ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ: ΟΜΙΛΙΑ Θʹ.Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.

Πέμπτη 20 Οκτωβρίου 2016

ΟΜΙΛΙΑ Θʹ.Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ.




Ιωάννης Χρυσόστομος
Πρός Τιμόθεον Επιστολή Α'
Τόμος 62


ΟΜΙΛΙΑ Θʹ.Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Γυναικὶ δὲ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρὸς, ἀλλ' εἶναι ἐν ἡσυχίᾳ. Ἀδὰμ γὰρ πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης.

αʹ. Πολλὴν ἀπαιτεῖ τὴν αἰδὼ παρὰ τῶν γυναικῶν  ὁ μακάριος Παῦλος, πολλὴν τὴν κοσμιότητα. ∆ιὰ τοῦτο οὐ μέχρι σχημάτων, οὐ μέχρι καταστολῆς πρόεισιν, ἀλλὰ καὶ μέχρι φωνῆς· καὶ τί φησι; Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω.  Τί ἐστι τοῦτο; Μηδὲ φθεγγέσθω, φησὶν, ἐν ἐκκλησίᾳ γυνή· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους Ἐπιστολῇ γράφων  ἔλεγεν· Αἰσχρὸν γάρ ἐστιν γυναιξὶν  ἐν ἐκκλησίᾳ λαλεῖν. Τί δήποτε; Ὅτι ὁ νόμος αὐτὰς, φησὶν, ὑπέταξε. Καὶ πάλιν ἑτέρωθι, Εἰ δέ τι μανθάνειν  ἐθέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἀλλὰ τότε μὲν αἱ γυναῖκες ἀπὸ τῆς τοιαύτης διδασκαλίας ἐσίγων· νυνὶ δὲ παρ' αὐταῖς πολὺς ὁ θόρυβος, πολλὴ ἡ κραυγὴ, πολλὴ ἡ διάλεξις, οὐδαμοῦ ἀλλαχοῦ τοσαύτη, ὅση ἐνταῦθα·  πάσας διαλεγομένας  ἴδοι τις ἂν, ὅσα οὔτε ἐν ἀγορᾷ, οὔτε ἐν βαλανείοις.


 Ὥσπερ γὰρ δι' αὐτὸ τοῦτο παραγινόμεναι, ἵνα ἄνεσιν ἔχωσιν, οὕτω περὶ τὴν τῶν ἀνονήτων  διάλεξιν ἠσχόληνται ἅπασαι. ∆ιὰ τοῦτο πάντα ἄνω καὶ κάτω γέγονε· καὶ οὐκ ἐννοοῦσιν,  ὅτι οὐδὲ ἔστιν ἄλλως  μαθεῖν τι τῶν χρησίμων μὴ ἡσυχαζούσας. Ὅταν γὰρ ἐπείγηται μὲν πρὸς τὴν διάλεξιν ὁ λόγος, μηδεὶς δὲ προσέχῃ τοῖς λεγομένοις, τί τὸ ὄφελος;  Τοσοῦτον  γὰρ  αὐτὴν  σιγηρὰν  εἶναι  δεῖ,  φησὶν,  ὡς  μὴ  μόνον  περὶ   βιωτικῶν,  ἀλλὰ μηδὲ περὶ πνευματικῶν φθέγγεσθαι ἐν ἐκκλησίᾳ. Τοῦτο κόσμος, τοῦτο αἰδὼς,  τοῦτο  μᾶλλον   αὐτὴν  τῶν  ἱματίων   κοσμῆσαι  δυνήσεται·  ἂν  οὕτως  ἑαυτὴν περιστείλῃ, δυνήσεται καὶ μετὰ πολλῆς τῆς εὐκοσμίας τὰς εὐχὰς ποιεῖσθαι. Γυναικὶ δὲ οὐκ   ἐπιτρέπω   διδάσκειν.   Οὐκ  ἐπιτρέπω,   φησί·   ποίαν   ἐνταῦθα   τοῦτο   ἔχει   τὴν ἀκολουθίαν; Καὶ πολλήν. Περὶ ἡσυχίας διελέγετο, περὶ κοσμιότητος, περὶ αἰδοῦς· εἶπεν, ὅτι  Λαλεῖν αὐτὰς  οὐ βούλομαι.  Πάντοθεν  τοίνυν  βουλόμενος  αὐτῶν  περικόψαι  τὴν ἀφορμὴν   τῆς  λαλιᾶς,  μηδὲ  διδασκέτωσαν,  φησὶν,  ἀλλὰ  τὴν  τῶν  μαθητευομένων ἐχέτωσαν τάξιν· οὕτω γὰρ διὰ τῆς σιγῆς καὶ τὴν ὑποταγὴν  δείξουσι. Λάλον γάρ πως τὸ γένος ἐστί· διὰ τοῦτο πάντοθεν  αὐτὴν καταστέλλει. Ἀδὰμ γὰρ, φησὶ, πρῶτος ἐπλάσθη, εἶτα Εὔα· καὶ Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παραβάσει γέγονε. Τί οὖν ταῦτα  πρὸς τὰς νῦν; Ναὶ, φησί· τῆς πλείονος  ἀπέλαυσε τιμῆς  τὸ τῶν  ἀνδρῶν  γένος· πρῶτον  ἐπλάσθη. Ἀλλαχοῦ δὲ καὶ τὸ μεῖζον ἔδειξεν, οὕτω λέγων·  Οὐ γὰρ ἐπλάσθη ὁ ἀνὴρ διὰ τὴν  γυναῖκα,  ἀλλ' ἡ γυνὴ  διὰ τὸν ἄνδρα. Τί οὖν τοῦτο λέγει; Πολλαχόθεν βουλόμενος  τὸν  ἄνδρα  πρωτεύειν.  Πρῶτον μὲν  γὰρ ἀπὸ τούτων  ἐχέτω  τὰ πρωτεῖα, φησὶ, δεύτερον δὲ ἀπὸ τῶν ἤδη γενομένων.  Ἐδίδαξέ ποτε τὸν ἄνδρα, καὶ πάντα κατέστρεψε, καὶ τῇ παρακοῇ ὑπεύθυνον  ἐποίησε. ∆ιὰ τοῦτο  αὐτὴν  ὑπέταξεν  ὁ Θεὸς, ἐπειδὴ τῇ ἀρχῇ, μᾶλλον δὲ τῇ ὁμοτιμίᾳ κακῶς ἐχρήσατο. Πρὸς τὸν ἄνδρα σου, φησὶν, ἡ ἀποστροφή σου. Πρὸ δὲ τούτου οὐκ εἴρητο τοῦτο. Πῶς δὲ Ἀδὰμ οὐκ ἠπατήθη; οὐκοῦν οὐ παρήκουσεν,  εἴ   γε  οὐκ  ἠπατήθη.  Πρόσεχε ἀκριβῶς.  Ἡ  γυνή  φησιν,  Ὁ ὄφις ἠπάτησέ με· ὁ δὲ Ἀδὰμ οὐ λέγει,  Ἡ γυνὴἠπάτησέ  με, ἀλλ' ὅτι Αὕτη ἔδωκέ  μοι, καὶ ἔφαγον. Οὐκ ἔστι δὲ ἴσον, παρὰ τῆς ὁμοφύλου καὶ συγγενοῦς δέξασθαι τὴν ἀπάτην, καὶ παρὰ θηρίου, τοῦ δούλου, τοῦ ὑποτεταγμένου·  ὥστε ἐκεῖνο ἀπάτης ἐστί. Πρὸς οὖν τὴν σύγκρισιν τῆς γυναικός φησιν αὐτὸν μὴ ἠπατῆσθαι, ὅτι ἐκείνη μὲν ὑπὸ τοῦ δούλου καὶ ὑποτεταγμένου,  οὗτος δὲ ὑπὸ τῆς ἐλευθέρας. Πάλιν δὲ οὐ περὶ τοῦ Ἀδὰμ εἴρηται, ὅτι Εἶδε τὸ ξύλον ὅτι καλὸν εἰς βρῶσιν, ἀλλὰ περὶ τῆς γυναικὸς, καὶ ὅτι ἔφαγε, καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· ὥστε οὗτος οὐκ ἐπιθυμίᾳ ἁλοὺς παρέβη, ἀλλὰ τῇ γυναικὶ  πεισθεὶς ἁπλῶς. Ἐδίδαξεν ἅπαξ ἡ γυνὴ, καὶ πάντα κατέστρεψε· διὰ τοῦτό φησι, Μὴ διδασκέτω. Τί οὖν πρὸς τὰς λοιπὰς, εἰ ἐκείνη τοῦτο ἔπαθε; Καὶ πάνυ· τὸ γὰρ γένος ἀσθενὲς καὶ κοῦφον. Ἄλλως δὲ, περὶ τῆς φύσεως ἐνταῦθα πάσης λέγεται· οὐ γὰρ εἶπεν, Ἡ δὲ Εὔα ἀπατηθεῖσα, ἀλλ', Ἡ γυνὴ, ὅπερ ἐστὶν ὄνομα τοῦ κοινοῦ γένους μᾶλλον  ἢ ἐκείνης. Τί οὖν; πᾶσα ἡ φύσις   ἐν   παραβάσει  γέγονε   δι'  ἐκείνης;   Ὥσπερ  περὶ  τοῦ  Ἀδάμ  φησιν,   ὅτι  Ἐν ὁμοιώματιτῆς  παραβάσεως Ἀδὰμ, ὅς ἐστι τύπος τοῦ μέλλοντος·  οὕτω καὶ ἐνταῦθα  τὸ γυναικεῖον  γένος παρέβη, οὐ τὸ ἀνδρεῖον. Τί οὖν; οὐκ ἔχει σωτηρίαν; Ναὶ, φησί. Ποίαν δὴ ταύτην; Τὴν διὰ τῶν τέκνων·  οὐ γὰρ δὴ περὶ τῆς Εὔας ἔλεγεν· Ἐὰν μείνωσιν  ἐν τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ποίᾳ πίστει; ποίᾳ ἀγάπῃ; ποίῳ ἁγιασμῷ μετὰ σωφροσύνης; Ὡς ἂν εἰ ἔλεγε· Μὴ κατηφεῖς ἐστε, αἱ γυναῖκες, ὅτι τὸ γένος ὑμῶν   διαβέβληται·   ἔδωκεν   ὑμῖν   ὁ   Θεὸς  καὶ   ἑτέραν   ἀφορμὴν   σωτηρίας,   τὴν παιδοτροφίαν·  ὥστε μὴ μόνον  δι' ἑαυτῶν,  ἀλλὰ  καὶ δι' ἑτέρων  σώζεσθαι. Ὅρα πόσα κατὰ ταυτὸν ζητήματα τίκτεται. Ἡ γυνὴ ἀπατηθεῖσα, φησὶν, ἐν παραβάσει γέγονε. Τίς; Ἡ Εὔα. Αὐτὴ οὖν σωθήσεται διὰ τῆς τεκνογονίας; Οὐ τοῦτό φησιν, ἀλλ' ὅτι ἡ φύσις ἡ γυναικεία σωθήσεται. Αὕτη δὴ οὐκ ἐν παραβάσει γέγονε; Ναὶ, γέγονεν, ἀλλὰ παρέβη μὲν ἡ Εὔα, σωθήσεται δὲ τὸ γυναικεῖον  γένος διὰ τῆς τεκνογονίας.  ∆ιὰ τί γὰρ μὴ καὶ διὰ τῆς οἰκείας ἀρετῆς; μὴ γὰρ ἐκείνη τοῦτο ταῖς ἄλλαις ἐξέκλεισε; τί οὖν πρὸς τὰς παρθένους; τί  δὲ  πρὸς  τὰς  στείρας;  τί  δὲ  πρὸς  τὰς  χήρας,  τὰς  πρὶν  ἢ  τεκεῖν   τοὺς  ἄνδρας ἀποβαλούσας; ἀπολώλασιν;  ἐλπίδα  οὐκ ἔχουσι; καὶ μὴν αἱ παρθένοι  εἰσὶν αἱ μάλιστα εὐδοκιμοῦσαι. Τί ποτε οὖν βούλεται εἰπεῖν;
βʹ. Τινές φασιν, ὅτι ὥσπερ τὸ πᾶν γένος ὑπέταξεν ἀπὸ τῆς διαπλάσεως διὰ τῶν εἰς τὴν πρώτην  γενομένων  γυναῖκα  (ἐπειδὴ γὰρ ἡ Εὔα δευτέρα ἐπλάσθη καὶ ὑπετάγη, καὶ τὸ λοιπὸν γένος ὑποτασσέσθω, φησίν)· οὕτως ἄρα, ἐπειδὴ καὶ παρέβη, καὶ τὸ λοιπὸν γένος γέγονεν ἐν τῇ παραβάσει. Ἀλλ' οὐκ ἔχει λόγον· ἐκεῖ μὲν γὰρ τῆς τοῦ Θεοῦ δωρεᾶς γέγονε  τὸ πᾶν, ἐνταῦθα  δὲ τῆς ἁμαρτίας τῆς γυναικός.  Ὃ οὖν λέγει, τοῦτό ἐστιν· ὅτι ὥσπερ πάντες ἀπέθανον ἄνθρωποι διὰ τοῦ ἑνὸς, ἐπειδὴ ὁ εἷς ἥμαρτεν, οὕτω καὶ πᾶν τὸ γυναικεῖον  γένος  παρέβη, ἐπειδὴ ἐν παραβάσει γέγονεν  ἡ γυνή. Μηδὲν οὖν ἀλγείτω· ἔδωκεν αὐτῇ ὁ Θεὸς παραμυθίαν οὐ μικρὰν, τὸ τεκεῖν παιδία. Ἀλλὰ τοῦτο τῆς φύσεως, φησί.  Καὶ  ἐκεῖνο  τῆς  φύσεως·  οὐ  γὰρ  μόνον   τὸ  τῆς  φύσεως,  ἀλλὰ  καὶ  τὸ  τῆς παιδοτροφίας  κεχάρισται. Ἐὰν ἐπιμείνωσι,  φησὶ, τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης· τουτέστιν, ἐὰν αὐτοὺς ἐν ἀγάπῃ μετὰ τὸ τεκεῖν καὶ ἁγνείᾳ διατηρήσωσιν. Ἐν τούτοις οὐ μικρὸν ἕξουσι τὸν ὑπὲρ τούτων μισθὸν, ἀλλὰ καὶ σφόδρα μέγαν,   ὅτι   ἀθλητὰς   ἔθρεψαν   τῷ   Χριστῷ.  Ἁγιασμὸν  δὲ  τὸν   ὀρθὸν   λέγει   βίον, σωφροσύνην δὲ τὴν κοσμιότητα. Πιστὸς ὁ λόγος. Πρὸς τοῦτο εἴρηται, οὐ πρὸς τὸ, Εἴ τις ἐπισκοπῆς ὀρέγεται. Ἐπειδὴ γὰρ τοῦτο ἀμφιβαλλόμενον ἦν, διὰ τοῦτο λέγει, Πιστὸς ὁ λόγος, ὅτι δυνήσονται  πατέρες ἀπολαύειν  τῆς τῶν  παίδων  ἀρετῆς, καὶ μητέρες, ὅταν αὐτοὺς ἐκθρέψωσι καλῶς. Τί οὖν, ἂν αὐτὴ μὲν ᾖ μοχθηρὰ καὶ μυρίων κακῶν γέμουσα; ἆρα  ἀπὸ  τῆς  παιδοτροφίας  ὠφεληθήσεται;  οὐκ  εἰκὸς  δὲ  μᾶλλον  τοιούτους  αὐτοὺς τρέφειν ὁμοίους αὐτῇ; Περὶ τῆς ἐναρέτου ταῦτά φησιν, οὐ τῆς τυχούσης, ὅτι πολὺν καὶ τούτου  λήψεται  μισθὸν  καὶ ἀμοιβήν.  Ἀκούσατε ταῦτα, πατέρες  καὶ μητέρες, ὡς οὐκ ἄμισθος ὑμῖν  ἔσται ἡ παιδοτροφία.  Τοῦτο οὖν  καὶ προϊών  φησιν,  Ἐν ἔργοις  καλοῖς μαρτυρουμένη, εἰ ἐτεκνοτρόφησε· μετὰ τῶν ἄλλων καὶ αὐτὸ τίθησιν. Οὐ γάρ ἐστι τοῦτο μικρὸν τὸ τὰ δοθέντα παιδία παρὰ Θεοῦ, ταῦτα τῷ Θεῷ ἀνατιθέναι. Ἂν γὰρ τὴν κρηπῖδα καὶ τοὺς θεμελίους καλοὺς ἔχοιεν τῆς καταβολῆς, μέγαν ἕξουσι τὸν μισθόν· ὥσπερ οὖν ἀμελοῦντες, τὴν κόλασιν. Ἐπεὶ καὶ ὁ Ἠλεὶ διὰ τοὺς παῖδας ἀπώλετο τοὺς ἑαυτοῦ· ἐχρῆν γὰρ αὐτοὺς νουθετεῖν.  Καὶ μὴν ἐνουθέτει· ἀλλ' οὐχ ὡς ἔδει, ἀλλὰ μὴ βουληθεὶς αὐτοὺς λυπῆσαι, καὶ αὐτοὺς καὶ ἑαυτὸν προσαπώλεσεν. Ἀκούσατε ταῦτα, οἱ πατέρες· παιδεύετε ὑμῶν τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου μετὰ πολλῆς τῆς ἐπιστροφῆς. Ἄγριον ἡ νεότης, πολλῶν  δεομένη τῶν ἐπιστατούντων,  διδασκάλων,  παιδαγωγῶν,  ἀκολούθων, τροφέων· ἀγαπητὸν  γὰρ μετὰ τοσαῦτα κατασχεθῆναι  αὐτήν. Καθάπερ τις ἵππος ἀδάμαστος, καθάπερ τι θηρίον ἀτίθασσον, τοιοῦτόν ἐστιν ἡ νεότης. Ἂν τοίνυν  ἄνωθεν καὶ ἐκ πρώτης ἡλικίας ὅρους αὐτῇ πήξωμεν καλοὺς, οὐ δεησόμεθα πολλῶν  μετὰ ταῦτα πόνων,  ἀλλ' ἡ συνήθεια νόμος αὐτοῖς ἔσται λοιπόν. Μηδὲν ἐῶμεν αὐτοὺς τῶν ἡδέων καὶ βλαβερῶν ποιεῖν, μηδὲ ὡς παισὶ χαριζώμεθα· ἐν σωφροσύνῃ μάλιστα διατηρῶμεν αὐτούς· τοῦτο γὰρ πάντων πλέον τὴν νεότητα λυμαίνεται. Πρὸς τοῦτο πολλῶν ἡμῖν δεῖ τῶν  ἀγώνων,  πολλῆς  τῆς προσοχῆς. Ταχέως αὐτοῖς  γυναῖκας  ἄγωμεν,  ὥστε καθαρὰ αὐτῶν  καὶ ἀνέπαφα  τὰ σώματα δέχεσθαι τὴν νύμφην·  οὗτοι οἱ ἔρωτες θερμότεροι. Ὁ πρὸ τοῦ γάμου σωφρονῶν, πολλῷ μᾶλλον μετὰ τὸν γάμον· ὁ δὲ μαθὼν πορνεύειν  πρὸ τοῦ γάμου, καὶ μετὰ τὸν γάμον τοῦτο ποιήσει. Ἀνδρὶ γὰρ, φησὶ, πόρνῳ πᾶς ἄρτος ἡδύς.∆ιὰ  τοῦτο  στέφανοι  ταῖς  κεφαλαῖς  ἐπιτίθενται,   σύμβολον  τῆς  νίκης,  ὅτι  ἀήττητοι γενόμενοι, οὕτω προσέρχονται τῇ εὐνῇ, ὅτι μὴ κατηγωνίσθησαν  ὑπὸ τῆς ἡδονῆς. Εἰ δὲ ἁλοὺς ὑπὸ τῆς ἡδονῆς πόρναις ἑαυτὸν ἐκδῷ, τίνος ἕνεκεν λοιπὸν καὶ στέφανον ἔχει ἐπὶ τῆς  κεφαλῆς,  ἡττημένος;  Ταῦτα αὐτοῖς  παραινῶμεν,  τούτοις  νουθετῶμεν,  φοβῶμεν, ἀπειλῶμεν,  νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο ποιοῦντες. Μεγάλην παρακαταθήκην  ἔχομεν τὰ παιδία. Φροντίζωμεν τοίνυν  αὐτῶν, καὶ πάντα ποιῶμεν, μὴ ὁ πονηρὸς ἡμᾶς αὐτοὺς ἀφέληται. Νῦν δὲ πάντα ἀπεναντίας  γίνεται παρ' ἡμῶν. Ὅπως μὲν γὰρ ἔσται τὸ χωρίον καλὸν,  πάντα  πράττομεν,  καὶ  ὅπως  ἀνδρὶ  πιστῷ  τοῦτο  ἐγχειρίσωμεν,    καὶ ὀνηλάτην, καὶ ὀρεοκόμον, καὶ ἐπίτροπον, καὶ λογοθέτην εὐνούστατον ἐπιζητοῦμεν· ὃ δὲ πάντων ἡμῖν ἐστι τιμιώτερον, ὅπως τὸν υἱὸν ἐπιτρέψωμέν τινι τῷ δυναμένῳ αὐτοῦ τὴν σωφροσύνην   διατηρῆσαι,   οὐ   σκοποῦμεν·   καίτοι   τοῦτο   πάντων    ἐστὶ   τὸ   κτῆμα τιμιώτερον,  καὶ ἐκεῖνα διὰ τοῦτο γίνεται. Τῶν μὲν οὖν κτημάτων  αὐτοῖς φροντίζομεν, αὐτῶν δὲ οὐκέτι. Ὁρᾷς τὴν ἀλογίαν; Ἄσκησον τοῦ παιδὸς τὴν ψυχὴν, κἀκεῖνα παρέσται λοιπόν· ταύτης μὲν γὰρ οὐκ οὔσης ἀγαθῆς, οὐδὲν ὄφελος αὐτῷ τῶν χρημάτων· ταύτης δὲ κατωρθωμένης,  οὐδὲν βλάβος ἀπὸ τῆς πενίας. Βούλει καταλιπεῖν  αὐτὸν πλούσιον; δίδαξον αὐτὸν εἶναι χρηστόν· οὕτω γὰρ καὶ τὰ κτήματα συγκροτῆσαι δυνήσεται, καὶ ἐὰν μὴ κτήσηται, τῶν κεκτημένων  οὐδὲν ἔλαττον διακείσεται. Ἂν δὲ πονηρὸς ᾖ, κἂν μυρία καταλίπῃς αὐτῷ, τὸν φύλακα οὐ κατέλιπες, ἀλλὰ τῶν εἰς ἔσχατον πενίας ἐληλακότων χείρονα ἐποίησας. Τοῖς γὰρ μὴ ῥυθμισθεῖσι τῶν παίδων καλῶς, βέλτιον πλούτου πενία. Ἐκείνη  μὲν  γὰρ καὶ  ἄκοντας  κατέχει  ἐν  ἀρετῇ· οὗτος  δὲ οὐδὲ βουλομένους  ἀφίησι σωφρονεῖν, ἀλλ' ἐξάγει καὶ καταστρέφει, καὶ μυρίοις ἐμβάλλει δεινοῖς. Αἱ μητέρες, τὰς θυγατέρας μάλιστα διανείμασθε· εὔκολος ὑμῖν ἡ φυλακὴ αὕτη· περισκοπεῖτε, ὥστε οἰκουροὺς  εἶναι·  πρὸ  δὲ  πάντων   εὐλαβεῖς  αὐτὰς  εἶναι  παιδεύετε,   κοσμίας, χρημάτων  καταφρονεῖν,  ἀκαλλωπίστους   μένειν.  Οὕτω πρὸς  τὸν  γάμον  ἔκδοτε.  Ἂν οὕτω,  αὐτὰς  διαπλάττωμεν, οὐκ  αὐτὰς  μόνον,  ἀλλὰ  καὶ  τὸν  ἄνδρα  διασώσετε  τὸν μέλλοντα αὐτὴν ἀγαγέσθαι· οὐ τὸν ἄνδρα, ἀλλὰ καὶ τὰ παιδία· οὐ τὰ παιδία, ἀλλὰ καὶ τὰ ἔγγονα.  Τῆς γὰρ ῥίζης γενομένης  καλῆς, οἱ κλάδοι  ἐπὶ τὸ βέλτιον  ἐκταθήσονται,  καὶ πάντων  τούτων λήψεσθε τὸν μισθόν. Ὡς οὖν οὐ μίαν ὠφελοῦντες ψυχὴν, ἀλλὰ πολλὰς διὰ τῆς μιᾶς, οὕτω πάντα πράττωμεν. Οὕτω γὰρ δεῖ ἐκ τῆς πατρικῆς οἰκίας ἐξιέναι πρὸς γάμον, καθάπερ ἀθλητὴν  ἐκ παλαίστρας, πᾶσαν δι' ἀκριβείας ἔχουσαν τὴν ἐπιστήμην, καθάπερ ζύμην ὀφείλουσαν  τὸ ὅλον φύραμα εἰς τὸ ἑαυτῆς μεταστῆσαι κάλλος. Καὶ οἱ παῖδες πάλιν  οὕτως ἔστωσαν αἰδέσιμοι, ὡς ἀπὸ τῆς κοσμιότητος καὶ τῆς σωφροσύνης μᾶλλον  διαγινώσκεσθαι,  ἵνα καὶ παρὰ ἀνθρώπων,  καὶ παρὰ Θεοῦ πολὺν  τὸν ἔπαινον ἔχωσι. Μαθέτωσαν γαστρὸς κρατεῖν, πολυτελείας  ἀπέχεσθαι, οἰκονομικοί  τινες  εἶναι, φιλόστοργοι,  μαθέτωσαν  ἄρχεσθαι. Οὕτω γὰρ δυνήσονται  πολὺν  προξενῆσαι  μισθὸν τοῖς γονεῦσιν· οὕτω πάντα ἔσται εἰς δόξαν Θεοῦ καὶ εἰς σωτηρίαν ἡμετέραν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ Ιʹ.Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. ∆εῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικὸν, μὴ πάροικον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ' ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον, τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.

αʹ. Μέλλων κατιέναι εἰς τὸν περὶ τῆς ἐπισκοπῆς λόγον, δείκνυσι καθάπαξ ὁποῖον εἶναι χρὴ τὸν ἐπίσκοπον, οὐκ ἐν τάξει τῆς πρὸς τὸν Τιμόθεον αὐτὸ παραινέσεως ποιῶν, ἀλλ' ὡς  πᾶσι διαλεγόμενος,  καὶ  δι' ἐκείνου  πάντας  ῥυθμίζων·  καὶ  τί  φησιν;  Εἴ τις ἐπισκοπῆς ὀρέγεται, οὐκ ἐγκαλῶ, φησί· προστασίας γὰρ ἔργον ἐστίν. Εἴ τις ταύτην ἔχει τὴν  ἐπιθυμίαν,  ὥστε  μὴ  τῆς  ἀρχῆς  καὶ  τῆς  αὐθεντίας   ἐφίεσθαι  μόνον,  ἀλλὰ  τῆς προστασίας,  οὐκ  ἐγκαλῶ·  Καλοῦ  γὰρ  ἔργου  ἐπιθυμεῖ,   φησίν.   Ἐπεὶ  καὶ  Μωϋσῆς ἐπεθύμησε τοῦ πράγματος, ἀλλ' οὐ τῆς ἐξουσίας, καὶ οὕτως ἐπεθύμησεν, ὡς ἀκοῦσαι· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Εἴ τις οὕτως ἐπεθύμησεν, ἐπιθυμείτω· ἐπισκοπὴ γὰρ εἴρηται, παρὰ τὸ ἐπισκοπεῖν ἅπαντας. ∆εῖ οὖν, φησὶ, τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα. Οὐ νομοθετῶν  τοῦτό φησιν, ὡς μὴ εἶναι ἐξὸν ἄνευ τούτου γίνεσθαι, ἀλλὰ τὴν ἀμετρίαν κωλύων·  ἐπειδὴ ἐπὶ τῶν Ἰουδαίων  ἐξῆν καὶ δευτέροις  ὁμιλεῖν  γάμοις, καὶ δύο ἔχειν  κατὰ ταυτὸν  γυναῖκας,  Τίμιον γὰρ ὁ γάμος. Τινὲς δὲ, ἵνα μιᾶς γυναικὸς  ἀνὴρ ᾖ, φασὶ τοῦτο εἰρῆσθαι. Ἀνεπίληπτον.  Πᾶσαν εἶπεν ἀρετὴν, ἀνεπίληπτον εἰπών. Ὥστε εἴ τις σύνοιδεν ἑαυτῷ τινα ἁμαρτήματα, οὐ καλῶς ποιεῖ, πράγματος ἐπιθυμῶν,  οὗ διὰ τῶν  ἔργων ἑαυτὸν ἐξέβαλεν· οὐ γὰρ ἄρχειν, ἀλλὰ ἄρχεσθαι δεῖ τὸν τοιοῦτον. Τὸν γὰρ ἄρχοντα παντὸς λαμπτῆρος λαμπρότερον εἶναι δεῖ, καὶ βίον ἔχειν ἀκηλίδωτον,   ὥστε πάντας πρὸς ἐκεῖνον ὁρᾷν, καὶ πρὸς τὸν αὐτοῦ βίον  τὸν  οἰκεῖον  χαρακτηρίζειν.  Ποιεῖ δὲ τοῦτο, οὐχ  ἁπλῶς  τοσαύτῃ κεχρημένος  τῇ παραινέσει· ἀλλ' ἐπειδὴ καὶ αὐτὸς ἔμελλεν ἐπισκόπους καθιστᾷν, ὅπερ καὶ Τίτῳ γράφων παρῄνει,  καὶ  ἐπειδὴ  εἰκὸς  ἦν  πολλοὺς  τοῦ  πράγματος  ἐπιθυμεῖν,  διὰ  τοῦτο  ταῦτα παρεγγυᾷ.  Νηφάλιον,  φησὶ, τουτέστιν,  διορατικὸν,  μυρίους ἔχοντα  πάντοθεν ὀφθαλμοὺς, ὀξὺ βλέποντα, καὶ μὴ ἀμβλύνοντα τὸ τῆς διανοίας ὄμμα. Πολλὰ γάρ ἐστι τὰ συμπίπτοντα,  καὶ  οὐκ ἐῶντα  ὁρᾷν  καθαρῶς  καὶ  ὡς  ἔχει  τὰ  πράγματα· καὶ  γὰρ  καὶ ἀθυμίαι καὶ φροντίδες  καὶ πραγμάτων  ὄχλος καὶ πολλὰ πάντοθεν  ἐπιῤῥεῖ. Ἄγρυπνον τοίνυν  αὐτὸν  εἶναι  χρὴ, οὐ τὰ ἑαυτοῦ μεριμνῶντα  μόνον,  ἀλλὰ  καὶ τὰ τῶν  λοιπῶν· διεγηγέρθαι χρὴ καὶ ζεῖν τῷ πνεύματι, καὶ πῦρ πνέειν, ὡς εἰπεῖν, καὶ μᾶλλον στρατηγοῦ καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ τὸ στράτευμα περιιόντος κάμνειν  καὶ διακονεῖσθαι, καὶ τὴν ὑπὲρ  ἁπάντων  ἔχειν  φροντίδα  καὶ  μέριμναν.  Σώφρονα,  κόσμιον,  φιλόξενον.  Ταῦτα ἐπειδὴ καὶ τῶν ἀρχομένων  ἔχουσιν οἱ πολλοὶ  (δεῖ γὰρ καὶ αὐτοὺς εἰς τὰ τοιαῦτα τοῖς ἄρχουσιν ἴσους εἶναι), δεικνὺς τὸ τῶν ἐπισκόπων ἐξαίρετον, ἐπήγαγε, ∆ιδακτικόν· τοῦτο γὰρ οὐκέτι ὁ ἀρχόμενος ἀπαιτεῖται· μάλιστα δὲ τοῦτο πάντων  προσεῖναι δεῖ τῷ ταύτην τὴν  ἀρχὴν  ἐγκεχειρισμένῳ.  Μὴ πάροινον.  Οὐ τὸν μέθυσον ἐνταῦθά  φησιν, ἀλλὰ  τὸν ὑβριστὴν, τὸν αὐθάδη· Μὴ πλήκτην. Οὐ τὸν μὴ πλήττοντά  φησι ταῖς χερσί. Τί οὖν ἐστι, Μὴ πλήκτην;  Ἐπειδὴ εἰσὶν ἀκαίρως  τινὲς  πλήττοντες  τῶν  ἀδελφῶν  τὴν  συνείδησιν, τούτους   νῦν   αἰνίττεσθαί    μοι   δοκεῖ.   Μὴ   αἰσχροκερδῆ,   ἀλλ'   ἐπιεικῆ,   ἄμαχον, ἀφιλάργυρον,  τοῦ ἰδίου οἴκου καλῶς προϊστάμε  νον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος. Εἰ τοίνυν ὁ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, τὸν δὲ ἐπίσκοπον οὐ δεῖ τὰ τοῦ κόσμου μεριμνᾷν, πῶς φησι, Μιᾶς γυναικὸς ἄνδρα; Τινὲς μὲν οὖν φασιν, ὅτι τὸν ἀπὸ γυναικὸς  ᾐνίξατο  μένοντα  ἐλεύθερον· εἰ δὲ μὴ τοῦτο εἴη, ἔνεστι γυναῖκα ἔχοντα, ὡς μὴ ἔχοντα, εἶναι. Τότε μὲν γὰρ καλῶς τοῦτο συνεχώρησεν, ὡς πρὸς τὴν τοῦ πράγματος  φύσιν  τὴν  τότε  οὖσαν.  Ἔνεστι  δὲ  αὐτὸ  μεταχειρίσασθαι  καλῶς,  εἴ  τις βούλοιτο.  Ὥσπερ γὰρ ὁ πλοῦτος  δυσχερῶς  εἰσάγει εἰς τὴν  βασιλείαν  τῶν  οὐρανῶν, πολλαχοῦ  δὲ οἱ πλουτοῦντες  εἰσῆλθον· οὕτω καὶ ὁ γάμος. Τί δὲ λέγεις, εἰπέ μοι; περὶ ἐπισκόπου διαλεγόμενος  ἔλεγεν, ὅτι δεῖ αὐτὸν μὴ μέθυσον εἶναι, ἀλλὰ φιλόξενον,  δέον τὰ μείζονα τούτων εἰπεῖν. ∆ιὰ τί γὰρ οὐκ εἶπεν, ὅτι ∆εῖ δὲ τὸν ἐπίσκοπον ἄγγελον εἶναι, μηδενὶ  πάθει ἀνθρωπίνῳ  ὑποκεῖσθαι (ἐκεῖνα τὰ μεγάλα, ἃ Χριστὸς εἶπεν, ἃ καὶ τοὺς ἀρχομένους  ἔχειν  δεῖ, ἐσταυρῶσθαι, καὶ ἐν ταῖς χερσὶν ἀεὶ ἔχειν  τὴν ψυχήν;  ὃ καὶ ὁ Χριστὸς εἶπεν, Ὁ ποιμὴν  ὁ καλὸς τὴν ψυχὴν  αὑτοῦ τίθησιν  ὑπὲρ τῶν  προβάτων·  καὶ πάλιν,  Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος), ἀλλὰ, Μὴ πάροινον, φησί; Καλαὶ αἱ ἐλπίδες, εἰ περὶ τούτων ὀφείλει ὁ ἐπίσκοπος παραινεῖσθαι. ∆ιὰ τί γὰρ οὐκ εἶπες, ∆εῖ δὲ αὐτὸν ἤδη μεταστῆναι ἐκ τῆς γῆς; ἀλλὰ ἃ τοῖς κοσμικοῖς ἐπέταξας, ταῦτα τῷ ἐπισκόπῳ οὐκ ἐπιτάττεις. Τί δὲ ἐκείνοις, φησί; Νεκρώσατε τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς· καὶ πάλιν, Ὁ δὲ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας· καὶ πάλιν, Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν· καὶ ὁ Χριστὸς πάλιν φησὶν, Ἐὰν μή τις ἀποτάξηται αὑτοῦ πᾶσι τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τίνος οὖν ἕνεκεν ταῦτα οὐκ εἴρηκεν; Ὅτι τοιούτους  ὀλίγους  εὑρεθῆναι  ἐνῆν, ἐπισκόπων  δὲ ἔδει πολλῶν,  καὶ καθ' ἑκάστην πόλιν τῶν προηγησομένων.
βʹ.   Ἐπεὶ   οὖν    ἐνεδρεύεσθαι    ἔμελλε    τὰ    τῶν    Ἐκκλησιῶν,    διὰ    τοῦτο συμμεμετρημένην εἶπεν ἀρετὴν, οὐκ ἐκείνην  τὴν ἄνω, τὴν ὑψηλήν· τὸ γὰρ νηφάλιον εἶναι  καὶ κόσμιον καὶ σώφρονα  πολλῶν  ἦν. Τέκνα ἔχοντα,  φησὶν,  ἐν ὑποταγῇ  μετὰ πάσης  σεμνότητος.   ∆εῖ  γὰρ   οἴκοθεν   παρέχεσθαι   τὰ   παραδείγματα.   Τίς  γὰρ   ἂν πιστεύσειεν, ὅτι τὸν ἀλλότριον ὑποτάξει ὁ τὸν υἱὸν μὴ ὑποτάξας; Τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον. Τοῦτο καὶ οἱ ἔξωθέν φασιν, ὅτι ὁ οἰκονομικὸς καὶ πολιτικὸς  ἂν γένοιτο ταχέως. Καὶ γὰρ τοῦτό ἐστιν ἡ Ἐκκλησία, ὡσανεὶ μικρὰ οἰκία· καὶ ὥσπερ ἐν τῇ οἰκίᾳ εἰσὶ παιδία, γυνὴ, οἰκέται, καὶ πάντων ὁ ἀνὴρ ἀνῄρηται τὴν ἀρχήν· οὕτω καὶ ἐν τῇ Ἐκκλησίᾳ οὐδὲν ἄλλο, ἢ τοῦτό ἐστι, παιδία, γυναῖκες, οἰκέται. Εἰ δὲ κοινωνοὺς  ἔχει τῆς ἀρχῆς ὁ τῆς Ἐκκλησίας προεστὼς, ἀλλ' ἔχει κἀκεῖ ὁ ἀνὴρ κοινωνὸν  τὴν γυναῖκα. Ἀλλὰ τὰ πρὸς διατροφὴν  ἐνταῦθα τῶν χηρῶν καὶ τῶν παρθένων  φροντίζειν  δεῖ; Ἔχει κἀκεῖ ὁ ἀνὴρ τοὺς δούλους, τὰς θυγατέρας· ἄλλως δὲ καὶ εὐκολώτερον  τῆς οἰκίας ἄρχειν. Ὁ τοίνυν ταῦτα  καλῶς  οὐκ οἰκονομήσας, πῶς  τὰ τῆς Ἐκκλησίας οἰκονομῆσαι  δυνήσεται; Εἶτα εἰπὼν, Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς Ἐκκλησίας Θεοῦ ἐπιμελήσεται; Μὴ νεόφυτον,  φησίν. Οὐ τὸν νεώτερον  ἐνταῦθα  λέγει, ἀλλὰ τὸν νεοκατήχητον· Ἐγὼ γὰρ, φησὶν,  ἐφύτευσα,  Ἀπολλὼς  ἐπότισεν,   ἀλλ' ὁ Θεὸς ηὔξανε.  Τοῦτον  οὖν δηλῶσαι  βουλόμενος,  τοῦτο  εἶπεν.  Ἐπεὶ τί ἐκώλυεν  εἰπεῖν,  μὴ νεώτερον;  Τίνος οὖν ἕνεκεν  αὐτὸς,  φησὶ,  τὸν  Τιμόθεον  νεώτερον  ὄντα  ἐποίει; καὶ  μαρτυρεῖ  τοῦτο,  πρὸς αὐτὸν λέγων, Μηδείς σου τῆς νεότητος καταφρονείτω.  [Ὅτι πολλὴν  τὴν ἀρετὴν αὐτῷ συνῄδει· ὅτι μεγάλην  τὴν περὶ τὸν βίον ἀκρίβειαν· ὃ δὴ καὶ εἰδὼς, Ἐκ βρέφους, φησὶ γράφων,  τὰ ἱερὰ Γράμματα ἔμαθες. Ὅτι δὲ καὶ ἐπιτεταμένην  εἶχε νηστείαν, δηλοῖ τὸ, Οἴνῳ ὀλίγῳ  χρῶ  διὰ  τὰς  πυκνάς  σου ἀσθενείας·  μετὰ  τῶν  ἄλλων  καὶ  περὶ  τούτου γράψας αὐτῷ, ὡς, εἰ μὴ ταῦτα ὑπ' αὐτοῦ κατωρθωμένα  ᾔδει, οὔτε ἂν ἔγραψεν, οὔτε τῷ μαθητῇ  τοιαῦτα  παρήγγειλεν.]  Ἐπειδὴ οὖν  ἐξ Ἑλλήνων  πολλοὶ  προσῄεσαν τότε καὶ ἐβαπτίζοντο,  Μὴ εὐθέως,  φησὶ, νεόφυτον  εἰς  τὸν  τῆς  ἀρχῆς  ὄγκον  ἄγετε,  τουτέστι, νεοκατήχητον.  Εἰ γὰρ, πρὶν ἢ γενέσθαι μαθητὴς,  διδάσκαλος γένοιτο  ταχέως,  καὶ εἰς ἀπόνοιαν  ἔρχεται· εἰ, πρὶν  ἢ μαθεῖν  ἄρχεσθαι, τῶν  ἀρχόντων  γένοιτο,  φυσᾶται.  ∆ιὰ τοῦτο ἐπήγαγεν· Ἵνα μὴ τυφωθεὶς  εἰς κρῖμα ἐμπέσῃ τοῦ διαβόλου· τουτέστιν, εἰς τὴν καταδίκην   τὴν  αὐτὴν,  ἣν  ἐκεῖνος  ἀπὸ  τῆς  ἀπονοίας  ὑπέμεινε.  ∆εῖ  δὲ  αὐτὸν  καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου. Καλῶς· μέλλει γὰρ ὀνειδίζεσθαι παρ' αὐτῶν. Τάχα καὶ διὰ τοῦτο εἶπε, Μιᾶς γυναικὸς   ἄνδρα,  καίτοι  λέγων   ἀλλαχοῦ,  Θέλω  πάντας   ἀνθρώπους   εἶναι,  ὡς  καὶ ἐμαυτὸν, τουτέστιν,  ἐν ἐγκρατείᾳ. Ἵνα οὖν μὴ εἰς στενὸν περικλείσῃ τὸ πρᾶγμα, ἐὰν ἠκριβωμένην  πολιτείαν  ἀπαιτήσῃ, διὰ τοῦτο συμμεμετρημένην  ἐζήτησεν ἀρετήν. Ἔδει γὰρ καθίστασθαι καθ' ἑκάστην πόλιν  τὸν προηγούμενον· ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τίτῳ, Ἵνα καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην. Τί δὲ, ἂν μαρτυρίαν ἔχῃ καλὴν καὶ δόξαν ἀγαθὴν, μὴ ᾖ δὲ τοιοῦτος; Μάλιστα μὲν οὖν δύσκολον τοῦτο· ἀγαπητὸν  γὰρ τοὺς ὀρθοὺς ὀρθὴν ἔχειν  δόξαν παρὰ τοῖς ἐχθροῖς· νῦν  δὲ οὐδὲ τοῦτο μόνον  εἴασεν· οὐδὲ γὰρ εἶπε, ∆εῖ αὐτὸν  μαρτυρίαν  ἔχειν,  ἀλλὰ, ∆εῖ αὐτὸν  καὶ μαρτυρίαν ἔχειν, ὡς μετὰ τῶν ἄλλων  καὶ ταύτην· οὐ γὰρ δὴ ταύτην μόνον. Τί οὖν, ἂν κακῶς λέγοιεν  αὐτὸν εἰκῆ, καὶ βασκαίνοντες, καὶ μάλιστα ἐπειδὴ Ἕλληνές εἰσιν; Οὐκ ἔστι τοῦτο· τὸν γὰρ ἄληπτον ἔχοντα βίον κἀκεῖνοι αἰδοῦνται. Πῶς, φησίν; Ἄκουε αὐτοῦ περὶ ἑαυτοῦ λέγοντος,  ∆ιὰ δυσφημίας καὶ εὐφημίας.  Οὐ γὰρ τοῦ βίου αὐτῶν ἐπελαμβάνοντο,  ἀλλὰ τοῦ κηρύγματος· διὰ τοῦτό φησι, ∆ιὰ δυσφημίας. Ὡς πλάνοι καὶ γόητες διεβάλλοντο  διὰ τὸ κήρυγμα. Καὶ τοῦτο ἐποίουν, ἐπεὶ μὴ εἶχον τοῦ βίου αὐτῶν ἐπιλαμβάνεσθαι.  ∆ιὰ τί γὰρ μηδεὶς εἶπε περὶ τῶν ἀποστόλων,  ὅτι πόρνοι καὶ ἀσελγεῖς καὶ πλεονέκται,  ἀλλὰ πλάνοι, ὃ τοῦ κηρύγματος ἦν μόνον; ἆρα οὐχ ὅτι βίον ἄληπτον εἶχον; Εὔδηλον ὅτι. Οὕτω τοίνυν  καὶ ἡμεῖς ζῶμεν,  καὶ οὐδεὶς ἡμᾶς ἐρεῖ κακῶς, κἂν ἔχθρος ᾖ, κἂν ἄπιστος. Ὁ γὰρ βίον λάμποντα  ἔχων,  κἀκείνοις  ἐστὶν αἰδέσιμος· ἡ γὰρ ἀλήθεια  καὶ  τοὺς  ἐχθροὺς  ἐπιστομίζει.  Εἰς  παγίδα  δὲ  πῶς  ἐμπίπτει;  Τοῖς  αὐτοῖς ἁμαρτήμασι πολλάκις  περιπίπτων,  οἷς κἀκεῖνοι. Εἰ γὰρ εἴη τοιοῦτος, ταχέως αὐτῷ καὶ ἄλλην  παγίδα  τίθησιν  ὁ διάβολος, ταχέως  αὐτὸν  ἀναιροῦσιν  ἐκεῖνοι.  Εἰ δὲ τὴν  παρ' ἐχθρῶν δεῖ  μαρτυρίαν ἔχειν, πολλῷ  μᾶλλον  καὶ τὴν παρὰ τῶν φίλων.  Ὅτι γὰρ οὐκ ἔνι κακῶς ἀκοῦσαι τὸν ἀνεπιλήπτῳ βίῳ κεχρημένον, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων,  ἵνα ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάζωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Τί οὖν, ἂν συκοφαντῆται, φησὶ, καὶ ἐκ περιστάσεως τὴν διαβολὴν ὑπομένῃ; Ἐγχωρεῖ μὲν καὶ τοῦτο· δεῖ δὲ μηδὲ τοῦτον εἰς τὸ μέσον ἄγεσθαι· καὶ γὰρ πολὺ  τὸ δέος. ∆εῖ τοίνυν,  φησὶ, καὶ καλὴν  μαρτυρίαν  ἔχειν αὐτόν· Λαμψάτω γὰρ τὰ ἔργα ὑμῶν. Ὥσπερ οὖν οὐκ ἄν τις εἴποι τὸν ἥλιον σκοτεινὸν, οὐδὲ αὐτὸς ὁ τυφλός· αἰσχύνεται γὰρ ταῖς πάντων  μάχεσθαι δόξαις· οὕτω τὸν σφόδρα καλὸν οὐκ ἄν τις μέμψαιτο· ἀλλὰ τῶν μὲν δογμάτων ἕνεκεν πολλάκις ἂν αὐτοὺς διαβάλλοιεν  Ἕλληνες, βίου δὲ ὀρθοῦ οὐκ ἂν ἐπιλάβοιντο,  ἀλλὰ καὶ μετὰ τῶν ἄλλων θαυμάζουσι καὶ ἐκπλήττονται.γʹ. Οὕτω τοίνυν  ζῶμεν, ὥστε μὴ βλασφημεῖσθαι τὸ ὄνομα τοῦ Θεοῦ. Μήτε οὖν πρὸς  δόξαν  ἀνθρωπίνην  βλέπωμεν,  μήτε  ὥστε  πονηρὰν  λαμβάνειν  δόξαν,  ἀλλ' ἐν ἑκατέρῳ τὴν συμμετρίαν τιμῶμεν. Ἐν οἷς φαίνεσθε, φησὶ, ὡς φωστῆρες ἐν κόσμῳ. ∆ιὰ τοῦτο γὰρ ἡμᾶς εἴασεν, ἵν' ὡς φωστῆρες ὦμεν, ἵνα διδάσκαλοι τῶν ἄλλων καταστῶμεν, ἵν' ὡς ζύμη γενώμεθα, ἵν' ὡς ἄγγελοι μετὰ τῶν ἀνθρώπων  περιπολῶμεν, ἵν' ὡς ἄνδρες μετὰ τῶν  παίδων  τῶν  μικρῶν,  ὡς πνευματικοὶ  μετὰ τῶν  ψυχικῶν,  ἵνα  κερδαίνωσιν ἐκεῖνοι, ἵνα σπέρματα ὦμεν, ἵνα καρπὸν πολὺν φέρωμεν. Οὐκ ἔδει λόγων, εἰ τοσοῦτον ἡμῶν  ὁ βίος  ἔλαμπεν·  οὐκ  ἔδει  διδασκάλων,  εἰ  ἔργα  ἐπεδεικνύμεθα.  Οὐδεὶς ἂν  ἦν Ἕλλην, εἰ ἡμεῖς ἦμεν Χριστιανοὶ, ὡς δεῖ· εἰ τὰ τοῦ Χριστοῦ ἐφυλάττομεν, εἰ ἠδικούμεθα, εἰ ἐπλεονεκτούμεθα,  εἰ λοιδορούμενοι  εὐλογοῦμεν, εἰ κακῶς πάσχοντες εὐηργετοῦμεν, οὐδεὶς οὕτω θηρίον ἦν, ὡς μὴ ἐπιδραμεῖν τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων  ταῦτα ἐγίνετο. Καὶ ἵνα μάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ τοσούτους ἐπεσπάσατο. Εἰ πάντες ἦμεν τοιοῦτοι, πόσας οἰκουμένας οὐκ ἂν ἐπεσπασάμεθα; Ἰδοὺ πλείους εἰσὶν οἱ Χριστιανοὶ τῶν ἐθνικῶν. Καὶ ἐν μὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁμοῦ παῖδας διδάξαι δύναται· ἐνταῦθα δὲ τῶν διδασκάλων πλειόνων  ὄντων, καὶ τῶν μαθητῶν πολλῷ πλειόνων,  οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόμενοι  πρὸς τὴν τῶν  διδασκάλων  ἀρετὴν ὁρῶσι· καὶ ὅταν ἴδωσι καὶ ἡμᾶς τῶν αὐτῶν ἐπιθυμοῦντας, τῶν αὐτῶν ἐφιεμένους, τοῦ ἄρχειν, τοῦ τιμᾶσθαι, πῶς δυνήσονται  θαυμάσαι τὸν Χριστιανισμόν; Ὁρῶσι βίους ἐπιληψίμους,  ψυχὰς γηΐνας· τὰ χρήματα ὁμοίως αὐτοῖς θαυμάζομεν, πολλῷ δὲ καὶ πλέον· τὸν θάνατον  ὁμοίως αὐτοῖς πεφρίκαμεν,  πενίαν  ὁμοίως  φοβούμεθα,  πρὸς νόσους ὁμοίως  δυσχεραίνομεν,  ὁμοίως δόξης ἐρῶμεν καὶ δυναστείας, ὑπὲρ φιλαργυρίας  κατακόπτοντες  ἑαυτοὺς, τοὺς καιροὺς θεραπεύομεν.  Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σημείων; ἀλλ' οὐ γίνεται  ταῦτα· ἀλλ' ἀπὸ τῆς ἀναστροφῆς; ἀλλ' ἀπόλωλεν· ἀλλ' ἀπὸ τῆς ἀγάπης; ἀλλ' οὐδαμοῦ οὐδὲ ἴχνος αὐτῆς ὁρᾶται. ∆ιὰ τοῦτο οὐ τῶν ἡμετέρων μόνον ἁμαρτημάτων,  ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡμεῖς λόγον ὑφέξομεν. Ἀνανήψωμέν  ποτε, γρηγορήσωμεν, δείξωμεν πολιτείαν ἐπὶ γῆς οὐράνιον, λέγωμεν, ὅτι Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρ  χει, καὶ ἐπὶ γῆς τὴν ἄθλησιν ἐπιδειξώμεθα. Ἀλλ' ἐγένοντο, φησὶ, παρ' ἡμῖν ἄνδρες μεγάλοι. Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑμᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ ταῦτα διηγεῖσθαι, ἔχομεν καὶ ἡμεῖς, φησὶ, μεγάλους φιλοσόφους, καὶ θαυμαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν μοι Παῦλον ἕτερον καὶ Ἰωάννην·  ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγομένων ἡμῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας,  ἡμᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ ἀναιρεῖσθαι καὶ ἀναιρεῖν ἕτοιμοι ἕκαστος· ὑπὲρ κυάθου γῆς μυρία δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου  παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίημι  τὰ πολλοῦ πένθους  ἄξια, οἷον  οἰωνισμοὺς,  καὶ κλῃδονισμοὺς,  παρατηρήσεις, γενέσεις, σύμβολα, περιάμματα,  μαντείας,  ἐπῳδὰς,  μαγείας.  Ὄντως  μεγάλα  ταῦτα,  καὶ ἱκανὰ  τὴν  ὀργὴν ἐκκαλέσασθαι  τοῦ  Θεοῦ, ὅτι  καὶ  μετὰ  τὸ  τὸν  Υἱὸν ἀποστεῖλαι  τὸν  ἑαυτοῦ,  τοιαῦτα τολμῶμεν.  Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν  χρή· τὸ γὰρ πολλοστὸν  τοῦ κόσμου μόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύμενοι  ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ μόνοι τοῦτο ὑπομένοντες,  ἀλλὰ  μετὰ πλειόνων.  Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς  εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ μοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόμενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν  ἀνιοῦσαν,  οὐκ  ἀποθανεῖται;   Σφόδρα  γε·  καὶ  πῶς,  ἐγὼ  λέγω.  Εἰ γὰρ  οἱ  μὴ πάσχοντες,   ταῦτα  ὁρῶντες   γινόμενα,   ναρκῶσι  καὶ  ἐκλύονται,   πολλῷ   μᾶλλον   οἱ κακούμενοι τοῦτο πείσονται. Καὶ μὴ θαυμάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συμπαθὲς τὸ ἀνθρώπινον,  καὶ ταῖς τῶν ἑτέρων κατακλώμεθα  συμφοραῖς. Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν  υἱὸν  ὁρῶν  ἐν  τῇ  αὐτῇ  κείμενον  δίκῃ,  παραμυθίαν  ἢ  προσθήκην  λήψεται  τῶν δεινῶν;  τί  δὲ ἀνὴρ  τὴν  γυναῖκα;  τί  δὲ ἄνθρωπος  τὸν  ἄνθρωπον; οὐχὶ  τότε  μᾶλλον κατακλώμεθα; Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ'  μὴ ἐπιδραμεῖν  τῇ εὐσεβείᾳ, εἰ παρὰ πάντων  ταῦτα ἐγίνετο.  Καὶ ἵνα μάθητε, εἷς ἦν ὁ Παῦλος, καὶ τοσούτους ἐπεσπάσατο. Εἰ πάντες ἦμεν τοιοῦτοι, πόσας οἰκουμένας οὐκ ἂν ἐπεσπασάμεθα; Ἰδοὺ πλείους εἰσὶν οἱ Χριστιανοὶ τῶν ἐθνικῶν.  Καὶ ἐν μὲν ταῖς ἄλλαις τέχναις εἷς ἑκατὸν ὁμοῦ παῖδας διδάξαι δύναται· ἐνταῦθα δὲ τῶν διδασκάλων πλειόνων ὄντων, καὶ τῶν μαθητῶν πολλῷ πλειόνων,  οὐδεὶς πρόσεισιν. Οἱ γὰρ διδασκόμενοι πρὸς τὴν τῶν διδασκάλων ἀρετὴν ὁρῶσι· καὶ ὅταν ἴδωσι καὶ ἡμᾶς τῶν αὐτῶν ἐπιθυμοῦντας, τῶν αὐτῶν ἐφιεμένους, τοῦ ἄρχειν, τοῦ τιμᾶσθαι, πῶς δυνήσονται θαυμάσαι τὸν Χριστιανισμόν; Ὁρῶσι βίους  ἐπιληψίμους,  ψυχὰς  γηΐνας·  τὰ χρήματα  ὁμοίως  αὐτοῖς θαυμάζομεν,  πολλῷ  δὲ καὶ  πλέον·  τὸν  θάνατον  ὁμοίως  αὐτοῖς  πεφρίκαμεν,  πενίαν ὁμοίως φοβούμεθα, πρὸς νόσους ὁμοίως δυσχεραίνομεν, ὁμοίως δόξης ἐρῶμεν καὶ δυναστείας,  ὑπὲρ  φιλαργυρίας   κατακόπτοντες   ἑαυτοὺς,  τοὺς  καιροὺς  θεραπεύομεν. Πόθεν οὖν ἔχουσι πιστεῦσαι; ἀπὸ σημείων; ἀλλ' οὐ γίνεται ταῦτα· ἀλλ' ἀπὸ τῆς ἀναστροφῆς;  ἀλλ' ἀπόλωλεν·  ἀλλ' ἀπὸ τῆς ἀγάπης; ἀλλ' οὐδαμοῦ οὐδὲ ἴχνος  αὐτῆς ὁρᾶται. ∆ιὰ τοῦτο οὐ τῶν ἡμετέρων μόνον ἁμαρτημάτων, ἀλλὰ καὶ τῆς ἑτέρων βλάβης ἡμεῖς λόγον ὑφέξομεν. Ἀνανήψωμέν  ποτε, γρηγορήσωμεν, δείξωμεν πολιτείαν  ἐπὶ γῆς οὐράνιον, λέγωμεν, ὅτι Ἡμῶν τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρ  χει, καὶ ἐπὶ γῆς τὴν ἄθλησιν   ἐπιδειξώμεθα.   Ἀλλ'  ἐγένοντο,   φησὶ,  παρ'  ἡμῖν   ἄνδρες   μεγάλοι.   Πόθεν πιστεύσω, φησὶν ὁ Ἕλλην; οὐ γὰρ ὁρῶ ὑμᾶς τὰ αὐτὰ πράσσοντας ἐκείνοις. Ἐπεὶ εἰ δεῖ ταῦτα διηγεῖσθαι, ἔχομεν καὶ ἡμεῖς, φησὶ, μεγάλους φιλοσόφους, καὶ θαυμαστοὺς βίου ἕνεκεν. Ἀλλὰ δεῖξόν μοι Παῦλον ἕτερον καὶ Ἰωάννην·  ἀλλ' οὐκ ἂν ἔχοις. Πῶς οὖν οὐχὶ καὶ γελάσειεν οὕτω διαλεγομένων ἡμῶν; πῶς οὐχὶ καὶ ἔτι καθῆσθαι ἐν ἀγνοίᾳ ἀνέξεται ὁρῶν οὐκ ἐν ἔργοις, ἀλλ' ἐν λόγοις φιλοσοφοῦντας,  ἡμᾶς; Νῦν γὰρ ὑπὲρ ὀβολοῦ ἑνὸς καὶ  ἀναιρεῖσθαι  καὶ  ἀναιρεῖν  ἕτοιμοι  ἕκαστος·  ὑπὲρ  κυάθου  γῆς  μυρία  δικαστήρια συνιστᾷς· ὑπὲρ θανάτου  παιδίου τὰ ἄνω κάτω ποιεῖς. Τὰ γὰρ ἄλλα ἀφίημι  τὰ πολλοῦ πένθους  ἄξια, οἷον  οἰωνισμοὺς,  καὶ κλῃδονισμοὺς,  παρατηρήσεις, γενέσεις, σύμβολα, περιάμματα,  μαντείας,  ἐπῳδὰς,  μαγείας.  Ὄντως  μεγάλα  ταῦτα,  καὶ ἱκανὰ  τὴν  ὀργὴν ἐκκαλέσασθαι  τοῦ  Θεοῦ, ὅτι  καὶ  μετὰ  τὸ  τὸν  Υἱὸν ἀποστεῖλαι  τὸν  ἑαυτοῦ,  τοιαῦτα τολμῶμεν.  Τί ἐστιν ἄρα; Οὐδὲν ἕτερον, ἢ πενθεῖν  χρή· τὸ γὰρ πολλοστὸν  τοῦ κόσμου μόλις διασώζεται. Ἀλλ' οἱ ἀπολλύμενοι  ἀκούοντες χαίρουσιν, ὡς οὐκ αὐτοὶ μόνοι τοῦτο ὑπομένοντες,  ἀλλὰ  μετὰ πλειόνων.  Καὶ ποίας ταῦτα χαρᾶς; καὶ γὰρ αὐτῆς τῆς χαρᾶς τίσουσι δίκην. Μὴ γὰρ, ὡς ἐνταῦθα, νομίσῃς, τὸ κοινωνοὺς  εἶναι τῶν συμφορῶν φέρειν παραμυθίαν, οὕτω κἀκεῖ. Πόθεν τοῦτο δῆλον; Ἐγὼ ποιήσω φανερόν. Εἰπὲ γάρ μοι· εἴ τις κελευσθείη καυθῆναι, εἶτα καὶ τὸν παῖδα συγκαιόμενον αὐτῷ ἴδοι, καὶ κνίσσαν ἀπὸ τῶν κρεῶν  ἀνιοῦσαν,  οὐκ  ἀποθανεῖται;   Σφόδρα  γε·  καὶ  πῶς,  ἐγὼ  λέγω.  Εἰ γὰρ  οἱ  μὴ πάσχοντες,   ταῦτα  ὁρῶντες   γινόμενα,   ναρκῶσι  καὶ  ἐκλύονται,   πολλῷ   μᾶλλον   οἱ κακούμενοι τοῦτο πείσονται. Καὶ μὴ θαυμάσῃς· ἄκουε γάρ τινος σοφοῦ λέγοντος, Καὶ σὺ ἑάλως ὥσπερ καὶ ἡμεῖς, ἐν ἡμῖν δὲ κατελογίσθης. Ἔχει γάρ πως φύσει τὸ συμπαθὲς τὸ ἀνθρώπινον,  καὶ ταῖς τῶν ἑτέρων κατακλώμεθα  συμφοραῖς. Εἰπὲ δή μοι, ἆρα ὁ πατὴρ τὸν  υἱὸν  ὁρῶν  ἐν  τῇ  αὐτῇ  κείμενον  δίκῃ,  παραμυθίαν  ἢ  προσθήκην  λήψεται  τῶν δεινῶν;  τί  δὲ ἀνὴρ  τὴν  γυναῖκα;  τί  δὲ ἄνθρωπος  τὸν  ἄνθρωπον; οὐχὶ  τότε  μᾶλλον κατακλώμεθα;  Ναὶ, φησίν· ἀλλ' οὐκ ἔστιν ἐκεῖ ταῦτα τὰ πάθη, Οἶδα κἀγὼ, ἀλλ' ἕτερα πολλῷ   χαλεπώτερα·   κλαυθμὸς   γὰρ  ἔσται  ἀπαραμύθητος   τότε,  πάντων   ἀλλήλους ὁρώντων,  πάντων  κοπτομένων.  Οἱ ἐν λιμῷ  ὄντες, εἰπὲ, ἆρα παραμυθίαν  λαμβάνουσι τῶν οἰκείων  κακῶν ἐκ τῆς ἑτέρων κοινωνίας; τί δὲ, ὅταν ἢ καὶ παῖς, ἢ καὶ πατὴρ, καὶ γυνὴ,  καὶ  ἔγγονα   τὴν  αὐτὴν   τίννυνται  δίκην;  τί  δὲ,  ὅταν  φίλους   ὁρῶμεν,  ἆρα παραμυθίαν  ἔχομεν;  Οὐκ ἔστιν,  οὐκ ἔστιν,  ἀλλὰ  μᾶλλον  ἐπιτείνεται  ἡμῖν  τὰ δεινά. Χωρὶς δὲ τούτων ἔστι κακὰ, ἃ μὴ ἔχει παραμυθίαν ἀπὸ τῶν κοινῶν διὰ τὴν χαλεπότητα· οἷόν   τι   λέγω·   Ἔστω  τις   ἐν   πυρὶ   κείμενος,   καὶ   ἄλλος   πάλιν·   πῶς   ἀλλήλους παραμυθήσονται; Εἰπέ μοι,  παρακαλῶ,  εἴ  ποτε  ἐν  πυρετῷ  γεγόναμεν  σφοδρῷ,  οὐχὶ πάντα τὰ τῆς παραμυθίας ἡμῖν ἐξέλιπεν; Εἰκότως· ὅταν γὰρ ἐπικρατῇ τὰ δεινὰ, οὐκέτι ἂν ἔχοι σχολὴν  παραμυθεῖσθαι  ἡ ψυχή.  Ἢ οὐχ ὁρᾷς τὰς τοὺς ἄνδρας ἀποβαλούσας, πόσας ἔχουσιν ἀριθμεῖν ἑτέρας γυναῖκας  τὸ αὐτὸ παθούσας; ἀλλ' οὐδὲν ἀπὸ τούτου τὸ πένθος ἔλαττον γίνεται. Μὴ δὴ ταύτῃ  τρεφώμεθα τῇ ἐλπίδι, ἀλλὰ μίαν εὕρωμεν παραμυθίαν, τὸ μετανοεῖν  ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ ἔχεσθαι τῆς ἀγαθῆς ὁδοῦ τῆς ἐπὶ τὸν οὐρανὸν φερούσης, ἵνα τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτύχωμεν,  χάριτι  καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΟΜΙΛΙΑ ΙΑʹ.∆ιακόνους ὡσαύτως σεμνοὺς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς, ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει. Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες.

αʹ. ∆ιαλεγόμενος περὶ ἐπισκόπων, καὶ χαρακτηρίσας αὐτοὺς, καὶ εἰπὼν τίνα μὲν ἔχειν,  τίνων   δὲ  ἀπέχεσθαι  χρὴ,  καὶ  τὸ  τῶν  πρεσβυτέρων  τάγμα  ἀφεὶς,  εἰς  τοὺς διακόνους μετεπήδησε. Τί δήποτε; Ὅτι οὐ πολὺ τὸ μέσον αὐτῶν καὶ τῶν ἐπισκόπων. Καὶ  γὰρ καὶ αὐτοὶ διδασκαλίαν  εἰσὶν ἀναδεδεγμένοι,  καὶ προστασίαν τῆς Ἐκκλησίας· καὶ ἃ περὶ ἐπισκόπων εἶπε, ταῦτα καὶ πρεσβυτέροις ἁρμόττει. Τῇ γὰρ χειροτονίᾳ μόνῃ ὑπερβεβήκασι, καὶ τούτῳ  μόνον  δοκοῦσι πλεονεκτεῖν  τοὺς πρεσβυτέρους. ∆ιακόνους ὡσαύτως.  Τουτέστι, τὰ αὐτὰ  δεῖ, φησὶν,  ἔχειν  καὶ αὐτούς. Τί ἐστι τὰ αὐτά; Οἷον τὸ ἀνεπιλήπτους  εἶναι, τὸ σώφρονας, τὸ φιλοξένους, τὸ ἐπιεικεῖς, ἀμάχους, ἀφιλαργύρους. Καὶ ὅτι  τοιούτους  αὐτοὺς  εἶναι  βουλόμενος  εἶπε  τὸ,  Ὡσαύτως,  ἐδήλωσε  διὰ  τῆς ἐπαγωγῆς λέγων, Σεμνοὺς, μὴ διλόγους· τουτέστι, μὴ ὑπούλους, μηδὲ δολερούς. Οὐδὲν γὰρ  οὕτω  ποιεῖν  εἴωθεν  ἀγεννεῖς,   ὡς  τὸ  δολερόν·  οὐδὲν  οὕτως  ἄχρηστον  ἐν  τῇ Ἐκκλησίᾳ, ὡς  τὸ  ὕπουλον.  Μὴ οἴνῳ  πολλῷ,  φησὶ,  προσέχοντας,  μὴ  αἰσχροκερδεῖς, ἔχοντας  τὸ  μυστήριον  τῆς  πίστεως  ἐν  καθαρᾷ  συνειδήσει.  Ἰδοὺ  ἐσήμανε  τί  ἐστιν ἀλήπτους εἶναι. Ὅρα δὲ πῶς τὸ, Μὴ νεόφυτον,  καὶ ἐνταῦθα τίθησι. Τὸ γὰρ εἰπεῖν, Καὶ οὗτοι δοκιμαζέσθωσαν πρῶτον, ὡς περὶ τοῦ ἐπισκόπου τοῦτο εἰρημένον αὐτῷ, οὕτω τὸν σύνδεσμον αὐτοῦ ἐπήγαγεν· οὐδὲν γὰρ τὸ μέσον μεταξύ. ∆ιὰ τοῦτο εἴρηται καὶ ἐκεῖ τὸ, Μὴ νεόφυτον.  Πῶς γὰρ οὐκ ἄτοπον,  εἰς μὲν οἰκίαν  νεώνητον  οἰκέτην  μὴ πρότερον ἐγχειρίζεσθαί  τι τῶν  ἔνδον, πρὶν ἂν διὰ πολλῆς  τῆς πείρας τῆς αὐτοῦ γνώμης  πολλὰ τεκμήρια  δῷ, εἰς δὲ τὴν  Ἐκκλησίαν  τοῦ  Θεοῦ ἔξωθεν  εἰσελθόντα  εἰς  τοὺς  πρώτους εὐθέως κατατάττεσθαι; Γυναῖκας ὡσαύτως, διακόνους φησὶ, σεμνὰς, μὴ διλόγους, νηφαλίους,  πιστὰς ἐν πᾶσι. Τινὲς ἁπλῶς περὶ γυναικῶν  εἰρῆσθαι τοῦτό φασιν, οὐκ ἔστι δέ· τί γὰρ ἐβούλετο μεταξὺ τῶν εἰρημένων  παρεμβαλεῖν  τι περὶ γυναικῶν; ἀλλὰ περὶ τῶν τὸ ἀξίωμα τῆς διακονίας ἐχουσῶν λέγει. ∆ιάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες. Ταῦτα καὶ περὶ γυναικῶν  διακόνων  ἁρμόττει εἰρῆσθαι. Σφόδρα γὰρ ἀναγκαῖον  τοῦτο καὶ χρήσιμον  καὶ κόσμιον ἐν τῇ Ἐκκλησίᾳ. ∆ιάκονοι  ἔστωσαν μιᾶς γυναικὸς,  φησὶν, ἄνδρες. Ὁρᾷς πῶς τὴν  αὐτὴν  ἀπαιτεῖ  καὶ παρὰ διακόνων  ἀρετήν; Εἰ γὰρ καὶ μὴ τῆς αὐτῆς   εἰσιν  ἀξίας  τῷ   ἐπισκόπῳ,  ἀλλ'  ὅμως  ὁμοίως   ἀνεπίληπτοι,   ὁμοίως   ἁγνοὶ ὀφείλουσιν  εἶναι.  Τέκνων  καλῶς  προϊστάμενοι  καὶ τῶν  ἰδίων  οἴκων.  Οἱ γὰρ καλῶς διακονήσαντες, βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται,  καὶ πολλὴν  παῤῥησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ. Πανταχοῦ τίθησι τὴν τῶν τέκνων  προστασίαν, ἵνα μὴ ἀπὸ τούτου οἱ λοιποὶ   σκανδαλίζωνται.  Οἱ γὰρ καλῶς, φησὶ, διακονήσαντες,  βαθμὸν καλὸν ἑαυτοῖς περιποιοῦνται· τουτέστι, προκοπὴν καὶ παῤῥησίαν πολλὴν  τὴν ἐν πίστει Ἰησοῦ Χριστοῦ. Ὡσεὶ ἔλεγεν· Οἱ ἐν τοῖς κάτω δείξαντες  ἑαυτοὺς διεγηγερμένους,  ταχέως καὶ πρὸς ἐκεῖνα ἀνελεύσονται.  Ταῦτά σοι γράφω, ἐλπίζων  ἐλθεῖν  πρὸς σὲ τάχιον.  Ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος,   στῦλος   καὶ   ἑδραίωμα   τῆς   ἀληθείας.   Ἵνα   μὴ  τὸ  περὶ   τοιούτων   αὐτὸν διατάττεσθαι  εἰς ἀθυμίαν ἐμβάλῃ τὸν μαθητὴν, φησίν· Οὐ διὰ τοῦτο ταῦτα γράφω, ὡς οὐκέτι ἥξων, ἀλλ' ἥξω μὲν, εἰ δὲ συμβῇ με βραδῦναι, ἵνα μὴ ἀσχάλλῃς, φησί. Τούτῳ μὲν ὑπὲρ  τοῦ  παῦσαι τὴν  ἀθυμίαν  ταῦτα  ἐπιστέλλει,  τοῖς  δὲ ἄλλοις  ὑπὲρ  τοῦ  διεγεῖραι αὐτοὺς, καὶ ποιῆσαι σπουδαιοτέρους· ἡ γὰρ παρουσία αὐτοῦ καὶ ἐπαγγελλομένη, μεγάλα ἠδύνατο. Μὴ θαυμάσῃς δὲ, εἰ πνεύματι  πάντα προορῶν, ἠγνόει  τοῦτο λέγων,  Ἐλπίζω ἐλθεῖν, ἐὰν δὲ βραδύνω· τοῦτο γὰρ ἀγνοοῦντός  ἐστιν. Ἐπειδὴ γὰρ πνεύματι ἤγετο, καὶ οὐκ οἰκείᾳ γνώμῃ  ἔπραττεν  ἅπερ ἔπραττε, καὶ τοῦτο εἰκότως ἠγνόει. Ἵνα εἰδῇς, φησὶ, πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας. Οὐχ ὡς ἐκεῖνος ὁ Ἰουδαϊκός. Τοῦτο γάρ ἐστι τὸ συνέχον τὴν πίστιν καὶ τὸ κήρυγμα· ἡ γὰρ ἀλήθειᾴ ἐστι τῆς Ἐκκλησίας καὶ στῦλος καὶ ἑδραίωμα. Καὶ ὁμολογουμένως, φησὶ, μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκὶ, ἐδικαιώθη  ἐν  πνεύματι.  Τουτέστιν,  ἡ  οἰκονομία  ἡ  ὑπὲρ  ἡμῶν.  Μή μοι  εἴπῃς  τοὺς κώδωνας,  μηδὲ τὰ Ἅγια τῶν ἁγίων, μηδὲ τὸν ἀρχιερέα· στῦλός ἐστι τῆς οἰκουμένης  ἡ Ἐκκλησία. Ἐννόησον τὸ μυστήριον, καὶ φρίξαι ἔχεις· καὶ μυστήριόν ἐστι, καὶ μέγα, καὶ εὐσεβείας μυστήριον,  καὶ  ὁμολογουμένως,  οὐ ζητουμένως·  ἀναμφίβολον   γάρ  ἐστιν. Ἐπειδὴ περὶ  ἱερέων  διαταττόμενος  οὐδὲν  τοιοῦτον  εἶπεν,  οἷον  ἐν  τῷ  Λευϊτικῷ, εἰς ἕτερον ἀνάγει τὸ πρᾶγμα, λέγων,  Θεὸς ἐφανερώθη  ἐν σαρκὶ, τουτέστιν, Ὁ δημιουργὸς ὤφθη,  φησὶν, ἐν σαρκί. Ἐδικαιώθη  ἐν πνεύματι.  Ἤτοι τοῦτο λέγει· Καὶ ἐδικαιώθη  ἡ σοφία ἀπὸ τῶν τέκνων  αὐτῆς· ἢ ὅτι δόλον οὐκ ἐποίησεν· ὅπερ ὁ προφήτης  λέγει, Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὤφθη ἀγγέλοις. Ὥστε καὶ ἄγγελοι μεθ' ἡμῶν εἶδον τὸν Υἱὸν τοῦ Θεοῦ, πρότερον οὐχ ὁρῶντες. Ὄντως μέγα τὸ μυστήριον. Ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ. Πανταχοῦ τῆς οἰκουμένης ἠκούσθη, καὶ ἐπιστεύθη· καὶ δηλοῖ λέγων  ὁ προφήτης,  Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν  ὁ φθόγγος  αὐτῶν.  Τοῦτο μὴ δὴ νομίσῃς ἁπλῶς  ῥήματα εἶναι  ψιλά· οὐ γάρ ἐστιν, ἀλλὰ πραγμάτων   ἀποῤῥήτων   πεπλήρωται.   Ἀνελήφθη   ἐν  δόξῃ·  τουτέστιν,  ἐπὶ  νεφελῶν. Οὗτος, φησὶν, Ἰησοῦς ὁ ἀναληφθεὶς  ἀφ' ὑμῶν, οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε. Ὅρα μοι τὴν  σύνεσιν  τοῦ  μακαρίου  Παύλου. Μέλλων  παραινεῖν  τοῖς  τῆς  διακονίας ἠξιωμένοις  μὴ ἀνέδην  ἐμφορεῖσθαι τοῦ οἴνου, οὐκ εἶπε μὴ μεθύειν, ἀλλὰ Μηδὲ οἴνῳ πολλῷ προσέχοντας. Εἰκότως· εἰ γὰρ οἱ εἰσιόντες εἰς τὸ ἱερὸν, οὐδὲ ὅλως μετελάμβανον  οἴνου, πολλῷ μᾶλλον τούτους οὐ χρή. Παραφορὰν γὰρ ἐργάζεται, φησὶ, καὶ κἂν  μὴ μέθην  ἐργάσηται, διαχεῖ  τὸ τῆς  ψυχῆς  εὔτονον,  διαλύει  τὸ συγκεκροτημένον.   Σκόπει   δὲ   πῶς   πανταχοῦ   μυστήριον   καλεῖ   τὴν   ὑπὲρ   ἡμῶν οἰκονομίαν· εἰκότως· οὐ γάρ ἐστι πᾶσιν ἀνθρώποις δῆλον, μᾶλλον δὲ οὐδὲ ἀγγέλοις ἦν δῆλον· πῶς γὰρ, ὃ ἐφάνη  διὰ τῆς Ἐκκλησίας; ∆ιὰ τοῦτό φησιν, Ὁμολογουμένως  μέγα ἐστί.  Καὶ γὰρ  ὄντως  μέγα·  ἄνθρωπος  γὰρ  ἐγένετο  ὁ  Θεὸς, καὶ  Θεὸς ὁ  ἄνθρωπος· ἄνθρωπος  ὤφθη  ἀναμάρτητος·  ἄνθρωπος  ἀνελήφθη· ἐκηρύχθη  ἐν κόσμῳ· μεθ' ἡμῶν εἶδον   αὐτὸν   οἱ  ἄγγελοι.   Μυστήριον  τοίνυν   ἐστί.  Μὴ  τοίνυν   ἐκπομπεύωμεν   τὸ μυστήριον,  μὴ πανταχοῦ  αὐτὸ  προτιθῶμεν,  ἀξίως  τοῦ  μυστηρίου  τούτου  ζῶμεν.  Οἱ μυστήρια ἐμπεπιστευμένοι,  μεγάλοι τινές εἰσιν. Εἰ βασιλεὺς ἡμῖν τι μυστήριον ἐνεπίστευσεν, εἰπέ μοι, ἆρα οὐ μεγάλης φιλίας  τοῦτο τεκμήριον ἐποιούμεθα; Νῦν δὲ ὁ Θεὸς ἡμῖν τὸ μυστήριον αὐτοῦ ἐνεπίστευσε, καὶ ὡς μὴ μεγάλα εὐεργετηθέντες ἀχάριστοι περὶ   τὸν   εὐεργέτην   γινόμεθα.   Φρίξωμεν   ἀναισθήτως   ἔτι   διακείμενοι   πρὸς  τὴν εὐεργεσίαν.  Μυστήριόν  ἐστιν  ὃ  πάντες  ἴσασι·  μᾶλλον  δὲ  ὃ  πρὸ  τούτου  οὐ  πάντες ᾔδεισαν, νῦν δὲ πᾶσι γέγονε δῆλον.
βʹ. Ἀξιόπιστοι τοίνυν  γενώμεθα  περὶ τὴν τοῦ μυστηρίου φυλακήν.  Αὐτὸς ἡμῖν τηλικοῦτον  ἐπίστευσε μυστήριον· ἡμεῖς δὲ αὐτῷ οὐδὲ χρήματα πιστεύομεν. Ἀλλ' αὐτὸς μὲν  λέγει·  Ἀπόθεσθε αὐτὰ  παρ' ἐμοὶ,  οὐδεὶς  αὐτὰ  ἁρπάσαι δύναται,  οὐδὲ  σὴς οὐδὲ λῃστὴς  λυμαίνεται,   καὶ  ἑκατονταπλασίονα   δώσειν  ὑπισχνεῖται,   καὶ  οὐ  πειθόμεθα. Καίτοι γε παρ' οἷς ἂν παρακαταθώμεθα  παρακαταθήκην, οὐδὲν ἀπολαμβάνομεν  πλέον, ἀλλὰ ἂν ὅλον ἀπολάβωμεν ὃ παρακατεθέμεθα, καὶ χάριν ἴσμεν. Κἂν κλέπτης ὑφέληται, φησὶν, ἐνταῦθα,  ἐμοὶ τοῦτο λόγισαι· οὐ λέγω  σοι· Λῃστὴς ἔλαβεν, οὐδὲ, Σὴς ἔφαγεν. Ἑκατονταπλασίονα  ἐνταῦθα ἀποδίδωσι, καὶ ἐκεῖ ζωὴν αἰώνιον  προσδίδωσι, καὶ οὐδεὶς παρακατατίθεται.  Ἀλλὰ βραδέως μοι, φησὶν, ἀποδίδωσι. Καὶ τοῦτο τῆς μεγαλοδωρεᾶς αὐτοῦ σημεῖον μέγιστον, τὸ μὴ ἐνταῦθα ἀποδιδόναι ἐν τῷ ἐπικήρῳ βίῳ τούτῳ· μᾶλλον δὲ καὶ ἐνταῦθα ἀποδίδωσιν ἑκατονταπλασίονα. Εἰπὲ γάρ μοι, ἐνταῦθα οὐχὶ σμίλην εἴασε Παῦλος;  οὐχὶ  κάλαμον  καὶ  ἄγκιστρον  Πέτρος; οὐχὶ  τελώνιον   Ματθαῖος;  οὐχὶ  πᾶσα αὐτοῖς ἡ οἰκουμένη  ἀνέῳκτο  μᾶλλον,  ἢ τοῖς βασιλεῦσιν;  οὐ παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν πάντες τὰ χρήματα; οὐκ ἐκείνους ἐποίουν διοικητὰς καὶ κυρίους; οὐχὶ καὶ τὰς ψυχὰς  αὐτοῖς ἐνεχείριζον;  οὐχὶ ὁλοκλήρους  ἑαυτοὺς τῆς ἐκείνων  βουλῆς ἐξήρτησαν; οὐχὶ καὶ ἑαυτοὺς δούλους κατέγραφον; Καὶ νῦν δὲ οὐ πολλὰ τοιαῦτα ὁρῶμεν γινόμενα; Πολλοὶ γὰρ πολλάκις ἀπὸ μικρῶν ὄντες καὶ εὐτελῶν, μάκελλαν μεταχειρίζοντες μόνον, καὶ οὐδὲ τῆς ἀναγκαίας μόνης εὐποροῦντες τροφῆς, προσηγορίαν μονάζοντος ἔχοντες, πάντων  μᾶλλον  ἐφάνησαν,  καὶ παρὰ βασιλέων  ἐτιμήθησαν.  Ἀλλὰ μικρὰ ταῦτα; Ἀλλ' ἐννόησον  ὅτι προσθήκη ταῦτα· τὸ δὲ κεφάλαιον  ἐν τῷ μέλλοντι  τεταμίευται  χρόνῳ. Καταφρόνησον χρημάτων, εἰ βούλει χρήματα ἔχειν· εἰ βούλει πλουτῆσαι, γενοῦ πένης. Τοιαῦτα γὰρ τοῦ Θεοῦ τὰ παράδοξα· οὐ βούλεταί σε ἐκ τῆς οἰκείας σπουδῆς, ἀλλ' ἐκ τῆς αὐτοῦ χάριτος γενέσθαι πλούσιον. Ἐμοὶ ταῦτα, φησὶν, ἄφες·  σὺ τὰ πνευματικὰ μερίμνα, ἵνα  μάθῃς μου καὶ τὴν  δύναμιν·  τὴν  δουλείαν  καὶ τὸν  ζυγὸν  τὸν  ἀπὸ τῶν χρημάτων  φεῦγε.  Ἕως ὅτε  αὐτῶν  ἀντέχῃ,  πένης  εἶ· ἐπειδὰν  αὐτῶν  καταφρονήσῃς, διπλῇ γίνῃ πλούσιος, τῷ τέ σοι πάντοθεν ταῦτα ἐπιῤῥεῖν, καὶ τῷ μηδενὸς δεῖσθαι ὧν οἱ πολλοί. Οὐ γὰρ τὸ πολλὰ κεκτῆσθαι πλουτοῦντος,  ἀλλὰ τὸ μὴ πολλῶν  δεῖσθαι. Ὥστε ἕως ἂν δέηται, οὐδὲν τοῦ πένητος ὁ βασιλεὺς διενήνοχε· πενία γὰρ τοῦτό ἐστι τὸ δεῖσθαι ἑτέρων.  Ὥστε καὶ  ὁ βασιλεὺς  κατὰ  τοῦτον  τὸν  λόγον  πένης  ἐστὶ, καθὸ  δεῖται  τῶν ἀρχομένων. Ἀλλ' οὐχ ὁ ἐσταυρωμένος οὕτως· οὐδενὸς γὰρ δεῖται, ἀρκοῦσιν αὐτῷ πρὸς διατροφὴν  αἱ χεῖρες·  Ἐμοὶ γὰρ, φησὶ, καὶ τοῖς  οὖσι μετ'  ἐμοῦ ὑπηρέτησαν  αἱ χεῖρες αὗται. Ταῦτα ἐκεῖνος ἔλεγεν ὁ λέγων, Ὡς μηδὲν ἔχοντες, καὶ πάντα κατέχοντες· ἐκεῖνος ὁ θεὸς νομισθεὶς παρὰ τῶν ἐν Λύστρᾳ κατοικούντων.  Εἰ βούλει τῶν ἐν τῷ κόσμῳ τυχεῖν, ζήτει  τὸν  οὐρανόν·  εἰ  βούλει  καὶ  τῶν  ἐνταῦθα  ἀπολαῦσαι,  καταφρόνησον  αὐτῶν. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Τί τὰ μικρὰ θαυμάζεις; τί κέχηνας περὶ τὰ μηδενὸς ἄξια λόγου; μέχρι πότε πένης; μέχρι   πότε   πτωχός;   Ἀνάβλεψον   εἰς  τὸν   οὐρανὸν,   τὸν   ἐκεῖ  πλοῦτον   ἐννόησον, καταγέλασον  τοῦ χρυσοῦ, μάθε τὴν χρῆσιν αὐτοῦ, πόση τίς ἐστι. Μέχρι τοῦ παρόντος μένει  ἡ ἀπόλαυσις, μέχρι τοῦ παρόντος  βίου τοῦ ἐπικήρου  ὅσον ψάμμος·  μᾶλλον  δὲ ὅσον σταγὼν  πρὸς ἄβυσσον ἄμετρον, τοσοῦτον ὁ παρὼν βίος πρὸς τὰ μέλλοντα.  Οὐκ ἔστι κτῆσις τοῦτο, χρῆσίς ἐστιν, οὐκ ἔστι κυρία· πῶς γὰρ, ὅταν  σοῦ ἀποπνέοντος  καὶ ἑκόντος καὶ ἄκοντος, ἕτεροι λαμβάνωσι πάντα τὰ ὄντα, καὶ αὐτοὶ πάλιν ἑτέροις δόντες, καὶ πάλιν  ἐκεῖνοι  ἑτέροις; Πάντες γὰρ πάροικοί  ἐσμεν, καὶ ὁ κύριος τῆς οἰκίας τάχα μᾶλλον ὁ μισθωτός ἐστι τῆς οἰκίας· πολλάκις γὰρ ἐκείνου τελευτήσαντος, οὗτος ἔμεινε, πλέον ἀπολαύων  τῆς οἰκίας. Εἰ δὲ οὗτος μετὰ μισθοῦ· ἀλλὰ κἀκεῖνος ὁ πρότερος μετὰ μισθοῦ· ᾠκοδόμησε γὰρ, καὶ ἐταλαιπωρήθη,  καὶ ἐπεσκεύασε. Ῥήματα  μόνον  ἐστὶν  ἡ δεσποτεία·  τῷ  δὲ  ἔργῳ  πάντες  τῶν  ἀλλοτρίων   ἐσμὲν  κύριοι.  Ἐκεῖνα  μόνον  ἐστὶν ἡμέτερα, ὅσα ἂν ἐκεῖ προπέμψωμεν·  τὰ δὲ ἐνταῦθα  οὐχ ἡμέτερα, ἀλλὰ  τῶν  ζώντων· μᾶλλον δὲ καὶ ζῶντας ἡμᾶς ἀπέλιπεν. Ἐκεῖνα μόνα ἐστὶν ἡμέτερα, ὅσα τῆς ψυχῆς ἐστι κατορθώματα,  ἐλεημοσύνη  καὶ φιλανθρωπία.  Ταῦτα τὰ ἐκτὸς λέγεται  καὶ παρὰ τοῖς ἔξωθεν·  ἐκτὸς  γὰρ ἡμῶν  ἐστι. Ποιήσωμεν τοίνυν  αὐτὰ  τῶν  ἐντός.  Οὐ γὰρ δυνατὸν χρήματα  λαμβάνοντα  ἀπελθεῖν,  ἀλλὰ  δυνατὸν  ἐλεημοσύνην  λαμβάνοντα  ἀπελθεῖν· μᾶλλον δὲ καὶ προπέμψωμεν αὐτὰ ὥστε ἑτοιμάσαι ἡμῖν σκηνὴν ἐν ταῖς αἰωνίαις μοναῖς. γʹ. Χρήματα λέγεται  παρὰ  τὸ  κεχρῆσθαι,  οὐ  παρὰ  τὸ  κυρίους  εἶναι·  καὶ  τὰ κτήματα δὲ αὐτὰ χρῆσίς ἐστιν, οὐ δεσποτεία. Εἰπὲ γάρ μοι, πόσων κυρίων ἕκαστος ἀγρὸς γέγονε,  καὶ πόσων ἔσται; λέγεταί  τις καὶ παροιμία σοφωτάτη  (οὐ γὰρ τῶν  δημωδῶν παροιμιῶν δεῖ καταφρονεῖν,  ἂν ἔχωσί τι σοφόν)· Ἀγρὲ, φησὶ, πόσων ἦς, καὶ πόσων ἔσῃ; Τοῦτο καὶ πρὸς οἰκίας, τοῦτο καὶ πρὸς χρήματα λεκτέον ἡμῖν. Ἀρετὴ μόνον οἶδεν ἡμῖν
συναποδημεῖν,  ἀρετὴ μόνη διαβαίνει  πρὸς τὴν  ζωὴν  τὴν  ἐκεῖ. Ἐκλύσωμέν ποτε, καὶ σβέσωμεν  τῶν  χρημάτων   τὸν  πόθον,  ἵνα  ἀνάψωμεν   τῶν  ἐκεῖ  τὴν  ἐπιθυμίαν.  Οὐ δύνανται  οὗτοι οἱ δύο ἔρωτες μίαν κατέχειν ψυχήν· Ἢ γὰρ τὸν ἕνα, φησὶ, φιλήσει, καὶ τὸν ἕτερον μισήσει, ἢ  ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Ὁρᾷς, εἰπέ μοι, ἄνδρα ἀκολούθους ἔχοντα πολλοὺς, σοβοῦντα διὰ τῆς ἀγορᾶς, σηρικὰ ἠμφιεσμένον ἱμάτια, ἵππῳ ὀχούμενον,  τὸν αὐχένα τείνοντα; μὴ καταπλαγῇς,  ἀλλὰ γέλασον· ὥσπερ, ὅταν τὰ παιδία ὁρᾷς ἄρχοντας παίζοντα, καταγελᾷς, οὕτω καὶ ἐπὶ τούτῳ. Οὐδὲν τοῦτο ἐκείνου  διενήνοχε,  μᾶλλον  δὲ ἐκεῖνο  καὶ τερπνότερον,  ἅτε παρὰ παιδικῆς  γινόμενον ἡλικίας   μετὰ   πολλῆς   τῆς   ἀφελείας.   Ἐκεῖ  καὶ   γέλως   ἐστὶ  καὶ   ἡδονή·   ἐνταῦθα καταγέλαστός  ἐστιν  οὗτος, καὶ ἀσχημοσύνης  πλήρης.  ∆όξασον τὸν  Θεὸν, ὅτι  σε τῆς σκηνῆς ταύτης  καὶ τοῦ φυσήματος ἀπήλλαξεν.  Ἂν γὰρ θέλῃς  σὺ ὁ χαμαὶ ἐρχόμενος, ὑψηλότερος ἔσῃ τοῦ καθημένου τὸ ὄχημα. Πῶς; Ὅτι ἐκεῖνος μὲν μικρὸν ἀνέστηκεν ἀπὸ τῆς γῆς τῷ σώματι, τῇ δὲ ψυχῇ  προσπέπηγεν·  Ἐκολλήθη γὰρ, φησὶν, ἡ ἰσχύς μου τῇ σαρκί μου· σὺ δὲ τῷ φρονήματι  ἐν οὐρανῷ περιπατεῖς. Ἀλλ' ἀκολούθους ἔχει πολλοὺς σοβοῦντας; Καὶ τί  μᾶλλον  αὐτὸς, ἢ ὁ ἵππος  τιμᾶται; Τί ταύτης  τῆς  ἀλογίας  χεῖρον, ἀνθρώπους  διώκειν,  ἵνα τὸ κτῆνος μετ' εὐρυχωρίας  παρέλθῃ; Ἀλλὰ τὸ ἵππῳ ὀχεῖσθαι σεμνόν; Ἀλλὰ καὶ δοῦλοι τούτου μετέχουσιν. Εἰσὶ δέ τινες, οἳ τοσοῦτον ἔχουσι τύφου, ὡς μηδὲν δεόμενοι, ὄπισθεν ποιεῖν ἀκολουθεῖν. Ἆρα τί τούτων  ἐστὶν ἀλογώτερον; ἀπὸ ἵππων,  καὶ πολυτελείας ἱματίων καὶ ἀκολούθων βούλονται φαίνεσθαι. Τί ταύτης τῆς  δόξης οὐδαμινέστερον,  τῆς  ἀπὸ ἵππων  καὶ  οἰκετῶν  συνισταμένης; Ἐνάρετος  εἶ; μηδενὶ τούτων  κέχρησο· οἰκεῖον ἔχε τὸν κόσμον, μὴ τῇ ἑτέρου παρουσίᾳ καλλωπίζου. Ταῦτα  καὶ  πονηροὶ  καὶ  μιαροὶ  καὶ  ἄγροικοι  καὶ  πάντες  ὅσοι  πλούτου  μετέχουσι, δύνανται  ἔχειν. Καὶ μῖμοι καὶ ὀρχησταὶ ἐφ' ἵππων  φέρονται, καὶ οἰκέτην προτρέχοντα ἔχουσιν· ἀλλ' ὅμως μῖμοί εἰσι καὶ ὀρχησταὶ, καὶ οὐ γεγόνασι σεμνοὶ ἀπὸ τῶν ἵππων καὶ τῶν  ἀκολούθων.  Ὅταν γὰρ μηδὲν τῶν ἐν ψυχῇ καλῶν  προσῇ τῷ τοιούτῳ,  ταῦτα, ἂν ἔξωθεν προστεθῇ, εἰκῆ καὶ μάτην· καὶ καθάπερ ἀσθενεῖ τοίχῳ ἢ διεφθορότι σώματι, ὅσα ἄν τις περιθῇ, μένει ἀηδὲς ὂν καὶ διεφθορός· οὕτω δὴ καὶ ἐνταῦθα, οὐδεμίαν ἡ ψυχὴ ὄνησιν ἀπὸ τῶν ἐκτὸς προσλαμβάνει, ἀλλὰ μένει τοῦτο οὖσα, κἂν μυρία τις αὐτῇ περιθῇ χρυσία. Μὴ δὴ πρὸς ταῦτα ἐπτοημένοι  ὦμεν, ἀποστήσωμεν ἑαυτοὺς τῶν προσκαίρων, τῶν μειζόνων ἐχώμεθα, τῶν πνευματικῶν,  τῶν ὄντως αἰδεσίμους ποιούντων  ἡμᾶς, ἵνα καὶ τῶν μελλόντων ἐπιτύχωμεν  ἀγαθῶν, καὶ τὰ ἑξῆς.

Πρώτη Eισαγωγή  και δημοσίευση Κειμένων  στο Ορθόδοξο Διαδίκτυο
Η ηλεκτρονική επεξεργασία, επιμέλεια και  μορφοποίηση  κειμένου  και εικόνων έγινε από τον Ν.Β.Β
Επιτρέπεται η αναδημοσίευση κειμένων στο Ορθόδοξο Διαδίκτυο , για μη εμπορικούς σκοπούς με αναφορά πηγής το Ιστολόγιο .Διαβάστε και τούς Ορους Χρήσης του Ιστολογίου
© ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ
http://www.alavastron.net/




Kindly Bookmark this Post using your favorite Bookmarking service:
Technorati Digg This Stumble Stumble Facebook Twitter
YOUR ADSENSE CODE GOES HERE

0 σχόλια :

Δημοσίευση σχολίου

 

Flag counter

Flag Counter

Extreme Statics

Συνολικές Επισκέψεις


Συνολικές Προβολές Σελίδων

Αναζήτηση αυτού του ιστολογίου

Παρουσίαση στο My Blogs

myblogs.gr

Στατιστικά Ιστολογίου

Επισκέψεις απο Χώρες

COMMENTS

| ΠΗΔΑΛΙΟΝ ΟΡΘΟΔΟΞΙΑΣ © 2016 All Rights Reserved | Template by My Blogger | Menu designed by Nikos Vythoulkas | Sitemap Χάρτης Ιστολογίου | Όροι χρήσης Privacy | Back To Top |