ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί.

Τετάρτη 12 Οκτωβρίου 2016

Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί.




Ιωάννης Χρυσόστομος Τόμος  56

35.  Ομιλία εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον· Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἔσονται καιροὶ χαλεποί.
αʹ. Ἀσθενὴς μέν εἰμι καὶ πτωχὸς, καὶ διδασκαλικῶν ἄπειρος λόγων· ἀλλ' ὅταν ἴδω τὸν ὑμέτερον σύλλογον, ἐπιλανθάνομαι  τῆς ἀσθενείας, ἀγνοῶ  τὴν πτωχείαν, οὐκ οἶδα τὴν ἀπειρίαν· τοιαύτη γὰρ τῆς ὑμετέρας ἀγάπης ἡ τυραννίς. ∆ιὸ καὶ τῶν ἐν εὐπορίᾳ καθεστώτων  προθυμό τερον ὑμῖν τὴν τῆς πτωχείας παρατίθημι τράπεζαν. Ταύτης δὲ ὑμεῖς αἴτιοι τῆς μεγαλοψυχίας, τῇ προθυμίᾳ τῆς ἀκροάσεως τοὺς ἀναπεπτωκότας  διεγείροντες, πρὸς τὴν ἀκρόασιν κεχηνότες, καὶ τῆς τοῦ λέγοντος ἐκκρε μάμενοι γλώττης. Οὕτω καὶ νεοσσοὶ χελιδόνων, ἐπειδὰν ἴδωσι προσιπταμένην τὴν μητέρα, τῆς καλιᾶς προκύ ψαντες καὶ τοὺς αὐχένας ποιήσαντες ἐκκρεμεῖς, οὕτω δέχονται τὴν παρ' ἐκείνης τροφήν.Οὕτω καὶ ὑμεῖς μετὰ πολλῆς τῆς προθυμίας πρὸς τὸν λέγοντα βλέποντες, δέ χεσθε τὴν  ἀπὸ τῆς  γλώττης  κομιζομένην  ὑμῖν  διά λεξιν,  καὶ πρὶν  ἢ τὰ ῥήματα ἐκπηδῆσαι τοῦ στόματος ἡμῶν, ἥρπασεν ἡ διάνοια τὰ λεγόμενα. Τίς οὖν οὐκ ἂν καὶ ὑμᾶς καὶ ἡμᾶς ἐπὶ τούτοις μακαρίσειεν, ὅτι λέγο μεν Εἰς ὦτα ἀκουόντων; Κοινὸς ὁ πόνος, κοινὸς καὶ ὁ στέφανος· κοινὸν τὸ κέρδος, κοινὸς καὶ ὁ μισθός. ∆ιὰ τοῦ το καὶ ὁ Χριστὸς ἐμακάρισε τοὺς  μαθητὰς  λέγων· 




 Ὑμῶν  δὲ μακάριοι  οἱ ὀφθαλμοὶ,  ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσι. ∆ότε μοι ταῦτα τὰ ῥήματα καὶ πρὸς ὑμᾶς εἰπεῖν,  ἐπειδὴ  καὶ  τὴν  αὐτὴν  ἐπιδείκνυσθε  προθυμίαν·  Ὑμῶν  δὲ  μακάριοι  οἱ ὀφθαλμοὶ, ὅτι βλέ πουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν. Ἀλλ' ὅτι μὲν ὑμῶν τὰ ὦτα ἀκούει, δῆλον· ὅτι δὲ καὶ οἱ ὀφθαλμοὶ βλέπουσι, καθάπερ ἔβλεπον οἱ μαθηταὶ τότε, τοῦτο  ἀποδεῖξαι  πειράσομαι,  ἵνα  μὴ  ἐξ  ἡμισείας,  ἀλλ'  ὁλόκλη   ρος  ὑμῶν   ὁ μακαρισμὸς ᾖ. Τί οὖν ἔβλεπον τότε οἱ μα θηταί; Νεκροὺς ἀνισταμένους, τυφλοὺς ἀναβλέποντας,  λεπροὺς  καθαιρομένους,  δαίμονας  ἐλαυνομένους,  χωλοὺς βαδίζοντας, ἅπαν φύσεως ἁμάρτημα διορθούμενον. Ταῦ τα βλέπετε καὶ ὑμεῖς νῦν, εἰ καὶ μὴ τοῖς τοῦ σώματος, ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς.  Τοιαῦται γὰρ αἱ τῆς πίστεως ὄψεις· τὰ μὴ φαινόμενα βλέπουσι, καὶ τὰ μηδέ πω πραχθέντα κατανοοῦσι. Πόθεν τοῦτο δῆλον, ὅτι πί στις ὄψις ἐστὶ τῶν μὴ βλεπομένων καὶ ἔλεγχος; Ἄκουσον τοῦ Παύλου λέγοντος· Ἔστι δὲ πίστις ἐλπιζομένων  ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων.  Καὶ τὸ δὴ θαυμαστὸν, οὖτοι μὲν οἱ τῆς σαρκὸς ὀφθαλ μοὶ τὰ μὲν ὁρώμενα βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα οὐ βλέπουσιν· οἱ δὲ τῆς πίστεως ὀφθαλμοὶ τοὐναντίον ἅπαν, τὰ μὲν ὁρώμενα οὐ βλέπουσι, τὰ δὲ μὴ ὁρώμενα βλέ πουσι. Καὶ ὅτι τὰ βλεπόμενα οὐ βλέπουσι, καὶ τὰ μὴ βλεπόμενα βλέπουσιν, ὁ Παῦλος ἐδήλωσεν εἰπὼν   οὕτως·  Τὸ  γὰρ  παραυτίκα  ἐλαφρὸν  τῆς  θλίψεως   καθ'  ὑπερ  βολὴν  εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα,  ἀλλὰ  τὰ μὴ βλεπόμενα.  Καὶ πῶς  ἄν  τις  ἴδοι τὰ μὴ βλεπόμενα;  Πῶς ἄλλως, ἀλλ' ἢ τοῖς τῆς πίστεως ὀφθαλ μοῖς; Οὕτω καὶ ἀλλαχοῦ φησι· Πίστει νοοῦμεν κατηρ τίσθαι τοὺς αἰῶνας. Πῶς; οὐ γὰρ εἴδομεν. Εἰς τὸ μὴ ἐκ φαινομένων  τὰ βλεπόμενα  γεγονέναι, φησί. Βού λεσθε καὶ ἑτέραν παράγω μαρτυρίαν, ὅτι τὰ μὴ βλεπό μενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοί; Γαλάταις ποτὲ γράφων ὁ Παῦλος ἔλεγεν· Οἷς κατ' ὀφθαλμοὺς Ἰη σοῦς Χριστὸς προεγράφη ἐν ὑμῖν ἐσταυρωμένος.


 βʹ. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἐν Γαλατίᾳ σταυρού μενον αὐτὸν εἶδον Γαλάται; οὐχὶ πάντες ὁμολογοῦμεν, ὅτι ἐν Παλαιστίνῃ ἐν μίσῃ Ἰουδαίᾳ τὸ πάθος ἐγένετο; Πῶς οὖν αὐτὸν εἶδον σταυρούμενον  Γαλάται; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς, οὐ τοῖς τῆς σαρκός. Εἶδες πῶς οἱ τῆς πίστεως ὀφθαλμοὶ  τὰ μὴ φαινόμενα  βλέπουσιν; Ἀπὸ τοσούτου γοῦν διαστήματος καὶ μετὰ τοσοῦτον χρόνον  τὸν Χριστὸν εἶδον σταυρούμενον. Οὕτω καὶ ὑμεῖς βλέπετε τοὺς νεκροὺς  ἀνισταμένους·  οὕτω  σήμερον  εἴδετε  τὸν  λεπρὸν  καθαιρόμενον·  οὕτως εἴδετε τὸν παραλελυμένον ἀναστάντα, καὶ μᾶλλον Ἰουδαίων τῶν παρόντων εἴδετε. Ἐκεῖνοι μὲν γὰρ παρόντες οὐ παρεδέξαντο τὸ θαῦμα, ὑμεῖς δὲ ἀπόντες παρεδέξασθε τὴν πίστιν. Ὥστε δικαίως  εἶπον  πρὸς ὑμᾶς, ὅτι Μακά ριοι ὑμῖν  οἱ ὀφθαλμοὶ,  ὅτι βλέπουσιν. Εἰ δὲ καὶ ἑτέ ρωθεν βούλει μαθεῖν ὅτι τὰ μὴ βλεπόμενα βλέπουσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, τὰ δὲ βλεπόμενα παρατρέχου σιν· οὐδὲ γὰρ ἂν ἄλλως ἴδοιεν τὰ μὴ βλεπόμενα, εἰ μὴ καταφρονήσαιεν τῶν εἰρημένων· ἄκουσον τοῦ Παύλου περὶ τοῦ Ἀβραὰμ διαλεγομένου, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἶδε τὸν υἱὸν τικτόμενον τὸν Ἰσαὰκ, καὶ οὕτω κατεδέξατο τὴν ἐπαγγελίαν.Τί γάρ φησι; Καὶ μὴ ἀσθενήσας τῇ πίστει, οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον.  Μεγάλη τῆς  πίστεως  ἡ δύναμις.  Ὥσπερ γὰρ λογισμοὶ ἀνθρώπων δειλοὶ καὶ ἀσθενεῖς, οὕτω πίστις ἰσχυρὰ καὶ δυνατή. Οὐ κατενόησε τὸ ἑαυτοῦ σῶμα νενεκρωμένον. Ὁρᾷς πῶς ἀφῆκε τὰ ὁρώμενα; πῶς οὐκ εἶδεν εἰς τὸ γῆρας; Καίτοι γε αὐτὸ πρὸ τῶν ὀφθαλμῶν ἔκειτο· ἀλλὰ τοῖς τῆς πίστεως ὀφθαλμοῖς ἑώρα, οὐ τοῖς τοῦ σώματος. ∆ιὸ οὐκ εἶδε τὸ γῆρας, οὐδὲ τὴν  νέκρωσιν  Σάῤῥας· οὐ κατενόησε Τὴν νέκρωσιν τῆς μήτρας Σάῤῥας. Τὴν στείρωσιν ἡμῖν ἐνταῦθα αἰνίττεται. ∆ιπλῆ γὰρ ἡ ἀσθένεια ἦν, ἡ μὲν ἀπὸ τῆς ἡλικίας, ἡ δὲ ἀπὸ τῆς ἀσθενείας φύσεως. Οὐ γὰρ τὸ σῶμα μόνον  διὰ τὴν ἡλικίαν  ἄχρηστον ἦν πρὸς παιδο γονίαν,  ἀλλὰ  καὶ αὐτὴ ἡ μήτρα νενέκρωτο, καὶ τὸ τῆς φύσεως ἐργαστήριον, καὶ πρὸ τοῦ γήρως ἄχρηστον ἦν διὰ τὴν στείρωσιν. Εἶδες ὅσα κωλύματα; Τὸ γῆρας τοῦ  ἀνδρὸς, τὸ γῆρας τῆς γυναικός· ἡ  τοῦ  γήρως   ἀχρηστό  τερα  στείρωσις·  καὶ  γὰρ  καὶ  τοῦτο  μάλιστα  κώλυμα παιδογονίας. Ἀλλ' ὅμως ταῦτα πάντα παρέδραμεν, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς εἰς τοὺς οὐρανοὺς ἀνέστη, μεγίστην τῶν ἐπηγγελμένων  ἀπόδειξιν ἔχων τὴν δύναμιν τοῦ ὑποσχομένου. ∆ιὰ τοῦτο Εἰς τὴν ἐπαγγελίαν  τοῦ Θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ, ἀλλ'  ἐνεδυναμώθη  τῇ πίστει. Βακτηρία γάρ τίς  ἐστιν ἰσχυρὰ ἡ πίστις, καὶ λιμὴν ἀσφαλὴς,  τῆς  τῶν  λογισμῶν  ἀπαλλάττουσα  πλά  νης,  καὶ ἐν  ἡσυχίᾳ  πολλῇ  τὴν ψυχὴν ἀναπαύουσα. Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ, ὅτι βλέπουσι· καὶ γὰρ εἰς αὐτὸ πάλιν  ἐπανελθεῖν  ἀναγκαῖον  τὸ  ῥῆμα. Καίτοι ἔβλεπον  καὶ  οἱ  Ἰουδαῖοι  τὰ  τότε γινόμενα. Ἀλλ' οὐ ταύτην μακαρίζει τὴν ὄψιν τὴν ἔξωθεν· αὕτη γὰρ καθ' ἑαυτὴν οὐχ ὁρᾷ τὰ θαύματα, ἀλλ' ἡ ἔνδον. Ἐκεῖνοι εἶδον τυφλὸν καὶ ἔλεγον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· καλέσωμεν αὐτοῦ τοὺς γονεῖς. Ἀκούεις ἀμφιβαλλόν των; ὁρᾷς ὅτι οὐκ ἀρκεῖ    τοῦ  σώματος  ὄψις  πρὸς  τὴν  τοῦ  θαύματος  θεωρίαν;  Οἱ παρόντες  καὶ θεώμενοι ἔλε γον· Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἡμεῖς δὲ οἱ μὴ παρόντες οὐ λέγομεν, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος· ἀλλ' Αὐτός ἐστιν. Ἔμαθες ὡς οὐδὲν βλάπτει ἡ ἀπου σία, ὅταν πίστεως ὀφθαλμοὶ ὦσι, καὶ ὡς οὐδὲν ὠφελεῖ  ἡ παρουσία, ὅταν πίστεως ὀφθαλμοὶ  μὴ  ὦσι; Τί γὰρ  ἐκείνους  ὤνησε  τὸ  ἰδεῖν;  Οὐδέν. Ἡμεῖς  γὰρ  ἐκείνων σαφέστερον εἴδομεν. Ἐπεὶ οὖν βλέπουσιν οἱ ὀφθαλμοὶ ὑμῶν θεωρίαν, καὶ ἀκούει τὰ ὦτα ἀκρόασιν, ἣν ὁ Χρι στὸς ἐμακάρισε, φέρε ὑμῖν τοὺς μαργαρίτας τῶν Γρα φῶν παραθῶμεν. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις  οὐκ ἐπέλυσε τὰ ζητήματα ὁ Χριστὸς, ἀλλὰ  καὶ ἐπέτεινε τὴν ἀσάφειαν, ἐπειδὴ μὴ προσεῖχον· οὕτω δὴ καὶ ὑμῖν, ἐπειδὴ προσέχετε, τὰ κεκρυμμένα ἄγειν  εἰς μέσον χρή. Καὶ γὰρ προσῆλθον οἱ μαθηταὶ  καὶ ἐθαύμαζον λέγοντες·  ∆ιατί  ἐν  παραβολαῖς  λαλεῖς  αὐτοῖς;  Ὁ δὲ  ἔφη,  Ἐπειδὴ  βλέποντες  οὐ βλέπουσιν. Οὐκοῦν ἐπειδὴ μὴ ἰδόν  τες ὑμεῖς εἴδετε, ἀναγκαῖον  μὴ ἐν παραβολῇ εἰπεῖν  πρὸς ὑμᾶς· καὶ ἐπειδὴ Ἀκούοντες οὐκ ἀκούουσιν. Οὐκοῦν ἐπειδὴ ὑμεῖς μὴἀκούσαντες τότε, ἀκούετε νῦν οὐκ ἔλαττον, ἢ τότε ἠκούσατε, ἀναγκαῖον  ὑμᾶς μὴ ἀποστερῆσαι τῆς τραπέζης ταύτης. Καὶ γὰρ ὁ Χριστὸς τούτους οὐχ ἧττον ἐμακάρισεν ἢ  ἐκείνους·   Εἶδες  γὰρ,  φησὶ,  καὶ   ἐπίστευσας·  μακάριοι   οἱ   μὴ  ἰδόντες,   καὶ πιστεύσαντες. Μὴ τοίνυν  ὀκνηροὶ γίνεσθε πρὸς ἀρετὴν, ὅτι μὴ κατ' ἐκείνους τοὺς χρόνους, ἀλλὰ κατ' αὐτὸν  ἐγένεσθε. Ἂν γὰρ ἐθέλοις, οὐκ ἐζημιώθης· ὥσπερ οὖν πολλοὶ καὶ τῶν τότε γενομένων, ἐπειδὴ μὴ ἤθελον, οὐκ ὠφελήθησαν.

 γʹ. Τί οὖν ἐστι τὸ σήμερον ἀναγνωσθέν; Τοῦτο δὲ γινώ σκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τῷ Τιμοθέῳ πάλιν  ὁ Παῦλος ἐπιστέλλει. Φο βερὰ ἡ ἀπειλή· ἀλλὰ διαναστῶμεν· τούτους γὰρ ἡμῖν τοὺς καιροὺς αἰνίττεται, καὶ τοὺς μετὰ τούτους, καὶ τοὺς περὶ τὴν συντέλειαν αὐτήν.
Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλε ποί.Βραχὺ τὸ ῥῆμα, καὶ μεγάλη ἡ δύναμις. Καθάπερ γὰρ τὰ ἀρώματα οὐ τῷ πλήθει, ἀλλὰ τῇ φύσει τὴν εὐω δίαν ἐνδείκνυται· οὕτω καὶ αἱ θεῖαι Γραφαὶ οὐ τῷ πλή θει τῶν ῥημάτων, ἀλλὰ τῇ δυνάμει τῶν ἐγκειμένων  πᾶ σαν ἡμῖν παρέχουσι τὴν ὠφέλειαν. Οὕτω καὶ θυμιάματος  φύσις καὶ καθ' ἑαυτὴν μέν ἐστιν εὐώδης· ἐπὰν δὲ εἰς πῦρ αὐτὴν ἐμβάλῃς, τότε πᾶσαν ἐπιδείκνυται τὴν ἐξ αὐτῆς ἡδονήν. Οὕτω καὶ ἡ θεία Γραφὴ καὶ καθ' ἑαυτὴν μέν ἐστιν ἡδίστη· ἐπειδὰν δὲ τῆς ἡμῶν ἐπιλάβηται ψυ χῆς, καθάπερ εἰς  θυμιατήριον  ἐμπεσοῦσα, ἅπαντα  τὸν  οἶκον  τῆς  εὐωδίας  ἐμπίπλησι. Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Περὶ τῆς συντελείας λέγει. Τί οὖν πρὸς σὲ, ὦ μακάριε Παῦλε; τί δὲ πρὸς Τιμόθεον; τί δὲ πρὸς τοὺς τότε ἀκούοντας; Μικρὸν γὰρ ὕστερον μέλλουσιν ἀποθνήσκειν, ἐξαρπάζεσθαι τῶν ἐπιόντων δεινῶν καὶ πονηρῶν ἀνθρώ πων. Ἀλλ' οὐχὶ τὰ παρόντα βλέπω μόνον, φησὶν, ἀλλὰ καὶ τὰ μέλλοντα προορῶ. Οὐχὶ τῆς παρούσης φείδομαι ποίμνης, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης ἀγωνιῶ  καὶ δέ δοικα. Ἡμεῖς μὲν γὰρ τῶν συνόντων  ἡμῖν ἀνθρώπων  μόλις  ποιούμεθα  πρόνοιαν,  ἐκεῖνος  δὲ ὑπὲρ τῶν  μηδέπω  τεχθέντων πολλὴν ποιεῖται τὴν σπουδήν. Οὕτω καὶ ποι μὴν ἄριστος οὐχ ὅταν ἴδῃ τοὺς λύκους ἐπιόντας  τῇ ποίμνῃ  καὶ τῶν  προβάτων  ἐγγὺς γενομένους,  τότε προ λέγει  μόνον, ἀλλὰ καὶ πόῤῥωθεν ὄντας μηνύει. Οὕτω καὶ ὁ Παῦλος, καθάπερ ποιμὴν ἄριστος, ἐφ' ὑψηλοῦ χω ρίου τοῦ τῆς προφητείας  ἀξιώματος καθήμενος, καὶ τοῖς προφητικοῖς ὀφθαλμοῖς  ἄνωθεν  προορῶν κατατρέχοντα  τὰ θηρία, ἐπ' αὐτῆς τῆς συντελείας ὁρ μῶντας καὶ ἀποτεινομένους  κατὰ τῆς ποίμνης προλέγει καὶ προδιαμαρτύρεται, ἵνα καὶ τοὺς μηδέπω γεννωμέ  νους παρασκευάσῃ νήφειν,  καὶ πᾶσαν τειχίσῃ τὴν ποί μνην τῇ προφητείᾳ.
Καὶ γὰρ καὶ πατὴρ φιλόστοργος οἰκίαν οἰκοδομούμενος πολλάκις τοῖς αὐτοῦ παισὶ λαμ πρὰν καὶ μεγάλην οὕτως οἰκοδομεῖ, οὐχ ὥστε ἐκείνοις χρησίμην γενέσθαι μόνον,  ἀλλὰ  καὶ  ἐγγόνοις   καὶ  τοῖς  μετ'  ἐκείνους.  Οὕτω  καὶ  βασιλεὺς  πόλει φιλουμένῃ περι βαλὼν τεῖχος ἔξωθεν, ἀσφαλὲς τοῦτο ποιεῖ καὶ ἰσχυρὸν καὶ διαρκὲς,οὐχ ἵνα ἐπὶ τῆς γενεᾶς αὐτοῦ μόνης ὑπηρε τῇ, ἀλλ' ἵνα καὶ τοῖς μετὰ ταῦτα πᾶσι γένηται  χρήσι μον, οὐ πρὸς τὰς τότε μηχανὰς, ἀλλὰ πρὸς τὰς ὕστερον γενομένας προσβολὰς ἐπιτήδειον.  Οὕτω καὶ    Παῦλος ἐποίησεν.  Ἐπειδὴ  γὰρ  τὰ  γράμματα ἀποστολικὰ τείχη τῶν Ἐκκλησιῶν ἐστιν, οὐχὶ τοὺς τότε μόνον ὄντας, ἀλλὰ καὶ τοὺς ὕστερον  ἐσομένους  ἀσφαλίζεται  δι'  αὐτῶν.  Καὶ οὕτως  ἰσχυρὸν  καὶ  ἀῤῥαγῆ  τὸν περίβολον  τοῦτον  κατ εσκεύασε, καὶ πάσῃ περιήλασεν αὐτὸν  τῇ οἰκουμένῃ  μετὰ ἀσφαλείας ἁπάσης, ὥστε καὶ τοὺς τότε, καὶ τοὺς μετ' ἐκείνους, καὶ τοὺς νῦν, καὶ τοὺς αὖθις  ἑπομένους  μέχρι  τῆς  τοῦ  Χριστοῦ παρουσίας ἁπάσης ἀπαλλάξαι  τῆς  τῶν πολεμίων  πολιορκίας.  Τοιαῦται τῶν  ἁγίων  αἱ ψυχαί·  φιλόστοργοι,  κηδεμονικαὶ, πατρικὴν εὔνοιαν  ἀποκρύ πτουσαι τῷ φίλτρῳ,  καὶ τὴν τῆς φύσεως φιλοστοργίαν νικῶσαι,  καὶ τὰς  ὠδῖνας  ὑπερβαίνουσαι ἐκείνας·  Πνεύ ματος  γάρ εἰσι καὶ θείας χάριτος.

δʹ. Βούλεσθε καὶ ἑτέρωθεν δείξω πάλιν, ὅτι οὐ τὰ καθ' ἑαυτοὺς μεριμνῶσιν οἱ ἅγιοι, οὐδὲ ὑπὲρ τῶν  παρόντων  δεδοίκασι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν  μετὰ ταῦτα ἐσομέ νων; Προσῆλθον αὐτῷ, φησὶν, οἱ μαθηταὶ ἐπὶ τοῦ ὄρους καθημένῳ, ἄνθρωποι λοιπὸν   γεγηρακότες  καὶ  μετ'  ὀλί  γον  χρόνον  μέλλοντες   ἀποδημεῖν   ἀπὸ  τῆς παρούσης ζωῆς. Τί οὖν ἐρωτῶσι; τί ἀγωνιῶσι; τί δεδοίκασι; ὑπὲρ τίνων  τὴν πεῦσιν τῷ διδασκάλῳ προσάγουσιν; ἆρα ὑπὲρ τῶν κατὰ τὴν ζωὴν αὐτῶν, ἢ ὑπὲρ τῶν κατὰ τοὺς χρό νους ἐκείνους; Οὐδαμῶς. Ἀλλὰ πάντα ἐκεῖνα παραδρα μόντες τί λέγουσι; Τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ τῆς συντελείας τοῦ αἰῶνος; Εἶδες κἀκείνους ὑπὲρ τῆς συντελείας  τοῦ αἰῶνος  ἐρωτῶντας,  καὶ ὑπὲρ τῶν  ἐσομένων  ἀνθρώπων φροντίζοντας;  Οὐ γὰρ τὰ ἑαυτῶν  ὁρῶσιν οἱ ἀπόστολοι, ἀλλὰ  τὰ τῶν  ἄλλων  καὶ κοινῇ πάν τες καὶ ἰδίᾳ ἕκαστος. Ὁ οὖν Πέτρος ὁ κορυφαῖος τοῦ χοροῦ, τὸ στόμα τῶν ἀποστόλων  ἁπάντων,  ἡ κεφαλὴ  τῆς  φατρίας  ἐκείνης,  ὁ τῆς  οἰκουμένης  ἁπάσης προστάτης, ὁ θεμέλιος τῆς Ἐκκλησίας, ὁ θερμὸς ἐραστὴς τοῦ Χρι στοῦ· Πέτρε, γὰρ, φησὶ, φιλεῖς με πλεῖον τούτων; ∆ιὰ τοῦτο λέγω τὰ ἐγκώμια, ἵνα μάθητε ὅτι ὄντως φιλεῖ  τὸν Χριστόν· τοῦ γὰρ εἰς τὸν ∆εσπότην φίλτρου  ἡ κη δεμονία τῶν  δούλων τεκμήριόν  ἐστι  μέγιστον.  Καὶ οὐκ  ἐγὼ  ταῦτα  λέγω,  ἀλλ'  αὐτὸς    φιλούμενος ∆εσπότης· Εἰ φιλεῖς  με, φησὶ, ποίμαινε  τὰ πρόβατά μου. Ἴδω  μεν  οὖν  ὄντως  εἰ ποιμένος ἔχει προστασίαν, εἰ ὄντως κηδεμονίαν, εἰ ὄντως φιλεῖ τὰ πρόβατα, εἰ ὄντως φιλόστοργός ἐστι περὶ τὴν ποίμνην,  ἵνα καταμάθωμεν ὅτι καὶ τὸν ποιμένα φιλεῖ· τοῦτο γὰρ ἐκείνου σημεῖον ἔφησεν εἶναι. Οὗτος τοίνυν ὁ Πέτρος ἅπαντα ῥίψας ὅσα εἶχε, τὸ δίκτυον, τὰ ἐν τῷ πλοίῳ πάντα, καὶ ἀφεὶς τὴν θάλατταν, τὴν τέχνην,  τὴν οἰκίαν.
Μὴ γὰρ δὴ τοῦτο ἴδω μεν, ὅτι ὀλίγα ταῦτα, ἀλλ' ὅτι πάντα τὰ ὄντα· καὶ τὴν προθυμίαν ἐπαινέσωμεν. Καὶ γὰρ ἡ τὰ δύο καταβαλοῦσα δηνάρια οὐ πολὺν ὄγκον κατέθηκε  χρημάτων,  ἀλλὰ  πολὺν  πλοῦτον  ἐπεδείξατο προαιρέσεως, καθάπερ καὶ οὗτος ἐν πολλῇ  πενίᾳ  μεγάλην  εὐπορίαν προθυμίας παρέσχετο. Ὅπερ γὰρ ἑτέρῳ χωρία, καὶ ἀνδράποδα, καὶ οἰκήματα, καὶ χρυσίον, τοῦτο ἐκείνῳ τὸ δίκτυον, καὶ ἡ θάλαττα, καὶ ἡ τέχνη, καὶ τὸ πλοῖον. Μὴ τοίνυν τοῦτο ἴδωμεν, εἰ ὀλίγα ἀφῆκεν, ἀλλ' εἰ μὴ πάντα ἀφῆκε. Τοῦτο γάρ ἐστι τὸ ζητούμενον, οὐκ ὀλίγα ἢ πολλὰ κατα θεῖναι, ἀλλὰ μηδὲν ἐλάττω  τῆς οἰκείας δυνάμεως  εἰσ ενεγκεῖν.  Πάντα τοίνυν  ἀφεὶς, καὶ πατρίδα, καὶ οἰκίαν, καὶ φίλους, καὶ συγγενεῖς, καὶ αὐτὴν τὴν ἀσφάλειαν· καὶ γὰρ τὸν δῆμον τὸν Ἰουδαϊκὸν ἑαυτῷ τούτῳ τῷ τρόπῳ ἐξεπολέμησεν· Ἤδη γὰρ, φησὶ, συνέθεντο  Ἰουδαῖοι, ἐάν τις ὁμολογήσῃ αὐτὸν  Χριστὸν, ἀποσυν άγωγος  γένηται. Ὅθεν δῆλον, ὅτι οὐκ ἀμφέβαλλεν, οὐδὲ ἐδεδοίκει περὶ τῆς βασιλείας τῶν οὐρανῶν, ἀλλὰ σφόδρα ἐπέπειστο, καὶ ἀπ' αὐτῆς τῆς τῶν πραγμάτων ἀποδεί ξεως, καὶ πρὸ τῆς τῶν πραγμάτων ἀποδείξεως ἀπὸ τῆς τοῦ Σωτῆρος φωνῆς, ὅτι κληρονομήσει πάντως αὐτήν.  Εἰπὼν γὰρ, ὅτι Ἡμεῖς ἀφήκαμεν  πάντα,  καὶ ἠκολουθήσαμέν  σοι, τί  ἡμῖν ἔσται; ἀπεκρίθη αὐτοῖς ὁ Χρι στὸς, ὅτι Καθήσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.Ταῦτα δὲ κατεσκεύασα, ἵνα ὅταν δείξω αὐτὸν ἀγωνιῶντα  ὑπὲρ τῶν συνδούλων,  μὴ εἴπῃς ὅτι ὑπὲρ ἑαυτοῦ ἐδεδοίκει. Πῶς γὰρ ἂν ἔδεισεν, αὐτοῦ τοῦ μέλλοντος αὐτὸν στεφανοῦν ἀποφηναμένου ὑπὲρ τοῦ στεφάνου καὶ τῶν βραβείων; Οὗτος τοίνυν ὁ Πέτρος, ὁ πάντα ἀφεὶς, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας τῶν οὐρανῶν, προσελθόντος ποτὲ πλουσίου τινὸς, καὶ εἰπόντος τῷ Χριστῷ, Τί ποιήσω ἵνα κληρο νομήσω  ζωὴν  αἰώνιον;  καὶ  τοῦ  Χριστοῦ πρὸς  αὐτὸν  ἀποκριναμένου,  Εἰ θέλεις τέλειος  εἶναι,  ὕπαγε,  πώ  λησόν σου τὰ  ὑπάρχοντα,  καὶ δὸς πτωχοῖς,  καὶ  δεῦρο ἀκολούθει μοι· εἶτα πρὸς τοῦτο λυπηθέντος ἐκείνου, καὶ λέγοντος τοῖς μαθηταῖς τοῦ Χριστοῦ, Ὁρᾶτε πῶς  δυσκόλως  εἰσέρχονται  οἱ πλούσιοι  εἰς  τὴν  βα σιλείαν  τῶν οὐρανῶν· ἀμὴν, ἀμὴν λέγω  ὑμῖν, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος   εἰσελθεῖν,  ἢ πλούσιον  εἰς  τὴν  βασιλείαν  τοῦ  Θεοῦ· ὁ Πέτρος, ὁ ἀκτήμων, ὁ θαῤῥῶν ὑπὲρ τῆς βασιλείας, ὁ ὑπὲρ τῆς ἑαυτοῦ μὴ δεδοικὼς σωτηρίας, ὁ πεπεισμένος σαφῶς περὶ τῆς ἐκεῖ αὐτῷ ἀποκειμένης τιμῆς, ἀκούσας ταῦτα ἔλεγε· Τίς δύναται σωθῆναι; Τί δέδοικας, ὦ μακάριε Πέτρε; τί ἀγωνιᾷς; τί τρέμεις; Πάντα ἔῤῥι ψας,  πάντα  ἀφῆκας·  περὶ  τῶν  πλουτούντων     λόγος,  ἐκείνων   κατηγορία  τὸ λεγόμενον·  σὺ δὲ ἐν  πενίᾳ  καὶ ἀκτημοσύνῃ  διατελεῖς  ζῶν.  Ἀλλ' οὐ τὸ ἐμαυτοῦ σκοπῶ, φησὶν, ἀλλὰ καὶ τὸ ἑτέρων συμφέρον ζητῶ. ∆ιὰ τοῦτο ὑπὲρ τῶν καθ' ἑαυτὸν θαῤῥῶν, ὑπὲρ τῶν ἄλλων τὴν πεῦσιν προσήγαγε λέγων, Τίς δύναται σωθῆναι;

εʹ. Εἶδες τῶν ἀποστόλων τὴν κηδεμονίαν; πῶς ἓν σῶμά εἰσιν; εἶδες πῶς καὶ ὑπὲρ τῶν  παρόντων  καὶ  ὑπὲρ τῶν  μελλόντων  ἐδεδοίκει  ὁ Πέτρος; Οὕτω καὶ  ὁ Παῦλος. ∆ιὸ ἔλεγε· Γινώσκετε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστή σονται καιροὶ χαλεποί. Καὶ ἀλλαχοῦ δὲ τοῦτο ποιεῖ πάλιν. Ἐπειδὴ  γὰρ  ἔμελλε  λοιπὸν  ἀφίστασθαι  τῆς  Ἀσίας, καὶ  ἐπὶ  τὴν  Ῥώμην ἄγεσθαι, καὶ ἐκεῖθεν ἐπὶ τὸν οὐρα νὸν ἀποδημεῖν· ὁ θάνατος γὰρ τῶν ἁγίων οὐκ ἔστι θά νατος, ἀλλὰ μετάστασις ἀπὸ γῆς εἰς οὐρανὸν, ἀπὸ τῶν ἐλαττόνων εἰς τὰ βελτίω, ἀπὸ τῶν συνδούλων ἐπὶ τὸν ∆εσπότην, ἀπὸ τῶν ἀνθρώπων πρὸς τοὺς ἀγγέλους· ἐπεὶ οὖν ἔμελλεν  ἀπιέναι  πρὸς τὸν τῶν  ἁπάντων  ∆εσπότην Θεὸν, καὶ τὰ καθ' ἑαυτὸν πάντα καλῶς ᾠκονόμησε. Καὶ γὰρ τὸν χρόνον, ὃν συνῆν τοῖς μαθηταῖς, μετὰ πάσης ἀκριβείας  τὴν  διδασκαλίαν  αὐτοῖς  παρέθετο,  καὶ  λέγει·  Καθαρὸς ἐγὼ  ἀπὸ  τοῦ αἵματος πάντων, καὶ οὐδὲν ἐνέλιπον, φησὶ, τῶν ὀφειλόντων  εἰσενεχθῆναι πρὸς σω τηρίαν. Τί οὖν; ἐπειδὴ τὰ καθ' ἑαυτὸν ἠσφαλίσατο, ἐπειδὴ ἐγκαλεῖσθαι οὐκ ἤμελλεν ἀπὸ τοῦ ∆εσπότου ὑπὲρ τῶν  κατ' αὐτὸν  χρόνων,  ἆρα ἠμέλησε τῶν  μετὰ ταῦτα ψυχῶν; Οὐδαμῶς· ἀλλ' ὥσπερ μέλλων καὶ ἐκείνων εὐ θύνας ὑπέχειν, οὕτως κἀκεῖνα μετὰ πάσης αὐτοῖς λέγει τῆς ἀκριβείας, καὶ αὐτὰ ἃ πάλιν ἀναγνώσωμεν  τὰ ῥή ματα· Προσέχετε, φησὶν, ἑαυτοῖς καὶ παντὶ τῷ ποι μνίῳ. Εἶδες πῶς ἦν συνδεδεμένος αὐτῶν τῇ φροντίδι; Ἡμῶν  μὲν γὰρ ἕκαστος τὰ καθ' ἑαυτὸν  μεριμνᾷ, ὁ δὲ προεστὼς τὰ πάντων.  ∆ιό φησι περὶ τῶν  διδασκάλων·  Οἵτινες ἀγρυπνοῦσιν  ὑπὲρ τῶν  ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Φοβερὸν ὄντως τὸ κρυπτήριον ὑπὲρ τοσούτου δήμου τὰς εὐθύνας ὑπέχειν· ἀλλ', ὅπερ ἔλεγον, καλέσας αὐτούς φησι· Προσέχετε ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ποιμένας καὶ ἐπισκόπους. Τί  γέγονεν;  τίνος  ἕνεκεν  παραινεῖς;  μή  τι  προορᾷς  δεινόν;  μή  τι  προβλέ  πεις χαλεπόν; μή τις κίνδυνος, μή τις συμφορὰ, μή τις πόλεμος; Εἰπέ· καὶ γὰρ ὑψηλότερος ἡμῶν ἕστηκας· καὶ οὐ τὰ παρόντα βλέπεις μόνον, ἀλλὰ καὶ τὰ μέλλοντα προ ορᾷς. Εἰπὲ τοίνυν τίνος ἕνεκεν παραγγέλλεις  ταῦτα καὶ παραινεῖς. Οἶδα, φησὶν, ὅτι μετὰ τὴν ἄφιξίν μου εἰσ ελεύσονται λύκοι βαρεῖς εἰς τὸ ποίμνιον. Εἶδες ὅπερ ἔλεγον,  πῶς  οὐχ  ὑπὲρ τῶν  καθ' ἑαυτὸν  χρόνων  ἀγωνιᾷ  καὶ δέδοικε μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μετὰ τὴν ἄφιξιν αὐτοῦ; Εἰσελεύσονται γὰρ λύκοι, φησί· καὶ οὐχ ἁπλῶς, λύκοι, ἀλλὰ, Λύκοι βαρεῖς, μὴ φειδόμενοι  τοῦ ποιμνίου. ∆ι πλοῦς  ὁ πόλεμος· ἀπουσία Παύλου, καὶ ἔφοδος τῶν  λύ κων· οὐδὲ ὁ διδάσκαλος πάρεστιν, καὶ οἱ διαφθείροντες  ἐπι κείσονται. Καὶ σκόπει κακουργίαν θηρίων, καὶ πονηρῶν ἀνθρώπων ἐπίνοιαν· τὴν ἀπουσίαν παρετηρήσαντο τοῦ διδασκάλου, καὶ τότε ἐπέθεντο τῷ ποιμνίῳ. Τί οὖν; ἀπροστατεύτους ἡμᾶς ἐᾷς, καὶ προλέγεις τὰ δεινὰ  μό νον,  οὐδεμίαν  δὲ ἐπινοεῖς  παραμυθίαν;  Ἀλλὰ ἂν  τοῦτο  ποιῇς,  μᾶλλον αὔξεις τὴν δειλίαν, καὶ καταβάλλεις τὰ φρονήματα, καὶ ἐκλύεις τὰ νεῦρα, παραλύεις τὰς  χεῖρας  τῶν   ἀκουόντων.   ∆ιά  τοι  τοῦτο  πρότερον  αὐτοὺς  τοῦ  Πνεύματος ἀνέμνησεν· Ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον  ἔθετο ποιμένας  καὶ ἐπισκόπους. Κἂν Παῦλος ἀπίῃ, φησὶν, ἀλλ' ὁ Παράκλητος πάρεστιν. Εἶδες πῶς ἐπτέρωσεν αὐτῶν τὴν ψυχὴν, ἀναμνήσας τοῦ διδασκάλου τοῦ θείου, δι' ὃν καὶ αὐτὸς παρὼν ἴσχυε; Τίνος οὖν ἕνεκεν εἰς φόβον ἐνέβαλεν; Ἵνα ἐκβάλῃ πάλιν τὴν ῥᾳθυ μίαν. Ἑκάτερα γὰρ δεῖ ποιεῖν τὸν συμβουλεύοντα, μήτε ἀφιέναι θαῤῥεῖν τὸν ἀκούοντα, ἵνα μὴ ῥᾳθυμότερος γέ νηται· μήτε φοβεῖν πάλιν μόνον, ἵνα μὴ εἰς δειλίαν ἐμ πέσῃ. Ἀναμνήσας μὲν οὖν τοῦ Πνεύματος, ἐξέβαλε τὴν δειλίαν· εἰπὼν δὲ τοὺς λύκους, ἐξέβαλε τὴν ῥᾳθυμίαν. Λύκοι βαρεῖς, μὴ φειδόμενοι τοῦ ποιμνίου. Προσ έχετε ἑαυτοῖς. Οὐδὲν ὑπεστειλάμην, φησί· μνημο νεύετέ μου. Ἱκανὸν γὰρ ὄντως εἰς τὸ θαῤῥεῖν τὸ μεμνῆ σθαι Παύλου. Οὐχ ἁπλῶς δὲ λέγει τὴν μνήμην τὴν ἑαυτοῦ, ἀλλὰ τὴν μνήμην τῶν κατορθωμάτων. Ὅτι γὰρ οὐχ ἁπλῶς λέγει τὴν μνήμην τὴν αὐτοῦ, ἀλλ' ἵνα μεμνημένοι ζηλώσωσιν, ἀκούσοντι ἐπήγαγεν· Μνημονεύετέ μου, ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐ διέλειπον μετὰ δακρύων καὶ τῶν ὀδυρμῶν ἐκείνων  ἁπάντων, νου θετῶν ἕνα ἕκαστον ὑμῶν. Οὐχ ἁπλῶς ὑμᾶς βούλομαι μεμνῆσθαί μου, ἀλλὰ καὶ τοῦ χρόνου καὶ τῆς νουθεσίας, καὶ τῆς σπουδῆς καὶ τῶν δακρύων, καὶ τῶν ὀδυρμῶν ἐκείνων ἁπάντων.
Καθάπερ γὰρ  ἐπὶ  τῶν  καμνόντων  οἱ  προσήκοντες,  ἐπειδὰν  πολλοὺς  καὶ μακροὺς ἀποτείναντες  λόγους μὴ πεισθῶσι τὰ τῶν  ἀῤῥωστούντων προέσθαι σιτία καὶ φάρμακα, δακρύουσιν, ὥστε αὐτοὺς ἐπικάμψαι μᾶλλον· οὕτω καὶ Παῦλος ἐπὶ τῶν μαθητῶν  ἐποίει· ἡνίκα ἂν εἶδεν ἀσθενοῦντα τὸν λόγον τῆς διδασκαλίας, τὴν θεραπείαν τὴν ἀπὸ τῶν δακρύων εἰσέφερε.

ςʹ. Τίς δὲ οὐκ ἂν ᾐδέσθη Παῦλον δακρύοντα καὶ ὀδυρό μενον ὁρῶν, εἰ καὶ τῶν λίθων ἀναισθητότερος ἦν; Εἶδες πῶς κἀκεῖ προεῖπε τὰ μέλλοντα; Καὶ ἐνταῦθα τὸ  αὐτὸ  τοῦτο  ποιεῖ  λέγων·   Τοῦτο  δὲ  γινώσκετε,  ὅτι  ἐν  ἐσχά  ταις  ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Τίνος δὲ ἕνεκεν Τιμοθέῳ λέγει, καὶ οὐ λέγει· Ἰδέτωσαν δὲ  οἱ  μετὰ  ταῦτα  μέλλοντες  γίνεσθαι,  ὅτι  ἐνστήσονται  καιροὶ  χαλε  ποί;  Ἀλλὰ γίνωσκε  σὺ, ἵνα  μάθῃς ὅτι καὶ ὁ μαθητὴς  ὁμοίως  τῷ  διδασκάλῳ  τῶν  ἐσομένων κήδεται. Οὐδὲ γὰρ εἰ μὴ ἐκήδετο, παραπλησίως ἐκείνῳ τὴν φροντίδα ἐνέθηκεν ἄν. Οὕτω καὶ ὁ Χριστὸς ποιεῖ· ἐπειδὴ γὰρ προσῆλθον οἱ μαθηταὶ, τὰ περὶ τῆς συντελείας μαθεῖν θέλοντες, φησὶ πρὸς αὐτούς· Μελλήσετε δὲ ἀκούειν πολέμους. Καὶ μὴν οὐκ ἐκεῖνοι ἔμελλον  ἀκούειν. Ἓν γάρ ἐστι τὸ σῶμα τῶν πιστῶν. Καὶ καθάπερ οἱ τότε ὄντες περὶ τῶν  ὑστέρων ἀκούουσιν, οὕτω δὴ καὶ ἡμεῖς περὶ τῶν  τότε γενομένων μανθάνομεν.  Ὅπερ  γὰρ  εἶπον,  σῶμα  ἕν  ἐσμεν  ἡμεῖς  κἀκεῖνοι,  μετὰ  ἀκριβείας ἀλλήλοις συνδεδεμένοι, εἰ καὶ τὴν ἐσχάτην τῶν μελῶν ἐπέχομεν τάξιν· καὶ τὸ σῶμα τοῦτο οὐ χρόνος διίστησιν, οὐ τόπος· συνδεδέμεθα γὰρ ἀλλήλοις, οὐ νεύρων περιβολαῖς, ἀλλ' ἀγάπης δεσμοῖς περιβεβλημένοι πάντοθεν. ∆ιὰ τοῦτο καὶ ἐκείνοις περὶ ἡμῶν διαλέγεται, καὶ ἡμεῖς τὰ ἐκείνων ἀκούσωμεν. Ἄξιον δὲ ζητῆσαι κἀκεῖνο, τί  δήποτε  πανταχοῦ   τὰ  σκυθρωπὰ  πρὸς  τὰ  τέλη  τῆς  παρούσης  ζωῆς συνωθῆσθαί φησι.
Καὶ  γὰρ  ἀλλαχοῦ   λέγει·  Ἐν  ἐσχάταις  ἡμέραις  ἀποστήσονταί  τινες  τῆς πίστεως· καὶ ἐνταῦθα πάλιν λέγει· Ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. Καὶ ὁ Χριστὸς σύμφωνα  τούτοις  προαναφωνῶν  ἔλεγεν·  Ἐπὶ γὰρ τῆς  συντελείας μελλήσετε ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων, καὶ λιμοὺς καὶ λοιμούς. Τίνος οὖν ἕνεκεν ἐν τῇ συντελείᾳ τὸ μέγεθος καὶ ἡ σύνοδος τῶν συμφορῶν; Τινὲς μέν φασιν, ὅτι κάμνουσα ἡ κτίσις καὶ ἀσθενοῦσα, καθάπερ σῶμα γεγηρακὸς πολλὰ ἐπισπᾶται τὰ νοσήματα, οὕτω καὶ αὐτὴ γηρῶσα πολλὰς  ἐπισπᾶται τὰς συμφοράς. Ἀλλὰ τὸ μὲν σῶμα κατὰ φύσεως ἀσθένειαν καὶ νόμον ἐπὶ τὸ γῆρας ἔρχεται· οἱ δὲ λοιμοὶ καὶ οἱ πόλεμοι  καὶ οἱ σεισμοὶ οὐ διὰ τὸ γῆρας τῆς  κτίσεώς  εἰσιν. Οὐδὲ γὰρ ἐπειδὴ  τὰ κτίσματα ταῦτα  γηρᾷ, διὰ τοῦτο  τὰ νοσήματα ταῦτα· Λιμοὶ γὰρ, καὶ λοιμοὶ,  καὶ σεισμοὶ κατὰ τόπους· ἀλλ' ἐπειδὴ τῶν  ἀνθρώπων  ἡ γνώμη  διαφθείρεσθαι μέλλει· ἁμαρτιῶν   γάρ  ἐστιν  ἅπαντα  ταῦτα  κολαστήρια,  καὶ  νοσημάτων  ἀνθρωπίνων φάρμακα. Καὶ γὰρ τὰ νοσήματα τὰ ἀνθρώπινα  τότε ἐπιτείνεται.  Καὶ τίνος  ἕνεκεν τότε  ἐπιτείνεται;   φησίν.  Ἐμοὶ  δοκεῖ,  ὅτι  ἐπειδὴ  χρονίζει  τὸ  δικαστήριον,  καὶ μέλλουσιν  αἱ εὐθῦναι,  καὶ οὔπω παραγέγονεν  ὁ κριτὴς, ῥᾳθυμότεροι γίνονται  οἱ μέλλοντες λόγον ὑπέχειν.Ὅπερ οὖν καὶ περὶ τοῦ πονηροῦ οἰκέτου φησὶν ὁ Χριστὸς, ὅτι ἐκεῖθεν γέγονε ῥᾳθυμότερος. Χρονίζει γὰρ  ὁ Κύριός μου, φησὶν  ὁ οἰκέτης,  καὶ  διὰ  τοῦτο  τοὺς συνδούλους ἔτυπτε, καὶ τὴν δεσποτικὴν διετάραττεν οὐσίαν. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς μαθηταῖς συνελθοῦσι καὶ βουλομένοις μαθεῖν τὴν ἡμέραν τῆς συντελείας, οὐκ ἔλεγε, τῇ ἀδηλίᾳ τῶν μελλόντων  ἐναγωνίους ἡμᾶς ποιῶν διηνεκῶς, ἵνα ἕκαστος ἀεὶ προσδοκῶν τὸ μέλλον, καὶ ἐν ἐλπίσιν ὢν τῆς τοῦ Χριστοῦ παρουσίας, σπουδαιότερος ᾖ.  ∆ιὰ  τοῦτο  παραινεῖ  τις  λέγων·  Μὴ ἀναβάλλου  ἐπιστρέψαι  ἐπὶ  Κύριον, μηδὲ ἀνάμενε ἡμέραν ἐξ ἡμέρας, μήποτε ὡς μέλλεις ἐκτριβῇς. Ἄδηλός ἐστιν ἡ τελευτὴ,φησὶ, καὶ διὰ τοῦτο ἄδηλος, ἵνα ἀεὶ σπουδάζῃς. ∆ιὰ τοῦτο ὡς κλέπτης  ἐν νυκτὶ,οὕτως    ἡμέρα Κυρίου ἔρχεται·  οὐχ  ἵνα  κλέψῃ,  ἀλλ'  ἵνα  ἡμᾶς  ἀσφαλεστέρους ποιήσῃ. Ὁ γὰρ τὸν  κλέπτην  προορῶν, ἐν ἀγρυπνίᾳ  διάγει, καὶ λύχνον  ἅψας διὰ παντὸς ἐγρήγορεν. Οὕτως οὖν καὶ ὑμεῖς ἅψαντες τὸ φῶς τῆς πίστεως καὶ τῆς ὀρθῆς πολιτείας,  φαιδρὰς  ἔχετε  τὰς  λαμπάδας  ἐν  ἀγρυπνίᾳ  διηνεκεῖ.  Ἐπειδὴ  γὰρ  οὐκ οἴδαμεν πότε ὁ νυμφίος ἔρχεται, δεῖ παρεσκευασμένους εἶναι διὰ παντὸς, ἵν' ὅταν ἔλθῃ, νήφοντας εὕρῃ.

ζʹ. Ἐβουλόμην ἐκτεῖναι τὸν λόγον· ἀλλὰ καὶ ταῦτα μόλις ἀφῆκεν εἰπεῖν ἡ τοῦ σώματος ἀσθένεια, δι' ἣν τὸν μακρὸν τοῦτον ὑμῶν διεσπάσθην χρόνον. Μακρὸς γὰρ ὁ χρόνος ἐμοὶ, οὐ τῷ ἀριθμῷ τῶν ἡμερῶν, ἀλλὰ τῷ μέτρῳ καὶ τῇ διαθέσει τῆς ψυχῆς. Τοῖς γὰρ φιλοῦσι καὶ ὁ βραχὺς χρόνος τοῦ χωρισμοῦ πολὺς καὶ ἄφατος φαίνεται. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος μικρὸν ἀποστὰς Θεσσαλονικέων, ἔλεγεν· Ἡμεῖς, ἀδελφοὶ, ἀπορφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας, προσώπῳ, οὐ καρδίᾳ, περισσοτέρως ἐσπουδάσαμεν τὸ πρόσωπον ὑμῶν ἰδεῖν. Εἰ δὲ Παῦλος ὁ πάντων μάλιστα φιλοσοφεῖν εἰδὼς, οὐκ ἤνεγκεν  πρὸς καιρὸν ὥρας, πῶς ἡμεῖς τοσαύτας οἴσομεν ἡμέρας; Ἀλλ' ἐκεῖνος μὲν μηκέτι στέγων, τὰ λείψανα  τῆς ἀῤῥωστίας ἔχων, ἔδραμον πρὸς ὑμᾶς, μέγιστον   φάρμακον   ἡγούμενος   ἐπιθήσειν   τῆς   ὑμετέρας   ἀγάπης   τὴν    συντυχίαν.
Ἐμοὶ  γὰρ  καὶ   ἰατρῶν   χειρῶν   χρησιμώτερον,   καὶ   πάσης  τῆς   ἐκεῖθεν παραμυθίας  λυσιτελέστερον,  τὸ  τῆς  ὑμετέρας  ἀπολαύειν   ἀγάπης·  ἧς  γένοιτο διηνεκῶς ἐντρυφᾷν, εὐχαῖς καὶ πρεσβείαις πάντων τῶν ἁγίων, εἰς  δόξαν τοῦΚυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |