύλους  ἀνήγαγον ἐκ Καππαδοκίας, καὶ τοὺς Ἀσσυρίους ἐκ βόθρου; Ποιεῖ καὶ τῆς Παρθένου τὸ προτέρημα τοῦτο. Μᾶλλον δὲ καὶ ὁ λαὸς καὶ ὁ  πατριάρχης καταβάντες ἐκεῖ καὶ ἀναβάντες ἐκεῖθεν, τὸν τῆς ἀνόδου ταύτης τύπον ἐπλήρουν. Καὶ γὰρ ἐκεῖνοι θάνατον  φεύγοντες  τὸν ἀπὸ τοῦ λιμοῦ, κατῄεσαν· καὶ οὗτος θάνατον τὸν ἐξ ἐπιβουλῆς. Ἀλλ' ἐκεῖνοι μὲν κατελθόντες, τοῦ λιμοῦ τότε ἀπηλλάγησαν· οὗτος δὲ καταβὰς, τὴν χώραν πᾶσαν διὰ τῆς ἐπιβάσεως ἡγίασε. Σκόπει γοῦν πῶς μεταξὺ τῶν ταπεινῶν  καὶ τὰ τῆς θεότητος ἐκκαλύπτεται.  Καὶ γὰρ  ὁ  ἄγγελος  εἰπὼν,  Φεῦγε εἰς  Αἴγυπτον,  οὐκ  ἐπηγγείλατο αὐτοῖς συνοδοιπορεῖν, οὔτε κατιοῦσιν, οὔτε ἀνιοῦσιν, αἰνιττόμενος ὅτι μέγαν ἔχουσι συνοδοιπόρον, τὸ τεχθὲν παιδίον· ὃς καὶ τὰ πράγματα πάντα μετέβαλεν ὁμοῦ φανεὶς, καὶ τοὺς ἐχθροὺς παρεσκεύασε πολλὰ πρὸς τὴν οἰκονομίαν διακονήσασθαι ταύτην. Καὶ γὰρ μάγοι καὶ βάρβαροι τὴν πατρῴαν δεισιδαιμονίαν ἀφέντες, ἔρχονται προσκυνήσοντες·  καὶ  ὁ  Αὔγουστος ὑπηρετεῖται  τῷ  ἐν  Βηθλεὲμ  τόκῳ,  διὰ  τοῦ προστάγματος τῆς ἀπογραφῆς· ἡ Αἴγυπτος διασώζει δεξαμένη φεύγοντα καὶ ἐπιβουλευόμενον, καὶ λαμβάνει τινὰ τῆς πρὸς αὐτὸν οἰκειώσεως ἀφορμήν· ἵν' ὅταν μέλλῃ κηρυττόμενον αὐτὸν ἀκούειν παρὰ τῶν Ἀποστόλων, καὶ ἐπὶ τούτῳ καλλωπίζηται,   ἅτε  αὐτὸν  δεξαμένη  πρώτη.  Καὶ  μὴν  τῆς  Παλαιστίνης  ἦν  τὸ προτέρημα τοῦτο μόνης· ἀλλ' αὕτη θερμοτέρα ἐκείνης γέγονε. Καὶ νῦν ἐλθὼν εἰς τὴν ἔρημον τῆς Αἰγύπτου, παραδείσου παντὸς βελτίω τὴν ἔρημον ταύτην ὄψει γεγενημένην,  καὶ χοροὺς ἀγγέλων  μυρίους ἐν ἀνθρωπίνοις  σχήμασι, καὶ δήμους μαρτύρων, καὶ συλλόγους παρθένων·  καὶ πᾶσαν μὲν τοῦ διαβόλου τὴν τυραννίδα καταλελυμένην,  τὴν δὲ τοῦ Χριστοῦ βασιλείαν διαλάμπουσαν. Καὶ τὴν ποιητῶν καὶ σοφῶν καὶ μάγων μητέρα, καὶ τὴν πᾶν εἶδος μαγγανείας εὑροῦσαν καὶ τοῖς ἄλλοις διαδοῦσαν, ταύτην  ὄψει νῦν  ἐπὶ τοῖς  ἁλιεῦσι καλλωπιζομένην,  καὶ ἐκείνων  μὲν καταφρονοῦσαν ἁπάντων, τὸν δὲ τελώνην καὶ σκηνοποιὸν πανταχοῦ περιφέρουσαν, καὶ τὸν σταυρὸν προβαλλομένην.  Καὶ ταῦτα οὐκ ἐν ταῖς πόλεσι μόνον τὰ ἀγαθὰ, ἀλλὰ καὶ ἐν ταῖς ἐρήμοις μᾶλλον ἢ ἐν ταῖς πόλεσι. Καὶ γὰρ ἔστιν ἰδεῖν πανταχοῦ τῆς χώρας ἐκείνης τοῦ Χριστοῦ τὸ στρατόπεδον, καὶ τὴν βασιλικὴν ἀγέλην, καὶ τὴν τῶν ἄνω δυνάμεων πολιτείαν· καὶ ταῦτα οὐκ ἐπ' ἀνδράσι μόνον, ἀλλὰ καὶ ἐν γυναικείᾳ φύσει κρατοῦντα εὕροι τις ἄν. Καὶ γὰρ καὶ ἐκεῖναι οὐχ ἧττον ἀνδρῶν φιλοσοφοῦσιν, οὐκ ἀσπίδα λαμβάνουσαι καὶ ἀναβαίνουσαι ἵππον, καθάπερ οἱ σεμνοὶ τῶν Ἑλλήνων κελεύουσι νομοθέται καὶ φιλόσοφοι, ἀλλ' ἑτέραν πολὺ χαλεπωτέραν  ἀναδεχόμεναι μάχην.  Κοινὸς γὰρ  αὐταῖς  καὶ  ἀνδράσιν  ὁ πόλεμος  πρὸς τὸν  διάβολον  καὶ  τὰς ἐξουσίας· καὶ  οὐδαμοῦ  τὸ  τῆς  φύσεως  ἁπαλὸν  ἐμπόδιον  γίνεται  ταῖς  τοιαύταις συμβολαῖς· οὐ  γὰρ  σωμάτων  φύσει,  ἀλλὰ  ψυχῆς  προαιρέσει ταῦτα  κρίνεται  τὰ παλαίσματα. ∆ιὰ τοῦτο  καὶ γυναῖκες  ἀνδρῶν  μᾶλλον  ἠγωνίσαντο  πολλάκις,  καὶ φαιδρότερα τρόπαια ἔστησαν. Οὐχ οὕτως ἐστὶ λαμπρὸς ὁ  οὐρανὸς τῷ ποικίλῳ τῶν ἄστρων χορῷ, ὡς ἡ ἔρημος Αἰγύπτου, τὰς σκηνὰς πανταχόθεν ἡμῖν δεικνύουσα τῶν   μοναχῶν. 


 εʹ.  Εἴ  τις  τὴν  παλαιὰν   Αἴγυπτον  ἐκείνην,   τὴν  θεομάχον   καὶ μαινομένην,  τὴν τῶν  αἰλούρων  δούλην,  τὴν κρόμμυα δεδοικυῖαν  καὶ τρέμουσαν οἶδεν,  οὗτος  εἴσεται  καλῶς  τοῦ  Χριστοῦ τὴν  ἰσχύν.  Μᾶλλον  δὲ  οὐ  χρεία  ἡμῖν παλαιῶν  διηγημάτων·  ἔτι γὰρ καὶ νῦν  τῆς ἀνοήτου  ἐκείνης  λείψανα  μένει  πρὸς ἀπόδειξιν  τῆς  προτέρας  μανίας.  Ἀλλ'  ὅμως  οὗτοι  οἱ  τὸ  παλαιὸν  πάντες  πρὸς τοσαύτην ἀποῤῥαγέντες μανίαν, περὶ οὐρανοῦ καὶ τῶν ὑπὲρ οὐρανὸν φιλοσοφοῦσι πραγμάτων, καὶ καταγελῶσι τῶν πατρῴων ἐθῶν, καὶ τοὺς προγόνους ταλανίζουσι, καὶ τῶν  φιλοσόφων  οὐδένα  ποιοῦνται  λόγον.  Ἔμαθον γὰρ διὰ τῶν  πραγμάτων αὐτῶν,  ὅτι  τὰ  μὲν  ἐκείνων  γραϊδίων  μεθυόντων  ἐστὶν  εὑρέματα,  ἡ  δὲ  ὄντως φιλοσοφία   καὶ   τῶν   οὐρανῶν   ἀξία   αὕτη   ἐστὶν   ἡ   διὰ   τῶν   ἁλιέων   αὐτοῖς καταγγελθεῖσα. ∆ιὰ δὴ τοῦτο μετὰ τῆς τοσαύτης ἀκριβείας τῶν δογμάτων, καὶ τὴν ἀπὸ τοῦ βίου πολλὴν ἐνδείκνυνται  σπουδήν. Τὰ γὰρ ὄντα ἀποδυσάμενοι πάντα, καὶ τῷ κόσμῳ σταυρωθέντες  παντὶ,  καὶ περαιτέρω πάλιν  ἐλαύνουσι, τῇ τοῦ σώματος ἐργασίᾳ πρὸς τὴν τῶν δεομένων ἀποχρώμενοι τροφήν. Οὐδὲ γὰρ ἐπειδὴ νηστεύουσι καὶ ἀγρυπνοῦσιν,  ἀργεῖν  μεθ' ἡμέραν ἀξιοῦσιν· ἀλλὰ  τὰς μὲν νύκτας  τοῖς ἱεροῖς ὕμνοις καὶ ταῖς παννυχίσι, τὰς δὲ ἡμέρας εἰς εὐχάς τε ὁμοῦ καὶ τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν καταναλίσκουσι, τὸν ἀποστολικὸν μιμούμενοι ζῆλον. Εἰ γὰρ ἐκεῖνος, τῆς οἰκουμένης πρὸς αὐτὸν βλεπούσης, ἵνα τοὺς δεομένους διατρέφῃ, καὶ ἐργαστήριον κατέλαβε,  καὶ  τέχνην  μετεχείρισε,  καὶ  οὐδὲ  τὰς  νύκτας  ἐκάθευδε  τοῦτο  ποιῶν· πολλῷ μᾶλλον ἡμᾶς, φησὶ, τοὺς ἔρημον κατειληφότας, καὶ οὐδὲν κοινὸν πρὸς τοὺς ἐν ταῖς πόλεσι θορύβους ἔχοντας, τῇ τῆς ἡσυχίας σχολῇ εἰς ἐργασίαν πνευματικὴν καταχρήσασθαι δίκαιον. Αἰσχυνώμεθα τοίνυν  ἅπαντες, καὶ οἱ πλουτοῦντες  καὶ οἱ πενόμενοι, ὅταν ἐκεῖνοι μὲν μηδὲν ὅλως ἔχοντες, ἀλλ' ἢ σῶμα μόνον καὶ χεῖρας, βιάζωνται  καὶ  φιλονεικῶσι  πρόσοδον τοῖς  δεομένοις  ἐντεῦθεν  εὑρεῖν· ἡμεῖς  δὲ, μυρίων  ἔνδον  ἀποκειμένων,  μηδὲ τῶν  περιττῶν  εἰς ταῦτα ἁπτώμεθα. Ποίαν οὖν ἕξομεν ἀπολογίαν, εἰπέ μοι; τίνα δὲ συγγνώμην; Καίτοιγε ἐννόησον, πῶς τὸ παλαιὸν ἦσαν οὗτοι καὶ φιλοχρήματοι, καὶ γαστρίμαργοι, μετὰ τῶν ἄλλων κακῶν. Ἐκεῖ γὰρ ἦσαν οἱ λέβητες τῶν κρεῶν, ὧν οἱ Ἰουδαῖοι μέμνηνται· ἐκεῖ ἡ πολλὴ τῆς γαστρὸς τυραννίς·  ἀλλ' ὅμως ἐπειδὴ ἐβουλήθησαν, μετεβάλοντο,  καὶ τὸ πῦρ τοῦ Χριστοῦ δεξάμενοι, πρὸς τὸν  οὐρανὸν  ἀθρόον μεθωρμίσαντο· καὶ θερμότεροι τῶν  ἄλλων ὄντες, καὶ πρὸς ὀργὴν καὶ πρὸς ἡδονὴν  σωμάτων  προπετέστεροι, τὰς ἀσωμάτους δυνάμεις τῇ ἐπιεικείᾳ καὶ τῇ λοιπῇ τῆς φιλοσοφίας ἀπαθείᾳ μιμοῦνται. Καὶ εἴ τις ἐν τῇ χώρᾳ γέγονεν, οἶδεν ἃ λέγω. Εἰ δέ τις οὐδέποτε ἐπέβη τῶν σκηνῶν ἐκείνων,  ἐννοείτω τὸν μέχρι νῦν ἐν τοῖς ἁπάντων στόμασιν ὄντα, ὃν μετὰ τοὺς Ἀποστόλους ἡ Αἴγυπτος ἤνεγκε, τὸν μακάριον καὶ μέγαν Ἀντώνιον, καὶ λογιζέσθω ὅτι καὶ οὗτος ἐν ἐκείνῃ τῇ χώρᾳ γέγονεν,  ἐν ᾗ καὶ Φαραώ· ἀλλ' ὅμως οὐδὲν παρεβλάβη, ἀλλὰ καὶ θείας ὄψεως κατηξιώθη, καὶ τοιοῦτον ἐπεδείξατο βίον, οἷον οἱ τοῦ Χριστοῦ νόμοι ζητοῦσι. Καὶ τοῦτο εἴσεταί τις μετὰ ἀκριβείας, ἐντυχὼν  τῷ βιβλίῳ τῷ τὴν ἱστορίαν ἔχοντι τῆς ἐκείνου ζωῆς, ἐν ᾧ καὶ πολλὴν ὄψεται τὴν προφητείαν. Καὶ γὰρ περὶ τῶν τὰ  Ἀρείου  νοσούντων  προανεφώνησέ  τε  καὶ  εἶπε  τὴν  ἐξ  ἐκείνων   μέλλουσαν γίνεσθαι  βλάβην,  τοῦ  Θεοῦ δείξαντος  αὐτῷ  τότε,  καὶ  πρὸ  τῶν  ὀφθαλμῶν   τὰ μέλλοντα ὑπογράψαντος ἅπαντα· ὃ δὴ μάλιστα μετὰ τῶν ἄλλων τῆς ἀληθείας ἐστὶν ἀπόδειξις, τὸ μηδένα τῶν ἔξωθεν αἱρέσεων ἄνδρα τοιοῦτον ἔχειν. Ἀλλ' ἵνα μὴ παρ' ἡμῶν   ταῦτα  ἀκούσητε,  τοῖς  γράμμασιν  ἐγκύψαντες   τοῖς  τοῦ  βιβλίου,  πάντα μαθήσεσθε μετὰ  ἀκριβείας,  καὶ  πολλὴν  παιδευθήσεσθε τὴν  φιλοσοφίαν  ἐκεῖθεν. Τοῦτο δὲ παρακαλῶ, οὐχ ἵνα ἐπέλθωμεν τὰ γεγραμμένα μόνον, ἀλλ' ἵνα καὶ ζηλώσωμεν,  καὶ μήτε χώραν,  μήτε ἀνατροφὴν,  μήτε προγόνων  πονηρίαν προβαλλώμεθα.  Ἂν  γὰρ  θέλωμεν  ἑαυτοῖς  προσέχειν,  οὐδὲν  τούτων  ἡμῖν  ἔσται κώλυμα. Ἐπεὶ καὶ Ἀβραὰμ ἀσεβῆ πατέρα ἔσχεν, ἀλλ' οὐ διεδέξατο τὴν παρανομίαν· καὶ ὁ Ἐζεκίας τὸν Ἄχαζ, ἀλλ' ὅμως οὗτος φίλος τῷ Θεῷ ἐγένετο· καὶ ὁ Ἰωσὴφ δὲ ἐν μέσῃ τότε Αἰγύπτῳ τοὺς τῆς σωφροσύνης ἀνεδήσατο στεφάνους· καὶ οἱ παῖδες δὲ οἱ τρεῖς ἐν Βαβυλῶνι μέσῃ, καὶ ἐν οἰκίᾳ μέσῃ, Συβαριτικῆς παρακειμένης τραπέζης, τὴν ἄκραν ἐπεδείξαντο  φιλοσοφίαν· καὶ Μωϋσῆς δὲ ἐν Αἰγύπτῳ, καὶ ὁ Παῦλος ἐν τῇ οἰκουμένῃ· καὶ οὐδὲν οὐδενὶ τούτων ἐγένετο κώλυμα πρὸς τὸν τῆς ἀρετῆς δρόμον. Ταῦτ'  οὖν  καὶ  ἡμεῖς  πάντα  ἐννοοῦντες,  τὰς  μὲν  περιττὰς  ταύτας  σκήψεις  καὶ προφάσεις ἐκ μέσου ποιησώμεθα, τῶν δὲ ὑπὲρ τῆς ἀρετῆς ἱδρώτων ἁψώμεθα. Οὕτω γὰρ καὶ τὸν Θεὸν ἐπὶ μείζονα ἐπισπασόμεθα εὔνοιαν, καὶ πείσομεν συνεφάψασθαι τῶν ἀγώνων ἡμῖν, καὶ τῶν αἰωνίων ἀπολαύσομεν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο, για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο:
©  ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/





Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |