ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΛΘʹ Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.

Πέμπτη 27 Οκτωβρίου 2016

ΛΘʹ Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν, καὶ οὕτως ἐπιστεύσατε.



Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Α'
Τόμος 61

ΛΘʹ Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσομεν,  καὶ οὕτως ἐπιστεύσατε.

αʹ. Ἐπάρας τοὺς ἀποστόλους καὶ καθελὼν ἑαυτὸν, εἶτα πάλιν ὑπὲρ ἐκείνους ἐπάρας, ἵνα ἰσότητα ἐργάσηται (καὶ γὰρ ἰσότητα ἐποίησε, δείξας ἑαυτὸν καὶ πλεονεκτοῦντα καὶ πλεονεκτούμενον),   καὶ  ταύτῃ  ἀξιό  πιστον  ἑαυτὸν  κατασκευάσας, οὐδὲ  οὕτως αὐτοὺς     ἀφίησιν, ἀλλὰ πάλιν ἑαυτὸν ἐκείνοις συντάττει, τὴν κατὰ Χριστὸν ἐνδεικνύμενος  ὁμόνοιαν. Οὐ μὴν οὕτως αὐτὸ ποιεῖ, ὡς δόξαι προσεῤῥῖφθαι αὐτοῖς, ἀλλ' ὡς καὶ αὐτὸν ἐν τῇ αὐτῇ φαίνεσθαι τάξει· οὕτω γὰρ τῷ κηρύγματι συμφέρον ἦν. ∆ιὸ καὶ ἀμφότερα ὁμοίως ἐσπούδακε, καὶ τὸ μὴ δοκεῖν αὐτῶν ὑπερορᾷν, καὶ τὸ μὴ διὰ τὴν εἰς ἐκείνους τιμὴν  ἐξευτελίζεσθαι παρὰ τῶν  ἀρχομένων.  ∆ιὰ τοῦτο καὶ νῦν ἐξισάζει πάλιν λέγων· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο μεν. Παρ' οὗ, φησὶ, βούλεσθε μαθεῖν, μάθετε· οὐδὲν διαφέρομεν.


Καὶ οὐκ εἶπεν, ὅτι Εἰ μὴ θέλετε ἐμοὶ πεισθῆναι, ἐκείνοις πείσθητε, ἀλλὰ καὶ ἑαυτὸν ἀξιό πιστον ποιεῖ, καὶ καθ' ἑαυτὸν ἀρκεῖν φησι, καὶ ἐκείνους καθ' ἑαυτούς. Οὐδὲν γὰρ ἡ τῶν προσώπων ἐποίει διαφορὰ, τῶν ἀξιωμάτων ἴσων ὄντων. Καὶ ἐν τῇ πρὸς Γαλάτας δὲ τοῦτο ποιεῖ, προσλαμβάνων αὐ τοὺς, οὐχ ὡς δεόμενος, ἀλλ' ἀρκεῖν μὲν λέγων καὶ ἑαυτόν· Ἐμοὶ γὰρ, φησὶν, οἱ δοκοῦντες οὐδὲν προσανέθεντο· πλὴν ἀλλὰ καὶ οὕτω διώκω αὐτῶν τὴν  ὁμόνοιαν· ∆εξιὰς γὰρ ἔδωκάν  μοι, φησίν. Εἰ γὰρ ἔμελλεν  ἀεὶ τὸ ἀξιόπιστον Παύλου ἐν ἑτέροις εἶναι καὶ τῇ παρ' ἑτέρων μαρτυρίᾳ βεβαιοῦσθαι, μυρία ἂν ἐβλάβησαν ἐντεῦθεν οἱ μαθηταί. Οὐ τοίνυν ἑαυτὸν ἐπαίρων τοῦτο ποιεῖ, ἀλλ' ὑπὲρ τοῦ Εὐαγγε λίου δεδοικώς. ∆ιὸ καὶ ἐνταῦθά φησιν, ἐξισάζων ἑαυ τόν· Εἴτε οὖν ἐγὼ, εἴτε ἐκεῖνοι, οὕτω κηρύσσο μεν. Καλῶς εἶπε, Κηρύσσομεν, τὴν πολλὴν παῤ ῥησίαν ἐνδεικνύμενος.  Οὐ γὰρ λάθρα οὐδὲ ἐν παρα βύστῳ, ἀλλὰ σάλπιγγος λαμπροτέραν ἀφίεμεν φωνήν.   Καὶ οὐκ εἶπεν, Ἐκηρύξαμεν, ἀλλὰ καὶ νῦν Οὕτω κηρύττομεν. Καὶ οὕτως ἐπιστεύσατε. Ἐνταῦθα οὐκ εἶπε, Πιστεύετε, ἀλλ', Ἐπιστεύσατε. Ἐπειδὴ ἐσαλεύοντο,  διὰ  τοῦτο  ἐπὶ  τοὺς  ἄνω  χρόνους  ἀνέδρα  με, καὶ  τὴν  παρ'  αὐτῶν ἐκείνων  λοιπὸν  μαρτυρίαν προστίθησιν. Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Ὁρᾷς πῶς ἄριστα συλλογίζεται, καὶ ἀποδείκνυσι τὴν ἀνάστασιν ἐκ τοῦ τὸν Χριστὸν ἐγηγέρθαι, πρότερον ἐκεῖνο πολλαχόθεν κατασκευάσας;  Καὶ γὰρ οἱ προφῆται εἶπον τοῦτο, φησὶ, καὶ αὐτὸς ἔδειξε διὰ τῆς ὄψεως, καὶ ἡμεῖς κη ρύσσομεν, καὶ ὑμεῖς ἐπιστεύσατε, τετραπλῆν  τὴν  μαρτυρίαν  πλέκων,  τὴν  διὰ  τῶν  προφητῶν,  τὴν  διὰ  τῆς  τῶν πραγμάτων ἐκβάσεως, τὴν διὰ τῶν ἀπο στόλων, τὴν διὰ τῶν μαθητῶν· μᾶλλον δὲ καὶ  πεντα  πλῆν.  Καὶ γὰρ καὶ  αὕτη  ἡ αἰτία  δείκνυσι  τὴν  ἀνάστα σιν, τὸ ὑπὲρ ἀλλοτρίων  ἁμαρτιῶν ἀποθανεῖν. Εἰ τοίνυν τοῦτο ἀποδέδεικται, εὔδηλον ὅτι καὶ τὸ ἕτερον   ἕπεται,   τὸ   καὶ   τοὺς   λοιποὺς   ἐγείρεσθαι   νεκρούς.   ∆ιὸ   καὶ   ὡς   ἐπὶ ὁμολογουμένου ἐγκαλεῖ καὶ ἐπαπορεῖ, λέγων· Εἰ δὲ Χριστὸς ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστι; καὶ ταύτῃ πάλιν ὑποτεμνόμενος  τὴν θρασύτητα τῶν ἀντιλεγόντων. Οὐ γὰρ εἶπε, Πῶς λέγετε ὑμεῖς, ἀλλὰ, Πῶς λέγουσί τινες ἐν ὑμῖν· καὶ οὔτε πάντων ποιεῖ ται τὴν κατηγορίαν, οὔτε αὐτοὺς τούτους, οὓς αἰτιᾶ ται, δήλους καθίστησιν, ὥστε μὴ ποιῆσαι ἀναισχυντοτέρους, οὐδ' αὖ πάλιν ἀποκρύπτεται καθόλου, ὥστε αὐτοὺς διορθῶσαι. ∆ιὰ δὴ τοῦτο καὶ ἀποσχίσας αὐτοὺς τοῦ πλήθους, πρὸς αὐτοὺς ἀποδύεται, ταύτῃ τε ἀσθενεστέρους ποιῶν καὶ καταπλήττων, καὶ τοὺς ἄλλους ἐν τοῖς πρὸς τούτους ἀγῶσι κατέχων ἀσφα λέστερον ἐπὶ τῆς ἀληθείας, καὶ οὐκ ἀφεὶς αὐτομο   λῆσαι πρὸς τοὺς διαφθείρειν αὐτοὺς ἐσπουδακότας.  Καὶ γὰρ καταφορικῶς παρεσκεύασται χρήσασθαι τῷ λόγῳ. Εἶτα ἵνα μὴ λέγωσιν, ὅτι τοῦτο μὲν σαφὲς καὶ δῆλον ἅπασι, τὸ τὸν Χριστὸν ἐγηγέρθαι, καὶ οὐδεὶς ἀμφιβάλλει· οὐ μὴν τοῦτο καὶ τὸ ἕτερον συναναγκά ζει, τὴν τῶν ἀνθρώπων ἀνάστασιν· τὸ μὲν γὰρ καὶ προανεφωνήθη καὶ ἐξέβη καὶ ἐμαρτυρήθη διὰ τῆς ὄψεως, τὸ τῆς τοῦ Χριστοῦ ἀναστάσεως· τὸ δὲ ἔτι ἐν ἐλπίσιν ἐστὶ, τὸ ἡμέτερον· ὅρα τί ποιεῖ· ἐκ θατέρου μέρους πάλιν  αὐτὸ κατασκευάζει, ὅπερ πολλῆς δυνά μεως ἦν. Τί γὰρ λέγουσι, φησὶ, τινὲς, ὅτι οὐκ ἔστι νεκρῶν ἀνάστασις; οὐκοῦν καὶ ἐκεῖνο πάλιν  ἐκ τού του ἀνῄρηται, τὸ τὸν Χριστὸν ἐγηγέρθαι. ∆ιὸ καὶ ἐπάγει λέγων· Εἰ δὲ ἀνάστασις νεκρῶν  οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἶδες τὴν  βίαν, καὶ τὴν  φιλονεικίαν Παύλου τὴν ἄμαχον, πῶς οὐκ ἐκ τοῦ δήλου μόνου τὸ ἀμφιβαλλόμενον,  ἀλλὰ καὶ ἐκ τοῦ   ἀμφιβαλλομένου    τοῖς   ἀντιλέγουσι    τέως   ἐκεῖνο   τὸ   δῆ   λον   πειρᾶται ἀποδεικνύναι; οὐκ ἐπειδὴ ἐδεῖτο ἀπο δείξεως τὸ ἤδη γεγενημένον,  ἀλλ' ἵνα δείξῃ τοῦτο ὁμοίως ἐκείνῳ πιστὸν ὄν.  βʹ. Καὶ ποία αὕτη ἀκολουθία, φησί; Τὸ μὲν γὰρ τοῦ Χριστοῦ μὴ ἐγερθέντος,  μηδὲ ἄλλους  ἐγείρεσθαι, ἀκόλουθον·  τὸ δὲ εἰ ἄλλοι  μὴ ἐγερθεῖεν,  μηδὲ τοῦτον  ἐγηγέρθαι,  πῶς  ἂν  ἔχοι  λόγον  τινά; Ἐπεὶ οὖν  τοῦτο  οὐ σφόδρα ἐδόκει λόγον ἔχειν, ὅρα πῶς ἐργάζεται αὐτὸ σφοδρῶς, ἄνωθεν τὰ σπέρματα προκαταβάλλων,  ἀπ' αὐτῆς  τοῦ  κηρύγματος  τῆς  ὑποθέσεως, οἷον  ὅτι  ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν ἀποθανὼν ἐγή γερται, καὶ ὅτι ἀπαρχὴ τῶν κεκοιμημένων ἐστίν. Ἡ γὰρ ἀπαρχὴ τίνος ἂν εἴη ἀπαρχὴ, εἰ μὴ τῶν ἐγειρομένων; πῶς δ' ἂν εἴη ἀπαρχὴ οὐκ ἐγειρομέ  νων  ἐκείνων  ὧν  ἐστιν  ἀπαρχή; πῶς  οὖν  οὐκ  ἐγεί  ρονται; εἰ  δὲ οὐκ ἐγείρονται,  διὰ τί ἠγέρθη ὁ Χρι στός; διὰ τί ἦλθε; διὰ τί σάρκα ἀνέλαβεν,  εἰ μὴ ἔμελλεν  ἀναστήσειν σάρκα; οὐ γὰρ ἐδεῖτο αὐτὸς, ἀλλὰ δι' ἡμᾶς. Ἀλλὰ ταῦτα μὲν ὕστερον τίθησι προϊὼν,  τέως  δέ φησιν· Εἰ νεκροὶ  οὐκ ἐγείρονται,  οὐδὲ   Χριστὸς ἐγήγερται· ὡς ἐκείνου τούτῳ συνημμένου· εἰ γὰρ μὴ ἔμελλεν ἀνίστασθαι, οὐδ' ἂν ἐκεῖνο ἐποίη σεν. Εἶδες κατὰ μικρὸν ὅλην τὴν οἰκονομίαν ἀνατρε πομένην ἐκ τῶν ἐκείνων ῥημάτων καὶ τῆς περὶ τὴν ἀνάστασιν ἀπιστίας; Ἀλλὰ τέως οὐδὲν περὶ τῆς σαρκώσεως λέγει,  ἀλλὰ  περὶ  τῆς  ἀναστάσεως. Οὐ γὰρ τὸ  σαρκωθῆναι,  ἀλλὰ  τὸ ἀποθανεῖν  τὸν  θάνατον  ἔλυσεν·  ἐπεὶ  σάρκα ἔχοντος,  ἔτι  ἐκράτει  ἡ  τυραννὶς  ἡ ἐκείνου.  Εἰ δὲ  Χριστὸς οὐκ  ἐγήγερται,  κενὸν  ἄρα τὸ  κήρυγμα  ἡμῶν.  Καίτοι γε ἀκόλουθον  ἦν  εἰπεῖν·  Εἰ δὲ  Χριστὸς οὐκ  ἐγήγερται,  τοῖς  φανεροῖς  μάχεσθε  καὶ προφήταις τοσούτοις καὶ πραγμάτων ἀληθείᾳ· ἀλλὰ τὸ πολλῷ φοβερώτερον αὐτοῖς τίθησι·  Κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ὑμῶν. Κατασεῖσαι γὰρ αὐτῶν τὴν διάνοιαν βούλεται. Τὸ πᾶν ἀπωλέσαμεν, φησὶν, ἅπαντα οἴχε ται, εἰ μὴ ἠγέρθη. Εἶδες ὅσον τῆς οἰκονομίας  τὸ μυστήριον; Εἰ γὰρ ἀποθανὼν  οὐκ ἴσχυσεν ἀναστῆναι,  οὔτε  ἡ ἁμαρτία λέλυται,  οὔτε  ὁ θάνατος  καθῄρηται,  οὔτε  ἡ κατάρα ἀνῄρηται,  καὶ  οὐχ  ἡμεῖς  δὲ  μόνον   κενὰ  ἐκηρύξαμεν,  ἀλλὰ   καὶ  ὑμεῖς  κενὰ ἐπιστεύσατε.   Καὶ οὐ ταύτῃ  μόνον  δείκνυσι  τὴν  ἀτοπίαν  τούτων  τῶν  πονηρῶν δογμάτων, ἀλλὰ καὶ ἐπαγωνίζεται  λέγων· Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ,     ὅτι  ἐμαρτυρήσαμεν κατ' αὐτοῦ, ὅτι  ἤγειρε τὸν   Χριστὸν, ὃν  οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται. Εἰ δὲ ἄτοπον τοῦτο (κατηγορία γὰρ  Θεοῦ καὶ συκοφαντία), καὶ οὐκ ἤγειρεν, ὥς φατε, οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἕτερα ἕψεται ἄτοπα. Καὶ πάλιν  αὐτὰ κατασκευάζει, καὶ ἀναλαμβάνει  λέγων· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται,  οὐδὲ  Χριστὸς ἐγήγερται.  Εἰ γὰρ  μὴ  ἔμελλε  τοῦτο  ποιεῖν,  οὐδ'  ἂν παρεγένετο. Ἀλλ' οὐ λέγει τοῦτο, ἀλλὰ τὸ τέλος, τὴν ἀνάστασιν αὐτοῦ, δι' αὐτῆς πάντας ἕλκων. Εἰ δὲ  Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν.  Τῷ σαφεῖ καὶ ὡμολογημένῳ  τὴν ἀνάστασιν τοῦ    Χριστοῦ συνεχῶς περιτίθησιν, ἀπὸ τοῦ ἰσχυροτέρου καὶ τὸ ἀσθενὲς εἶναι δοκοῦν καὶ ἀμφίβολον ἰσχυρὸν ποιῶν καὶ σαφές. Ἔτι ἐστὲ ἐν ταῖς  ἁμαρτίαις  ὑμῶν.  Εἰ γὰρ οὐκ ἠγέρθη, οὐδὲ ἀπέθανεν·  εἰ δὲ οὐκ ἀπέθανεν, οὐδὲ τὴν ἁμαρτίαν ἔλυσεν· ὁ γὰρ θάνατος αὐτοῦ, τῆς ἁμαρτίας λύσις· Ἴδε γὰρ, φησὶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Πῶς δὲ αἴρων; Τῷ θανάτῳ. ∆ιὸ καὶ ἀμνὸν ἐκάλεσεν, ὡς σφαττόμενον. Εἰ δὲ οὐκ ἀνέστη, οὐδὲ ἐσφάγη· εἰ δὲ οὐκ ἐσφάγη, οὐδὲ ἡ ἁμαρτία ἐλύθη· εἰ δὲ οὐκ ἐλύθη, ἐν αὐτῇ ἐστε· εἰ δὲ ἐν αὐτῇ ἐστε, εἰκῆ ἐκηρύξαμεν· εἰ δὲ εἰκῆ ἐκηρύξαμεν, εἰκῆ ἐπιστεύσατε. Ἄλλως  δὲ καὶ ὁ θάνατος  ἀθάνατος  μένει,  εἰ  μὴ  ἀνέστη.    Εἰ γὰρ  καὶ  αὐτὸς  κατεσχέθη  ὑπὸ  τοῦ θανάτου, καὶ οὐκ ἔλυσεν αὐτοῦ τὰς ὠδῖνας, πῶς πάντας τοὺς ἄλλους ἀπήλλαξεν ἔτι αὐτὸς κατεχόμενος; ∆ιὸ καὶ ἐπάγει· Ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο. Καὶ τί λέγω περὶ ὑμῶν, φησὶν, ὅπου γε καὶ ἐκεῖνοι πάντες ἀπολώλασιν, οἱ τὸ πᾶν διανύ  σαντες, καὶ οὐχ ὑποκείμενοι  λοιπὸν  τῇ ἀδηλίᾳ  τοῦ μέλλοντος;  Τὸ δὲ, Ἐν Χριστῷ, ἢ τὸ ἐν  τῇ πίστει φησὶν,  ἢ οἱ δι' αὐτὸν  ἀποθανόντες,  οἱ πολλοὺς  ὑπο μείναντες  κινδύνους,  οἱ πολλὰς ταλαιπωρίας,  οἱ διὰ τῆς στενῆς ὁδοῦ βαδίσαντες. Ποῦ νῦν εἰσι τὰ πονηρὰ τῶν Μανιχαίων στόματα, τῶν λεγόντων  ἀνάστασιν αὐτὸν ἐνταῦθα  λέγειν  τῆς ἁμαρτίας τὴν  ἀπαλλαγήν;  Οἱ γὰρ πυκνοὶ  οὗτοι καὶ συνεχεῖς συλλογισμοὶ καὶ ἀντιστρέφοντες  οὐδὲν τούτων  ἐμφαίνουσιν  ὧν ἐκεῖνοι λέγουσιν, ἀλλ' ὅπερ ἡμεῖς φαμεν. Καὶ γὰρ ἀνάστασις τοῦ πεπτωκότος λέγεται.  ∆ιὰ τοῦτο καὶ συνεχῶς ἐπιλέγει οὐ τὸ ἐγηγέρθαι μόνον, ἀλλὰ καὶ τὸ, Ἐκ νεκρῶν, προστιθείς. Καὶ Κορίνθιοι δὲ οὐ περὶ ἀφέσεως ἁμαρτημάτων  ἀμφ έβαλλον, ἀλλὰ  περὶ σωμάτων ἀναστάσεως. Ποία δὲ ὅλως ἀνάγκη, εἰ μὴ ἀναμάρτητοι εἶεν οἱ ἄνθρωποι, μηδὲ τὸν Χριστὸν τοῦτο εἶναι; Εἰ γὰρ μὴ ἔμελλεν ἐγείρειν, ἀκόλουθον τὸ λέγειν, τίνος ἕνεκεν ἦλθε, καὶ σάρκα ἔλαβε, καὶ ἀνέστη; τὸ δὲ ἡμέτερον οὐκέτι.  Καὶ γὰρ ἁμαρτανόντων ἀνθρώπων  καὶ μὴ ἁμαρτα νόντων,  ἀεὶ σύνεστι τῷ Θεῷ τὸ ἀναμάρτητον, καὶ οὐχ ἕπεται τὸ ἡμέτερον ἐκείνῳ, οὐδὲ ἀντιστρέφει τοῦτο πρὸς ἐκεῖνο, ὥσπερ ἐπὶ τῆς τῶν σωμάτων  ἀναστάσεως. Εἰ ἐν  τῇ  ζωῇ  ταύτῃ  ἠλπικότες  ἐσμὲν ἐν  Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν.


γʹ. Τί λέγεις, ὦ Παῦλε; πῶς ἐν τῇ ζωῇ ταύτῃ μόνον  ἠλπικότες  ἐσμὲν,  εἰ  σώματα  οὐκ  ἐγείρεται,  τῆς  ψυχῆς  μενούσης  καὶ ἀθανάτου οὔσης; Ὅτι κἂν μένῃ ἡ ψυχὴ, κἂν μυριάκις ἀθάνατος ᾖ, ὥσπερ οὖν καὶ ἔστι, τῆς σαρκὸς χωρὶς οὐκ ἀπολήψεται τὰ ἀπόῤῥητα ἀγαθὰ ἐκεῖνα, ὥσπερ οὖν οὐδὲ κολασθήσεσθαι· Πάντα γὰρ φανερωθήσεται  ἔμπροσθεν τοῦ βήματος τοῦ     Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ διὰ τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά.   ∆ιὰ τοῦτό φησιν· Εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες  ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. Εἰ γὰρ οὐκ ἀνίσταται τὸ σῶμα, ἀστεφάνωτος ἡ ψυχὴ μένει ἔξω τῆς μακαριό τητος ἐκείνης τῆς ἐν οὐρανοῖς· εἰ δὲ τοῦτο, οὐδενὸς ἀπολαυσόμεθα τότε καθόλου· εἰ δὲ τότε οὐδενὸς, ἐν τῷ παρόντι τὰ τῶν ἀμοιβῶν. Τί οὖν ἡμῶν κατὰ τοῦτο ἀθλιώτερον  γένοιτ' ἂν, φησί; Ταῦτα δὲ ἔλεγεν ὁμοῦ μὲν εἰς τὸν περὶ ἀναστάσεως στηρίζων τῶν σωμάτων αὐτοὺς λόγον, ὁμοῦ δὲ καὶ περὶ τῆς ἀθα  νάτου  ζωῆς  ἐκείνης  πείθων,  ἵνα  μὴ  εἰς  τὸ  παρὸν  νομίζωσι  τὰ  ἡμέτερα καταλύειν πάντα. Κατασκευάσας γὰρ ἱκανῶς διὰ τῶν ἔμπροσθεν, ὅπερ ἐβούλετο, καὶ εἰπὼν, Εἰ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χρι στὸς ἐγήγερται·  εἰ δὲ Χριστὸς οὐκ ἠγέρθη, ἀπ ωλόμεθα,  καὶ ἔτι  ἐσμὲν ἐν  ταῖς  ἁμαρτίαις· πάλιν  καὶ τοῦτο  ἐπάγει, κατασείων αὐτῶν  τὴν ἀπόνοιαν. Καὶ γὰρ ὅταν μέλλῃ τι τῶν  ἀναγκαίων  εἰσάγειν δογμάτων,  τῷ  φόβῳ  τὴν  πώρωσιν  αὐτῶν  διασαλεύει πρῶτον· ὃ δὴ καὶ ἐνταῦθα ἐποίησεν, ἀνωτέρω  τε αὐτὰ διασπεί ρας, καὶ ἐναγωνίους  καταστήσας αὐτοὺς, ὡς τοῦ παντὸς ἐκπεσόντας· καὶ νῦν πάλιν ἑτέρως, καὶ ὡς ἂν μάλιστα ἤλγησαν, τὸ αὐτὸ τοῦτο  ποιῶν,  καὶ  λέ  γων·  Ἐλεεινότεροι  πάντων   ἀνθρώπων   ἐσμὲν,  εἰ,  μετὰ τοσούτους  πολέμους  καὶ  θανάτους   καὶ  τὰ  μυρία  δεινὰ,  τοσούτων  μέλλοιμεν ἐκπίπτειν  ἀγαθῶν, καὶ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα ἕστηκε· καὶ γὰρ πάντα τῆς ἀναστάσεως ἤρτηται. Ὥστε καὶ ἐντεῦθεν δῆλον, ὅτι οὐ περὶ ἁμαρτημάτων ὁ λόγος αὐτῷ  ἦν.  ἀλλὰ  περὶ  σωμάτων  ἀναστάσεως,  καὶ  ζωῆς  τῆς  παρ  ούσης καὶ  τῆς μελλούσης. Νυνὶ δὲ Χριστὸς ἐγή γερται ἐκ νεκρῶν,  ἀπαρχὴ τῶν  κεκοιμημένων.∆είξας ὅσα ἐκ τοῦ μὴ πιστεύεσθαι τὴν ἀνάστασιν τίκτεται τὰ κακὰ, ἀναλαμβάνει τὸν λόγον  πάλιν,  καί φησι· Νυνὶ δὲ Χριστὸς ἐγήγερται  ἐκ νεκρῶν·  συν εχῶς  τὸ Ἐκ νεκρῶν προστιθεὶς, ὥστε ἀποῤῥάψαι τῶν αἱρετικῶν τὰ στόματα. Ἀπαρχὴ τῶν κεκοιμη μένων. Εἰ δὲ ἀπαρχὴ, καὶ τούτους ἀναστῆναι δεῖ.  Εἰ δὲ ἀνάστασιν τὴν τῶν ἁμαρτιῶν ἀπαλλαγὴν  ἔλε γεν, οὐδεὶς δὲ ἁμαρτίας ἐκτὸς (καὶ γὰρ Παῦλος λέ γει,

Οὐδὲν ἐμαυτῷ  σύνοιδα, ἀλλ' οὐκ  ἐν  τούτῳ  δεδικαίωμαι),  πῶς  ἔσονταί  τινες  οἱ ἀνιστάμενοι καθ' ὑμᾶς; Ὁρᾷς ὅτι περὶ σωμάτων ὁ λόγος αὐτῷ ἦν; Καὶ ἵνα ἀξιόπιστον αὐτὸ ποιήσῃ, συνεχῶς τὸν  Χριστὸν εἰς τὸ μέσον προφέρει, τὸν ἀναστάντα ἐν σαρκί·εἶτα καὶ αἰτιολογεῖ. Ὅπερ γὰρ ἔφην, ὅταν ἀποφαίνηται μὲν, τὴν δὲ αἰτίαν μὴ λέγῃ, οὐχ οὕτως εὐπαράδεκτος ὁ λόγος γίνεται τοῖς πολλοῖς. Τίς οὖν ἡ αἰτία; Ἐπειδὴ γὰρ δι'  ἀνθρώπου  ὁ θάνατος,  καὶ  δι'  ἀνθρώπου  ἡ ἀνάστασις τῶν  νεκρῶν.  Εἰ δὲ δι' ἀνθρώπου,  σῶμα πάντως  ἔχοντος.  Καὶ ὅρα αὐτοῦ  τὴν  σύνεσιν, πῶς  καὶ  ἑτέρως ἀναγκαῖον ποιεῖ τὸν λόγον. Τὸν γὰρ ἡττηθέντα, φησὶν, αὐτὸν καὶ ἀναμα χέσασθαι δεῖ τὴν καταβληθεῖσαν φύσιν, αὐτὸν καὶ νικῆσαι· οὕτω γὰρ τὸ ὄνειδος ἀπετρίβετο.

Ἴδωμεν  δὲ ποῖόν φησι θάνατον.  Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες  ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Τί οὖν; πάντες, εἰπέ μοι, ἀπέθανον ἐν τῷ Ἀδὰμ τὸν τῆς ἁμαρτίας θάνα τον; πῶς οὖν Νῶε δίκαιος ἐν τῇ γενεᾷ αὐτοῦ; πῶς δὲ  Ἀβραάμ; πῶς δὲ Ἰώβ; πῶς δὲ οἱ ἄλλοι ἅπαντες; Τί δὲ, εἰπέ μοι, πάντες ζωοποιηθήσονται ἐν τῷ Χριστῷ; Καὶ ποῦ οἱ εἰς γέενναν  ἀπαγόμενοι; Ἂν μὲν γὰρ περὶ σώματος εἰρημένον  ᾖ τοῦτο, ἕστηκεν ὁ λό γος· ἂν δὲ περὶ δικαιοσύνης καὶ ἁμαρτίας,  οὐκέτι.     Εἶτα,  ἵνα   μὴ  τὴν   ζωοποίησιν   κοινὴν   ἀκούσας,  καὶ  τοὺς ἁμαρτωλοὺς νομίσῃς σώζεσθαι, ἐπήγαγεν· Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι. Μὴ γὰρ,ἐπειδὴ ἀνάστασιν ἤκουσας, νόμιζε πάντας τῶν αὐτῶν ἀπο λαύειν. Εἰ γὰρ ἐπὶ τῆς τιμωρίας οὐ πάντες τὰ αὐτὰ πείσονται, ἀλλὰ πολλὴ ἡ διαφορὰ, πολλῷ μᾶλλον, ἔνθα ἁμαρτωλοὶ καὶ δίκαιοι, πλείων  ἡ διάστασις ἔσται. Ἀπαρχὴ Χριστὸς, ἔπειτα οἱ τοῦ Χριστοῦ· τουτέστιν,  οἱ  πιστοὶ  καὶ  οἱ  εὐδοκιμηκότες.  Εἶτα τὸ  τέλος.  Ὅταν  γὰρ ἀναστῶσιν   ἐκεῖνοι,   τὰ   πράγματα   ἅπαντα   λήψεται   τέλος,   οὐ   καθάπερ   νῦν ἀναστάντος τοῦ Χριστοῦ τὰ πράγματα ἕστηκεν ἔτι μετέωρα.  ∆ιὸ προσέθηκεν, Ἐν τῇ παρουσίᾳ αὐτοῦ, ἵνα μάθῃς ὅτι περὶ ἐκείνου τοῦ καιροῦ διαλέγεται. Ὅταν παραδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί· ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν.  

δʹ. Ἐνταῦθά μοι προσέχετε μετὰ ἀκριβείας, καὶ ὁρᾶτε μή τι διαφύγῃ τῶνλεγομένων  ὑμᾶς. Καὶ γὰρ πρὸς ἐχθροὺς ἡμῖν ἡ μάχη· διὸ πρότερον τὴν εἰς ἄτοπον ἀπαγωγὴν  δεῖ  γυμνάζειν,  ὃ καὶ  Παῦλος πολ  λάκις  ποιεῖ· οὕτω  γὰρ  μάλιστα  ἃ λέγουσιν,  εὐφώρατα  ἡμῖν  φανεῖται.   Ἐρώμεθα  οὖν  αὐτοὺς  πρῶτον,  τί  ἐστι  τὸ εἰρημένον,   Ὅταν  παραδῷ  τὴν  βασιλείαν  τῷ  Θεῷ  καὶ  Πατρί;  Εἰ  γὰρ  ἁπλῶς ἐκλάβοιμεν  τοῦτο, καὶ μὴ θεοπρεπῶς, οὐκ ἔσται μετὰ ταῦτα  ἔχων  αὐτήν· ὁ γὰρ παραδοὺς ἑτέρῳ, παύεται λοιπὸν τοῦ κατέχειν αὐτός. Καὶ οὐ τοῦτο μόνον ἔσται τὸ ἄτοπον, ἀλλ' ὅτι οὐδὲ ἐκεῖνος ὁ παραλαβὼν εὑρε θήσεται πρὶν ἢ παραλαβεῖν ἔχων. Οὐκοῦν κατ' ἐκεί νους οὔτε ὁ Πατὴρ βασιλεὺς ἦν ἔμπροσθεν, καὶ διώκει τὰ ἡμέτερα, οὔτε ὁ Υἱὸς μετὰ ταῦτα φανεῖται βασιλεὺς ὤν. Πῶς οὖν περὶ μὲν τοῦ Πατρός φησιν αὐτὸς, ὅτι  Ὁ Πατήρ μου ἕως  ἄρτι  ἐργάζεται,  κἀγὼ  ἐργάζομαι; περὶ  δὲ αὐτοῦ  ὁ ∆ανιὴλ, ὅτι Ἡ βα σιλεία αὐτοῦ βασιλεία αἰώνιος, ἥτις οὐ παρελεύσεται; Εἶδες πόσα ἄτοπα τίκτεται,  καὶ μαχόμενα ταῖς Γραφαῖς, ὅταν ἀνθρωπίνως  ἐκλαμβάνῃ  τις τὰ λεγόμενα;  Ποίαν δὲ καὶ ἀρχὴν  ἄρα ἐνταῦθά  φησι καταργεῖν;  τὴν  τῶν  ἀγγέλων; Ἄπαγε. Ἀλλὰ τὴν τῶν πιστῶν; Οὐδὲ τοῦτο. Ἀλλὰ ποίαν; Τὴν τῶν δαιμόνων, περὶ ἧς φησιν, Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς  ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Νῦν μὲν γὰρ οὐδέπω κατήργηνται τέλεον· ἐνεργοῦσι γὰρ πολλα χοῦ· τότε δὲ παύσονται. ∆εῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πάλιν κἀντεῦθεν ἕτερον ἄτοπον τίκτεται, ἂν μὴ καὶ τοῦτο θεοπρεπῶς ἐκλάβωμεν.  Τὸ γὰρ, Ἄχρις, τέλους ἐστὶ καὶ διορισμοῦ· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦτο οὐκ ἔστιν. Ἔσχατος ἐχθρὸς  καταργεῖται ὁ θάνατος. Πῶς ἔσχατος; Μετὰ πάντας,     μετὰ τὸν διάβολον, μετὰ τὰ ἄλλα ἅπαντα. Καὶ γὰρ καὶ ἐν ἀρχῇ ἔσχατος εἰσῆλθε· πρότερον γὰρ ἡ συμβουλὴ τοῦ διαβόλου, καὶ ἡ παρακοὴ, καὶ τότε ὁ θάνατος. Τῇ μὲν οὖν δυνάμει καὶ νῦν κατήργηται, τῇ δὲ ἐνεργείᾳ τότε. Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ. Ὅταν δὲ εἴπῃ, Πάντα ὑποτέτακται, δῆλον  ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος  αὐτῷ τὰ πάντα. Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι  αὐτῷ  τὰ  πάντα.  Καὶ μὴν  ἔμπροσθεν  οὐ  τὸν    Πατέρα ἔλεγεν  εἶναι  τὸν ὑποτάξαντα, ἀλλ' αὐτὸν καταργοῦντα· Ὅταν γὰρ καταργήσῃ, φησὶ, πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν· καὶ πάλιν, ∆εῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ ἂν θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Πῶς οὖν ἐνταῦθα τὸν Πα τέρα φησί; Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δοκοῦν ἄπορον εἶναι, ἀλλ' ὅτι καὶ δέδοικε δέος σφόδρα ἄτο πον, καὶ κέχρηται ἐπιδιορθώσει λέγων· Ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, ὥς τινων ὑποπτευόνων, μήποτε καὶ ὁ Πατὴρ ὑποταγῇ τῷ Υἱῷ· οὗ τί γένοιτ' ἂν ἀλογώτερον; Ἀλλ' ὅμως αὐτὸ  δέδοικε.  Τί  οὖν  ἐστι;  καὶ  γὰρ  πολλὰ  τὰ  ζητήματα  ἐφεξῆς  κεῖται·  ἀλλὰ συντείνατέ  μοι τὴν διάνοιαν.  Καὶ γὰρ ἀναγκαῖον  ἡμῖν πρῶτον  καὶ σκοπὸν εἰπεῖν Παύλου καὶ τὴν γνώ μην, ἣν πανταχοῦ εὕροι τις ἂν διαλάμπουσαν, καὶ τότε τὴν λύσιν ἐπαγαγεῖν· καὶ γὰρ καὶ τοῦτο πρὸς τὴν λύσιν ἡμῖν συντελεῖ. Τίς οὖν ἡ Παύλου γνώμη,  καὶ  τί  τὸ  ἔθος;  Ἄλλως,  ὅταν  περὶ  τῆς  θεότητος  μό  νης  διαλέγηται, φθέγγεται, καὶ ἑτέρως, ὅταν εἰς τὸν τῆς οἰκονομίας ἐμπέσῃ λόγον. Ὅταν γὰρ ἐπιλάβηται  τῆς  σαρκὸς, ἀδεῶς  ἅπαντα  λοιπὸν  λέγει  τὰ ταπεινὰ,  θαῤῥῶν  ὡς  οὔσης ἱκανῆς δέξασθαι τὰ λεγόμενα. Ἴδωμεν τοίνυν καὶ ἐνταῦθα πότερον περὶ γυμνῆς τῆς θεότητος ὁ λόγος αὐτῷ, ἢ μετὰ τῆς οἰκονομίας ἀποφαίνεται περὶ αὐτοῦ ταῦτα, ἅπερ φησί· μᾶλλον  δὲ πρότερον δείξωμεν, ποῦ τοῦτο ἐποίησεν ὅπερ εἶπον. Ποῦ τοίνυν τοῦτο  ἐποίησε;   Φιλιππησίοις γράφων  φησίν· Ὃς ἐν  μορφῇ  Θεοῦ ὑπάρχων,  οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα  Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν   ὁμοιώματι   ἀνθρώπων    γενόμενος,   καὶ   σχήματι   εὑρεθεὶς   ὡς   ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν  ὑπερύψωσεν.   Εἶδες πῶς, ὅτε μὲν περὶ τῆς θεότητος διελέγετο μόνης, τὰ μεγάλα ἐκεῖνα εἴρηκε, τὸ ἐν μορφῇ Θεοῦ ὑπάρχειν, καὶ τὸ εἶναι ἴσα τῷ γεγεννηκότι,   καὶ  αὐ  τῷ   τὸ  πᾶν   ἀνατίθησιν·   ἐπειδὴ   δὲ  ἔδειξεν   αὐτόν   σοι σαρκωθέντα, κατεβίβασε πάλιν τὸν λόγον; Εἰ γὰρ μὴ ταῦτα διέλοις, πολλὴ ἡ μάχη τῶν εἰρημένων.   Καὶ γὰρ εἰ ἴσα Θεῷ ἦν, πῶς τὸν ἴσον ἑαυτῷ ὑπερύψωσεν; εἰ ἐν μορφῇ Θεοῦ ἦν, πῶς ἐχαρίσατο αὐτῷ ὄνομα; ὁ γὰρ χαριζόμενος, τῷ μὴ ἔχοντι χαρίζεται, καὶ ὁ ὑψῶν, τὸν ἔμπροσθεν ταπεινὸν  ὄντα ὑψοῖ. Εὑρεθήσεται ἄρα ἀτελὴς ὢν, καὶ ἐνδεῶς ἔχων πρὶν ἢ λαβεῖν τὸ ὕψος καὶ τὸ ὄνομα, καὶ μυρία ἕτερα λήμματα ἐντεῦθεν  ἕψεται ἄτοπα. Ἀλλ' ἐὰν τὴν οἰκο νομίαν προσθῇς, οὐχ ἁμαρτήσῃ ταῦτα λέγων.  Ταῦτα    δὴ καὶ ἐνταῦθα  λογίζου, καὶ μετὰ τῆς γνώμης  ἐκδέ χου ταύτης τὰ εἰρημένα. 

εʹ. Μετὰ δὲ τούτων καὶ ἑτέρας αἰτίας ἐροῦμεν. Τέως καὶ ἐκεῖνο ἀναγκαῖον  εἰπεῖν,  ὅτι  καὶ  περὶ  ἀναστάσεως  ὁ  λόγος  ἦν  τῷ  Παύλῳ, πράγματος ἀδυνάτου δοκοῦντος εἶναι καὶ σφόδρα ἀπιστουμένου· καὶ πρὸς Κορινθίους ἐπέστελλεν, ἔνθα πλείους οἱ φιλόσοφοι οἱ τὰ τοιαῦτα κωμῳδοῦντες ἀεί. Καὶ γὰρ ἐν τοῖς  ἄλλοις  ἀλλήλοις  συῤῥηγνύμενοι,  ἐν  τούτῳ  πάντες,  ἅτε ἐξ ἑνὸς στό ματος, συνέπνευσαν, δογματίζοντες μὴ εἶναι ἀνάστα σιν. Ἀγωνιζόμενος τοίνυν ὑπὲρ τοιαύτης ὑποθέσεως οὕτως ἀπιστουμένης καὶ καταγελωμένης καὶ διὰ τὴν πρόληψιν τὴν γεγενημένην καὶ διὰ τὴν τοῦ πράγμα τος δυσκολίαν, καὶ βουλόμενος κατασκευάσαι τὸ δυνατὸν, πρῶτον ἐκ τῆς ἀναστάσεως τοῦ Χριστοῦ τοῦτο ἐργάζεται· καὶ ἀποδείξας αὐτὴν καὶ ἀπὸ τῶν προφητῶν καὶ ἀπὸ τῶν ἑωρακότων καὶ ἀπὸ τῶν πιστευσάντων, ἐπειδὴ ἔλαβεν ὡμολογημένην  τὴν εἰς ἄτοπον ἀπαγωγὴν,  καὶ τὴν τῶν ἀνθρώπων  κατα σκευάζει λοιπόν· Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, φησὶν, οὐδὲ Χριστὸς ἐγήγερται.  Εἶτα συνεχῶς  ταῦτα  ἀντιστρέψας  ἐν  τοῖς  ἔμπροσθεν, ἑτέρως πάλιν ἐπι χειρεῖ, ἀπαρχὴν αὐτὸν καλῶν, καὶ δεικνὺς καταρ γοῦντα πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν καὶ θάνατον ἔσχατον. Πῶς οὖν καταργηθείη, φησὶν, ἐὰν μὴ πρότερον, ἅπερ εἶχεν, ἀποβάλῃ σώματα; Ἐπεὶ οὖν μεγάλα περὶ τοῦ Μονογενοῦς ἐφθέγξατο, ὅτι πα ραδίδωσι τὴν βασιλείαν, τουτέστιν, ὅτι αὐτὸς ἀνύει ταῦτα, καὶ αὐτὸς τὸν πόλεμον νικᾷ, καὶ πάντα τίθη σιν ὑπὸ τοὺς πόδας αὐτοῦ, ἐπήγαγε, τὴν ἀπιστίαν τῶν  πολλῶν  διορθούμενος· ∆εῖ γὰρ αὐτὸν βασι λεύειν, ἄχρις οὗ ἂν θῇ πάντας  τοὺς ἐχθροὺς  ὑπὸ τοὺς πόδας αὐτοῦ. Οὐ τέλος  ἐπιτιθεὶς  τῇ βασιλείᾳ τὸ, Ἄχρις, εἶπεν, ἀλλ' ἀξιόπιστον ποιῶν τὸ εἰρημέ νον, καὶ θαῤῥεῖν παρασκευάζων. Μὴ γὰρ, ἐπειδὴ ἤκουσας, φησὶν, ὅτι καταργήσει πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ τὸν διάβολον καὶ τὰς τῶν δαιμόνων φάλαγγας τὰς τοσαύτας, καὶ τῶν ἀπίστων τὰ πλήθη καὶ τοῦ θανάτου τὴν τυραννίδα καὶ τὰ κακὰ ἅπαντα, φοβηθῇς, ὡς ἀτονοῦντος αὐτοῦ· ἕως γὰρ ἂν ποιήσῃ ταῦτα πάντα, δεῖ βασιλεύειν αὐτόν· οὐ τοῦτο λέγων, ὅτι μετὰ τὸ ποιῆσαι οὐ βασιλεύει, ἀλλ' ἐκεῖνο κατασκευάζων, ὅτι κἂν μὴ νῦν γένηται, πάντως ἔσται. Οὐ γὰρ διακόπτεται αὐτοῦ ἡ βασιλεία· κρατεῖ γὰρ καὶ ἰσχύει καὶ μένει, ἕως ἂν πάντα κατορθώσῃ. Τοῦτο δὲ τὸ ἔθος καὶ ἐν τῇ Παλαιᾷ εὕροι τις ἂν, ὡς ὅταν λέγῃ, Τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα· καὶ, Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Ταῦτα δὲ λέγει ὁ προφήτης καὶ τὰ τοιαῦτα, ἐπειδὰν περὶ πραγμάτων  διηγῆται  μακρῷ  χρόνῳ  κατορθουμένων  καὶ  πάντως  ἐσομένων,  τὴν δειλίαν τῶν παχυτέρων ἀκροατῶν ἐκβάλλων. Ὅτι δὲ τὸ, Ἄχρις, ἐπὶ Θεοῦ λεγόμενον, καὶ Ἕως, οὐκ ἔστι τέλους, ἄκουσον τί φησιν· Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· καὶ πάλιν, Ἐγώ εἰμι· καὶ, Ἕως ἂν καταγηράσετε, ἐγώ εἰμι. ∆ιὰ δὴ τοῦτο καὶ ἔσχατον τίθησιν τὸν θάνατον, ἵνα ἀπὸ τῆς τῶν  ἄλλων  νίκης καὶ τοῦτο εὐπαράδεκτον γένηται τῷ ἀπιστοῦντι. Ὅταν γὰρ τὸν διάβολον ἀνέλῃ τὸν εἰσαγαγόντα τὸν    θάνατον,  πολλῷ  μᾶλλον  τὸ ἔργον  τὸ ἐκείνου  καταλύσει. Ἐπεὶ οὖν  πάντα  αὐτῷ ἀνατέθεικε, τὸ καταργεῖν  τὰς ἀρχὰς, τὰς ἐξουσίας, τὸ κατορθῶσαι τὴν βασιλείαν, λέγω δὴ τῶν πιστῶν τὴν σωτηρίαν, τὴν τῆς οἰκου μένης εἰρήνην, τὴν τῶν κακῶν ἀναίρεσιν (τοῦτο γάρ ἐστι τὴν βασιλείαν κατορθῶσαι, τὸ καταλῦσαι τὸν θάνατον)· καὶ οὐκ εἶπεν, ὅτι ὁ Πατὴρ δι' αὐτοῦ, ἀλλ' αὐτὸς καταργήσει, καὶ αὐτὸς θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ οὐδαμοῦ τοῦ γεγεννηκότος  ἐμνημόνευσεν· ἐφοβήθη λοιπὸν, μὴ διὰ τοῦτο δόξῃ παρά τισι τῶν ἀλογωτέρων  ἢ μείζων εἶναι τοῦ Πατρὸς ὁ Υἱὸς, ἢ ἑτέρα τις ἀρχὴ ἀγέννητος·  καὶ διὰ τοῦτο ἠρέμα ἀσφαλιζόμενος παραμυθεῖται τὸν ὄγκον τῶν εἰρημέ νων, λέγων· Πάντα γὰρ ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ· πάλιν τῷ Πατρὶ τὰ κατορθώματα ἀνατιθεὶς, οὐχ ὡς ἀτονοῦντος  τοῦ Παιδὸς (πῶς γὰρ, ᾧ τοσαῦτα ἐμαρτύρησεν ἔμπροσθεν, καὶ πάντα ἀνέθηκε τὰ εἰρημένα;), ἀλλὰ διὰ τὴν αἰτίαν ἣν εἶπον, καὶ ἵνα δείξῃ κοινὰ Πατρὶ καὶ Υἱῷ τὰ ὑπὲρ ἡμῶν γενόμενα ἅπαντα. Ὅτι γὰρ αὐτὸς ἑαυτῷ ἤρκεσεν εἰς τὸ ὑπο τάξαι αὐτῷ  τὰ πάντα, ἄκουσον πάλιν Παύλου λέγον  τος· Ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώ  σεως ἡμῶν  εἰς τὸ γενέσθαι σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνα σθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Εἶτα καὶ ἐπιδιορθώσει κέχρηται λέγων· Ὅταν δὲ εἴπῃ, ὅτι Τὰ πάντα ὑποτέτακται, δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα, οὐ μικρὰν κἀντεῦ θεν τῷ Μονογενεῖ μαρτυρῶν δόξαν. Εἰ γὰρ ἐλάττων ἦν καὶ πολὺ καταδεέστερος, οὐκ ἂν τοῦτο ἐφοβήθη τὸ δέος ποτέ. Καὶ οὐδὲ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ ἕτερον προστίθησι λέγων. Ἵνα γὰρ μή τις ὑποπτεύῃ καὶ λέγῃ· Τί γὰρ, εἰ καὶ μὴ ὑποτέτακται ὁ Πατήρ; οὐδὲν τοῦτο κωλύει ἰσχυρότερον εἶναι τὸν Υἱὸν, δείσας τὴν ἀσεβῆ ταύτην ὑπόνοιαν, ἐπειδὴ ἐκεῖνο οὐκ ἤρκει καὶ τοῦτο δεῖξαι, προσέθηκεν ἐκ περιουσίας πολλῆς· Ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα, τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται· τὴν πολλὴν πρὸς τὸν Πατέρα ὁμόνοιαν δεικνὺς, καὶ ὅτι οὗτος ἀρχὴ πάντων  τῶν ἀγαθῶν καὶ αἰτία πρώτη, ὁ τὸν τοσαῦτα δυνάμενον  καὶ κατορθοῦντα γεγεννηκώς.  

ς ʹ.  Εἰ δὲ πλέον  εἴρηκεν  ἢ ἀπῄτει  τοῦ πράγμα  τος  ἡ ὑπόθεσις, μὴ θαυμάσῃς· τὸν γὰρ ∆ιδάσκαλον τὸν ἑαυτοῦ μιμούμενος, ταῦτα ποιεῖ. Καὶ γὰρ ὁμό νοιαν  αὐτὸς δεῖξαι βουλόμενος  πρὸς τὸν  γεγεννηκότα,  καὶ ὅτι οὐ παρὰ γνώμην αὐτοῦ ἀφῖκται,  τοσοῦτον καταβαίνει,  οὐχ ὅσον ἀπῄτει τῆς ὁμονοίας ἡ ἀπόδειξις, ἀλλ' ὅσον ἐδεῖτο τῶν παρόντων ἡ ἀσθένεια. Εὔχεται γὰρ τῷ γεγεννηκότι  δι' οὐδὲν ἄλλο, ἢ διὰ τοῦτο, καὶ τὴν αἰτίαν τιθείς φησιν, Ἵνα πιστεύωσιν ὅτι σύ με ἀπέστειλας. Τοῦτον  οὖν  μιμούμενος  καὶ  ἐνταῦθα  ἐκ περιουσίας τῇ  λέξει  κέχρηται,  οὐχ  ἵνα δουλείαν κατηναγκασμένην  ὑποπτεύσῃς, ἄπαγε, ἀλλ' ἵνα τὰ ἄτοπα ἐκεῖνα δόγματα ἐκ  περιουσίας  ἐκβάλῃ.  Καὶ γὰρ  ὅταν  βούληταί  τι  πρόῤῥιζον  ἀνασπάσαι, πολλῇ κέχρηται  τῇ  περιουσίᾳ. Οὕτω γοῦν  καὶ περὶ γυναικὸς  πιστῆς  λέγων  καὶ  ἀνδρὸς ἀπίστου ὁμιλούντων  ἀλλή λοις νόμῳ γάμου, ἵνα μὴ νομίσῃ ἡ γυνὴ μολύνεσθαι ἀπὸ τῆς μίξεως καὶ τῶν περιπλοκῶν  τῶν περὶ τὸν    ἄπιστον, οὐκ εἶπεν, ὅτι οὐκ ἔστιν ἀκάθαρτος ἡ γυνὴ, οὐδ', ὅτι οὐδὲν βλάπτεται παρὰ τοῦ ἀπίστου, ἀλλ', ὃ πολλῷ πλέον ἦν, ὅτι καὶ ὁ ἄπιστος ἡγίασται δι' αὐ τῆς, οὐ τοῦτο δεῖξαι βουλόμενος, ὅτι ὁ Ἕλλην ἅγιος ἐγένετο ἐξ ἐκείνης, ἀλλὰ τῇ ὑπερβολῇ τοῦ ῥήματος τὸν φόβον αὐτῆς ἐκλῦσαι σπεύδων. Οὕτω καὶ ἐνταῦθα  τῇ περιουσίᾳ τῆς λέξεως  τὸ ἀσεβὲς ἐκεῖνο δόγμα  ἀνελεῖν  ἐσπουδακὼς,  εἶπεν  ὅπερ  εἴρηκεν.  Ὥσπερ γὰρ  ἀσθενῆ  τὸν  Υἱὸν ὑποπτεύειν,  τῆς  ἐσχάτης  παρανο  μίας  ἐστί·  διόπερ  αὐτὸ  διορθοῦται  λέγων,  ὅτι Πάντας τοὺς ἐχθροὺς αὐτοῦ θήσει ὑπὸ τοὺς πόδας αὐτοῦ· οὕτω πάλιν ἀσεβέστερον τούτου τὸ ἐλάττονα  νομίζειν  τὸν Πατέρα. ∆ιὸ καὶ αὐτὸ μετὰ πολλῆς  ἀναιρεῖ τῆς ὑπερβολῆς. Καὶ ὅρα πῶς  αὐτὸ τίθησιν· οὐ γὰρ εἶ πεν,  Ἐκτὸς τοῦ ὑποτάξαντος, ἁπλῶς, ἀλλὰ, ∆ῆλον ὅτι. Εἰ γὰρ καὶ ὡμολόγηται, φησὶν, ἀλλ' ὅμως ἀσφα λίζομαι. Καὶ ἵνα μάθῃς, ὅτι αὕτη ἐστὶν ἡ αἰτία τῶν εἰρημένων,  ἐκεῖνο ἄν σε ἐροίμην· Ἆρα προσθήκη γίνεται ὑποταγῆς τότε τῷ Υἱῷ; καὶ πῶς οὐκ ἄτοπον καὶ Θεοῦ ἀνάξιον; ἡ γὰρ μεγίστη ὑποταγὴ καὶ ὑπακοὴ αὕτη, τὸ τὸν Θεὸν ὄντα δούλου μορφὴν λα βεῖν. Πῶς οὖν τότε ὑποταγήσεται; Ὁρᾷς ὅτι τὴν ἄτοπον ὑποψίαν ἀναιρῶν, τοῦτο τέθεικε, καὶ τοῦτο δὲ μετὰ τῆς προσηκούσης ὑπονοίας; Ὡς γὰρ Υἱῷ προσήκει καὶ Θεῷ, οὕτως ὑπακούει, οὐκ ἀνθρωπίνως, ἀλλ' ἐλευθεριάζων καὶ ἐξουσίαν πᾶσαν ἔχων. Ἐπεὶ πῶς σύνθρονος; πῶς ὡς ὁ Πατὴρ ἐγείρει, οὕτω καὶ αὐτὸς οὓς θέλει; πῶς τὰ τοῦ Πατρὸς, αὐτοῦ πάντα, καὶ τὰ αὐτοῦ, τοῦ Πατρός; Ταῦτα γὰρ ἐξουσίαν ἀπηκριβωμένην  πρὸς τὸν  γεγεννηκότα  ἡμῖν  ἐνδείκνυ  ται.  Τί δέ  ἐστι, Ὅταν  παραδῷ  τὴν  βασιλείαν; Βασιλείας τοῦ  Θεοῦ δύο  οἶδεν  ἡ  Γραφὴ, τὴν  μὲν  κατ'  οἰκείωσιν,  τὴν  δὲ  κατὰ δημιουργίαν.  Βασιλεύει μὲν  γὰρ ἁπάντων,  καὶ  Ἑλλήνων  καὶ Ἰουδαίων  καὶ δαιμόνων  καὶ τῶν  ἀντιτεταγμένων, κατὰ τὸν τῆς δη μιουργίας λόγον· βασιλεύει δὲ τῶν πιστῶν καὶ ἑκόν των καὶ ὑποτεταγμένων,  κατὰ τὸν τῆς οἰκειώσεως.  Αὕτη ἡ βασιλεία καὶ ἀρχὴν ἔχειν λέγεται· περὶ γὰρ ταύτης φησὶ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· περὶ ταύτης καὶ αὐτὸς εἴρηκε  τοῖς  μαθη  ταῖς·  Ἐδόθη  μοι  πᾶσα  ἐξουσία  ὑπὸ  τοῦ  Πατρός  μου,  τῷ γεγεννηκότι  ἅπαντα ἀνατιθεὶς, οὐχ ὡς αὐ τὸς οὐκ ἀρκῶν, ἀλλὰ δεικνὺς ὅτι Υἱός ἐστι, καὶ οὐχὶ ἀγέννητος. Ταύτην οὖν παραδίδωσι, τουτέστι, κατορ θοῖ. Τί ποτ' οὖν περὶ τοῦ Πνεύματος, φησὶν, οὐδὲν εἴρηκεν; Ὅτι οὐ περὶ τούτου ὁ λόγος αὐτῷ ἦν νῦν, οὐδὲ ὁμοῦ πάντα συγχεῖ· ἐπεὶ καὶ ὅταν λέγῃ, Εἷς ὁ  Θεὸς ὁ Πατὴρ, καὶ εἷς Κύριος Ἰησοῦς, οὐ πάντως ἔλαττον ἀφεὶς εἶναι τὸ Πνεῦμα, διὰ τοῦτο σιγᾷ, ἀλλ' ἐπειδὴ τέως οὐ κατήπειγε, τοῦτο εἶπεν. Οἶδε γὰρ καὶ τοῦ Πατρὸς μεμνῆσθαι μόνου, καὶ οὐ διὰ τοῦτο τὸν  Υἱὸν ἐκβαλοῦμεν· οἶδε καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύ ματος μόνου, καὶ οὐ διὰ τοῦτο τὸν Πατέρα ἀθετήσο μεν. Τί δέ ἐστιν, Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν; Ἵνα ἅπαντα εἰς αὐτὸν ἀνηρτημένα ᾖ, ἵνα μὴ δύο τις ἀρχὰς ἀνάρχους ὑποπτεύῃ, μηδὲ ἑτέραν  βασιλείαν  ἀπεσχισμένην.  Ὅταν  γὰρ  οἱ  μὲν  ἐχθροὶ  ὑπὸ  τοὺς  πόδας  ὦσι κείμενοι τοῦ Παιδὸς, ὁ δὲ ἔχων αὐτοὺς    ὑπὸ πόδας ἐῤῥιμμένους μὴ στασιάζῃ πρὸς τὸν γεγεν νηκότα, ἀλλ' ὁμονοῇ μετὰ πολλῆς τῆς ἀκριβείας, αὐ τὸς ἔσται τὰ πάντα ἐν πᾶσι. Τινὲς δὲ τῆς κακίας τὴν ἀναίρεσιν δηλοῦντα τοῦτο αὐτὸν εἰρηκέναι φασὶν,  ὡς  πάντων  εἰκόντων  λοιπὸν  καὶ  οὐδενὸς  ἀνθισταμένου  οὐδὲ πονηρευομένου. Ὅταν γὰρ ἁμαρτία μὴ ᾖ, εὔ δηλον ὅτι ὁ Θεὸς ἔσται τὰ πάντα ἐν πᾶσιν. Εἰ δὲ μὴ ἀνίστανται τὰ σώματα, πῶς ταῦτα ἀληθῆ; ὁ γὰρ χαλεπώτατος ἐχθρὸς ἁπάντων θάνατος μένει ἀνύσας ὅπερ ἠθέλησεν. Οὐχὶ, φησίν· οὐδὲ γὰρ ἁμαρτήσονται λοιπὸν, φησί. Καὶ τί τοῦτο; οὐδὲ γὰρ περὶ τοῦ θανάτου τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σωματικοῦ διαλέ γεται ἐνταῦθα. Πῶς οὖν καταργεῖται; νίκη γὰρ τοῦτό ἐστι, τὸ τὰ ἀφαιρεθέντα καὶ κατεχόμενα λαβεῖν. Εἰ δὲ μέλλει κατέχεσθαι ἐν τῇ γῇ τὰ σώματα, ἄρα  μένει  αὐτοῦ  ἡ  τυραννὶς,  τούτων  μὲν  κατεχομένων,   ἑτέρου  δὲ  οὐκ  ὄντος σώματος ἔνθα ἡττηθήσεται. Ἂν δὲ τοῦτο, ὅπερ εἶπεν ὁ Παῦλος, γένηται, ὥσπερ οὖν καὶ γενήσεται, καὶ λαμπρὰ ἡ νίκη φανεῖται  τοῦ Θεοῦ δυνη θέντος ἀναστῆσαι τὸ κατασχεθέντα ὑπ' αὐτοῦ σώ ματα. Ἐπεὶ καὶ πολέμιον τότε τις νικᾷ, ὅταν λάβῃ τὰ σκῦλα, οὐχ ὅταν ἀφῇ παρ' αὐτῷ μένειν· εἰ δὲ μή τις τολμῴη τὰ αὐτοῦ λαβεῖν, πῶς ἂν φαίημεν αὐ τὸν ἡττηθῆναι;

 ζʹ. Τοῦτον καὶ ὁ Χριστὸς τῆς νίκης τὸν τρόπον ἐν τοῖς Εὐαγγελίοις νενικηκέναι  φησὶν, οὕτω λέγων· Ὅταν δήσῃ τὸν ἰσχυρὸν, τότε καὶ τὰ σκεύη αὐτοῦ δι αρπάσει. Ἐπεὶ εἰ μὴ τοῦτο γένοιτο, οὐδὲ νίκη σαφὴς ἂν εἴη. Ὥσπερ γὰρ ἐπὶ τοῦ θανάτου τῆς ψυχῆς ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας, καὶ οὐκ ἂν εἴποιμεν τοῦτο νίκην εἶναι· ἐκεῖνος γάρ ἐστιν ὁ νε νικηκὼς, οὐχ ὁ μὴ προσθεὶς τοῖς κακοῖς, ἀλλ' ὁ τὴν ἤδη γεγενημένην  τῶν παθῶν αἰχμαλωσίαν διαλύσας· οὕτω δὴ καὶ ἐνταῦθα, οὐ τὸ στῆναι τὸν θάνατον ἐπι νεμόμενον τὰ σώματα φαίην ἂν εἶναι νίκην λαμπρὰν, ἀλλὰ τὸ τὰ κατασχεθέντα ἤδη παρ' αὐτοῦ ἀποσπα σθῆναι. Εἰ δὲ ἔτι φιλονεικοῖεν  καὶ λέγοιεν  περὶ τοῦ ψυχικοῦ θανάτου ταῦτα εἰρῆσθαι, πῶς ἔσχατος καταργεῖται οὗτος; καὶ γὰρ ἐφ' ἑκάστῳ βαπτιζομένῳ κατηργήθη τέλειον. Ἂν μέν τοι περὶ σώματος λέγῃς, ἔχει χώραν τὸ εἰρημένον, οἷον ὅτι ἔσχατος καταργεῖ ται. Εἰ δέ τις ἀποροίη τίνος ἕνεκεν περὶ ἀναστάσεως διαλεγόμενος, οὐ παρήγαγεν εἰς μέσον τὰ ἀναστάντα σώματα ἐπὶ τοῦ Κυρίου, ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἦν τοῦτο ὑπὲρ τῆς ἀναστάσεως εἰπεῖν. Τὸ γὰρ τοὺς ἀναστάντας δεῖξαι πάλιν  ἀποθνήσκοντας, οὐκ ἦν ἀπο δεικνύντος  ὅτι εἰς τέλος καταργεῖται  ὁ θάνατος. ∆ιὰ γὰρ τοῦτο καὶ ἔσχατον αὐτὸν εἶπε καταργεῖσθαι, ἵνα μηκέτι ὑποπτεύσῃς αὐτὸν ἀνίστασθαι. Τῆς γὰρ κακίας ἀναιρεθείσης, πολλῷ  μᾶλλον  ὁ θάνατος  παύσεται.   Οὐδὲ γὰρ ἂν ἔχοι λόγον,  τῆς πηγῆς ξηραινομένης, τὸν ἐξ αὐτῆς συνεστάναι ποταμὸν, καὶ τῆς ῥίζης ἀφανιζομένης, τὸν καρπὸν μένειν. Ἐπεὶ οὖν ἐν τῇ τελευταίᾳ  ἡμέρᾳ οἱ ἐχθροὶ καταργοῦνται  τοῦ Θεοῦ μετὰ τοῦ θανάτου καὶ τοῦ διαβόλου καὶ τῶν δαιμόνων, μὴ ἀσχάλλωμεν ἐπὶ τοῖς εὐημεροῦσιν ἐχθροῖς τοῦ Θεοῦ. Οἱ γὰρ ἐχθροὶ τοῦ Κυρίου ἅμα τῷ δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι ἐκλείποντες, ὡσεὶ κα πνὸς ἐξέλιπον. Ὅταν ἴδῃς τινὰ ἐχθρὸν τοῦ Θεοῦ     πλουτοῦντα,  δορυφορούμενον,  κόλακας ἔχοντα  πολ λοὺς, μὴ καταπέσῃς, ἀλλὰ στέναξον, δάκρυσον, παρακάλεσον τὸν Θεὸν, ὥστε αὐτὸν εἰς τοὺς φίλους  κατατάξαι·  καὶ  ὅσῳ  ἂν  εὖ  πράττῃ  ἐχθρὸς  ὢν,  τοσούτῳ  αὐτὸν  μᾶλλον πένθησον. Τοὺς γὰρ ἁμαρτωλοὺς ἀεὶ μὲν θρηνεῖν δεῖ, μάλιστα δὲ ὅταν καὶ πλούτου καὶ πολλῆς ἀπολαύωσιν εὐημερίας, καθάπερ τοὺς νοσοῦν τας, ὅταν γαστρίζωνται καὶ μεθύωσιν.  Ἀλλ' εἰσί τι  νες, οἳ καὶ τούτων  ἀκούοντες  τῶν  ῥημάτων,  οὕτως ἀθλίως διάκεινται, ὡς στενάζειν ἐφ' ἑαυτοῖς πικρὸν καὶ λέγειν, ὅτι ∆ακρύων ἄξιος ἐγὼ ὁ μηδὲν ἔχων.  Καλῶς εἶπες, Ὁ μηδὲν ἔχων, οὐκ ἐπειδὴ οὐκ ἔχεις ἅπερ ἐκεῖνος, ἀλλ' ἐπειδὴ μακαριστὸν τὸ πρᾶγμα νο μίζεις· διὸ καὶ μυρίων ἄξιος ἂν εἴης θρήνων. Καὶ γὰρ εἴ τις ἐν ὑγείᾳ ζῶν μακαρίζοι τὸν ἀῤῥωστοῦντα καὶ ἐν μαλακῇ στρωμνῇ κατακείμενον,  ἐκείνου  πολλῷ  ταλαιπωρότερος  καὶ  ἀθλιώτερος  οὗτος,  ὅτι  τῶν οἰκείων  ἀγαθῶν  οὐδεμίαν  αἴσθησιν  ἔχει.  Ὃ  δὴ  καὶ  ἐπὶ  τού των  ἔστιν  ἰδεῖν συμβαῖνον· ὅθεν καὶ ὁ βίος ἡμῶν ἅπας συγκέχυται καὶ τετάρακται. Ταῦτα γὰρ τὰ ῥή ματα μυρίους ἀπώλεσε, καὶ τῷ διαβόλῳ προέδωκε, καὶ τῶν λιμῷ τηκομένων ἐλεεινοτέρους  ἐποίησεν. Ὅτι γὰρ οἱ τοῦ πλείονος  ἐφιέμενοι,  οὗτοι καὶ τῶν  προ σαιτούντων εἰσὶν ἀθλιώτεροι, ἅτε καὶ μείζονι καὶ δρι μυτέρᾳ ἀθυμίᾳ τούτων κατεχόμενοι, δῆλον ἐντεῦθεν.  Αὐχμὸς κατέλαβέ ποτε τὴν πόλιν τὴν ἡμετέραν, καὶ πάντες ἔτρεμον ὑπὲρ τῶν ἐσχάτων, καὶ τὸν Θεὸν παρεκάλουν λῦσαι τουτὶ τὸ δέος· καὶ ἦν ἰδεῖν τότε τὸ ὑπὸ Μωϋσέως εἰρημένον, χαλκοῦν τὸν οὐρανὸν γεγε νημένον, καὶ θάνατον τῶν ἁπάντων  θανάτων  χαλε πώτερον καθ' ἑκάστην προσδοκώμενον τὴν ἡμέραν. Ἀλλ' ὕστερον, δόξαν τῷ φιλανθρώπῳ  Θεῷ, παρ' ἐλ πίδα ἅπασαν πολὺς κατεφέρετο καὶ ἄπειρος ἄνωθεν ὑετὸς, καὶ πάντες ἐν πανηγύρει καὶ ἑορτῇ λοιπὸν, ἅτε ἐξ αὐτῶν ἀναβάντες τῶν τοῦ θανάτου πυλῶν. Ἀλλ' ἐν τοσούτοις ἀγαθοῖς καὶ τῇ κοινῇ πάντων  εὐφροσύνῃ, τῶν  ζαπλουτούντων  τις τούτων  στυγνὸς καὶ κατηφὴς, ἀποτεθνηκὼς ὑπὸ τῆς ἀθυμίας περιῄει, καὶ πολλῶν τὴν αἰτίαν πυνθανομένων, δι' ἣν ἐν τῇ κοινῇ πάντων ἀνθρώπων ἡδονῇ μόνος ἀλγεῖ, οὐδὲ κατασχεῖν ἔνδον ἴσχυσε τὸ χαλεπὸν  τοῦτο πάθος, ἀλλ' ὑπὸ τῆς τυραννίδος  τοῦ νοσήματος κεντούμενος,  εἰς μέσον ἐξήνεγκε τὴν αἰτίαν· Μυρία γὰρ μέτρα σίτου κεκτημένος, φησὶν, οὐκ ἔχω πῶς διάθωμαι ταῦτα λοιπόν. Ἆρ' οὖν τοῦτον μακαριοῦμεν, εἰπέ μοι, ὑπὲρ τούτων  τῶν ῥημάτων,  ὑπὲρ ὧν  καταλεύεσθαι  αὐτὸν  ἔδει, τὸν  θηρίου παντὸς  ὠμότερον,  τὸν κοινὸν  ἐχθρόν;    Τί  λέγεις,  ἄνθρωπε;  ἀλγεῖς  ὅτι  μὴ  πάντες  ἀπώλοντο,  ἵνα  σὺ συναγάγῃς χρυσίον; οὐκ ἤκουσας τί φησιν ὁ   Σολομῶν, Ὁ τιμιουλκῶν  σῖτον, δημοκατάρατος; ἀλλὰ περιέρχῃ κοινὸς ἐχθρὸς τῶν τῆς οἰκουμένης ἀγαθῶν, καὶ τῇ φιλοτιμίᾳ τοῦ ∆εσπότου τῆς οἰκουμέ νης πολέμιος, καὶ τοῦ μαμωνᾶ φίλος, μᾶλλον δὲ δοῦ λος; Οὐ γὰρ ἐκκοπῆναι  τὴν γλῶτταν  ἐκείνην  ἔδει; οὐ γὰρ σβεσθῆναι τὴν καρδίαν τὴν ταῦτα τεκοῦσαν τὰ ῥήματα;


ηʹ. Εἶδες πῶς οὐκ ἀφίησιν ἀνθρώπους εἶναι τοὺς ἀνθρώπους τὸ χρυσίον, ἀλλὰ θηρία καὶ δαίμονας; Τί γὰρ ἂν τούτου γένοιτ' ἂν ἐλεεινότερον τοῦ πλουσίου,    τοῦ καθ' ἑκάστην ἡμέραν εὐχομένου γενέσθαι λιμὸν ἵνα αὐτῷ γένηται χρυσίον; Καὶ γὰρ εἰς τοὐναντίον  αὐτῷ τὸ πάθος περιίσταται λοιπόν· οὐδὲ γὰρ χαίρει τῇ ἀφθονίᾳ τῆς τῶν καρπῶν κτήσεως, ἀλλὰ δι' αὐτὸ μὲν οὖν τοῦτο ἀλγεῖ  λοιπὸν,  ὅτι ἄπειρα κέκτηται.   Καίτοι τὸν πολλὰ  κεκτημένον  χαίρειν ἔδει· οὗτος δὲ δι' αὐτὸ τοῦτο ἀθυμεῖ. Ὁρᾷς ὅτι, ὅπερ ἔλεγον, οὐ τοσαύτην ἀπὸ τῶν παρόντων   καρποῦνται   τὴν   ἡδονὴν   οἱ  πλουτοῦντες,   ὅσην  ἀπὸ  τῶν   μηδέπω προσγεγενη  μένων  ὑπομένουσι  τὴν  ἀθυμίαν;  Ὁ γὰρ σίτου μυριά δας ἀπείρους κεκτημένος  τοῦ πεινῶντος  μᾶλλον  ἤλ γει καὶ ἔστενε· καὶ ὁ μὲν τὴν ἀναγκαίαν ἔχων  τρο φὴν  ἐστεφανοῦτο  καὶ ἐσκίρτα καὶ ηὐχαρίστει τῷ   Θεῷ· ὁ δὲ τοσοῦτον κεκτημένος ἐδυσχέραινε καὶ ἀπ ολωλέναι ἐνόμιζεν. Οὐκ ἄρα περιουσία ἐστὶν ἡ τὴν ἡδονὴν ποιοῦσα, ἀλλὰ γνώμη φιλόσοφος· ὡς ταύτης ἄνευ, κἂν τὰ πάντα τις λαβὼν ἔχῃ, ὡς πάντων ἐστε ρημένος οὕτω διακείσεται καὶ θρηνήσει. Ἐπεὶ καὶ οὗτος, περὶ οὗ νῦν ἡμῖν ὁ λόγος, εἰ καὶ τοσαύτης ἀπ έδοτο τιμῆς ἅπερ εἶχεν, ὅσης ἐβούλετο, πάλιν  ἂν  ἤλ  γησεν  ὅτι  μὴ πλείονος,  καὶ  εἰ  πλείονος  ἴσχυσε, πάλιν  ἂν  ἑτέραν ἐζήτησεν ὑπερβολὴν, καὶ εἰ τὸ μέδιμνον ἑνὸς χρυσίου διέθετο, κἀνταῦθα διεκόπτετο πάλιν ὑπὸ τῆς ἀθυμίας, ὅτι μὴ τὸ ἡμιμέδιμνον τοσούτου ἦν. Εἰ δὲ μὴ παρὰ τὴν ἀρχὴν τοσούτου ἡ τιμὴ, μὴ θαυμά σῃς· ἐπεὶ καὶ οἱ μεθύοντες οὐκ ἐξ ἀρχῆς ἐμπίπραν ται, ἀλλ' ὅταν  πολλοῦ  τοῦ  ἀκράτου ἐμφορηθῶσι,  τότε  χαλεπωτέραν  ἀνάπτουσι  τὴν φλόγα. Καὶ οὗτοι τοίνυν ὅσῳ ἂν πλείονα περιβάλωνται, τοσούτῳ ἐν μείζονι ἐνδείᾳ καθίστανται, καὶ οἱ πλείονα κερδαίνοντες, αὐ τοὶ μάλιστά εἰσιν οἱ πενόμενοι. Ταῦτα δέ μοι  οὐ πρὸς τοῦτον  εἴρηται  μόνον,  ἀλλὰ  καὶ  πρὸς ἕκαστον  τῶν  τὰ  τοιαῦτα νοσούντων, καὶ τὴν τῶν ὠνίων  τιμὴν ἐπιτεινόντων,  καὶ τῶν πλησίον τὴν πενίαν πραγμα τευομένων. Φιλανθρωπίας μὲν γὰρ οὐδεὶς οὐδαμοῦ λόγος· πανταχοῦ δὲ ὁ τῆς πλεονεξίας  ἔρως ἐπὶ τοῦ καιροῦ τῆς πράσεως πολλοὺς  ἐξάγει, καὶ σῖτον καὶ οἶνον ὁ μὲν θᾶττον, ὁ δὲ βραδύτερον ἀπέδοτο, οὐδέτε ρος μέντοι ἀπὸ κηδεμονίας, ἀλλ' ὁ μὲν, ἵνα πλείονα  λάβῃ, ὁ δὲ ἵνα μὴ ἐλάττω, τραπέντος αὐτοῦ τοῦ καρποῦ. Ἐπειδὴ γὰρ οἱ πλείους οὐ πολὺν τῶν τοῦ Θεοῦ νό μων ποιούμενοι λόγον, πάντα ἔνδον κατακλείσαντες ἔχουσιν, ἑτέρως αὐτοὺς εἰς φιλανθρωπίαν ἐξάγων ὁ  Θεὸς, ἵνα κἂν ἀνάγκῃ τι ποιήσωσι χρηστὸν, μείζονος ζημίας ἐνέβαλε δέος, οὐκ ἀφιεὶς εἰς πολὺν  διαρκεῖν  χρόνον  τῆς  γῆς  τοὺς  καρποὺς,  ἵνα  κἂν  τὴν  ἀπὸ  τῆς  φθορᾶς δεδοικότες βλάβην, προθῶσι τοῖς δεομένοις καὶ ἄκοντες, ἅπερ οἴκοι κατορύξαντες τηροῦσι κακῶς. Ἀλλὰ γὰρ καὶ μετὰ ταῦτα οὕτω τινές  εἰσιν ἄπλη  στοι, ὡς μηδὲ ἐντεῦθεν παιδεύεσθαι. Πολλοὶ γοῦν καὶ πίθους ὁλοκλήρους ἐκένωσαν, πένητι μὲν οὐδὲ κύαθον δόντες, οὐδὲ ἀργυρίου τοῖς δεομένοις, ὀξίνην δὲ γινόμενον εἰς τὴν γῆν ῥίψαντες ἅπαντα, καὶ τοὺς πίθους αὑτῶν προσδιαφθείραντες τῷ καρπῷ. Ἕτεροι δὲ πάλιν οὐδὲ μάζης μιᾶς τῷ πεινῶντι  μεταδόντες, ὁλόκληρα σιτοδοχεῖα εἰς ποταμὸν ἔῤῥιψαν· καὶ ἐπει δὴ τοῦ Θεοῦ κελεύοντος διδόναι τοῖς δεομένοις οὐκ ἤκουσαν, τοῦ σητὸς  ἐπιτάττοντος   καὶ  ἄκοντες  τὸ  ἔνδον  ἅπαν  ἐξήντλησαν  εἰς  ἀπώλειαν  καὶ φθορὰν      ἐσχάτην, πολὺν  μὲν τὸν  γέλωτα,  πολλὰς  δὲ τὰς ἀρὰς κατὰ τῆς ἑαυτῶν  κεφαλῆς  μετὰ τῆς  ζημίας ἐπισπα σάμενοι ταύτης.  Καὶ τὰ μὲν  ἐνταῦθα, τοιαῦτα· τὰ δὲ ἐκεῖ τίς παραστήσει λόγος; Ὥσπερ γὰρ οὗτοι τὸν σητόβρωτον ἐνταῦθα σῖτον ἄχρηστον γενόμενον εἰς ποταμοὺς ῥίπτουσιν, οὕτω τοὺς ταῦτα ἐργασαμένους δι' αὐτὸ τοῦτο ἀχρήστους γενομένους  εἰς τὸν τοῦ πυ ρὸς ῥίπτει ποταμὸν ὁ Θεός. Καθάπερ γὰρ τὸν σῖτον ὁ σὴς καὶ ὁ σκώληξ, οὕτω τὰς τούτων ψυχὰς ἡ ὠμότης καὶ ἡ ἀπανθρωπία διέφαγε. Τούτων δὲ αἴτιον τὸ τοῖς παροῦσι προσηλῶσθαι, καὶ πρὸς τὴν ζωὴν ταύτην κεχηνέναι μόνον· ὅθεν καὶ μυρίας ἀθυμίας μεστοὶ γίνονται οἱ τοιοῦτοι. Κἂν γὰρ ὁτιοῦν εἴπῃς ἡδὺ, πάντα ἱκανός ἐστιν ἀφανίσαι τῆς τελευτῆς ὁ φόβος, καὶ τέθνηκεν ὁ τοιοῦτος ἔτι ζῶν. Καὶ τὸ μὲν τοὺς ἀπίστους ταῦτα πάσχειν, θαυμαστὸν οὐδέν· ὅταν δὲ οἱ τοσούτων μυστηρίων ἀπολελαυκότες, καὶ τοσαῦτα περὶ τῶν μελλόντων φιλοσοφήσαντες, τοῖς παροῦσιν ἐμφιλοχωρῶσι, τίνος ἂν εἶεν ἄξιοι συγγνώμης; Πόθεν οὖν  γίνεται  τὸ τοῖς  παροῦσιν ἐμφιλοχωρεῖν; Ἀπὸ τοῦ τρυφῇ προσέχειν, καὶ λιπαίνειν  τὴν σάρκα, καὶ θρύ πτειν τὴν ψυχὴν, καὶ βαρὺ τὸ φορτίον ἐργάζεσθαι καὶ πολὺ τὸ σκότος καὶ παχὺ τὸ παραπέτασμα. Ἐν γὰρ τῇ τρυφῇ τὸ μὲν κρεῖττον δουλοῦται, τὸ δὲ χεῖρον κρατεῖ· καὶ τὸ μὲν τυφλοῦται πάντοθεν καὶ σύρεται πεπηρωμένον,  τὸ δὲ ἄγει καὶ περι άγει πανταχοῦ,  ἐν τῇ τῶν  ἀγομένων  ὀφεῖλον κεῖσθαι τάξει. Καὶ γὰρ πολὺς ὁ σύνδεσμος τῆς ψυ χῆς πρὸς τὸ σῶμα, τοῦτο τοῦ ∆ημιουργοῦ μηχανησα μένου, ἵνα μὴ ὡς ἀλλότριον αὐτὸ πείθωσί τινες μισεῖν.



θʹ. Ὁ μὲν γὰρ Θεὸς τοὺς ἐχθροὺς ἐκέλευσε φιλεῖν· ὁ δὲ διάβολος τοσοῦτον ἴσχυσεν, ὡς καὶ  τὸ οἰκεῖον σῶμα πεῖσαί τινας μισεῖν. Ὅταν γὰρ εἴπῃ, ὅτι τοῦ διαβό λου ἐστὶν, οὐδὲν ἄλλο κατασκευάζει, ἢ τοῦτο· ὅπερ ἐσχάτης ληρωδίας ἐστίν. Εἰ γὰρ τοῦ διαβόλου ἐστὶ, τίς ἡ τοσαύτη συμφωνία,  ὡς ἐπιτήδειον  αὐτὸ πάντο  θεν εἰς τὰς τῆς φιλοσόφου ψυχῆς ἐνεργείας κατα σκευάσαι; Καὶ εἰ ἐπιτήδειον, φησὶ, πῶς αὐτὴν τυ φλοῖ; Οὐχὶ τὸ σῶμά ἐστι τὸ τυφλοῦν τὴν ψυχὴν, ἄπαγε, ἄνθρωπε, ἀλλ' ἡ τρυφή. Τῆς δὲ τρυφῆς πόθεν ἐφιέμεθα; Οὐ παρὰ τὸ σῶμα ἔχειν, οὐδαμῶς, ἀλλὰ παρὰ προαίρεσιν πονηράν. Τὸ γὰρ σῶμα τροφῆς δεῖται, οὐ τρυφῆς, τὸ σῶμα τοῦ τρέφεσθαι χρῄζει, οὐχὶ τοῦ διακόπτεσθαι καὶ διαῤῥεῖν. Οὐδὲ γὰρ ψυχῇ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ σώματι τῷ τρεφομένῳ  πολέμιον  ἡ τρυφή. Καὶ γὰρ ἀσθενέστερον ἀντὶ  ἰσχυ ροῦ γίνεται,  καὶ μαλακώτερον ἀντὶ στεῤῥοῦ, καὶ ἐπίνοσον ἀντὶ ὑγιεινοῦ, καὶ βαρύτερον ἀντὶ κούφου, καὶ ἀραιότερον ἀντὶ πυκνοῦ, καὶ αἰσχρὸν ἀντὶ ὡραίου, καὶ δυσωδέστερον ἀντὶ εὐώδους, καὶ ἀκάθαρτον ἀντὶ καθαροῦ, καὶ περιώδυνον  ἀντὶ ἀνειμένου, καὶ ἄχρηστον ἀντὶ χρησίμου, καὶ παλαιὸν ἀντὶ νέου, καὶ σαθρὸν ἀντὶ ἰσχυροῦ, καὶ βραδὺ καὶ νωθρὸν ἀντὶ ταχέος, καὶ χωλὸν ἀντὶ ἀρτίου. Καίτοι εἰ τοῦ διαβό λου ἦν, οὐκ ἐχρῆν ὑπὸ τῶν αὐτοῦ παραβλάπτεσθαι, τῆς κακίας λέγω. Ἀλλ' οὔτε τὸ σῶμα, οὔτε τὰ σιτία, τοῦ διαβόλου, ἀλλ' ἡ τρυφὴ  μόνη. ∆ιὰ γὰρ ταύτης  τὰ μυρία ὁ πονηρὸς  δαίμων ἐκεῖνος ἀνύει κακά· οὕτω δῆμον ὁλόκληρον ἐξετραχήλισεν· Ἐλιπάνθη    γὰρ, φησὶ, καὶ ἐπαχύνθη, καὶ ἐπλατύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Καὶ Σοδόμοις δὲ ἐν τεῦθεν  ἡ ἀρχὴ τῶν  κεραυνῶν  ἐκείνων  ἐγένετο. Καὶ τοῦτο δηλῶν  ὁ Ἰεζεκιὴλ ἔλεγε· Πλὴν τοῦτο τὸ ἀνόμημα Σοδόμων, ἐν ὑπερηφανίᾳ καὶ ἐν πλη σμονῇ ἄρτων καὶ ἐν εὐθηνίαις  ἐσπατάλων.   ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγεν· Ἡ δὲ σπαταλῶσα, ζῶσα   τέθνηκε.   Τί   δήποτε;   Ὅτι   ὥσπερ   τάφον   τὸ   σῶμα   περιφέρει   μυρίοις συνδεδεμένον  κακοῖς. Εἰ δὲ τὸ σῶμα οὕτως ἀπόλλυται,  πῶς ἡ ψυχὴ  διακείσεται, πόσου θορύβου, πόσων κυμάτων, πόσης ζάλης ἀνά πλεως ἔσται; ∆ιά τοι τοῦτο πρὸς πάντα ἄχρηστος γίνεται καὶ οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι, οὔτε βουλεύσασθαι, οὔτε τι πρᾶξαι τῶν δεόντων ῥᾳδίως δυνήσεται· ἀλλ' ὥσπερ κυβερνήτης, χειμῶνος κρατή σαντος τῆς τέχνης, αὐτῷ τῷ πλοίῳ καὶ τοῖς ἐπι βάταις ὑποβρύχιος γίνεται· οὕτω καὶ ἡ ψυχὴ μετὰ τοῦ σώματος εἰς τὴν χαλεπὴν τῆς ἀναισθησίας κα ταποντίζεται ἄβυσσον.  Καὶ  γὰρ  καθάπερ  μύλην   τινὰ  τὴν  γαστέρα  ἡμῖν  ἐνέθηκεν   ὁ  Θεὸς, σύμμετρον αὐτῇ δύναμιν δοὺς, καὶ τάξας μέτρον ῥητὸν, ὅπερ αὐτὴν ἀλεῖν δεῖ καθ' ἑκάστην ἡμέραν. Ἂν οὖν τις ἐπιβάλῃ πλείονα, ἀκατέργαστα γενόμενα τῷ παντὶ λυ μαίνεται. Ἐντεῦθεν νόσοι καὶ ἀσθένειαι καὶ ἀμορ φίαι· καὶ γὰρ οὐκ ἐπίνοσον μόνον, ἀλλὰ καὶ αἰσχρὰν ποιεῖ ἡ τρυφὴ τὴν καλήν. Ὅταν γὰρ ἐρεύγηται συνεχῶς ἀηδῆ, καὶ σεσηπότος οἴνου πνέῃ, καὶ πλέον  τοῦ δέοντος  ἐρυθαίνηται,  καὶ τὸν  προσήκοντα γυναικὶ ῥυθμὸν διαφθείρῃ, καὶ τὴν εὐκοσμίαν ἀπολέσῃ πᾶ σαν, καὶ πλαδαρὰ μὲν ἡ σὰρξ γίνηται,  ὕφαιμοι  δὲ καὶ διατεταμέναι  αἱ βλεφαρίδες,  καὶ πάχος  πλέον  τοῦ δέοντος, καὶ πολυσαρκία περιττή· ἐννόησον πόση γίνεται  ἐντεῦθεν  ἀηδία. Ἐγὼ δὲ καὶ ἰατρῶν  ἤκουσα λεγόντων,  ὅτι πολλοὺς  καὶ πρὸς ὕψος ἀναδραμεῖν ἡ τρυφὴ μάλιστα  ἐκώλυσε.  Τοῦ  γὰρ  πνεύματος  ἐγκοπτομένου  τῷ  πλήθει  τῶν καταβαλλομένων  καὶ περὶ τὴν τούτων  ἐργασίαν ἀσχολουμένου, ὅπερ εἰς αὔξησιν ἔδει προχωρεῖν, τοῦτο δαπανᾶται εἰς τὴν τῶν περιττῶν ἐργασίαν. Τί ἄν τις εἴποι τὰς ποδαλ γίας, τὸ ῥεῦμα τὸ πανταχοῦ πλανώμενον,  τὰς ἄλλας νόσους τὰς ἐντεῦθεν, τὴν  βδελυρίαν  ἅπασαν; Οὐδὲν γὰρ οὕτως  ἀηδὲς, ὡς γυνὴ  πολλὰ  σιτουμένη. ∆ιὰ τοῦτο ἐν ταῖς πενομέναις  πλείονα  τὴν εὐμορφίαν  ἴδοι τις ἂν, τῶν  περιττωμάτων ἀναλισκομένων  καὶ οὐχὶ  προσπεπλασμένων αὐταῖς, πηλοῦ  τινος  περιττοῦ  δίκην, εἰκῆ καὶ μάτην. Ἡ γὰρ καθημερινὴ γυμνασία καὶ οἱ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ ἡ σύμμετρος τράπεζα καὶ ἡ λιτὴ δίαιτα πολλὴν  μὲν αὐταῖς τὴν εὐεξίαν, πολλὴν  δὲ ἐντεῦθεν καὶ τὴν ὥραν παρέχου σιν. Εἰ δὲ τὴν ἡδονὴν τῆς τρυφῆς λέγοις, μέχρι τῆς φάρυγγος αὐτὴν εὑρήσεις μόνον. Ὁμοῦ τε γὰρ τὴν γλῶτταν  παρῆλθε καὶ ἀπέπτη, πολλὰς ἐναφιεῖσα τὰς ἀηδίας. Μὴ γάρ μοι κατακειμένους μόνον τοὺς τρυφῶντας ἴδῃς, ἀλλ' ὅταν αὐτοὺς ἀναστάντας ἴδῃς, τότε παρακολούθησον, καὶ ὄψει θηρίων μᾶλλον καὶ ἀλό γων, ἢ ἀνθρώπων σώματα. Ὄψει γὰρ καρηβα ροῦντας, διατεινομένους, συνδεδεμένους, κλίνης δεο μένους καὶ στρωμνῆς καὶ ἡσυχίας πολλῆς, καὶ καθ άπερ ἐν κλυδωνίῳ πολλῷ ταραττομένους, καὶ τῶν      διασωζόντων δεομένους, καὶ ἐπιθυμοῦντας τῆς κα ταστάσεως ἐκείνης, ἐν ᾗ πρὶν ἢ διαῤῥαγῆναι ἦσαν.  Καθάπερ γὰρ αἱ κύουσαι τῶν γυναικῶν, οὕτω βαρού μενοι τὰς γαστέρας περιφέρονται,  καὶ  μόλις  ἐπι  βαίνουσι,  καὶ  μόλις  βλέπουσι, καὶ  μόλις φθέγγονται,  καὶ πάντα μόλις. Ἂν δὲ μικρὸν αὐτοὺς τύχῃ κατα δαρθεῖν, ὀνείρατα πάλιν  ἄτοπα καὶ μυρίων  γέμοντα  φαντασιῶν  ὁρῶσι. Τί ἄν  τις  εἴποι  τὴν  ἑτέραν τούτων  μανίαν, τὴν τῶν ἀφροδισίων λέγω; Καὶ γὰρ καὶ αὕτη τὰς πηγὰς ἐντεῦθεν ἔχει· καὶ καθάπερ ἵπποι θηλυ μανεῖς, οὕτω τῷ οἴστρῳ τῆς μέθης κεντούμενοι, πᾶσιν ἐπιπηδῶσιν,  ἀλογώτερον  καὶ μανικώτερον  ἐκείνων  σκιρτῶντες, καὶ πολλὰ  ἕτερα ἀσχημονοῦντες,  ἃ  μηδὲ  εἰπεῖν  θέμις.  Οὐδὲ γὰρ  ἴσασι λοιπὸν  οὔτε  ἃ πάσχουσιν, οὔτε ἃ πράττουσιν. Ἀλλ' οὐχ ὁ μὴ τρυφῶν, τοιοῦτος· ἀλλ' ἐν λιμένι κάθηται τὰ ἑτέρων ὁρῶν ναυάγια, καὶ ἡδονῆς ἀπολαύει καθαρᾶς καὶ διαρκοῦς, τὴν ἐλευθέρῳ προσήκουσαν ζωὴν μετιών. Ταῦτ' οὖν εἰδότες, φύγωμεν  τὰ πονηρὰ τῆς τρυφῆς συμ πόσια, καὶ λιτῆς ἀντεχώμεθα τραπέζης, ἵνα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα εὖ διακείμενοι,  πᾶσάν τε ἐργα σώμεθα ἀρετὴν, καὶ τῶν  μελλόντων  ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ   Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Μʹ.Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν   νεκρῶν, εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται;  τί  καὶ    βαπτίζονται  ὑπὲρ  τῶν  νεκρῶν;   

αʹ. Ἑτέρῳ  πάλιν  ἐπιχειρεῖ κεφαλαίῳ, ποτὲ μὲν ἐξ ὧν ὁ Θεὸς ποιεῖ, ποτὲ δὲ ἐξ αὐτῶν ὧν πράττουσι, τὰ λεγόμενα κατασκευάζων.  Οὐ μικρὸν  δὲ  καὶ  τοῦτο  εἰς  συνηγορίαν  δικαίωμα,  ὅταν  τοὺς ἀντιλέγοντας  αὐτοὺς μάρτυρας παραγάγῃ, δι' ὧν ποιοῦσι, τῶν λεγομένων.   Τί οὖν ἐστιν ὅ φησιν; ἢ βούλεσθε πρῶτον εἴπω, πῶς παραποιοῦσι τὴν ῥῆσιν ταύτην οἱ τὰ Μαρκίωνος νο σοῦντες; Καὶ οἶδα μὲν ὅτι πολὺν κινήσω γέλωτα, πλὴν ἀλλὰ καὶ διὰ τοῦτο  μάλιστα  ἐρῶ,  ἵνα  μειζόνως  αὐτῶν  φύγητε  τὴν  νόσον.  Ἐπειδὰν  γάρ  τις κατηχού μενος ἀπέλθῃ παρ' αὐτοῖς, τὸν ζῶντα ὑπὸ τὴν κλίνην τοῦ τετελευτηκότος κρύψαντες,  προσίασι τῷ  νεκρῷ  καὶ  διαλέγονται  καὶ  πυνθάνονται,   εἰ  βούλοιτο λαβεῖν  τὸ βάπτισμα· εἶτα ἐκείνου μηδὲν ἀποκρινομένου, ὁ κεκρυμμένος κάτωθεν ἀντ' ἐκείνου φησὶν, ὅτι δὴ βούλοιτο βαπτισθῆναι· καὶ οὕτω βαπτίζουσιν αὐτὸν ἀντὶ τοῦ ἀπελθόντος,  καθάπερ ἐπὶ τῆς σκηνῆς παί ζοντες· τοσοῦτον ἴσχυσε ταῖς τῶν ῥᾳθύμων ψυχαῖς ὁ διάβολος. Εἶτα ἐγκαλούμενοι, τουτὶ παράγουσι τὸ ῥῆμα λέγοντες, ὅτι καὶ ὁ Ἀπόστολος εἴρηκεν· Οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν. Εἶδες τὸν καταγέ λωτα τὸν πολύν; ἆρ' οὖν πρὸς ταῦτα ἀντειπεῖν ἄξιον;  Οὐκ ἔγωγε οἶμαι· πλὴν εἰ μὴ καὶ τοῖς μαινομένοις, ὑπὲρ ὧν παραπαίοντες φθέγγονται,  διαλέγεσθαι δεῖ. Ἵνα δὲ μηδεὶς τῶν σφόδρα ἀφελεστέρων ἁλῷ, ἀναγ καῖον ὑπομεῖναι καὶ τὴν πρὸς τούτους ἀντίῤῥησιν.   Εἰ γὰρ τοῦτο  ἔλεγε  Παῦλος, τίνος  ἕνεκεν  ἠπείλησεν  ὁ Θεὸς τῷ  μὴ βαπτιζομένῳ. Οὐ γὰρ ἔστι τινὰ μὴ βαπτισθῆναι λοιπὸν ἐπινοηθέντος τούτου· ἄλλως δὲ τὸ ἔγκλημα οὐκέτι παρὰ τὸν ἀπελθόντα  γίνεται, ἀλλὰ παρὰ τὸν ζῶντα. Τίσι δὲ ἔλεγεν, Ἐὰν μὴ φάγητέ μου τὴν σάρκα, καὶ πίητέ μου τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς;  τοῖς  ζῶσιν,  ἢ  τοῖς  τετελευτηκόσιν,   εἰπέ  μοι,  καὶ  πάλιν,  Ἂν  μή  τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται ἰδεῖν τὴν βα σιλείαν τοῦ Θεοῦ; Εἰ γὰρ τοῦτο ἐφεῖται, καὶ οὐ χρεία γνώμης τῆς τοῦ λαμβάνοντος, οὐδὲ συγκατα θέσεως τῆς ἐν τῷ ζῇν, τί κωλύει καὶ Ἕλληνας καὶ Ἰουδαίους οὕτω γενέσθαι πιστοὺς, ἑτέρων μετὰ τὴν τελευτὴν ἐκείνων ὑπὲρ ἐκείνων ταῦτα ποιούντων; Ἀλλ' ἵνα μὴ ἐπιπλέον τὰ ἀραχνίδια διακόπτοντες ματαιοπονῶμεν, φέρε τῆς ῥήσεως ταύτης τὴν δύναμιν ὑμῖν ἀναπτύξωμεν. Τί οὖν φησιν ὁ  Παῦλος; Πρῶτον δὲ ἀναμνῆσαι βούλομαι τοὺς μεμνη  μένους  ὑμᾶς ῥήσεως, ἣν κατὰ τὴν  ἑσπέραν ἐκείνην         οἱ μυσταγωγοῦντες ὑμᾶς λέγειν κελεύουσι, καὶ τότε ἐρῶ καὶ τὸ τοῦ Παύλου· οὕτω γὰρ ὑμῖν καὶ τοῦτο ἔσται σαφέστερον. Μετὰ γὰρ τὰ ἄλλα πάντα τοῦτο προστίθεμεν, ὃ νῦν ὁ Παῦλος λέγει. Καὶ βούλομαι μὲν σαφῶς αὐτὸ εἰπεῖν, οὐ τολμῶ δὲ διὰ τοὺς ἀμυή τους· οὗτοι γὰρ δυσκολωτέραν ἡμῖν ποιοῦσι τὴν ἐξ ήγησιν, ἀναγκάζοντες ἢ μὴ λέγειν σαφῶς, ἢ εἰς αὐ τοὺς ἐκφέρειν τὰ ἀπόῤῥητα. Πλὴν ἀλλ' ὡς ἂν οἷός τε ὦ, συνεσκιασμένως ἐρῶ. Μετὰ γὰρ τὴν ἀπαγγελίαν  τῶν  μυστικῶν ῥημάτων ἐκείνων καὶ φοβερῶν,  καὶ τοὺς φρικτοὺς  κανόνας  τῶν  ἐκ τοῦ οὐρανοῦ κατενεχ  θέντων δογμάτων, καὶ τοῦτο πρὸς τῷ τέλει προστί θεμεν, ὅταν μέλλωμεν βαπτίζειν, κελεύοντες  λέγειν,  ὅτι  Πιστεύω εἰς  νεκρῶν  ἀνάστασιν, καὶ  ἐπὶ  τῇ  πίστει  ταύτῃ βαπτιζόμεθα. Μετὰ γὰρ τὸ ὁμολογῆσαι τοῦτο μετὰ τῶν ἄλλων, τότε καθιέμεθα εἰς τὴν πηγὴν  τῶν  ἱερῶν  ναμάτων  ἐκείνων.  Τοῦτο τοίνυν  ἀναμιμνήσκων  ὁ Παῦλος ἔλεγεν·  Εἰ μὴ ἔστιν  ἀνάστασις, τί  καὶ  βαπτίζῃ  ὑπὲρ τῶν  νεκρῶν;  τουτέστι, τῶν σωμάτων.  Καὶ γὰρ ἐπὶ τούτῳ βαπτίζῃ, τοῦ νεκροῦ σώματος ἀνάστασιν πιστεύων, ὅτι οὐκέτι μένει νεκρόν. Καὶ σὺ μὲν διὰ τῶν ῥημάτων λέγεις νεκρῶν ἀνάστασιν· ὁ δὲ ἱερεὺς, ὥσπερ ἐν εἰκόνι τινὶ, ἅπερ ἐπίστευσας καὶ διὰ τῶν  ῥημάτων ὡμολόγησας, δείκνυσί σοι καὶ διὰ τῶν πραγμάτων αὐτῶν. Ὅταν χωρὶς σημείου πιστεύῃς, τότε σοι καὶ τὸ σημεῖον παρέχει· ὅταν τὰ σαυτοῦ ποιήσῃς, τότε καὶ ὁ Θεός σε πληροφορεῖ. Πῶς καὶ τίνι  τρόπῳ; ∆ιὰ τοῦ ὕδατος. Τὸ γὰρ βαπτί ζεσθαι καὶ καταδύεσθαι, εἶτα ἀνανεύειν, τῆς εἰς ᾅδου καταβάσεώς ἐστι σύμβολον καὶ τῆς ἐκεῖθεν ἀνόδου. ∆ιὸ καὶ τάφον τὸ βάπτισμα ὁ Παῦλος καλεῖ λέγων· Συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτί σματος εἰς τὸν θάνατον. Ἀπὸ τούτου καὶ τὸ μέλ λον ἀξιόπιστον ποιεῖ, τῶν σωμάτων λέγω  τὴν  ἀνά  στασιν. Τοῦ γὰρ σῶμα ἀναστῆσαι πολλῷ  μεῖζον  τὸ ἁμαρτήματα ἀφανίσαι. Καὶ τοῦτο ὁ Χριστὸς ἀποφαι νόμενος, ἔλεγεν· Τί γάρ ἐστιν εὐκοπώτερον εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει; Τὸ μὲν δυσκολώτερον ἐκεῖνο, φησίν· ἐπειδὴ δὲ ἀπιστεῖτε ἅτε ἀδήλῳ ὄντι, καὶ τὸ εὐκολώτερον  ἀντὶ δυσκόλου ποιεῖ σθε τῆς ἐμῆς δυνάμεως ἀπόδειξιν, οὐδὲ τοῦτο παρ αιτήσομαι παρασχεῖν ὑμῖν τὸ δεῖγμα. Τότε λέγει τῷ παραλυτικῷ· Ἐγερθεὶς ἆρον τὴν κλίνην  σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.  βʹ. Καὶ πῶς τοῦτο δύσκολον, φησὶν, ὅταν  καὶ βασι λεῦσι καὶ ἄρχουσι δυνατὸν  ᾖ; καὶ γὰρ μοιχοὺς  καὶ ἀνδροφόνους ἀφιᾶσιν  ἐκεῖνοι.  Παίζεις, ἄνθρωπε,       ταῦτα  λέγων·  ἁμαρτήματα  μὲν  γὰρ ἀφεῖναι μόνῳ    Θεῷ δυνατόν· ἄρχοντες δὲ καὶ βασιλεῖς, κἂν μοι χοὺς, κἂν ἀνδροφόνους   ἀφῶσι,  τῆς  μὲν  κολάσεως  τῆς  παρούσης  ἀπαλλάττουσι,  τὴν  δὲ ἁμαρτίαν αὐτῶν οὐκ ἐκκαθαίρουσι· κἂν εἰς ἀρχὰς ἀγάγωσι τοὺς ἀφεθέν τας, κἂν αὐτὴν  περιβάλωσι τὴν  ἁλουργίδα, κἂν τὸ διάδημα ἐπιθῶσιν,  ἀλλὰ  βασιλέας μὲν ἐποίησαν ἂν οὕτω, τῆς δὲ ἁμαρτίας οὐκ ἂν ἠλευθέρωσαν· Θεὸς γὰρ μόνος τοῦτο ποιεῖ. Ὃ δὴ καὶ ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας ἐργάζεται· αὐτῆς γὰρ ἅπτεται τῆς ψυχῆς ἡ χάρις, κἀκεῖθεν πρόῤῥιζον ἀνασπᾷ τὴν ἁμαρτίαν. ∆ιὰ δὴ τοῦτο τοῦ μὲν ὑπὸ βασιλέως ἀφεθέντος ῥυπῶσαν τὴν ψυχὴν  ἔστιν ἰδεῖν, τὴν δὲ τοῦ βαπτισθέντος οὐκέτι,  ἀλλ'  αὐτῶν  τῶν  ἡλιακῶν   ἀκτίνων  καθαρωτέραν,  καὶ  οἵα  ἐξ  ἀρχῆς γεννηθεῖσα ἦν, μᾶλλον δὲ καὶ ἐκείνης ἀμείνω πολλῷ· Πνεύματος γὰρ ἀπολαύει τοῦ πανταχόθεν  αὐτὴν πυροῦντος καὶ τὴν ἁγιωσύνην ἐπιτείνοντος.  Καὶ ὥσπερ σίδηρον ἢ χρυσὸν ἀναχωνεύων,  καθαρὸν καὶ καινὸν ἄνωθεν ποιεῖς· οὕτω δὴ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ὥσπερ ἐν χωνευτηρίῳ  τῷ βαπτίσματι ἀναχωνεῦον  αὐτὴν, καὶ δαπανῶν τὰ ἁμαρτήματα, χρυσίου παντὸς καθαροῦ καθαρώτερον ἀποστίλβειν παρασκευάζει. Καὶ τὴν τῶν σωμάτων δὲ ἀνάστασιν ἀξιόπιστον κἀντεῦθέν σοι πάλιν δείκνυσιν οὖσαν. Ἐπειδὴ γὰρ ἡ ἁμαρτία τὸν  θάνατον  εἰσήγαγε, τῆς  ῥίζης ξηρανθείσης, οὐδὲν  δεῖ λοιπὸν  ἀμφιβάλλειν  ὑπὲρ τῆς τοῦ καρποῦ ἀπ ωλείας. ∆ιὰ τοῦτο πρότερον εἰπὼν ἁμαρτιῶν  ἄφεσιν, τότε ὁμολογεῖς καὶ νεκρῶν  ἀνάστασιν, ἐντεῦθεν  καὶ εἰς ἐκεῖνο χειραγωγούμενος.  Εἶτα ἐπειδὴ οὐκ ἀρκεῖ τὸ ὄνομα τῆς ἀναστάσεως δεῖξαι τὸ πᾶν (πολλοὶ γὰρ ἀναστάντες πάλιν ἀπῆλθον, ὡς οἱ ἐν τῇ Παλαιᾷ, ὡς  Λάζαρος, ὡς οἱ ἐν τῷ καιρῷ τοῦ σταυροῦ), κελεύει λέγειν, Καὶ εἰς ζωὴν αἰώνιον, ἵνα μηκέτι θάνατον ὑποπτεύσῃ τις μετὰ τὴν ἀνάστασιν ἐκείνην. Τούτων τοίνυν τῶν ῥημάτων ἀναμιμνήσκων ὁ Παῦλός φησι· Τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;  Εἰ γὰρ μὴ ἔστιν ἀνάστασις, φησὶ, σκηνὴ τὰ ῥήματα ταῦτα· εἰ μὴ ἔστιν ἀνάστασις, πῶς αὐτοὺς πείθομεν πιστεύειν, ἅπερ οὐ διδόαμεν; ὥσπερ ἂν εἴ τις κελεύων γραμματεῖον ἐκθέσθαι ὅτι τὸ καὶ τὸ ἔλαβε, μηκέτι δῴη τὰ ἐγγραφέντα, εἶτα μετὰ τὴν ὑπογρα φὴν ἀπαιτοίη  τὰ ἐγγεγραμμένα.  Τί γὰρ ποιήσει λοιπὸν  ὁ ὑπογράψας, ὑπεύθυνον  μὲν ἑαυτὸν ποιήσας, οὐ λαβὼν δὲ ἅπερ ὡμολόγησεν εἰληφέναι; Τοῦτο γὰρ καὶ ἐνταῦθα λέγει   περὶ   τῶν    βαπτιζομένων.    Τί   ποιή   σουσιν   οἱ   βαπτιζόμενοι,   φησὶν, ὑπογράψαντες   μὲν   ἀνάστασιν   σωμάτων   νεκρῶν,   οὐ   λαμβάνοντες   δὲ,   ἀλλ' ἀπατώμενοι; τί δὲ ὅλως καὶ τῆς ὁμολογίας ταύ της ἔδει, εἰ τὸ ἔργον μὴ εἵπετο; Τί καὶ ἡμεῖς κινδυ νεύομεν πᾶσαν ὥραν; Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πάλιν  πόθεν ἐπιχειρεῖ κατασκευάσαι τὸ δόγμα, ἀπὸ τῆς οἰκείας ψήφου, μᾶλλον δὲ οὐ τῆς αὐτοῦ μόνον, ἀλλὰ καὶ τῆς τῶν λοιπῶν ἀποστόλων.  Οὐ μικρὸν δὲ καὶ τοῦτο τὸ τοὺς διδασκάλους εἰσάγειν σφόδρα πεπληροφορημένους, καὶ τοῦτο δεικνύντας οὐ διὰ λόγων μόνον, ἀλλὰ καὶ δι' αὐτῶν τῶν πρα γμάτων. ∆ιὰ δὴ τοῦτο οὐ λέγει ἁπλῶς, ὅτι Καὶ ἡμεῖς    πεπείσμεθα· οὐδὲ γὰρ ἤρκει τοῦτο πεῖσαι μόνον· ἀλλὰ καὶ τὴν διὰ τῶν  πραγμάτων  ἀπόδειξιν παρέχεται·  ὡς  ἂν  εἰ  ἔλεγε,  Ῥήμασι  ταῦτα  ὁμολογεῖν   οὐδὲν  ἴσως  ὑμῖν  δοκεῖ θαυμαστὸν εἶναι· εἰ δὲ καὶ τὴν ἀπὸ τῶν ἔργων ὑμῖν παράσχοιμεν φωνὴν,  τί πρὸς τοῦτο ἔχοιτε ἀντειπεῖν;  Ἀκούσατε τοίνυν,  πῶς καὶ διὰ τῶν  κινδύνων  ταῦτα καθ' ἑκάστην   ὁμολογοῦμεν   τὴν   ἡμέραν.  Καὶ  οὐκ   εἶπεν,   Ἐγὼ,  ἀλλ',   Ἡμεῖς,  πα ραλαμβάνων πάντας ὁμοῦ τοὺς ἀποστόλους, καὶ ταύτῃ μετριάζων τε καὶ ἀξιόπιστον ποιῶν τὸν λόγον.  Τί γὰρ ἂν ἔχοιτε εἰπεῖν; ὅτι ἀπατῶμεν ὑμᾶς ταῦτα κηρύττοντες, καὶ κενοδοξίας ἕνεκεν δογματίζομεν; Ἀλλ' οὐκ ἐῶσι ταῦτα ψηφίζεσθαι οἱ κίνδυνοι· τίς γὰρ ἂν ἕλοιτο κινδυνεύειν  διηνεκῶς εἰκῆ καὶ μάτην;  ∆ιὸ καὶ ἔλεγε· Τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν; Εἰ γὰρ καὶ ἕλοιτό τις διὰ κενοδοξίαν, ἅπαξ καὶ δεύτερον τοῦτο αἱρήσεται, οὐχὶ πάντα τὸν βίον, καθάπερ ἡμεῖς· ἡμεῖς γὰρ τὴν ζωὴν ἅπασαν εἰς τοῦτο κατεστησάμεθα. Καθ' ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν καύχησιν, ἢν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καύχησιν ἐνταῦθα τὴν αὐτῶν προκοπὴν λέ γων. Ἐπειδὴ γὰρ πολλοὺς ἔδειξε τοὺς κινδύνους ὄντας, ἵνα μὴ δόξῃ ὡς ἀποδυρόμενος ταῦτα λέγειν, Οὐ μόνον οὐκ ἀλγῶ, φησὶν, ἀλλὰ καὶ καυχῶμαι τῷ ταῦτα πάσχειν ὑπὲρ ὑμῶν. ∆ιπλῆ δὲ  ἐναβρύνεσθαί  φησι,  καὶ  τῷ  δι'  αὐτοὺς  κινδυνεύειν,   καὶ  τῷ  ὁρᾷν  αὐτοὺς ἐπιδιδόντας.  Εἶτα τὸ αὐτῷ  σύνηθες  ποιῶν,  ἐπειδὴ  μεγάλα  ἐφθέγξατο,  ἀμφότερα ἀνατίθησι τῷ  Χριστῷ. Πῶς δὲ ἀποθνήσκει καθ' ἑκάστην ἡμέραν; Τῇ προθυμίᾳ καὶ τῷ παρεσκευάσθαι πρὸς  τοῦτο.  Καὶ τίνος  ἕνεκεν  ταῦτα  λέγει;  Πάλιν  τὸν  περὶ  τῆς ἀναστάσεως  καὶ  διὰ  τούτων   κατασκευάζων  λόγον.  Τίς  γὰρ  ἂν  ἕλοιτο,  φησὶ, τοσούτους ὑπομένειν θανάτους, ἀναστά σεως οὐκ οὔσης οὐδὲ ζωῆς μετὰ ταῦτα; Εἰ γὰρ οἱ πιστεύοντες τῇ ἀναστάσει, μόλις ἂν ὑπὲρ αὐτῆς κινδυνεύσαιεν, εἰ μὴ σφόδρα εἶεν  γενναῖοι·  πολλῷ  μᾶλλον  ὁ μὴ πιστεύων,  φησὶν, οὐκ ἂν ἕλοιτο  τοσούτους ὑπομένειν θανάτους, καὶ οὕτω χαλεπούς. Καὶ γὰρ κατὰ μικρὸν ὅρα πόσην ποιεῖται τὴν αὔξησιν. Εἶπεν, ὅτι Κινδυνεύομεν, προσέθηκεν, ὅτι Πᾶσαν ὥραν, εἶτα, ὅτι Καθ' ἡμέραν, εἶτα, ὅτι οὐ, Κινδυνεύω, μόνον, φησὶν, ἀλλὰ καὶ, Ἀποθνήσκω. ∆είκνυσι δὴ λοιπὸν καὶ ποταποὺς θανάτους, οὕτω λέγων· Εἰ κατὰ ἄνθρωπον  ἐθηριομάχησα ἐν Ἐφέσῳ, τί μοι τὸ ὄφελος; 

γʹ. Τί ἐστιν, Εἰ κατὰ ἄνθρωπον; Ὅσον τὸ εἰς ἀνθρώπους ἧκον, ἐθηριομάχησα. Τί γὰρ, εἰ ὁ Θεὸς ἐξήρπασέ με τῶν κινδύνων; Ὥστε ὁ μάλιστα ὑπὲρ τούτων  ὀφείλων  μεριμνᾷν, ἐγώ εἰμι ὁ τοσούτους κινδύνους  ὑπομένων,  καὶ μηδεμίαν μηδέπω λαβὼν ἀμοιβήν. Εἰ γὰρ μὴ παραγίνεται ὁ τῆς ἀντιδόσεως καιρὸς, ἀλλὰ μέχρι τοῦ παρόντος τὰ ἡμέτερα συγκέ κλεισται, ἡμεῖς ἐν μείζονι ζημίᾳ ἐσμέν. Ὑμεῖς μὲν  γὰρ ἀκινδύνως  ἐπιστεύσατε, ἡμεῖς  δὲ καθ' ἑκάστην  σφαττόμεθα  τὴν ἡμέραν. Ταῦτα δὲ ἅπαντα  ἔλεγεν,  οὐκ ἐπειδὴ οὐκ εἶχεν  ὄφελος  καὶ ἐν αὐτῷ  τῷ πάσχειν, ἀλλὰ διὰ τὴν τῶν  πολλῶν  ἀσθένειαν, καὶ ὥστε αὐτοὺς εἰς τὸν περὶ τῆς ἀναστάσεως στηρίξαι λόγον· οὐκ ἐπειδὴ αὐτὸς ἐπὶ μισθῷ ἔτρεχεν· ἀρκοῦσα γὰρ ἦν αὐτῷ ἀντίδοσις τὸ ποιῆσαι τὸ δοκοῦν τῷ Θεῷ. Ὥστε καὶ ὅταν λέγῃ, Εἰ ἐν τῇ ζωῇ  ταύτῃ  ἠλπικότες  ἐσμὲν ἐν  Χριστῷ μόνον,  ἐλεεινότεροι  πάντων  ἀνθρώπων ἐσμέν· κἀκεῖ πάλιν δι' ἐκείνους, ὥστε τῷ φόβῳ τῆς ἀθλιότητος ταύτης κατασεῖσαι αὐτῶν  τὴν  ἀπιστίαν  τὴν  περὶ  τῆς  ἀναστάσεως, καὶ  πρὸς  τὴν  ἀσθένειαν  αὐτῶν συγκαταβαίνων, οὕτω φησί. Καὶ γὰρ ὁ μέγας μισθὸς, τὸ ἀρέσκειν διαπαντὸς τῷ Χρι στῷ· καὶ χωρὶς τῆς ἀντιδόσεως, μεγίστη ἀμοιβὴ τὸ δι' αὐτὸν κινδυνεύειν.  Εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν.  Τοῦτο λοιπὸν τὸ ῥῆμα καὶ κωμῳδοῦντός ἐστι. ∆ιὸ οὐδὲ οἴκοθεν αὐτὸ παρήγαγεν, ἀλλὰ τὸν προφήτην ἐπέστησε τὸν μεγαλοφωνότατον  Ἡσαΐαν, ὃς περί τινων ἀπηλγηκότων διαλεγόμενος καὶ ἀπεγνωσμένων,  ἔλεγε ταυτὶ τὰ ῥήματα· Οἱ σφάζοντες μόσχους, καὶ θύοντες πρόβατα, ὥστε φαγεῖν  κρέα καὶ πιεῖν  οἶνον·  οἱ λέγοντες·  Φάγωμεν  καὶ πίωμεν· αὔριον  γὰρ  ἀποθνήσκομεν.  Ἀνακεκαλυμμένα  ταῦτά  ἐστιν  εἰς  τὰ  ὦτα  Κυρίου Σαβαώθ· καὶ οὐκ ἀφεθήσεται ὑμῖν ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνητε. Εἰ δὲ τότε συγγνώμης ἦσαν ἀπεστερη μένοι οἱ ταῦτα λέγοντες, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος. Εἶτα ἵνα μὴ τραχύτερον ποιήσῃ τὸν λόγον, οὐκ ἐπὶ πολὺ τῇ εἰς ἄτοπον ἀπαγωγῇ ἐπιμένει,  ἀλλὰ  πά λιν  ἐπὶ  παραίνεσιν  τρέπει  τὸν  λόγον,  λέγων·  Μὴ πλανᾶσθε, φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί.   Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν αὐτῶν καθαπτόμενος  ὡς  ἀνοήτων·  χρηστὰ  γὰρ  ἐνταῦθα  εὐφήμως   τὰ  εὐεξαπά  τητα ἐκάλεσεν· ὁμοῦ δὲ ὡς οἷόν τέ ἐστι καὶ συγγνώ  μης ὑπὲρ τῶν  ἔμπροσθεν αὐτοῖς μεταδιδοὺς, καὶ τὸ πλέον τῶν ἐγκλημάτων  ἀποσκευαζόμενος ἀπ' ἐκεί νων καὶ εἰς ἑτέρους μετατιθεὶς, ὥστε καὶ ταύτῃ εἰς μετάνοιαν αὐτοὺς ἐφελκύσασθαι. Ὃ καὶ ἐν τῇ πρὸς  Γαλάτας Ἐπιστολῇ ποιεῖ λέγων· Ὁ δὲ ταράσσωνὑμᾶς βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Ἐκνήψατε δικαίως, καὶ μὴ ἁμαρτάνετε· ὡς πρὸς μεθύοντας καὶ μαινομένους. Τὸ γὰρ ἀθρόον πάντα ἀπὸ τῶν  χειρῶν  ῥῖψαι, μεθυόντων  καὶ μαινομένων  ἦν, τῷ μηκέτι  ὁρᾷν  ἃ  ἑώρων,  μηδὲ  πιστεύειν  οἷς  ἔμπροσθεν  ὡμολόγησαν.  Τί δέ  ἐστι, ∆ικαίως; Ἐπὶ συμφέροντι καὶ χρησίμῳ. Ἔστι γὰρ ἀδίκως νήφειν, ὅταν ἐπὶ βλάβῃ τῆς ἑαυτοῦ ψυχῆς διεγηγερμένος  τις ᾖ. Καλῶς δὲ καὶ τὸ, Μὴ ἁμαρτάνετε, προσέθηκε, δεικνὺς  ὅτι  ἐντεῦθεν  αὐτοῖς  τὰ  σπέρματα  τῆς  ἀπιστίας.  Καὶ πολλαχοῦ   τοῦτο αἰνίττεται,  ὅτι  βίος  διεφθαρμένος  πονηρὰ  τίκτει  δόγματα·  ὡς  ὅταν  λέγῃ,  Ῥίζα πάντων   τῶν   κακῶν  ἡ  φιλαργυρία,  ἧς  τινες  ὀρεγόμενοι,  ἀπεπλανήθησαν   τῆς πίστεως.  Καὶ γὰρ  πολλοὶ  τῶν  πονηρὰ  συνειδότων  ἑαυτοῖς,  καὶ  οὐ  βουλομένων δοῦναι   δίκην,   ἀπὸ   τοῦ   φόβου   τούτου   καὶ   εἰς   τὴν   περὶ   τῆς   ἀναστάσεως παραβλάπτονται πίστιν· ὥσπερ οὖν οἱ μεγάλα κατορθοῦντες καὶ καθ' ἑκάστην αὐτὴν ἐπιθυμοῦσι τὴν ἡμέραν ἰδεῖν. Ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσι· πρὸς ἐντροπὴν ὑμῖν λέγω.  Ὅρα πῶς  πάλιν  μετατίθησι  τὰ ἐγκλήματα  εἰς ἑτέρους.   Οὐ γὰρ εἶπεν,  ὅτι Ἀγνωσίαν  ἔχετε,  ἀλλ',  Ἀγνωσίαν  τινὲς  ἔχουσι.  Τὸ γὰρ  τῇ  ἀναστάσει      διαπιστεῖν, οὐ σφόδρα εἰδότος ἐστὶ τὴν τοῦ Θεοῦ δύ ναμιν  τὴν ἄμαχον καὶ πρὸς πάντα  ἀρκοῦσαν.  Εἰ  γὰρ  ἐξ  οὐκ  ὄντων   τὰ  ὄντα  ἐποίησε,  πολλῷ   μᾶλλον  τὰ διαλυθέντα  δυνήσεται  ἀναστῆσαι. Καὶ ἐπειδὴ σφόδρα αὐτῶν  καθήψατο, καὶ μεθ' ὑπερβολῆς   ἐκωμῴδησεν,    εἰς   γαστριμαργίαν,   εἰς   ἄνοιαν,    εἰς   παραπληξίαν διαβάλλων,   παραμυθούμενος   τὰ  εἰρημένα,  φησί·  Πρὸς  ἐντροπὴν   ὑμῖν   λέγω, τουτέστιν, ὥστε διορ θῶσαι, ὥστε ἐπαναγαγεῖν, ὥστε αἰσχυνθέντας ὑμᾶς γενέσθαι βελτίους. ∆έδοικε γὰρ μὴ πέρα τοῦ δέοντος τεμὼν, ἀποσκιρτῆσαι ποιήσῃ.  δʹ. Ταῦτα δὲ  μὴ  πρὸς  ἐκείνους  εἰρῆσθαι  νομίζωμεν  μόνον,  ἀλλὰ  καὶ  νῦν  εἰρῆσθαι  πρὸς ἅπαντας τοὺς τὰ αὐτὰ νοσοῦντας, καὶ τοὺς βίον διεφθαρμένον ἔχοντας.  Καὶ γὰρ οὐχ οἱ τὰ πονηρὰ δόγματα ἔχοντες μόνον, ἀλλὰ καὶ οἱ ἁμαρτίαις κατεχόμενοι χαλεπαῖς, μεθύουσί τε καὶ παραπαίουσι. ∆ιὸ καὶ πρὸς αὐτοὺς ἂν λεχθείη δικαίως τὸ, Ἐκνήψατε, καὶ μάλιστα πρὸς τοὺς τῷ κάρῳ τῆς πλεονεξίας βεβαρημένους, τοὺς κακῶς ἁρπάζοντας. Ἔστι γὰρ ἁρπαγὴ καλὴ ἡ τῶν οὐρανῶν ἁρπαγὴ, ἡ μηδὲν βλάπτουσα. Ἐν μὲν γὰρ τοῖς χρήμασιν οὐκ ἔστιν ἕτερον γενέσθαι πλούσιον, μὴ ἑτέρου πρότερον γενομένου πένητος· ἐπὶ δὲ τῶν πνευματικῶν οὐκ ἔνι τοῦτο, ἀλλὰ τοὐναντίον  ἅπαν, οὐκ ἔστι τινὰ  γενέσθαι πλούσιον, μὴ ἕτερον ποιήσαντα εὔπορον· ἂν γὰρ μηδένα ὠφελήσῃς, οὐ δυνήσῃ γενέσθαι εὔπορος. Ἐν μὲν γὰρ τοῖς σωματικοῖς ἡ με τάδοσις μείωσιν ποιεῖ· ἐν δὲ τοῖς πνευματικοῖς ἡ μετάδοσις πλεονασμὸν ἐργάζεται, καὶ τὸ μὴ μετα δοῦναι, τοῦτο πολλὴν πενίαν κατασκευάζει, καὶ κό λασιν ἐσχάτην ἐπάγει. Καὶ δείκνυσι τοῦτο ὁ τὸ τά λαντον κατορύξας. Καὶ γὰρ ὁ λόγον ἔχων σοφίας, με ταδοὺς ἑτέρῳ, ηὔξησε τὴν περιουσίαν, πολλοὺς ποιήσας τοὺς σοφούς· οἴκοι δὲ κατακρύψας, ἀπεστέ ρησεν ἑαυτὸν τῆς περιουσίας, οὐ κτησάμενος τὴν τῶν πολλῶν  ὠφέλειαν. Πάλιν ὁ χαρίσματα ἔχων ἕτε ρα, πολλοὺς ἰασάμενος ἐξέτεινε τὴν δωρεάν· καὶ οὔτε αὐτὸς  ἐξεκενώθη  τῇ μεταδόσει, καὶ πολλοὺς  ἑτέρους ἐνέπλησε τῆς  πνευματικῆς δωρεᾶς. Καὶ ἐπὶ πάντων τῶν πνευματικῶν  ἀκίνητος οὗτος ὁ κανὼν διαμένει. Οὕτω καὶ  ἐπὶ  τῆς  βασιλείας,  ὁ  μὲν  κοινω  νοὺς  πολλοὺς  κατασκευάζων  ἑαυτῷ  τῆς βασιλείας, ταύτῃ  μειζόνως  αὐτῆς  ἀπολαύσεται  πάλιν·  ὁ δὲ μη δένα  σπουδάζων λαβεῖν κοινωνὸν,  καὶ αὐτὸς ἐκπεσεῖ ται τῶν  πολλῶν  ἀγαθῶν  ἐκείνων.  Εἰ γὰρ ἡ σοφία ἡ αἰσθητὴ οὐ δαπανᾶται, μυρίων ἁρπαζόντων, οὔτε ὁ τεχνίτης πολλοὺς τοὺς τεχνίτας  ποιῶν  ἀπόλλυσι  τὴν  τέχνην,  πολλῷ  μᾶλλον  ὁ τὴν  βασιλείαν  ἁρπάζων ἐλάτ τονα οὐκ ἐργάζεται, ἀλλὰ τότε πλείων ἔσται ὁ πλοῦτος ἡμῖν, ὅταν πολλοὺς ἐπὶ τοῦτο καλῶμεν. Ἁρ πάσωμεν τοίνυν τὰ μὴ ἀναλισκόμενα, ἀλλὰ πλεονά ζοντα ἐν τῷ ἁρπάζεσθαι· ἁρπάσωμεν τὰ μηδένα ἔχοντα συκοφάντην, μηδένα βάσκανον. Καὶ γὰρ εἰ χρυσίου τόπος ἦν πηγὴν ἔχων ἀναβλύζουσαν ἀέν ναον, καὶ τοσούτῳ πλέον ἐπέῤῥει, ὅσῳ πλέον  ἐξην  τλεῖτο,  ἕτερος  δὲ  τόπος  ἦν  θησαυρὸν  ἔχων  κατορω ρυγμένον, πόθεν ἂν ἠθέλησας πλουτεῖν; οὐχὶ ἐκεῖ θεν; ∆ῆλον. Ἀλλ', ἵνα μὴ λόγῳ τοῦτο μόνον ἀνα πλάσωμεν, λογίσασθε ἐπὶ τοῦ ἀέρος τὸ εἰρημένον καὶ   ἐπὶ τοῦ ἡλίου· ταῦτα γὰρ ἁρπάζεται παρὰ πάντων, καὶ πάντας πληροῖ· ἀλλὰ ταῦτα μὲν, καὶ ἀπολαυόν των καὶ μὴ ἀπολαυόντων,  ὅμοια μένει μὴ ἐλαττού μενα. Ὃ δὲ ἐγὼ εἶπον, πολλῷ μεῖζόν ἐστιν. Οὐ γὰρ ὁμοία μένει ἡ πνευματικὴ σοφία διαδιδομένη καὶ μὴ διαδιδομένη,  ἀλλ' αὔξεται  μᾶλλον  διαδιδομένη.  Εἰ δέ τις  οὐκ  ἀνέχεται  τῶν εἰρημένων, ἀλλ' ἔτι τῇ τῶν βιωτικῶν προστέτηκε πενίᾳ ἁρπάζων τὰ ἐλαττούμε να, κἀν τούτῳ πάλιν ἀναμιμνησκέσθω τῆς τροφῆς τοῦ μάννα, καὶ φοβείσθω τὸ παράδειγμα τῆς κολά σεως. Ὅπερ γὰρ ἐπ' ἐκείνης  συνέβαινε, τοῦτο καὶ ἐπὶ τῶν πλεονεκτούντων νῦν ἐκβαῖνον ἔστιν ἰδεῖν. Τί δὲ τότε συνέβαινε; Σκώληκες ἔβρυον ἀπὸ τῆς πλεονεξίας.   Τοῦτο καὶ νῦν  γίνεται  ἐπὶ τούτων.  Τὸ μὲν γὰρ μέτρον τῆς τροφῆς τὸ αὐτὸ ἅπασι· μίαν γὰρ πλη ροῦμεν γαστέρα· ἡ δὲ κόπρος παρὰ σοὶ πλείων τῷ  τρυφῶντι.  Καὶ καθάπερ  ἐκεῖ  ἐν  ταῖς  οἰκίαις  οἱ  τὸ  πλέον  τοῦ  νενομισμένου συλλέγοντες, οὐ μάννα συν ῆγον, ἀλλὰ σκώληκας πλείους καὶ σηπεδόνα· οὕτω δὴ καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τῇ πλεονεξίᾳ, οὐ τροφὴν  πλείονα, ἀλλὰ φθορὰν πλείονα συνάγουσιν οἱ γαστρι ζόμενοι καὶ μεθύοντες. Ἀλλ' ὅμως τοσούτῳ χείρους ἐκείνων οἱ  νῦν,  ὅσῳ ἐκεῖνοι  μὲν  ἅπαξ παθόντες  τοῦτο,  ἐσωφρονίσθησαν· οὗτοι  δὲ καθ' ἑκάστην ἡμέραν τὸν σκώληκα τοῦτον ἐκείνου πολλῷ  χαλεπώτερον  εἰς τὰς οἰκίας τὰς  ἑαυτῶν  εἰσάγοντες,  οὔτε  αἰσθάνονται,  οὔτε  κορέννυνται.   Ὅτι  γὰρ  ταῦτα ἐκείνοις  ἔοικε κατὰ τὸν  τῆς  ματαιοπονίας  λόγον  (τῇ γὰρ τιμωρίᾳ  πολλῷ  ταῦτα χαλεπώτερα), ἐντεῦθεν σκόπει. Τίνι γὰρ δια φέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περι βάλλει; οὐ μίαν τρέφει γαστέρα; τίνι οὖν πλεον εκτεῖ; Ταῖς φροντίσι, τῷ δαπανᾶσθαι, τῷ παρ ακούειν Θεοῦ, τῷ διαφθείρειν τὴν σάρκα, τῷ λυμαί νεσθαι τὴν ψυχήν.  Ταῦτα γάρ ἐστιν, οἷς πλεονεκτεῖ  τὸν  πένητα· ὡς εἴ γε πολλοὺς  ἐπλήρου γαστέρας, τάχα  τι  καὶ λέγειν  εἶχεν,  οἷον  ὅτι  πλείων  ἡ χρεία, καὶ μείζων  ἡ τῆς δαπάνης ἀνάγκη. Ἀλλὰ καὶ νῦν ἔχουσι, φησὶν, εἰπεῖν, ὅτι πολλὰς πληροῦσι, τὰς τῶν οἰκετῶν, τὰς τῶν θεραπαινίδων. Ἀλλ' οὐ χρείας ἕνε κεν, οὐδὲ φιλανθρωπίας  τοῦτο γίνεται, ἀλλὰ τύφου μόνον. ὅθεν οὐδ' ἂν ἀνάσχοιτό τις τῆς ἀπολογίας αὐτῶν. 

 εʹ.∆ιὰ τί γὰρ πολλοὺς  ἔχει οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις  τὴν  χρείαν  διώκειν  δεῖ μόνον, καὶ ἐν τραπέζῃ, οὕτω καὶ ἐν οἰκέταις. Τίς οὖν ἡ χρεία; Οὐκ ἔσ τιν οὐδεμία.Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνον ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δε σπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδὲ ἕνα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας  θε ραπείας· καὶ γὰρ αὐτάρκεις τῇ διακονίᾳ τῇ ἑαυτῶν ἐποίησεν  ὁ Θεὸς, μᾶλλον  δὲ καὶ τῇ τοῦ πλησίον.  Εἰ δὲ ἀπιστεῖς, ἄκουε Παύλου λέγοντος· Ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Εἶτα ὁ μὲν τῆς οἰκουμένης διδάσκαλος καὶ τῶν οὐρανῶν ἄξιος οὐκ ᾐσχύνετο μυρίοις ὑπηρετῶν·  σὺ δὲ, εἰ μὴ πολλὰς  περιφέρεις  ἀνδραπόδων  ἀγέλας,  αἰσχρὸν εἶναι νομίζεις, οὐκ εἰδὼς ὅτι τοῦτο μὲν οὖν μάλιστά ἐστι τὸ καταισχῦνόν σε; Καὶ γὰρ διὰ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶ    πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ  χρείας  ἕνεκεν  τὸ  τῶν  δούλων  ἐπεισήχθη  γένος,  ἐπεὶ  μετὰ  τοῦ  Ἀδὰμ ἐπλάσθη  ἂν  καὶ  δοῦλος·  ἀλλ'  ἁμαρτίας  ἐστὶ  τὸ  ἐπιτίμιον,  καὶ  τῆς  παρακοῆς  ἡ κόλασις. Ὁ δὲ Χριστὸς παραγενόμενος, καὶ τοῦτο ἔλυσεν· Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐκ ἔστι δοῦλος  οὐδὲ ἐλεύθε  ρος. Ὥστε οὐκ ἀναγκαῖον  τὸ δοῦλον  ἔχειν·  εἰ δὲ καὶ ἀναγκαῖον, ἕνα που μόνον, ἢ τὸ πολὺ δεύτερον. Τί βούλεται τὰ σμήνη τῶν οἰκετῶν;
Καθάπερ γὰρ οἱ προβατοπῶλαι καὶ οἱ σωματοκάπηλοι, οὕτως ἐν βα λανείῳ, οὕτως ἐν ἀγορᾷ περιίασιν οἱ πλουτοῦντες.  Πλὴν ἀλλ' οὐδὲν ἀκριβολογοῦμαι· ἔστω σοι καὶ δεύ τερος οἰκέτης· εἰ δὲ πολλοὺς συνάγεις, οὐ φιλανθρω πίας ἕνεκεν τοῦτο ποιεῖς, ἀλλὰ θρυπτόμενος· ἐπεὶ, εἰ κηδόμενος, μηδένα εἰς διακονίαν ἀπασχολήσῃς τὴν σὴν, ἀλλ' ἀγοράσας, καὶ τέχνας διδάξας ὥστε ἀρκεῖν ἑαυτοῖς, ἄφες ἐλευθέρους. Ὅταν δὲ μαστίζῃς, ὅταν δεσμεύῃς, οὐκέτι φιλανθρωπίας  τὸ ἔργον. Καὶ οἶδα μὲν ὅτι φορτικός εἰμι τοῖς ἀκούουσιν· ἀλλὰ τί πάθω;  Εἰς τοῦτο κεῖμαι, καὶ οὐ παύσομαι ταῦτα λέγων,ἄν τε γένηταί τι πλέον, ἄν τε μηδέν. Τί γάρ σοι βούλεται τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις  τοὺς ἐντυγχάνοντας;  Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων, καὶ πλησίον σοι βαδιζόντων. Ἀλλ' ὕβριν ἡγῇ τὸ μετὰ πάντων  συμβαδίζειν; Καὶ πόσης ταῦτα μανίας, πόσης τερα τωδείας, τὸν μὲν ἵππον πλησίον  ἑπόμενον  μὴ νομί  ζειν  φέρειν  ὕβριν, ἄνθρωπον  δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν  ἡγεῖσθαι; Τί δὲ καὶ παῖδας ῥαβδούχους ἔχεις, ὡς δούλοις κεχρημένος τοῖς ἐλευθέροις, μᾶλλον δὲ αὐτὸς παντὸς ἀτιμότερον οἰκέ του ζῶν; καὶ γὰρ παντὸς εὐτελέστερος οἰκέτου ὁ τοσ οῦτον περιφέρων τῦφον. ∆ιὰ τοῦτο οὐδὲ  ὄψονται  τὴν  ὄντως  ἐλευθερίαν  οἱ  τῷ  χαλεπῷ  τούτῳ  καταδουλώ  σαντες ἑαυτοὺς πάθει. Εἰ γὰρ ἀπελαύνειν βούλει καὶ σοβεῖν, μὴ τοὺς προσιόντας, ἀλλὰ τὸν τῦφον ἀπέλα σον· μὴ διὰ τοῦ παιδὸς, ἀλλὰ διὰ σεαυτοῦ· μὴ τῇ μάστιγι ταύτῃ, ἀλλὰ τῇ πνευματικῇ. Νῦν μὲν γάρ σου ὁ παῖς ἀπελαύνει τοὺς συμβαδίζοντας, σὲ δὲ ἄνωθεν ἡ ἀπόνοια αἰσχρότερον, ἢ οἰκέτης τὸν πλη σίον. Ἂν δὲ ἀπὸ τοῦ ἵππου καταβὰς, ἐλάσῃς αὐτὴν διὰ τῆς ταπεινοφροσύνης, ὑψηλότερον καθεδῇ καὶ ἐν μείζονι σαυτὸν καταστήσεις  τιμῇ,  οὐδὲν  τοῦ  παιδὸς  εἰς  τοῦτο  δεόμενος.  Ὅταν  γὰρ  μέτριος γενόμενος  χαμαὶ βαδίζῃς, ἐπὶ τοῦ ὀχήματος καθεδῇ τῆς ταπεινο  φροσύνης τοῦ μέχρι τῶν  οὐρανῶν  σε ἀνάγοντος,  τοῦ πτηνοὺς  ἔχοντος  ἵππους· ἂν δὲ ἀποπεσὼν ἐκείνου, εἰς τὸ τῆς ἀλαζονείας  μεταβῇς, τῶν  χαμαὶ συ ρομένων  ἑρπετῶν  οὐδὲν ἄμεινον διάκεισαι, ἀλλὰ καὶ ἀθλιώτερον  πολλῷ καὶ ἐλεεινότερον. Τοὺς μὲν γὰρ ἡ τοῦ σώματος πήρωσις οὕτω καταναγκάζει σύρεσθαι, σὲ δὲ ἡ τῆς ἀλαζονείας νόσος. Καὶ γὰρ Πᾶς ὁ ὑψῶν  ἑαυτὸν, φησὶ, ταπεινωθήσεται.  Ἵν' οὖν μὴ ταπει νωθῶμεν, ἀλλὰ ὑψωθῶμεν, ἐπὶ τὸ ὕψος ἔλθωμεν ἐκεῖ νο. Οὕτω γὰρ καὶ ἀνάπαυσιν εὑρήσομεν ταῖς ψυχαῖς ἡμῶν κατὰ τὸν θεῖον χρησμὸν, καὶ τῆς ἀληθοῦς καὶ ὑψηλοτάτης ἐπιτευξόμεθα τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.


Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |