ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Δ΄ Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας

Τετάρτη 26 Οκτωβρίου 2016

Δ΄ Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας




Ιωάννης Χρυσόστομος
Διάφοραι Ομιλίαι
Τόμος 63

Δ΄ Ὁμιλία παραινετικὴ λεχθεῖσα ἐν τῷ ναῷ τῆς ἁγίας Ἀναστασίας πρὸς τοὺς ἀπολειφθέντας· καὶ ἀπό δειξις περὶ τῶν ἀγώνων καὶ ἄθλων τοῦ μακαρίου καὶ δικαίου Ἰώβ.

αʹ. Ὅσῳ ἐλάττους τῶν εἰωθότων οἱ συνελθόντες, τοσούτῳ καὶ ἡμεῖς μείζονι χρησόμεθα τῇ προθυμίᾳ. Οὐδὲ γὰρ δίκαιον ἂν εἴη τῶν ἀπολειφθέντων τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν σπουδὴν λυμήνασθαι, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο καὶ δαψιλεστέραν παραθήσομεν   τὴν   τράπεζαν,   ἵνα   τῇ,   πείρᾳ   μαθόντες   τὴν   ζημίαν   οἱ   μὴ παραγενόμενοι, σπουδαιότεροι λοιπὸν περὶ τὰς συνόδους γίνωνται  ταύτας. ∆ιὸ δὴ καὶ τὴν ὑμετέραν ἀγάπην παρακαλῶ προσέχειν τοῖς λεγομένοις· οὕτω γὰρ διπλοῦν ὑμῖν ἔσται τὸ κέρδος· τοῖς τε γὰρ ἀπολειφθεῖσι διαβιβάζοντες τὰ λεγόμενα, σπουδαιοτέρους αὐτοὺς ἐργάσεσθε, τήν τε ὑμετέραν ψυχὴν  φιλοσοφωτέραν κατασκευάσετε.


Καθάπερ γὰρ τῆς γῆς ἡ φύσις ἀμελουμένη  μὲν, βοτάνας ἐκφέρει πονηρὰς, συνεχῶς δὲ γεωργικῶν  ἀπολαύουσα χειρῶν, ὥριμον δίδωσι τὸν καρπόν· οὕτω δὴ καὶ ἀνθρώπου ψυχὴ, ἡ μὲν ἐν ῥᾳθυμίᾳ κειμένη, πλημμελημάτων  ἀκάνθας τίκτει· ἡ δὲ ἀπολαύουσα προνοίας, κομῶντα τῆς ἀρετῆς φέρει τὸν καρπόν. ∆ιὸ καί τις σοφὸς παραινεῖ λέγων· Ὥσπερ γεώργιον ἀνὴρ ἄφρων, καὶ ὥσπερ ἀμπελὼν ἀνὴρ ἐνδεὴς φρενῶν· ἐὰν ἀφῇς αὐτὸν, χερσωθήσεται καὶ χορτομανήσει. Ἵν' οὖν μὴ τοῦτο γίνηται νῦν, συνεχῶς τοῦ λόγου τὴν δρεπάνην μεταχειρίζομεν· κἂν μέν τι πονηρὸν βλαστάνῃ, διηνεκῶς ἐκκόπτομεν· ἂν δέ τι ὥριμον καὶ καρπὸν ἔχον, τρέφομέν τε καὶ ἀρδεύομεν, καὶ πρὸς ἀκμὴν ἄγομεν, συνεχῆ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι. ∆ιπλῆς γὰρ δεόμεθα προνοίας, μᾶλλον δὲ καὶ τριπλῆς· μιᾶς μὲν, ἵνα ἀπαλλαγῶμεν  κακίας· ἑτέρας δὲ, ἵνα κτησώμεθα ἀρετήν· μετὰ δὲ ταῦτα, ἵνα τὴν κτηθεῖσαν διαφυλάξωμεν· ἔνθα καὶ πολλοῦ δεῖ μάλιστα πόνου· ἐπειδὴ καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, καὶ τοῖς ἡμετέροις βασκαίνων καλοῖς, τοῖς κατωρθωκόσιν ἐπιτίθεται μειζόνως· καὶ καθάπερ οἱ πειραταὶ καὶ καταποντισταὶ τὰ μὲν ἄμμον ἔχοντα πλοῖα . παρατρέχουσιν, εἰ δέ που  φόρτον  ἴδοιεν  ἔχοντα  πολυτελῆ  καὶ  πλοῦτον  ἐναποκείμενον,  τούτοις ἐπιτίθενται,   διατιτρῶντες   κάτωθεν,   προσβάλλοντες   ἄνωθεν,   πᾶσαν  κινοῦντες μηχανήν·  οὕτω δὴ καὶ ὁ διάβολος τοῖς μάλιστα πολλὴν  συναγηοχόσι τὴν ἀρετὴν προσβάλλειν εἴωθεν καὶ φθονεῖν  καὶ ἐπιβουλεύειν. Τοσοῦτοι γοῦν ἦσαν ἄνθρωποι κατὰ  τὴν  οἰκουμένην  ἐπὶ  τοῦ  Ἰὼβ,  καὶ  πρὸς ἐκεῖνον  μόνον  ἀπεδύσατο, καὶ  τὰ μηχανήματα αὐτοῦ πάντα ἐκίνησεν· ἀλλ' ὅμως οὐκ ἴσχυσε ποιῆσαι ναυάγιον, ἀλλὰ καὶ πλείονα τὸν φόρτον εἰργάσατο καὶ μείζονα τὴν ἐμπορίαν. Τοιοῦτον γὰρ ἡ ἀρετή· βαλλομένη  δυνατωτέρα  γίνεται,  καὶ ἐπιβουλευομένη  ἀσφαλεστέρα καθίσταται. Ὃ δὴ   καὶ   ἐπὶ   τοῦ   μακαρίου   γέγονεν    ἐκείνου,   ὃς   πανταχόθεν    βαλλόμενος, ἀσφαλέστερος ἵστατο, καὶ μυρία βέλη δεχόμενος, οὐκ ἐνεδίδου, ἀλλ' ἐκένωσε μὲν τοῦ διαβόλου τὴν βελοθήκην, αὐτὸς δὲ οὐ κατέπεσεν οὐδὲ ὑπεσκελίσθη, ἀλλ' ὥσπερ ἄριστος κυβερνήτης,  οὔτε  μαινομένης  τῆς  θαλάττης  καὶ  τῶν  κυμάτων διεγειρομένων  κατεποντίζετο,  οὔτε γαλήνης  οὔσης ῥᾳθυμότερος ἐγίνετο· ἀλλ' ἐν ἑκατέρᾳ  τῇ  τῶν  καιρῶν  διαφορᾷ  ἴσην  τὴν  ἑαυτοῦ  τέχνην  διετήρησε, καὶ  οὔτε πλοῦτος  αὐτὸν  ἐφύσησεν, οὔτε πενία  ἐταπείνωσεν.  Οὔτε τοίνυν  κατὰ  ῥοῦν  τῶν πραγμάτων φερομένων  ὕπτιος ἦν καὶ ἀναπεπτωκὼς,  οὔτε ὅλης σχεδὸν τῆς οἰκίας ἀνατραπείσης καὶ πανωλεθρίας γενομένης διεταράχθη καὶ τὴν ἀνδρείαν ἤλεγξε τὴν ἑαυτοῦ.  Ἀκουέτωσαν πλούσιοι,  ἀκουέτωσαν  πένητες·  ἑκατέροις  γὰρ  τὸ  διήγημα χρήσιμον· μᾶλλον δὲ πᾶσιν ἀνθρώποις ἡ ἱστορία λυσιτελὴς, καὶ τοῖς ἐν εὐημερίᾳ, καὶ τοῖς ἐν συμφοραῖς. Ἑκάτερα γὰρ τὰ ὅπλα μεταχειρίσας ὁ τῆς εὐσεβείας ἀγωνιστὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ἐν ἑκατέροις τὸ τρόπαιον ἔστησε, καὶ πρὸς πᾶν εἶδος πολέμου τοῦ δαίμονος ἐπελθόντος ἐκείνου, πρὸς ἅπαντα παρετάξατο, καὶ ἐν πᾶσιν ἀνεκηρύττετο·   καὶ   καθάπερ   στρατιώτης   γενναῖος    καὶ   εἰδὼς    νυκτομαχεῖν, τειχομαχεῖν,  ναυμαχεῖν, πεζομαχεῖν καὶ τοξεύειν, καὶ δόρυ σείειν, καὶ σφενδόναις καὶ ἀκοντίοις  καὶ παντὶ  τρόπῳ μάχης  περιγίνεσθαι  τῶν  ἐναντίων  καὶ πανταχοῦ κρατεῖν· οὕτω δὴ καὶ ὁ γενναῖος   ἐκεῖνος  ἅπαντα  πειρασμὸν μετὰ πολλῆς ἤνεγκε τῆς ἀνδρείας, τὸν ἀπὸ πενίας, τὸν ἀπὸ λιμοῦ, τὸν ἀπὸ νόσου, τὸν ἐξ ὀδύνης, τὸν ἀπὸ τῆς τῶν παίδων ἀπωλείας, τὸν ἀπὸ τῶν φίλων,  τὸν ἀπὸ τῶν ἐχθρῶν, τὸν ἀπὸ τῆς γυναικὸς, τὸν ἀπὸ τῶν οἰκετῶν. Οὐδὲ γὰρ ἦν ἀνθρωπίνη συμφορὰ ἣ μὴ εἰς τὸ σῶμα ἐξεκενώθη  ἐκείνου.  Ἀλλ' ὅμως ἁπάντων  ὑπερηνέχθη  τῶν  δικτύων  καὶ ὑψηλότερος γέγονε τῶν τοῦ διαβόλου καλάμων· καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ πάντα αὐτῷ ἐπῄει, καὶ πάντα μεθ' ὑπερβολῆς καὶ πάντα ὑφ' ἕν.βʹ. Μὴ γὰρ δὴ τοῦτο μόνον ἴδῃς, ὅτι τοσαῦτα ἔπαθεν, ἀλλὰ πρόσθες, ὅτι οὐδὲ κατὰ  μικρὸν  οὐδὲ  ἐκ  διαστήματος,  ἀλλ'  ὑφ'  ἓν  καὶ  ὁμοῦ.  Οὐ μικρὰ  δὲ  αὕτη πειρασμῶν προσθήκη· τῶν μὲν γὰρ ἄλλων ἁπάντων ἀνθρώπων  πρῶτον μὲν οὐδεὶς ἂν εὑρεθείη πάντα ὑπομείνας ὁμοῦ, ἀλλ' εἰ καὶ πενίᾳ παλαίει, ὅμως ὑγείας ἀπολαύει·εἰ δὲ καὶ πενίᾳ καὶ νόσῳ περιεπάρη, ἀλλὰ γυναικὸς πολλάκις ἀπέλαυσε παραμυθουμένης  φέρειν  τὰ  δεινὰ,  καὶ  ἀντὶ  λιμένος  αὐτῷ  γινομένης·  εἰ  δὲ  μὴ γυναικὸς  ἀπέλαυσε τοιαύτης,  ἀλλ'  οὐχ οὕτω συμβουλευούσης ὀλέθρια· εἰ δὲ καὶ οὕτω  συμβουλευούσης  ὀλέθρια,  ἀλλ'  οὐχὶ  καὶ  τοὺς  παῖδας  ἀθρόον  ἀπώλεσεν ἅπαντας·  εἰ δὲ καὶ ἀθρόον, ἀλλ' οὐ τοιούτῳ  τρόπῳ τελευτῆς·  εἰ δὲ καὶ τοιούτῳ τρόπῳ τελευτῆς, ἀλλὰ φίλους ἔσχε παρακαλοῦντας· εἰ δὲ οὐκ ἔσχε παρακαλοῦντας, ἀλλ' οὐχὶ καὶ οὕτως ἐπεμβαίνοντας· εἰ δὲ καὶ ἐπεμβαίνοντας, ἀλλ' οὐχὶ καὶ οἰκέτας ὀνειδίζοντας·  εἰ  δὲ  καὶ  ὀνειδίζοντας,   ἀλλ'  οὐχὶ  καὶ  εἰς  τὸ  πρόσωπον  αὐτοῦ ἐμπτύοντας· εἰ δὲ καὶ εἰς τὸ πρόσωπον ἐμπτύοντας,  ἀλλ'  οὐχὶ καὶ νόσῳ τοσαύτῃ περιεπάρη· εἰ δὲ καὶ νόσῳ περιεπάρη τοσαύτῃ, ἀλλὰ δωματίου καὶ σκέπης ἀπέλαυσε, καὶ οὐκ ἐπὶ τῆς κοπρίας ἐκάθητο· εἰ δὲ καὶ ἐπὶ τῆς κοπρίας ἐκάθητο, ἀλλ' ἔσχε τοὺς χεῖρα  ὀρέγοντας·  εἰ  δὲ  μὴ  ἔσχε  τοὺς  χεῖρα  ὀρέγοντας,  ἀλλ'   οὐχὶ   καὶ  τοὺς ἐπεμβαίνοντας.  Οὗτος δὲ ἅπαντα  ταῦτα  ὑπήνεγκεν,  καὶ τὸ δὴ θαυμαστότερον, ὃ προλαβὼν  εἶπον, ὅτι καὶ ὁμοῦ πάντα, ὅπερ διπλασίονα  καὶ τριπλασίονα  ποιεῖ τὰ χαλεπὰ   φαίνεσθαι,   ὅταν   μηδὲ   τὴν   ἐκ   τῆς   ἀνακωχῆς    ἔχῃ   παραμυθίαν   ὁ ἀγωνιζόμενος,  ἀλλὰ  τῇ  συνεχείᾳ  τῆς  ἐπαγωγῆς  πλείων  ὁ  θόρυβος  γίνηται  καὶ μείζων ἡ ταραχή· ὅπερ ἐπὶ τούτου συνέβη. Τὴν μὲν γὰρ τῶν προβάτων ἀπώλειαν καὶ τὸν  ἐμπρησμὸν  διεδέχετο  τῶν  βοῶν  ἡ  ἁρπαγὴ,  καὶ  τὴν  τούτων  ἡ  τῶν  ὄνων ἀφαίρεσις, καὶ ταύτην ἡ τῶν καμήλων αἰχμαλωσία καὶ τῶν οἰκετῶν ἡ σφαγὴ, καὶ ταύτην  ἡ τῶν  παίδων  ἀπώλεια  καὶ ὁ φρικτὸς ἐκεῖνος  καὶ καινὸς θάνατος, καὶ ὁ φρικωδέστερος  τάφος  ὁ αὐτὸς  γὰρ ὁμοῦ καὶ  θάνατος  καὶ  τάφος  ἐγίνετο,  καὶ  ἡ τράπεζα, ἣ νῦν  μὲν ἑστιώμενα, νῦν  δὲ κατακοπέντα  δεξαμένη τὰ σώματα, καὶ αἱ φιάλαι καὶ τὰ ποτήρια μετὰ τοῦ οἴνου τὸ αἷμα ὑποδεχόμενα, καὶ τὰ κατακεκομμένα μέλη. Ἀλλὰ ὅμως τὴν χαλεπὴν  ταύτην  τραγῳδίαν  ἕτερα χαλεπώτερα  πάλιν  αὐτὰ ἀναμένει,  οὐδὲ μικρὸν ἀναπνεύσαντα.  Ἐντεῦθεν γὰρ αἱ πηγαὶ τῶν  σκωλήκων, οἱ τῶν  ἰχώρων  ῥύακες, ἡ  ἐπὶ  τῆς  κοπρίας  καθέδρα, τὸ  ὄστρακον  τὸ  τὰς  πλευρὰς καταξαῖνον, ἡ δυσωδία τῶν  ἑλκῶν  ἡ τὸν καινὸν  ἐκεῖνον  ἐπεισάγουσα λιμὸν, καὶ ὁρωμένων οὐκ ἀφιεῖσα τῶν σιτίων ἅπτεσθαι, καὶ τοῦ λιμοῦ χαλεπωτέραν ἐντιθεῖσα τὴν ἀηδίαν· καὶ ταῦτα οὐκ ἐπὶ δύο καὶ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἡμέρας, ἀλλ' ἐπὶ μησὶ πλείοσι. Καὶ οὐδὲ ἐνταῦθα ἵστατο τὰ τῶν παλαισμάτων, ἀλλ' ἐν τούτοις ὄντος αὐτοῦ καὶ ἀποτηγανιζομένου  πάντοθεν,  ἔνδοθεν, ἔξωθεν,  ἐπῄει καὶ τὰ τῆς γυναικὸς μηχανήματα. Γίνεται γὰρ τοῦ δαίμονος ὅπλον ἡ σύνοικος, καὶ τοξεύει τὸν ἄνδρα,  τὴν  γλῶτταν   δανείσασα  τῷ  διαβόλῳ,  καὶ  βάλλει  τῶν  εἰρημένων  βέλη πικρότερα καὶ ὀλεθριώτερα. Καὶ οὐδὲ ἐνταῦθα τέλος ἐλάμβανε τὰ παλαίσματα, ἀλλ' ἀρχὴ πάλιν καὶ προοίμια τῆς παρατάξεως ἦν. Ἐπειδὴ γὰρ οὐδὲν ἐντεῦθεν ἐγένετο πλέον τῷ διαβόλῳ, τῶν φίλων  ὁ χορὸς παρεγένετο, ἐν προσωπείῳ συμπαθείας τὰ τῶν πολεμίων ἐπιδεικνύμενος,  καὶ ἐνάλλονται  κειμένῳ, καὶ ἀναξαίνουσι τὰ ἕλκη, ἀλλήλους   διαδεχόμενοι   καὶ   μηδὲ   ἀναπνεῖν    ἐῶντες,   καὶ   πολλοὺς   κύκλους κυκλοῦντες, χαλεπήν τινα χορείαν χορεύοντες. Εἴπω καὶ τῆς νυκτὸς τὸν ἀφόρητον πειρασμὸν, καὶ αὐτὸν  καινὸν  ὄντα  καὶ παράδοξον; Τοῖς μὲν  γὰρ ἄλλοις  ἅπασιν ἀνθρώποις, κἂν μυρία πάσχωσι δεινὰ, κἂν δεσμωτήρια οἰκῶσι, κἂν ἅλυσιν περικέωνται,  κἂν συμφορὰς θρηνῶσι, κἂν λώβην  σώματος ὑπομένωσι, κἂν πενίᾳ πιέζωνται,  κἂν νόσῳ. κἂν πόνοις, κἂν ταλαιπωρίαις,  ἀλλ' ὅμως ἐπελθοῦσα ἡ νὺξ φάρμακον ἐπάγει παραμυθίας, ἀφιεῖσα τῶν πόνων τὸ σῶμα, ἀνιεῖσα τῶν φροντίδων τὴν ψυχήν· ἐπὶ δὲ ἐκείνου τότε καὶ ὁ λιμὴν σκόπελος γέγονε, καὶ τὸ φάρμακον ἕλκος κατέστη, καὶ ἡ παραμυθία προσθήκη τις ἦν ὀδύνης χαλεπωτέρα, καὶ φοβερώτερος ὁ χειμὼν  ἐγίνετο ἐν τῇ πᾶσιν ἀνθρώποις νυκτὶ παρεχούσῃ γαλήνην· καὶ ἔφευγε μὲν ὡς  ἀπὸ κυμάτων  τῆς  ἡμέρας, διὰ τὰς  ἀκαρτερήτους  ὀδύνας  ἐκείνας,  εὕρισκε δὲ τρικυμίας  καὶ στροβίλους καὶ ὑφάλους  καὶ σπιλάδας, ὡς  πάλιν  τὰ ἐν  τῇ  ἡμέρᾳ κύματα ζητεῖν. ∆ιὸ δὴ καὶ αὐτὸς τὸ καινὸν τοῦτο πάθος διηγούμενος, ἐβόα λέγων· Ἐὰν κοιμηθῶ, λέγω· Πότε ἡμέρα; ἐὰν ἀναστῶ, λέγω· Πότε ἑσπέρα; Τίνος ἕνεκεν, εἰπέ μοι; ἐν μὲν γὰρ τῇ ἡμέρᾳ εἰκότως τὴν νύκτα ἐπιζητεῖς· ἑσπέραν γὰρ τὴν νύκτα καλεῖ, ἅτε ἀτέλειαν πᾶσι παρέχουσαν τῶν μεθημερινῶν κακῶν· ἐν νυκτὶ δὲ γενόμενος· καὶ γαλήνῃ καὶ λήθῃ τῶν ὀδυνῶν ἐκείνων καὶ τῶν φροντίδων,  τί πάλιν ἐπιζητεῖς τὴν ἡμέραν; Ὅτι μοι τῆς ἡμέρας χαλεπωτέρα  ἡ νύξ· οὐ γὰρ ἀτέλειάν  μοι παρέχει τῶν πόνων, ἀλλ' ἐπίτασιν καὶ θορύβους καὶ ταραχάς· καὶ τοῦτο αὐτὸ διηγούμενος ἔλεγε· Φοβεῖς με ἐν ἐνυπνίοις,  καὶ ἐν ὁράμασί με καταπλήσσεις. Καὶ γὰρ ἐξεδειματοῦτο, φοβερὰς ὄψεις ὁρῶν ἐπὶ τῆς νυκτὸς, καὶ φόβον ἀφόρητον ὑπομένων, ἔκστασίν τε πολλὴν καὶ κατάπληξιν.

γʹ. Ἆρα οὐκ ἀπεκάμετε ἀκούοντες τὰς ἐπαλλήλους  ταύτας συμφοράς; Ἀλλ'ἐκεῖνος  οὐκ ἔκαμνε πάσχων. ∆ιὸ δὴ παρακαλῶ  τὴν ὑμετέραν ἀγάπην  ἔτι μικρὸν ἀναμεῖναι·   οὐδέπω   γὰρ  τὸ   πᾶν   εἰρήκαμεν,   οὐδὲ   τὴν   ἑτέραν   προσεθήκαμεν ὑπερβολήν. Μία μὲν γὰρ ἦν, ὅτι πάντα τὰ ἐν ἀνθρώποις κακὰ ἓν σῶμα ὑπέμεινεν· ἑτέρα δὲ, ὅτι πάντα ὁμοῦ, καὶ οὐδὲ τὴν τυχοῦσαν ἔσχεν ἀνακωχήν· βούλομαι δὲ καὶ τρίτην εἰπεῖν· τίς οὖν ἐστιν αὕτη; Ὅτι τῶν εἰρημένων ἕκαστον οὐ μόνον οὐχ ὁμοῦ ἐπῆλθεν, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ὑπερβολῆς καὶ τῆς σφοδρότητος· ἥ τε γὰρ πενία πενίας ἁπάσης χαλεπωτέρα, ἥ τε νόσος, ἥ τε καθέδρα, ἥ τε τῶν παίδων ἀπώλεια, ἥ τε τῶν ὄντων ἁπάντων. Σκόπει δέ· Ἀπώλεσέ τις τὰ ὄντα; ἀλλ' οὐχ οὕτως ὁλοσχερῶς, οὐδὲ  τρόπῳ  τοιούτῳ.  Ἀπέβαλε  παῖδας;  ἀλλ'  οὐδέποτε  ὑφ'  ἓν  ἅπαντας,  οὐδὲ τοσούτους, οὐδὲ τοιούτους. Νόσῳ περιέπεσεν; ἀλλ' οὐ τοιαύτῃ, ἀλλ' ἢ πυρετοῖς, ἢ λώβῃ, ἢ ἑτέρῳ τινὶ πάθει συνήθει. Ἐκείνη δὲ ἡ πληγὴ ξένη τις ἦν, καὶ τῷ πάσχοντι μόνῳ σαφής. Λόγος γὰρ οὐδεὶς παραστῆσαι δύναιτ' ἂν τὸ πικρὸν τῶν ἑλκῶν ἐκείνων καὶ τὸ τῶν τραυμάτων ὀδυνηρὸν, ἀλλ' ἀρκεῖ μόνον τὸν ἐργασάμενον εἰπόντα καὶ τὸν ἄσχετον αὐτοῦ θυμὸν, ἐνδείξασθαι τῆς πληγῆς τὸ  μέγεθος. Καινὴ δὲ καὶ ἡ καθέδρα ἦν καὶ ξένη· οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδεὶς πένης οὕτω ποτὲ καθεσθεὶς αἴθριος διὰ παντὸς  τοῦ χρόνου, ὥσπερ ἐκεῖνος  ὑπέμεινε, γυμνὸς  ἱματίων,  στέγης ἀπεστερημένος ἁπάσης, ἐπὶ τῆς κοπρίας ἡλκωμένος  καθήμενος. Ἔσχε τις γυναῖκα πονηρὰν  πολλάκις,  ἀλλ' οὐδεὶς  οὐδέποτε  ἐγένετο  οὕτω  πονηρὰ,  ὡς  ἐν  τοιαύτῃ συμφορᾷ ἐπιτίθεσθαι  τῷ ἀνδρὶ, καὶ ξίφος ἀνονῆσαι κατὰ τῆς ἐκείνου  ψυχῆς, καὶ συμβουλεῦσαι τοιαύτας συμβουλάς. Καὶ τὸ τῶν φίλων δὲ ξένον, καὶ τὸ τῶν οἰκετῶν· καὶ  τὸ  τοῦ  λιμοῦ  δὲ  καινότερον  πάλιν,  ὅτι  παρακειμένης  οὐκ  ἀπεγεύετο  τῆς τραπέζης. Εἴπω καὶ τετάρτην ὑπερβολήν; τὸν πλοῦτον λέγω τὸν ἔμπροσθεν καὶ τὴν εὐημερίαν. Ὁ μὲν γὰρ ἐξ ἀρχῆς ἐν πενίᾳ ζήσας, εὐκολώτερον ἂν ταύτην ἤνεγκεν, ἅτε μελετήσας τὸ πάθος· ὁ δὲ ἐξ εὐημερίας τοσαύτης κατενεχθεὶς, διὰ τὸ ἀγύμναστον καὶ ἀμελέτητον  καὶ χαλεπωτέραν  ὑπομένειν  εἰκὸς τὴν αἴσθησιν, καὶ πικροτέραν  τὴν ὀδύνην, καὶ μείζονα τὴν ταραχήν. Ἔστι καὶ πέμπτην εἰπεῖν· ποίαν δὴ ταύτην; Ὅτι τῶν μὲν ἄλλων ἕκαστος ἀνθρώπων πολλὰ συνειδὼς ἑαυτῷ πονηρὰ, τὴν αἰτίαν οἶδεν ὧν  πάσχει·  οὐ  μικρὸν  δὲ  τοῦτο  εἰς  παραμυθίαν·  ἐκεῖνος  δὲ  οὐδὲ  τοῦτο  εἶχε λογίσασθαι, ὅτι πλημμελημάτων  καὶ ἁμαρτημάτων ἔτινε δίκας· ὃ μάλιστα αὐτοῦ τὸν λογισμὸν ἐθορύβει. Ὅτε μὲν γὰρ εἰς τὸν βίον εἶδε τὸν ἑαυτοῦ, καὶ τὸ συνειδὸς ὑπὲρ τὸν  ἥλιον  λάμπον,  καὶ  τῶν  κατορθωμάτων  τὸ  πλῆθος,  ᾔδει  ὅτι  στεφάνων  καὶ βραβείων καὶ μυρίων ἐπάθλων  ἄξιος ἦν· ὅτε δὲ εἰς τὸ σῶμα καὶ τὰ ἕλκη καὶ τὰ συμβεβηκότα ἅπαντα,  τῶν  τὰ  ἔσχατα  τετολμηκότων   ὁρῶν  ἑαυτὸν  χαλεπώτερα πάσχοντα,  οὐδὲ  τὴν  αἰτίαν  εὕρισκεν εἰπεῖν  δι' ἢν  ταῦτα  ἔπασχε· διὸ  δὴ  ἐπὶ  τὸ ἀκατάληπτον  τῆς τοῦ Θεοῦ οἰκονομίας καταφυγὼν  ἔλεγεν· Ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω  καὶ  ἐγένετο.  Καὶ τὴν  γυναῖκα  δὲ  ἐπιστομίζων  ἐκ  τῶν  ἐγχωρούντων,   καὶ λογισμὸν συνέθηκε τὴν εὐλάβειαν αὐτοῦ σφόδρα ἐπιδεικνύμενον,  λέγων οὕτως· Εἰ τὰ  ἀγαθὰ  ἐδεξάμεθα  παρὰ  Κυρίου, τὰ  κακὰ  οὐχ  ὑποίσομεν;  Εἴπω  καὶ  ἑτέραν ὑπερβολὴν μάλιστα στεφανοῦσαν καὶ ἀνακηρύττουσαν τὸν ἀθλητὴν  ἐκεῖνον,  καὶ δεικνύουσαν  αὐτοῦ  ὑψηλὴν  καὶ τῶν  οὐρανῶν  ἁπτομένην  ψυχήν;  Τίς οὖν  ἐστιν αὕτη; Ἡ ἀπὸ τοῦ χρόνου διαφορά· πρὸ γὰρ τῆς χάριτος καὶ πρὸ τοῦ νόμου γενόμενος, τοιαῦτα ἐφιλοσόφησεν. Οὐ μικρὸν δὲ τοῦτο, ἀλλὰ καὶ μυρίους δυνάμενον  πλέξαι στεφάνους. Τῶν γὰρ αὐτῶν κατορθωμάτων οὐχ οἱ αὐτοὶ κεῖνται μισθοὶ, ὅταν ὁ μὲν ἐν τοῖς ἀνωτέροις χρόνοις ταῦτα κατωρθωκὼς ᾖ, ὁ δὲ ἐν τοῖς ἐσχάτοις, ἀλλὰ πολλῷ μείζους  τῷ  προτέρῳ. Οὐ γὰρ ἦν  ἴσον, παραγενομένου  τοῦ Χριστοῦ καὶ τοσαῦτα ἐπιδειξαμένου  καὶ παραινέσαντος  καὶ συμβουλεύσαντος φιλοσοφεῖν,  καὶ πρὸ τῆς παρουσίας αὐτοῦ καὶ πρὸ νόμου καὶ πρὸ προφητῶν  τοιαῦτα ἐπιδείκνυσθαι. ∆ιὰ δὴ τοῦτο καὶ παραγενόμενος πλείονα ἀρετῆς προσθήκην ἐπιζητεῖ, λέγων· Ἐὰν μὴ περισσεύσῃ ἡ  δικαιοσύνη  ὑμῶν  πλεῖον  τῶν  Γραμματέων  καὶ  Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅσῳ γὰρ πλείων  ἡ διδασκαλία γέγονε, τοσούτῳ δικαιότερα καὶ πλείονα  ἔθετο μέτρα ἀρετῆς. Ἀλλ' οὗτος οὐ διδασκαλίας ἀπολαύσας, οὐ γράμμασιν ἐντυχὼν,  οὐ βιβλίοις, οὐχ ἑτέρους θεασάμενος, οὐκ εἰς τὸν ἔμπροσθεν χρόνον ἀναδραμεῖν ἔχων καὶ τοὺς κατωρθωκότας ἐννοῆσαι· οὐδέπω γὰρ ἦν γραφὴ, ἢ ἱστορία τὰ γεγενημένα  παραδιδοῦσα· ἀλλ' ἐν ἀτριβεῖ τῇ ὁδῷ, ἐν ἀπλώτῳ  τῇ  θαλάττῃ,  ἐν  ζόφῳ  τοσούτῳ  κακίας,  μόνος  καὶ πρῶτος  ἐκεῖνος  τότε  ταύτην   φιλοσοφίας   ἔτεμε  τὴν  ὁδὸν,  τῷ  κεφαλαίῳ   τῶν   ἀγαθῶν   μεθ'ὑπερβολῆς  ἄκρος ἀποδειχθείς.  Μέγιστον μὲν  γὰρ  καὶ  τὸ  τὰ  ἐλάττονα  μέρη τῆς ἀρετῆς κατορθοῦν, πολλῷ δὲ μεῖζον τὸ ἐν τῷ ἀκροτάτῳ πάντων  ἀκρότατον εἶναι· ὅτι δὲ τὸ πάντων  ἀκρότατον ἡ ὑπομονὴ, οὐδεὶς ἀντερεῖ. Ταῦτα γοῦν καὶ αὐτὸς ὁ διάβολος εἰδὼς, ἔλεγε· ∆έρμα ὑπὲρ δέρματος, καὶ πάντα ὅσα ὑπάρχει τῷ ἀνθρώπῳ, δώσει ὑπὲρ τῆς ψυχῆς αὐτοῦ· οὐ μὴν δὲ ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου, καὶ ἅψαι τῆς σαρκὸς αὐτοῦ. Ὅθεν δῆλον  ὅτι πάντων  ἀκρότατον τοῦτο τὸ κατόρθωμα, καὶ νεανικῆς τινος καὶ σιδηρᾶς δεόμενον ψυχῆς. δʹ. Εἶδες αὐτὸν ἐν τοῖς πειρασμοῖς, ὅσον ἰδεῖν σοι δυνατὸν ἦν; τὴν γὰρ ἀκρίβειαν οὐδὲ αὐτὸς ὁ λόγος παραστῆσαι ἴσχυσεν. Ὀδύνην  γὰρ  καὶ  βασάνους  καὶ  ἀθυμίας  τυραννίδα  καὶ  τὴν  ἐκ  τῶν  τοσούτων νιφάδων  ἐγγινομένην  ταραχὴν  οὐδεμία λόγου  δύναμις  ἑρμηνεῦσαι δύναται  τοῖς ἀκηκοόσιν, ὡς αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα. Φέρε σοι οὖν δείξω πάλιν αὐτὸν οὐδὲ γὰρ τοῦτο μικρὸν, ἀλλὰ καὶ σφόδρα φιλοσοφωτάτης δεόμενον ψυχῆς ἐν πλούτῳ καὶ ἐν εὐημερίᾳ πολλὴν ἐπιδεικνύμενον  φιλοσοφίαν.  Τίς οὖν ἦν πλούσιος ὤν; Κοινὸς ἁπάντων λιμὴν, κοινὸς ἁπάντων πατὴρ, κοινὸς ἰατρὸς, μᾶλλον δὲ καὶ ἰατροῦ μεῖζον· ἄκουσον γοῦν αὐτοῦ λέγοντος· Ἐγὼ ἤμην ὀφθαλμὸς τυφλῶν, ποῦς δὲ χωλῶν. Ὁρᾷς πῶς  ἰατροῦ  μείζων,  ἀντὶ  τῆς  φύσεως  τοῖς  πεπηρωμένοις  ἐγίνετο;  καὶ  ἅπερ οὐκ ἴσχυσαν ἰατροὶ τῇ τέχνῃ διορθῶσαι, ταῦτα αὐτὸς ἀνεκτᾶτο τῇ παρακλήσει, διὰ τὴν πολλὴν  εἰς αὐτοὺς πρόνοιαν ἀντὶ τῶν μελῶν αὐτοῖς γινόμενος. Ὥσπερ γὰρ ὑγιεῖς καὶ ἀρτίποδες καὶ βλέποντες, οὕτω διέκειντο οἱ τὰ μέλη ταῦτα κεκολοβωμένοι, οὐκ αἰσθανόμενοι τῆς χωλείας οὐδὲ τῆς πηρώσεως διὰ τὴν πολλὴν τούτου πρόνοιαν. ∆ιὰ δὴ τοῦτο  οὐδὲ εἶπεν,  ὅτι  Ἐγὼ παρεμυθούμην  χωλοὺς  καὶ τυφλοὺς,  ἀλλὰ,  Ποῦς αὐτῶν ἤμην καὶ ὀφθαλμός· καὶ πάλιν, Ἐγὼ ἤμην πατὴρ ἀδυνάτων.  Οὐδὲ ἐνταῦθα εἶπεν, Παρεμυθούμην ὀρφανοὺς, ἀλλὰ, Πατὴρ ἤμην αὐτῶν· δηλῶν  διὰ τούτου, ὅτι οὐδὲ αἴσθησιν ἠφίει  γίνεσθαι  τῆς ὀρφανίας,  οὐδὲ φανῆναι  τὸ δεινὸν  συνεχώρει· καθάπερ ἐκεῖ τὴν πήρωσιν τῇ περιουσίᾳ τῆς προνοίας τῶν τὰ τοιαῦτα πεπονθότων, καὶ  αὐτὴν  τῶν  δεινῶν  ἀναιρῶν  τὴν  αἴσθησιν. Οὐ σώματα δὲ  μόνον  ἐθεράπευε κεκολοβωμένα, οὐδὲ ὀρφανίας διώρθου, τοῖς μὲν ἀντὶ μελῶν, τοῖς δὲ ἀντὶ γονέων γινόμενος, ἀλλὰ καὶ δικαστὴς αὐτοχειροτόνητος καθίστατο· μᾶλλον δὲ καὶ δικαστοῦ πλέον· ∆ίκην γὰρ, φησὶν, ἣν οὐκ ᾔδειν, ἐξιχνίασα, καὶ συνέτριψα μύλας ἀδίκων, καὶ ἐκ μέσου τῶν ὀδόντων  αὐτῶν ἐξήρπασα ἅρπαγμα. Τοῦτο δικαστοῦ πολὺ πλέον. Οἱ μὲν γὰρ δικάζοντες κάθηνται ἀναμένοντες τοὺς ἠδικημένους, καὶ μετὰ τὴν ἐκείνων ἔντευξιν,   τότε   τὴν   παρ'  ἑαυτῶν   παρέχουσι  συμμαχίαν   οἱ  δοκιμώτατοι   τῶν δικαζόντων· ὡς οἵ γε πολλοὶ οὐδὲ τοῦτο· οὗτος δὲ καὶ τοὺς δοκιμωτάτους ἐνίκησε, καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερηκόντισεν. Οὐδὲ γὰρ ἀνέμενε τοὺς ἀδικουμένους ἐλθεῖν πρὸς αὐτὸν, οὐδὲ μετὰ τὴν ἐκείνων ἔντευξιν ἐπῄει τῇ συμμαχίᾳ, ἀλλὰ αὐτὸς προλαμβάνων περιῄει ζητῶν τοὺς ἠδικημένους, καὶ οὐδὲ ἁπλῶς ζητῶν, ἀλλὰ μετὰ πολλῆς  τῆς  ἀγρυπνίας,  μετὰ πολλῆς  τῆς  φροντίδος.  Καὶ τοῦτο  εἴσῃ σαφῶς, τῆς λέξεως καταμαθὼν τὴν δύναμιν· οὐ γὰρ εἶπεν, Ἐζήτησα, ἀλλὰ, ∆ίκην ἣν οὐκ ᾔδειν ἐξιχνίασα· τουτέστι, ἠρεύνησα, περιειργασάμην πολυπραγμονῶν,  διετέλεσα  πάντα  κινῶν,  ὥστε εὑρεῖν μή πού τις ἠδικημένος  λανθάνῃ.  Εἶδες τὴν  ἄγρυπνον ψυχήν; ὅρα καὶ τὴν ἀνδρείαν καὶ τὴν σπουδήν· Καὶ συνέτριψα μύλας ἀδίκων. Τὸ δηκτικὸν  αὐτὸ,  τὴν  δυναστείαν  κατέλυσα,  φησὶν,  ὥστε  λοιπὸν  καὶ  εἰς  ἑτέραν ἀδικίαν  ἀχρήστους  γενέσθαι.  Ἀμφοτέρους  τοίνυν  ὠφέλει,  τοὺς  μὲν  τοῦ  παθεῖν κακῶς, τοὺς δὲ τοῦ ποιεῖν κακῶς ἀπαλλάττων  καὶ σωφρονεστέρους ποιῶν. Εἶτα τὴν εὐτονίαν  καὶ τὴν καρτερίαν· Καὶ ἐκ μέσου ὀδόντων  αὐτῶν ἐξήρπασα ἅρπαγμα. Οὐ γὰρ ἀπεγίνωσκον  οὐδὲ ἀπηγόρευον, εἰ καὶ τὸ πρᾶγμα προκατειλημμένον  ἦν, ἀλλ' ἤδη καὶ τὸ καταποθὲν  ἀνιμώμην,  ποιμένος ἀρίστου τινὸς καὶ νήφοντος  πρόνοιαν περὶ τοὺς συνδούλους ἐπιδεικνύμενος.  Τί δὲ ἡ ταπεινοφροσύνη; ἐννόησον γὰρ καὶ ἡλίκη· Εἰ δὲ καὶ ἐφαύλισα κρῖμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων αὐτῶν πρός με. Τί γὰρ ποιήσω, ἐὰν ἐπισκοπήν μου ποιήσηται ὁ Κύριος; πότερον οὐχ ὡς ἐγὼ ἐγενόμην  ἐν γαστρὶ, κἀκεῖνοι  γεγόνασιν; Εἶδες συντετριμμένην  διάνοιαν  καὶ τῶν ἀνθρώπων τὴν φύσιν ἐπισκεπτομένην μετὰ ἀκριβείας καὶ εἰδυῖαν τί δοῦλος, τί ἐλεύθερος, τοῦτο τὸ ὑπὸ πολλῶν περιφερόμενον; Ταύτην γοῦν ἐκβαλὼν τὴν ἀνωμαλίαν,  ἀπὸ τῆς ὁμοτιμίας  τῆς κατὰ τὴν  γέννησιν  τὸν  περὶ τῆς φιλοσοφίας εἰσάγει λόγον. Καὶ τὸ δὴ θαυμαστὸν αὐτοῦ, ὅτι ταῦτα ποιῶν, οὐδὲ ταπεινοφρονεῖν ἐνόμιζεν, ἀλλ' ὀφειλὴν  πληροῦν. ∆ιὸ καὶ λογισμὸν ἔθηκε τὸν ἅπαντας ἀνθρώπους πείθοντα, μηδὲν πλέον φρονεῖν  τῶν  οἰκετῶν, κἂν μυριάκις ὦσι δεσπόται. Τὰ γὰρ ὀνόματα ταῦτα, ὁ δοῦλος καὶ ὁ ἐλεύθερος, ὀνόματα μέν ἐστι μόνον ψιλὰ, πραγμάτων ἔρημα· ἡ δὲ δουλεία ἐν ἁμαρτίᾳ, καὶ ἡ ἐλευθερία ἐν δικαιοσύνῃ ὁρίζεται. Ἄρ' οὖν ταπεινὸς  μὲν οὕτως, οὐχὶ  δὲ ποθεινὸς  καὶ ἐπέραστος; Ναὶ ἐπέραστος· καὶ σκόπει κἀνταῦθα τὴν ὑπερβολήν. Ὥσπερ γὰρ ἐν τοῖς δεινοῖς μετὰ πάσης σφοδρότητος τὰ ἐπενεχθέντα  ἤνεγκεν,  οὕτω καὶ ἐν τῇ εὐημερίᾳ τὴν ἀρετὴν ἑκάστην μετὰ πολλῆς κατώρθωσε τῆς περιουσίας, οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλὰ πρὸς αὐτὸ τὸ ἄκρον ἀφικόμενος.  Εἰ δὲ καὶ πολλάκις  εἶπον  αἱ θεράπαιναί  μου· Τίς ἂν δῴη ἡμῖν  τῶν σαρκῶν αὐτοῦ ἐμπλησθῆναι; λίαν μου χρηστοῦ ὄντος. Ἐνταῦθα τὸν ἔρωτα διηγεῖται τῶν οἰκετῶν τὸν μανικὸν, ὃν περὶ αὐτὸν εἶχον διακαεῖς αὐτοῦ καταστάντες ἐρασταὶ, ἀφ' ὧν αὐτὸς εἰς αὐτοὺς ἐπεδείκνυτο.  Οὕτω γὰρ, φησὶν, ἐξεκρέμαντό μου, οὕτως ἀντείχοντο,  οὕτως ἦσαν προσηλωμένοι, οὕτως ἐρῶντες, ὡς ἐπιθυμεῖν  καὶ αὐτῶν ἐμπλησθῆναι τῶν σαρκῶν, καὶ καταπιεῖν καὶ καταφαγεῖν  διὰ τὸ σφόδρα φιλεῖν καὶ ἐκκαίεσθαι.


εʹ. Τί ἄν τις εἴποι τὴν  τῶν  χρημάτων  ὑπεροψίαν; καὶ γὰρ καὶ τοῦτο μεθ' ὑπερβολῆς αὐτῷ κατώρθωτο.  Οὐ γὰρ δὴ μόνον  τῶν  ἀλλοτρίων  οὐκ ἐφίετο, ὅπερ πάσχουσιν οἱ πολλοὶ νῦν, ἀλλ' οὐδὲ τῶν οἰκείων, ἀλλὰ καὶ αὐτῶν ἠλλοτρίωτο μετὰ πάσης ὑπερβολῆς· διὸ καὶ ἔλεγεν· Εἰ δὲ ηὐφράνθην πολλοῦ πλούτου γενομένου μοι, οὐδὲ λίθῳ  πολυτελεῖ  ἐπεποίθησα. ∆ιὰ δὴ τοῦτο καὶ ἀφαιρεθέντων,  μετὰ πολλῆς ἔφερε  τῆς  εὐκολίας  τὴν  ἀφαίρεσιν,  καὶ  παρόντων   δαψιλῆ   τὴν  ἐλεημοσύνην εἰργάζετο,  πᾶσι τὴν δεξιὰν ἁπλώσας, καὶ τὴν οἰκίαν  ἀνοίξας. Οὐδὲ γὰρ, ὃ πάσχουσιν οἱ πολλοὶ περιεργαζόμενοι καὶ πολυπραγμονοῦντες  τοὺς λαμβάνοντας, ἐποίει οὗτος, ἀλλ', Ἡ θύρα μου, φησὶ, παντὶ ἐλθόντι ἀνέῳκτο. Ἀδύνατοι γὰρ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον· ξένος δὲ οὐκ ἐξῆλθε τὴν θύραν μου κόλπῳ κενῷ. Εἶδες τὸ δαψιλές; εἶδες τὸ φιλάνθρωπον,  τὸ χρηστὸν, τὸ ταπεινόν; Βούλει καὶ τὴν σωφροσύνην   μαθεῖν;  ∆ιαθήκην,   φησὶν,  ἐθέμην   τοῖς   ὀφθαλμοῖς   μου  τοῦ  μὴ κατανοῆσαι εἰς παρθένον ἀλλοτρίαν. Ἃ μετὰ ταῦτα ἐλθὼν ὁ Χριστὸς ἐπέταξε, ταῦτα ἐκεῖνος διὰ τῶν πραγμάτων κατώρθου. Εἶδες αὐτὸν πλουτοῦντα,  εἶδες πενόμενον, εἶδες   ὑγιαίνοντα,   εἶδες   νοσοῦντα;   εἶδες   τῶν   πραγμάτων   αὐτῷ   κατὰ   ῥοῦν φερομένων; εἶδες αὐτὸν πάντων ἀφαιρεθέντα; εἶδες πρὸς παῖδας, πρὸς οἰκέτας, πρὸς ἀδικουμένους, πρὸς ὀρφανοὺς οἷον ἑαυτὸν παρεσκεύασεν; Εἰ δὲ καὶ ἤμην πεπορευμένος  μετὰ  γελοιαστῶν,   φησί·  τουτέστιν,  οὐδὲ  τὰς  συνουσίας  ταύτας ἐδίωκον τὰς τῶν γελωτοποιῶν. Καὶ τοῦτο δὲ σωφροσύνης οὐ μικρὸν σημεῖον. Πᾶσαν γὰρ ἀρετὴν ἐπῆλθε, καὶ τῶν οὐδὲν ἐχόντων ἀκριβέστερον διέκειτο τοσαῦτα περιβεβλημένος· οὐ γὰρ οὕτως ὁ μηδὲν ἔχων  ἀπήλλακτο χρημάτων, ὡς ἐκεῖνος ὁ τοσαῦτα ἔχων. Πανταχοῦ γὰρ ἡ γνώμη ἐστὶν ἡ στεφανουμένη. Καὶ πρὸς αὐτὴν τῆς σωφροσύνης  τὴν  κορυφὴν   ἀνέβη,  καὶ  πᾶσαν  ἀρετὴν  μετὰ  τῆς  προσηκούσης ἀκριβείας κατώρθου. Ταῦτα ζήλου, ἀγαπητὲ, ταῦτα μίμησαι, καὶ τὴν εἰκόνα ταύτην τὴν ὑπογραφεῖσαν ἀναλαβὼν, ἔμπηξον τῷ συνειδότι τῷ σῷ· κἂν ἐν ἀθυμίᾳ ᾖς, πρὸς αὐτὸν  κατάφευγε,  κἂν  ἐν  πλούτῳ,  τὸ  φάρμακον  ἐντεῦθεν  λάμβανε,  ὥστε μήτε πτωχείᾳ   βαπτισθῆναι,  μήτε  πλούτῳ   φυσηθῆναι·  κἂν  παῖδας  ἀποβάλῃς,  ἔχεις ἐντεῦθεν τὴν παράκλησιν· τὴν γὰρ ὑπερβολὴν ἐνταῦθα εὑρήσεις καὶ τῶν συμφορῶν καὶ τῆς καρτερίας· κἂν νόσῳ περιπέσῃς, ἐννόησον τὰς πηγὰς τῶν  σκωλήκων,  ἃς ἐπέζεσε ἡ ἐκείνου σὰρξ, καὶ οἴσεις ἅπαντα πράως· κἂν φίλος ἐπιβουλεύσῃ, πάλιν τὸν ἅγιον  εἰς  μέσον  ἄγε,  καὶ  περιέσῃ τοῦ  πάθους·  κἂν  οἱ  τυχόντες  ἀποχρήσωνται, ἐννόησον  ἅπερ  ἔπασχε  παρὰ  τῶν  οἰκετῶν,  καὶ  πολλὴν  δέξῃ  τὴν  ἰατρείαν·  κἂν πονηρά τις ὑπόληψίς σε περιλάβῃ, λόγισαι οἷα περὶ τούτου ἔλεγον, ὅτι οὐδέπω τῶν ἡμαρτημένων αὐτῷ ἔδωκεν ἀξίαν δίκην, καὶ οἷα ὠνείδιζον, καὶ περιέσῃ καὶ τούτου τοῦ πάθους. Οὐ γὰρ ἔστιν, ὅπερ ἀρχόμενος εἶπον, συμφορὰ ἐν ἀνθρώποις, ἣν οὐχ ὑπέμεινεν ὁ παντὸς ἀδάμαντος οὗτος στεῤῥότερος, λιμὸν καὶ πενίαν καὶ νόσον καὶ ἀποβολὴν  παίδων  καὶ  ζημίαν  τοσούτων  χρημάτων  ἀθρόον  ὑπενεγκών·  καὶ  μετ' ἐκεῖνο, ὅτι παρὰ γυναικὸς ἐπιβουλευθεὶς, παρὰ φίλων  ἐπηρεασθεὶς, παρὰ οἰκετῶν πολεμηθεὶς, διὰ πάντων ἀπεδείκνυτο πέτρας ἁπάσης στεῤῥότερος, καὶ ταῦτα πρὸ τοῦ νόμου καὶ τῆς χάριτος. Καὶ γὰρ οὐδὲ τὴν τυχοῦσαν ἕξομεν ἀπολογίαν, ὅταν ἡμεῖς οἱ μετὰ νόμον καὶ χάριν τοσαύτης ἀπολαύσαντες δωρεᾶς, ἔλαττον φέρωμεν τούτου τοῦ ἐν   ἀρχῇ  καὶ  προοιμίοις   τοῦ  βίου  τοῦ   ἀνθρωπίνου   τοσαύτην   ἐπιδειξαμένου φιλοσοφίαν.  Ἵν'  οὖν  καὶ  παράκλησιν  ἔχωμεν  τῶν  λυπηρῶν,  καὶ  διδασκαλίαν φιλοσοφίας  ἀρίστης,  ταῦτα ἐγγράψαντες  οὕτως ἀναχωρῶμεν,  καὶ ζηλῶμεν τὸν  ἀθλητὴν,  καὶ  μιμώμεθα  αὐτοῦ  τὰ  παλαίσματα·  ὥστε  καὶ  τῶν  μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλ  ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |