ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: Βʹ Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας

Πέμπτη 27 Οκτωβρίου 2016

Βʹ Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας




Ιωάννης Χρυσόστομος
Πρός Κορινθίους Β΄
Τόμος 61

Βʹ Εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων, ὧν καὶ ἡμεῖς πάσχομεν· καὶ ἡ ἐλπὶς  ἡμῶν  βεβαία  ὑπὲρ  ὑμῶν. 

αʹ. Εἰπὼν  μίαν  καὶ  πρώτην  παρακλήσεως  καὶ παραμυθίας ἀφορμὴν  (αὕτη δὲ ἦν τὸ τῷ Χριστῷ κοινωνεῖν),  τίθησι καὶ δευτέραν ταύτην ἥν φησιν. Ἔστι δὲ αὕτη, τὸ αὐτῶν τῶν μαθητευομένων  ἐντεῦθεν κατασκευάζεσθαι τὴν σωτηρίαν. Μὴ τοίνυν  καταπέσητε, φησὶν, ἐπειδὴ θλιβόμεθα, μηδὲ θορυβηθῆτε καὶ δείσητε· καὶ γὰρ δι' αὐτὸ τοῦτο μᾶλλον ἂν εἴη δίκαιον ὑμᾶς θαῤῥεῖν.  Εἰ γὰρ μὴ  ἐθλιβόμεθα,  πάντας  ἂν  ὑμᾶς  ταῦτα  ἀπώλεσε.  Πῶς καὶ  τίνα τρόπον; Ὅτι εἰ μαλακισθέντες  καὶ τὰ δεινὰ  δείσαντες, μὴ ἐκηρύξαμεν  ὑμῖν  τὸν λόγον,  ὥστε μαθεῖν  τὴν  ἀληθῆ  γνῶσιν,  ἐν ἐσχάτοις ἦν τὰ ὑμέτερα. Εἶδες πάλιν Παύλου τὴν βίαν καὶ τὴν φιλονεικίαν;  ἀφ' ὧν ἐθορυβοῦντο, ἀπὸ τούτων  αὐτοὺς παραμυθεῖται. 



Ὅσῳ γὰρ  ἂν  ἐπιτείνηται  τὰ  τῶν  διωγμῶν  τῶν  ἡμετέρων,  φησὶ, τοσούτῳ μᾶλλον ἐπιδιδόναι  δεῖ τὰ τῆς χρηστῆς ἐλπίδος ὑμῖν· ἐπειδὴ καὶ τοσούτῳ μᾶλλον αὔξεται τὰ τῆς σωτηρίας τῆς ὑμετέρας, καὶ τὰ τῆς παρακλήσεως. Τί γὰρ ἴσον εἰς παρακλήσεως λόγον τοῦ τοσούτων ἐπιτυχεῖν  ἀγαθῶν διὰ τοῦ κηρύγματος; Εἶτα ἵνα μὴ δόξῃ εἰς ἑαυτὸν μόνον τὸ ἐγκώμιον  περιιστᾷν, ὅρα πῶς καὶ ἐκείνους ποιεῖ τῶν  ἐπαίνων  τούτων  κοινωνούς.  Εἰπὼν γὰρ, Εἴτε δὲ θλιβόμεθα,  ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας, ἐπήγαγε, Τῆς ἐνεργουμένης  ἐν ὑπομονῇ  τῶν  αὐτῶν παθημάτων,  ὧν  καὶ ἡμεῖς πάσχομεν. Σαφέστερον μὲν  οὖν αὐτὸ τίθησιν  ὕστερον λέγων  οὕτως·  ὅτι  Ὥσπερ κοινωνοί   ἐστε τῶν  παθημάτων,  οὕτω  καὶ  τῆς παρακλήσεως· ἐνταῦθα δὲ τέως αὐτὸ ᾐνίξατο εἰπὼν, Τῶν αὐτῶν  παθημάτων,  καὶ κοινώσας τὸν λόγον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐχ ἡμῶν ἔργον ἡ ὑμετέρα σωτηρία μόνον, ἀλλὰ καὶ ὑμῶν αὐτῶν. Καὶ γὰρ καὶ ἡμεῖς κηρύττοντες θλιβόμεθα, καὶ ὑμεῖς δεχόμενοι τὸν λόγον, τὰ αὐτὰ πάσχετε· ἡμεῖς μὲν, ἵνα μεταδῶμεν ἅπερ ἐλάβομεν· ὑμεῖς δὲ, ἵνα τὸ διδόμενον δέξησθε, καὶ μὴ ἀποβάλητε. Τί τοίνυν ἴσον τῆς ταπεινοφροσύνης ταύτης γένοιτ' ἂν, ὅταν καὶ τοὺς τοσοῦτον αὐτοῦ ἀποδέοντας, εἰς τὸ αὐτὸ ἀξίωμα τῆς ὑπομονῆς ἀνάγῃ; Τῆς ἐνεργουμένης γὰρ, φησὶν, ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων. Οὐ γὰρ διὰ τοῦ πιστεῦσαι μόνον ἡ σωτηρία ὑμῶν γίνεται, ἀλλὰ καὶ  διὰ  τοῦ  πάσχειν  τὰ  αὐτὰ  ἡμῖν  καὶ  ὑπομένειν.  Καθάπερ γὰρ  παγκρατιαστὴς θαυμαστὸς μὲν ἔστι, καὶ φαινόμενος  καὶ εὐεκτῶν  καὶ τὴν τέχνην  ἔχων  ἐν ἑαυτῷ, ὅταν  δὲ  ἐνεργῇ  καὶ  φέρῃ  πληγὰς   καὶ  πλήττῃ   τὸν  ἀντίπαλον,   τότε  μάλιστα ἀπολάμπει, ἐπειδὴ καὶ τότε μάλιστα ἐνεργεῖται αὐτοῦ ἡ εὐεξία, καὶ διαδείκνυται τῆς τέχνης ἡ δοκιμή· οὕτω δὴ καὶ ἡ σωτηρία ὑμῶν τότε ἐνεργεῖται μειζόνως, τουτέστι, δείκνυται,  αὔξεται,  ἐπιτείνεται,  ὅταν  ὑπομονὴν  ἔχῃ,  ὅταν  πάσχῃ  καὶ  γενναίως ἅπαντα φέρῃ. Ἄρα ἐνέργεια σωτηρίας, οὐ τὸ ποιεῖν κακῶς, ἀλλὰ τὸ πάσχειν κακῶς. Καὶ οὐκ εἶπε, Τῆς ἐνεργούσης, ἀλλὰ, Τῆς ἐνεργουμένης, δεικνὺς ὅτι μετὰ τῆς αὐτῶν προθυμίας καὶ ἡ χάρις πολλὰ  εἰσέφερεν ἐνεργοῦσα ἐν αὐτοῖς. Καὶ ἡ ἐλπὶς  ἡμῶν βεβαία ὑπὲρ ὑμῶν.  Τουτέστιν, ὅτι  Κἂν μυρία πάσχητε  δεινὰ,  θαῤῥοῦμεν  ὅτι  οὐ περιτραπήσεσθε, οὔτε ἐπὶ τοῖς ὑμετέροις διωγμοῖς. Τοσοῦτον γὰρ ἀπέχομεν ὑποπτεύειν ὑμᾶς, ἐφ' οἷς αὐτοὶ πάσχομεν, ὡς θορυβουμένους, ὅτι ἡνίκα ἂν αὐτοὶ κινδυνεύητε, καὶ τότε θαῤῥοῦμεν. Εἶδες ὅση γέγονεν αὐτῶν ἐπίδοσις ἀπὸ τῆς προτέρας Ἐπιστολῆς; Πολὺ γὰρ μείζονα αὐτοῖς ἐμαρτύρησε Μακεδόνων, οὓς ἐπαίρει καὶ ἐγκωμιάζει πανταχοῦ  τῆς Ἐπιστολῆς ἐκείνης. Ὑπὲρ μὲν γὰρ ἐκείνων  δέδοικε, καί φησιν· Ἐπέμψαμεν ὑμῖν Τιμόθεον εἰς τὸ στηρίξαι ὑμᾶς, καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως, εἰς τὸ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσι ταύταις· αὐτοὶ γὰρ οἴδατε, ὅτι εἰς τοῦτο κείμεθα· καὶ πάλιν, ∆ιὰ τοῦτο μηκέτι στέγων, ἔπεμψα εἰς τὸ γνῶναι  τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς ὁ πειράζων, καὶ εἰς κενὸν  γένηται  ὁ κόπος ἡμῶν. Περὶ δὲ τούτων  οὐδὲν τοιοῦτόν  φησιν, ἀλλὰ καὶ τοὐναντίον,  ὅτι Ἡ ἐλπὶς ἡμῶν  βεβαία ὑπὲρ ὑμῶν. Εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν  παρακλήσεως καὶ σωτηρίας· εἰδότες ὅτι ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὅτι μὲν γὰρ δι' αὐτοὺς ἐθλίβοντο οἱ ἀπόστολοι, ἀπέδειξεν εἰπὼν, ὅτι Εἴτε θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας. Βούλεται δὲ δεῖξαι, ὅτι καὶ δι' αὐτοὺς παρεκαλοῦντο. Εἶπε μὲν οὖν αὐτὸ καὶ ἀνωτέρω, εἰ καὶ ἀδιορίστως· Εὐλογητὸς γὰρ, φησὶν, ὁ Θεὸς ὁ παρακαλῶν ἡμᾶς ἐν πάσῃ θλίψει, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν  τοὺς ἐν πάσῃ θλίψει.  Λέγει δὲ αὐτὸ καὶ ἐνταῦθα πάλιν  ἑτέρως, σαφέστερόν τε καὶ θεραπευτικώτερον.  Εἴτε γὰρ παρακαλούμεθα, φησὶν, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Ἡ παράκλησις ἡμῶν, ὑμῶν γίνεται παραψυχὴ, καὶ χωρὶς τοῦ διὰ λόγου παρακαλεῖν ὑμᾶς. Ἂν μικρὸν ἀναπνεύσωμεν μόνον ἡμεῖς, ἀρκεῖ τοῦτο εἰς παραμυθίαν ὑμῖν· κἂν αὐτοὶ παρακληθῶμεν, ὑμετέρα τοῦτο  παράκλησις  γίνεται.  Ὥσπερ γὰρ  τὰ  παθήματα  τὰ  ἡμέτερα  ὑμέτερα  εἶναι νομίζετε· οὕτω καὶ τὴν παράκλησιν τὴν ἡμετέραν ὑμετέραν ἡγεῖσθε. Οὐ γὰρ δήπου ἐν τοῖς δυσχερέσι κοινωνοῦντες,  ἐν τοῖς χρηστοτέροις οὐ κοινωνήσετε. Εἰ τοίνυν ἐν πᾶσι κοινωνεῖτε, καὶ ἐν θλίψει καὶ ἐν παρακλήσει· οὐδὲν ἡμῖν ἐγκαλέσετε ὑπὲρ τῆς μελλήσεως καὶ τῆς βραδύτητος ταύτης· καὶ γὰρ θλιβόμεθα ὑπὲρ ὑμῶν, καὶ παρακαλούμεθα δι' ὑμᾶς. Ἵνα γὰρ μή τις νομίσῃ βαρὺ τὸ εἰπεῖν, ὅτι ∆ι' ὑμᾶς ταῦτα πάσχομεν, λέγει  ὅτι  Καὶ δι' ὑμᾶς παρακαλούμεθα· καὶ οὔτε μόνοι  κινδυνεύομεν ἡμεῖς· καὶ γὰρ καὶ ὑμεῖς κοινωνοί  ἐστε τῶν αὐτῶν παθημάτων, φησίν.

βʹ. Ὥστε καὶ τὸ κοινωνοὺς  αὐτοὺς λαβεῖν  τῶν  κινδύνων,  καὶ τῆς παρακλήσεως αὐτῶν  αὐτοῖς ἀναθεῖναι   τὴν  αἰτίαν,  καταπραΰνειν   τὸν  λόγον.  Ἄν  τε  οὖν  ἐπιβουλευώμεθα, θαῤῥεῖτε· ἵνα γὰρ ἡ πίστις ὑμῶν δυνατωτέρα γίνηται, τοῦτο ὑπομένομεν· κἂν παρακαλώμεθα, ὑμεῖς ἐναβρύνεσθε καὶ τούτῳ· καὶ γὰρ δι' ὑμᾶς τούτων ἀπολαύομεν, ὥστε κἀντεῦθεν ὑμῖν γενέσθαι τινὰ παραμυθίαν κοινωνοῦσιν ἡμῖν τῆς ἡδονῆς. Καὶ ὅτι τοῦτον λέγει τὸν τρόπον τῆς παρακλήσεως νῦν, ὃν  ἐκαρποῦτο, οὐ διὰ τοῦ παρακαλεῖσθαι παρ' αὐτῶν  μόνον, ἀλλὰ καὶ διὰ τοῦ μανθάνειν  αὐτοὺς ἐν ἀνέσει ὄντας,  ἄκουσον  τῶν  ἑξῆς,  δι'  ὧν  αὐτὸ  ἐξεκάλυψεν  εἰπών·  Εἰδότες  ὅτι  ὥσπερ κοινωνοί ἐστε τῶν παθημάτων, οὕτω καὶ τῆς παρακλήσεως. Ὥσπερ γὰρ διωκομένων ἡμῶν  ἀλγεῖτε, ὡς αὐτοὶ τοῦτο πάσχοντες· οὕτως ἴσμεν ὅτι καὶ παρακαλουμένων, αὐτοὶ τούτων παραπολαύειν νομίζετε. Τί ταύτης ταπεινοφρονέστερον τῆς ψυχῆς; ὃς ἐν  μὲν  τοῖς  κινδύνοις   τοσοῦτον  πλεονεκτῶν,   κοινωνοὺς   καλεῖ  τοὺς  οὐδὲ  τὸ πολλοστὸν αὐτῶν  ὑπομένοντας· ἐν δὲ τῇ παρακλήσει τὴν αἰτίαν  ἅπασαν ἐκείνοις λογίζεται, οὐ τοῖς οἰκείοις πόνοις. Εἶτα, ἐπειδὴ περὶ θλίψεων ἀδιορίστως ἔλεγε, λέγει λοιπὸν  καὶ τὸν  τόπον,  καθ' ὃν  ταῦτα  ὑπέμενον·  Οὐ γὰρ θέλομεν  ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Ταῦτα δὲ λέγομεν, φησὶν,  ἵνα  μὴ ἀγνοῆτε  τὰ  συμβάντα ἡμῖν.  Καὶ γὰρ βουλόμεθα  ὑμᾶς  εἰδέναι  τὰ ἡμέτερα, καὶ  σφόδρα τοῦτο  ἐσπουδάκαμεν· ὅπερ μέγιστον  ἀγάπης  σημεῖόν  ἐστι. Τοῦτο δὲ καὶ ἐν τῇ προτέρᾳ ἦν Ἐπιστολῇ προμηνύσας, καὶ εἰπὼν, ὅτι Θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργὴς, καὶ οἱ ἀντικείμενοι πολλοὶ ἐν τῇ Ἐφέσῳ. Ἐκείνων οὖν αὐτοὺς ἀναμιμνήσκων,  καὶ διηγούμενος  ὅσα ἔπαθε, φησίν· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν ὑπὲρ τῆς θλίψεως τῆς γενομένης ἡμῖν ἐν τῇ Ἀσίᾳ. Τοῦτο δὲ καὶ Ἐφεσίοις ἐπιστέλλων ἔλεγε· Τυχικὸν γὰρ ἀποστείλας πρὸς αὐτοὺς, ταύτην ἔφη τῆς ἀποδημίας εἶναι τὴν αἰτίαν αὐτῷ· διὸ καὶ ἔλεγεν· Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατ' ἐμὲ, τί πράσσω, πάντα ὑμῖν  γνωρίσει  Τυχικὸς, ὁ ἀγαπητὸς  ἀδελφὸς  καὶ  πιστὸς διάκονος  ἐν  Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε  τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας  ὑμῶν.  Καὶ ἐν  ἄλλαις  δὲ  Ἐπιστολαῖς  αὐτὸ  τοῦτο  ποιεῖ.  Καὶ οὐκ  ἔστι παρέλκον, ἀλλὰ καὶ σφόδρα ἀναγκαῖον· τοῦτο μὲν διὰ τὴν ἀγάπην, ἣν σφόδρα περὶ τοὺς  μαθητὰς  εἶχε,  τοῦτο  δὲ  διὰ  τοὺς  συνεχεῖς  πειρασμοὺς, ἐν  οἷς  μεγίστη  ἦν παραμυθία τὸ τὰ ἀλλήλων  εἰδέναι, ὥστε καὶ λυπηρῶν ὄντων παρασκευάζεσθαι καὶ ἐναγωνίους  εἶναι  καὶ ἀσφαλεστέρους, καὶ χρηστῶν  ὄντων  συνήδεσθαι. Ἐνταῦθα μέντοι καὶ ἀπαλλαγὴν καὶ ἐπαγωγὴν μηνύει πειρασμῶν λέγων· Ὅτι καθ' ὑπερβολὴν ἐβαρήθημεν ὑπὲρ δύναμιν· καθάπερ φορτίῳ τινὶ μεγάλῳ βαπτιζόμενον πλοῖον. Καὶ δοκεῖ μὲν ἕν τι εἰρηκέναι, εἰπὼν, Καθ' ὑπερβολὴν, καὶ, Ὑπὲρ δύναμιν· οὐκ ἔστι δὲ ἓν, ἀλλὰ δύο ταῦτα. Ἵνα γὰρ μή τις λέγῃ, Τί γὰρ, εἰ καθ' ὑπερβολὴν μὲν ὁ κίνδυνος ἦν, ὑμῖν  δὲ  οὐ  μέγας  ἦν;  ἐπήγαγεν,  ὅτι  Καὶ μέγας  ἦν  καὶ  τὴν  δύναμιν  ἐνίκα  τὴν ἡμετέραν,  καὶ οὕτως  ἐνίκα,  ὡς  ἐξαπορηθῆναι  ἡμᾶς καὶ τοῦ ζῇν, τουτέστι, μηδὲ προσδοκῆσαι λοιπὸν  ἡμᾶς ζῇν. Ὅπερ ὁ ∆αυῒδ πύλας ᾅδου καλεῖ, καὶ ὠδῖνας  καὶ σκιὰν  θανάτου,  τοῦτο  δὴ  καὶ  αὐτός  φησιν,  ὅτι  Κίνδυνον  ὑπεμείναμεν  πάντως θάνατον  τίκτοντα.  Ἀλλ'  αὐτοὶ  ἐν  ἑαυτοῖς  τὸ  ἀπόκριμα  τοῦ  θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Τί ἐστι, Τὸ ἀπόκριμα τοῦ θανάτου; Τὴν ψῆφον, τὴν κρίσιν, τὴν προσδοκίαν. Τοιαύτην γὰρ ἠφίει τὰ πράγματα φωνὴν,  τοιαύτην ἀπόκρισιν ἐδίδου τὰ συμβάντα, ὅτι ἀποθανούμεθα πάντως.  Οὐ μὴν μέχρι τῆς πείρας ἐξέβη τοῦτο, ἀλλὰ μέχρι τῆς ὑπονοίας ἔστη τῆς ἡμετέρας. Ἡ μὲν γὰρ τῶν πραγμάτων φύσις τοῦτο ἀπεφήνατο· ἡ δὲ τοῦ Θεοῦ δύναμις οὐκ ἀφῆκε τὴν ἀπόφασιν εἰς ἔργον ἐξελθεῖν, ἀλλ' ἐν τῇ διανοίᾳ μόνῃ τῇ ἡμετέρᾳ καὶ ἐν τῇ προσδοκίᾳ τοῦτο συμβῆναι συνεχώρησε· διό φησιν· Ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου  ἐσχήκαμεν, οὐκ ἐν τῇ πείρᾳ. Καὶ τίνος  ἕνεκεν συνεχώρησε τοσοῦτον κίνδυνον, ὡς ἀπελπίσαι ἡμᾶς καὶ ἀπογνῶναι; Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, φησὶν, ἀλλ' ἐπὶ τῷ Θεῷ. γʹ. Ταῦτα δὲ ἔλεγεν ὁ Παῦλος, οὐκ ἐπειδὴ αὐτὸς οὕτω διέκειτο, ἄπαγε, ἀλλὰ τοὺς ἄλλους ἐν τοῖς περὶ αὐτοῦ λεγομένοις  ῥυθμίζων, ἅμα δὲ καὶ μετριάζειν ἐσπουδακώς· ἐπεὶ καὶ προϊών φησιν· Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ, τοὺς πειρασμοὺς λέγων, ἵνα μὴ ὑπεραίρωμαι. Καίτοι ὁ Θεὸς οὐ διὰ τοῦτό φησιν αὐτοὺς συγκεχωρηκέναι, ἀλλὰ δι' ἑτέραν αἰτίαν. Ποίαν δὴ ταύτην; Ἵνα ἡ δύναμις αὐτοῦ διαλάμψῃ μειζόνως· Ἀρκεῖ γάρ σοι, φησὶν, ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἀλλ' ὅπερ ἔφην, οὐδαμοῦ ἐπιλανθάνεται τοῦ οἰκείου ἤθους, ἐν τοῖς σφόδρα καταδεεστέροις ἑαυτὸν ἀριθμῶν, καίτοι πολλῆς δεομένοις παιδαγωγίας καὶ διορθώσεως. Εἰ γὰρ καὶ τοὺς τυχόντας εἷς καὶ δεύτερος πειρασμὸς ἱκανὸς ἐπελθὼν σωφρονίσαι· πῶς ἐκεῖνος ὁ πάντων  ἀνθρώπων  μάλιστα ταπεινοφροσύνην  ἀσκήσας διὰ  παντὸς  τοῦ  βίου, καὶ  τοσαῦτα παθὼν  ὡς  μηδεὶς ἀνθρώπων,  μετὰ τοσαῦτα ἔτη καὶ φιλοσοφίαν  τῶν  οὐρανῶν  ἀξίαν, ταύτης ἐδεῖτο τῆς νουθεσίας; Ὅθεν δῆλον ὅτι καὶ μετριάζων ἐνταῦθα, καὶ τοὺς ἐφ' ἑαυτοῖς μέγα φρονοῦντας καὶ ἀλαζονευομένους καταστέλλων λέγει· Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ. Καὶ ὅρα πῶς αὐτοὺς καὶ ταύτῃ θεραπεύει. Οἱ μὲν γὰρ πειρασμοὶ, φησὶ, δι' ὑμᾶς ἡμῖν ἐπενεχθῆναι συνεχωρήθησαν· τοσούτου τιμᾶται ὑμᾶς ὁ Θεός· Εἴτε γὰρ θλιβόμεθα, φησὶν, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· ἡ δὲ ὑπερβολὴ δι'  ἡμᾶς, ἵνα μὴ μέγα φρονῶμεν·  Καθ'  ὑπερβολὴν γὰρ ἐβαρήθημεν καὶ ὑπὲρ δύναμιν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς. Πάλιν τοῦ περὶ ἀναστάσεως ἀναμιμνήσκει λόγου, ὑπὲρ οὗ τοσαῦτα εἶπεν ἐν τῇ προτέρᾳ Ἐπιστολῇ, καὶ ἀπὸ τῶν παρόντων  αὐτὴν βε  βαιῶν· διὸ καὶ ἐπήγαγεν· Ὃς ἐκ τηλικούτων  θανάτων ἐῤῥύσατο ἡμᾶς. Οὐκ εἶπεν, Ἐκ τοσούτων κινδύνων,  ὁμοῦ μὲν δεικνὺς τὸ ἀφόρητον τῶν πειρασμῶν, ὁμοῦ δὲ ἐκεῖνον, ὅνπερ ἔφην, πιστούμενος τὸν λόγον. Ἐπειδὴ γὰρ μέλλον πρᾶγμα ἡ ἀνάστασις ἦν, δείκνυσιν ὅτι τοῦτο καθ' ἑκάστην γίνεται τὴν ἡμέραν. Ὅταν γὰρ ἄνθρωπον ἀπογνωσθέντα, καὶ πρὸς αὐτὰς  ἐλθόντα  τοῦ  ᾅδου  τὰς  πύλας  ἀνελκύσῃ,  οὐδὲν  ἕτερον  ἢ ἀνάστασιν ἐπιδείκνυται, ἀπ' αὐτοῦ τοῦ στόματος ἀνασπῶν τοῦ θανάτου τὸν ἐμπεσόντα. ∆ιὸ καὶ τοῖς πολλοῖς ἐπὶ τῶν ἀπογνωσθέντων,  εἶτα ἀνενεγκόντων ἐξ ἀῤῥωστίας χαλεπῆς, ἢ ἐκ πειρασμῶν  ἀφορήτων,  ἔθος τοῦτο  λέγειν·  Ἀνάστασιν νεκρῶν  ἑωράκαμεν  ἐπὶ τοῦδε. Ἠλπίκαμεν  δὲ ὅτι καὶ ἔτι ῥύσεται, συνυπουργούντων  καὶ ὑμῶν  τῇ δεήσει ὑπὲρ ἡμῶν· ἵνα ἐν πολλῷ προσώπῳ τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν  εὐχαριστηθῇ ὑπὲρ ἡμῶν. Ἐπειδὴ τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, κοινὸν  ἐδόκει εἶναι ἔγκλημα  καὶ κατηγορία  καὶ ἐκείνων  ἐνίους  αἰνιττομένη,  παραμυθεῖται  πάλιν  τὸ εἰρημένον, τὰς εὐχὰς τὰς ἐκείνων ἀντὶ προστασίας μεγάλης καλῶν καὶ δεικνὺς ἅμα, ὅτι  διαπαντὸς   ἐναγώνιον   εἶναι  χρὴ  τὸν  βίον  τὸν  ἡμέτερον.  Τῷ  γὰρ  εἰπεῖν, Ἠλπίκαμεν δὲ ὅτι καὶ ῥύσεται, πολλῶν  προαναφωνεῖ  πειρασμῶν νιφάδας, οὐ μὴν ἐγκατάλειψιν   οὐδαμοῦ,  ἀλλὰ   βοήθειαν   πάλιν   καὶ  συμμαχίαν.  Εἶτα,  ἵνα   μὴ, ἀκούοντες ὅτι διηνεκῶς μέλλουσι κινδυνεύειν,  καταπέσωσιν, ἔδειξε πρότερον τῶν κινδύνων  τὸ ὄφελος, οἷον τὸ, Ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς· τουτέστιν, Ἵνα ἐν διηνεκεῖ ταπεινοφροσύνῃ κατέχῃ ἡμᾶς· καὶ ἵνα ἡ σωτηρία αὐτῶν ἐνεργῆται, καὶ ἕτερα γοῦν πλείονα· τὸ τῷ Χριστῷ κοινωνεῖν·  Περισσεύει γὰρ, φησὶ, τὰ παθήματα τοῦ Χριστοῦ ἐν ἡμῖν· τὸ ὑπὲρ τῶν πιστῶν πάσχειν· Εἴτε γὰρ, φησὶ, θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· τὸ καὶ αὐτὴν ταύτην διαλάμπειν  μειζόνως· Τῆς ἐνεργουμένης γὰρ, φησὶν, ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων· τὸ καρτερικοὺς γίνεσθαι· καὶ ἔτι πρὸς τούτοις, τὸ τὴν ἀνάστασιν ὁρᾷν πρὸ τῶν ὀφθαλμῶν διαλάμπουσαν· Ἐκ τηλικούτων  γὰρ θανάτων  ἐῤῥύσατο ἡμᾶς· τὸ ἐναγωνίους  εἶναι καὶ πρὸς αὐτὸν διηνεκῶς ὁρᾷν· Ἠλπίκαμεν γὰρ, φησὶν, ὅτι καὶ ῥύσεται· τὸ εὐχαῖς προσηλῶσθαι· Συνυπουργούντων  γὰρ, φησὶ, καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἡμῶν. ∆είξας τοίνυν τὸ κέρδος τῶν θλίψεων, εἶτα ἐναγωνίους  ποιήσας, ἀλείφει πάλιν αὐτῶν τὰ φρονήματα,  καὶ  προθυμοτέρους  εἰς  ἀρετὴν  ποιεῖ,  μεγάλα  αὐτῶν  μαρτυρῶν  ταῖς εὐχαῖς, εἴ γε ταύταις Παῦλον ἐχαρίσαντο· Συνυπουργούντων  γὰρ ὑμῶν ὑπὲρ ἡμῶν τῇ  δεήσει, φησί. Τί δέ ἐστιν, Ἵνα  ἐν  πολλῷ  προσώπῳ τὸ εἰς  ἡμᾶς χάρισμα διὰ πολλῶν   εὐχαριστηθῇ  ὑπὲρ  ἡμῶν;  Ἐῤῥύσατο ἡμᾶς  ἐκ  τῶν   θανάτων   ἐκείνων, συνυπουργούντων  καὶ ὑμῶν τῇ δεήσει, φησί· τουτέστιν, Εὐχομένων πάντων  ὑμῶν ὑπὲρ ἡμῶν. Τὸ γὰρ εἰς ἡμᾶς χάρισμα, τουτέστι, τὴν σωτηρίαν τὴν ἡμε  τέραν ἐβουλήθη πᾶσιν ὑμῖν χαρίσασθαι, ἵνα τὰ πολλὰ πρόσωπα αὐτῷ εὐχαριστήσῃ, ἐπειδὴ καὶ τὰ πολλὰ τὴν χάριν ἔλαβε.

δʹ. Ταῦτα δὲ ἔλεγεν, ὁμοῦ μὲν καὶ εἰς τὰς ὑπὲρ ἑτέρων εὐχὰς αὐτοὺς διεγείρων, ὁμοῦ δὲ ἐθίζων καὶ ὑπὲρ ὧν ἂν ἕτεροι πάθωσιν, εὐχαριστεῖν ἀεὶ τῷ Θεῷ, δεικνὺς  ὅτι μάλιστα τοῦτο βούλεται καὶ αὐτός. Οἱ γὰρ μελετήσαντες ὑπὲρ  ἑτέρων   ταῦτα  ποιεῖν,   πολλῷ   μᾶλλον   ὑπὲρ  ἑαυτῶν   ἐπιδείξονται   ταῦτα ἀμφότερα. Πρὸς δὲ τούτοις, καὶ ταπεινοφροσύνην  αὐτοὺς διδάσκει, καὶ εἰς ἀγάπην ἄγει θερμοτέραν. Εἰ γὰρ αὐτὸς ὁ τοσοῦτον αὐτῶν  ὑψηλότερος ὢν, ἐκ τῶν  εὐχῶν ἐκείνων  σεσῶσθαί φησι, καὶ χάρισμα αὐτῶν ταῖς δεήσεσι δεδόσθαι αὐτῷ παρὰ τοῦ Θεοῦ, ἐννόησον  πῶς  ἐκείνους  ἔδει διακεῖσθαι καὶ μετριάζειν.  Σὺ δέ μοι κἀκεῖνο σκόπει,  ὅτι  κἂν  ἀπὸ  οἰκτιρμῶν  ὁ  Θεός τι  ποιῇ,  μεγάλα  ἐνταῦθα  καὶ  ἡ  εὐχὴ συμβάλλεται. Ἀρχόμενος μὲν γὰρ, τοῖς οἰκτιρμοῖς αὐτοῦ τὴν σωτηρίαν ἐλογίσατο· Ὁ Θεὸς γὰρ, φησὶ, τῶν οἰκτιρμῶν, αὐτὸς ἡμᾶς ἐῤῥύσατο· ἐνταῦθα δὲ καὶ ταῖς εὐχαῖς· ἐπεὶ κἀκεῖνον τὸν τὰ μύρια ὀφείλοντα τάλαντα, μετὰ τὸ προσπεσεῖν ἠλέησε, καίτοι γε εἴρηται, ὅτι Σπλαγχνισθεὶς ἀπέλυσεν αὐτόν· καὶ τῇ Χαναναίᾳ δὲ μετὰ τὴν πολλὴν προσεδρίαν ἐκείνην  καὶ  καρτερίαν  τότε  ἐχαρίσατο  τῆς  θυγατρὸς  τὴν  σωτηρίαν, καίτοι  γε  ἀπὸ  ἐλέου  αὐτὴν  ἔσωσεν. Ἀπὸ  τούτου  τοίνυν  μανθάνομεν,  ὅτι  κἂν ἐλεεῖσθαι μέλλωμεν,  ἀξίους τοῦ ἐλέου πρότερον παρέχειν ἡμᾶς ἑαυτοὺς χρή. Κἂν γὰρ ἔλεος ᾖ, τοὺς ἀξίους ἐπιζητεῖ· οὐ γὰρ ἁπλῶς ἔπεισιν ἅπασι, καὶ τοῖς ἀναισθήτως διακειμένοις· Ἐλεήσω γὰρ, φησὶν, ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω, ὃν ἂν οἰκτείρω. Ὅρα γοῦν καὶ ἐνταῦθα τί φησι· Συνυπουργούντων  καὶ ὑμῶν τῇ δεήσει. Καὶ οὔτε τὸ πᾶν αὐτοῖς ἔδωκεν, ἵνα μὴ αὐτοὺς ἐπάρῃ, οὔτε πάντη ἠλλοτρίωσεν αὐτοὺς τοῦ κατορθώματος, ἵνα προτρέψῃ καὶ προθυμοτέρους ἐργάσηται καὶ συναγάγῃ πρὸς ἀλλήλους  αὐτούς. ∆ιὸ καὶ ἔλεγεν, ὅτι Ὑμῖν ἐχαρίσατό μου τὴν σωτηρίαν. Καὶ γὰρ καὶ πλῆθος δυσωπεῖται πολλάκις ὁ Θεὸς ὁμονοοῦν καὶ συμφωνοῦν εἰς εὐχήν· διὸ καὶ πρὸς τὸν προφήτην ἔλεγεν· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως ταύτης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνθρώπων;  Εἶτα ἵνα μὴ νομίσῃς, ὅτι πλῆθος αἰδεῖται μόνον, φησίν· Ἐὰν ᾖ ὁ ἀριθμὸς τοῦ Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Πῶς οὖν Νινευΐτας ἔσωσεν; Ὅτι οὐ πλῆθος μόνον ἦν, ἀλλὰ πλῆθος μετὰ ἀρετῆς· μετενόησε γὰρ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς. Καὶ σώζων δὲ αὐτοὺς  ἔλεγεν,  ὅτι  Οὐκ ἔγνωσαν  δεξιὰν  ἢ  ἀριστεράν. Ὅθεν  δῆλον,  ὅτι  καὶ  τὰ πρότερα ἐξ ἀφελείας μᾶλλον ἔπταιον, ἢ πονηρίας· καὶ δῆλον, ἐξ ὧν μετεβάλλοντο, ὀλίγων ῥημάτων ἀκούσαντες. Εἰ δὲ τὸ δώδεκα μυριάδας εἶναι μόνον ἴσχυσεν εἰς τὸ σῶσαι αὐτοὺς, τί καὶ πρὸ τούτου αὐτοὺς σωθῆναι ἐκώλυσε; Καὶ τίνος ἕνεκεν οὐκ εἶπε πρὸς αὐτὸν, Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως  ταύτης τῆς οὕτω μεταβαλλο μένης; ἀλλὰ τὰς μυριάδας παράγει; Ἐκ περιουσίας καὶ τοῦτο τιθείς. Τὸ μὲν γὰρ ἦν δῆλον,  ἡ μεταβολή· ὁ δὲ ἀριθμὸς καὶ ἡ ἀφέλεια,  ἄδηλα  τῷ  προφήτῃ.  Πάντοθεν τοίνυν  αὐτοὺς καταμαλάξαι  βούλεται· ἰσχύει γὰρ καὶ πλῆθος, ὅταν  καὶ ἀρετὴ ᾖ. Τοῦτο γοῦν καὶ ἀλλαχοῦ δηλοῖ λέγουσα ἡ Γραφή· Προσευχὴ δὲ ἦν ἐκτενὴς ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν γινομένη ὑπὲρ αὐτοῦ· καὶ τοσοῦτον ἴσχυσεν, ὡς, κεκλεισμένων  τῶν  θυρῶν,  καὶ ἁλύσεων  ἐπικειμένων,  καὶ φυλάκων  ἑκατέρωθεν παρακαθευδόντων, ἐξαγαγεῖν τὸν Ἀπόστολον καὶ ἀπαλλάξαι πάντων ἐκείνων. Ἀλλ' ὥσπερ, ἀρετῆς οὔσης, μέγα δύναται· οὕτω, κακίας οὔσης, οὐδὲν ὀνίνησι τὸ πλῆθος. Καὶ γὰρ οἱ Ἰσραηλῖται, περὶ ὧν  φησιν, ὅτι ὁ ἀριθμὸς αὐτῶν  ἦν ὡς ἡ ἄμμος τῆς θαλάσσης, πάντες ἀπώλοντο· καὶ οἱ ἐπὶ Νῶε δὲ πολλοὶ καὶ ἄπειροι ἦσαν, καὶ οὐδὲν αὐτοὺς τοῦτο ὤνησε· καθ' ἑαυτὸ γὰρ οὐδὲν  δύναται  πλῆθος, ἀλλ' ἐν προσθήκης μέρει. Σπουδάζωμεν οὖν συνιέναι  ἐν ταῖς δεήσεσι, καὶ ὑπὲρ ἀλλήλων  εὐχώμεθα, καθάπερ ὑπὲρ τῶν ἀποστόλων ἐκεῖνοι. Καὶ γὰρ ἐντολὴν πληροῦμεν, καὶ εἰς ἀγάπην ἀλειφόμεθα· ὅταν δὲ ἀγάπην εἴπω, πάντα λέγω τὰ ἀγαθά· καὶ εὐχαριστεῖν σπουδαιότερον μανθάνωμεν.  Οἱ γὰρ ὑπὲρ τῶν  ἀλλοτρίων  εὐχαριστοῦντες, πολλῷ μᾶλλον ὑπὲρ τῶν ἰδίων. Τοῦτο καὶ ὁ ∆αυῒδ ἐποίει λέγων· Μεγαλύνατε τὸν Κύριον σὺν ἐμοὶ, καὶ  ὑψώσωμεν  τὸ  ὄνομα  αὐτοῦ  ἐπὶ  τὸ  αὐτό· τοῦτο  καὶ  ὁ Ἀπόστολος πανταχοῦ   ζητεῖ·  τοῦτο  καὶ  ἡμεῖς  ἐργαζώμεθα,  καὶ  εἰς  πάντας  τοῦ  Θεοῦ  τὴν εὐεργεσίαν  ἐκφέρωμεν,   ἵνα  κοινωνοὺς   λάβωμεν   τῆς  εὐφημίας.   Εἰ  γὰρ  παρὰ ἀνθρώπων   τι  παθόντες   ἀγαθὸν,  ὅταν   ἀνακηρύξωμεν,   προθυμοτέρους  αὐτοὺς ποιοῦμεν·  πολλῷ  μᾶλλον  τοῦ  Θεοῦ τὰς  εὐεργεσίας  ἀναγορεύοντες,  εἰς  πλείονα αὐτὸν ἐπισπασόμεθα εὔνοιαν. Καὶ εἰ παρὰ ἀνθρώπων  εὐεργετηθέντες,  καὶ ἄλλους διεγείρομεν  εἰς τὴν κοινωνίαν  τῆς εὐχαριστίας· πολλῷ  μᾶλλον  τῷ Θεῷ πολλοὺς προσάγειν  χρὴ  τοὺς  ὑπὲρ  ἡμῶν  εὐχαριστήσοντας.  Εἰ γὰρ  Παῦλος  τοῦτο  ποιεῖ, τοσαύτην ἔχων  τὴν  παῤῥησίαν, πολλῷ  μᾶλλον  ἡμᾶς ἀναγκαῖον  τοῦτο ποιεῖν.

εʹ. Παρακαλῶμεν τοίνυν τοὺς ἁγίους ὑπὲρ ἡμῶν εὐχαριστεῖν, καὶ αὐτοὶ ὑπὲρ ἀλλήλων τοῦτο ποιῶμεν.  Τοῦτο ἱερέων  μάλιστά ἐστι κατόρθωμα, ἐπειδὴ μέγιστον ἀγαθόν. Προσιόντες γὰρ, πρότερον  ὑπὲρ τῆς  οἰκουμένης  καὶ  τῶν  κοινῶν  εὐχαριστοῦμεν ἀγαθῶν. Εἰ γὰρ καὶ κοιναὶ αἱ εὐεργεσίαι τοῦ Θεοῦ, ἀλλὰ καὶ σὺ ἐν τῷ κοινῷ ἐσώθης. Ὥστε καὶ ὑπὲρ τῆς ἰδίας κοινὴν  ὀφείλεις  χάριν, καὶ ὑπὲρ τῆς κοινῆς  ἰδιάζουσαν δίκαιος ἂν εἴης ἀναφέρειν εὐφημίαν. Καὶ γὰρ τὸν ἥλιον ἀνῆψεν οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ κοινῷ· ἀλλ' ὅμως ἐν τῷ μέρει τὸ ὅλον ἔχεις· καὶ γὰρ τοσοῦτος γέγονε διὰ τὸ κοινόν· καὶ ὁρᾷς σὺ μόνος τοσοῦτον, ὅσον εἶδον πάντες ἄνθρωποι. Ὥστε τοσαύτην ὀφείλεις  εὐχαριστίαν,  ὅσην ἅπαντες· καὶ  ὑπὲρ τῶν  κοινῶν  εὐχαριστεῖν  ἂν  εἴης δίκαιος, καὶ ὑπὲρ τῆς ἑτέρων ἀρετῆς. Πολλὰ γὰρ καὶ δι' ἄλλους πάσχομεν καλῶς. Καὶ γὰρ εἰ δέκα μόνον  ἐν Σοδόμοις εὑρέθησαν δίκαιοι, οὐκ ἂν ἔπαθον, ἅπερ ἔπαθον. Ὥστε καὶ ὑπὲρ τῆς  ἑτέρων παῤῥησίας εὐχαριστῶμεν. Καὶ γὰρ ἀρχαῖος οὗτος ὁ νόμος ἐστὶν, ἄνωθεν  ἐν τῇ Ἐκκλησίᾳ πεφυτευμένος.  Οὕτω καὶ Παῦλος εὐχαριστεῖ ὑπὲρ Ῥωμαίων, ὑπὲρ Κορινθίων, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης. Καὶ μή μοι λέγε· Οὐκ ἔστιν ἐμὸν τὸ κατόρθωμα. Κἂν γὰρ μὴ σὸν ᾖ, καὶ οὕτως εὐχαριστεῖν ὀφείλεις, ὅτι τὸ μέλος σου τοιοῦτόν  ἐστιν. Ἄλλως  δὲ καὶ σὸν αὐτὸ ποιεῖς διὰ τῆς εὐφημίας,  καὶ κοινωνεῖς  τῶν στεφάνων,  καὶ λήψῃ καὶ αὐτὸς τὸ χάρισμα. ∆ιά τοι τοῦτο καὶ τὰς εὐχὰς οὕτω γίνεσθαι κελεύουσιν οἱ τῆς Ἐκκλησίας νόμοι, οὐ τὰς ὑπὲρ τῶν πιστῶν μόνον, ἀλλὰ καὶ τὰς ὑπὲρ τῶν κατηχουμένων.  Τοὺς γὰρ πιστοὺς ὁ νόμος διεγείρει πρὸς τὴν τῶν ἀμυήτων ἱκετηρίαν. Ὅταν γὰρ ὁ διάκονος λέγῃ, Ὑπὲρ τῶν κατηχουμένων  ἐκτενῶς  δεηθῶμεν,  οὐδὲν ἄλλο ἢ τὸν δῆμον ἅπαντα τῶν  πιστῶν διανίστησιν εἰς τὰς ὑπὲρ ἐκείνων  εὐχάς. Καίτοι γε ἀλλότριοι τέως εἰσὶν οἱ κατηχούμενοι.  Οὐδέπω γὰρ  τοῦ  σώματός  εἰσι  τοῦ  Χριστοῦ, οὐδέπω  μυστηρίων ἐκοινώνησαν,  ἀλλ' ἔτι διῃρημένοι τυγχάνουσι  τῆς ἀγέλης τῆς πνευματικῆς.  Εἰ δὲ ὑπὲρ τούτων παρακαλεῖν δεῖ, πολλῷ μᾶλλον ὑπὲρ τῶν μελῶν τῶν ἡμετέρων. ∆ιὰ γὰρ τοῦτο καὶ, Ἐκτενῶς, φησὶ, δεηθῶμεν, ἵνα μὴ ὡς ἀλλοτρίους ἀποποιήσῃ, ἵνα μὴ ὡς ξένους ἀγνοήσῃ. Οὐδέπω γὰρ εὐχὴν ἔχουσι τὴν νενομισμένην καὶ εἰσενεχθεῖσαν ὑπὸ τοῦ Χριστοῦ· οὐδέπω παῤῥησίαν κέκτηνται, ἀλλ' ἑτέρων δέονται τῶν μυσταγωγηθέντων.  Ἔξω γὰρ τῶν βασιλικῶν ἑστήκασιν αὐλῶν, πόῤῥω τῶν ἱερῶν περιβόλων. ∆ιὰ τοῦτο καὶ ἀπελαύνονται,  τῶν φρικτῶν εὐχῶν ἐκείνων γινομένων.

∆ιὰ τοῦτο καὶ σὲ παρακαλεῖ δεῖσθαι ὑπὲρ αὐτῶν, ἵνα μέλη γένωνται  σὰ, ἵνα μὴ ἔτι ὦσι ξένοι καὶ ἠλλοτριωμένοι.  Τὸ γὰρ, ∆εηθῶμεν, οὐ τοῖς ἱερεῦσι λέγεται  μόνον, ἀλλὰ καὶ τοῖς εἰς τὸν λαὸν συντελοῦσιν. Ὅταν γὰρ εἴπῃ, Στῶμεν καλῶς, δεηθῶμεν, πάντας,  εἰς  τὴν  εὐχὴν   παρακαλεῖ.  Εἶτα  ἀρχόμενος  τῆς  εὐχῆς  φησιν·  Ἵνα  ὁ πανελεήμων καὶ οἰκτίρμων Θεὸς ἐπακούσῃ τῶν δεήσεων αὐτῶν. Ἵνα γὰρ μὴ λέγῃς, Τί δεηθῶμεν; ἠλλοτριωμένοι  εἰσὶν, οὐδέπω συνημμένοι· πόθεν ἔχω δυσωπῆσαι τὸν Θεόν; πόθεν  ἔχω  πεῖσαι μεταδοῦναι  ἐλέου καὶ συγγνώμης  αὐτοῖς;  ἵνα  μὴ ταῦτα
ζητῶν  ἀπορῇς,  ὅρα πῶς  σου λύει  τὴν  ἀπορίαν  λέγων·  Ἵνα  ὁ  πανελεήμων  καὶ οἰκτίρμων   Θεός.  Ἤκουσας,  Πανελεήμων   Θεός;  Μὴ  ἀπόρει   λοιπόν·   ὁ   γὰρ πανελεήμων  πάντας ἐλεεῖ, καὶ ἁμαρτωλοὺς καὶ φίλους. Μὴ τοίνυν λέγε, Πῶς ὑπὲρ αὐτῶν προσέλθω; αὐτὸς ἐπακούσει τῶν δεήσεων αὐτῶν. ∆έησις δὲ κατηχουμένων τίς ἂν εἴη, ἀλλ' ἢ ὥστε μὴ μεῖναι κατηχουμένους; Εἶτα καὶ ὑπαγορεύει τῆς ἱκετηρίας τὸν τρόπον. Τίς δὲ οὗτός ἐστιν; Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν. Μέμυκε γὰρ ἔτι, καὶ βέβυσται. Ὦτα δὲ οὐ ταῦτά φησι τὰ ἔξωθεν, ἀλλὰ τὰ τῆς διανοίας. Ὥστε ἀκοῦσαι ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν  ἀνθρώπου οὐκ ἀνέβη. Οὐδὲ γὰρ ἤκουσαν τῶν  ἀποῤῥήτων  μυστηρίων, ἀλλὰ  πόῤῥω που καὶ μακρὰν ἑστήκασι. Κἂν ἀκούσωσι δὲ, οὐκ ἴσασι τὰ λεγόμενα· συνέσεως γὰρ δεῖται πολλῆς ἐκεῖνα, οὐκ ἀκροάσεως μόνης· τὰς ἔνδον δὲ οὐδέπω ἔχουσιν ἀκοάς. ∆ιὸ καὶ προφητικὸν  αὐτοῖς ἐπεύχεται χάρισμα· καὶ γὰρ ὁ προφήτης οὕτως ἔλεγεν· Ὁ Θεὸς δίδωσί μοι γλῶσσαν παιδείας, τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ὅτι αὐτὸς ἀνοίγει μου  τὸ  στόμα, ἔδωκέ  μοι  πρωῒ,  προσέθηκέ  μοι  ὠτίον  ἀκούειν.  Ὥσπερ γὰρ  οἱ προφῆται ἄλλως ἤκουον παρὰ τοὺς πολλοὺς, οὕτω καὶ οἱ πιστοὶ παρὰ τοὺς κατηχουμένους. Ἐντεῦθεν μανθάνει καὶ ὁ κατηχούμενος, μὴ παρὰ ἀνθρώπων ταῦτα μανθάνειν,  μηδὲ ἀκούειν (Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς), ἀλλ' ἄνωθεν  ἐκ  τῶν  οὐρανῶν·  Ἔσονται  γὰρ  πάντες  διδακτοὶ  Θεοῦ. ∆ιό  φησι·  Καὶ κατηχήσῃ αὐτοὺς τὸν λόγον τῆς ἀληθείας· ὥστε ἔνδοθεν αὐτοῖς ἐνηχεῖσθαι. Ὡς γὰρ εἰδέναι  χρὴ, οὐδέπω  ἴσασι τὸν  λόγον  τῆς  ἀληθείας.  Ἵνα κατασπείρῃ τὸν  φόβον αὐτοῦ ἐν αὐτοῖς. Ἀλλ' οὐκ ἀρκεῖ τοῦτο· τὰ μὲν γὰρ ἔπεσε παρὰ τὴν ὁδὸν, τὰ δὲ ἐπὶ τῆς πέτρας. ϛʹ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως αἰτοῦμεν· ἀλλ' ὥσπερ ἐπὶ γῆς λιπαρᾶς ἀνοίγει τὰς αὔλακας τὸ ἄροτρον, οὕτω καὶ ἐνταῦθα γενέσθαι δεόμεθα, ὥστε νεωθέντας  ἐν τῷ βάθει τῆς διανοίας  δέξασθαι τὰ καταβαλλόμενα,  καὶ πᾶν ὅπερ ἤκουσαν μετὰ ἀκριβείας κατασχεῖν. ∆ιὸ καὶ ἐπάγει λέγων· Καὶ βεβαιώσῃ τὴν πίστιν αὐτοῦ ἐν ταῖς διανοίαις αὐτοῦ. Τουτέστιν, ἵνα μὴ ἐξεπιπολῆς κέηται, ἀλλ' ἵνα κατὰ βάθους βάλῃ τὴν ῥίζαν. Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης. ∆είκνυσι διπλοῦν τὸ κάλυμμα· τὸ μὲν διὰ τὸ μεμυκέναι αὐτῶν τοὺς ὀφθαλμοὺς τῆς διανοίας, τὸ δὲ διὰ τὸ κεκαλύφθαι αὐτοῖς τὸ εὐαγγέλιον. ∆ιὸ ἀνωτέρω μὲν ἔλεγεν· Ἵνα διανοίξῃ τὰ ὦτα τῶν καρδιῶν αὐτῶν· ἐνταῦθα δὲ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον τῆς δικαιοσύνης·  τουτέστιν,  ἵνα  καὶ  αὐτοὺς  σοφοὺς ἐργάσηται καὶ  ἐπιτηδείους  πρὸς ὑποδοχὴν, καὶ ἵνα διδάξῃ, καὶ καταβάλῃ τὰ σπέρματα. Ἄν τε γὰρ ἐπιτήδειοι ὦσιν, οὐδὲν  ὄφελος,  τοῦ Θεοῦ μὴ ἐκκαλύπτοντος·  ἄν  τε ἀποκαλύψῃ,  μὴ δέξωνται  δὲ, πάλιν εἰς τὸ αὐτὸ ἡ ζημία περιίσταται. ∆ιὰ τοῦτο ἀμφότερα αἰτοῦμεν, ἵνα καὶ ἀνοίξῃ τὰς καρδίας, καὶ ἀποκαλύψῃ τὸ εὐαγγέλιον.  Οὐδὲ γὰρ, εἰ κόσμος κέοιτο βασιλικὸς ἄνωθεν  κεκαλυμμένος,  ἔσται  τι  πλέον  ὀφθαλμῶν  βλεπόντων·  ὥσπερ οὖν  οὐδὲ γεγυμνωμένου,  τούτων  μὴ ἐγρηγορότων.  Ταῦτα δὲ ἀμφότερα γίνεται,  ἂν ἐκεῖνοι ἕλωνται  πρότερον. Τί δή ἐστιν, Εὐαγγέλιον δικαιοσύνης; Τὸ ποιοῦν δικαίους. ∆ιὰ τούτων   γὰρ   εἰς   ἐπιθυμίαν   αὐτοὺς   ἄγει   τοῦ   βαπτίσματος,   δεικνὺς   ὅτι   οὐχ ἁμαρτημάτων ἀφέσεώς ἐστι μόνον τὸ εὐαγγέλιον, ἀλλὰ καὶ δικαιοσύνης ποιητικόν. Ἵνα αὐτοῖς δοίη νοῦν ἔνθεον, σώφρονα λογισμὸν, καὶ ἐνάρετον πολιτείαν. Ἀκουέτωσαν οἱ πιστοὶ, ὅσοι τοῖς βιωτικοῖς εἰσι προσηλωμένοι πράγμασιν. Εἰ γὰρ τοῖς ἀμυήτοις  κελευόμεθα ταῦτα αἰτεῖν, ἐννόησον ἐν τίσιν ἡμᾶς εἶναι χρὴ, τοὺς ταῦτα ἑτέροις αἰτοῦντας· καὶ γὰρ ἐφάμιλλον δεῖ τῷ Εὐαγγελίῳ τὴν πολιτείαν ἔχειν.∆ιὸ δὴ καὶ τῆς εὐχῆς ὁ νόμος ἀπὸ τῶν  δογμάτων  ἐπὶ τὴν  πολιτείαν  μεταβαίνει.Εἰπὼν γὰρ, Ἵνα ἀποκαλύψῃ αὐτοῖς τὸ εὐαγγέλιον  τῆς δικαιοσύνης, ἐπήγαγεν· Ἵνα δῷ αὐτοῖς νοῦν ἔνθεον. Τί δέ ἐστιν, ἔνθεον; Ἵνα ὁ Θεὸς οἰκῇ ἐν αὐτῷ· Ἐνοικήσω γὰρ, φησὶν, ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω. Ὅταν γὰρ γένηται  δίκαιος ὁ νοῦς, ὅταν ἀποδύσηται τὰ ἁμαρτήματα, οἶκος γίνεται  τοῦ Θεοῦ· ὅταν δὲ ὁ Θεὸς ἐνοικῇ, οὐδὲν  ἀνθρώπινον  ἔσται λοιπόν.  Καὶ οὕτω γίνεται  ἔνθους ὁ νοῦς, ἅπαντα φθεγγόμενος ἐκεῖθεν, ὥσπερ οὖν καὶ οἶκος τοῦ Θεοῦ ἔνδον οἰκοῦντος. Ὁ αἰσχρολογῶν ἄρα οὐκ ἔχει ἔνθεον νοῦν, οὐδὲ ὁ εὐτραπελίᾳ καὶ γέλωτι χαίρων. Σώφρονα λογισμόν. Καὶ τί ποτέ ἐστι σώφρονα λογισμὸν ἔχειν; Τὸ τὴν ὑγείαν κεκτῆσθαι τὴν κατὰ ψυχήν· ὡς ὅ γε κατεχόμενος  ἐπιθυμίᾳ πονηρίας, καὶ πρὸς τὰ παρόντα ἐπτοημένος, οὐκ ἂν εἴη σώφρων, τουτέστιν, ὑγιής. Καὶ ὥσπερ ὁ νοσῶν καὶ τῶν οὐ προσηκόντων ἐπιθυμεῖ, οὕτω καὶ οὗτος. Καὶ ἐνάρετον  πολιτείαν.  Τὰ γὰρ δόγματα πολιτείας  χρείαν  ἔχει. Ἀκούσατε τούτων, οἱ πρὸς τῷ τέλει τοῦ βίου ἐπὶ τὸ βάπτισμα ἰόντες. Ἡμεῖς μὲν γὰρ εὐχόμεθα, ἵνα  μετὰ τὸ βάπτισμα καὶ πολιτείαν  σχῆτε· σὺ δὲ σπεύδεις καὶ πάντα ποιεῖς, ὥστε πολιτείας  ἔρημος ἀπελθεῖν. Τί γὰρ, εἰ καὶ δίκαιος γίνῃ, ἀλλ' ἀπὸ τῆς πίστεως  μόνης;  Ἡμεῖς  δὲ  καὶ  τὴν   ἀπὸ  τῶν   κατορθωμάτων   εὐχόμεθα  σχεῖν παῤῥησίαν.  ∆ιαπαντὸς  τὰ  αὐτοῦ  νοεῖν,  τὰ  αὐτοῦ  φρονεῖν,  τὰ  αὐτοῦ  μελετᾷν. Σώφρονα γὰρ λογισμὸν καὶ ἐνάρετον πολιτείαν οὐ μίαν ἡμέραν οὐδὲ δύο καὶ τρεῖς αἰτοῦμεν  μόνον, ἀλλὰ διὰ παντὸς  τοῦ βίου καὶ τῆς ζωῆς, καὶ τὴν ὑπόθεσιν τῶν ἀγαθῶν ἁπάντων,  τὸ τὰ αὐτοῦ φρονεῖν. Οἱ γὰρ πολλοὶ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ. Πῶς οὖν  τοῦτο ἂν γένοιτο;  δεῖ γὰρ μετὰ τῆς εὐχῆς  καὶ τὰ παρ' ἑαυτῶν συνεισφέρειν. Ἐὰν ἐν τῷ νόμῳ αὐτοῦ καταγινώμεθα ἡμέρας καὶ νυκτός· διὸ καὶ  ἐπάγει  τοῦτο  αἰτῶν·  Ἐν τῷ  νόμῳ  αὐτοῦ  καταγίνεσθαι.  Καὶ ὥσπερ ἄνω  τὸ, ∆ιαπαντὸς, εἶπεν, οὕτως ἐνταῦθα, Ἡμέρας καὶ νυκτός. ∆ιὸ καὶ αἰσχύνομαι διὰ τοὺς ἅπαξ τοῦ ἐνιαυτοῦ μόλις ἐν ἐκκλησίᾳ φαινομένους. Τίνα γὰρ σχοῖεν ἀπολογίαν οἱ δι' ἡμέρας καὶ νυκτὸς οὐχ ἁπλῶς ὁμιλεῖν τῷ νόμῳ, ἀλλὰ καταγίνεσθαι κελευόμενοι, τουτέστι προσαδολεσχεῖν, καὶ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ζωῆς τοῦτο ποιοῦντες, τῶν ἐντολῶν αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάσσειν;

ζʹ. Εἶδες σειρὰν ἀρίστην, καὶ πῶς ἕκαστον αὐτῶν τοῦ πλησίον ἔχεται, πάσης χρυσῆς ἁλύσεως ἀσφαλέστερόν τε καὶ εὐπρεπέστερον συγκείμενον; Αἰτήσας γὰρ νοῦν ἔνθεον, λέγει πῶς ἂν γένοιτο οὗτος. Πῶς δ' ἂν γένοιτο; Ἐκ τοῦ διαπαντὸς αὐτὸν μελετᾷν. Τοῦτο δὲ πῶς  ἂν  συμβαίη; Ἐκ τοῦ  τῷ  νόμῳ  προσέχειν  διηνεκῶς.  Πῶς δ' ἂν  πεισθείησαν ἄνθρωποι  τοῦτο,  Εἰ τὰς  ἐντολὰς  αὐτοῦ  τηροῖεν·  μᾶλλον  δὲ  ἐκ  τοῦ  τῷ  νόμῳ προσέχειν,  καὶ  τὸ  τὰς  ἐντολὰς  τηρεῖν  γίνεται· ὥσπερ οὖν  καὶ  ἐκ τοῦ  τὰ  αὐτοῦ φρονεῖν  καὶ ἔνθεον  ἔχειν  νοῦν,  τὸ τὰ αὐτοῦ μελετᾷν.  Ἕκαστον  γὰρ τῶν εἰρημένων  καὶ συγκατασκευάζει τὸ πλησίον, καὶ συγκατασκευάζεται παρ' αὐτοῦ, συνέχον τε αὐτὸ καὶ συνεχόμενον παρ' αὐτοῦ. Ἔτι ἐκτενέστερον ὑπὲρ αὐτῶν παρακαλέσωμεν. Ἐπειδὴ γὰρ ἐν τῷ μακρῷ λόγῳ  καταδαρθάνειν  εἴωθεν  ἡ ψυχὴ, πάλιν αὐτὴν διανίστησι. Μεγάλα γὰρ βούλεταί τινα αἰτῆσαι πάλιν καὶ ὑψηλά· διό φησιν·  Ἔτι ἐκτενέστερον  ὑπὲρ  αὐτῶν  παρακαλέσωμεν.  Τί δὲ  τοῦτό  ἐστιν;  Ἵνα ἐξέληται  αὐτοὺς  ἀπὸ  παντὸς  πονηροῦ  καὶ  ἀτόπου  πράγματος.  Ἐνταῦθα  τὸ  μὴ εἰσελθεῖν  εἰς  πειρασμὸν  καὶ  τὸ  πάσης ἐπιβουλῆς  ἀπαλλαγῆναι  αἰτοῦμεν  αὐτοῖς σωματικῶν   τε  ὁμοῦ  καὶ   πνευματικῶν·   διὸ  καὶ   ἐπάγει   λέγων·   Ἀπὸ  παντὸς ἁμαρτήματος   διαβολικοῦ,   καὶ   πάσης   περιστάσεως   τοῦ   Ἀντικειμένου·   τοὺς πειρασμοὺς δηλῶν καὶ τὰς ἁμαρτίας. Εὐπερίστατον γὰρ ἡ ἁμαρτία, πάντοθεν ἱσταμένη, ἔμπροσθεν, ὄπισθεν, καὶ οὕτως ἡμᾶς καταβάλλουσα. Ἐπειδὴ γὰρ εἶπεν ἃ δεῖ  γενέσθαι  παρ' ἡμῶν,  ἐν  τῷ  νόμῳ  αὐτοῦ  καταγίνεσθαι,  τῶν  ἐντολῶν  αὐτοῦ μνημονεύειν, τὰ δικαιώματα αὐτοῦ φυλάττειν· πείθει λοιπὸν, ὅτι οὐδὲ ταῦτα ἀρκεῖ, ἂν  μὴ αὐτὸς  παρῇ καὶ βοηθῇ. Ἐὰν γὰρ μὴ Κύριος οἰκοδομήσῃ οἶκον,  εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· καὶ μάλιστα ἐπὶ τούτων, οἳ ἔτι πρόκεινται τῷ διαβόλῳ,  καὶ  ὑπὸ  τὴν  ἀρχήν  εἰσι  τὴν  αὐτοῦ.  Καὶ ἴστε  ταῦτα  οἱ  μεμυημένοι. Ἀναμνήσθητε γοῦν τῶν ῥημάτων ἐκείνων, δι' ὧν ἀπετάξασθε αὐτοῦ τῇ τυραννίδι, γόνυ  κλίναντες,  καὶ πρὸς τὸν  Βασιλέα αὐτομολήσαντες,  καὶ τὰ φρικώδη  ἐκεῖνα φθεγξάμενοι   ῥήματα,  δι'   ὧν   παιδευόμεθα   μηδὲν   αὐτῷ   καθόλου   πείθεσθαι. Ἀντικείμενον  δὲ  αὐτὸν  καλεῖ  καὶ  διάβολον,  ἐπειδὴ  καὶ  Θεὸν πρὸς  ἀνθρώπους διαβάλλει, καὶ ἡμᾶς πρὸς Θεὸν, καὶ πάλιν ἡμᾶς αὐτοὺς πρὸς ἀλλήλους· ποτὲ μὲν γὰρ τὸν Ἰὼβ πρὸς τὸν Θεὸν, λέγων· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Κύριον; καὶ πάλιν τὸν Θεὸν πρὸς τὸν Ἰώβ· Πῦρ κατῆλθεν  ἐκ τοῦ οὐρανοῦ· καὶ πρὸς τὸν Ἀδὰμ πάλιν τὸν Θεὸν, ὅτε ἔλεγε διανοιχθήσεσθαι αὐτῶν τοὺς ὀφθαλμούς· καὶ πρὸς πολλοὺς τῶν νῦν ἀνθρώπων,  λέγων· Οὐ προνοεῖ Θεὸς τῶν ὁρωμένων, ἀλλὰ δαίμοσιν ἀφῆκε τὰ καθ' ὑμᾶς· καὶ πρὸς πολλοὺς δὲ τῶν Ἰουδαίων τὸν Χριστὸν διέβαλε, πλάνον  καὶ γόητα καλῶν. Πῶς δὲ ἐνεργεῖ, ἴσως βούλεταί τις ἀκοῦσαι. Ὅταν μὴ εὕρῃ νοῦν ἔνθεον, ὅταν μὴ σώφρονα ψυχὴν, ὅταν μὴ μνημονεύῃ τῶν ἐντολῶν  τοῦ Θεοῦ, μηδὲ φυλάσσῃ τὰ δικαιώματα αὐτοῦ, τότε αἰχμάλωτον  λαβὼν  ἄπεισιν. Ὁ γοῦν Ἀδὰμ εἰ ἐμνημόνευε τῆς ἐντολῆς λεγούσης, Ἀπὸ παντὸς ξύλου φαγῇ, εἰ ἐφύλασσε τὸ δικαίωμα τὸ λέγον, Ἧ ἂν ἡμέρᾳ φάγητε, τότε θανάτῳ ἀποθανεῖσθε· οὐκ ἂν ἔπαθεν ἅπερ ἔπαθεν. Ἵνα καταξιώσῃ αὐτοὺς ἐν καιρῷ εὐθέτῳ τῆς τοῦ λουτροῦ παλιγγενεσίας,  τῆς ἀφέσεως τῶν ἁμαρτιῶν. Τὰ μὲν γὰρ παρόντα αἰτοῦμεν, τὰ δὲ μέλλοντα· καὶ φιλοσοφοῦμεν ὑπὲρ τοῦ λουτροῦ, καὶ ἐν τῇ αἰτήσει παιδεύομεν αὐτοὺς εἰδέναι αὐτοῦ τὴν ἰσχύν. Ἐντεῦθεν  γὰρ ἤδη ὁ λόγος   αὐτοὺς  συνεθίζει εἰδέναι,  ὅτι ἀναγέννησις  τὸ πρᾶγμά ἐστι, καὶ πάλιν γεννώμεθα, ὥσπερ ἀπὸ τῆς μήτρας, οὕτως ἀπὸ τῶν ὑδάτων· ἵνα μὴ λέγωσι  κατὰ τὸν Νικόδημον, Πῶς δύναταί  τις γεννηθῆναι  γέρων  ὤν; μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ εἰσελθεῖν, καὶ γεννηθῆναι  ἄνωθεν; Εἶτα, ἐπειδὴ ἄφεσιν εἶπεν ἁμαρτιῶν, διὰ τῶν ἑξῆς αὐτὴν πιστοῦται λέγων· Τοῦ ἐνδύματος τῆς ἀφθαρσίας. Ὁ γὰρ υἱότητα ἐνδυόμενος, δῆλον ὅτι ἄφθαρτος γίνεται. Τί δέ ἐστιν, Ἐν καιρῷ εὐθέτῳ; Ὅταν εὖ διακείμενος ᾖ, ὅταν μετὰ προθυμίας καὶ πίστεως προσίῃ· τοῦ γὰρ πιστοῦ καιρὸς εὔθετος οὗτός ἐστιν. Ἵνα εὐλογήσῃ τὰς εἰσόδους αὐτῶν καὶ τὰς  ἐξόδους,  πάντα   τὸν   βίον  αὐτῶν.   Ἐνταῦθα  δὲ  καὶ  σωματικόν   τι  αἰτεῖν κελεύονται, ὡς ἔτι ἀσθενέστεροι ὄντες. Τοὺς οἴκους αὐτῶν, καὶ τὰς οἰκετίας. Τουτέστιν, ἄν τε θεράποντας ἔχωσιν, ἄν τε συγγενεῖς, ἄν τε ἑτέρους τινὰς προσήκοντας. Ταῦτα γὰρ ἦν τῆς Παλαιᾶς τὰ ἔπαθλα· καὶ οὐδὲν οὕτω δεινὸν ἐδόκει εἶναι, ὡς χηρεία, ὡς ἀπαιδία, ὡς τὰ πένθη τὰ ἄωρα, ὡς τὸ ἐν λιμῷ εἶναι, ὡς τὸ μὴ ἐξ οὐρίας   τὰ   πράγματα   αὐτοῖς   φέρεσθαι.   ∆ιὰ  δὴ   τοῦτο   καὶ   τούτους   ἀφίησιν ἐμφιλοχωρεῖν  ταῖς αἰτήσεσι ταῖς σωματικωτέραις, κατὰ μικρὸν αὐτοὺς ἀναβιβάζων. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ποιεῖ, τοῦτο καὶ ὁ Παῦλος, παλαιῶν μεμνημένος εὐλογιῶν· ὁ μὲν Χριστὸς, ὅταν λέγῃ· Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι γῆν· ὁ δὲ Παῦλος, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Τὰ τέκνα αὐτῶν ἵνα αὐξήσας εὐλογήσῃ, καὶ εἰς μέτρον ἡλικίας ἀγαγὼν σοφίσῃ. ηʹ. Πάλιν ἐνταῦθα καὶ σωματικὸν καὶ πνευματικὸν,  ἅτε νηπιωδέστερον  διακειμένοις. Εἶτα τὸ ὕστερον καθόλου πνευματικόν· Ἵνα κατευθύνῃ αὐτοῖς πάντα τὰ προκείμενα πρὸς τὸ συμφέρον. Οὐ γὰρ ἁπλῶς τὰ προκείμενα, ἀλλὰ πρὸς τὸ συμφέρον. Πολλάκις γὰρ πρόκειται ἀποδημία, ἀλλ' οὐ συμφέρει· ἕτερόν τι τοιοῦτον, ἀλλ' οὐκ ἔστι λυσιτελοῦν.   Ἀπὸ   τούτων   παιδεύονται    ἐν   πᾶσιν   εὐχαριστεῖν   τῷ   Θεῷ,  ὡς συμφερόντως   γινομένοις.   Καὶ  μετὰ  ταῦτα   πάντα   ἐγείρεσθαι  κελεύει   λοιπόν. Πρότερον γὰρ αὐτοὺς χαμαὶ ῥίψας, ὅτε ᾔτησαν ἅπερ ᾔτησαν καὶ παῤῥησίας ἐνεπλήσθησαν, ἀνίστησιν αὐτοὺς ὁ λόγος, καὶ κελεύει λοιπὸν  καὶ αὐτοὺς ἔχεσθαι τῆς πρὸς τὸν Θεὸν ἱκετηρίας. Τὰ μὲν γὰρ ἡμεῖς λέγομεν, τὰ δὲ αὐτοῖς ἐπιτρέπομεν, ἤδη τὰς θύρας αὐτοῖς ἀνοίγοντες  τοῦ αἰτεῖν·  καθάπερ τοὺς παῖδας πρότερον μὲν αὐτοὶ διδάσκομεν, ἔπειτα δὲ καὶ δι' ἑαυτῶν  φθέγγεσθαι  κελεύομεν λέγοντες· Τὸν ἄγγελον  τῆς εἰρήνης αἰτήσατε, οἱ κατηχούμενοι. Ἔστι γὰρ ἄγγελος κόλασιν ἔχων, ὡς ὅταν λέγῃ· Ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ἔστιν ὀλοθρευτής. ∆ιὰ τοῦτο τὸν ἄγγελον τῆς εἰρήνης κελεύομεν αἰτεῖν, παιδεύοντες, ὃ πάντων ἐστὶ σύνδεσμος τῶν ἀγαθῶν,  εἰρήνη,  τοῦτο  ζητεῖν,  ὥστε πάσης ἀπηλλάχθαι  μάχης, παντὸς  πολέμου, πάσης στάσεως. Εἰρηνικὰ ὑμῖν πάντα τὰ προκείμενα. Κἂν  γὰρ φορτικὸν ᾖ τι, εἰρήνην  δὲ ἔχῃ, κοῦφόν  ἐστι. ∆ιὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Οὐδὲν γὰρ οὕτως ὅπλον ἰσχυρὸν τῷ διαβόλῳ, ὡς μάχη καὶ ἔχθρα καὶ πόλεμος. Εἰρηνικὴν τὴν παροῦσαν ἡμέραν, καὶ πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν αἰτήσασθε. Εἶδες πῶς πάλιν ὁλόκληρον τὸν βίον ἐν ἀρετῇ κελεύει εἶναι; Χριστιανὰ ὑμῶν τὰ τέλη· τὸ κεφάλαιον  τῶν ἀγαθῶν,  τὸ καλὸν καὶ τὸ συμφέρον. Ὃ γὰρ μὴ καλὸν, οὐδὲ συμφέρον. Ἄλλη γὰρ παρ' ἡμῖν τῶν συμφερόντων  ἡ φύσις παρὰ τὴν τῶν πολλῶν  ὑπόληψιν.  Ἑαυτοὺς τῷ ζῶντι Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ παραθέσθαι. Οὔπω  γὰρ  τῶν  ὑπὲρ  ἑτέρων  αὐτοῖς  ἐπιτρέπομεν,  ἀλλ'  ἀγαπητὸν  ὑπὲρ  αὑτῶν δύνασθαι δεῖσθαι. Εἶδες εὐχὴν ἀπηρτισμένην, καὶ δογμάτων  ἕνεκεν καὶ πολιτείας; Ὅταν γὰρ Εὐαγγέλιον εἴπωμεν,  ὅταν  ἔνδυμα  ἀφθαρσίας, ὅταν  λουτρὸν παλιγγενεσίας,   τὰ  δόγματα  εἴπομεν  πάντα·  ὅταν  νοῦν  ἔνθεον,  ὅταν  σώφρονα λογισμὸν, ὅταν τὰ ἄλλα ἅπερ εἰρήκαμεν, τὴν πολιτείαν ᾐνιξάμεθα. Εἶτα κλῖναι τὰς κεφαλὰς κελεύομεν, τεκμήριον τοῦ τὰς εὐχὰς ἀκουσθῆναι ποιούμενοι τὸ τὸν Θεὸν εὐλογεῖν. Οὐ γὰρ δὴ ἄνθρωπός ἐστιν ὁ εὐλογῶν,  ἀλλὰ διὰ τῆς ἐκείνου χειρὸς καὶ γλώττης   αὐτῷ   προσάγομεν  τῷ   Βασιλεῖ  τὰς   κεφαλὰς   τῶν   παρεστώτων.   Καὶ ἐπιβοῶσιν ἅπαντες τὸ, Ἀμήν. Ταῦτα δέ μοι πάντα τίνος ἕνεκεν εἴρηται; Ἵνα διδάξω ὅτι τὸ ἑτέρων δεῖ ζητεῖν, ἵνα μὴ νομίσωσιν οἱ πιστοὶ μηδὲν εἶναι πρὸς αὐτοὺς, ὅταν ταῦτα  λέγηται.  Οὐ γὰρ  δὴ  τοῖς  τοίχοις  ὁ  διάκονος  λέγει·  ∆εηθῶμεν  ὑπὲρ  τῶν κατηχουμένων. Ἀλλά τινες οὕτως εἰσὶν ἀνόητοι καὶ βλᾶκες καὶ διαλελυμένοι, ὡς μὴ μόνον ἐν τῷ καιρῷ τῶν κατηχουμένων, ἀλλὰ καὶ ἐν τῷ καιρῷ τῶν πιστῶν ἑστάναι καὶ διαλέγεσθαι. Ἐντεῦθεν πάντα διέστραπται, ἐντεῦθεν πάντα ἀπόλωλεν, ὅτι ἐν τῷ καιρῷ, ἐν ᾧ μάλιστα δεῖ τὸν Θεὸν καταλλάττειν, ἐν τούτῳ παροξύνοντες ἄπιμεν. Καὶ γὰρ ἐπὶ τῶν πιστῶν ὑπὲρ ἐπισκόπων, ὑπὲρ πρεσβυτέρων, ὑπὲρ βασιλέων, ὑπὲρ τῶν κρατούντων,  ὑπὲρ γῆς  καὶ θαλάσσης, ὑπὲρ ἀέρων,  ὑπὲρ τῆς  οἰκουμένης  ἁπάσης κελευόμεθα  προσιέναι τῷ  φιλανθρώπῳ  Θεῷ. Ὅταν οὖν  οἱ τοσαύτην  ὀφείλοντες ἔχειν παῤῥησίαν, ὡς ὑπὲρ ἀλλοτρίων δεῖσθαι, μηδὲ ὑπὲρ ἑαυτῶν νήφοντες προσευχώμεθα, τίς ἡμῖν ἡ ἀπολογία; ποία συγγνώμη; ∆ιὸ δὴ παρακαλῶ ταῦτα πάντα ἐννοήσαντας, εἰδέναι καιρὸν εὐχῆς, καὶ μεταρσίους γίνεσθαι, καὶ ἀπαλλάττεσθαι τῆς γῆς, καὶ αὐτῶν ἅπτεσθαι τῶν ἁψίδων τοῦ οὐρανοῦ, ἵνα δυνηθῶμεν τὸν Θεὸν ἵλεων ποιῆσαι, καὶ τυχεῖν τῶν ἐπηγγελμένων  ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ  τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας  τῶν αἰώνων. Ἀμήν. 



Πρώτη εισαγωγή  και δημοσίευση κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η  επεξεργασία, επιμέλεια  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/


Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |