ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Αʹ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας

Τετάρτη 26 Οκτωβρίου 2016

Αʹ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας




Ιωάννης Χρυσόστομος
Είς τόν Προφήτη Ησαία Ομιλίαι
Τόμος 56

Αʹ Ὅρασις, ἣν εἶδεν Ἡσαΐας

Ὅρασιν καλεῖ τὴν προφητείαν, ἢ διὰ τὸ πολλὰ τῶν  ἐκβησομένων  ἐπ'  αὐτῆς  ὁρᾷν  τῆς  ὄψεως·  ὡς  ὁ  Μιχαίας  εἶδε  τὸν  λαὸν ἐσπαρμένον· καὶ ὁ Ἰεζεκιὴλ τὴν αἰχμαλωσίαν  καὶ τὴν παρανομίαν τῶν τὸν ἥλιον προσκυνούντων  καὶ τὸν Θαμούζην· ἢ διὰ τὸ τὴν ἀκοὴν τῶν προφητῶν τὴν ἐκ τοῦ Θεοῦ γενομένην  αὐτοῖς μηδὲν ἔλαττον ἔχειν τῆς ὄψεως, ἀλλ' ὁμοίως πληροφορεῖν, ὅπερ ἐν τοῖς βιωτικοῖς  οὐκ ἔνι. Ὅτι γὰρ ἑτέρως ἤκουον παρὰ τοὺς λοιποὺς  τῶν ἀνθρώπων, φησί· Προσέθηκέ μοι ὠτίον ἀκούειν. Ποιεῖ δὲ καὶ τὸν λόγον ἀξιόπιστον, ὅρασιν εἰπών,  καὶ ἀνίστησι τὸν ἀκροατὴν καὶ παραπέμπει πρὸς τὸν τὰ πράγματα δείξαντα. Ἔθος γὰρ αὐτοῖς ἅπασι τοῖς παρὰ τοῦ Θεοῦ διαπορθμεύουσι τὰ λεγόμενα, τοῦτο πρὸ τῶν ἄλλων κατασκευάζειν, ὡς οὐδὲν οἴκοθεν φθέγγονται, ἀλλ' ὅτι θεῖοι χρησμοί τινές εἰσι τὰ λεγόμενα καὶ γράμματα ἐκ τῶν οὐρανῶν καταβάντα. Οὕτω καὶ ὁ ∆αυΐδ φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως  ὀξυγράφου.


Μὴ τοίνυν  τοῦ καλάμου νόμιζε εἶναι τὰ γράμματα, ἀλλὰ τῆς κατεχούσης αὐτὸν δεξιᾶς, τουτέστι, μὴ τῆς γλώττης  τοῦ ∆αυΐδ, ἀλλὰ τῆς κινούσης αὐτὸν χάριτος. Καὶ ἕτερος δὲ προφήτης τοῦτο αὐτὸ ἐνδεικνύμενος ἔλεγεν, ὅτι Αἰπόλος ἤμην, φησί, συκάμινα κνίζων· ἵνα μὴ ἀνθρωπίνῃ σοφίᾳ τὰ λεγόμενά τις λογίσηται. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη μόνον, ἀλλὰ καὶ ἕτερόν τι προσέθηκεν εἰπών· Ἀλλὰ μὴν ἐγὼ ἐνεπλήσθην  ἰσχύος ἐν Πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας. Οὐ γὰρ δὴ μόνον σοφοὺς αὐτοὺς ἡ χάρις, ἀλλὰ καὶ ἰσχυροὺς ἠργάζετο, οὐ τῇ τοῦ σώματος κατασκευῇ, ἀλλὰ τῇ γνώμῃ. Ἐπειδὴ γὰρ πρὸς  δῆμον  εἶχον  ἰταμὸν  καὶ  ἀναίσχυντον,  αἱμάτων  διψῶντα  προφητικῶν,  καὶ σφαγαῖς ἁγίων ἐμμελετῶντα, εἰκότως πολλῆς ἐδέοντο τῆς δυνάμεως, ὥστε μὴ καταπλαγῆναι τὴν ἄφατον αὐτῶν ῥύμην. ∆ιὰ δὴ τοῦτο τῷ μὲν Ἱερεμίᾳ φησί· Τέθεικά σε ὡς στῦλον σιδηροῦν καὶ ὡς τεῖχος χαλκοῦν· τῷ δὲ Ἰεζεκιήλ· Ἐν μέσῳ σκορπίων σὺ κατοικεῖς, μὴ φοβηθῇς  ἀπὸ προσώπου αὐτῶν,  μηδὲ πτοηθῇς. Καὶ Μωϋσῆς δέ, ἡνίκα ἀπεστέλλετο, οὐχὶ τὸν Φαραὼ δεδοικὼς ἀναδύεσθαι μοι δοκεῖ μόνον, ἀλλ' αὐτὸν  μάλιστα  τὸν  δῆμον  τῶν  Ἰουδαίων.  Τῷ γοῦν  Θεῷ διαλεγόμενος  καὶ  τὸν βάρβαρον ἀφείς, μετὰ πολλῆς τῆς σπουδῆς μαθεῖν ἐζήτει, τί δεῖ πρὸς αὐτοὺς εἰπεῖν ἀπιστοῦντας, ὅτι δὴ παρὰ Θεοῦ ἀφιγμένος  εἴη· καὶ τὰ σημεῖα τῆς ἐκείνων  ἕνεκεν ἐλάμβανε γνώμης· καὶ μάλα εἰκότως. Εἰ γὰρ εἷς αὐτὸν οὕτως ἐφόβησε καὶ ταῦτα εὐεργετηθείς, τί εἰκὸς ἦν αὐτὸν παθεῖν ἐννοοῦντα τὸν ἄτακτον δῆμον ἐκεῖνον; ∆ιὰ δὴ τοῦτο οὐχὶ σοφίας μόνον, ἀλλὰ  καὶ δυνάμεως  ἐλάμβανε Πνεῦμα, καὶ ἔλεγεν· Ἐνεπλήσθην ἰσχύος ἐν Πνεύματι Κυρίου καὶ κρίματος καὶ δυναστείας. Καὶ ἕτερος δὲ πάλιν· Ῥῆμα Θεοῦ ἐγένετο πρὸς Ἱερεμίαν τὸν τοῦ Χελκίου. Καὶ ἕτερος δὲ πάλιν· Λῆμμα Νινευῆ. Βιβλίον ὁράσεως Ναοὺμ τοῦ Ἐλκεσαίου. Καὶ αὐτὸς γὰρ οὗτος ἑτέρῳ ῥήματι τὸ αὐτὸ  τοῖς  προτέροις ἐνδείκνυται,  τοῦ Πνεύματος τὴν  κατοχὴν  λῆμμα καλέσας. Ἐπειδὴ γὰρ λαμβανόμενοι  ὑπὸ τοῦ Πνεύματος οὕτως  ἔλεγον,  ἅπερ ἔλεγον, τὴν ἐνέργειαν τῆς χάριτος οὕτως ὠνόμασε. ∆ιὰ τοῦτο καὶ Παῦλος πανταχοῦ προτίθησι τῶν Ἐπιστολῶν τὸ τῆς ἀποστολῆς ὄνομα, ὅπερ οἱ προφῆται ἐποίουν διὰ τοῦ λέγειν,  ὅρασις καὶ λόγος καὶ λῆμμα καὶ ῥῆμα, τοῦτο διὰ τοῦ τῆς ἀποστολῆς κατασκευάζων ὀνόματος. Ὥσπερ γὰρ ὁ λέγων  ὅρασιν καὶ ῥῆμα Θεοῦ, οὐ τὰ οἰκεῖα φθέγγεται, οὕτω καὶ ὁ ἀπόστολον ἑαυτὸν καλῶν, οὐ τὰ παρ' ἑαυτοῦ διδάσκει, ἀλλ' ἅπερ ὁ ἀποστείλας ἐκέλευσεν. Ἀποστόλου γὰρ ἀξίωμα, μηδὲν οἴκοθεν ἐπεισάγειν.∆ιὸ καὶ ὁ Χριστὸς ἔλεγε· Μὴ καλέσετε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γὰρ ὑμῶν ἐστιν ὁ διδάσκαλος ὁ ἐν τοῖς οὐρανοῖς· δεικνὺς ὅτι πᾶσα τῶν παρ' ἡμῖν δογμάτων  ἡ ἀρχὴ τὴν ῥίζαν ἄνωθεν  ἔλαβεν ἐκ τοῦ τῶν  οὐρανῶν  ∆εσπότου, κἂν ἄνθρωποι  ὦσιν οἱ πρὸς τὰ λεγόμενα διακονούμενοι.  Ἣν εἶδεν Ἡσαΐας. Τὸ πῶς ὁρῶσιν οἱ προφῆται ταῦτα, ἅπερ ὁρῶσιν, οὐχ ἡμέτερον εἰπεῖν· οὐ γὰρ δυνατὸν ἑρμηνευθῆναι λόγῳ τὸν τρόπον τῆς ὄψεως· ἀλλ' ἐκεῖνος μόνος οἶδε σαφῶς, ὁ τῇ πείρᾳ μαθών. Εἰ γὰρ φύσεως ἔργα καὶ πάθη πολλάκις  οὐδεὶς ἂν παραστήσειε λόγῳ, πολλῷ μᾶλλον τὸν τρόπον τῆς τοῦ Πνεύματος ἐνεργείας. Εἰ δὲ ἀμυδραῖς εἰκόσιν ἀποχρησάμενον δεῖ κατατολμῆσαι, οὐχ ὥστε τὸ σαφὲς παραστῆσαι, ἀλλ' ὥστε αἰνίγματι παρασχεῖν, ἐμοὶ δοκεῖ ταὐτὸ καὶ ἐπὶ τῶν προφητῶν  γίνεσθαι, οἷον ἂν εἰ ἡ καθαρῶν ὑδάτων φύσις ἡλιακὰς ἀκτῖνας δεξαμένη καταυγασθείη, οὕτω καὶ τῶν προφητῶν τὰς ψυχάς, καθαιρομένας οἰκείᾳ ἀρετῇ πρῶτον, ὑποδέχεσθαι τὴν τοῦ Πνεύματος δωρεὰν καὶ πρὸς  τὴν  λαμπηδόνα  ποιουμένας  ἐκείνην,  τῶν  μελλόντων   οὕτω  δέχεσθαι  τὴν γνῶσιν.  Υἱὸς Ἀμώς. Τίνος ἕνεκεν  τοῦ πατρὸς μέμνηται; Ἢ διὰ τὰς ὁμωνυμίας,  ἢ ὥστε μαθεῖν  ὅτι οὐδὲν εὐτέλεια  πατρὸς ἐπισκιάζει παιδὸς ἀρετήν· οὐδὲ εὐγένεια τοῦτο τὸ ἐκ μεγάλων  φῦναι, ἀλλὰ τὸ μεγάλους αὐτοὺς γενέσθαι. Οὗτός τε ἀσήμου πατρὸς ὤν, πάντων φαιδρότερος γέγονε, τῇ τῆς οἰκείας ἀρετῆς λάμψας ὑπερβολῇ.

Ἣν  εἶδε  κατὰ  τῆς  Ἰουδαίας  καὶ  κατὰ  Ἱερουσαλήμ.  Τίνος  ἕνεκεν διῃρημένως   ἑκατέρων   ἐμνημόνευσε   τῶν   χωρίων;   Ἐπειδὴ   καὶ   αἱ   τιμωρίαι διῃρημένως γεγόνασι καὶ ἐν διαφόροις καιροῖς, τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς οἰκονομήσαντος, τὸ μὴ πάντας ἀθρόον ἀπολέσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν, ὥστε τῇ τῶν ἀπαχθέντων  τιμωρίᾳ τοὺς λειπομένους γενέσθαι σωφρονεστέρους. Εἰ δὲ οὐκ ἐχρήσαντο  εἰς  δέον  τῷ  φαρμάκῳ,  οὐχὶ  τοῦ  ἰατροῦ,  ἀλλὰ  τῶν  καμνόντων   τὸ ἔγκλημα. Ποιεῖ δὲ αὐτὸ διὰ παντὸς καὶ καθ' ἑκάστην γενεάν, οὐ πάντας ὁμοῦ τοὺς τὰ αὐτὰ ἁμαρτάνοντας ὁμοῦ καὶ κολάζων· ἢ γὰρ ἂν ἅπαν ἡμῶν πάλαι προανηρπάσθη τὸ γένος· ἀλλὰ τοὺς μὲν ἐνταῦθα ἀπαιτεῖ δίκην, αὐτοῖς τε ἐκείνοις κουφοτέραν τὴν ἐκεῖ κατασκευάζων κόλασιν καὶ τοῖς συνακμάζουσιν αὐτοῖς μεγίστην τὴν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς προαποτιθέμενος  ὑπόθεσιν· τοὺς δὲ μήτε οἴκοθεν, μήτε ἐκ τῆς τοιαύτης  οἰκονομίας  βουλομένους  τι κερδαίνειν,  τῇ ἀπαραιτήτῳ  καὶ φοβερᾷ τῆς κρίσεως ταμιευόμενος ἡμέρᾳ. Ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν, καὶ Ἄχαζ καιἘζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Καὶ τὸν καιρὸν ἀναγκαίως προτίθησι, τὸν φιλόπονον ἀκροατὴν παραπέμπων εἰς τὴν ἱστορίαν τῶν γεγενημένων.  Οὕτω γὰρ εὐμαθεστέρα τε ἔσται καὶ σαφεστέρα ἡ προφητεία, εἰ μάθοιμεν, πῶς τῶν πραγμάτων διακειμένων καὶ πῶς τῶν τραυμάτων ἐχόντων τῶν Ἰουδαϊκῶν, οὗτοι τὰ φάρμακα κατεσκεύασαν. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Πολλοῦ γέμει τοῦ θυμοῦ τὸ προοίμιον. Εἰ γὰρ μὴ σφοδρά τις ἦν καὶ ἄφατος ἡ ὀργή, οὐκ ἂν τοὺς ἀνθρώπους ἀφείς, πρὸς τὰ στοιχεῖα τὸν  λόγον  ἔτρεψεν. Ποιεῖ δὲ αὐτό, οὐχ ὥστε τὴν  ὀργὴν ἐνδείξασθαι μόνον,  ἀλλ' ὥστε καὶ αὐτοὺς  τοὺς ἀκούειν  μέλλοντας  μετὰ πολλῆς ἐντρέψαι  τῆς ὑπερβολῆς, δεικνὺς  ὅτι τῶν  ἀναισθήτων  φύσει στοιχείων  χεῖρον οἱ λόγῳ τετιμημένοι διάκεινται. Τοῦτο δὲ καὶ ἑτέροις ἔθος προφήταις ποιεῖν. ∆ιά τοι τοῦτο καὶ ὁ πρὸς τὸν Ἱεροβοὰμ ἀποσταλείς, ἀφεὶς τὸν βασιλέα πρὸς ὃν ἀπεστέλλετο, τῷ θυσιαστηρίῳ διαλέγεται. Καὶ Ἱερεμίας τὴν γῆν ἐκάλει λέγων· Γῆ, γῆ, γῆ γράψον τὸν   ἄνδρα  τοῦτον,   ἄνδρα  ἐκκήρυκτον.   Καὶ  ἕτερος  πάλιν   ἔλεγεν·   Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Υἱοὺς ἐγέννησα. Οὐ τὴν κοινὴν πρὸς πάντας ἀνθρώπους τίθησιν εἰς αὐτοὺς εὐεργεσίαν, ὅπερ ἦν τὸ γενέσθαι, ἀλλὰ τὴν ἐξαίρετον, ὅπερ ἦν τὸ υἱοὺς  γενέσθαι.  Πανταχοῦ  γὰρ  ἄρχει  τῶν  εὐεργεσιῶν  ὁ  Θεὸς καὶ  ὥσπερ  τὸν ἄνθρωπον   πλάττων,   οὐδέπω  γενόμενον   ἐτίμησε  τῇ  ἀρχῇ,  εἰπών·  Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἐπὶ δὲ τῆς Καινῆς καὶ μειζόνως· οὐ γὰρ δὴ μόνον μηδὲν εἰργασμένους, ἀλλὰ καὶ μυρία κακὰ εἰργασμένους ἐτίμησε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· οὕτω καὶ ἐνταῦθα ἔστιν ἰδεῖν, ὅτι τῇ υἱοθεσίᾳ οὐχὶ μόνον  οὐδὲν κατωρθωκότας,  ἀλλὰ  καὶ ἐπταικότας  ἐτίμησεν. Οὐ μὴν ἐπειδὴ τιμᾷ πρὸ τῶν πόνων, ἀποστερεῖ μετὰ τοὺς πόνους, ἀλλὰ καὶ τότε μείζονα δίδωσι τὰ ἔπαθλα. Καὶ ὕψωσα. Τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν Παλαιστίνῃ ἑνὶ ῥήματι παρέδραμεν. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, διὰ τὴν περιουσίαν τῶν εὐεργεσιῶν μὴ κατὰ μικρὸν   ἐνδιατρίβειν   τῇ   διηγήσει   τῶν   γεγενημένων.   Αὐτοὶ  δέ  με  ἠθέτησαν. Παρέβησάν μου, φησί, τὸν νόμον, τὰ προστάγματά μου κατέλιπον. Ἔγνω βοῦς τὸν κτησάμενον,  καὶ ὄνος τὴν  φάτνην  τοῦ κυρίου αὐτοῦ. Αἱ συγκρίσεις αὔξησιν τῆς κατηγορίας ποιοῦσιν καὶ μάλιστα ὅταν ἐξ ἀνίσων ὦσιν· καθὼς καὶ ὁ Χριστός φησι. Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν  αὐτήν·  καὶ  πάλιν  Βασίλισσα νότου  ἐγερθήσεται ἐν  τῇ  κρίσει καὶ κατακρινεῖ  τὴν  γενεὰν  ταύτην,  ὅτι ἦλθεν  ἐκ τῶν  περάτων  τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος. Καὶ Ἱερεμίας δὲ πάλιν φησί· Πορεύθητε εἰς νήσους Κετιὶμ καὶ ἴδετε· καὶ εἰς Κεδὰρ ἀποστείλατε καὶ γνῶτε, εἰ ἀλλάξονται ἔθνη τοὺς θεοὺς αὐτῶν· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται. Τὸ ἀνεπαχθὲς τῆς νομοθεσίας δείκνυσι καὶ ὅσον ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων  μέτρον, ὃ καὶ ἀλόγοις εὔκολον κατορθῶσαι, καὶ ἀλόγων τοῖς ἀνοητοτέροις. Ἀλλ' ἐρεῖ τις, ὅτι ἐκεῖνα ἐν τῇ φύσει ἔχει τὸ γνωρίζειν. Ἀλλὰ δυνατὸν τὰ φύσει κατορθούμενα ἐκείνοις ἐκ προαιρέσεως ὑφ' ἡμῶν γίνεσθαι. Ἔγνω βοῦς τὸν κτησάμενον· οὐ τὸ ἐξαίρετον τῆς δωρεᾶς  τίθησιν  αὐτοῖς,  ἀλλὰ  καὶ  τῇ  ὑπερβολῇ  τῆς  κακίας  αὐτῶν  αὔξει  τὴν κατηγορίαν.  Ὥσπερ γὰρ εἰς ἐντροπὴν  αὐτῶν  τὰ στοιχεῖα καλεῖ, οὕτω πάλιν  οὐκ ἀνθρώποις,  ἀλλὰ  ἀλόγοις  αὐτοῖς  συγκρίνει,  καὶ  τούτων  τοῖς  ἀνοητοτάτοις,  καὶ δείκνυσι χείρους κἀκείνων.


Οὕτω καὶ Ἱερεμίας ποιεῖ, τρυγόνα καὶ χελιδόνα παράγων εἰς μέσον, καὶ ὁ Σολομῶν δὲ νῦν μὲν πρὸς τὸν μύρμηκα, νῦν δὲ πρὸς τὴν μέλιτταν πέμπων τὸν ἀργὸν βίον ζῶντα. Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ἐπίτασις κακίας, ὅταν καὶ οἱ ᾠκειωμένοι, καὶ μετὰ τοσαύτας τιμάς, καὶ πάντες ἀθρόον πρὸς τὴν κακίαν ὦσιν ηὐτομοληκότες. Οὐκ εἶπεν Ἰακώβ, ἀλλ' Ἰσραήλ, ὥστε τῇ ἀρετῇ τοῦ προγόνου τῶν ἐκγόνων μείζονα δεῖξαι τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ τῇ τῆς ψυχῆς ἀρετῇ τὴν εὐλογίαν ἐπεσπάσατο τὴν τῆς προσηγορίας, οἱ δὲ διὰ τῆς παρανομίας αὐτὴν προὔδωκαν. Καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· Ἐμέ, φησί, τὸν τοῦ ἡλίου φανερώτερον. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Καὶ τοῦτο τοῖς  προφήταις  ἔθος,  τοὺς  τὰ  ἀνίατα  νοσοῦντας  θρηνεῖν.  Οὕτω  καὶ  Ἱερεμίας πολλαχοῦ· οὕτω καὶ ὁ Χριστὸς λέγων· Οὐαί σοι Χωραζί, οὐαί σοι Βηθσαϊδά. Ἐπεὶ καὶ τοῦτο  διδασκαλίας  εἶδος.  Ὃν  γὰρ  οὐκ  ἀνεκτήσατο  λόγος,  τοῦτον   πολλάκις διώρθωσε  θρῆνος.  Λαὸς πλήρης  ἁμαρτιῶν.  Ἄλλη  προσθήκη κατηγορίας,  τὸ  καὶ πάντας, καὶ μετ' ἐπιτάσεως. Σπέρμα πονηρόν. Οὐ τὴν γένεσιν αὐτῶν διαβάλλει, ἀλλὰ δείκνυσιν ἐκ πρώτης ἡλικίας ὄντας κακούς. Ὥσπερ γὰρ ὁ Ἰωάννης  λέγων· Ὄφεις, γεννήματα  ἐχιδνῶν,  οὐ τὴν φύσιν αὐτὴν ἀτιμάζει· οὐ γὰρ ἂν εἶπε· Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, εἰ φύσει καὶ ἀπὸ γεννήσεως ἧσαν τοιοῦτοι· οὕτω καὶ ἐνταῦθα λέγων· Σπέρμα πονηρόν, οὐ τὴν γέννησιν  αὐτῶν διαβάλλει. Υἱοὶ ἄνομοι. Οὐκ εἶπε· Παράνομοι, ἀλλ', Ἄνομοι, τῶν οὐδαμῶς εἰληφότων  νόμον οὐδὲν ἄμεινον διακείμενοι. Ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν δηλοῖ. Ἐγκατελίπετε τὸν Κύριον καὶ παρωργίσατε. Ἐμφαντικῶς τοῦτο εἴρηκε. Καὶ γὰρ ἤρκει τὸ ὄνομα τοῦ Θεοῦ εἰς κατηγορίαν· ὅπερ ὁ Ἱερεμίας ἐγκαλεῖ λέγων· Ὅτι καὶ αὐτοῦ ἀπέστησαν, καὶ δαίμοσι προσηλώθησαν. Τὸν ἅγιον τοῦ Ἰσραήλ. Καὶ τοῦτο κατηγορίας ἐπίτασις, ὅτι κοινὸς ὢν ἁπάντων ∆εσπότης, αὐτοῖς ἐγνωρίζετο τότε. Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας; Μεγίστη κατάγνωσις, ὅταν μηδὲ ταῖς τιμωρίαις γίνωνται  βελτίους. Καὶ τοῦτο δὲ εἶδος εὐεργεσίας, τὸ κολάζειν. Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν, ὅτι ἐτίμησε καὶ εὐηργέτησε μόνον, ἁμαρτάνοντας δὲ ἠφίει· ἀλλὰ καὶ τιμαῖς ἐφείλκετο  καὶ φόβῳ τῶν κολάσεων ἐσωφρόνιζε, καὶ ἐν ἑκατέροις ἔμειναν ἀνίατα νοσοῦντες. Πᾶν εἶδος ἰατρείας ἐπεδείξατο, τέμνων,  καίων· τὰ δὲ τῆς νόσου οὐδὲ οὕτως εἶξε, ὃ μάλιστα τοῦ νοσεῖν ἀνίατα σημεῖόν ἐστι, τὸ μηδὲ δύνασθαι δέξασθαι θεραπείαν. Πᾶσα κεφαλὴ  εἰς πόνον  καὶ πᾶσα καρδία εἰς λύπην.  Ἀπὸ ποδῶν  ἕως κεφαλῆς  οὐκ ἔστιν ἐν  αὐτῷ  ὁλοκληρία,  οὔτε τραῦμα, οὔτε μώλωψ,  οὔτε πληγὴ φλεγμαίνουσα.  Εἶτα λέγει τὰς κολάσεις καὶ τὰς τιμωρίας· οὐκ ἔλαττον  γὰρ τοῦτο εἶδος εὐεργεσίας ἐστὶ καὶ τῆς τιμῆς τῆς εἰς αὐτοὺς γεγενημένης. Πάντας γάρ, φησίν, ἐκάκωσα καὶ εἰς λύπην αὐτοὺς ἐνέβαλον. Εἰ πᾶσα κεφαλὴ εἰς πόνον, πῶς οὐκ ἔστιν οὔτε  τραῦμα,  οὔτε  μώλωψ;  Τὸ τραῦμα, τοῦ  λοιποῦ  σώματος  ὑγιαίνοντος,  τότε φαίνεται τραῦμα ὄν· εἰ δὲ ὅλον ἡλκωμένον τύχοι, οὐκέτι ἂν φανείη τὸ ἕλκος. Τοῦτο οὖν ἐνδείξασθαι βούλεται, ὅτι ὅλον τὸ σῶμα ἥλκωτο, καὶ οὐχὶ τὸ μὲν ὑγίαινε, τὸ δὲ ἐξῳδηκὸς ἦν, ἀλλ' ἅπαν φλεγμονή, ἅπαν μώλωψ εἷς. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι. Τοῦτο τοῦ προτέρου βαρύτερον. Οὐ γὰρ τὸ νοσεῖν οὕτω χαλεπόν, ὡς τὸ νοσοῦντα μηδὲ θεραπεύεσθαι δύνασθαι, καὶ μάλιστα ὅταν ὁ ἰατρὸς τοιοῦτος ᾖ. Οὔτε ἔλαιον, οὔτε  καταδεσμούς. Ὥστε ποιῆσαι  τὸν  λόγον  ἐμφατικόν,  ἐπέμεινε  τῇ  μεταφορᾷ· τοῦτο  γὰρ  αὐτῆς  τὸ  ἐξαίρετον.  Ἡ γῆ  ὑμῶν  ἔρημος. Ταῦτα οὐχ  ὡς  γεγενημένα ἀπαγγέλλει,  ἀλλ' ὡς  ἐσόμενα προαναφωνεῖ.  Κέχρηνται δὲ τῷ  ἔθει  οἱ  προφῆται τούτῳ,  ὁμοῦ τε φοβοῦντες  τὸν  ἀκροατὴν  καὶ τῆς οἰκείας  ἀληθείας  τὴν  δύναμιν ἐνδεικνύμενοι.  Ὡς γὰρ τὰ παρελθόντα  οὐκ ἔνι μὴ γεγενῆσθαι, οὕτω τὰ μέλλοντα ὑπὸ τῶν προφητῶν λέγεσθαι, οὐκ ἔνι μὴ συμβῆναι, πλὴν εἰ μήποτε μετανοήσαιεν οἱ κολάζεσθαι  μέλλοντες.  Αἱ πόλεις  ὑμῶν  πυρίκαυστοι.  Οὐ γὰρ  ἠφάνισεν  αὐτὰς παντελῶς,   ἀλλ'  ἀφῆκεν  ἑστάναι  τὰ  λείψανα  τοῦ  ἐμπρησμοῦ  τοῦ  βαρβαρικοῦ, μᾶλλον δυνάμενα καθικέσθαι τῆς τῶν ὁρώντων  ὄψεως. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων.  Ἐπίτασις συμφορᾶς, ὅταν καὶ θεαταὶ τῶν οἰκείων γίνωνται  συμφορῶν καὶ μηδὲ ἐξ ἀκοῆς αὐτὰ μανθάνωσι μόνον.


Ἐγκαταλειφθήσεται  ἡ  θυγάτηρ  Σιών,  ὡς  σκηνὴ ἐν  ἀμπελῶνι  καὶ  ὡς ὀπωροφυλάκιον  ἐν σικυηλάτῳ. Μέγα τι ἔχουσι καὶ αἱ εἰκόνες, καὶ μάλιστα αἱ ἐν τῇ Γραφῇ, εἰς παράτασιν τῶν λεγομένων. Τὴν Ἱερουσαλὴμ δὲ καλεῖ θυγατέρα Σιὼν καὶ διὰ  τὸ  ὑποκεῖσθαι  τῷ  ὄρει. Ὡς σκηνὴ  ἐν  ἀμπελῶνι  καὶ  ὡς  ὀπωροφυλάκιον  ἐν σικυηλάτῳ. Τοῦ καρποῦ γὰρ ἀνῃρημένου καὶ τῶν γεωργῶν ἀπενεχθέντων,  περιττὴ λοιπὸν  ἡ τῆς  πόλεως  οἰκοδομή. Ὡς πόλις  πολιορκουμένη.  Τοῦτο τῆς  ἀσθενείας αὐτῶν καὶ τῆς ἐγκαταλείψεως αἴνιγμα. Ὅταν γὰρ μηδεὶς ὁ βοηθῶν ᾖ, τότε ἀνάγκη συγκεκλεῖσθαι, τὴν  ἀπὸ τῶν  τειχῶν  ἀσφάλειαν  μόνην  ἐκδεχομένους.  Καὶ εἰ  μὴ Κύριος Σαβαὼθ  ἐγκατέλιπεν   ἡμῖν  σπέρμα, ὡς  Σόδομα  ἂν  ἐγενήθημεν,  καὶ  ὡς Γόμορρα ἂν ὡμοιώθημεν. Ἔθος ἀεὶ τοῖς προφήταις μὴ μόνον ἐκεῖνα προλέγειν, ἃ μέλλουσι πάσχειν οἱ πλημμελοῦντες δεινά, ἀλλὰ καὶ ἃ παθεῖν ἦσαν ἄξιοι, ἵνα καὶ ἐν αὐτῷ τῷ καιρῷ τῆς τιμωρίας  πολλὰς  εἰδῶσι τῷ Θεῷ χάριτας, οὐ τὴν  ἀξίαν τῶν  πλημμελημάτων,   ἀλλὰ  ἐλάττονα   πολλῷ  τὴν  δίκην  τίνοντες.   Τοῦτο  γοῦν  καὶ ἐνταῦθά φησιν, ὅτι τὰ μὲν ἁμαρτήματα αὐτῶν οὐ ταῦτα τὰ εἰρημένα, ἀλλὰ πανωλεθρίαν  ἀπῄτει καὶ ὁλοκλήρου τοῦ γένους ἀφανισμὸν παντελῆ· ἃ δὴ καὶ ἐπὶ Σοδόμων συνέβη. Ἡ δὲ τοῦ Θεοῦ φιλανθρωπία  οὐκ ἀφῆκε τοῦτο γενέσθαι, πολλῷ τῆς ἁμαρτίας ἐλάττονα τὴν τιμωρίαν ἐπάγουσα. Ἐπειδὴ δὲ πολλὴ τῆς Παλαιᾶς πρὸς τὴν  Καινήν  ἐστιν  ἡ  συγγένεια,  εἰκότως  τοῦτο  καὶ  ὁ  Παῦλος  ἀπεχρήσατο·  καὶ ἐπιτηδειό τερον εἶπεν ἢ ὁ προφήτης. Ὥσπερ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ, εἰ μὴ πολὺς ὁ τοῦ Θεοῦ γέγονεν ἔλεος, πάντες ἂν ἀνηρπάσθησαν, οὕτω καὶ ἐν τῷ καιρῷ τῆς τοῦ Χριστοῦ παρουσίας, εἰ μὴ τὰ τῆς χάριτος ἐφάνη,  χαλεπώτερα  τούτων  πάντες  ἂν ἔπαθον. Ἐγκατέλιπε δὲ ἡμῖν  σπέρμα· τοὺς σωθέντας  ἀπὸ τῆς αἰχμαλωσίας  λέγει. Ἀκούσατε λόγον  Κυρίου, ἄρχοντες  Σοδόμων, προσέχετε νόμῳ  Θεοῦ ἡμῶν,  λαὸς Γομόρρας. Ἐπειδὴ εἶπεν, ὅτι τὰ Σοδόμων ἦσαν ἄξιοι παθεῖν, δείκνυσιν  ὅτι καὶ τὰ Σοδόμων ἐτόλμων. ∆ιὸ καὶ ἀπὸ τῆς κοινῆς αὐτοὺς ὀνομάζει προσηγορίας. Ἐπεὶ εἰ μὴ τοῦτο ἦν, οὐδὲ καιρὸν εἶχεν ὁ λόγος. Ὅτι γὰρ οὐ πρὸς Σοδομηνοὺς ἀποτείνεται νῦν, ἀλλὰ πρὸς Ἰουδαίους, καλῶν αὐτοὺς τῇ τῆς προσηγορίας κοινωνίᾳ, δείκνυσι τὰ μετὰ ταῦτα λεγόμενα. Θυσιῶν γὰρ μέμνηται καὶ προσφορῶν καὶ τῆς ἄλλης τῆς νομικῆς λατρείας, ἧς οὐδὲ ἴχνος ἦν παρὰ Σοδομίταις. Νόμῳ Θεοῦ ἡμῶν, τῷ ἐλέγχῳ φησί. Τί μοι πλῆθος, φησί, τῶν  θυσιῶν ὑμῶν; λέγει  Κύριος. Πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριῶν, καὶ στέαρ ἀρνῶν  καὶ αἷμα ταύρων καὶ τράγων  οὐ βούλομαι. Ὁ ψαλμὸς ὁ τεσσαρακοστὸς ἔννατος ἅπας τῷ χωρίῳ τούτῳ προσέοικε, δι' ἑτέρων μὲν ῥημάτων, διὰ τῶν αὐτῶν δὲ ὑφαινόμενος νοημάτων. Τῷ γὰρ ἐν τῷ ψαλμῷ·

Προσκαλέσεται τὸν οὐρανὸν  ἄνω  καὶ τὴν  γῆν,  τοῦ διακρῖναι  τὸν  λαὸν  αὐτοῦ, ἴσον ἐστὶ τὸ Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν· καὶ τὰ ἑξῆς δὲ τοιαῦτα. Ὥσπερ γὰρ ὁ ∆αυΐδ φησιν· Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε, τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μού ἐστι διαπαντός· οὕτω καὶ ὁ Ἡσαΐας φησί· Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος. Καὶ πάλιν ὁ μὲν ∆αυΐδ φησιν· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου τράγους· ὁ δὲ Ἡσαΐας· Ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι. Ἐπειδὴ γὰρ ἐγκαλούμενοι  συνεχῶς ἐπὶ τῷ τῆς ἄλλης ἀρετῆς εἶναι ἔρημοι, ἀντὶ μεγίστης ἀπολογίας τὰς θυσίας προεβάλλοντο, ὡς συνεχῶς αὐτὰς ἐπιτελοῦντες,  εἰκότως ἑκάτερος ὁ προφήτης, μᾶλλον δὲ καὶ οἱ ἄλλοι πάντες, ταύτης ἐκβάλλουσιν αὐτοὺς τῆς ἀπολογίας. Ὅθεν δῆλον, ὅτι οὐ προηγουμένως   αὐταὶ  ἐδόθησαν,  ἀλλ'  ὥστε  παιδαγωγίαν   γενέσθαι  τῆς  ἄλλης ἐντεῦθεν αὐτοῖς πολιτείας. Ἐπεὶ δὲ τῶν ἀναγκαίων  κατεπειγόντων  ἀμελοῦντες, ἐν τούτοις ἠσχόληντο, οὐδὲ ταύτας λοιπὸν προσίεσθαί φησιν ὁ Θεός. Οὐδὲ ἂν ἔρχησθε ὀφθῆναί μοι. Ἐὰν παραγένησθε, φησίν, εἰς τὸν ναόν. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Καὶ μὴν ὁλόκληρον σύγκειται βιβλίον τὸ Λευϊτικὸν λεγόμενον, περὶ τῆς τῶν θυσιῶν ἀκριβείας νομοθετοῦν. Καὶ ἐν τῷ ∆ευτερονομίῳ δὲ καὶ ἐν ἑτέροις πλείοσι πολλοὶ περὶ τούτων εἰσὶ διεσπαρμένοι νόμοι. Πῶς οὖν φησι· Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν; Ἵνα μάθῃς, ὅτι οὐ προηγούμενον ἦν Θεοῦ θέλημα, τὸ τὰ τοιαῦτα νομοθετεῖν, ἀλλ' ἀπὸ τῆς αὐτῶν ἀσθενείας τὴν ἀρχὴν ἔλαβεν ἡ περὶ τούτων νομοθεσία. Ὥσπερ γὰρ οὐκ ἐβούλετο γυναῖκα ἐκβάλλεσθαι τὴν ἅπαξ ἀνδρὶ συναφθεῖσαν, μεῖζον δὲ ἐκκόπτων κακόν, τὸ μὴ κωλυομένους ἐκβάλλειν, ἀναγκάζεσθαι  σφάττειν  ἔνδον  οὔσας καὶ  μισουμένας,  τὸ  ἔλαττον  συνεχώρησεν· οὕτω δὴ καὶ ἐνταῦθα, κωλύων τὸ δαίμοσι θύειν, κατεδέξατο ὅπερ οὐκ ἐβούλετο, ἵν' ὅπερ ἐβούλετο κατορθώσῃ. Τοῦτο γοῦν αὐτὸ πάλιν Μιχαίας ὁ προφήτης ἐνδεικνύμενος  ἔλεγε· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσαράκοντα; λέγει Κύριος. Καὶ ὁ Ἱερεμίας δέ φησιν· Οὐ ταῦτά ἐστιν, ἃ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν.


Ἐπειδὴ γὰρ καὶ δαίμονες τοῦτον ἐθεραπεύθησαν τὸν τρόπον, καὶ αὐτὸς οὗτος,  ἵνα  μηδεμία  τοῖς  ἀσθενεστέροις  ἐντεῦθεν   ἀπωλείας   γένηται   πρόφασις, συνεχῶς διὰ πάντων ταῦτά φησι τῶν προφητῶν. Ἐκεῖνοι μὲν γὰρ καὶ μὴ διδομένων ἠγανάκτουν,  καὶ συνεχῶς ἐπέκειντο τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀπαιτοῦντες  καὶ λέγοντες· Τὸ γὰρ λάχομεν  γέρας ἡμεῖς. Αὐτὸς δὲ οὔτε ἐξ ἀρχῆς ᾔτησεν καὶ ἡνίκα ἐκέλευσεν, ἔδειξεν, ὅτι οὐχὶ βουλόμενος τοῦτο ἐπέτρεψεν· οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ τῷ  καταλῦσαι ταχέως  αὐτὰς καὶ ἡνίκα  ἐπετελοῦντο,  μὴ προσίεσθαι· καὶ διὰ πάντων ἁπαξαπλῶς ἐδήλου ὅτι πολλῷ τῆς μεγαλωσύνης αὐτοῦ τῆς λατρείας οὗτος ὁ τρόπος ἀνάξιος.  Τοῦτο οὖν  φησι νῦν,  ὅτι  δι' ὑμᾶς τοῦτο  ἠνειχόμην,  οὐκ αὐτὸς τούτων  ἐδεόμην.  Πατεῖν  μου  τὴν  αὐλὴν  οὐ  προσθήσετε. Ἢ  τὴν  αἰχμαλωσίαν προλέγει, ἢ ἀπαγορεύει καὶ τοῦτο αὐτοῖς, ἐπειδὴ οὐ μετ'  ὀρθῆς εἰσῄεσαν γνώμης. Ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον. Τῶν γὰρ ἐπιταγμάτων τὰ μὲν δι' ἑαυτά, τὰ δὲ δι' ἕτερα γίνεσθαι ἐκελεύετο· οἷον τὸ τὸν Θεὸν εἰδέναι, τὸ μὴ φονεύειν, μὴ μοιχεύειν, καὶ ὅσα τοιαῦτα, διὰ τὴν  ἐξ αὐτῆς ὠφέλειαν  ἐνομοθετεῖτο· τὸ μέντοι  θῦσαι, καὶ θυμίαμα προσενεγκεῖν, καὶ τηρῆσαι σάββατον, καὶ ὅσα τοιαῦτα πάλιν, οὐχ ἵνα αὐτὰ ταῦτα γίνηται ἁπλῶς, ἀλλ' ἵνα ἐκ τῆς τούτων μελέτης τῆς τῶν δαιμόνων ἀπάγωνται θεραπείας. Ἐπεὶ οὖν οὗτοι ταῦτα μὲν ἐπετέλουν, τὸ δὲ ἐξ αὐτῶν  οὐκ ἐκαρποῦντο κέρδος, ἀλλ' ἔτι τοῖς δαίμοσιν ἦσαν προσηλωμένοι, εἰκότως καὶ ταῦτα ἐκβάλλεται· ἐπεὶ καὶ δένδρον εἰκότως τις ἐκτέμνοι, φύλλα  μὲν ἔχον καὶ κλάδους, καρπῶν δὲ ἔρημον ὄν. Καὶ γὰρ τῷ γηπόνῳ πᾶσα περὶ τὸ φυτὸν ἡ ἐπιμέλεια, οὐ διὰ τὸν φλοιὸν καὶ τὸ στέλεχος, ἀλλ' ἵνα τῶν καρπῶν ἀπολαύῃ. Θυμίαμα βδέλυγμά μοί ἐστιν. Ὁρᾷς ὅτι οὐ τῇ φύσει τῶν προσφερομένων ἔχαιρεν, ἀλλὰ τὴν γνώμην τῶν προσαγόντων ἐξήταζε; ∆ιὰ δὴ τοῦτο τὸν μὲν καπνὸν καὶ τὴν κνίσσαν τὴν ἀπὸ τῆς θυσίας τοῦ Νῶε ὀσμὴν εὐωδίας ἐκάλεσε, τὸ δὲ θυμίαμα βδέλυγμα. Ὅπερ γὰρ ἔφην, οὐ τὴν οὐσίαν τῶν δώρων, ἀλλὰ τὴν διάθεσιν τῶν προσφερόντων ἐπιζητεῖ. Τὰς νεομηνίας ὑμῶν, καὶ τὰ σάββατα. Παρατηρητέον ὡς οὐδὲν τῶν ἀναγκαίων  ἐκβάλλει, ἀλλὰ ταῦτα ἃ καὶ παραγενόμενος ὁ Χριστὸς κατέλυσεν. ∆ιὸ καὶ ὁ Παῦλος εὐτονώτερον τῷ λόγῳ κεχρημένος,  ἡνίκα  πρὸς  Ἰουδαίους  ἐμάχετο,  οὐ  ταῦτα  μόνον,  ἀλλὰ  καὶ  ἕτερα πλείονα τούτων θείς, τοὺς οὐδὲν οἴκοθεν ἐπιδεικνυμένους οὐδὲν ἐκεῖθεν κερδαίνειν ἔφησεν, οὕτω λέγων·

 Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ  τῷ νόμῳ καὶ καυχᾶσαι ἐν Θεῷ καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα, κατηχούμενος  ἐκ  τοῦ  νόμου.  Καὶ πάλιν·  Περιτομὴ μὲν  γὰρ  ὠφελεῖ,  ἐὰν  νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονε. Καὶ οὐδὲ ἀπὸ τοῦ πιστευθῆναι αὐτοὺς τὸν νόμον ἔφησέ τι τοὺς πιστευθέντας καρπώσασθαι, ἐπειδὴ  ἠπίστησαν·  ὅπερ  οὖν  καὶ  ὁ  ∆αυῒδ  ἑτέρως  αἰνιττόμενος   ἔλεγε·  Τῷ  δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου; Ἐπειδὴ γὰρ ἄνω καὶ κάτω  τῇ ἀκροάσει τοῦ νόμου  μέγα  ἐφρόνουν,  τῆς  πράξεως  ὄντες  ἔρημοι, καὶ ὁ Παῦλος αὐτοὺς ἐξέβαλε τοῦ καυχήματος εἰπών· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; καὶ ὁ κηρύσσων μὴ κλέπτειν,  κλέπτεις; Καὶ ὁ ∆αυῒδ ὁμοίως λέγων·  Εἰ ἐθεώρεις κλέπτην,  συνέτρεχες αὐτῷ, καὶ μετὰ μοιχῶν  τὴν μερίδα σου ἐτίθης. Καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. Τὴν πεντηκοστὴν λέγει, τὴν σκηνοπηγίαν, τὸ πάσχα καὶ τὰς λοιπὰς ἑορτάς. Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἀνθρωπινώτερον πρὸς αὐτοὺς διαλέγεται. Ἐγενήθητέ μοι εἰς πλησμονήν· εἰς κόρον, εἰς μῖσος. Τοῦτο γὰρ αὐτοῦ  δείκνυσι  τὴν  ἄφατον  μακροθυμίαν  καὶ τὸ πολλάκις ἁμαρτόντας ἐνεγκεῖν καὶ μὴ πρότερον ἐπεξελθεῖν, ἕως αὐτὸν αὐτοὶ οἱ πεπλημμεληκότες  τῇ  ὑπερβολῇ  τῆς  πονηρίας  ἐξεκαλέσαντο.  Οὐκέτι ἀνήσω  τὰς ἁμαρτίας ὑμῶν.  Οὐκέτι μακροθυμήσω. Ταὐτόν ἐστι τὸ ὑπὸ τοῦ ∆αυῒδ εἰρημένον· Ταῦτα ἐποίησας, καὶ ἐσίγησα. Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε  τὴν δέησιν, οὐκ εἰσακούσομαι. Ὅθεν δῆλον, ὅτι εὐχῆς ὄφελος οὐδέν, καὶ μακρᾶς γινομένης,  ὅταν ἐπιμείνῃ  τοῖς ἁμαρτήμασιν ὁ εὐχόμενος. Οὐδὲν γὰρ ἀρετῆς ἴσον καὶ τῆς ἀπὸ τῶν ἔργων φωνῆς. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις· τουτέστι, φονικαί· ἀλλ' οὐκ εἶπε φονικαί, ἀλλά· πλήρεις αἵματος, δεικνὺς ὅτι μελέτην ἐποιοῦντο τὴν ἁμαρτίαν, καὶ πανταχοῦ  μετ' ἐπιτάσεως. Καὶ τοῦτο δὲ τῆς ἡμερότητος αὐτοῦ, τὸ ἀπειλοῦντα ἀπολογεῖσθαι. Τίθησι γὰρ τὰς αἰτίας, δι'  ἃς οὐ προσίεται τὴν  εὐχήν.  Λούσασθε, καθαροὶ γίνεσθε. Πῶς, εἰπών· Οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, συμβουλεύει καὶ δείξας ἀνίατα νοσοῦντας διόρθωσιν εἰσάγει; Ἔθος τῷ Θεῷ, καὶ ἡνίκα ἂν ἀπειλῇ, ἀπαγορεύειν τὴν σωτηρίαν, ὥστε  αὐξῆσαι τὸν  φόβον  καὶ  μὴ  ἐνταῦθα  καταλύειν  τὸν  λόγον,  ὥστε  χρηστὰς ὑποτεῖναι   τὰς  ἐλπίδας  καὶ  ταύτῃ  πάλιν   εἰς  μετάνοιαν   ἐπανάγειν.   Καὶ  τοῦτο πανταχοῦ γινόμενον  ἴδοι τις ἄν. Ἐπὶ μέντοι τῶν Νινευϊτῶν οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων  αὐτὸ πεποίηκεν. Ἐν γὰρ τοῖς λόγοις οὐδὲν χρηστὸν ὑποσχόμενος, ἀλλὰ γυμνὴν  ἐπὶ τῆς ἀπειλῆς κεῖσθαι τὴν τιμωρίαν  ἀφείς, ἐπειδὴ τὰ παρ' ἑαυτῶν ἐπεδείξαντο πάντες οἱ βάρβαροι, ταχέως ἔλυσε τὴν ὀργήν. Οὕτω καὶ ἐν τῷ ψαλμῷ πάλιν ὁ ∆αυΐδ· ἔφθην γὰρ εἰπών, ὅτι ὅλως δι' ὅλου τῷ προοιμίῳ τοῦτο προσέοικεν· καὶ ὥσπερ οὗτός  φησι· Λούσασθε, καθαροὶ γίνεσθε,  μετὰ τὰς  ἀπειλάς· οὕτω  καὶ ἐκεῖνος μετὰ τὸ εἰπεῖν· Ἐλέγξω σε καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἀνομίας σου, ἐπήγαγε· Θυσία αἰνέσεως δοξάσει με καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτοῖς τὸ σωτήριον τοῦ Θεοῦ μου· αἴνεσιν λέγων τὴν διὰ τῶν ἔργων δοξολογίαν καὶ τὴν ἐπίγνωσιν τὴν εἰς  αὐτόν.  Ἵνα  δέ,  Λούσασθε, καθαροὶ  γίνεσθε,  ἀκούσαντες,  μὴ  τοὺς  εἰωθότας νομίσωσι  καθαρμούς,  ἐπήγαγεν·  Ἀφέλετε  τὰς  πονηρίας  ἀπὸ  τῶν  ψυχῶν  ὑμῶν ἀπέναντι  τῶν  ὀφθαλμῶν  μου, παύσασθε ἀπὸ τῶν  πονηριῶν  ὑμῶν. Τὸ τῆς ἀρετῆς εὔκολον ἔδειξε καὶ τὴν τῆς ἐξουσίας ἐλευθερίαν, ὅτι ἐν αὐτοῖς ἦν τὸ μεταβαλέσθαι. Μάθετε καλὸν  ποιεῖν.  Οὕτως ὑπὸ  τῆς  πολλῆς  πονηρίας  καὶ  τὴν  ἐπιστήμην  τῆς ἀρετῆς  ἦσαν  ἐκβεβληκότες.  Οὕτω  καὶ  ὁ  προφήτης  ∆αυΐδ  φησι·  ∆εῦτε,  τέκνα, ἀκούσατέ μου· φόβον Κυρίου διδάξω ὑμᾶς. Πασῶν γὰρ ἐπιστημῶν αὕτη ἀνωτέρα καὶ πλείονος   δεομένη  σπουδῆς,  ὅσῳ  καὶ  πλείονα   ἔχει  τὰ  διακωλύοντα,   φύσεως τυραννίδα  καὶ  προαιρέσεως  ῥᾳθυμίαν  καὶ  δαιμόνων  ἐπιβουλὰς  καὶ  πραγμάτων ὄχλον. Οὕτω δὴ καὶ ὁ Βαρούχ· Οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης. Ἐκζητήσατε κρίσιν Τουτέστιν, τὸ ἐκδικεῖν τοὺς ἀδικουμένους, ὅπερ πολλοῦ πόνου δεῖται καὶ νηφούσης ψυχῆς. ∆ιὸ καὶ Ἐκζητήσατε εἶπε. Πολλὰ γάρ ἐστι τὰ συσκιάζοντα τὸ δίκαιον, καὶ δωροδοκία καὶ ἄγνοια καὶ δυναστεία καὶ αἰδὼς καὶ φόβος καὶ θεραπεία προσώπων· καὶ δεῖ πολλῆς τῆς ἀγρυπνίας. Ῥύσασθε ἀδικούμενον. Τοῦτο πλέον τοῦ προτέρου· οὐ γὰρ ἀπαιτεῖ τὸ ψηφίζεσθαι τὰ δίκαια, ἀλλὰ καὶ τὸ εἰς πέρας ἄγειν. Κρίνατε ὀρφανὸν καὶ δικαιώσατε χήραν. Πολὺς τῷ Θεῷ λόγος τοῦ μηδένα πάσχειν κακῶς, πλείων δέ, ὅταν μετὰ τοῦ πάσχειν  κακῶς  καὶ  ἑτέρᾳ  τινὲς  ὦσιν  ἐνδεδυμένοι  συμφορᾷ. Ἡ γὰρ  χηρεία  καὶ ὀρφανία καὶ καθ' ἑαυτὸ ἀφόρητον· ὅταν δὲ καὶ παρ' ἑτέρων ἐπηρεάζωνται, διπλοῦν τὸ ναυάγιον. Καὶ δεῦτε καὶ διαλεχθῶμεν, λέγει Κύριος. Παρατηρητέον ὅτι πανταχοῦ τῶν προφητῶν  οὐδὲν οὕτως ὁ Θεὸς ἐπιζητεῖ, ὡς τὸ τοῖς ἀδικουμένοις ἐπαμύνειν. Οὕτω γοῦν  καὶ  ἀλλαχοῦ,  ὡς  ἐν  τῷ  Μιχαίᾳ  λεγόντων  τῶν  Ἰουδαίων·  Εἰ δώσω πρωτότοκά μου ὑπὲρ ἀσεβείας μου, καρπὸν κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου, ἐπήγαγε λέγων· Ἀπηγγέλη σοι, ἄνθρωπε, τί καλὸν καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν  κρίμα καὶ ἀγαπᾷν  ἔλεον  καὶ ἕτοιμον  εἶναι  τοῦ πορεύεσθαί σε ὀπίσω Κυρίου τοῦ Θεοῦ σου. Καὶ πάλιν ὁ προφήτης ∆αυῒδ ἔλεγεν· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε. Καὶ δεῦτε δή. Πρότερον τοῖς δικαιώμασιν  ὁπλίσας, τότε ἐπὶ τὸ δικαστήριον ἕλκει καὶ διδάξας ὅπως ἂν ἀποδύσαιντο τὰ ἐγκλήματα, τότε ἀπαιτεῖ τὰς εὐθύνας,   ἵνα   μὴ   γυμνοὺς   αὐτοὺς   τῆς   ἀπολογίας   λαβὼν    κατακρίνῃ.   Καὶ διελεγχθῶμεν.  ∆ικασώμεθα, φησίν. Ὁ δικαζόμενος συνήγορος γίνεται  καὶ ἰατρός. Εἶτα δεικνύς, ὅτι κἂν μεγάλα ἐργασώμεθα, ἔτι τῆς αὐτοῦ δεόμεθα φιλανθρωφίας εἰς τὸ  τῶν   ἁμαρτημάτων   ἀπαλλαγῆναι,   φησίν·  Ἐὰν  ὦσιν  ὑμῶν   αἱ  ἁμαρτίαι  ὡς φοινικοῦν,  ὡς χιόνα  λευκανῶ·  τὰς ἐκ διαμέτρου ποιότητας  ἐναντίας  λαβὼν  καὶ ὑποσχόμενος πρὸς τὸ ἐναντίον  μεταστήσειν αὐτός. Ἐὰν δὲ ὦσιν ὡς κόκκινον,  ὡς ἔριον  λευκανῶ.  Πολλὴ  τῆς  τῶν  χηρῶν  προστασίας ἡ  δύναμις,  εἴ  γε  τὴν  οὕτω καταρρυπωθεῖσαν   ψυχήν,   ὡς   καὶ   αὐτοβαφὴν   δέξασθαι  πονηρίας,   μὴ  μόνον ἀπαλλάττει  τῆς κακίας, ἀλλὰ  καὶ λαμπρὰν  οὕτως ἐργάζοιτο. Καὶ ἐὰν θέλητε  καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. Ἐπειδὴ γὰρ τοῖς παχυτέροις οὐχ οὕτως ἁμαρτη μάτων ἀπαλλαγὴ ποθεινὸν καὶ εὐσύνοπτον, ὡς τῶν ἐν τῷ παρόντι βίῳ δοκούντων  εἶναι καλῶν  ἡ ἀπόλαυσις, μετ' ἐκείνων  καὶ ταῦτα ἐπαγγέλλεται· καὶ γὰρ καὶ τοῦτο ἐξ ἐκείνου.
Εἶτα δεικνὺς ὅτι εὔκολον ἡ ἀρετή, ἐν τῷ θέλειν αὐτὸ τίθησι μόνον. Ὥστε δὲ μὴ τοῖς χρηστοῖς ἐκλῦσαι, πάλιν εἰς τὰ φοβερὰ κατακλείσας τὸν λόγον ἀξιόπιστον ποιεῖ τῇ δυνάμει τοῦ ταῦτα ἀποφηναμένου.  Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; Καὶ τῆς  ὀδύνης  τοῦ  λέγοντος   καὶ  τῆς  πολλῆς  τῶν  Ἰουδαίων   ἀναισθησίας  ἡ διαπόρησις, καὶ τοῦ παρ' ἐλπίδα γενέσθαι τὸ γεγενημένον.  Τοιαῦτα καὶ Παῦλος ἐπὶ Γαλατῶν διαπορεῖ λέγων· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε· ὅπερ ἐν ἐγκλημάτων  τάξει  καὶ  προτροπῆς εἶδός  ἐστι, πρὸς ἀρετὴν  ἀνακαλούμενον  τοὺς ἐκκαλουμένους. Εἰ γὰρ καὶ θαυμαστὸν τὸ λεγόμενον καὶ ἐγκώμιον ἀναμέμικται τῇ κατηγορίᾳ τὴν κατηγορίαν χαλεπωτέραν ποιοῦν. Οὐ γὰρ οὕτω κακίζομεν τοὺς οὐδὲν ὄντας   καὶ  φαῦλον   μετιόντας   βίον,  ὡς  τοὺς  σπουδαίους  μὲν  εἶναι   δόξαντας ἔμπροσθεν, τὰ δὲ τῶν πονηρῶν ὕστερον ἐπιδεικνυμένους. Πόρνην δὲ ἐνταῦθα καλεῖ, οὐ σωματικὴν  ἀσέλγειαν αἰνιττόμενος,  ἀλλὰ τὴν περὶ Θεὸν ἀγνωμοσύνην,  ὃ τῆς πορνείας ἐκείνης ἐστὶ χαλεπώτερον. Ἐκεῖ μὲν γὰρ ἄνθρωπος ὁ ὑβριζόμενος, ἐνταῦθα δὲ Θεὸς ὁ ἀθετούμενος. Ποιεῖ δὲ καὶ αὐτὸ καὶ οὗτος καὶ οἱ ἄλλοι πάντες προφῆται· ἐπειδὴ  καὶ  ὁ Θεὸς κατηξίωσεν  ἐν  ἀνδρὸς  τάξει  τῇ  πόλει  γενέσθαι,  τὴν  ἄφατον ἀγάπην τὴν περὶ αὐτοὺς ἐνδεικνύμενος· καὶ ὡς περὶ ἀνδρὸς καὶ γυναικὸς πολλαχοῦ διαλέγονται, οὐχ ἵνα εἰς ἀνθρωπίνην παχύτητα κατενέγκωσι τὸν λόγον, ἀλλ' ἵνα διὰ τῶν συντρόφων αὐτοῖς πραγμάτων ἐπὶ τὴν γνῶσιν τῆς τοῦ Θεοῦ χειραγωγήσωσιν αὐτοὺς φιλοστοργίας· ὁμοῦ δὲ καὶ τῷ αἰσχρῷ τῆς προσηγορίας καθάψασθαι βούλονται. Πιστή· τουτέστιν, εὐσεβὴς καὶ πάσης ἀρετῆς γέμουσα· ὥστε κἀντεῦθεν δῆλον, ὅτι πορνείαν οὐ τὴν τῶν σωμάτων λέγει· ἐπεὶ εἶπεν ἄν· Πόλις ἡ σώφρων· οὕτω γὰρ ἦν τὸ ἀντιδιαστελλόμενον  τῇ πόρνῃ· νῦν  δὲ δεικνὺς  ὅτι τὴν ἀσέβειαν αἰνίττεται  διὰ  τῆς  πορνείας,  τὸ  ἀντικείμενον  αὐτῇ  τέθεικε,  τὴν  πίστιν.  Πλήρης κρίσεως· τουτέστι,  πλήρης  δικαιοσύνης.  Πάλιν  μέγιστον  ἔγκλημα,  οὐχ  ὅτι  πρὸς ὁλόκληρον  τὴν  κακίαν  ηὐτομόλησαν,  ἀλλ'  ὅτι  καὶ  ὁλόκληρον  προέδωκαν  τὴν ἀρετὴν καὶ τὸν πλοῦτον ἅπαντα τῶν ἀγαθῶν ἀθρόον ἀπὸ τῶν χειρῶν ῥίψαντες καὶ πρὸς ἐσχάτην τῶν κακῶν κατενεχθέντες πενίαν. Ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ. Ηὐλίσθη, κατεσκήνωσε, τουτέστι, πεφύτευτο, ἐρρίζωτο, μετὰ προθυμίας ὑπὸ πάντων κατωρθοῦτο  τῶν  πολιτῶν.  Ἐνδιατρίβει  τοῖς  ἐγκωμίοις  τοῖς  προτέροις, ὁμοῦ μὲν αὔξων  τὴν  κατηγορίαν  τὴν  ἐκ τῆς  μεταβολῆς,  ὁμοῦ δὲ χρηστὰς ὑποτείνων  τὰς ἐλπίδας  καὶ  δεικνὺς  ὅτι  ῥᾴδιον  αὐτοὺς  ἀνακτήσασθαι  πάλιν.  Νῦν δὲ  φονευταί. Ἀνδροφόνοι, φησί. Τὸ ἀργύριον ὑμῶν ἀδόκιμον. Τουτέστι, παράσημον, νόθον, κίβδηλον.  Οἱ κάπηλοί  σου μίσγουσι τὸν οἶνον  ὕδατι. Ἐπειδὴ προοιμιαζόμενος οὐ κατ' εἶδος αὐτῶν εἶπεν τὴν κακίαν, ἀλλ' ὅτι ἠθέτησαν καὶ ὅτι σπέρμα πονηρὸν ἦσαν καὶ υἱοὶ ἄνομοι, ὃ λοιδορίας ἐδόκει μᾶλλον, ἢ κατηγορίας εἶναι· ἐνταῦθα καὶ αὐτὰ τίθησι κατ' εἶδος τὰ ἐγκλήματα καὶ πρῶτον, ὃ πρῶτόν ἐστι καὶ μέσον καὶ τελευταῖον τῶν κακῶν, τὴν φιλαργυρίαν καὶ τὴν περὶ τὰ συμβόλαια καπηλείαν. Ἀλλά τινες οὐ συνιέντες τὴν ἄφατον τοῦ Θεοῦ σοφίαν, κατ' ἀναγωγὴν τὸ εἰρημένον ἐξέλαβον. Οὐ γὰρ  ἄν,  φησίν,  ὁ  μέγας  καὶ  ὑψηλὸς  Ἡσαΐας ὑπὲρ  τραπεζιτῶν  κακουργίας  καὶ καπήλων διαφθορᾶς διελέχθη· ἀλλὰ ἀργύριον ἐνταῦθα τὰ λόγιά φησι τοῦ Θεοῦ καὶ οἶνον τὴν διδασκαλίαν, ἣν ἐθόλουν ἐπεισάγοντες αὐτῶν τὰ διδάγματα. Ἐγὼ δὲ οὔτε ταύτην  ἀτιμάζω  τὴν  ἐξήγησιν, καὶ τὴν  ἑτέραν  ἀληθεστέραν  εἶναί  φημι.  Οὐ γὰρ μόνον οὐκ ἀνάξιον  τοῦ προφήτου τὸ περὶ τούτων  διαλέγεσθαι, ἀλλὰ καὶ σφόδρα ἄξιον καὶ αὐτοῦ καὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας.  Καὶ τί δεῖ τὰ πολλὰ λέγειν; Ὅτε γοῦν τὰ ὑψηλὰ διδάγματα φέρων ἦλθεν ὁ μονογενὴς  τοῦ Θεοῦ Παῖς καὶ τὴν τῶν ἀγγέλων   καταφυτεύειν   ἔμελλε  πολιτείαν,   οὐκ  ὀλίγα  περὶ  μέτρων  καὶ  αὐτὸς διείλεκται   καὶ   τῶν   τούτων   εὐτελεστέρων   εἶναι   δοκούντων,   ἀσπασμῶν   καὶ μεσασμῶν καὶ πρωτοκλισιῶν. Τὰ γὰρ μικρὰ ταῦτα εἶναι δοκοῦντα παραμελούμενα μεγάλα ἁμαρτημάτων ὑπεκκαύματα γίνεται. Εἰ δὲ ἐπὶ τῆς Καινῆς ταῦτα διορθοῦσθαι ἔδει, πολλῷ μᾶλλον ἐπὶ τῆς Παλαιᾶς, ὅτε καὶ παχύτεροι οἱ ἀκροαταὶ καὶ πᾶς αὐτῶν ὁ βίος ἐντεῦθεν  ὠρθοῦτο, τοῦ δήμου οὕτω πλέον ἐν τουτοισὶ παιδευομένου, πόρρω πάσης ἀδικίας γίνεσθαι καὶ ἐν μηδενὶ τὸν πλησίον πλεονεκτεῖν μηδὲ τὰς τῶν καταδεεστέρων ἐπιτρίβειν πενίας τῇ κακουργίᾳ τῆς καπηλείας. Τούτων γοῦν ἀμελουμένων  καὶ πόλεις πολλάκις  ἀνετράπησαν καὶ ἀπὸ θρόνων    ἄρχοντες    κατηνέχθησαν    καὶ    πόλεμος    ἄσπονδος    γέγονεν·    ὥσπερ κατορθουμένων  εἰρήνη  πολλὴ  καὶ  εὐνομία  καὶ  ἀσφάλεια  πρὸς ἀρετὴν χειραγωγοῦσα.  Οἱ  ἄρχοντές  σου  ἀπειθοῦσιν.  Μεγίστης  νόσου  καὶ  διαστροφῆς σημεῖον, ὅταν  οἱ ἰατροὶ  τὰς  νόσους ἐπιτρίβωσιν.  Ἀρχόντων  γὰρ τοῦ  δήμου  τὰς ἀταξίας καταστέλλειν καὶ πρὸς τὸ δέον ῥυθμίζειν καὶ τῷ νόμῳ ποιεῖν καταπειθεῖς· ὅταν   δὲ  αὐτοὶ   πρῶτοι   τοὺς  νόμους   παραβαίνωσι,  πῶς   ἂν  ἑτέροις  γένοιντο διδάσκαλοι; Τὸ γὰρ Ἀπειθοῦσιν, τουτέστιν, οὐ πείθονται  τῷ νόμῳ, οὐκ ἀνέχονται τῶν  ἐντολῶν·  ὃ καὶ Παῦλος ἐγκαλεῖ λέγων· Ὁ οὖν διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Ὅταν  οὖν  ἡ  ῥίζα διεφθαρμένη  ᾖ, τί  χρηστόν  ἐστι περὶ  τῶν  κλάδωνὑποπτεύειν;     Κοινωνοὶ   κλεπτῶν.  

 Προσθήκη   κατηγορίας,   ὅτι   οὐ   μόνον   οὐ καταστέλλουσι τὰ δεινά, ἀλλὰ καὶ ἀντιτείνουσιν· οὐ μόνον οὐ πολεμοῦσι τοῖς κλέπταις, ἀλλὰ καὶ συμπράττουσιν, ἐκ διαμέτρου τῆς προσηκούσης ἀρετῆς ἄρχοντι τὴν  κακίαν  μετιόντες.  Ἀγαπῶντες  δῶρα. Ἕτερον φιλοχρηματίας  εἶδος  χαλεπόν, εὐπρόσωπον μὲν ὑπόθεσιν ἔχον, ἐν προσχήματι δὲ φιλοφροσύνης τὴν ἐσχάτην πλεονεξίαν ἐπιδεικνύμενον.  ∆ιώκοντες ἀνταπόδομα. Μνησικακοῦντες τοῖς ἐχθροῖς, ἀνταποδοῦναι  σπουδάζοντες τοῖς λελυπηκόσιν,  ὅπερ μέγιστον κακίας εἶδος. ∆ι'  ὃ οὐκ ἐν τῇ Καινῇ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ μετὰ πολλῆς εἴργεται τῆς σπουδῆς. Κακίαν γὰρ ἕκαστος, φησί, τοῦ πλησίον αὐτοῦ μὴ μνησικακεῖτε ἐν ταῖς καρδίαις ὑμῶν. Μάλιστα μὲν γὰρ καὶ τὸ δημοτικόν, πολλῷ δὲ μᾶλλον τὸν ἄρχοντα ταύτης δεῖ καθαρεύειν τῆς κακίας καὶ τοῦ πρὸς ἀπέχθειαν ψηφίζεσθαι τοῖς κρινομένοις ἀπηλλάχθαι, ἵνα μὴ ὁ λιμὴν σκόπελος γένηται. Ὀρφανοῖς οὐ κρίνοντες. Τουτέστιν, οὐ  προϊστάμενοι,  ὥστε  τῶν  δικαίων  τυχεῖν.  Καὶ κρίσει χηρῶν  οὐ  προσέχοντες. Παρατηρητέον ὅτι οὐ τὸ κακοποιεῖν, ἀλλ' ὅτι καὶ τὸ ἀγαθὸν μὴ ἐργάζεσθαι ἐν τάξει κεῖται πονηρίας, καθάπερ οὖν καὶ ἐν τῇ Καινῇ. Οἱ γὰρ πεινῶντα  μὴ θρέψαντες οὐχ ὅτι τὰ ἀλλότρια ἥρπασαν, ἀλλ' ὅτι τὰ αὐτῶν οὐ προήκαντο τοῖς δεομένοις, εἰς τὸ τῆς γεέννης   πέμπονται   πῦρ·   ὥσπερ   οὖν   καὶ   οὗτοι   νῦν   ἐγκαλοῦνται,   οὐχ   ὅτι πλεονεκτοῦσιν, οὐδ' ὅτι καταδυναστεύουσιν, ἀλλ' ὅτι καὶ τοῖς δεομένοις τῆς αὐτῶν βοηθείας οὐκ ὀρέγουσι χεῖρα. ∆ιὰ τοῦτο τάδε λέγει ὁ ∆εσπότης Κύριος Σαβαώθ, ὁ δυνάστης τοῦ Ἰσραήλ· τουτέστι, τοῦ λαοῦ. Οὐχ ἁπλῶς δὲ τέθεικεν τὸ δυνάστης, ἀλλὰ ἀναμιμνῄσκων   αὐτοὺς  καὶ  τῶν   παρ'  ἐλπίδας   εὐεργεσιῶν   καὶ  τῶν   χαλεπῶν κολάσεων  ἃς ὑπέμειναν.  Ἐπειδὴ γὰρ πολλὰ  πολλάκις  ἁμαρτάνοντες  καὶ πολλῆς ἀπολαύοντες τῆς μακροθυμίας εἰς ῥᾳθυμίαν ἐνέπιπτον, τοῦτο ἐνδείξασθαι βούλεται, ὅτι  δυνατὸν  ὅτε βούλεται  ἐπεξελθεῖν,  καὶ οὐ δεῖται  καιρῶν,  οὐδὲ χρόνων,  ἀλλ' ἕτοιμα  αὐτῷ  πάντα  καὶ  παρεσκευασμένα.  Οὐαὶ  τοῖς  ἰσχύουσιν  ἐν  Ἰσραήλ·  οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις μου. Τί γὰρ ἀθλιώτερον τῶν τὸν Θεὸν πολέμιον ἐχόντων; Οὐ παύσεται δὲ ἔλεγεν, οὐχ ἵνα εἰς ἀπόγνωσιν ἐμβάλῃ, ἀλλ' ἵνα αὐξήσας τὸν φόβον εἰς μετάνοιαν  καλέσῃ. Τοῦ γάρ· Οὐ παύσεται ὁ θυμός, φοβερώτερον τό· Ἐν τοῖς ὑπεναντίοις  μου. Οὐδὲν γὰρ οὕτω τὸν Θεὸν παροξύνειν εἴωθεν, ὡς ἡ κατὰ τῶν πενήτων ἀδικία κατ' αὐτοὺς γινομένη. Οὐαὶ δὲ τοῖς ἰσχύουσιν ἔλεγεν, οὐχ ἁπλῶς τὴν δύναμιν διαβάλλων, ἀλλὰ τὴν ἐπὶ κακῷ δύναμιν. Ἰσχὺν δὲ ἐνταῦθα οὐ τὴν τοῦ σώματός φησιν, ἀλλὰ τὴν ἀπὸ τῆς τῶν πραγμάτων περιβολῆς δυναστείαν.  Καὶ κρίσιν ποιήσω ἐκ τῶν  ἐχθρῶν  μου. Κολάσω τοὺς ἐχθρούς  μου, ἐχθροὺς αὐτοῦ λέγων τοὺς τῶν πενήτων ἐχθροὺς διὰ τὸ ἐπηρεάζειν ὄντας· τοῦτο δὲ ἔλεγεν,  ἵνα  μάθῃς τῆς ἀδικίας  τὸ μέγεθος. Καὶ ἐπάξω τὴν  χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν. Ἵνα μάθῃς, ὅτι οἵα ἂν ᾖ ἡ ὀργὴ τοῦ Θεοῦ καὶ ἡ τιμωρία, οὐκ ἐπὶ κακῷ καὶ τῷ δοῦναι δίκην γίνεται  μόνον, ἀλλ' ἐπὶ τῷ βελτίους γενέσθαι καὶ αὐτοὺς τοὺς κολαζομένους. Καὶ πυρώσω σε, φησίν, εἰς καθαρόν. Οὐ τοίνυν  ὅταν κολαζώμεθα, ἀλλ' ὅταν ἁμαρτάνωμεν, τότε ἀλγεῖν δίκαιον· τὸ μὲν γὰρ ῥύπον, τὸ δὲ καθαρμὸν ἐργάζεται. Τί δέ ἐστιν; Εἰς καθαρόν; Ὡς μηδὲ ἴχνος εἶναι παρὰ σοὶ κηλῖδος. Ὅπερ  γάρ  ἐστι  τῷ  χρυσίῳ  τὸ  πῦρ,  τοῦτο  τοῖς  ῥᾳθύμοις  ἡ  τιμωρία.  Τοὺς  δὲ ἀπειθοῦντας ἀπολέσω καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους ταπεινώσω.  Οἱ μὲν  γὰρ  ἀνίατα  νοσοῦντες,  φησί,  καὶ  οὐδὲ  τιμωρίαις  εἴκοντες ἀπολοῦνται. Τί γὰρ ὄφελος τῆς τούτων ζωῆς, ὅταν καὶ ἑαυτοῖς καὶ ἑτέροις ἐπιβουλεύωσιν  ἐν  τῷ  ζῇν;  Οἱ δὲ  ἐκ  τῆς  ἐκείνων  τιμωρίας  δυνάμενοι  βελτίους γενέσθαι μενοῦσιν. ∆οκεῖ δέ μοι ἐνταῦθα καὶ τὴν αἰχμαλωσίαν αἰνίττεσθαι.

Καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς  τὸ  ἀπ' ἀρχῆς.  Ἐνταῦθα  τὴν  ἐπάνοδόν  φησι. Τῶν  τε  γὰρ ἀνίατα  νοσούντων ἀναιρεθέντων,  τῶν  τε ἐπιμέλειαν  δέξασθαι δυναμένων  διορθω θέντων,  εὐκαίρως καὶ τὸ λοιπὸν  τῆς θεραπείας εἶδος προστίθεται, δοκίμων  ἀρχόντων  ἐπιστασίᾳ καὶ συμβούλων ἀγαθῶν  φορᾷ, ἵνα καὶ τοῦ σώματος εἴκοντος τοῖς φαρμάκοις καὶ τῶν ἰατρῶν ἀρίστων ὄντων,  πανταχόθεν  πρὸς ὑγίειαν  ἐπανίῃ τὰ τῆς πόλεως μέρη. Οὐ γὰρ  μικρὸν  εὐεργεσίας  εἶδος  ἀρχόντων   ἐπιτυγχάνειν   ἀγαθῶν.  Καὶ μετὰ  ταῦτα κληθήσῃ  πόλις  δικαιοσύνης,  μητρόπολις  πιστὴ  Σιών.  Καίτοι γε  οὐδαμοῦ  τοῦτο εὑρίσκομεν τὸ ὄνομα τῇ πόλει τῶν Ἱεροσολύμων ἐπιτεθέν. Τί οὖν ἂν εἴποιμεν; Ὅτι τὴν  ἀπὸ τῶν  πραγμάτων  προσηγορίαν ἐνταῦθά  φησι. Τοῦτο δὲ ἡμῖν  οὐ μικρὸν συμβαλεῖται, ὅταν ἀπαιτῶσιν ἡμᾶς Ἰουδαῖοι τοῦ Ἐμμανουὴλ τὴν ἑρμηνείαν. Ἐπειδὴ γὰρ Ἡσαΐας ἔφησε τὸν  Χριστὸν οὕτως  ὀνομασθήσεσθαι, οὐδαμοῦ δὲ ὠνόμασται, εἴποιμεν ἂν πρὸς αὐτοὺς ὅτι τὴν ἀπὸ τῶν πραγμάτων σημασίαν ἔφησεν ὄνομα εἶναι· ὥσπερ οὖν καὶ ἐνταῦθα. Μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης. Μετὰ κρίματος, τουτέστι, μετὰ δίκης καὶ κολάσεως καὶ τιμωρίας τῶν πολεμίων.  Μετὰ ἐλεημοσύνης, τουτέστι, πολλῆς  τῆς φιλανθρωπίας.  ∆ύο ἐνταῦθα ἐπαγγέλλεται  μέγιστα αὐτοῖς  δῶρα, τό τε δίκην  δοῦναι  τοὺς ἀπαγαγόντας  τό τε αὐτοὺς  πολλῆς  ἀπολαῦσαι  τῆς  εὐημερίας, ὧν  ἕκαστον καὶ  καθ' ἑαυτὸ  μεγίστην ἱκανὸν  παρασχεῖν ἡδονήν· ὅταν δὲ καὶ ἀμφότερα συνδράμῃ, ἄφατος γένοιτ' ἂν ἡ εὐφροσύνη. Ἄλλως τε καὶ δεῖξαι βουλόμενος, ὅτι καὶ μετὰ τὴν μακρὰν αἰχμαλωσίαν οὐ διὰ τὸ δοῦναι δίκην ἀξίαν καὶ τὸ τὰ ἁμαρτήματα ἀποκείρασθαι, ἀλλὰ διὰ τὴν φιλανθρωπίαν  τὴν αὐτοῦ πρὸς τὴν οἰκείαν ἐπανάγονται  καὶ ἐλέου μᾶλλόν ἐστιν ἡ σωτηρία ἢ ἀντιδόσεως καὶ ἀμοιβῆς, ἐπήγαγε· Καὶ μετ' ἐλεημοσύνης. Καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα. Τρίτον καὶ τοῦτο εὐεργεσίας εἶδος, τὸ μηδένα εἶναι τὸν παρασύροντα καὶ πρὸς ἀπάτην ἕλκοντα, ἀλλ' ἐκποδὼν γίνεσθαι τοὺς τῆς πονηρίας διδασκάλους. Καὶ οἱ ἐγκαταλείποντες  τὸν Κύριον συντελεσθήσονται. Οἱ δὲ ἀσεβεῖς, φησίν, ἀπολοῦνται. ∆ιότι νῦν αἰσχυνθήσονται ἐν τοῖς εἰδώλοις  αὐτῶν,  ἐφ' οἷς αὐτοὶ ἐβούλοντο.  Τινὲς μὲν καὶ κατὰ τὸν  παρόντα καιρὸν τὰ εἰρημένα ἁρμόζειν ἐπιχειροῦσιν· ἀλλ'  ἡμεῖς οὔτε ἐκείνους  αἰτιασόμεθα καὶ τῇ ἀκολουθίᾳ  ἑψόμεθα. Ταῦτα γάρ ἐστιν, ἃ συμβήσεσθαί φησιν  ἐπὶ τῆς τῶν πολεμίων ἐφόδου. Ὅταν γὰρ τοῦ βαρβάρου τὴν χώραν κατατρέχοντος καὶ τὴν πόλιν περικαθημένου καὶ πάντας ὡς ἐν δικτύοις μέσους ἔχοντος, μηδεὶς ὁ ἀμύνων ᾖ καὶ τὸ νέφος ἐκεῖνο διακρουόμενος διὰ τὴν ἐγκατάλειψιν  τοῦ Θεοῦ, εἰκότως καὶ ἐξ αὐτῆς τῶν  πραγμάτων  τῆς  πείρας  πολλὴ  κατασκεδασθήσεται τῶν  τὰ  εἴδωλα θεραπευόντων ἡ αἰσχύνη. Ἐφ' οἷς αὐτοὶ ἐβούλοντο, περὶ ἃ ἐσπουδάκεισαν, φησί. Καὶ αἰσχυνθήσονται   ἐπὶ  τοῖς  γλυπτοῖς   αὐτῶν,   ἐφ'  οἷς  αὐτοὶ  ἐποίησαν.  Ἐν  τάξει διηγήσεως τὴν κατηγορίαν τίθησιν. Ἤρκει γάρ, φησί, καὶ πρὸ τῆς τῶν τραυμάτων ἐκβάσεως, καὶ αὐτὸς τῆς τοιαύτης εἰδωλοποιίας  ὁ τρόπος αὐτοὺς καταισχῦναι. Τί γὰρ αἰσχρότερον τοῦ θεόν τινα ἑαυτῷ ποιεῖν; Καὶ αἰσχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν, ἐφ' οἷς ἐπεθύ μησαν. Οὐ γὰρ δὴ ξόανα προσεκύνουν μόνον, ἀλλὰ καὶ δένδρα ἐν κήποις ἐθεράπευον. Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα. Ἤτοι τὰ εἴδωλα ἢ αὐτοὶ οἱ τὴν πόλιν οἰκοῦντες. Τὴν δὲ εἰκόνα τοῦ δένδρου τούτου παρήγαγε, διά τε τὸ ἐγχώριον εἶναι μάλιστα τὸ φυτὸν καὶ πολὺ παρ' αὐτοῖς καὶ διὰ τὸ σφόδρα ἀνθεῖν καὶ τεθηλέναι, ἡνίκα ἂν ἀκμάζῃ, καὶ ἐσχάτην ἀμορφίαν ἐνδείκνυσθαι, ἐπειδὰν ἀποβάλλῃ τὰ φύλλα. Καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἡ δευτέρα εἰκὼν τῆς προτέρας σαφεστέρα καὶ πιστουμένη τὸν ἐπὶ τῇ προτέρᾳ λόγον εἰρημένον. Οὔτε γὰρ παραδείσου θάλλοντος  τερπνότερον οὔτε ἐρημωθέντος ἀτερπέστερον, ἅπερ ἀμφότερα γέγονεν ἐπὶ τῆς μητροπόλεως ἐκείνης. Πάντοτε γὰρ ἦν ἀμείνων καὶ λαμπροτέρα, μυρίοις καλλωπιζομένη  κόσμοις· καὶ πάντων εὐτελεστέρα γέγονε καὶ αἰσχροτέρα, τοσοῦτον ἀθρόον εὐκοσμίας ἀποβαλοῦσα πλοῦτον. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στυππείου. Αἱ πρότεραι μὲν εἰκόνες εἰς τὸ ἀτερπὲς παρελήφθησαν, αὕτη δὲ εἰς τὸ ἀσθενές· πᾶσαι δὲ σφόδρα ἐναργεῖς καὶ πολὺ τὸ σαφὲς καὶ ἐμφαντικὸν  ἔχουσαι. Ὡς καλάμη στυππείου, τουτέστιν, ἀσθενεῖς. Καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθὴρ πυρός. Ἐνταῦθα δείκνυσιν ὅτι οἴκοθεν τὰ κακὰ καὶ αὐτοὶ τὴν αἰχμαλωσίαν ἔτεκον καὶ τὴν κάμινον ἀνῆψαν. Ὥσπερ γὰρ σπινθῆρες ἐμπίπτοντες  πῦρ ἀνεγείρουσιν, οὕτω τὰ ἁμαρτήματα τούτων συναχθέντα τοῦ Θεοῦ τὴν ὀργὴν ἀνῆψεν. Καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Πάλιν ἀπαγορεύει τὴν σωτηρίαν διὰ τὴν αὐτὴν πάλιν αἰτίαν οὐχ ἵνα ἀπογνῶσιν,  ἀλλ' ἵνα  ταύτῃ  γοῦν  ἀκμάζοντα  τὸν  φόβον  δεξάμενοι,  τὴν  πολλὴν ἀποτινάξωνται  ῥᾳθυμίαν. Καὶ ἕτερον δέ τι ἐνταῦθα αἰνίττεται, τὸ ἄμαχον αὐτοῦ τῆς δυνάμεως, καὶ ὅτι κολάζοντος αὐτοῦ καὶ τιμωρουμένου, οὐδεὶς ἀντιστῆναι καὶ καταλῦσαι δυνήσεται τὰ δεινά.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/






Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |